Πρòς Κορινθίους ἐπιστολὴ ἀποστόλου Παυ̃λου Β

Κεφάλαιον Α' (1)

1 Παυ̃λος ἀπόστολος Χριστου̃ Ιησου̃ διὰ θελήματος θεου̃ καὶ Τιμόθεος ὁ ἀδελφός τη̨̃ ἐκκλησία̨ του̃ θεου̃ τη̨̃ οὔση̨ ἐν Κορίνθω̨ σὺν τοι̃ς ἁγίοις πα̃σιν τοι̃ς οὐ̃σιν ἐν ὅλη̨ τη̨̃ Αχαΐα̨

2 χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν καὶ κυρίου Ιησου̃ Χριστου̃

3 εὐλογητòς ὁ θεòς καὶ πατὴρ του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃ ὁ πατὴρ τω̃ν οἰκτιρμω̃ν καὶ θεòς πάσης παρακλήσεως

4 ὁ παρακαλω̃ν ἡμα̃ς ἐπὶ πάση̨ τη̨̃ θλίψει ἡμω̃ν εἰς τò δύνασθαι ἡμα̃ς παρακαλει̃ν τοὺς ἐν πάση̨ θλίψει διὰ τη̃ς παρακλήσεως ἡ̃ς παρακαλούμεθα αὐτοὶ ὑπò του̃ θεου̃

5 ὅτι καθὼς περισσεύει τὰ παθήματα του̃ Χριστου̃ εἰς ἡμα̃ς οὕτως διὰ του̃ Χριστου̃ περισσεύει καὶ ἡ παράκλησις ἡμω̃ν

6 εἴτε δὲ θλιβόμεθα ὑπὲρ τη̃ς ὑμω̃ν παρακλήσεως καὶ σωτηρίας εἴτε παρακαλούμεθα ὑπὲρ τη̃ς ὑμω̃ν παρακλήσεως τη̃ς ἐνεργουμένης ἐν ὑπομονη̨̃ τω̃ν αὐτω̃ν παθημάτων ὡ̃ν καὶ ἡμει̃ς πάσχομεν

7 καὶ ἡ ἐλπὶς ἡμω̃ν βεβαία ὑπὲρ ὑμω̃ν εἰδότες ὅτι ὡς κοινωνοί ἐστε τω̃ν παθημάτων οὕτως καὶ τη̃ς παρακλήσεως

8 οὐ γὰρ θέλομεν ὑμα̃ς ἀγνοει̃ν ἀδελφοί ὑπὲρ τη̃ς θλίψεως ἡμω̃ν τη̃ς γενομένης ἐν τη̨̃ Ασία̨ ὅτι καθ' ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν ὥστε ἐξαπορηθη̃ναι ἡμα̃ς καὶ του̃ ζη̃ν

9 ἀλλὰ αὐτοὶ ἐν ἑαυτοι̃ς τò ἀπόκριμα του̃ θανάτου ἐσχήκαμεν ἵνα μὴ πεποιθότες ὠ̃μεν ἐφ' ἑαυτοι̃ς ἀλλ' ἐπὶ τω̨̃ θεω̨̃ τω̨̃ ἐγείροντι τοὺς νεκρούς

10 ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμα̃ς καὶ ῥύσεται εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται

11 συνυπουργούντων καὶ ὑμω̃ν ὑπὲρ ἡμω̃ν τη̨̃ δεήσει ἵνα ἐκ πολλω̃ν προσώπων τò εἰς ἡμα̃ς χάρισμα διὰ πολλω̃ν εὐχαριστηθη̨̃ ὑπὲρ ἡμω̃ν

12 ἡ γὰρ καύχησις ἡμω̃ν αὕτη ἐστίν τò μαρτύριον τη̃ς συνειδήσεως ἡμω̃ν ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινεία̨ του̃ θεου̃ καὶ οὐκ ἐν σοφία̨ σαρκικη̨̃ ἀλλ' ἐν χάριτι θεου̃ ἀνεστράφημεν ἐν τω̨̃ κόσμω̨ περισσοτέρως δὲ πρòς ὑμα̃ς

