Πρòς Ρωμαίους ἐπιστολὴ ἀποστόλου Παυ̃λου

Κεφάλαιον Α' (1)

1 Παυ̃λος δου̃λος Χριστου̃ Ιησου̃ κλητòς ἀπόστολος ἀφωρισμένος εἰς εὐαγγέλιον θεου̃

2 ὃ προεπηγγείλατο διὰ τω̃ν προφητω̃ν αὐτου̃ ἐν γραφαι̃ς ἁγίαις

3 περὶ του̃ υἱου̃ αὐτου̃ του̃ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα

4 του̃ ὁρισθέντος υἱου̃ θεου̃ ἐν δυνάμει κατὰ πνευ̃μα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρω̃ν Ιησου̃ Χριστου̃ του̃ κυρίου ἡμω̃ν

5 δι' οὑ̃ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πα̃σιν τοι̃ς ἔθνεσιν ὑπὲρ του̃ ὀνόματος αὐτου̃

6 ἐν οἱ̃ς ἐστε καὶ ὑμει̃ς κλητοὶ Ιησου̃ Χριστου̃

7 πα̃σιν τοι̃ς οὐ̃σιν ἐν Ρώμη̨ ἀγαπητοι̃ς θεου̃ κλητοι̃ς ἁγίοις χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν καὶ κυρίου Ιησου̃ Χριστου̃

8 πρω̃τον μὲν εὐχαριστω̃ τω̨̃ θεω̨̃ μου διὰ Ιησου̃ Χριστου̃ περὶ πάντων ὑμω̃ν ὅτι ἡ πίστις ὑμω̃ν καταγγέλλεται ἐν ὅλω̨ τω̨̃ κόσμω̨

9 μάρτυς γάρ μού ἐστιν ὁ θεός ὡ̨̃ λατρεύω ἐν τω̨̃ πνεύματί μου ἐν τω̨̃ εὐαγγελίω̨ του̃ υἱου̃ αὐτου̃ ὡς ἀδιαλείπτως μνείαν ὑμω̃ν ποιου̃μαι

10 πάντοτε ἐπὶ τω̃ν προσευχω̃ν μου δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τω̨̃ θελήματι του̃ θεου̃ ἐλθει̃ν πρòς ὑμα̃ς

11 ἐπιποθω̃ γὰρ ἰδει̃ν ὑμα̃ς ἵνα τι μεταδω̃ χάρισμα ὑμι̃ν πνευματικòν εἰς τò στηριχθη̃ναι ὑμα̃ς

12 του̃το δέ ἐστιν συμπαρακληθη̃ναι ἐν ὑμι̃ν διὰ τη̃ς ἐν ἀλλήλοις πίστεως ὑμω̃ν τε καὶ ἐμου̃

13 οὐ θέλω δὲ ὑμα̃ς ἀγνοει̃ν ἀδελφοί ὅτι πολλάκις προεθέμην ἐλθει̃ν πρòς ὑμα̃ς καὶ ἐκωλύθην ἄχρι του̃ δευ̃ρο ἵνα τινὰ καρπòν σχω̃ καὶ ἐν ὑμι̃ν καθὼς καὶ ἐν τοι̃ς λοιποι̃ς ἔθνεσιν

14 Έλλησίν τε καὶ βαρβάροις σοφοι̃ς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί

15 οὕτως τò κατ' ἐμὲ πρόθυμον καὶ ὑμι̃ν τοι̃ς ἐν Ρώμη̨ εὐαγγελίσασθαι

16 οὐ γὰρ ἐπαισχύνομαι τò εὐαγγέλιον δύναμις γὰρ θεου̃ ἐστιν εἰς σωτηρίαν παντὶ τω̨̃ πιστεύοντι Ιουδαίω̨ τε πρω̃τον καὶ Έλληνι

17 δικαιοσύνη γὰρ θεου̃ ἐν αὐτω̨̃ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν καθὼς γέγραπται ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται

18 ἀποκαλύπτεται γὰρ ὀργὴ θεου̃ ἀπ' οὐρανου̃ ἐπὶ πα̃σαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τω̃ν τὴν ἀλήθειαν ἐν ἀδικία̨ κατεχόντων

19 διότι τò γνωστòν του̃ θεου̃ φανερόν ἐστιν ἐν αὐτοι̃ς ὁ θεòς γὰρ αὐτοι̃ς ἐφανέρωσεν

20 τὰ γὰρ ἀόρατα αὐτου̃ ἀπò κτίσεως κόσμου τοι̃ς ποιήμασιν νοούμενα καθορα̃ται ἥ τε ἀΐδιος αὐτου̃ δύναμις καὶ θειότης εἰς τò εἰ̃ναι αὐτοὺς ἀναπολογήτους

21 διότι γνόντες τòν θεòν οὐχ ὡς θεòν ἐδόξασαν ἢ ηὐχαρίστησαν ἀλλ' ἐματαιώθησαν ἐν τοι̃ς διαλογισμοι̃ς αὐτω̃ν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτω̃ν καρδία

22 φάσκοντες εἰ̃ναι σοφοὶ ἐμωράνθησαν

23 καὶ ἤλλαξαν τὴν δόξαν του̃ ἀφθάρτου θεου̃ ἐν ὁμοιώματι εἰκόνος φθαρτου̃ ἀνθρώπου καὶ πετεινω̃ν καὶ τετραπόδων καὶ ἑρπετω̃ν

24 διò παρέδωκεν αὐτοὺς ὁ θεòς ἐν ται̃ς ἐπιθυμίαις τω̃ν καρδιω̃ν αὐτω̃ν εἰς ἀκαθαρσίαν του̃ ἀτιμάζεσθαι τὰ σώματα αὐτω̃ν ἐν αὐτοι̃ς

25 οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν του̃ θεου̃ ἐν τω̨̃ ψεύδει καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τη̨̃ κτίσει παρὰ τòν κτίσαντα ὅς ἐστιν εὐλογητòς εἰς τοὺς αἰω̃νας ἀμήν

26 διὰ του̃το παρέδωκεν αὐτοὺς ὁ θεòς εἰς πάθη ἀτιμίας αἵ τε γὰρ θήλειαι αὐτω̃ν μετήλλαξαν τὴν φυσικὴν χρη̃σιν εἰς τὴν παρὰ φύσιν

27 ὁμοίως τε καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρη̃σιν τη̃ς θηλείας ἐξεκαύθησαν ἐν τη̨̃ ὀρέξει αὐτω̃ν εἰς ἀλλήλους ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τη̃ς πλάνης αὐτω̃ν ἐν ἑαυτοι̃ς ἀπολαμβάνοντες

28 καὶ καθὼς οὐκ ἐδοκίμασαν τòν θεòν ἔχειν ἐν ἐπιγνώσει παρέδωκεν αὐτοὺς ὁ θεòς εἰς ἀδόκιμον νου̃ν ποιει̃ν τὰ μὴ καθήκοντα

29 πεπληρωμένους πάση̨ ἀδικία̨ πονηρία̨ πλεονεξία̨ κακία̨ μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας ψιθυριστάς

30 καταλάλους θεοστυγει̃ς ὑβριστάς ὑπερηφάνους ἀλαζόνας ἐφευρετὰς κακω̃ν γονευ̃σιν ἀπειθει̃ς

31 ἀσυνέτους ἀσυνθέτους ἀστόργους ἀνελεήμονας

32 οἵτινες τò δικαίωμα του̃ θεου̃ ἐπιγνόντες ὅτι οἱ τὰ τοιαυ̃τα πράσσοντες ἄξιοι θανάτου εἰσίν οὐ μόνον αὐτὰ ποιου̃σιν ἀλλὰ καὶ συνευδοκου̃σιν τοι̃ς πράσσουσιν

 

Κεφάλαιον Β' (2)

1 διò ἀναπολόγητος εἰ̃ ὠ̃ ἄνθρωπε πα̃ς ὁ κρίνων ἐν ὡ̨̃ γὰρ κρίνεις τòν ἕτερον σεαυτòν κατακρίνεις τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων

2 οἴδαμεν δὲ ὅτι τò κρίμα του̃ θεου̃ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαυ̃τα πράσσοντας

3 λογίζη̨ δὲ του̃το ὠ̃ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαυ̃τα πράσσοντας καὶ ποιω̃ν αὐτά ὅτι σὺ ἐκφεύξη̨ τò κρίμα του̃ θεου̃

4 ἢ του̃ πλούτου τη̃ς χρηστότητος αὐτου̃ καὶ τη̃ς ἀνοχη̃ς καὶ τη̃ς μακροθυμίας καταφρονει̃ς ἀγνοω̃ν ὅτι τò χρηστòν του̃ θεου̃ εἰς μετάνοιάν σε ἄγει

5 κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτω̨̃ ὀργὴν ἐν ἡμέρα̨ ὀργη̃ς καὶ ἀποκαλύψεως δικαιοκρισίας του̃ θεου̃

6 ὃς ἀποδώσει ἑκάστω̨ κατὰ τὰ ἔργα αὐτου̃

7 τοι̃ς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθου̃ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητου̃σιν ζωὴν αἰώνιον

8 τοι̃ς δὲ ἐξ ἐριθείας καὶ ἀπειθου̃σι τη̨̃ ἀληθεία̨ πειθομένοις δὲ τη̨̃ ἀδικία̨ ὀργὴ καὶ θυμός

9 θλι̃ψις καὶ στενοχωρία ἐπὶ πα̃σαν ψυχὴν ἀνθρώπου του̃ κατεργαζομένου τò κακόν Ιουδαίου τε πρω̃τον καὶ Έλληνος

10 δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τω̨̃ ἐργαζομένω̨ τò ἀγαθόν Ιουδαίω̨ τε πρω̃τον καὶ Έλληνι

11 οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τω̨̃ θεω̨̃

12 ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολου̃νται καὶ ὅσοι ἐν νόμω̨ ἥμαρτον διὰ νόμου κριθήσονται

13 οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τω̨̃ θεω̨̃ ἀλλ' οἱ ποιηταὶ νόμου δικαιωθήσονται

14 ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ του̃ νόμου ποιω̃σιν οὑ̃τοι νόμον μὴ ἔχοντες ἑαυτοι̃ς εἰσιν νόμος

15 οἵτινες ἐνδείκνυνται τò ἔργον του̃ νόμου γραπτòν ἐν ται̃ς καρδίαις αὐτω̃ν συμμαρτυρούσης αὐτω̃ν τη̃ς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τω̃ν λογισμω̃ν κατηγορούντων ἢ καὶ ἀπολογουμένων

16 ἐν ἡμέρα̨ ὅτε κρίνει ὁ θεòς τὰ κρυπτὰ τω̃ν ἀνθρώπων κατὰ τò εὐαγγέλιόν μου διὰ Χριστου̃ Ιησου̃

17 εἰ δὲ σὺ Ιουδαι̃ος ἐπονομάζη̨ καὶ ἐπαναπαύη̨ νόμω̨ καὶ καυχα̃σαι ἐν θεω̨̃

18 καὶ γινώσκεις τò θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ του̃ νόμου

19 πέποιθάς τε σεαυτòν ὁδηγòν εἰ̃ναι τυφλω̃ν φω̃ς τω̃ν ἐν σκότει

20 παιδευτὴν ἀφρόνων διδάσκαλον νηπίων ἔχοντα τὴν μόρφωσιν τη̃ς γνώσεως καὶ τη̃ς ἀληθείας ἐν τω̨̃ νόμω̨

21 ὁ οὐ̃ν διδάσκων ἕτερον σεαυτòν οὐ διδάσκεις ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις

