Πρòς Κορινθίους ἐπιστολὴ ἀποστόλου Παυ̃λου Α

Κεφάλαιον Α' (1)

1 Παυ̃λος κλητòς ἀπόστολος Χριστου̃ Ιησου̃ διὰ θελήματος θεου̃ καὶ Σωσθένης ὁ ἀδελφός

2 τη̨̃ ἐκκλησία̨ του̃ θεου̃ τη̨̃ οὔση̨ ἐν Κορίνθω̨ ἡγιασμένοις ἐν Χριστω̨̃ Ιησου̃ κλητοι̃ς ἁγίοις σὺν πα̃σιν τοι̃ς ἐπικαλουμένοις τò ὄνομα του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃ ἐν παντὶ τόπω̨ αὐτω̃ν καὶ ἡμω̃ν

3 χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν καὶ κυρίου Ιησου̃ Χριστου̃

4 εὐχαριστω̃ τω̨̃ θεω̨̃ μου πάντοτε περὶ ὑμω̃ν ἐπὶ τη̨̃ χάριτι του̃ θεου̃ τη̨̃ δοθείση̨ ὑμι̃ν ἐν Χριστω̨̃ Ιησου̃

5 ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτω̨̃ ἐν παντὶ λόγω̨ καὶ πάση̨ γνώσει

6 καθὼς τò μαρτύριον του̃ Χριστου̃ ἐβεβαιώθη ἐν ὑμι̃ν

7 ὥστε ὑμα̃ς μὴ ὑστερει̃σθαι ἐν μηδενὶ χαρίσματι ἀπεκδεχομένους τὴν ἀποκάλυψιν του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃

8 ὃς καὶ βεβαιώσει ὑμα̃ς ἕως τέλους ἀνεγκλήτους ἐν τη̨̃ ἡμέρα̨ του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃

9 πιστòς ὁ θεòς δι' οὑ̃ ἐκλήθητε εἰς κοινωνίαν του̃ υἱου̃ αὐτου̃ Ιησου̃ Χριστου̃ του̃ κυρίου ἡμω̃ν

10 παρακαλω̃ δὲ ὑμα̃ς ἀδελφοί διὰ του̃ ὀνόματος του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃ ἵνα τò αὐτò λέγητε πάντες καὶ μὴ ἠ̨̃ ἐν ὑμι̃ν σχίσματα ἠ̃τε δὲ κατηρτισμένοι ἐν τω̨̃ αὐτω̨̃ νοΐ καὶ ἐν τη̨̃ αὐτη̨̃ γνώμη̨

11 ἐδηλώθη γάρ μοι περὶ ὑμω̃ν ἀδελφοί μου ὑπò τω̃ν Χλόης ὅτι ἔριδες ἐν ὑμι̃ν εἰσιν

12 λέγω δὲ του̃το ὅτι ἕκαστος ὑμω̃ν λέγει ἐγὼ μέν εἰμι Παύλου ἐγὼ δὲ Απολλω̃ ἐγὼ δὲ Κηφα̃ ἐγὼ δὲ Χριστου̃

13 μεμέρισται ὁ Χριστός μὴ Παυ̃λος ἐσταυρώθη ὑπὲρ ὑμω̃ν ἢ εἰς τò ὄνομα Παύλου ἐβαπτίσθητε

14 εὐχαριστω̃ τω̨̃ θεω̨̃ ὅτι οὐδένα ὑμω̃ν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον

15 ἵνα μή τις εἴπη̨ ὅτι εἰς τò ἐμòν ὄνομα ἐβαπτίσθητε

16 ἐβάπτισα δὲ καὶ τòν Στεφανα̃ οἰ̃κον λοιπòν οὐκ οἰ̃δα εἴ τινα ἄλλον ἐβάπτισα

17 οὐ γὰρ ἀπέστειλέν με Χριστòς βαπτίζειν ἀλλὰ εὐαγγελίζεσθαι οὐκ ἐν σοφία̨ λόγου ἵνα μὴ κενωθη̨̃ ὁ σταυρòς του̃ Χριστου̃

18 ὁ λόγος γὰρ ὁ του̃ σταυρου̃ τοι̃ς μὲν ἀπολλυμένοις μωρία ἐστίν τοι̃ς δὲ σω̨ζομένοις ἡμι̃ν δύναμις θεου̃ ἐστιν

19 γέγραπται γάρ ἀπολω̃ τὴν σοφίαν τω̃ν σοφω̃ν καὶ τὴν σύνεσιν τω̃ν συνετω̃ν ἀθετήσω

20 που̃ σοφός που̃ γραμματεύς που̃ συζητητὴς του̃ αἰω̃νος τούτου οὐχὶ ἐμώρανεν ὁ θεòς τὴν σοφίαν του̃ κόσμου

21 ἐπειδὴ γὰρ ἐν τη̨̃ σοφία̨ του̃ θεου̃ οὐκ ἔγνω ὁ κόσμος διὰ τη̃ς σοφίας τòν θεόν εὐδόκησεν ὁ θεòς διὰ τη̃ς μωρίας του̃ κηρύγματος σω̃σαι τοὺς πιστεύοντας

22 ἐπειδὴ καὶ Ιουδαι̃οι σημει̃α αἰτου̃σιν καὶ Έλληνες σοφίαν ζητου̃σιν

23 ἡμει̃ς δὲ κηρύσσομεν Χριστòν ἐσταυρωμένον Ιουδαίοις μὲν σκάνδαλον ἔθνεσιν δὲ μωρίαν

24 αὐτοι̃ς δὲ τοι̃ς κλητοι̃ς Ιουδαίοις τε καὶ Έλλησιν Χριστòν θεου̃ δύναμιν καὶ θεου̃ σοφίαν

25 ὅτι τò μωρòν του̃ θεου̃ σοφώτερον τω̃ν ἀνθρώπων ἐστίν καὶ τò ἀσθενὲς του̃ θεου̃ ἰσχυρότερον τω̃ν ἀνθρώπων

26 βλέπετε γὰρ τὴν κλη̃σιν ὑμω̃ν ἀδελφοί ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα οὐ πολλοὶ δυνατοί οὐ πολλοὶ εὐγενει̃ς

27 ἀλλὰ τὰ μωρὰ του̃ κόσμου ἐξελέξατο ὁ θεòς ἵνα καταισχύνη̨ τοὺς σοφούς καὶ τὰ ἀσθενη̃ του̃ κόσμου ἐξελέξατο ὁ θεòς ἵνα καταισχύνη̨ τὰ ἰσχυρά

28 καὶ τὰ ἀγενη̃ του̃ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός τὰ μὴ ὄντα ἵνα τὰ ὄντα καταργήση̨

29 ὅπως μὴ καυχήσηται πα̃σα σὰρξ ἐνώπιον του̃ θεου̃

30 ἐξ αὐτου̃ δὲ ὑμει̃ς ἐστε ἐν Χριστω̨̃ Ιησου̃ ὃς ἐγενήθη σοφία ἡμι̃ν ἀπò θεου̃ δικαιοσύνη τε καὶ ἁγιασμòς καὶ ἀπολύτρωσις

31 ἵνα καθὼς γέγραπται ὁ καυχώμενος ἐν κυρίω̨ καυχάσθω

 

Κεφάλαιον Β' (2)

1 κἀγὼ ἐλθὼν πρòς ὑμα̃ς ἀδελφοί ἠ̃λθον οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμι̃ν τò μυστήριον του̃ θεου̃

2 οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμι̃ν εἰ μὴ Ιησου̃ν Χριστòν καὶ του̃τον ἐσταυρωμένον

3 κἀγὼ ἐν ἀσθενεία̨ καὶ ἐν φόβω̨ καὶ ἐν τρόμω̨ πολλω̨̃ ἐγενόμην πρòς ὑμα̃ς

4 καὶ ὁ λόγος μου καὶ τò κήρυγμά μου οὐκ ἐν πειθοι̃ς σοφίας λόγοις ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως

5 ἵνα ἡ πίστις ὑμω̃ν μὴ ἠ̨̃ ἐν σοφία̨ ἀνθρώπων ἀλλ' ἐν δυνάμει θεου̃

6 σοφίαν δὲ λαλου̃μεν ἐν τοι̃ς τελείοις σοφίαν δὲ οὐ του̃ αἰω̃νος τούτου οὐδὲ τω̃ν ἀρχόντων του̃ αἰω̃νος τούτου τω̃ν καταργουμένων

7 ἀλλὰ λαλου̃μεν θεου̃ σοφίαν ἐν μυστηρίω̨ τὴν ἀποκεκρυμμένην ἣν προώρισεν ὁ θεòς πρò τω̃ν αἰώνων εἰς δόξαν ἡμω̃ν

8 ἣν οὐδεὶς τω̃ν ἀρχόντων του̃ αἰω̃νος τούτου ἔγνωκεν εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τòν κύριον τη̃ς δόξης ἐσταύρωσαν

9 ἀλλὰ καθὼς γέγραπται ἃ ὀφθαλμòς οὐκ εἰ̃δεν καὶ οὐ̃ς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ θεòς τοι̃ς ἀγαπω̃σιν αὐτόν

10 ἡμι̃ν δὲ ἀπεκάλυψεν ὁ θεòς διὰ του̃ πνεύματος τò γὰρ πνευ̃μα πάντα ἐραυνα̨̃ καὶ τὰ βάθη του̃ θεου̃

11 τίς γὰρ οἰ̃δεν ἀνθρώπων τὰ του̃ ἀνθρώπου εἰ μὴ τò πνευ̃μα του̃ ἀνθρώπου τò ἐν αὐτω̨̃ οὕτως καὶ τὰ του̃ θεου̃ οὐδεὶς ἔγνωκεν εἰ μὴ τò πνευ̃μα του̃ θεου̃

12 ἡμει̃ς δὲ οὐ τò πνευ̃μα του̃ κόσμου ἐλάβομεν ἀλλὰ τò πνευ̃μα τò ἐκ του̃ θεου̃ ἵνα εἰδω̃μεν τὰ ὑπò του̃ θεου̃ χαρισθέντα ἡμι̃ν

13 ἃ καὶ λαλου̃μεν οὐκ ἐν διδακτοι̃ς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ' ἐν διδακτοι̃ς πνεύματος πνευματικοι̃ς πνευματικὰ συγκρίνοντες

14 ψυχικòς δὲ ἄνθρωπος οὐ δέχεται τὰ του̃ πνεύματος του̃ θεου̃ μωρία γὰρ αὐτω̨̃ ἐστιν καὶ οὐ δύναται γνω̃ναι ὅτι πνευματικω̃ς ἀνακρίνεται

15 ὁ δὲ πνευματικòς ἀνακρίνει τὰ πάντα αὐτòς δὲ ὑπ' οὐδενòς ἀνακρίνεται

16 τίς γὰρ ἔγνω νου̃ν κυρίου ὃς συμβιβάσει αὐτόν ἡμει̃ς δὲ νου̃ν Χριστου̃ ἔχομεν

 

Κεφάλαιον Γ' (3)

1 κἀγώ ἀδελφοί οὐκ ἠδυνήθην λαλη̃σαι ὑμι̃ν ὡς πνευματικοι̃ς ἀλλ' ὡς σαρκίνοις ὡς νηπίοις ἐν Χριστω̨̃