13 οὐ γὰρ ἄλλα γράφομεν ὑμι̃ν ἀλλ' ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε ἐλπίζω δὲ ὅτι ἕως τέλους ἐπιγνώσεσθε

14 καθὼς καὶ ἐπέγνωτε ἡμα̃ς ἀπò μέρους ὅτι καύχημα ὑμω̃ν ἐσμεν καθάπερ καὶ ὑμει̃ς ἡμω̃ν ἐν τη̨̃ ἡμέρα̨ του̃ κυρίου ἡμω̃ν Ιησου̃

15 καὶ ταύτη̨ τη̨̃ πεποιθήσει ἐβουλόμην πρότερον πρòς ὑμα̃ς ἐλθει̃ν ἵνα δευτέραν χάριν σχη̃τε

16 καὶ δι' ὑμω̃ν διελθει̃ν εἰς Μακεδονίαν καὶ πάλιν ἀπò Μακεδονίας ἐλθει̃ν πρòς ὑμα̃ς καὶ ὑφ' ὑμω̃ν προπεμφθη̃ναι εἰς τὴν Ιουδαίαν

17 του̃το οὐ̃ν βουλόμενος μήτι ἄρα τη̨̃ ἐλαφρία̨ ἐχρησάμην ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι ἵνα ἠ̨̃ παρ' ἐμοὶ τò ναὶ ναὶ καὶ τò οὒ οὔ

18 πιστòς δὲ ὁ θεòς ὅτι ὁ λόγος ἡμω̃ν ὁ πρòς ὑμα̃ς οὐκ ἔστιν ναὶ καὶ οὔ

19 ὁ του̃ θεου̃ γὰρ υἱòς Ιησου̃ς Χριστòς ὁ ἐν ὑμι̃ν δι' ἡμω̃ν κηρυχθείς δι' ἐμου̃ καὶ Σιλουανου̃ καὶ Τιμοθέου οὐκ ἐγένετο ναὶ καὶ οὔ ἀλλὰ ναὶ ἐν αὐτω̨̃ γέγονεν

20 ὅσαι γὰρ ἐπαγγελίαι θεου̃ ἐν αὐτω̨̃ τò ναί διò καὶ δι' αὐτου̃ τò ἀμὴν τω̨̃ θεω̨̃ πρòς δόξαν δι' ἡμω̃ν

21 ὁ δὲ βεβαιω̃ν ἡμα̃ς σὺν ὑμι̃ν εἰς Χριστòν καὶ χρίσας ἡμα̃ς θεός

22 ὁ καὶ σφραγισάμενος ἡμα̃ς καὶ δοὺς τòν ἀρραβω̃να του̃ πνεύματος ἐν ται̃ς καρδίαις ἡμω̃ν

23 ἐγὼ δὲ μάρτυρα τòν θεòν ἐπικαλου̃μαι ἐπὶ τὴν ἐμὴν ψυχήν ὅτι φειδόμενος ὑμω̃ν οὐκέτι ἠ̃λθον εἰς Κόρινθον

24 οὐχ ὅτι κυριεύομεν ὑμω̃ν τη̃ς πίστεως ἀλλὰ συνεργοί ἐσμεν τη̃ς χαρα̃ς ὑμω̃ν τη̨̃ γὰρ πίστει ἑστήκατε

 

Κεφάλαιον Β' (2)

1 ἔκρινα γὰρ ἐμαυτω̨̃ του̃το τò μὴ πάλιν ἐν λύπη̨ πρòς ὑμα̃ς ἐλθει̃ν

2 εἰ γὰρ ἐγὼ λυπω̃ ὑμα̃ς καὶ τίς ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμου̃