22 ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλει̃ς

23 ὃς ἐν νόμω̨ καυχα̃σαι διὰ τη̃ς παραβάσεως του̃ νόμου τòν θεòν ἀτιμάζεις

24 τò γὰρ ὄνομα του̃ θεου̃ δι' ὑμα̃ς βλασφημει̃ται ἐν τοι̃ς ἔθνεσιν καθὼς γέγραπται

25 περιτομὴ μὲν γὰρ ὠφελει̃ ἐὰν νόμον πράσση̨ς ἐὰν δὲ παραβάτης νόμου ἠ̨̃ς ἡ περιτομή σου ἀκροβυστία γέγονεν

26 ἐὰν οὐ̃ν ἡ ἀκροβυστία τὰ δικαιώματα του̃ νόμου φυλάσση̨ οὐχ ἡ ἀκροβυστία αὐτου̃ εἰς περιτομὴν λογισθήσεται

27 καὶ κρινει̃ ἡ ἐκ φύσεως ἀκροβυστία τòν νόμον τελου̃σα σὲ τòν διὰ γράμματος καὶ περιτομη̃ς παραβάτην νόμου

28 οὐ γὰρ ὁ ἐν τω̨̃ φανερω̨̃ Ιουδαι̃ός ἐστιν οὐδὲ ἡ ἐν τω̨̃ φανερω̨̃ ἐν σαρκὶ περιτομή

29 ἀλλ' ὁ ἐν τω̨̃ κρυπτω̨̃ Ιουδαι̃ος καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι οὑ̃ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ' ἐκ του̃ θεου̃

 

Κεφάλαιον Γ' (3)

1 τί οὐ̃ν τò περισσòν του̃ Ιουδαίου ἢ τίς ἡ ὠφέλεια τη̃ς περιτομη̃ς

2 πολὺ κατὰ πάντα τρόπον πρω̃τον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια του̃ θεου̃

3 τί γὰρ εἰ ἠπίστησάν τινες μὴ ἡ ἀπιστία αὐτω̃ν τὴν πίστιν του̃ θεου̃ καταργήσει

4 μὴ γένοιτο γινέσθω δὲ ὁ θεòς ἀληθής πα̃ς δὲ ἄνθρωπος ψεύστης καθὼς γέγραπται ὅπως ἂν δικαιωθη̨̃ς ἐν τοι̃ς λόγοις σου καὶ νικήσεις ἐν τω̨̃ κρίνεσθαί σε

5 εἰ δὲ ἡ ἀδικία ἡμω̃ν θεου̃ δικαιοσύνην συνίστησιν τί ἐρου̃μεν μὴ ἄδικος ὁ θεòς ὁ ἐπιφέρων τὴν ὀργήν κατὰ ἄνθρωπον λέγω

6 μὴ γένοιτο ἐπεὶ πω̃ς κρινει̃ ὁ θεòς τòν κόσμον

7 εἰ δὲ ἡ ἀλήθεια του̃ θεου̃ ἐν τω̨̃ ἐμω̨̃ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτου̃ τί ἔτι κἀγὼ ὡς ἁμαρτωλòς κρίνομαι

8 καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασίν τινες ἡμα̃ς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθη̨ τὰ ἀγαθά ὡ̃ν τò κρίμα ἔνδικόν ἐστιν

9 τί οὐ̃ν προεχόμεθα οὐ πάντως προη̨τιασάμεθα γὰρ Ιουδαίους τε καὶ Έλληνας πάντας ὑφ' ἁμαρτίαν εἰ̃ναι

10 καθὼς γέγραπται ὅτι οὐκ ἔστιν δίκαιος οὐδὲ εἱ̃ς

11 οὐκ ἔστιν ὁ συνίων οὐκ ἔστιν ὁ ἐκζητω̃ν τòν θεόν

12 πάντες ἐξέκλιναν ἅμα ἠχρεώθησαν οὐκ ἔστιν ὁ ποιω̃ν χρηστότητα οὐκ ἔστιν ἕως ἑνός

13 τάφος ἀνεω̨γμένος ὁ λάρυγξ αὐτω̃ν ται̃ς γλώσσαις αὐτω̃ν ἐδολιου̃σαν ἰòς ἀσπίδων ὑπò τὰ χείλη αὐτω̃ν

14 ὡ̃ν τò στόμα ἀρα̃ς καὶ πικρίας γέμει

15 ὀξει̃ς οἱ πόδες αὐτω̃ν ἐκχέαι αἱ̃μα

16 σύντριμμα καὶ ταλαιπωρία ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν

17 καὶ ὁδòν εἰρήνης οὐκ ἔγνωσαν

18 οὐκ ἔστιν φόβος θεου̃ ἀπέναντι τω̃ν ὀφθαλμω̃ν αὐτω̃ν

19 οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοι̃ς ἐν τω̨̃ νόμω̨ λαλει̃ ἵνα πα̃ν στόμα φραγη̨̃ καὶ ὑπόδικος γένηται πα̃ς ὁ κόσμος τω̨̃ θεω̨̃

20 διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πα̃σα σὰρξ ἐνώπιον αὐτου̃ διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας

21 νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεου̃ πεφανέρωται μαρτυρουμένη ὑπò του̃ νόμου καὶ τω̃ν προφητω̃ν

22 δικαιοσύνη δὲ θεου̃ διὰ πίστεως Ιησου̃ Χριστου̃ εἰς πάντας τοὺς πιστεύοντας οὐ γάρ ἐστιν διαστολή

23 πάντες γὰρ ἥμαρτον καὶ ὑστερου̃νται τη̃ς δόξης του̃ θεου̃

24 δικαιούμενοι δωρεὰν τη̨̃ αὐτου̃ χάριτι διὰ τη̃ς ἀπολυτρώσεως τη̃ς ἐν Χριστω̨̃ Ιησου̃

25 ὃν προέθετο ὁ θεòς ἱλαστήριον διὰ τη̃ς πίστεως ἐν τω̨̃ αὐτου̃ αἵματι εἰς ἔνδειξιν τη̃ς δικαιοσύνης αὐτου̃ διὰ τὴν πάρεσιν τω̃ν προγεγονότων ἁμαρτημάτων

26 ἐν τη̨̃ ἀνοχη̨̃ του̃ θεου̃ πρòς τὴν ἔνδειξιν τη̃ς δικαιοσύνης αὐτου̃ ἐν τω̨̃ νυ̃ν καιρω̨̃ εἰς τò εἰ̃ναι αὐτòν δίκαιον καὶ δικαιου̃ντα τòν ἐκ πίστεως Ιησου̃

27 που̃ οὐ̃ν ἡ καύχησις ἐξεκλείσθη διὰ ποίου νόμου τω̃ν ἔργων οὐχί ἀλλὰ διὰ νόμου πίστεως

28 λογιζόμεθα γὰρ δικαιου̃σθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου

29 ἢ Ιουδαίων ὁ θεòς μόνον οὐχὶ καὶ ἐθνω̃ν ναὶ καὶ ἐθνω̃ν

30 εἴπερ εἱ̃ς ὁ θεός ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τη̃ς πίστεως

31 νόμον οὐ̃ν καταργου̃μεν διὰ τη̃ς πίστεως μὴ γένοιτο ἀλλὰ νόμον ἱστάνομεν

 

Κεφάλαιον Δ' (4)

1 τί οὐ̃ν ἐρου̃μεν εὑρηκέναι Αβραὰμ τòν προπάτορα ἡμω̃ν κατὰ σάρκα

2 εἰ γὰρ Αβραὰμ ἐξ ἔργων ἐδικαιώθη ἔχει καύχημα ἀλλ' οὐ πρòς θεόν

3 τί γὰρ ἡ γραφὴ λέγει ἐπίστευσεν δὲ Αβραὰμ τω̨̃ θεω̨̃ καὶ ἐλογίσθη αὐτω̨̃ εἰς δικαιοσύνην

4 τω̨̃ δὲ ἐργαζομένω̨ ὁ μισθòς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα

5 τω̨̃ δὲ μὴ ἐργαζομένω̨ πιστεύοντι δὲ ἐπὶ τòν δικαιου̃ντα τòν ἀσεβη̃ λογίζεται ἡ πίστις αὐτου̃ εἰς δικαιοσύνην

6 καθάπερ καὶ Δαυὶδ λέγει τòν μακαρισμòν του̃ ἀνθρώπου ὡ̨̃ ὁ θεòς λογίζεται δικαιοσύνην χωρὶς ἔργων

7 μακάριοι ὡ̃ν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὡ̃ν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι

8 μακάριος ἀνὴρ οὑ̃ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν

9 ὁ μακαρισμòς οὐ̃ν οὑ̃τος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν λέγομεν γάρ ἐλογίσθη τω̨̃ Αβραὰμ ἡ πίστις εἰς δικαιοσύνην

10 πω̃ς οὐ̃ν ἐλογίσθη ἐν περιτομη̨̃ ὄντι ἢ ἐν ἀκροβυστία̨ οὐκ ἐν περιτομη̨̃ ἀλλ' ἐν ἀκροβυστία̨

11 καὶ σημει̃ον ἔλαβεν περιτομη̃ς σφραγι̃δα τη̃ς δικαιοσύνης τη̃ς πίστεως τη̃ς ἐν τη̨̃ ἀκροβυστία̨ εἰς τò εἰ̃ναι αὐτòν πατέρα πάντων τω̃ν πιστευόντων δι' ἀκροβυστίας εἰς τò λογισθη̃ναι καὶ αὐτοι̃ς τὴν δικαιοσύνην

12 καὶ πατέρα περιτομη̃ς τοι̃ς οὐκ ἐκ περιτομη̃ς μόνον ἀλλὰ καὶ τοι̃ς στοιχου̃σιν τοι̃ς ἴχνεσιν τη̃ς ἐν ἀκροβυστία̨ πίστεως του̃ πατρòς ἡμω̃ν Αβραάμ

13 οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τω̨̃ Αβραὰμ ἢ τω̨̃ σπέρματι αὐτου̃ τò κληρονόμον αὐτòν εἰ̃ναι κόσμου ἀλλὰ διὰ δικαιοσύνης πίστεως

14 εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία

15 ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται οὑ̃ δὲ οὐκ ἔστιν νόμος οὐδὲ παράβασις

16 διὰ του̃το ἐκ πίστεως ἵνα κατὰ χάριν εἰς τò εἰ̃ναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τω̨̃ σπέρματι οὐ τω̨̃ ἐκ του̃ νόμου μόνον ἀλλὰ καὶ τω̨̃ ἐκ πίστεως Αβραάμ ὅς ἐστιν πατὴρ πάντων ἡμω̃ν

17 καθὼς γέγραπται ὅτι πατέρα πολλω̃ν ἐθνω̃ν τέθεικά σε κατέναντι οὑ̃ ἐπίστευσεν θεου̃ του̃ ζω̨οποιου̃ντος τοὺς νεκροὺς καὶ καλου̃ντος τὰ μὴ ὄντα ὡς ὄντα

18 ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν εἰς τò γενέσθαι αὐτòν πατέρα πολλω̃ν ἐθνω̃ν κατὰ τò εἰρημένον οὕτως ἔσται τò σπέρμα σου

19 καὶ μὴ ἀσθενήσας τη̨̃ πίστει κατενόησεν τò ἑαυτου̃ σω̃μα ἤδη νενεκρωμένον ἑκατονταετής που ὑπάρχων καὶ τὴν νέκρωσιν τη̃ς μήτρας Σάρρας

20 εἰς δὲ τὴν ἐπαγγελίαν του̃ θεου̃ οὐ διεκρίθη τη̨̃ ἀπιστία̨ ἀλλ' ἐνεδυναμώθη τη̨̃ πίστει δοὺς δόξαν τω̨̃ θεω̨̃