2 γάλα ὑμα̃ς ἐπότισα οὐ βρω̃μα οὔπω γὰρ ἐδύνασθε ἀλλ' οὐδὲ ἔτι νυ̃ν δύνασθε

3 ἔτι γὰρ σαρκικοί ἐστε ὅπου γὰρ ἐν ὑμι̃ν ζη̃λος καὶ ἔρις οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατει̃τε

4 ὅταν γὰρ λέγη̨ τις ἐγὼ μέν εἰμι Παύλου ἕτερος δέ ἐγὼ Απολλω̃ οὐκ ἄνθρωποί ἐστε

5 τί οὐ̃ν ἐστιν Απολλω̃ς τί δέ ἐστιν Παυ̃λος διάκονοι δι' ὡ̃ν ἐπιστεύσατε καὶ ἑκάστω̨ ὡς ὁ κύριος ἔδωκεν

6 ἐγὼ ἐφύτευσα Απολλω̃ς ἐπότισεν ἀλλὰ ὁ θεòς ηὔξανεν

7 ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων ἀλλ' ὁ αὐξάνων θεός

8 ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν ἕκαστος δὲ τòν ἴδιον μισθòν λήμψεται κατὰ τòν ἴδιον κόπον

9 θεου̃ γάρ ἐσμεν συνεργοί θεου̃ γεώργιον θεου̃ οἰκοδομή ἐστε

10 κατὰ τὴν χάριν του̃ θεου̃ τὴν δοθει̃σάν μοι ὡς σοφòς ἀρχιτέκτων θεμέλιον ἔθηκα ἄλλος δὲ ἐποικοδομει̃ ἕκαστος δὲ βλεπέτω πω̃ς ἐποικοδομει̃

11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θει̃ναι παρὰ τòν κείμενον ὅς ἐστιν Ιησου̃ς Χριστός

12 εἰ δέ τις ἐποικοδομει̃ ἐπὶ τòν θεμέλιον χρυσόν ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην

13 ἑκάστου τò ἔργον φανερòν γενήσεται ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται καὶ ἑκάστου τò ἔργον ὁποι̃όν ἐστιν τò πυ̃ρ αὐτò δοκιμάσει

14 εἴ τινος τò ἔργον μενει̃ ὃ ἐποικοδόμησεν μισθòν λήμψεται

15 εἴ τινος τò ἔργον κατακαήσεται ζημιωθήσεται αὐτòς δὲ σωθήσεται οὕτως δὲ ὡς διὰ πυρός

16 οὐκ οἴδατε ὅτι ναòς θεου̃ ἐστε καὶ τò πνευ̃μα του̃ θεου̃ οἰκει̃ ἐν ὑμι̃ν

17 εἴ τις τòν ναòν του̃ θεου̃ φθείρει φθερει̃ του̃τον ὁ θεός ὁ γὰρ ναòς του̃ θεου̃ ἅγιός ἐστιν οἵτινές ἐστε ὑμει̃ς

18 μηδεὶς ἑαυτòν ἐξαπατάτω εἴ τις δοκει̃ σοφòς εἰ̃ναι ἐν ὑμι̃ν ἐν τω̨̃ αἰω̃νι τούτω̨ μωρòς γενέσθω ἵνα γένηται σοφός

19 ἡ γὰρ σοφία του̃ κόσμου τούτου μωρία παρὰ τω̨̃ θεω̨̃ ἐστιν γέγραπται γάρ ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τη̨̃ πανουργία̨ αὐτω̃ν

20 καὶ πάλιν κύριος γινώσκει τοὺς διαλογισμοὺς τω̃ν σοφω̃ν ὅτι εἰσὶν μάταιοι

21 ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις πάντα γὰρ ὑμω̃ν ἐστιν

22 εἴτε Παυ̃λος εἴτε Απολλω̃ς εἴτε Κηφα̃ς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστω̃τα εἴτε μέλλοντα πάντα ὑμω̃ν

23 ὑμει̃ς δὲ Χριστου̃ Χριστòς δὲ θεου̃

 

Κεφάλαιον Δ' (4)

1 οὕτως ἡμα̃ς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστου̃ καὶ οἰκονόμους μυστηρίων θεου̃

2 ὡ̃δε λοιπòν ζητει̃ται ἐν τοι̃ς οἰκονόμοις ἵνα πιστός τις εὑρεθη̨̃

3 ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμω̃ν ἀνακριθω̃ ἢ ὑπò ἀνθρωπίνης ἡμέρας ἀλλ' οὐδὲ ἐμαυτòν ἀνακρίνω

4 οὐδὲν γὰρ ἐμαυτω̨̃ σύνοιδα ἀλλ' οὐκ ἐν τούτω̨ δεδικαίωμαι ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν

5 ὥστε μὴ πρò καιρου̃ τι κρίνετε ἕως ἂν ἔλθη̨ ὁ κύριος ὃς καὶ φωτίσει τὰ κρυπτὰ του̃ σκότους καὶ φανερώσει τὰς βουλὰς τω̃ν καρδιω̃ν καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστω̨ ἀπò του̃ θεου̃

6 ταυ̃τα δέ ἀδελφοί μετεσχημάτισα εἰς ἐμαυτòν καὶ Απολλω̃ν δι' ὑμα̃ς ἵνα ἐν ἡμι̃ν μάθητε τò μὴ ὑπὲρ ἃ γέγραπται ἵνα μὴ εἱ̃ς ὑπὲρ του̃ ἑνòς φυσιου̃σθε κατὰ του̃ ἑτέρου

7 τίς γάρ σε διακρίνει τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες εἰ δὲ καὶ ἔλαβες τί καυχα̃σαι ὡς μὴ λαβών

8 ἤδη κεκορεσμένοι ἐστέ ἤδη ἐπλουτήσατε χωρὶς ἡμω̃ν ἐβασιλεύσατε καὶ ὄφελόν γε ἐβασιλεύσατε ἵνα καὶ ἡμει̃ς ὑμι̃ν συμβασιλεύσωμεν

9 δοκω̃ γάρ ὁ θεòς ἡμα̃ς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους ὅτι θέατρον ἐγενήθημεν τω̨̃ κόσμω̨ καὶ ἀγγέλοις καὶ ἀνθρώποις

10 ἡμει̃ς μωροὶ διὰ Χριστόν ὑμει̃ς δὲ φρόνιμοι ἐν Χριστω̨̃ ἡμει̃ς ἀσθενει̃ς ὑμει̃ς δὲ ἰσχυροί ὑμει̃ς ἔνδοξοι ἡμει̃ς δὲ ἄτιμοι

11 ἄχρι τη̃ς ἄρτι ὥρας καὶ πεινω̃μεν καὶ διψω̃μεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατου̃μεν

12 καὶ κοπιω̃μεν ἐργαζόμενοι ται̃ς ἰδίαις χερσίν λοιδορούμενοι εὐλογου̃μεν διωκόμενοι ἀνεχόμεθα

13 δυσφημούμενοι παρακαλου̃μεν ὡς περικαθάρματα του̃ κόσμου ἐγενήθημεν πάντων περίψημα ἕως ἄρτι

14 οὐκ ἐντρέπων ὑμα̃ς γράφω ταυ̃τα ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετω̃ν

15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστω̨̃ ἀλλ' οὐ πολλοὺς πατέρας ἐν γὰρ Χριστω̨̃ Ιησου̃ διὰ του̃ εὐαγγελίου ἐγὼ ὑμα̃ς ἐγέννησα

16 παρακαλω̃ οὐ̃ν ὑμα̃ς μιμηταί μου γίνεσθε

17 διὰ του̃το ἔπεμψα ὑμι̃ν Τιμόθεον ὅς ἐστίν μου τέκνον ἀγαπητòν καὶ πιστòν ἐν κυρίω̨ ὃς ὑμα̃ς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστω̨̃ Ιησου̃ καθὼς πανταχου̃ ἐν πάση̨ ἐκκλησία̨ διδάσκω

18 ὡς μὴ ἐρχομένου δέ μου πρòς ὑμα̃ς ἐφυσιώθησάν τινες

19 ἐλεύσομαι δὲ ταχέως πρòς ὑμα̃ς ἐὰν ὁ κύριος θελήση̨ καὶ γνώσομαι οὐ τòν λόγον τω̃ν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν

20 οὐ γὰρ ἐν λόγω̨ ἡ βασιλεία του̃ θεου̃ ἀλλ' ἐν δυνάμει

21 τί θέλετε ἐν ῥάβδω̨ ἔλθω πρòς ὑμα̃ς ἢ ἐν ἀγάπη̨ πνεύματί τε πραΰτητος

 

Κεφάλαιον Ε' (5)

1 ὅλως ἀκούεται ἐν ὑμι̃ν πορνεία καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοι̃ς ἔθνεσιν ὥστε γυναι̃κά τινα του̃ πατρòς ἔχειν

2 καὶ ὑμει̃ς πεφυσιωμένοι ἐστέ καὶ οὐχὶ μα̃λλον ἐπενθήσατε ἵνα ἀρθη̨̃ ἐκ μέσου ὑμω̃ν ὁ τò ἔργον του̃το πράξας

3 ἐγὼ μὲν γάρ ἀπὼν τω̨̃ σώματι παρὼν δὲ τω̨̃ πνεύματι ἤδη κέκρικα ὡς παρὼν τòν οὕτως του̃το κατεργασάμενον

4 ἐν τω̨̃ ὀνόματι του̃ κυρίου ἡμω̃ν Ιησου̃ συναχθέντων ὑμω̃ν καὶ του̃ ἐμου̃ πνεύματος σὺν τη̨̃ δυνάμει του̃ κυρίου ἡμω̃ν Ιησου̃

5 παραδου̃ναι τòν τοιου̃τον τω̨̃ Σατανα̨̃ εἰς ὄλεθρον τη̃ς σαρκός ἵνα τò πνευ̃μα σωθη̨̃ ἐν τη̨̃ ἡμέρα̨ του̃ κυρίου

6 οὐ καλòν τò καύχημα ὑμω̃ν οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τò φύραμα ζυμοι̃

7 ἐκκαθάρατε τὴν παλαιὰν ζύμην ἵνα ἠ̃τε νέον φύραμα καθώς ἐστε ἄζυμοι καὶ γὰρ τò πάσχα ἡμω̃ν ἐτύθη Χριστός

8 ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμη̨ παλαια̨̃ μηδὲ ἐν ζύμη̨ κακίας καὶ πονηρίας ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας

9 ἔγραψα ὑμι̃ν ἐν τη̨̃ ἐπιστολη̨̃ μὴ συναναμίγνυσθαι πόρνοις

10 οὐ πάντως τοι̃ς πόρνοις του̃ κόσμου τούτου ἢ τοι̃ς πλεονέκταις καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις ἐπεὶ ὠφείλετε ἄρα ἐκ του̃ κόσμου ἐξελθει̃ν

11 νυ̃ν δὲ ἔγραψα ὑμι̃ν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφòς ὀνομαζόμενος ἠ̨̃ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ τω̨̃ τοιούτω̨ μηδὲ συνεσθίειν

12 τί γάρ μοι τοὺς ἔξω κρίνειν οὐχὶ τοὺς ἔσω ὑμει̃ς κρίνετε

13 τοὺς δὲ ἔξω ὁ θεòς κρινει̃ ἐξάρατε τòν πονηρòν ἐξ ὑμω̃ν αὐτω̃ν

 