3 καὶ ἔγραψα του̃το αὐτò ἵνα μὴ ἐλθὼν λύπην σχω̃ ἀφ' ὡ̃ν ἔδει με χαίρειν πεποιθὼς ἐπὶ πάντας ὑμα̃ς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμω̃ν ἐστιν

4 ἐκ γὰρ πολλη̃ς θλίψεως καὶ συνοχη̃ς καρδίας ἔγραψα ὑμι̃ν διὰ πολλω̃ν δακρύων οὐχ ἵνα λυπηθη̃τε ἀλλὰ τὴν ἀγάπην ἵνα γνω̃τε ἣν ἔχω περισσοτέρως εἰς ὑμα̃ς

5 εἰ δέ τις λελύπηκεν οὐκ ἐμὲ λελύπηκεν ἀλλὰ ἀπò μέρους ἵνα μὴ ἐπιβαρω̃ πάντας ὑμα̃ς

6 ἱκανòν τω̨̃ τοιούτω̨ ἡ ἐπιτιμία αὕτη ἡ ὑπò τω̃ν πλειόνων

7 ὥστε τοὐναντίον μα̃λλον ὑμα̃ς χαρίσασθαι καὶ παρακαλέσαι μή πως τη̨̃ περισσοτέρα̨ λύπη̨ καταποθη̨̃ ὁ τοιου̃τος

8 διò παρακαλω̃ ὑμα̃ς κυρω̃σαι εἰς αὐτòν ἀγάπην

9 εἰς του̃το γὰρ καὶ ἔγραψα ἵνα γνω̃ τὴν δοκιμὴν ὑμω̃ν εἰ εἰς πάντα ὑπήκοοί ἐστε

10 ὡ̨̃ δέ τι χαρίζεσθε κἀγώ καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι εἴ τι κεχάρισμαι δι' ὑμα̃ς ἐν προσώπω̨ Χριστου̃

11 ἵνα μὴ πλεονεκτηθω̃μεν ὑπò του̃ Σατανα̃ οὐ γὰρ αὐτου̃ τὰ νοήματα ἀγνοου̃μεν

12 ἐλθὼν δὲ εἰς τὴν Τρω̨άδα εἰς τò εὐαγγέλιον του̃ Χριστου̃ καὶ θύρας μοι ἀνεω̨γμένης ἐν κυρίω̨

13 οὐκ ἔσχηκα ἄνεσιν τω̨̃ πνεύματί μου τω̨̃ μὴ εὑρει̃ν με Τίτον τòν ἀδελφόν μου ἀλλὰ ἀποταξάμενος αὐτοι̃ς ἐξη̃λθον εἰς Μακεδονίαν

14 τω̨̃ δὲ θεω̨̃ χάρις τω̨̃ πάντοτε θριαμβεύοντι ἡμα̃ς ἐν τω̨̃ Χριστω̨̃ καὶ τὴν ὀσμὴν τη̃ς γνώσεως αὐτου̃ φανερου̃ντι δι' ἡμω̃ν ἐν παντὶ τόπω̨

15 ὅτι Χριστου̃ εὐωδία ἐσμὲν τω̨̃ θεω̨̃ ἐν τοι̃ς σω̨ζομένοις καὶ ἐν τοι̃ς ἀπολλυμένοις

16 οἱ̃ς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον οἱ̃ς δὲ ὀσμὴ ἐκ ζωη̃ς εἰς ζωήν καὶ πρòς ταυ̃τα τίς ἱκανός

17 οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τòν λόγον του̃ θεου̃ ἀλλ' ὡς ἐξ εἰλικρινείας ἀλλ' ὡς ἐκ θεου̃ κατέναντι θεου̃ ἐν Χριστω̨̃ λαλου̃μεν

 

Κεφάλαιον Γ' (3)

1 ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν ἢ μὴ χρή̨ζομεν ὥς τινες συστατικω̃ν ἐπιστολω̃ν πρòς ὑμα̃ς ἢ ἐξ ὑμω̃ν