21 καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστιν καὶ ποιη̃σαι

22 διò καὶ ἐλογίσθη αὐτω̨̃ εἰς δικαιοσύνην

23 οὐκ ἐγράφη δὲ δι' αὐτòν μόνον ὅτι ἐλογίσθη αὐτω̨̃

24 ἀλλὰ καὶ δι' ἡμα̃ς οἱ̃ς μέλλει λογίζεσθαι τοι̃ς πιστεύουσιν ἐπὶ τòν ἐγείραντα Ιησου̃ν τòν κύριον ἡμω̃ν ἐκ νεκρω̃ν

25 ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμω̃ν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμω̃ν

 

Κεφάλαιον Ε' (5)

1 δικαιωθέντες οὐ̃ν ἐκ πίστεως εἰρήνην ἔχομεν πρòς τòν θεòν διὰ του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃

2 δι' οὑ̃ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τη̨̃ πίστει εἰς τὴν χάριν ταύτην ἐν ἡ̨̃ ἑστήκαμεν καὶ καυχώμεθα ἐπ' ἐλπίδι τη̃ς δόξης του̃ θεου̃

3 οὐ μόνον δέ ἀλλὰ καὶ καυχώμεθα ἐν ται̃ς θλίψεσιν εἰδότες ὅτι ἡ θλι̃ψις ὑπομονὴν κατεργάζεται

4 ἡ δὲ ὑπομονὴ δοκιμήν ἡ δὲ δοκιμὴ ἐλπίδα

5 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει ὅτι ἡ ἀγάπη του̃ θεου̃ ἐκκέχυται ἐν ται̃ς καρδίαις ἡμω̃ν διὰ πνεύματος ἁγίου του̃ δοθέντος ἡμι̃ν

6 ἔτι γὰρ Χριστòς ὄντων ἡμω̃ν ἀσθενω̃ν ἔτι κατὰ καιρòν ὑπὲρ ἀσεβω̃ν ἀπέθανεν

7 μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανει̃ται ὑπὲρ γὰρ του̃ ἀγαθου̃ τάχα τις καὶ τολμα̨̃ ἀποθανει̃ν

8 συνίστησιν δὲ τὴν ἑαυτου̃ ἀγάπην εἰς ἡμα̃ς ὁ θεòς ὅτι ἔτι ἁμαρτωλω̃ν ὄντων ἡμω̃ν Χριστòς ὑπὲρ ἡμω̃ν ἀπέθανεν

9 πολλω̨̃ οὐ̃ν μα̃λλον δικαιωθέντες νυ̃ν ἐν τω̨̃ αἵματι αὐτου̃ σωθησόμεθα δι' αὐτου̃ ἀπò τη̃ς ὀργη̃ς

10 εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τω̨̃ θεω̨̃ διὰ του̃ θανάτου του̃ υἱου̃ αὐτου̃ πολλω̨̃ μα̃λλον καταλλαγέντες σωθησόμεθα ἐν τη̨̃ ζωη̨̃ αὐτου̃

11 οὐ μόνον δέ ἀλλὰ καὶ καυχώμενοι ἐν τω̨̃ θεω̨̃ διὰ του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃ δι' οὑ̃ νυ̃ν τὴν καταλλαγὴν ἐλάβομεν

12 διὰ του̃το ὥσπερ δι' ἑνòς ἀνθρώπου ἡ ἁμαρτία εἰς τòν κόσμον εἰση̃λθεν καὶ διὰ τη̃ς ἁμαρτίας ὁ θάνατος καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διη̃λθεν ἐφ' ὡ̨̃ πάντες ἥμαρτον

13 ἄχρι γὰρ νόμου ἁμαρτία ἠ̃ν ἐν κόσμω̨ ἁμαρτία δὲ οὐκ ἐλλογει̃ται μὴ ὄντος νόμου

14 ἀλλὰ ἐβασίλευσεν ὁ θάνατος ἀπò Αδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τω̨̃ ὁμοιώματι τη̃ς παραβάσεως Αδάμ ὅς ἐστιν τύπος του̃ μέλλοντος

15 ἀλλ' οὐχ ὡς τò παράπτωμα οὕτως καὶ τò χάρισμα εἰ γὰρ τω̨̃ του̃ ἑνòς παραπτώματι οἱ πολλοὶ ἀπέθανον πολλω̨̃ μα̃λλον ἡ χάρις του̃ θεου̃ καὶ ἡ δωρεὰ ἐν χάριτι τη̨̃ του̃ ἑνòς ἀνθρώπου Ιησου̃ Χριστου̃ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν

16 καὶ οὐχ ὡς δι' ἑνòς ἁμαρτήσαντος τò δώρημα τò μὲν γὰρ κρίμα ἐξ ἑνòς εἰς κατάκριμα τò δὲ χάρισμα ἐκ πολλω̃ν παραπτωμάτων εἰς δικαίωμα

17 εἰ γὰρ τω̨̃ του̃ ἑνòς παραπτώματι ὁ θάνατος ἐβασίλευσεν διὰ του̃ ἑνός πολλω̨̃ μα̃λλον οἱ τὴν περισσείαν τη̃ς χάριτος καὶ τη̃ς δωρεα̃ς τη̃ς δικαιοσύνης λαμβάνοντες ἐν ζωη̨̃ βασιλεύσουσιν διὰ του̃ ἑνòς Ιησου̃ Χριστου̃

18 ἄρα οὐ̃ν ὡς δι' ἑνòς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα οὕτως καὶ δι' ἑνòς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωη̃ς

19 ὥσπερ γὰρ διὰ τη̃ς παρακοη̃ς του̃ ἑνòς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί οὕτως καὶ διὰ τη̃ς ὑπακοη̃ς του̃ ἑνòς δίκαιοι κατασταθήσονται οἱ πολλοί

20 νόμος δὲ παρειση̃λθεν ἵνα πλεονάση̨ τò παράπτωμα οὑ̃ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις

21 ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τω̨̃ θανάτω̨ οὕτως καὶ ἡ χάρις βασιλεύση̨ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ιησου̃ Χριστου̃ του̃ κυρίου ἡμω̃ν

 

Κεφάλαιον ΣΤ' (6)

1 τί οὐ̃ν ἐρου̃μεν ἐπιμένωμεν τη̨̃ ἁμαρτία̨ ἵνα ἡ χάρις πλεονάση̨

2 μὴ γένοιτο οἵτινες ἀπεθάνομεν τη̨̃ ἁμαρτία̨ πω̃ς ἔτι ζήσομεν ἐν αὐτη̨̃

3 ἢ ἀγνοει̃τε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστòν Ιησου̃ν εἰς τòν θάνατον αὐτου̃ ἐβαπτίσθημεν

4 συνετάφημεν οὐ̃ν αὐτω̨̃ διὰ του̃ βαπτίσματος εἰς τòν θάνατον ἵνα ὥσπερ ἠγέρθη Χριστòς ἐκ νεκρω̃ν διὰ τη̃ς δόξης του̃ πατρός οὕτως καὶ ἡμει̃ς ἐν καινότητι ζωη̃ς περιπατήσωμεν

5 εἰ γὰρ σύμφυτοι γεγόναμεν τω̨̃ ὁμοιώματι του̃ θανάτου αὐτου̃ ἀλλὰ καὶ τη̃ς ἀναστάσεως ἐσόμεθα

6 του̃το γινώσκοντες ὅτι ὁ παλαιòς ἡμω̃ν ἄνθρωπος συνεσταυρώθη ἵνα καταργηθη̨̃ τò σω̃μα τη̃ς ἁμαρτίας του̃ μηκέτι δουλεύειν ἡμα̃ς τη̨̃ ἁμαρτία̨

7 ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπò τη̃ς ἁμαρτίας

8 εἰ δὲ ἀπεθάνομεν σὺν Χριστω̨̃ πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτω̨̃

9 εἰδότες ὅτι Χριστòς ἐγερθεὶς ἐκ νεκρω̃ν οὐκέτι ἀποθνή̨σκει θάνατος αὐτου̃ οὐκέτι κυριεύει

10 ὃ γὰρ ἀπέθανεν τη̨̃ ἁμαρτία̨ ἀπέθανεν ἐφάπαξ ὃ δὲ ζη̨̃ ζη̨̃ τω̨̃ θεω̨̃

11 οὕτως καὶ ὑμει̃ς λογίζεσθε ἑαυτοὺς εἰ̃ναι νεκροὺς μὲν τη̨̃ ἁμαρτία̨ ζω̃ντας δὲ τω̨̃ θεω̨̃ ἐν Χριστω̨̃ Ιησου̃

12 μὴ οὐ̃ν βασιλευέτω ἡ ἁμαρτία ἐν τω̨̃ θνητω̨̃ ὑμω̃ν σώματι εἰς τò ὑπακούειν ται̃ς ἐπιθυμίαις αὐτου̃

13 μηδὲ παριστάνετε τὰ μέλη ὑμω̃ν ὅπλα ἀδικίας τη̨̃ ἁμαρτία̨ ἀλλὰ παραστήσατε ἑαυτοὺς τω̨̃ θεω̨̃ ὡσεὶ ἐκ νεκρω̃ν ζω̃ντας καὶ τὰ μέλη ὑμω̃ν ὅπλα δικαιοσύνης τω̨̃ θεω̨̃

14 ἁμαρτία γὰρ ὑμω̃ν οὐ κυριεύσει οὐ γάρ ἐστε ὑπò νόμον ἀλλὰ ὑπò χάριν

15 τί οὐ̃ν ἁμαρτήσωμεν ὅτι οὐκ ἐσμὲν ὑπò νόμον ἀλλὰ ὑπò χάριν μὴ γένοιτο

16 οὐκ οἴδατε ὅτι ὡ̨̃ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν δου̃λοί ἐστε ὡ̨̃ ὑπακούετε ἤτοι ἁμαρτίας εἰς θάνατον ἢ ὑπακοη̃ς εἰς δικαιοσύνην

17 χάρις δὲ τω̨̃ θεω̨̃ ὅτι ἠ̃τε δου̃λοι τη̃ς ἁμαρτίας ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχη̃ς

18 ἐλευθερωθέντες δὲ ἀπò τη̃ς ἁμαρτίας ἐδουλώθητε τη̨̃ δικαιοσύνη̨

19 ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τη̃ς σαρκòς ὑμω̃ν ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμω̃ν δου̃λα τη̨̃ ἀκαθαρσία̨ καὶ τη̨̃ ἀνομία̨ εἰς τὴν ἀνομίαν οὕτως νυ̃ν παραστήσατε τὰ μέλη ὑμω̃ν δου̃λα τη̨̃ δικαιοσύνη̨ εἰς ἁγιασμόν

20 ὅτε γὰρ δου̃λοι ἠ̃τε τη̃ς ἁμαρτίας ἐλεύθεροι ἠ̃τε τη̨̃ δικαιοσύνη̨

21 τίνα οὐ̃ν καρπòν εἴχετε τότε ἐφ' οἱ̃ς νυ̃ν ἐπαισχύνεσθε τò γὰρ τέλος ἐκείνων θάνατος

22 νυνὶ δέ ἐλευθερωθέντες ἀπò τη̃ς ἁμαρτίας δουλωθέντες δὲ τω̨̃ θεω̨̃ ἔχετε τòν καρπòν ὑμω̃ν εἰς ἁγιασμόν τò δὲ τέλος ζωὴν αἰώνιον

23 τὰ γὰρ ὀψώνια τη̃ς ἁμαρτίας θάνατος τò δὲ χάρισμα του̃ θεου̃ ζωὴ αἰώνιος ἐν Χριστω̨̃ Ιησου̃ τω̨̃ κυρίω̨ ἡμω̃ν

 

Κεφάλαιον Ζ' (7)