Κεφάλαιον ΣΤ' (6)

1 τολμα̨̃ τις ὑμω̃ν πρα̃γμα ἔχων πρòς τòν ἕτερον κρίνεσθαι ἐπὶ τω̃ν ἀδίκων καὶ οὐχὶ ἐπὶ τω̃ν ἁγίων

2 ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τòν κόσμον κρινου̃σιν καὶ εἰ ἐν ὑμι̃ν κρίνεται ὁ κόσμος ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων

3 οὐκ οἴδατε ὅτι ἀγγέλους κρινου̃μεν μήτιγε βιωτικά

4 βιωτικὰ μὲν οὐ̃ν κριτήρια ἐὰν ἔχητε τοὺς ἐξουθενημένους ἐν τη̨̃ ἐκκλησία̨ τούτους καθίζετε

5 πρòς ἐντροπὴν ὑμι̃ν λέγω οὕτως οὐκ ἔνι ἐν ὑμι̃ν οὐδεὶς σοφòς ὃς δυνήσεται διακρι̃ναι ἀνὰ μέσον του̃ ἀδελφου̃ αὐτου̃

6 ἀλλὰ ἀδελφòς μετὰ ἀδελφου̃ κρίνεται καὶ του̃το ἐπὶ ἀπίστων

7 ἤδη μὲν οὐ̃ν ὅλως ἥττημα ὑμι̃ν ἐστιν ὅτι κρίματα ἔχετε μεθ' ἑαυτω̃ν διὰ τί οὐχὶ μα̃λλον ἀδικει̃σθε διὰ τί οὐχὶ μα̃λλον ἀποστερει̃σθε

8 ἀλλὰ ὑμει̃ς ἀδικει̃τε καὶ ἀποστερει̃τε καὶ του̃το ἀδελφούς

9 ἢ οὐκ οἴδατε ὅτι ἄδικοι θεου̃ βασιλείαν οὐ κληρονομήσουσιν μὴ πλανα̃σθε οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοι̃ται

10 οὔτε κλέπται οὔτε πλεονέκται οὐ μέθυσοι οὐ λοίδοροι οὐχ ἅρπαγες βασιλείαν θεου̃ κληρονομήσουσιν

11 καὶ ταυ̃τά τινες ἠ̃τε ἀλλὰ ἀπελούσασθε ἀλλὰ ἡγιάσθητε ἀλλὰ ἐδικαιώθητε ἐν τω̨̃ ὀνόματι του̃ κυρίου Ιησου̃ Χριστου̃ καὶ ἐν τω̨̃ πνεύματι του̃ θεου̃ ἡμω̃ν

12 πάντα μοι ἔξεστιν ἀλλ' οὐ πάντα συμφέρει πάντα μοι ἔξεστιν ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος

13 τὰ βρώματα τη̨̃ κοιλία̨ καὶ ἡ κοιλία τοι̃ς βρώμασιν ὁ δὲ θεòς καὶ ταύτην καὶ ταυ̃τα καταργήσει τò δὲ σω̃μα οὐ τη̨̃ πορνεία̨ ἀλλὰ τω̨̃ κυρίω̨ καὶ ὁ κύριος τω̨̃ σώματι

14 ὁ δὲ θεòς καὶ τòν κύριον ἤγειρεν καὶ ἡμα̃ς ἐξεγερει̃ διὰ τη̃ς δυνάμεως αὐτου̃

15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμω̃ν μέλη Χριστου̃ ἐστιν ἄρας οὐ̃ν τὰ μέλη του̃ Χριστου̃ ποιήσω πόρνης μέλη μὴ γένοιτο

16 ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τη̨̃ πόρνη̨ ἓν σω̃μά ἐστιν ἔσονται γάρ φησίν οἱ δύο εἰς σάρκα μίαν

17 ὁ δὲ κολλώμενος τω̨̃ κυρίω̨ ἓν πνευ̃μά ἐστιν

18 φεύγετε τὴν πορνείαν πα̃ν ἁμάρτημα ὃ ἐὰν ποιήση̨ ἄνθρωπος ἐκτòς του̃ σώματός ἐστιν ὁ δὲ πορνεύων εἰς τò ἴδιον σω̃μα ἁμαρτάνει

19 ἢ οὐκ οἴδατε ὅτι τò σω̃μα ὑμω̃ν ναòς του̃ ἐν ὑμι̃ν ἁγίου πνεύματός ἐστιν οὑ̃ ἔχετε ἀπò θεου̃ καὶ οὐκ ἐστὲ ἑαυτω̃ν

20 ἠγοράσθητε γὰρ τιμη̃ς δοξάσατε δὴ τòν θεòν ἐν τω̨̃ σώματι ὑμω̃ν

 

Κεφάλαιον Ζ' (7)

1 περὶ δὲ ὡ̃ν ἐγράψατε καλòν ἀνθρώπω̨ γυναικòς μὴ ἅπτεσθαι

2 διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτου̃ γυναι̃κα ἐχέτω καὶ ἑκάστη τòν ἴδιον ἄνδρα ἐχέτω

3 τη̨̃ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω ὁμοίως δὲ καὶ ἡ γυνὴ τω̨̃ ἀνδρί

4 ἡ γυνὴ του̃ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ ὁμοίως δὲ καὶ ὁ ἀνὴρ του̃ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή

5 μὴ ἀποστερει̃τε ἀλλήλους εἰ μήτι ἂν ἐκ συμφώνου πρòς καιρòν ἵνα σχολάσητε τη̨̃ προσευχη̨̃ καὶ πάλιν ἐπὶ τò αὐτò ἠ̃τε ἵνα μὴ πειράζη̨ ὑμα̃ς ὁ Σατανα̃ς διὰ τὴν ἀκρασίαν ὑμω̃ν

6 του̃το δὲ λέγω κατὰ συγγνώμην οὐ κατ' ἐπιταγήν

7 θέλω δὲ πάντας ἀνθρώπους εἰ̃ναι ὡς καὶ ἐμαυτόν ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεου̃ ὁ μὲν οὕτως ὁ δὲ οὕτως

8 λέγω δὲ τοι̃ς ἀγάμοις καὶ ται̃ς χήραις καλòν αὐτοι̃ς ἐὰν μείνωσιν ὡς κἀγώ

9 εἰ δὲ οὐκ ἐγκρατεύονται γαμησάτωσαν κρει̃ττον γάρ ἐστιν γαμη̃σαι ἢ πυρου̃σθαι

10 τοι̃ς δὲ γεγαμηκόσιν παραγγέλλω οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος γυναι̃κα ἀπò ἀνδρòς μὴ χωρισθη̃ναι

11 ἐὰν δὲ καὶ χωρισθη̨̃ μενέτω ἄγαμος ἢ τω̨̃ ἀνδρὶ καταλλαγήτω καὶ ἄνδρα γυναι̃κα μὴ ἀφιέναι

12 τοι̃ς δὲ λοιποι̃ς λέγω ἐγώ οὐχ ὁ κύριος εἴ τις ἀδελφòς γυναι̃κα ἔχει ἄπιστον καὶ αὕτη συνευδοκει̃ οἰκει̃ν μετ' αὐτου̃ μὴ ἀφιέτω αὐτήν

13 καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον καὶ οὑ̃τος συνευδοκει̃ οἰκει̃ν μετ' αὐτη̃ς μὴ ἀφιέτω τòν ἄνδρα

14 ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τη̨̃ γυναικί καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τω̨̃ ἀδελφω̨̃ ἐπεὶ ἄρα τὰ τέκνα ὑμω̃ν ἀκάθαρτά ἐστιν νυ̃ν δὲ ἅγιά ἐστιν

15 εἰ δὲ ὁ ἄπιστος χωρίζεται χωριζέσθω οὐ δεδούλωται ὁ ἀδελφòς ἢ ἡ ἀδελφὴ ἐν τοι̃ς τοιούτοις ἐν δὲ εἰρήνη̨ κέκληκεν ὑμα̃ς ὁ θεός

16 τί γὰρ οἰ̃δας γύναι εἰ τòν ἄνδρα σώσεις ἢ τί οἰ̃δας ἄνερ εἰ τὴν γυναι̃κα σώσεις

17 εἰ μὴ ἑκάστω̨ ὡς ἐμέρισεν ὁ κύριος ἕκαστον ὡς κέκληκεν ὁ θεός οὕτως περιπατείτω καὶ οὕτως ἐν ται̃ς ἐκκλησίαις πάσαις διατάσσομαι

18 περιτετμημένος τις ἐκλήθη μὴ ἐπισπάσθω ἐν ἀκροβυστία̨ κέκληταί τις μὴ περιτεμνέσθω

19 ἡ περιτομὴ οὐδέν ἐστιν καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν ἀλλὰ τήρησις ἐντολω̃ν θεου̃

20 ἕκαστος ἐν τη̨̃ κλήσει ἡ̨̃ ἐκλήθη ἐν ταύτη̨ μενέτω

21 δου̃λος ἐκλήθης μή σοι μελέτω ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι μα̃λλον χρη̃σαι

22 ὁ γὰρ ἐν κυρίω̨ κληθεὶς δου̃λος ἀπελεύθερος κυρίου ἐστίν ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δου̃λός ἐστιν Χριστου̃

23 τιμη̃ς ἠγοράσθητε μὴ γίνεσθε δου̃λοι ἀνθρώπων

24 ἕκαστος ἐν ὡ̨̃ ἐκλήθη ἀδελφοί ἐν τούτω̨ μενέτω παρὰ θεω̨̃

25 περὶ δὲ τω̃ν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπò κυρίου πιστòς εἰ̃ναι

26 νομίζω οὐ̃ν του̃το καλòν ὑπάρχειν διὰ τὴν ἐνεστω̃σαν ἀνάγκην ὅτι καλòν ἀνθρώπω̨ τò οὕτως εἰ̃ναι

27 δέδεσαι γυναικί μὴ ζήτει λύσιν λέλυσαι ἀπò γυναικός μὴ ζήτει γυναι̃κα

28 ἐὰν δὲ καὶ γαμήση̨ς οὐχ ἥμαρτες καὶ ἐὰν γήμη̨ ἡ παρθένος οὐχ ἥμαρτεν θλι̃ψιν δὲ τη̨̃ σαρκὶ ἕξουσιν οἱ τοιου̃τοι ἐγὼ δὲ ὑμω̃ν φείδομαι

29 του̃το δέ φημι ἀδελφοί ὁ καιρòς συνεσταλμένος ἐστίν τò λοιπòν ἵνα καὶ οἱ ἔχοντες γυναι̃κας ὡς μὴ ἔχοντες ὠ̃σιν

30 καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες

31 καὶ οἱ χρώμενοι τòν κόσμον ὡς μὴ καταχρώμενοι παράγει γὰρ τò σχη̃μα του̃ κόσμου τούτου

32 θέλω δὲ ὑμα̃ς ἀμερίμνους εἰ̃ναι ὁ ἄγαμος μεριμνα̨̃ τὰ του̃ κυρίου πω̃ς ἀρέση̨ τω̨̃ κυρίω̨