1 ἢ ἀγνοει̃τε ἀδελφοί γινώσκουσιν γὰρ νόμον λαλω̃ ὅτι ὁ νόμος κυριεύει του̃ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζη̨̃

2 ἡ γὰρ ὕπανδρος γυνὴ τω̨̃ ζω̃ντι ἀνδρὶ δέδεται νόμω̨ ἐὰν δὲ ἀποθάνη̨ ὁ ἀνήρ κατήργηται ἀπò του̃ νόμου του̃ ἀνδρός

3 ἄρα οὐ̃ν ζω̃ντος του̃ ἀνδρòς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρω̨ ἐὰν δὲ ἀποθάνη̨ ὁ ἀνήρ ἐλευθέρα ἐστὶν ἀπò του̃ νόμου του̃ μὴ εἰ̃ναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρω̨

4 ὥστε ἀδελφοί μου καὶ ὑμει̃ς ἐθανατώθητε τω̨̃ νόμω̨ διὰ του̃ σώματος του̃ Χριστου̃ εἰς τò γενέσθαι ὑμα̃ς ἑτέρω̨ τω̨̃ ἐκ νεκρω̃ν ἐγερθέντι ἵνα καρποφορήσωμεν τω̨̃ θεω̨̃

5 ὅτε γὰρ ἠ̃μεν ἐν τη̨̃ σαρκί τὰ παθήματα τω̃ν ἁμαρτιω̃ν τὰ διὰ του̃ νόμου ἐνηργει̃το ἐν τοι̃ς μέλεσιν ἡμω̃ν εἰς τò καρποφορη̃σαι τω̨̃ θανάτω̨

6 νυνὶ δὲ κατηργήθημεν ἀπò του̃ νόμου ἀποθανόντες ἐν ὡ̨̃ κατειχόμεθα ὥστε δουλεύειν ἡμα̃ς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος

7 τί οὐ̃ν ἐρου̃μεν ὁ νόμος ἁμαρτία μὴ γένοιτο ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου τήν τε γὰρ ἐπιθυμίαν οὐκ ἤ̨δειν εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις

8 ἀφορμὴν δὲ λαβου̃σα ἡ ἁμαρτία διὰ τη̃ς ἐντολη̃ς κατειργάσατο ἐν ἐμοὶ πα̃σαν ἐπιθυμίαν χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά

9 ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ ἐλθούσης δὲ τη̃ς ἐντολη̃ς ἡ ἁμαρτία ἀνέζησεν

10 ἐγὼ δὲ ἀπέθανον καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αὕτη εἰς θάνατον

11 ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβου̃σα διὰ τη̃ς ἐντολη̃ς ἐξηπάτησέν με καὶ δι' αὐτη̃ς ἀπέκτεινεν

12 ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή

13 τò οὐ̃ν ἀγαθòν ἐμοὶ ἐγένετο θάνατος μὴ γένοιτο ἀλλὰ ἡ ἁμαρτία ἵνα φανη̨̃ ἁμαρτία διὰ του̃ ἀγαθου̃ μοι κατεργαζομένη θάνατον ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλòς ἡ ἁμαρτία διὰ τη̃ς ἐντολη̃ς

14 οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν ἐγὼ δὲ σάρκινός εἰμι πεπραμένος ὑπò τὴν ἁμαρτίαν

15 ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω οὐ γὰρ ὃ θέλω του̃το πράσσω ἀλλ' ὃ μισω̃ του̃το ποιω̃

16 εἰ δὲ ὃ οὐ θέλω του̃το ποιω̃ σύμφημι τω̨̃ νόμω̨ ὅτι καλός

17 νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτò ἀλλὰ ἡ οἰκου̃σα ἐν ἐμοὶ ἁμαρτία

18 οἰ̃δα γὰρ ὅτι οὐκ οἰκει̃ ἐν ἐμοί του̃τ' ἔστιν ἐν τη̨̃ σαρκί μου ἀγαθόν τò γὰρ θέλειν παράκειταί μοι τò δὲ κατεργάζεσθαι τò καλòν οὔ

19 οὐ γὰρ ὃ θέλω ποιω̃ ἀγαθόν ἀλλὰ ὃ οὐ θέλω κακòν του̃το πράσσω

20 εἰ δὲ ὃ οὐ θέλω ἐγὼ του̃το ποιω̃ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτò ἀλλὰ ἡ οἰκου̃σα ἐν ἐμοὶ ἁμαρτία

21 εὑρίσκω ἄρα τòν νόμον τω̨̃ θέλοντι ἐμοὶ ποιει̃ν τò καλòν ὅτι ἐμοὶ τò κακòν παράκειται

22 συνήδομαι γὰρ τω̨̃ νόμω̨ του̃ θεου̃ κατὰ τòν ἔσω ἄνθρωπον

23 βλέπω δὲ ἕτερον νόμον ἐν τοι̃ς μέλεσίν μου ἀντιστρατευόμενον τω̨̃ νόμω̨ του̃ νοός μου καὶ αἰχμαλωτίζοντά με ἐν τω̨̃ νόμω̨ τη̃ς ἁμαρτίας τω̨̃ ὄντι ἐν τοι̃ς μέλεσίν μου

24 ταλαίπωρος ἐγὼ ἄνθρωπος τίς με ῥύσεται ἐκ του̃ σώματος του̃ θανάτου τούτου

25 χάρις δὲ τω̨̃ θεω̨̃ διὰ Ιησου̃ Χριστου̃ του̃ κυρίου ἡμω̃ν ἄρα οὐ̃ν αὐτòς ἐγὼ τω̨̃ μὲν νοΐ δουλεύω νόμω̨ θεου̃ τη̨̃ δὲ σαρκὶ νόμω̨ ἁμαρτίας

 

Κεφάλαιον Η' (8)

1 οὐδὲν ἄρα νυ̃ν κατάκριμα τοι̃ς ἐν Χριστω̨̃ Ιησου̃

2 ὁ γὰρ νόμος του̃ πνεύματος τη̃ς ζωη̃ς ἐν Χριστω̨̃ Ιησου̃ ἠλευθέρωσέν σε ἀπò του̃ νόμου τη̃ς ἁμαρτίας καὶ του̃ θανάτου

3 τò γὰρ ἀδύνατον του̃ νόμου ἐν ὡ̨̃ ἠσθένει διὰ τη̃ς σαρκός ὁ θεòς τòν ἑαυτου̃ υἱòν πέμψας ἐν ὁμοιώματι σαρκòς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν ἐν τη̨̃ σαρκί

4 ἵνα τò δικαίωμα του̃ νόμου πληρωθη̨̃ ἐν ἡμι̃ν τοι̃ς μὴ κατὰ σάρκα περιπατου̃σιν ἀλλὰ κατὰ πνευ̃μα

5 οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τη̃ς σαρκòς φρονου̃σιν οἱ δὲ κατὰ πνευ̃μα τὰ του̃ πνεύματος

6 τò γὰρ φρόνημα τη̃ς σαρκòς θάνατος τò δὲ φρόνημα του̃ πνεύματος ζωὴ καὶ εἰρήνη

7 διότι τò φρόνημα τη̃ς σαρκòς ἔχθρα εἰς θεόν τω̨̃ γὰρ νόμω̨ του̃ θεου̃ οὐχ ὑποτάσσεται οὐδὲ γὰρ δύναται

8 οἱ δὲ ἐν σαρκὶ ὄντες θεω̨̃ ἀρέσαι οὐ δύνανται

9 ὑμει̃ς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι εἴπερ πνευ̃μα θεου̃ οἰκει̃ ἐν ὑμι̃ν εἰ δέ τις πνευ̃μα Χριστου̃ οὐκ ἔχει οὑ̃τος οὐκ ἔστιν αὐτου̃

10 εἰ δὲ Χριστòς ἐν ὑμι̃ν τò μὲν σω̃μα νεκρòν διὰ ἁμαρτίαν τò δὲ πνευ̃μα ζωὴ διὰ δικαιοσύνην

11 εἰ δὲ τò πνευ̃μα του̃ ἐγείραντος τòν Ιησου̃ν ἐκ νεκρω̃ν οἰκει̃ ἐν ὑμι̃ν ὁ ἐγείρας Χριστòν ἐκ νεκρω̃ν ζω̨οποιήσει καὶ τὰ θνητὰ σώματα ὑμω̃ν διὰ του̃ ἐνοικου̃ντος αὐτου̃ πνεύματος ἐν ὑμι̃ν

12 ἄρα οὐ̃ν ἀδελφοί ὀφειλέται ἐσμέν οὐ τη̨̃ σαρκὶ του̃ κατὰ σάρκα ζη̃ν

13 εἰ γὰρ κατὰ σάρκα ζη̃τε μέλλετε ἀποθνή̨σκειν εἰ δὲ πνεύματι τὰς πράξεις του̃ σώματος θανατου̃τε ζήσεσθε

14 ὅσοι γὰρ πνεύματι θεου̃ ἄγονται οὑ̃τοι υἱοὶ θεου̃ εἰσιν

15 οὐ γὰρ ἐλάβετε πνευ̃μα δουλείας πάλιν εἰς φόβον ἀλλὰ ἐλάβετε πνευ̃μα υἱοθεσίας ἐν ὡ̨̃ κράζομεν αββα ὁ πατήρ

16 αὐτò τò πνευ̃μα συμμαρτυρει̃ τω̨̃ πνεύματι ἡμω̃ν ὅτι ἐσμὲν τέκνα θεου̃

17 εἰ δὲ τέκνα καὶ κληρονόμοι κληρονόμοι μὲν θεου̃ συγκληρονόμοι δὲ Χριστου̃ εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθω̃μεν

18 λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα του̃ νυ̃ν καιρου̃ πρòς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθη̃ναι εἰς ἡμα̃ς

19 ἡ γὰρ ἀποκαραδοκία τη̃ς κτίσεως τὴν ἀποκάλυψιν τω̃ν υἱω̃ν του̃ θεου̃ ἀπεκδέχεται

20 τη̨̃ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκου̃σα ἀλλὰ διὰ τòν ὑποτάξαντα ἐφ' ἑλπίδι

21 ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπò τη̃ς δουλείας τη̃ς φθορα̃ς εἰς τὴν ἐλευθερίαν τη̃ς δόξης τω̃ν τέκνων του̃ θεου̃

22 οἴδαμεν γὰρ ὅτι πα̃σα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι του̃ νυ̃ν

23 οὐ μόνον δέ ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν του̃ πνεύματος ἔχοντες ἡμει̃ς καὶ αὐτοὶ ἐν ἑαυτοι̃ς στενάζομεν υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπολύτρωσιν του̃ σώματος ἡμω̃ν

24 τη̨̃ γὰρ ἐλπίδι ἐσώθημεν ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς ὃ γὰρ βλέπει τίς ἐλπίζει

25 εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν δι' ὑπομονη̃ς ἀπεκδεχόμεθα

26 ὡσαύτως δὲ καὶ τò πνευ̃μα συναντιλαμβάνεται τη̨̃ ἀσθενεία̨ ἡμω̃ν τò γὰρ τί προσευξώμεθα καθò δει̃ οὐκ οἴδαμεν ἀλλὰ αὐτò τò πνευ̃μα ὑπερεντυγχάνει στεναγμοι̃ς ἀλαλήτοις

27 ὁ δὲ ἐραυνω̃ν τὰς καρδίας οἰ̃δεν τί τò φρόνημα του̃ πνεύματος ὅτι κατὰ θεòν ἐντυγχάνει ὑπὲρ ἁγίων

28 οἴδαμεν δὲ ὅτι τοι̃ς ἀγαπω̃σιν τòν θεòν πάντα συνεργει̃ εἰς ἀγαθόν τοι̃ς κατὰ πρόθεσιν κλητοι̃ς οὐ̃σιν

29 ὅτι οὓς προέγνω καὶ προώρισεν συμμόρφους τη̃ς εἰκόνος του̃ υἱου̃ αὐτου̃ εἰς τò εἰ̃ναι αὐτòν πρωτότοκον ἐν πολλοι̃ς ἀδελφοι̃ς

30 οὓς δὲ προώρισεν τούτους καὶ ἐκάλεσεν καὶ οὓς ἐκάλεσεν τούτους καὶ ἐδικαίωσεν οὓς δὲ ἐδικαίωσεν τούτους καὶ ἐδόξασεν

31 τί οὐ̃ν ἐρου̃μεν πρòς ταυ̃τα εἰ ὁ θεòς ὑπὲρ ἡμω̃ν τίς καθ' ἡμω̃ν

32 ὅς γε του̃ ἰδίου υἱου̃ οὐκ ἐφείσατο ἀλλὰ ὑπὲρ ἡμω̃ν πάντων παρέδωκεν αὐτόν πω̃ς οὐχὶ καὶ σὺν αὐτω̨̃ τὰ πάντα ἡμι̃ν χαρίσεται

33 τίς ἐγκαλέσει κατὰ ἐκλεκτω̃ν θεου̃ θεòς ὁ δικαιω̃ν

34 τίς ὁ κατακρινω̃ν Χριστòς Ιησου̃ς ὁ ἀποθανών μα̃λλον δὲ ἐγερθείς ὃς καί ἐστιν ἐν δεξια̨̃ του̃ θεου̃ ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμω̃ν

35 τίς ἡμα̃ς χωρίσει ἀπò τη̃ς ἀγάπης του̃ Χριστου̃ θλι̃ψις ἢ στενοχωρία ἢ διωγμòς ἢ λιμòς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα

36 καθὼς γέγραπται ὅτι ἕνεκεν σου̃ θανατούμεθα ὅλην τὴν ἡμέραν ἐλογίσθημεν ὡς πρόβατα σφαγη̃ς

37 ἀλλ' ἐν τούτοις πα̃σιν ὑπερνικω̃μεν διὰ του̃ ἀγαπήσαντος ἡμα̃ς

38 πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ἐνεστω̃τα οὔτε μέλλοντα οὔτε δυνάμεις

39 οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμα̃ς χωρίσαι ἀπò τη̃ς ἀγάπης του̃ θεου̃ τη̃ς ἐν Χριστω̨̃ Ιησου̃ τω̨̃ κυρίω̨ ἡμω̃ν

 

Κεφάλαιον Θ' (9)

1 ἀλήθειαν λέγω ἐν Χριστω̨̃ οὐ ψεύδομαι συμμαρτυρούσης μοι τη̃ς συνειδήσεώς μου ἐν πνεύματι ἁγίω̨

2 ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τη̨̃ καρδία̨ μου

3 ηὐχόμην γὰρ ἀνάθεμα εἰ̃ναι αὐτòς ἐγὼ ἀπò του̃ Χριστου̃ ὑπὲρ τω̃ν ἀδελφω̃ν μου τω̃ν συγγενω̃ν μου κατὰ σάρκα

4 οἵτινές εἰσιν Ισραηλι̃ται ὡ̃ν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθη̃και καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι

5 ὡ̃ν οἱ πατέρες καὶ ἐξ ὡ̃ν ὁ Χριστòς τò κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων θεòς εὐλογητòς εἰς τοὺς αἰω̃νας ἀμήν

6 οὐχ οἱ̃ον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος του̃ θεου̃ οὐ γὰρ πάντες οἱ ἐξ Ισραήλ οὑ̃τοι Ισραήλ

7 οὐδ' ὅτι εἰσὶν σπέρμα Αβραάμ πάντες τέκνα ἀλλ' ἐν Ισαὰκ κληθήσεταί σοι σπέρμα

8 του̃τ' ἔστιν οὐ τὰ τέκνα τη̃ς σαρκòς ταυ̃τα τέκνα του̃ θεου̃ ἀλλὰ τὰ τέκνα τη̃ς ἐπαγγελίας λογίζεται εἰς σπέρμα

9 ἐπαγγελίας γὰρ ὁ λόγος οὑ̃τος κατὰ τòν καιρòν του̃τον ἐλεύσομαι καὶ ἔσται τη̨̃ Σάρρα̨ υἱός

10 οὐ μόνον δέ ἀλλὰ καὶ Ρεβέκκα ἐξ ἑνòς κοίτην ἔχουσα Ισαὰκ του̃ πατρòς ἡμω̃ν

11 μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθòν ἢ φαυ̃λον ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις του̃ θεου̃ μένη̨

12 οὐκ ἐξ ἔργων ἀλλ' ἐκ του̃ καλου̃ντος ἐρρέθη αὐτη̨̃ ὅτι ὁ μείζων δουλεύσει τω̨̃ ἐλάσσονι

13 καθὼς γέγραπται τòν Ιακὼβ ἠγάπησα τòν δὲ Ησαυ̃ ἐμίσησα

14 τί οὐ̃ν ἐρου̃μεν μὴ ἀδικία παρὰ τω̨̃ θεω̨̃ μὴ γένοιτο

15 τω̨̃ Μωϋσει̃ γὰρ λέγει ἐλεήσω ὃν ἂν ἐλεω̃ καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω

16 ἄρα οὐ̃ν οὐ του̃ θέλοντος οὐδὲ του̃ τρέχοντος ἀλλὰ του̃ ἐλεω̃ντος θεου̃

17 λέγει γὰρ ἡ γραφὴ τω̨̃ Φαραὼ ὅτι εἰς αὐτò του̃το ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ ὅπως διαγγελη̨̃ τò ὄνομά μου ἐν πάση̨ τη̨̃ γη̨̃

18 ἄρα οὐ̃ν ὃν θέλει ἐλεει̃ ὃν δὲ θέλει σκληρύνει

19 ἐρει̃ς μοι οὐ̃ν τί οὐ̃ν ἔτι μέμφεται τω̨̃ γὰρ βουλήματι αὐτου̃ τίς ἀνθέστηκεν

20 ὠ̃ ἄνθρωπε μενου̃νγε σὺ τίς εἰ̃ ὁ ἀνταποκρινόμενος τω̨̃ θεω̨̃ μὴ ἐρει̃ τò πλάσμα τω̨̃ πλάσαντι τί με ἐποίησας οὕτως

21 ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς του̃ πηλου̃ ἐκ του̃ αὐτου̃ φυράματος ποιη̃σαι ὃ μὲν εἰς τιμὴν σκευ̃ος ὃ δὲ εἰς ἀτιμίαν

22 εἰ δὲ θέλων ὁ θεòς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τò δυνατòν αὐτου̃ ἤνεγκεν ἐν πολλη̨̃ μακροθυμία̨ σκεύη ὀργη̃ς κατηρτισμένα εἰς ἀπώλειαν

23 καὶ ἵνα γνωρίση̨ τòν πλου̃τον τη̃ς δόξης αὐτου̃ ἐπὶ σκεύη ἐλέους ἃ προητοίμασεν εἰς δόξαν

24 οὓς καὶ ἐκάλεσεν ἡμα̃ς οὐ μόνον ἐξ Ιουδαίων ἀλλὰ καὶ ἐξ ἐθνω̃ν

25 ὡς καὶ ἐν τω̨̃ Ωσηὲ λέγει καλέσω τòν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην

26 καὶ ἔσται ἐν τω̨̃ τόπω̨ οὑ̃ ἐρρέθη αὐτοι̃ς οὐ λαός μου ὑμει̃ς ἐκει̃ κληθήσονται υἱοὶ θεου̃ ζω̃ντος

27 Ησαΐας δὲ κράζει ὑπὲρ του̃ Ισραήλ ἐὰν ἠ̨̃ ὁ ἀριθμòς τω̃ν υἱω̃ν Ισραὴλ ὡς ἡ ἄμμος τη̃ς θαλάσσης τò ὑπόλειμμα σωθήσεται

28 λόγον γὰρ συντελω̃ν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τη̃ς γη̃ς

29 καὶ καθὼς προείρηκεν Ησαΐας εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμι̃ν σπέρμα ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν

30 τί οὐ̃ν ἐρου̃μεν ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην δικαιοσύνην δὲ τὴν ἐκ πίστεως

31 Ισραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν

32 διὰ τί ὅτι οὐκ ἐκ πίστεως ἀλλ' ὡς ἐξ ἔργων προσέκοψαν τω̨̃ λίθω̨ του̃ προσκόμματος

33 καθὼς γέγραπται ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου καὶ ὁ πιστεύων ἐπ' αὐτω̨̃ οὐ καταισχυνθήσεται

 

Κεφάλαιον Ι' (10)

1 ἀδελφοί ἡ μὲν εὐδοκία τη̃ς ἐμη̃ς καρδίας καὶ ἡ δέησις πρòς τòν θεòν ὑπὲρ αὐτω̃ν εἰς σωτηρίαν

2 μαρτυρω̃ γὰρ αὐτοι̃ς ὅτι ζη̃λον θεου̃ ἔχουσιν ἀλλ' οὐ κατ' ἐπίγνωσιν

3 ἀγνοου̃ντες γὰρ τὴν του̃ θεου̃ δικαιοσύνην καὶ τὴν ἰδίαν δικαιοσύνην ζητου̃ντες στη̃σαι τη̨̃ δικαιοσύνη̨ του̃ θεου̃ οὐχ ὑπετάγησαν

4 τέλος γὰρ νόμου Χριστòς εἰς δικαιοσύνην παντὶ τω̨̃ πιστεύοντι

5 Μωϋση̃ς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ του̃ νόμου ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοι̃ς

6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει μὴ εἴπη̨ς ἐν τη̨̃ καρδία̨ σου τίς ἀναβήσεται εἰς τòν οὐρανόν του̃τ' ἔστιν Χριστòν καταγαγει̃ν

7 ἤ τίς καταβήσεται εἰς τὴν ἄβυσσον του̃τ' ἔστιν Χριστòν ἐκ νεκρω̃ν ἀναγαγει̃ν

8 ἀλλὰ τί λέγει ἐγγύς σου τò ῥη̃μά ἐστιν ἐν τω̨̃ στόματί σου καὶ ἐν τη̨̃ καρδία̨ σου του̃τ' ἔστιν τò ῥη̃μα τη̃ς πίστεως ὃ κηρύσσομεν

9 ὅτι ἐὰν ὁμολογήση̨ς ἐν τω̨̃ στόματί σου κύριον Ιησου̃ν καὶ πιστεύση̨ς ἐν τη̨̃ καρδία̨ σου ὅτι ὁ θεòς αὐτòν ἤγειρεν ἐκ νεκρω̃ν σωθήση̨

10 καρδία̨ γὰρ πιστεύεται εἰς δικαιοσύνην στόματι δὲ ὁμολογει̃ται εἰς σωτηρίαν

11 λέγει γὰρ ἡ γραφή πα̃ς ὁ πιστεύων ἐπ' αὐτω̨̃ οὐ καταισχυνθήσεται

12 οὐ γάρ ἐστιν διαστολὴ Ιουδαίου τε καὶ Έλληνος ὁ γὰρ αὐτòς κύριος πάντων πλουτω̃ν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν

13 πα̃ς γὰρ ὃς ἂν ἐπικαλέσηται τò ὄνομα κυρίου σωθήσεται

14 πω̃ς οὐ̃ν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν πω̃ς δὲ πιστεύσωσιν οὑ̃ οὐκ ἤκουσαν πω̃ς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος

15 πω̃ς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλω̃σιν καθὼς γέγραπται ὡς ὡραι̃οι οἱ πόδες τω̃ν εὐαγγελιζομένων τὰ ἀγαθά