33 ὁ δὲ γαμήσας μεριμνα̨̃ τὰ του̃ κόσμου πω̃ς ἀρέση̨ τη̨̃ γυναικί

34 καὶ μεμέρισται καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνα̨̃ τὰ του̃ κυρίου ἵνα ἠ̨̃ ἁγία καὶ τω̨̃ σώματι καὶ τω̨̃ πνεύματι ἡ δὲ γαμήσασα μεριμνα̨̃ τὰ του̃ κόσμου πω̃ς ἀρέση̨ τω̨̃ ἀνδρί

35 του̃το δὲ πρòς τò ὑμω̃ν αὐτω̃ν σύμφορον λέγω οὐχ ἵνα βρόχον ὑμι̃ν ἐπιβάλω ἀλλὰ πρòς τò εὔσχημον καὶ εὐπάρεδρον τω̨̃ κυρίω̨ ἀπερισπάστως

36 εἰ δέ τις ἀσχημονει̃ν ἐπὶ τὴν παρθένον αὐτου̃ νομίζει ἐὰν ἠ̨̃ ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι ὃ θέλει ποιείτω οὐχ ἁμαρτάνει γαμείτωσαν

37 ὃς δὲ ἕστηκεν ἐν τη̨̃ καρδία̨ αὐτου̃ ἑδραι̃ος μὴ ἔχων ἀνάγκην ἐξουσίαν δὲ ἔχει περὶ του̃ ἰδίου θελήματος καὶ του̃το κέκρικεν ἐν τη̨̃ ἰδία̨ καρδία̨ τηρει̃ν τὴν ἑαυτου̃ παρθένον καλω̃ς ποιήσει

38 ὥστε καὶ ὁ γαμίζων τὴν ἑαυτου̃ παρθένον καλω̃ς ποιει̃ καὶ ὁ μὴ γαμίζων κρει̃σσον ποιήσει

39 γυνὴ δέδεται ἐφ' ὅσον χρόνον ζη̨̃ ὁ ἀνὴρ αὐτη̃ς ἐὰν δὲ κοιμηθη̨̃ ὁ ἀνήρ ἐλευθέρα ἐστὶν ὡ̨̃ θέλει γαμηθη̃ναι μόνον ἐν κυρίω̨

40 μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνη̨ κατὰ τὴν ἐμὴν γνώμην δοκω̃ δὲ κἀγὼ πνευ̃μα θεου̃ ἔχειν

 

Κεφάλαιον Η' (8)

1 περὶ δὲ τω̃ν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνω̃σιν ἔχομεν ἡ γνω̃σις φυσιοι̃ ἡ δὲ ἀγάπη οἰκοδομει̃

2 εἴ τις δοκει̃ ἐγνωκέναι τι οὔπω ἔγνω καθὼς δει̃ γνω̃ναι

3 εἰ δέ τις ἀγαπα̨̃ τòν θεόν οὑ̃τος ἔγνωσται ὑπ' αὐτου̃

4 περὶ τη̃ς βρώσεως οὐ̃ν τω̃ν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμω̨ καὶ ὅτι οὐδεὶς θεòς εἰ μὴ εἱ̃ς

5 καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανω̨̃ εἴτε ἐπὶ γη̃ς ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί

6 ἀλλ' ἡμι̃ν εἱ̃ς θεòς ὁ πατήρ ἐξ οὑ̃ τὰ πάντα καὶ ἡμει̃ς εἰς αὐτόν καὶ εἱ̃ς κύριος Ιησου̃ς Χριστός δι' οὑ̃ τὰ πάντα καὶ ἡμει̃ς δι' αὐτου̃

7 ἀλλ' οὐκ ἐν πα̃σιν ἡ γνω̃σις τινὲς δὲ τη̨̃ συνηθεία̨ ἕως ἄρτι του̃ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσιν καὶ ἡ συνείδησις αὐτω̃ν ἀσθενὴς οὐ̃σα μολύνεται

8 βρω̃μα δὲ ἡμα̃ς οὐ παραστήσει τω̨̃ θεω̨̃ οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα οὔτε ἐὰν φάγωμεν περισσεύομεν

9 βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμω̃ν αὕτη πρόσκομμα γένηται τοι̃ς ἀσθενέσιν

10 ἐὰν γάρ τις ἴδη̨ σὲ τòν ἔχοντα γνω̃σιν ἐν εἰδωλείω̨ κατακείμενον οὐχὶ ἡ συνείδησις αὐτου̃ ἀσθενου̃ς ὄντος οἰκοδομηθήσεται εἰς τò τὰ εἰδωλόθυτα ἐσθίειν

11 ἀπόλλυται γὰρ ὁ ἀσθενω̃ν ἐν τη̨̃ ση̨̃ γνώσει ὁ ἀδελφòς δι' ὃν Χριστòς ἀπέθανεν

12 οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτω̃ν τὴν συνείδησιν ἀσθενου̃σαν εἰς Χριστòν ἁμαρτάνετε

13 διόπερ εἰ βρω̃μα σκανδαλίζει τòν ἀδελφόν μου οὐ μὴ φάγω κρέα εἰς τòν αἰω̃να ἵνα μὴ τòν ἀδελφόν μου σκανδαλίσω

 

Κεφάλαιον Θ' (9)

1 οὐκ εἰμὶ ἐλεύθερος οὐκ εἰμὶ ἀπόστολος οὐχὶ Ιησου̃ν τòν κύριον ἡμω̃ν ἑώρακα οὐ τò ἔργον μου ὑμει̃ς ἐστε ἐν κυρίω̨

2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος ἀλλά γε ὑμι̃ν εἰμι ἡ γὰρ σφραγίς μου τη̃ς ἀποστολη̃ς ὑμει̃ς ἐστε ἐν κυρίω̨

3 ἡ ἐμὴ ἀπολογία τοι̃ς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη

4 μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγει̃ν καὶ πει̃ν

5 μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναι̃κα περιάγειν ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ του̃ κυρίου καὶ Κηφα̃ς

6 ἢ μόνος ἐγὼ καὶ Βαρναβα̃ς οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι

7 τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ τίς φυτεύει ἀμπελω̃να καὶ τòν καρπòν αὐτου̃ οὐκ ἐσθίει ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ του̃ γάλακτος τη̃ς ποίμνης οὐκ ἐσθίει

8 μὴ κατὰ ἄνθρωπον ταυ̃τα λαλω̃ ἢ καὶ ὁ νόμος ταυ̃τα οὐ λέγει

9 ἐν γὰρ τω̨̃ Μωϋσέως νόμω̨ γέγραπται οὐ κημώσεις βου̃ν ἀλοω̃ντα μὴ τω̃ν βοω̃ν μέλει τω̨̃ θεω̨̃

10 ἢ δι' ἡμα̃ς πάντως λέγει δι' ἡμα̃ς γὰρ ἐγράφη ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριω̃ν ἀροτρια̃ν καὶ ὁ ἀλοω̃ν ἐπ' ἐλπίδι του̃ μετέχειν

11 εἰ ἡμει̃ς ὑμι̃ν τὰ πνευματικὰ ἐσπείραμεν μέγα εἰ ἡμει̃ς ὑμω̃ν τὰ σαρκικὰ θερίσομεν

12 εἰ ἄλλοι τη̃ς ὑμω̃ν ἐξουσίας μετέχουσιν οὐ μα̃λλον ἡμει̃ς ἀλλ' οὐκ ἐχρησάμεθα τη̨̃ ἐξουσία̨ ταύτη̨ ἀλλὰ πάντα στέγομεν ἵνα μή τινα ἐγκοπὴν δω̃μεν τω̨̃ εὐαγγελίω̨ του̃ Χριστου̃

13 οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι τὰ ἐκ του̃ ἱερου̃ ἐσθίουσιν οἱ τω̨̃ θυσιαστηρίω̨ παρεδρεύοντες τω̨̃ θυσιαστηρίω̨ συμμερίζονται

14 οὕτως καὶ ὁ κύριος διέταξεν τοι̃ς τò εὐαγγέλιον καταγγέλλουσιν ἐκ του̃ εὐαγγελίου ζη̃ν

15 ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων οὐκ ἔγραψα δὲ ταυ̃τα ἵνα οὕτως γένηται ἐν ἐμοί καλòν γάρ μοι μα̃λλον ἀποθανει̃ν ἤ τò καύχημά μου οὐδεὶς κενώσει

16 ἐὰν γὰρ εὐαγγελίζωμαι οὐκ ἔστιν μοι καύχημα ἀνάγκη γάρ μοι ἐπίκειται οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίσωμαι

17 εἰ γὰρ ἑκὼν του̃το πράσσω μισθòν ἔχω εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι

18 τίς οὐ̃ν μού ἐστιν ὁ μισθός ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τò εὐαγγέλιον εἰς τò μὴ καταχρήσασθαι τη̨̃ ἐξουσία̨ μου ἐν τω̨̃ εὐαγγελίω̨

19 ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πα̃σιν ἐμαυτòν ἐδούλωσα ἵνα τοὺς πλείονας κερδήσω

20 καὶ ἐγενόμην τοι̃ς Ιουδαίοις ὡς Ιουδαι̃ος ἵνα Ιουδαίους κερδήσω τοι̃ς ὑπò νόμον ὡς ὑπò νόμον μὴ ὢν αὐτòς ὑπò νόμον ἵνα τοὺς ὑπò νόμον κερδήσω

21 τοι̃ς ἀνόμοις ὡς ἄνομος μὴ ὢν ἄνομος θεου̃ ἀλλ' ἔννομος Χριστου̃ ἵνα κερδάνω τοὺς ἀνόμους

22 ἐγενόμην τοι̃ς ἀσθενέσιν ἀσθενής ἵνα τοὺς ἀσθενει̃ς κερδήσω τοι̃ς πα̃σιν γέγονα πάντα ἵνα πάντως τινὰς σώσω

23 πάντα δὲ ποιω̃ διὰ τò εὐαγγέλιον ἵνα συγκοινωνòς αὐτου̃ γένωμαι

24 οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίω̨ τρέχοντες πάντες μὲν τρέχουσιν εἱ̃ς δὲ λαμβάνει τò βραβει̃ον οὕτως τρέχετε ἵνα καταλάβητε

25 πα̃ς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται ἐκει̃νοι μὲν οὐ̃ν ἵνα φθαρτòν στέφανον λάβωσιν ἡμει̃ς δὲ ἄφθαρτον

26 ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων

27 ἀλλὰ ὑπωπιάζω μου τò σω̃μα καὶ δουλαγωγω̃ μή πως ἄλλοις κηρύξας αὐτòς ἀδόκιμος γένωμαι

 

Κεφάλαιον Ι' (10)

1 οὐ θέλω γὰρ ὑμα̃ς ἀγνοει̃ν ἀδελφοί ὅτι οἱ πατέρες ἡμω̃ν πάντες ὑπò τὴν νεφέλην ἠ̃σαν καὶ πάντες διὰ τη̃ς θαλάσσης διη̃λθον

2 καὶ πάντες εἰς τòν Μωϋση̃ν ἐβαπτίσθησαν ἐν τη̨̃ νεφέλη̨ καὶ ἐν τη̨̃ θαλάσση̨

3 καὶ πάντες τò αὐτò πνευματικòν βρω̃μα ἔφαγον

4 καὶ πάντες τò αὐτò πνευματικòν ἔπιον πόμα ἔπινον γὰρ ἐκ πνευματικη̃ς ἀκολουθούσης πέτρας ἡ πέτρα δὲ ἠ̃ν ὁ Χριστός