16 ἀλλ' οὐ πάντες ὑπήκουσαν τω̨̃ εὐαγγελίω̨ Ησαΐας γὰρ λέγει κύριε τίς ἐπίστευσεν τη̨̃ ἀκοη̨̃ ἡμω̃ν

17 ἄρα ἡ πίστις ἐξ ἀκοη̃ς ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστου̃

18 ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν μενου̃νγε εἰς πα̃σαν τὴν γη̃ν ἐξη̃λθεν ὁ φθόγγος αὐτω̃ν καὶ εἰς τὰ πέρατα τη̃ς οἰκουμένης τὰ ῥήματα αὐτω̃ν

19 ἀλλὰ λέγω μὴ Ισραὴλ οὐκ ἔγνω πρω̃τος Μωϋση̃ς λέγει ἐγὼ παραζηλώσω ὑμα̃ς ἐπ' οὐκ ἔθνει ἐπ' ἔθνει ἀσυνέτω̨ παροργιω̃ ὑμα̃ς

20 Ησαΐας δὲ ἀποτολμα̨̃ καὶ λέγει εὑρέθην ἐν τοι̃ς ἐμὲ μὴ ζητου̃σιν ἐμφανὴς ἐγενόμην τοι̃ς ἐμὲ μὴ ἐπερωτω̃σιν

21 πρòς δὲ τòν Ισραὴλ λέγει ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χει̃ράς μου πρòς λαòν ἀπειθου̃ντα καὶ ἀντιλέγοντα

 

Κεφάλαιον ΙΑ' (11)

1 λέγω οὐ̃ν μὴ ἀπώσατο ὁ θεòς τòν λαòν αὐτου̃ μὴ γένοιτο καὶ γὰρ ἐγὼ Ισραηλίτης εἰμί ἐκ σπέρματος Αβραάμ φυλη̃ς Βενιαμίν

2 οὐκ ἀπώσατο ὁ θεòς τòν λαòν αὐτου̃ ὃν προέγνω ἢ οὐκ οἴδατε ἐν Ηλία̨ τί λέγει ἡ γραφή ὡς ἐντυγχάνει τω̨̃ θεω̨̃ κατὰ του̃ Ισραήλ

3 κύριε τοὺς προφήτας σου ἀπέκτειναν τὰ θυσιαστήριά σου κατέσκαψαν κἀγὼ ὑπελείφθην μόνος καὶ ζητου̃σιν τὴν ψυχήν μου

4 ἀλλὰ τί λέγει αὐτω̨̃ ὁ χρηματισμός κατέλιπον ἐμαυτω̨̃ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τη̨̃ Βάαλ

5 οὕτως οὐ̃ν καὶ ἐν τω̨̃ νυ̃ν καιρω̨̃ λει̃μμα κατ' ἐκλογὴν χάριτος γέγονεν

6 εἰ δὲ χάριτι οὐκέτι ἐξ ἔργων ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις

7 τί οὐ̃ν ὃ ἐπιζητει̃ Ισραήλ του̃το οὐκ ἐπέτυχεν ἡ δὲ ἐκλογὴ ἐπέτυχεν οἱ δὲ λοιποὶ ἐπωρώθησαν

8 καθὼς γέγραπται ἔδωκεν αὐτοι̃ς ὁ θεòς πνευ̃μα κατανύξεως ὀφθαλμοὺς του̃ μὴ βλέπειν καὶ ὠ̃τα του̃ μὴ ἀκούειν ἕως τη̃ς σήμερον ἡμέρας

9 καὶ Δαυὶδ λέγει γενηθήτω ἡ τράπεζα αὐτω̃ν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοι̃ς

10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτω̃ν του̃ μὴ βλέπειν καὶ τòν νω̃τον αὐτω̃ν διὰ παντòς σύγκαμψον

11 λέγω οὐ̃ν μὴ ἔπταισαν ἵνα πέσωσιν μὴ γένοιτο ἀλλὰ τω̨̃ αὐτω̃ν παραπτώματι ἡ σωτηρία τοι̃ς ἔθνεσιν εἰς τò παραζηλω̃σαι αὐτούς

12 εἰ δὲ τò παράπτωμα αὐτω̃ν πλου̃τος κόσμου καὶ τò ἥττημα αὐτω̃ν πλου̃τος ἐθνω̃ν πόσω̨ μα̃λλον τò πλήρωμα αὐτω̃ν

13 ὑμι̃ν δὲ λέγω τοι̃ς ἔθνεσιν ἐφ' ὅσον μὲν οὐ̃ν εἰμι ἐγὼ ἐθνω̃ν ἀπόστολος τὴν διακονίαν μου δοξάζω

14 εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτω̃ν

15 εἰ γὰρ ἡ ἀποβολὴ αὐτω̃ν καταλλαγὴ κόσμου τίς ἡ πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρω̃ν

16 εἰ δὲ ἡ ἀπαρχὴ ἁγία καὶ τò φύραμα καὶ εἰ ἡ ῥίζα ἁγία καὶ οἱ κλάδοι

17 εἰ δέ τινες τω̃ν κλάδων ἐξεκλάσθησαν σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοι̃ς καὶ συγκοινωνòς τη̃ς ῥίζης τη̃ς πιότητος τη̃ς ἐλαίας ἐγένου

18 μὴ κατακαυχω̃ τω̃ν κλάδων εἰ δὲ κατακαυχα̃σαι οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλὰ ἡ ῥίζα σέ

19 ἐρει̃ς οὐ̃ν ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθω̃

20 καλω̃ς τη̨̃ ἀπιστία̨ ἐξεκλάσθησαν σὺ δὲ τη̨̃ πίστει ἕστηκας μὴ ὑψηλὰ φρόνει ἀλλὰ φοβου̃

21 εἰ γὰρ ὁ θεòς τω̃ν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο μή πως οὐδὲ σου̃ φείσεται

22 ἴδε οὐ̃ν χρηστότητα καὶ ἀποτομίαν θεου̃ ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομία ἐπὶ δὲ σὲ χρηστότης θεου̃ ἐὰν ἐπιμένη̨ς τη̨̃ χρηστότητι ἐπεὶ καὶ σὺ ἐκκοπήση̨

23 κἀκει̃νοι δέ ἐὰν μὴ ἐπιμένωσιν τη̨̃ ἀπιστία̨ ἐγκεντρισθήσονται δυνατòς γάρ ἐστιν ὁ θεòς πάλιν ἐγκεντρίσαι αὐτούς

24 εἰ γὰρ σὺ ἐκ τη̃ς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον πόσω̨ μα̃λλον οὑ̃τοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τη̨̃ ἰδία̨ ἐλαία̨

25 οὐ γὰρ θέλω ὑμα̃ς ἀγνοει̃ν ἀδελφοί τò μυστήριον του̃το ἵνα μὴ ἠ̃τε παρ' ἑαυτοι̃ς φρόνιμοι ὅτι πώρωσις ἀπò μέρους τω̨̃ Ισραὴλ γέγονεν ἄχρις οὑ̃ τò πλήρωμα τω̃ν ἐθνω̃ν εἰσέλθη̨

26 καὶ οὕτως πα̃ς Ισραὴλ σωθήσεται καθὼς γέγραπται ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος ἀποστρέψει ἀσεβείας ἀπò Ιακώβ

27 καὶ αὕτη αὐτοι̃ς ἡ παρ' ἐμου̃ διαθήκη ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτω̃ν

28 κατὰ μὲν τò εὐαγγέλιον ἐχθροὶ δι' ὑμα̃ς κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας

29 ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλη̃σις του̃ θεου̃

30 ὥσπερ γὰρ ὑμει̃ς ποτε ἠπειθήσατε τω̨̃ θεω̨̃ νυ̃ν δὲ ἠλεήθητε τη̨̃ τούτων ἀπειθεία̨

31 οὕτως καὶ οὑ̃τοι νυ̃ν ἠπείθησαν τω̨̃ ὑμετέρω̨ ἐλέει ἵνα καὶ αὐτοὶ νυ̃ν ἐλεηθω̃σιν

32 συνέκλεισεν γὰρ ὁ θεòς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήση̨

33 ὠ̃ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεου̃ ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτου̃ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτου̃

34 τίς γὰρ ἔγνω νου̃ν κυρίου ἢ τίς σύμβουλος αὐτου̃ ἐγένετο

35 ἢ τίς προέδωκεν αὐτω̨̃ καὶ ἀνταποδοθήσεται αὐτω̨̃

36 ὅτι ἐξ αὐτου̃ καὶ δι' αὐτου̃ καὶ εἰς αὐτòν τὰ πάντα αὐτω̨̃ ἡ δόξα εἰς τοὺς αἰω̃νας ἀμήν

 

Κεφάλαιον ΙΒ' (12)

1 παρακαλω̃ οὐ̃ν ὑμα̃ς ἀδελφοί διὰ τω̃ν οἰκτιρμω̃ν του̃ θεου̃ παραστη̃σαι τὰ σώματα ὑμω̃ν θυσίαν ζω̃σαν ἁγίαν εὐάρεστον τω̨̃ θεω̨̃ τὴν λογικὴν λατρείαν ὑμω̃ν

2 καὶ μὴ συσχηματίζεσθε τω̨̃ αἰω̃νι τούτω̨ ἀλλὰ μεταμορφου̃σθε τη̨̃ ἀνακαινώσει του̃ νοός εἰς τò δοκιμάζειν ὑμα̃ς τί τò θέλημα του̃ θεου̃ τò ἀγαθòν καὶ εὐάρεστον καὶ τέλειον

3 λέγω γὰρ διὰ τη̃ς χάριτος τη̃ς δοθείσης μοι παντὶ τω̨̃ ὄντι ἐν ὑμι̃ν μὴ ὑπερφρονει̃ν παρ' ὃ δει̃ φρονει̃ν ἀλλὰ φρονει̃ν εἰς τò σωφρονει̃ν ἑκάστω̨ ὡς ὁ θεòς ἐμέρισεν μέτρον πίστεως

4 καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρα̃ξιν

5 οὕτως οἱ πολλοὶ ἓν σω̃μά ἐσμεν ἐν Χριστω̨̃ τò δὲ καθ' εἱ̃ς ἀλλήλων μέλη

6 ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθει̃σαν ἡμι̃ν διάφορα εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τη̃ς πίστεως

7 εἴτε διακονίαν ἐν τη̨̃ διακονία̨ εἴτε ὁ διδάσκων ἐν τη̨̃ διδασκαλία̨

8 εἴτε ὁ παρακαλω̃ν ἐν τη̨̃ παρακλήσει ὁ μεταδιδοὺς ἐν ἁπλότητι ὁ προϊστάμενος ἐν σπουδη̨̃ ὁ ἐλεω̃ν ἐν ἱλαρότητι

9 ἡ ἀγάπη ἀνυπόκριτος ἀποστυγου̃ντες τò πονηρόν κολλώμενοι τω̨̃ ἀγαθω̨̃

10 τη̨̃ φιλαδελφία̨ εἰς ἀλλήλους φιλόστοργοι τη̨̃ τιμη̨̃ ἀλλήλους προηγούμενοι

11 τη̨̃ σπουδη̨̃ μὴ ὀκνηροί τω̨̃ πνεύματι ζέοντες τω̨̃ κυρίω̨ δουλεύοντες

12 τη̨̃ ἐλπίδι χαίροντες τη̨̃ θλίψει ὑπομένοντες τη̨̃ προσευχη̨̃ προσκαρτερου̃ντες

13 ται̃ς χρείαις τω̃ν ἁγίων κοινωνου̃ντες τὴν φιλοξενίαν διώκοντες

14 εὐλογει̃τε τοὺς διώκοντας ὑμα̃ς εὐλογει̃τε καὶ μὴ καταρα̃σθε

15 χαίρειν μετὰ χαιρόντων κλαίειν μετὰ κλαιόντων

16 τò αὐτò εἰς ἀλλήλους φρονου̃ντες μὴ τὰ ὑψηλὰ φρονου̃ντες ἀλλὰ τοι̃ς ταπεινοι̃ς συναπαγόμενοι μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοι̃ς

17 μηδενὶ κακòν ἀντὶ κακου̃ ἀποδιδόντες προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων

18 εἰ δυνατόν τò ἐξ ὑμω̃ν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες

19 μὴ ἑαυτοὺς ἐκδικου̃ντες ἀγαπητοί ἀλλὰ δότε τόπον τη̨̃ ὀργη̨̃ γέγραπται γάρ ἐμοὶ ἐκδίκησις ἐγὼ ἀνταποδώσω λέγει κύριος

20 ἀλλὰ ἐὰν πεινα̨̃ ὁ ἐχθρός σου ψώμιζε αὐτόν ἐὰν διψα̨̃ πότιζε αὐτόν του̃το γὰρ ποιω̃ν ἄνθρακας πυρòς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτου̃

21 μὴ νικω̃ ὑπò του̃ κακου̃ ἀλλὰ νίκα ἐν τω̨̃ ἀγαθω̨̃ τò κακόν

 

Κεφάλαιον ΙΓ' (13)

1 πα̃σα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπò θεου̃ αἱ δὲ οὐ̃σαι ὑπò θεου̃ τεταγμέναι εἰσίν

2 ὥστε ὁ ἀντιτασσόμενος τη̨̃ ἐξουσία̨ τη̨̃ του̃ θεου̃ διαταγη̨̃ ἀνθέστηκεν οἱ δὲ ἀνθεστηκότες ἑαυτοι̃ς κρίμα λήμψονται

3 οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τω̨̃ ἀγαθω̨̃ ἔργω̨ ἀλλὰ τω̨̃ κακω̨̃ θέλεις δὲ μὴ φοβει̃σθαι τὴν ἐξουσίαν τò ἀγαθòν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτη̃ς

4 θεου̃ γὰρ διάκονός ἐστιν σοὶ εἰς τò ἀγαθόν ἐὰν δὲ τò κακòν ποιη̨̃ς φοβου̃ οὐ γὰρ εἰκη̨̃ τὴν μάχαιραν φορει̃ θεου̃ γὰρ διάκονός ἐστιν ἔκδικος εἰς ὀργὴν τω̨̃ τò κακòν πράσσοντι

5 διò ἀνάγκη ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν

6 διὰ του̃το γὰρ καὶ φόρους τελει̃τε λειτουργοὶ γὰρ θεου̃ εἰσιν εἰς αὐτò του̃το προσκαρτερου̃ντες

7 ἀπόδοτε πα̃σιν τὰς ὀφειλάς τω̨̃ τòν φόρον τòν φόρον τω̨̃ τò τέλος τò τέλος τω̨̃ τòν φόβον τòν φόβον τω̨̃ τὴν τιμὴν τὴν τιμήν

8 μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τò ἀλλήλους ἀγαπα̃ν ὁ γὰρ ἀγαπω̃ν τòν ἕτερον νόμον πεπλήρωκεν

9 τò γὰρ οὐ μοιχεύσεις οὐ φονεύσεις οὐ κλέψεις οὐκ ἐπιθυμήσεις καὶ εἴ τις ἑτέρα ἐντολή ἐν τω̨̃ λόγω̨ τούτω̨ ἀνακεφαλαιου̃ται ἐν τω̨̃ ἀγαπήσεις τòν πλησίον σου ὡς σεαυτόν

10 ἡ ἀγάπη τω̨̃ πλησίον κακòν οὐκ ἐργάζεται πλήρωμα οὐ̃ν νόμου ἡ ἀγάπη

11 καὶ του̃το εἰδότες τòν καιρόν ὅτι ὥρα ἤδη ὑμα̃ς ἐξ ὕπνου ἐγερθη̃ναι νυ̃ν γὰρ ἐγγύτερον ἡμω̃ν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν

12 ἡ νὺξ προέκοψεν ἡ δὲ ἡμέρα ἤγγικεν ἀποθώμεθα οὐ̃ν τὰ ἔργα του̃ σκότους ἐνδυσώμεθα δὲ τὰ ὅπλα του̃ φωτός

13 ὡς ἐν ἡμέρα̨ εὐσχημόνως περιπατήσωμεν μὴ κώμοις καὶ μέθαις μὴ κοίταις καὶ ἀσελγείαις μὴ ἔριδι καὶ ζήλω̨

14 ἀλλὰ ἐνδύσασθε τòν κύριον Ιησου̃ν Χριστόν καὶ τη̃ς σαρκòς πρόνοιαν μὴ ποιει̃σθε εἰς ἐπιθυμίας

 

Κεφάλαιον ΙΔ' (14)

1 τòν δὲ ἀσθενου̃ντα τη̨̃ πίστει προσλαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμω̃ν

2 ὃς μὲν πιστεύει φαγει̃ν πάντα ὁ δὲ ἀσθενω̃ν λάχανα ἐσθίει

3 ὁ ἐσθίων τòν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω ὁ δὲ μὴ ἐσθίων τòν ἐσθίοντα μὴ κρινέτω ὁ θεòς γὰρ αὐτòν προσελάβετο

4 σὺ τίς εἰ̃ ὁ κρίνων ἀλλότριον οἰκέτην τω̨̃ ἰδίω̨ κυρίω̨ στήκει ἢ πίπτει σταθήσεται δέ δυνατει̃ γὰρ ὁ κύριος στη̃σαι αὐτόν

5 ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ' ἡμέραν ὃς δὲ κρίνει πα̃σαν ἡμέραν ἕκαστος ἐν τω̨̃ ἰδίω̨ νοΐ πληροφορείσθω

6 ὁ φρονω̃ν τὴν ἡμέραν κυρίω̨ φρονει̃ καὶ ὁ ἐσθίων κυρίω̨ ἐσθίει εὐχαριστει̃ γὰρ τω̨̃ θεω̨̃ καὶ ὁ μὴ ἐσθίων κυρίω̨ οὐκ ἐσθίει καὶ εὐχαριστει̃ τω̨̃ θεω̨̃

7 οὐδεὶς γὰρ ἡμω̃ν ἑαυτω̨̃ ζη̨̃ καὶ οὐδεὶς ἑαυτω̨̃ ἀποθνή̨σκει

8 ἐάν τε γὰρ ζω̃μεν τω̨̃ κυρίω̨ ζω̃μεν ἐάν τε ἀποθνή̨σκωμεν τω̨̃ κυρίω̨ ἀποθνή̨σκομεν ἐάν τε οὐ̃ν ζω̃μεν ἐάν τε ἀποθνή̨σκωμεν του̃ κυρίου ἐσμέν

9 εἰς του̃το γὰρ Χριστòς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρω̃ν καὶ ζώντων κυριεύση̨

10 σὺ δὲ τί κρίνεις τòν ἀδελφόν σου ἢ καὶ σὺ τί ἐξουθενει̃ς τòν ἀδελφόν σου πάντες γὰρ παραστησόμεθα τω̨̃ βήματι του̃ θεου̃

11 γέγραπται γάρ ζω̃ ἐγώ λέγει κύριος ὅτι ἐμοὶ κάμψει πα̃ν γόνυ καὶ πα̃σα γλω̃σσα ἐξομολογήσεται τω̨̃ θεω̨̃

12 ἄρα οὐ̃ν ἕκαστος ἡμω̃ν περὶ ἑαυτου̃ λόγον δώσει τω̨̃ θεω̨̃

13 μηκέτι οὐ̃ν ἀλλήλους κρίνωμεν ἀλλὰ του̃το κρίνατε μα̃λλον τò μὴ τιθέναι πρόσκομμα τω̨̃ ἀδελφω̨̃ ἢ σκάνδαλον

14 οἰ̃δα καὶ πέπεισμαι ἐν κυρίω̨ Ιησου̃ ὅτι οὐδὲν κοινòν δι' ἑαυτου̃ εἰ μὴ τω̨̃ λογιζομένω̨ τι κοινòν εἰ̃ναι ἐκείνω̨ κοινόν

15 εἰ γὰρ διὰ βρω̃μα ὁ ἀδελφός σου λυπει̃ται οὐκέτι κατὰ ἀγάπην περιπατει̃ς μὴ τω̨̃ βρώματί σου ἐκει̃νον ἀπόλλυε ὑπὲρ οὑ̃ Χριστòς ἀπέθανεν

16 μὴ βλασφημείσθω οὐ̃ν ὑμω̃ν τò ἀγαθόν

17 οὐ γάρ ἐστιν ἡ βασιλεία του̃ θεου̃ βρω̃σις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίω̨

18 ὁ γὰρ ἐν τούτω̨ δουλεύων τω̨̃ Χριστω̨̃ εὐάρεστος τω̨̃ θεω̨̃ καὶ δόκιμος τοι̃ς ἀνθρώποις

19 ἄρα οὐ̃ν τὰ τη̃ς εἰρήνης διώκωμεν καὶ τὰ τη̃ς οἰκοδομη̃ς τη̃ς εἰς ἀλλήλους

20 μὴ ἕνεκεν βρώματος κατάλυε τò ἔργον του̃ θεου̃ πάντα μὲν καθαρά ἀλλὰ κακòν τω̨̃ ἀνθρώπω̨ τω̨̃ διὰ προσκόμματος ἐσθίοντι

21 καλòν τò μὴ φαγει̃ν κρέα μηδὲ πιει̃ν οἰ̃νον μηδὲ ἐν ὡ̨̃ ὁ ἀδελφός σου προσκόπτει

22 σὺ πίστιν ἣν ἔχεις κατὰ σεαυτòν ἔχε ἐνώπιον του̃ θεου̃ μακάριος ὁ μὴ κρίνων ἑαυτòν ἐν ὡ̨̃ δοκιμάζει

23 ὁ δὲ διακρινόμενος ἐὰν φάγη̨ κατακέκριται ὅτι οὐκ ἐκ πίστεως πα̃ν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν

 

Κεφάλαιον ΙΕ' (15)

1 ὀφείλομεν δὲ ἡμει̃ς οἱ δυνατοὶ τὰ ἀσθενήματα τω̃ν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοι̃ς ἀρέσκειν

2 ἕκαστος ἡμω̃ν τω̨̃ πλησίον ἀρεσκέτω εἰς τò ἀγαθòν πρòς οἰκοδομήν

3 καὶ γὰρ ὁ Χριστòς οὐχ ἑαυτω̨̃ ἤρεσεν ἀλλὰ καθὼς γέγραπται οἱ ὀνειδισμοὶ τω̃ν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ

4 ὅσα γὰρ προεγράφη εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη ἵνα διὰ τη̃ς ὑπομονη̃ς καὶ διὰ τη̃ς παρακλήσεως τω̃ν γραφω̃ν τὴν ἐλπίδα ἔχωμεν

5 ὁ δὲ θεòς τη̃ς ὑπομονη̃ς καὶ τη̃ς παρακλήσεως δώ̨η ὑμι̃ν τò αὐτò φρονει̃ν ἐν ἀλλήλοις κατὰ Χριστòν Ιησου̃ν

6 ἵνα ὁμοθυμαδòν ἐν ἑνὶ στόματι δοξάζητε τòν θεòν καὶ πατέρα του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃

7 διò προσλαμβάνεσθε ἀλλήλους καθὼς καὶ ὁ Χριστòς προσελάβετο ὑμα̃ς εἰς δόξαν του̃ θεου̃