5 ἀλλ' οὐκ ἐν τοι̃ς πλείοσιν αὐτω̃ν εὐδόκησεν ὁ θεός κατεστρώθησαν γὰρ ἐν τη̨̃ ἐρήμω̨

6 ταυ̃τα δὲ τύποι ἡμω̃ν ἐγενήθησαν εἰς τò μὴ εἰ̃ναι ἡμα̃ς ἐπιθυμητὰς κακω̃ν καθὼς κἀκει̃νοι ἐπεθύμησαν

7 μηδὲ εἰδωλολάτραι γίνεσθε καθώς τινες αὐτω̃ν ὥσπερ γέγραπται ἐκάθισεν ὁ λαòς φαγει̃ν καὶ πει̃ν καὶ ἀνέστησαν παίζειν

8 μηδὲ πορνεύωμεν καθώς τινες αὐτω̃ν ἐπόρνευσαν καὶ ἔπεσαν μια̨̃ ἡμέρα̨ εἴκοσι τρει̃ς χιλιάδες

9 μηδὲ ἐκπειράζωμεν τòν Χριστόν καθώς τινες αὐτω̃ν ἐπείρασαν καὶ ὑπò τω̃ν ὄφεων ἀπώλλυντο

10 μηδὲ γογγύζετε καθάπερ τινὲς αὐτω̃ν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπò του̃ ὀλοθρευτου̃

11 ταυ̃τα δὲ τυπικω̃ς συνέβαινεν ἐκείνοις ἐγράφη δὲ πρòς νουθεσίαν ἡμω̃ν εἰς οὓς τὰ τέλη τω̃ν αἰώνων κατήντηκεν

12 ὥστε ὁ δοκω̃ν ἑστάναι βλεπέτω μὴ πέση̨

13 πειρασμòς ὑμα̃ς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος πιστòς δὲ ὁ θεός ὃς οὐκ ἐάσει ὑμα̃ς πειρασθη̃ναι ὑπὲρ ὃ δύνασθε ἀλλὰ ποιήσει σὺν τω̨̃ πειρασμω̨̃ καὶ τὴν ἔκβασιν του̃ δύνασθαι ὑπενεγκει̃ν

14 διόπερ ἀγαπητοί μου φεύγετε ἀπò τη̃ς εἰδωλολατρίας

15 ὡς φρονίμοις λέγω κρίνατε ὑμει̃ς ὅ φημι

16 τò ποτήριον τη̃ς εὐλογίας ὃ εὐλογου̃μεν οὐχὶ κοινωνία ἐστὶν του̃ αἵματος του̃ Χριστου̃ τòν ἄρτον ὃν κλω̃μεν οὐχὶ κοινωνία του̃ σώματος του̃ Χριστου̃ ἐστιν

17 ὅτι εἱ̃ς ἄρτος ἓν σω̃μα οἱ πολλοί ἐσμεν οἱ γὰρ πάντες ἐκ του̃ ἑνòς ἄρτου μετέχομεν

18 βλέπετε τòν Ισραὴλ κατὰ σάρκα οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ του̃ θυσιαστηρίου εἰσίν

19 τί οὐ̃ν φημι ὅτι εἰδωλόθυτόν τί ἐστιν ἢ ὅτι εἴδωλόν τί ἐστιν

20 ἀλλ' ὅτι ἃ θύουσιν δαιμονίοις καὶ οὐ θεω̨̃ θύουσιν οὐ θέλω δὲ ὑμα̃ς κοινωνοὺς τω̃ν δαιμονίων γίνεσθαι

21 οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων

22 ἢ παραζηλου̃μεν τòν κύριον μὴ ἰσχυρότεροι αὐτου̃ ἐσμεν

23 πάντα ἔξεστιν ἀλλ' οὐ πάντα συμφέρει πάντα ἔξεστιν ἀλλ' οὐ πάντα οἰκοδομει̃

24 μηδεὶς τò ἑαυτου̃ ζητείτω ἀλλὰ τò του̃ ἑτέρου

25 πα̃ν τò ἐν μακέλλω̨ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν

26 του̃ κυρίου γὰρ ἡ γη̃ καὶ τò πλήρωμα αὐτη̃ς

27 εἴ τις καλει̃ ὑμα̃ς τω̃ν ἀπίστων καὶ θέλετε πορεύεσθαι πα̃ν τò παρατιθέμενον ὑμι̃ν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν

28 ἐὰν δέ τις ὑμι̃ν εἴπη̨ του̃το ἱερόθυτόν ἐστιν μὴ ἐσθίετε δι' ἐκει̃νον τòν μηνύσαντα καὶ τὴν συνείδησιν

29 συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτου̃ ἀλλὰ τὴν του̃ ἑτέρου ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπò ἄλλης συνειδήσεως

30 εἰ ἐγὼ χάριτι μετέχω τί βλασφημου̃μαι ὑπὲρ οὑ̃ ἐγὼ εὐχαριστω̃

31 εἴτε οὐ̃ν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιει̃τε πάντα εἰς δόξαν θεου̃ ποιει̃τε

32 ἀπρόσκοποι καὶ Ιουδαίοις γίνεσθε καὶ Έλλησιν καὶ τη̨̃ ἐκκλησία̨ του̃ θεου̃

33 καθὼς κἀγὼ πάντα πα̃σιν ἀρέσκω μὴ ζητω̃ν τò ἐμαυτου̃ σύμφορον ἀλλὰ τò τω̃ν πολλω̃ν ἵνα σωθω̃σιν

 

Κεφάλαιον ΙΑ' (11)

1 μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστου̃

2 ἐπαινω̃ δὲ ὑμα̃ς ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμι̃ν τὰς παραδόσεις κατέχετε

3 θέλω δὲ ὑμα̃ς εἰδέναι ὅτι παντòς ἀνδρòς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν κεφαλὴ δὲ γυναικòς ὁ ἀνήρ κεφαλὴ δὲ του̃ Χριστου̃ ὁ θεός

4 πα̃ς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλη̃ς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτου̃

5 πα̃σα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτω̨ τη̨̃ κεφαλη̨̃ καταισχύνει τὴν κεφαλὴν αὐτη̃ς ἓν γάρ ἐστιν καὶ τò αὐτò τη̨̃ ἐξυρημένη̨

6 εἰ γὰρ οὐ κατακαλύπτεται γυνή καὶ κειράσθω εἰ δὲ αἰσχρòν γυναικὶ τò κείρασθαι ἢ ξυρα̃σθαι κατακαλυπτέσθω

7 ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν εἰκὼν καὶ δόξα θεου̃ ὑπάρχων ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν

8 οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός ἀλλὰ γυνὴ ἐξ ἀνδρός

9 καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναι̃κα ἀλλὰ γυνὴ διὰ τòν ἄνδρα

10 διὰ του̃το ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τη̃ς κεφαλη̃ς διὰ τοὺς ἀγγέλους

11 πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρòς οὔτε ἀνὴρ χωρὶς γυναικòς ἐν κυρίω̨

12 ὥσπερ γὰρ ἡ γυνὴ ἐκ του̃ ἀνδρός οὕτως καὶ ὁ ἀνὴρ διὰ τη̃ς γυναικός τὰ δὲ πάντα ἐκ του̃ θεου̃

13 ἐν ὑμι̃ν αὐτοι̃ς κρίνατε πρέπον ἐστὶν γυναι̃κα ἀκατακάλυπτον τω̨̃ θεω̨̃ προσεύχεσθαι

14 οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμα̃ς ὅτι ἀνὴρ μὲν ἐὰν κομα̨̃ ἀτιμία αὐτω̨̃ ἐστιν

15 γυνὴ δὲ ἐὰν κομα̨̃ δόξα αὐτη̨̃ ἐστιν ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται αὐτη̨̃

16 εἰ δέ τις δοκει̃ φιλόνεικος εἰ̃ναι ἡμει̃ς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὐδὲ αἱ ἐκκλησίαι του̃ θεου̃

17 του̃το δὲ παραγγέλλων οὐκ ἐπαινω̃ ὅτι οὐκ εἰς τò κρει̃σσον ἀλλὰ εἰς τò ἡ̃σσον συνέρχεσθε

18 πρω̃τον μὲν γὰρ συνερχομένων ὑμω̃ν ἐν ἐκκλησία̨ ἀκούω σχίσματα ἐν ὑμι̃ν ὑπάρχειν καὶ μέρος τι πιστεύω

19 δει̃ γὰρ καὶ αἱρέσεις ἐν ὑμι̃ν εἰ̃ναι ἵνα καὶ οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμι̃ν

20 συνερχομένων οὐ̃ν ὑμω̃ν ἐπὶ τò αὐτò οὐκ ἔστιν κυριακòν δει̃πνον φαγει̃ν

21 ἕκαστος γὰρ τò ἴδιον δει̃πνον προλαμβάνει ἐν τω̨̃ φαγει̃ν καὶ ὃς μὲν πεινα̨̃ ὃς δὲ μεθύει

22 μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τò ἐσθίειν καὶ πίνειν ἢ τη̃ς ἐκκλησίας του̃ θεου̃ καταφρονει̃τε καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας τί εἴπω ὑμι̃ν ἐπαινέσω ὑμα̃ς ἐν τούτω̨ οὐκ ἐπαινω̃

23 ἐγὼ γὰρ παρέλαβον ἀπò του̃ κυρίου ὃ καὶ παρέδωκα ὑμι̃ν ὅτι ὁ κύριος Ιησου̃ς ἐν τη̨̃ νυκτὶ ἡ̨̃ παρεδίδετο ἔλαβεν ἄρτον

24 καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἰ̃πεν του̃τό μού ἐστιν τò σω̃μα τò ὑπὲρ ὑμω̃ν του̃το ποιει̃τε εἰς τὴν ἐμὴν ἀνάμνησιν

25 ὡσαύτως καὶ τò ποτήριον μετὰ τò δειπνη̃σαι λέγων του̃το τò ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τω̨̃ ἐμω̨̃ αἵματι του̃το ποιει̃τε ὁσάκις ἐὰν πίνητε εἰς τὴν ἐμὴν ἀνάμνησιν

26 ὁσάκις γὰρ ἐὰν ἐσθίητε τòν ἄρτον του̃τον καὶ τò ποτήριον πίνητε τòν θάνατον του̃ κυρίου καταγγέλλετε ἄχρις οὑ̃ ἔλθη̨

27 ὥστε ὃς ἂν ἐσθίη̨ τòν ἄρτον ἢ πίνη̨ τò ποτήριον του̃ κυρίου ἀναξίως ἔνοχος ἔσται του̃ σώματος καὶ του̃ αἵματος του̃ κυρίου

28 δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν καὶ οὕτως ἐκ του̃ ἄρτου ἐσθιέτω καὶ ἐκ του̃ ποτηρίου πινέτω

29 ὁ γὰρ ἐσθίων καὶ πίνων κρίμα ἑαυτω̨̃ ἐσθίει καὶ πίνει μὴ διακρίνων τò σω̃μα

30 διὰ του̃το ἐν ὑμι̃ν πολλοὶ ἀσθενει̃ς καὶ ἄρρωστοι καὶ κοιμω̃νται ἱκανοί

31 εἰ δὲ ἑαυτοὺς διεκρίνομεν οὐκ ἂν ἐκρινόμεθα

32 κρινόμενοι δὲ ὑπò του̃ κυρίου παιδευόμεθα ἵνα μὴ σὺν τω̨̃ κόσμω̨ κατακριθω̃μεν

33 ὥστε ἀδελφοί μου συνερχόμενοι εἰς τò φαγει̃ν ἀλλήλους ἐκδέχεσθε

34 εἴ τις πεινα̨̃ ἐν οἴκω̨ ἐσθιέτω ἵνα μὴ εἰς κρίμα συνέρχησθε τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι

 

Κεφάλαιον ΙΒ' (12)

1 περὶ δὲ τω̃ν πνευματικω̃ν ἀδελφοί οὐ θέλω ὑμα̃ς ἀγνοει̃ν

2 οἴδατε ὅτι ὅτε ἔθνη ἠ̃τε πρòς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι

3 διò γνωρίζω ὑμι̃ν ὅτι οὐδεὶς ἐν πνεύματι θεου̃ λαλω̃ν λέγει ἀνάθεμα Ιησου̃ς καὶ οὐδεὶς δύναται εἰπει̃ν κύριος Ιησου̃ς εἰ μὴ ἐν πνεύματι ἁγίω̨

4 διαιρέσεις δὲ χαρισμάτων εἰσίν τò δὲ αὐτò πνευ̃μα

5 καὶ διαιρέσεις διακονιω̃ν εἰσιν καὶ ὁ αὐτòς κύριος

6 καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν ὁ δὲ αὐτòς θεός ὁ ἐνεργω̃ν τὰ πάντα ἐν πα̃σιν

7 ἑκάστω̨ δὲ δίδοται ἡ φανέρωσις του̃ πνεύματος πρòς τò συμφέρον

8 ὡ̨̃ μὲν γὰρ διὰ του̃ πνεύματος δίδοται λόγος σοφίας ἄλλω̨ δὲ λόγος γνώσεως κατὰ τò αὐτò πνευ̃μα

9 ἑτέρω̨ πίστις ἐν τω̨̃ αὐτω̨̃ πνεύματι ἄλλω̨ δὲ χαρίσματα ἰαμάτων ἐν τω̨̃ ἑνὶ πνεύματι

10 ἄλλω̨ δὲ ἐνεργήματα δυνάμεων ἄλλω̨ δὲ προφητεία ἄλλω̨ δὲ διακρίσεις πνευμάτων ἑτέρω̨ γένη γλωσσω̃ν ἄλλω̨ δὲ ἑρμηνεία γλωσσω̃ν

11 πάντα δὲ ταυ̃τα ἐνεργει̃ τò ἓν καὶ τò αὐτò πνευ̃μα διαιρου̃ν ἰδία̨ ἑκάστω̨ καθὼς βούλεται

12 καθάπερ γὰρ τò σω̃μα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει πάντα δὲ τὰ μέλη του̃ σώματος πολλὰ ὄντα ἕν ἐστιν σω̃μα οὕτως καὶ ὁ Χριστός

13 καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμει̃ς πάντες εἰς ἓν σω̃μα ἐβαπτίσθημεν εἴτε Ιουδαι̃οι εἴτε Έλληνες εἴτε δου̃λοι εἴτε ἐλεύθεροι καὶ πάντες ἓν πνευ̃μα ἐποτίσθημεν

14 καὶ γὰρ τò σω̃μα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά

15 ἐὰν εἴπη̨ ὁ πούς ὅτι οὐκ εἰμὶ χείρ οὐκ εἰμὶ ἐκ του̃ σώματος οὐ παρὰ του̃το οὐκ ἔστιν ἐκ του̃ σώματος

16 καὶ ἐὰν εἴπη̨ τò οὐ̃ς ὅτι οὐκ εἰμὶ ὀφθαλμός οὐκ εἰμὶ ἐκ του̃ σώματος οὐ παρὰ του̃το οὐκ ἔστιν ἐκ του̃ σώματος

17 εἰ ὅλον τò σω̃μα ὀφθαλμός που̃ ἡ ἀκοή εἰ ὅλον ἀκοή που̃ ἡ ὄσφρησις

18 νυνὶ δὲ ὁ θεòς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτω̃ν ἐν τω̨̃ σώματι καθὼς ἠθέλησεν

19 εἰ δὲ ἠ̃ν τὰ πάντα ἓν μέλος που̃ τò σω̃μα

20 νυ̃ν δὲ πολλὰ μὲν μέλη ἓν δὲ σω̃μα

21 οὐ δύναται δὲ ὁ ὀφθαλμòς εἰπει̃ν τη̨̃ χειρί χρείαν σου οὐκ ἔχω ἢ πάλιν ἡ κεφαλὴ τοι̃ς ποσίν χρείαν ὑμω̃ν οὐκ ἔχω

22 ἀλλὰ πολλω̨̃ μα̃λλον τὰ δοκου̃ντα μέλη του̃ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαι̃ά ἐστιν

23 καὶ ἃ δοκου̃μεν ἀτιμότερα εἰ̃ναι του̃ σώματος τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν καὶ τὰ ἀσχήμονα ἡμω̃ν εὐσχημοσύνην περισσοτέραν ἔχει

24 τὰ δὲ εὐσχήμονα ἡμω̃ν οὐ χρείαν ἔχει ἀλλὰ ὁ θεòς συνεκέρασεν τò σω̃μα τω̨̃ ὑστερουμένω̨ περισσοτέραν δοὺς τιμήν

25 ἵνα μὴ ἠ̨̃ σχίσμα ἐν τω̨̃ σώματι ἀλλὰ τò αὐτò ὑπὲρ ἀλλήλων μεριμνω̃σιν τὰ μέλη

26 καὶ εἴτε πάσχει ἓν μέλος συμπάσχει πάντα τὰ μέλη εἴτε δοξάζεται ἓν μέλος συγχαίρει πάντα τὰ μέλη

27 ὑμει̃ς δέ ἐστε σω̃μα Χριστου̃ καὶ μέλη ἐκ μέρους

28 καὶ οὓς μὲν ἔθετο ὁ θεòς ἐν τη̨̃ ἐκκλησία̨ πρω̃τον ἀποστόλους δεύτερον προφήτας τρίτον διδασκάλους ἔπειτα δυνάμεις ἔπειτα χαρίσματα ἰαμάτων ἀντιλήμψεις κυβερνήσεις γένη γλωσσω̃ν

29 μὴ πάντες ἀπόστολοι μὴ πάντες προφη̃ται μὴ πάντες διδάσκαλοι μὴ πάντες δυνάμεις

30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων μὴ πάντες γλώσσαις λαλου̃σιν μὴ πάντες διερμηνεύουσιν

31 ζηλου̃τε δὲ τὰ χαρίσματα τὰ μείζονα καὶ ἔτι καθ' ὑπερβολὴν ὁδòν ὑμι̃ν δείκνυμι

 

Κεφάλαιον ΙΓ' (13)

1 ἐὰν ται̃ς γλώσσαις τω̃ν ἀνθρώπων λαλω̃ καὶ τω̃ν ἀγγέλων ἀγάπην δὲ μὴ ἔχω γέγονα χαλκòς ἠχω̃ν ἢ κύμβαλον ἀλαλάζον

2 καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδω̃ τὰ μυστήρια πάντα καὶ πα̃σαν τὴν γνω̃σιν καὶ ἐὰν ἔχω πα̃σαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι ἀγάπην δὲ μὴ ἔχω οὐθέν εἰμι

3 κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου καὶ ἐὰν παραδω̃ τò σω̃μά μου ἵνα καυχήσωμαι ἀγάπην δὲ μὴ ἔχω οὐδὲν ὠφελου̃μαι

4 ἡ ἀγάπη μακροθυμει̃ χρηστεύεται ἡ ἀγάπη οὐ ζηλοι̃ ἡ ἀγάπη οὐ περπερεύεται οὐ φυσιου̃ται

5 οὐκ ἀσχημονει̃ οὐ ζητει̃ τὰ ἑαυτη̃ς οὐ παροξύνεται οὐ λογίζεται τò κακόν

6 οὐ χαίρει ἐπὶ τη̨̃ ἀδικία̨ συγχαίρει δὲ τη̨̃ ἀληθεία̨

7 πάντα στέγει πάντα πιστεύει πάντα ἐλπίζει πάντα ὑπομένει

8 ἡ ἀγάπη οὐδέποτε πίπτει εἴτε δὲ προφητει̃αι καταργηθήσονται εἴτε γλω̃σσαι παύσονται εἴτε γνω̃σις καταργηθήσεται

9 ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν

10 ὅταν δὲ ἔλθη̨ τò τέλειον τò ἐκ μέρους καταργηθήσεται

11 ὅτε ἤμην νήπιος ἐλάλουν ὡς νήπιος ἐφρόνουν ὡς νήπιος ἐλογιζόμην ὡς νήπιος ὅτε γέγονα ἀνήρ κατήργηκα τὰ του̃ νηπίου

12 βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι τότε δὲ πρόσωπον πρòς πρόσωπον ἄρτι γινώσκω ἐκ μέρους τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην

13 νυνὶ δὲ μένει πίστις ἐλπίς ἀγάπη τὰ τρία ταυ̃τα μείζων δὲ τούτων ἡ ἀγάπη

 

Κεφάλαιον ΙΔ' (14)

1 διώκετε τὴν ἀγάπην ζηλου̃τε δὲ τὰ πνευματικά μα̃λλον δὲ ἵνα προφητεύητε

2 ὁ γὰρ λαλω̃ν γλώσση̨ οὐκ ἀνθρώποις λαλει̃ ἀλλὰ θεω̨̃ οὐδεὶς γὰρ ἀκούει πνεύματι δὲ λαλει̃ μυστήρια

3 ὁ δὲ προφητεύων ἀνθρώποις λαλει̃ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν

4 ὁ λαλω̃ν γλώσση̨ ἑαυτòν οἰκοδομει̃ ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομει̃

5 θέλω δὲ πάντας ὑμα̃ς λαλει̃ν γλώσσαις μα̃λλον δὲ ἵνα προφητεύητε μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλω̃ν γλώσσαις ἐκτòς εἰ μὴ διερμηνεύη̨ ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβη̨

6 νυ̃ν δέ ἀδελφοί ἐὰν ἔλθω πρòς ὑμα̃ς γλώσσαις λαλω̃ν τί ὑμα̃ς ὠφελήσω ἐὰν μὴ ὑμι̃ν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητεία̨ ἢ ἐν διδαχη̨̃

7 ὅμως τὰ ἄψυχα φωνὴν διδόντα εἴτε αὐλòς εἴτε κιθάρα ἐὰν διαστολὴν τοι̃ς φθόγγοις μὴ δω̨̃ πω̃ς γνωσθήσεται τò αὐλούμενον ἢ τò κιθαριζόμενον

8 καὶ γὰρ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δω̨̃ τίς παρασκευάσεται εἰς πόλεμον

9 οὕτως καὶ ὑμει̃ς διὰ τη̃ς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δω̃τε πω̃ς γνωσθήσεται τò λαλούμενον ἔσεσθε γὰρ εἰς ἀέρα λαλου̃ντες