8 λέγω γὰρ Χριστòν διάκονον γεγενη̃σθαι περιτομη̃ς ὑπὲρ ἀληθείας θεου̃ εἰς τò βεβαιω̃σαι τὰς ἐπαγγελίας τω̃ν πατέρων

9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τòν θεόν καθὼς γέγραπται διὰ του̃το ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν καὶ τω̨̃ ὀνοματί σου ψαλω̃

10 καὶ πάλιν λέγει εὐφράνθητε ἔθνη μετὰ του̃ λαου̃ αὐτου̃

11 καὶ πάλιν αἰνει̃τε πάντα τὰ ἔθνη τòν κύριον καὶ ἐπαινεσάτωσαν αὐτòν πάντες οἱ λαοί

12 καὶ πάλιν Ησαΐας λέγει ἔσται ἡ ῥίζα του̃ Ιεσσαί καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνω̃ν ἐπ' αὐτω̨̃ ἔθνη ἐλπιου̃σιν

13 ὁ δὲ θεòς τη̃ς ἐλπίδος πληρώσαι ὑμα̃ς πάσης χαρα̃ς καὶ εἰρήνης ἐν τω̨̃ πιστεύειν εἰς τò περισσεύειν ὑμα̃ς ἐν τη̨̃ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου

14 πέπεισμαι δέ ἀδελφοί μου καὶ αὐτòς ἐγὼ περὶ ὑμω̃ν ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης πεπληρωμένοι πάσης τη̃ς γνώσεως δυνάμενοι καὶ ἀλλήλους νουθετει̃ν

15 τολμηρότερον δὲ ἔγραψα ὑμι̃ν ἀπò μέρους ὡς ἐπαναμιμνή̨σκων ὑμα̃ς διὰ τὴν χάριν τὴν δοθει̃σάν μοι ὑπò του̃ θεου̃

16 εἰς τò εἰ̃ναί με λειτουργòν Χριστου̃ Ιησου̃ εἰς τὰ ἔθνη ἱερουργου̃ντα τò εὐαγγέλιον του̃ θεου̃ ἵνα γένηται ἡ προσφορὰ τω̃ν ἐθνω̃ν εὐπρόσδεκτος ἡγιασμένη ἐν πνεύματι ἁγίω̨

17 ἔχω οὐ̃ν τὴν καύχησιν ἐν Χριστω̨̃ Ιησου̃ τὰ πρòς τòν θεόν

18 οὐ γὰρ τολμήσω τι λαλει̃ν ὡ̃ν οὐ κατειργάσατο Χριστòς δι' ἐμου̃ εἰς ὑπακοὴν ἐθνω̃ν λόγω̨ καὶ ἔργω̨

19 ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει πνεύματος θεου̃ ὥστε με ἀπò Ιερουσαλὴμ καὶ κύκλω̨ μέχρι του̃ Ιλλυρικου̃ πεπληρωκέναι τò εὐαγγέλιον του̃ Χριστου̃

20 οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομω̃

21 ἀλλὰ καθὼς γέγραπται οἱ̃ς οὐκ ἀνηγγέλη περὶ αὐτου̃ ὄψονται καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν

22 διò καὶ ἐνεκοπτόμην τὰ πολλὰ του̃ ἐλθει̃ν πρòς ὑμα̃ς

23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοι̃ς κλίμασι τούτοις ἐπιποθίαν δὲ ἔχων του̃ ἐλθει̃ν πρòς ὑμα̃ς ἀπò πολλω̃ν ἐτω̃ν

24 ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμα̃ς καὶ ὑφ' ὑμω̃ν προπεμφθη̃ναι ἐκει̃ ἐὰν ὑμω̃ν πρω̃τον ἀπò μέρους ἐμπλησθω̃

25 νυνὶ δὲ πορεύομαι εἰς Ιερουσαλὴμ διακονω̃ν τοι̃ς ἁγίοις

26 εὐδόκησαν γὰρ Μακεδονία καὶ Αχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τω̃ν ἁγίων τω̃ν ἐν Ιερουσαλήμ

27 εὐδόκησαν γάρ καὶ ὀφειλέται εἰσὶν αὐτω̃ν εἰ γὰρ τοι̃ς πνευματικοι̃ς αὐτω̃ν ἐκοινώνησαν τὰ ἔθνη ὀφείλουσιν καὶ ἐν τοι̃ς σαρκικοι̃ς λειτουργη̃σαι αὐτοι̃ς

28 του̃το οὐ̃ν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοι̃ς τòν καρπòν του̃τον ἀπελεύσομαι δι' ὑμω̃ν εἰς Σπανίαν

29 οἰ̃δα δὲ ὅτι ἐρχόμενος πρòς ὑμα̃ς ἐν πληρώματι εὐλογίας Χριστου̃ ἐλεύσομαι

30 παρακαλω̃ δὲ ὑμα̃ς ἀδελφοί διὰ του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃ καὶ διὰ τη̃ς ἀγάπης του̃ πνεύματος συναγωνίσασθαί μοι ἐν ται̃ς προσευχαι̃ς ὑπὲρ ἐμου̃ πρòς τòν θεόν

31 ἵνα ῥυσθω̃ ἀπò τω̃ν ἀπειθούντων ἐν τη̨̃ Ιουδαία̨ καὶ ἡ διακονία μου ἡ εἰς Ιερουσαλὴμ εὐπρόσδεκτος τοι̃ς ἁγίοις γένηται

32 ἵνα ἐν χαρα̨̃ ἐλθὼν πρòς ὑμα̃ς διὰ θελήματος θεου̃ συναναπαύσωμαι ὑμι̃ν

33 ὁ δὲ θεòς τη̃ς εἰρήνης μετὰ πάντων ὑμω̃ν ἀμήν

 

Κεφάλαιον ΙΣΤ' (16)

1 συνίστημι δὲ ὑμι̃ν φοίβην τὴν ἀδελφὴν ἡμω̃ν οὐ̃σαν καὶ διάκονον τη̃ς ἐκκλησίας τη̃ς ἐν κεγχρεαι̃ς

2 ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίω̨ ἀξίως τω̃ν ἁγίων καὶ παραστη̃τε αὐτη̨̃ ἐν ὡ̨̃ ἂν ὑμω̃ν χρή̨ζη̨ πράγματι καὶ γὰρ αὐτὴ προστάτις πολλω̃ν ἐγενήθη καὶ ἐμου̃ αὐτου̃

3 ἀσπάσασθε Πρίσκαν καὶ Ακύλαν τοὺς συνεργούς μου ἐν Χριστω̨̃ Ιησου̃

4 οἵτινες ὑπὲρ τη̃ς ψυχη̃ς μου τòν ἑαυτω̃ν τράχηλον ὑπέθηκαν οἱ̃ς οὐκ ἐγὼ μόνος εὐχαριστω̃ ἀλλὰ καὶ πα̃σαι αἱ ἐκκλησίαι τω̃ν ἐθνω̃ν

5 καὶ τὴν κατ' οἰ̃κον αὐτω̃ν ἐκκλησίαν ἀσπάσασθε ἐπαίνετον τòν ἀγαπητόν μου ὅς ἐστιν ἀπαρχὴ τη̃ς Ασίας εἰς Χριστόν

6 ἀσπάσασθε Μαρίαν ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμα̃ς

7 ἀσπάσασθε Ανδρόνικον καὶ Ιουνια̃ν τοὺς συγγενει̃ς μου καὶ συναιχμαλώτους μου οἵτινές εἰσιν ἐπίσημοι ἐν τοι̃ς ἀποστόλοις οἳ καὶ πρò ἐμου̃ γέγοναν ἐν Χριστω̨̃

8 ἀσπάσασθε Αμπλια̃τον τòν ἀγαπητόν μου ἐν κυρίω̨

9 ἀσπάσασθε Οὐρβανòν τòν συνεργòν ἡμω̃ν ἐν Χριστω̨̃ καὶ στάχυν τòν ἀγαπητόν μου

10 ἀσπάσασθε Απελλη̃ν τòν δόκιμον ἐν Χριστω̨̃ ἀσπάσασθε τοὺς ἐκ τω̃ν Αριστοβούλου

11 ἀσπάσασθε Ηρω̨δίωνα τòν συγγενη̃ μου ἀσπάσασθε τοὺς ἐκ τω̃ν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίω̨

12 ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφω̃σαν τὰς κοπιώσας ἐν κυρίω̨ ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίω̨

13 ἀσπάσασθε Ρου̃φον τòν ἐκλεκτòν ἐν κυρίω̨ καὶ τὴν μητέρα αὐτου̃ καὶ ἐμου̃

14 ἀσπάσασθε Ασύγκριτον Φλέγοντα Ερμη̃ν Πατροβα̃ν Ερμα̃ν καὶ τοὺς σὺν αὐτοι̃ς ἀδελφούς

15 ἀσπάσασθε Φιλόλογον καὶ Ιουλίαν Νηρέα καὶ τὴν ἀδελφὴν αὐτου̃ καὶ Ολυμπα̃ν καὶ τοὺς σὺν αὐτοι̃ς πάντας ἁγίους

16 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίω̨ ἀσπάζονται ὑμα̃ς αἱ ἐκκλησίαι πα̃σαι του̃ Χριστου̃

17 παρακαλω̃ δὲ ὑμα̃ς ἀδελφοί σκοπει̃ν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμει̃ς ἐμάθετε ποιου̃ντας καὶ ἐκκλίνετε ἀπ' αὐτω̃ν

18 οἱ γὰρ τοιου̃τοι τω̨̃ κυρίω̨ ἡμω̃ν Χριστω̨̃ οὐ δουλεύουσιν ἀλλὰ τη̨̃ ἑαυτω̃ν κοιλία̨ καὶ διὰ τη̃ς χρηστολογίας καὶ εὐλογίας ἐξαπατω̃σιν τὰς καρδίας τω̃ν ἀκάκων

19 ἡ γὰρ ὑμω̃ν ὑπακοὴ εἰς πάντας ἀφίκετο ἐφ' ὑμι̃ν οὐ̃ν χαίρω θέλω δὲ ὑμα̃ς σοφοὺς εἰ̃ναι εἰς τò ἀγαθόν ἀκεραίους δὲ εἰς τò κακόν

20 ὁ δὲ θεòς τη̃ς εἰρήνης συντρίψει τòν Σατανα̃ν ὑπò τοὺς πόδας ὑμω̃ν ἐν τάχει ἡ χάρις του̃ κυρίου ἡμω̃ν Ιησου̃ μεθ' ὑμω̃ν

21 ἀσπάζεται ὑμα̃ς Τιμόθεος ὁ συνεργός μου καὶ Λούκιος καὶ Ιάσων καὶ Σωσίπατρος οἱ συγγενει̃ς μου

22 ἀσπάζομαι ὑμα̃ς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίω̨

23 ἀσπάζεται ὑμα̃ς Γάϊος ὁ ξένος μου καὶ ὅλης τη̃ς ἐκκλησίας ἀσπάζεται ὑμα̃ς Έραστος ὁ οἰκονόμος τη̃ς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός

24 τω̨̃ δὲ δυναμένω̨ ὑμα̃ς στηρίξαι κατὰ τò εὐαγγέλιόν μου καὶ τò κήρυγμα Ιησου̃ Χριστου̃ κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου

25 φανερωθέντος δὲ νυ̃ν διά τε γραφω̃ν προφητικω̃ν κατ' ἐπιταγὴν του̃ αἰωνίου θεου̃ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος

26 μόνω̨ σοφω̨̃ θεω̨̃ διὰ Ιησου̃ Χριστου̃ ὡ̨̃ ἡ δόξα εἰς τοὺς αἰω̃νας ἀμήν