10 τοσαυ̃τα εἰ τύχοι γένη φωνω̃ν εἰσιν ἐν κόσμω̨ καὶ οὐδὲν ἄφωνον

11 ἐὰν οὐ̃ν μὴ εἰδω̃ τὴν δύναμιν τη̃ς φωνη̃ς ἔσομαι τω̨̃ λαλου̃ντι βάρβαρος καὶ ὁ λαλω̃ν ἐν ἐμοὶ βάρβαρος

12 οὕτως καὶ ὑμει̃ς ἐπεὶ ζηλωταί ἐστε πνευμάτων πρòς τὴν οἰκοδομὴν τη̃ς ἐκκλησίας ζητει̃τε ἵνα περισσεύητε

13 διò ὁ λαλω̃ν γλώσση̨ προσευχέσθω ἵνα διερμηνεύη̨

14 ἐὰν γὰρ προσεύχωμαι γλώσση̨ τò πνευ̃μά μου προσεύχεται ὁ δὲ νου̃ς μου ἄκαρπός ἐστιν

15 τί οὐ̃ν ἐστιν προσεύξομαι τω̨̃ πνεύματι προσεύξομαι δὲ καὶ τω̨̃ νοΐ ψαλω̃ τω̨̃ πνεύματι ψαλω̃ δὲ καὶ τω̨̃ νοΐ

16 ἐπεὶ ἐὰν εὐλογη̨̃ς ἐν πνεύματι ὁ ἀναπληρω̃ν τòν τόπον του̃ ἰδιώτου πω̃ς ἐρει̃ τò ἀμήν ἐπὶ τη̨̃ ση̨̃ εὐχαριστία̨ ἐπειδὴ τί λέγεις οὐκ οἰ̃δεν

17 σὺ μὲν γὰρ καλω̃ς εὐχαριστει̃ς ἀλλ' ὁ ἕτερος οὐκ οἰκοδομει̃ται

18 εὐχαριστω̃ τω̨̃ θεω̨̃ πάντων ὑμω̃ν μα̃λλον γλώσσαις λαλω̃

19 ἀλλὰ ἐν ἐκκλησία̨ θέλω πέντε λόγους τω̨̃ νοΐ μου λαλη̃σαι ἵνα καὶ ἄλλους κατηχήσω ἢ μυρίους λόγους ἐν γλώσση̨

20 ἀδελφοί μὴ παιδία γίνεσθε ται̃ς φρεσίν ἀλλὰ τη̨̃ κακία̨ νηπιάζετε ται̃ς δὲ φρεσὶν τέλειοι γίνεσθε

21 ἐν τω̨̃ νόμω̨ γέγραπται ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τω̨̃ λαω̨̃ τούτω̨ καὶ οὐδ' οὕτως εἰσακούσονταί μου λέγει κύριος

22 ὥστε αἱ γλω̃σσαι εἰς σημει̃όν εἰσιν οὐ τοι̃ς πιστεύουσιν ἀλλὰ τοι̃ς ἀπίστοις ἡ δὲ προφητεία οὐ τοι̃ς ἀπίστοις ἀλλὰ τοι̃ς πιστεύουσιν

23 ἐὰν οὐ̃ν συνέλθη̨ ἡ ἐκκλησία ὅλη ἐπὶ τò αὐτò καὶ πάντες λαλω̃σιν γλώσσαις εἰσέλθωσιν δὲ ἰδιω̃ται ἢ ἄπιστοι οὐκ ἐρου̃σιν ὅτι μαίνεσθε

24 ἐὰν δὲ πάντες προφητεύωσιν εἰσέλθη̨ δέ τις ἄπιστος ἢ ἰδιώτης ἐλέγχεται ὑπò πάντων ἀνακρίνεται ὑπò πάντων

25 τὰ κρυπτὰ τη̃ς καρδίας αὐτου̃ φανερὰ γίνεται καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τω̨̃ θεω̨̃ ἀπαγγέλλων ὅτι ὄντως ὁ θεòς ἐν ὑμι̃ν ἐστιν

26 τί οὐ̃ν ἐστιν ἀδελφοί ὅταν συνέρχησθε ἕκαστος ψαλμòν ἔχει διδαχὴν ἔχει ἀποκάλυψιν ἔχει γλω̃σσαν ἔχει ἑρμηνείαν ἔχει πάντα πρòς οἰκοδομὴν γινέσθω

27 εἴτε γλώσση̨ τις λαλει̃ κατὰ δύο ἢ τò πλει̃στον τρει̃ς καὶ ἀνὰ μέρος καὶ εἱ̃ς διερμηνευέτω

28 ἐὰν δὲ μὴ ἠ̨̃ διερμηνευτής σιγάτω ἐν ἐκκλησία̨ ἑαυτω̨̃ δὲ λαλείτω καὶ τω̨̃ θεω̨̃

29 προφη̃ται δὲ δύο ἢ τρει̃ς λαλείτωσαν καὶ οἱ ἄλλοι διακρινέτωσαν

30 ἐὰν δὲ ἄλλω̨ ἀποκαλυφθη̨̃ καθημένω̨ ὁ πρω̃τος σιγάτω

31 δύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλω̃νται

32 καὶ πνεύματα προφητω̃ν προφήταις ὑποτάσσεται

33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεòς ἀλλὰ εἰρήνης ὡς ἐν πάσαις ται̃ς ἐκκλησίαις τω̃ν ἁγίων

34 αἱ γυναι̃κες ἐν ται̃ς ἐκκλησίαις σιγάτωσαν οὐ γὰρ ἐπιτρέπεται αὐται̃ς λαλει̃ν ἀλλὰ ὑποτασσέσθωσαν καθὼς καὶ ὁ νόμος λέγει

35 εἰ δέ τι μαθει̃ν θέλουσιν ἐν οἴκω̨ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν αἰσχρòν γάρ ἐστιν γυναικὶ λαλει̃ν ἐν ἐκκλησία̨

36 ἢ ἀφ' ὑμω̃ν ὁ λόγος του̃ θεου̃ ἐξη̃λθεν ἢ εἰς ὑμα̃ς μόνους κατήντησεν

37 εἴ τις δοκει̃ προφήτης εἰ̃ναι ἢ πνευματικός ἐπιγινωσκέτω ἃ γράφω ὑμι̃ν ὅτι κυρίου ἐστὶν ἐντολή

38 εἰ δέ τις ἀγνοει̃ ἀγνοει̃ται

39 ὥστε ἀδελφοί μου ζηλου̃τε τò προφητεύειν καὶ τò λαλει̃ν μὴ κωλύετε γλώσσαις

40 πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω

 

Κεφάλαιον ΙΕ' (15)

1 γνωρίζω δὲ ὑμι̃ν ἀδελφοί τò εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμι̃ν ὃ καὶ παρελάβετε ἐν ὡ̨̃ καὶ ἑστήκατε

2 δι' οὑ̃ καὶ σώ̨ζεσθε τίνι λόγω̨ εὐηγγελισάμην ὑμι̃ν εἰ κατέχετε ἐκτòς εἰ μὴ εἰκη̨̃ ἐπιστεύσατε

3 παρέδωκα γὰρ ὑμι̃ν ἐν πρώτοις ὃ καὶ παρέλαβον ὅτι Χριστòς ἀπέθανεν ὑπὲρ τω̃ν ἁμαρτιω̃ν ἡμω̃ν κατὰ τὰς γραφάς

4 καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ κατὰ τὰς γραφάς

5 καὶ ὅτι ὤφθη Κηφα̨̃ εἰ̃τα τοι̃ς δώδεκα

6 ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοι̃ς ἐφάπαξ ἐξ ὡ̃ν οἱ πλείονες μένουσιν ἕως ἄρτι τινὲς δὲ ἐκοιμήθησαν

7 ἔπειτα ὤφθη Ιακώβω̨ εἰ̃τα τοι̃ς ἀποστόλοις πα̃σιν

8 ἔσχατον δὲ πάντων ὡσπερεὶ τω̨̃ ἐκτρώματι ὤφθη κἀμοί

9 ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τω̃ν ἀποστόλων ὃς οὐκ εἰμὶ ἱκανòς καλει̃σθαι ἀπόστολος διότι ἐδίωξα τὴν ἐκκλησίαν του̃ θεου̃

10 χάριτι δὲ θεου̃ εἰμι ὅ εἰμι καὶ ἡ χάρις αὐτου̃ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη ἀλλὰ περισσότερον αὐτω̃ν πάντων ἐκοπίασα οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις του̃ θεου̃ ἡ σὺν ἐμοί

11 εἴτε οὐ̃ν ἐγὼ εἴτε ἐκει̃νοι οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε

12 εἰ δὲ Χριστòς κηρύσσεται ὅτι ἐκ νεκρω̃ν ἐγήγερται πω̃ς λέγουσιν ἐν ὑμι̃ν τινες ὅτι ἀνάστασις νεκρω̃ν οὐκ ἔστιν

13 εἰ δὲ ἀνάστασις νεκρω̃ν οὐκ ἔστιν οὐδὲ Χριστòς ἐγήγερται

14 εἰ δὲ Χριστòς οὐκ ἐγήγερται κενòν ἄρα καὶ τò κήρυγμα ἡμω̃ν κενὴ καὶ ἡ πίστις ὑμω̃ν

15 εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες του̃ θεου̃ ὅτι ἐμαρτυρήσαμεν κατὰ του̃ θεου̃ ὅτι ἤγειρεν τòν Χριστόν ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται

16 εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται οὐδὲ Χριστòς ἐγήγερται

17 εἰ δὲ Χριστòς οὐκ ἐγήγερται ματαία ἡ πίστις ὑμω̃ν ἔτι ἐστὲ ἐν ται̃ς ἁμαρτίαις ὑμω̃ν

18 ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστω̨̃ ἀπώλοντο

19 εἰ ἐν τη̨̃ ζωη̨̃ ταύτη̨ ἐν Χριστω̨̃ ἠλπικότες ἐσμὲν μόνον ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν

20 νυνὶ δὲ Χριστòς ἐγήγερται ἐκ νεκρω̃ν ἀπαρχὴ τω̃ν κεκοιμημένων

21 ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρω̃ν

22 ὥσπερ γὰρ ἐν τω̨̃ Αδὰμ πάντες ἀποθνή̨σκουσιν οὕτως καὶ ἐν τω̨̃ Χριστω̨̃ πάντες ζω̨οποιηθήσονται

23 ἕκαστος δὲ ἐν τω̨̃ ἰδίω̨ τάγματι ἀπαρχὴ Χριστός ἔπειτα οἱ του̃ Χριστου̃ ἐν τη̨̃ παρουσία̨ αὐτου̃

24 εἰ̃τα τò τέλος ὅταν παραδιδω̨̃ τὴν βασιλείαν τω̨̃ θεω̨̃ καὶ πατρί ὅταν καταργήση̨ πα̃σαν ἀρχὴν καὶ πα̃σαν ἐξουσίαν καὶ δύναμιν

25 δει̃ γὰρ αὐτòν βασιλεύειν ἄχρι οὑ̃ θη̨̃ πάντας τοὺς ἐχθροὺς ὑπò τοὺς πόδας αὐτου̃

26 ἔσχατος ἐχθρòς καταργει̃ται ὁ θάνατος

27 πάντα γὰρ ὑπέταξεν ὑπò τοὺς πόδας αὐτου̃ ὅταν δὲ εἴπη̨ ὅτι πάντα ὑποτέτακται δη̃λον ὅτι ἐκτòς του̃ ὑποτάξαντος αὐτω̨̃ τὰ πάντα

28 ὅταν δὲ ὑποταγη̨̃ αὐτω̨̃ τὰ πάντα τότε καὶ αὐτòς ὁ υἱòς ὑποταγήσεται τω̨̃ ὑποτάξαντι αὐτω̨̃ τὰ πάντα ἵνα ἠ̨̃ ὁ θεòς τὰ πάντα ἐν πα̃σιν

29 ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τω̃ν νεκρω̃ν εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται τί καὶ βαπτίζονται ὑπὲρ αὐτω̃ν

30 τί καὶ ἡμει̃ς κινδυνεύομεν πα̃σαν ὥραν

31 καθ' ἡμέραν ἀποθνή̨σκω νὴ τὴν ὑμετέραν καύχησιν ἀδελφοί ἣν ἔχω ἐν Χριστω̨̃ Ιησου̃ τω̨̃ κυρίω̨ ἡμω̃ν

32 εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Εφέσω̨ τί μοι τò ὄφελος εἰ νεκροὶ οὐκ ἐγείρονται φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀποθνή̨σκομεν

33 μὴ πλανα̃σθε φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί

34 ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε ἀγνωσίαν γὰρ θεου̃ τινες ἔχουσιν πρòς ἐντροπὴν ὑμι̃ν λαλω̃

35 ἀλλὰ ἐρει̃ τις πω̃ς ἐγείρονται οἱ νεκροί ποίω̨ δὲ σώματι ἔρχονται

36 ἄφρων σὺ ὃ σπείρεις οὐ ζω̨οποιει̃ται ἐὰν μὴ ἀποθάνη̨

37 καὶ ὃ σπείρεις οὐ τò σω̃μα τò γενησόμενον σπείρεις ἀλλὰ γυμνòν κόκκον εἰ τύχοι σίτου ἤ τινος τω̃ν λοιπω̃ν

38 ὁ δὲ θεòς δίδωσιν αὐτω̨̃ σω̃μα καθὼς ἠθέλησεν καὶ ἑκάστω̨ τω̃ν σπερμάτων ἴδιον σω̃μα

39 οὐ πα̃σα σὰρξ ἡ αὐτὴ σάρξ ἀλλὰ ἄλλη μὲν ἀνθρώπων ἄλλη δὲ σὰρξ κτηνω̃ν ἄλλη δὲ σὰρξ πτηνω̃ν ἄλλη δὲ ἰχθύων

40 καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια ἀλλὰ ἑτέρα μὲν ἡ τω̃ν ἐπουρανίων δόξα ἑτέρα δὲ ἡ τω̃ν ἐπιγείων

41 ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξη̨

42 οὕτως καὶ ἡ ἀνάστασις τω̃ν νεκρω̃ν σπείρεται ἐν φθορα̨̃ ἐγείρεται ἐν ἀφθαρσία̨

43 σπείρεται ἐν ἀτιμία̨ ἐγείρεται ἐν δόξη̨ σπείρεται ἐν ἀσθενεία̨ ἐγείρεται ἐν δυνάμει

44 σπείρεται σω̃μα ψυχικόν ἐγείρεται σω̃μα πνευματικόν εἰ ἔστιν σω̃μα ψυχικόν ἔστιν καὶ πνευματικόν

45 οὕτως καὶ γέγραπται ἐγένετο ὁ πρω̃τος ἄνθρωπος Αδὰμ εἰς ψυχὴν ζω̃σαν ὁ ἔσχατος Αδὰμ εἰς πνευ̃μα ζω̨οποιου̃ν

46 ἀλλ' οὐ πρω̃τον τò πνευματικòν ἀλλὰ τò ψυχικόν ἔπειτα τò πνευματικόν

47 ὁ πρω̃τος ἄνθρωπος ἐκ γη̃ς χοϊκός ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανου̃

48 οἱ̃ος ὁ χοϊκός τοιου̃τοι καὶ οἱ χοϊκοί καὶ οἱ̃ος ὁ ἐπουράνιος τοιου̃τοι καὶ οἱ ἐπουράνιοι

49 καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα του̃ χοϊκου̃ φορέσομεν καὶ τὴν εἰκόνα του̃ ἐπουρανίου

50 του̃το δέ φημι ἀδελφοί ὅτι σὰρξ καὶ αἱ̃μα βασιλείαν θεου̃ κληρονομη̃σαι οὐ δύναται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομει̃

51 ἰδοὺ μυστήριον ὑμι̃ν λέγω πάντες οὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα

52 ἐν ἀτόμω̨ ἐν ῥιπη̨̃ ὀφθαλμου̃ ἐν τη̨̃ ἐσχάτη̨ σάλπιγγι σαλπίσει γάρ καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι καὶ ἡμει̃ς ἀλλαγησόμεθα

53 δει̃ γὰρ τò φθαρτòν του̃το ἐνδύσασθαι ἀφθαρσίαν καὶ τò θνητòν του̃το ἐνδύσασθαι ἀθανασίαν

54 ὅταν δὲ τò φθαρτòν του̃το ἐνδύσηται ἀφθαρσίαν καὶ τò θνητòν του̃το ἐνδύσηται ἀθανασίαν τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος κατεπόθη ὁ θάνατος εἰς νι̃κος

55 που̃ σου θάνατε τò νι̃κος που̃ σου θάνατε τò κέντρον

56 τò δὲ κέντρον του̃ θανάτου ἡ ἁμαρτία ἡ δὲ δύναμις τη̃ς ἁμαρτίας ὁ νόμος

57 τω̨̃ δὲ θεω̨̃ χάρις τω̨̃ διδόντι ἡμι̃ν τò νι̃κος διὰ του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃

58 ὥστε ἀδελφοί μου ἀγαπητοί ἑδραι̃οι γίνεσθε ἀμετακίνητοι περισσεύοντες ἐν τω̨̃ ἔργω̨ του̃ κυρίου πάντοτε εἰδότες ὅτι ὁ κόπος ὑμω̃ν οὐκ ἔστιν κενòς ἐν κυρίω̨

 

Κεφάλαιον ΙΣΤ' (16)

1 περὶ δὲ τη̃ς λογείας τη̃ς εἰς τοὺς ἁγίους ὥσπερ διέταξα ται̃ς ἐκκλησίαις τη̃ς Γαλατίας οὕτως καὶ ὑμει̃ς ποιήσατε

2 κατὰ μίαν σαββάτου ἕκαστος ὑμω̃ν παρ' ἑαυτω̨̃ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδω̃ται ἵνα μὴ ὅταν ἔλθω τότε λογει̃αι γίνωνται

3 ὅταν δὲ παραγένωμαι οὓς ἐὰν δοκιμάσητε δι' ἐπιστολω̃ν τούτους πέμψω ἀπενεγκει̃ν τὴν χάριν ὑμω̃ν εἰς Ιερουσαλήμ

4 ἐὰν δὲ ἄξιον ἠ̨̃ του̃ κἀμὲ πορεύεσθαι σὺν ἐμοὶ πορεύσονται

5 ἐλεύσομαι δὲ πρòς ὑμα̃ς ὅταν Μακεδονίαν διέλθω Μακεδονίαν γὰρ διέρχομαι

6 πρòς ὑμα̃ς δὲ τυχòν παραμενω̃ ἢ καὶ παραχειμάσω ἵνα ὑμει̃ς με προπέμψητε οὑ̃ ἐὰν πορεύωμαι

7 οὐ θέλω γὰρ ὑμα̃ς ἄρτι ἐν παρόδω̨ ἰδει̃ν ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμει̃ναι πρòς ὑμα̃ς ἐὰν ὁ κύριος ἐπιτρέψη̨

8 ἐπιμενω̃ δὲ ἐν Εφέσω̨ ἕως τη̃ς πεντηκοστη̃ς

9 θύρα γάρ μοι ἀνέω̨γεν μεγάλη καὶ ἐνεργής καὶ ἀντικείμενοι πολλοί

10 ἐὰν δὲ ἔλθη̨ Τιμόθεος βλέπετε ἵνα ἀφόβως γένηται πρòς ὑμα̃ς τò γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ

11 μή τις οὐ̃ν αὐτòν ἐξουθενήση̨ προπέμψατε δὲ αὐτòν ἐν εἰρήνη̨ ἵνα ἔλθη̨ πρός με ἐκδέχομαι γὰρ αὐτòν μετὰ τω̃ν ἀδελφω̃ν

12 περὶ δὲ Απολλω̃ του̃ ἀδελφου̃ πολλὰ παρεκάλεσα αὐτòν ἵνα ἔλθη̨ πρòς ὑμα̃ς μετὰ τω̃ν ἀδελφω̃ν καὶ πάντως οὐκ ἠ̃ν θέλημα ἵνα νυ̃ν ἔλθη̨ ἐλεύσεται δὲ ὅταν εὐκαιρήση̨

13 γρηγορει̃τε στήκετε ἐν τη̨̃ πίστει ἀνδρίζεσθε κραταιου̃σθε

14 πάντα ὑμω̃ν ἐν ἀγάπη̨ γινέσθω

15 παρακαλω̃ δὲ ὑμα̃ς ἀδελφοί οἴδατε τὴν οἰκίαν Στεφανα̃ ὅτι ἐστὶν ἀπαρχὴ τη̃ς Αχαΐας καὶ εἰς διακονίαν τοι̃ς ἁγίοις ἔταξαν ἑαυτούς

16 ἵνα καὶ ὑμει̃ς ὑποτάσσησθε τοι̃ς τοιούτοις καὶ παντὶ τω̨̃ συνεργου̃ντι καὶ κοπιω̃ντι

17 χαίρω δὲ ἐπὶ τη̨̃ παρουσία̨ Στεφανα̃ καὶ Φορτουνάτου καὶ Αχαϊκου̃ ὅτι τò ὑμέτερον ὑστέρημα οὑ̃τοι ἀνεπλήρωσαν

18 ἀνέπαυσαν γὰρ τò ἐμòν πνευ̃μα καὶ τò ὑμω̃ν ἐπιγινώσκετε οὐ̃ν τοὺς τοιούτους

19 ἀσπάζονται ὑμα̃ς αἱ ἐκκλησίαι τη̃ς Ασίας ἀσπάζεται ὑμα̃ς ἐν κυρίω̨ πολλὰ Ακύλας καὶ Πρίσκα σὺν τη̨̃ κατ' οἰ̃κον αὐτω̃ν ἐκκλησία̨

20 ἀσπάζονται ὑμα̃ς οἱ ἀδελφοὶ πάντες ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίω̨

21 ὁ ἀσπασμòς τη̨̃ ἐμη̨̃ χειρὶ Παύλου

22 εἴ τις οὐ φιλει̃ τòν κύριον ἤτω ἀνάθεμα μαραϜ άθα̃

23 ἡ χάρις του̃ κυρίου Ιησου̃ μεθ' ὑμω̃ν

24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμω̃ν ἐν Χριστω̨̃ Ιησου̃