2 ἡ ἐπιστολὴ ἡμω̃ν ὑμει̃ς ἐστε ἐγγεγραμμένη ἐν ται̃ς καρδίαις ἡμω̃ν γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπò πάντων ἀνθρώπων

3 φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστου̃ διακονηθει̃σα ὑφ' ἡμω̃ν ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεου̃ ζω̃ντος οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ' ἐν πλαξὶν καρδίαις σαρκίναις

4 πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ του̃ Χριστου̃ πρòς τòν θεόν

5 οὐχ ὅτι ἀφ' ἑαυτω̃ν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτω̃ν ἀλλ' ἡ ἱκανότης ἡμω̃ν ἐκ του̃ θεου̃

6 ὃς καὶ ἱκάνωσεν ἡμα̃ς διακόνους καινη̃ς διαθήκης οὐ γράμματος ἀλλὰ πνεύματος τò γὰρ γράμμα ἀποκτέννει τò δὲ πνευ̃μα ζω̨οποιει̃

7 εἰ δὲ ἡ διακονία του̃ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξη̨ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ισραὴλ εἰς τò πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν του̃ προσώπου αὐτου̃ τὴν καταργουμένην

8 πω̃ς οὐχὶ μα̃λλον ἡ διακονία του̃ πνεύματος ἔσται ἐν δόξη̨

9 εἰ γὰρ τη̨̃ διακονία̨ τη̃ς κατακρίσεως δόξα πολλω̨̃ μα̃λλον περισσεύει ἡ διακονία τη̃ς δικαιοσύνης δόξη̨

10 καὶ γὰρ οὐ δεδόξασται τò δεδοξασμένον ἐν τούτω̨ τω̨̃ μέρει εἵνεκεν τη̃ς ὑπερβαλλούσης δόξης

11 εἰ γὰρ τò καταργούμενον διὰ δόξης πολλω̨̃ μα̃λλον τò μένον ἐν δόξη̨

12 ἔχοντες οὐ̃ν τοιαύτην ἐλπίδα πολλη̨̃ παρρησία̨ χρώμεθα

13 καὶ οὐ καθάπερ Μωϋση̃ς ἐτίθει κάλυμμα ἐπὶ τò πρόσωπον αὐτου̃ πρòς τò μὴ ἀτενίσαι τοὺς υἱοὺς Ισραὴλ εἰς τò τέλος του̃ καταργουμένου

14 ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτω̃ν ἄχρι γὰρ τη̃ς σήμερον ἡμέρας τò αὐτò κάλυμμα ἐπὶ τη̨̃ ἀναγνώσει τη̃ς παλαια̃ς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστω̨̃ καταργει̃ται

15 ἀλλ' ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωϋση̃ς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτω̃ν κει̃ται

16 ἡνίκα δὲ ἐὰν ἐπιστρέψη̨ πρòς κύριον περιαιρει̃ται τò κάλυμμα

17 ὁ δὲ κύριος τò πνευ̃μά ἐστιν οὑ̃ δὲ τò πνευ̃μα κυρίου ἐλευθερία

18 ἡμει̃ς δὲ πάντες ἀνακεκαλυμμένω̨ προσώπω̨ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπò δόξης εἰς δόξαν καθάπερ ἀπò κυρίου πνεύματος

 

Κεφάλαιον Δ' (4)

1 διὰ του̃το ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν οὐκ ἐγκακου̃μεν

2 ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τη̃ς αἰσχύνης μὴ περιπατου̃ντες ἐν πανουργία̨ μηδὲ δολου̃ντες τòν λόγον του̃ θεου̃ ἀλλὰ τη̨̃ φανερώσει τη̃ς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρòς πα̃σαν συνείδησιν ἀνθρώπων ἐνώπιον του̃ θεου̃

3 εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τò εὐαγγέλιον ἡμω̃ν ἐν τοι̃ς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον

4 ἐν οἱ̃ς ὁ θεòς του̃ αἰω̃νος τούτου ἐτύφλωσεν τὰ νοήματα τω̃ν ἀπίστων εἰς τò μὴ αὐγάσαι τòν φωτισμòν του̃ εὐαγγελίου τη̃ς δόξης του̃ Χριστου̃ ὅς ἐστιν εἰκὼν του̃ θεου̃

5 οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ Ιησου̃ν Χριστòν κύριον ἑαυτοὺς δὲ δούλους ὑμω̃ν διὰ Ιησου̃ν

6 ὅτι ὁ θεòς ὁ εἰπών ἐκ σκότους φω̃ς λάμψει ὃς ἔλαμψεν ἐν ται̃ς καρδίαις ἡμω̃ν πρòς φωτισμòν τη̃ς γνώσεως τη̃ς δόξης του̃ θεου̃ ἐν προσώπω̨ Ιησου̃ Χριστου̃

7 ἔχομεν δὲ τòν θησαυρòν του̃τον ἐν ὀστρακίνοις σκεύεσιν ἵνα ἡ ὑπερβολὴ τη̃ς δυνάμεως ἠ̨̃ του̃ θεου̃ καὶ μὴ ἐξ ἡμω̃ν

8 ἐν παντὶ θλιβόμενοι ἀλλ' οὐ στενοχωρούμενοι ἀπορούμενοι ἀλλ' οὐκ ἐξαπορούμενοι

9 διωκόμενοι ἀλλ' οὐκ ἐγκαταλειπόμενοι καταβαλλόμενοι ἀλλ' οὐκ ἀπολλύμενοι

10 πάντοτε τὴν νέκρωσιν του̃ Ιησου̃ ἐν τω̨̃ σώματι περιφέροντες ἵνα καὶ ἡ ζωὴ του̃ Ιησου̃ ἐν τω̨̃ σώματι ἡμω̃ν φανερωθη̨̃

11 ἀεὶ γὰρ ἡμει̃ς οἱ ζω̃ντες εἰς θάνατον παραδιδόμεθα διὰ Ιησου̃ν ἵνα καὶ ἡ ζωὴ του̃ Ιησου̃ φανερωθη̨̃ ἐν τη̨̃ θνητη̨̃ σαρκὶ ἡμω̃ν

12 ὥστε ὁ θάνατος ἐν ἡμι̃ν ἐνεργει̃ται ἡ δὲ ζωὴ ἐν ὑμι̃ν

13 ἔχοντες δὲ τò αὐτò πνευ̃μα τη̃ς πίστεως κατὰ τò γεγραμμένον ἐπίστευσα διò ἐλάλησα καὶ ἡμει̃ς πιστεύομεν διò καὶ λαλου̃μεν

14 εἰδότες ὅτι ὁ ἐγείρας τòν κύριον Ιησου̃ν καὶ ἡμα̃ς σὺν Ιησου̃ ἐγερει̃ καὶ παραστήσει σὺν ὑμι̃ν

15 τὰ γὰρ πάντα δι' ὑμα̃ς ἵνα ἡ χάρις πλεονάσασα διὰ τω̃ν πλειόνων τὴν εὐχαριστίαν περισσεύση̨ εἰς τὴν δόξαν του̃ θεου̃

16 διò οὐκ ἐγκακου̃μεν ἀλλ' εἰ καὶ ὁ ἔξω ἡμω̃ν ἄνθρωπος διαφθείρεται ἀλλ' ὁ ἔσω ἡμω̃ν ἀνακαινου̃ται ἡμέρα̨ καὶ ἡμέρα̨

17 τò γὰρ παραυτίκα ἐλαφρòν τη̃ς θλίψεως ἡμω̃ν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμι̃ν

18 μὴ σκοπούντων ἡμω̃ν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα τὰ γὰρ βλεπόμενα πρόσκαιρα τὰ δὲ μὴ βλεπόμενα αἰώνια

 

Κεφάλαιον Ε' (5)

1 οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμω̃ν οἰκία του̃ σκήνους καταλυθη̨̃ οἰκοδομὴν ἐκ θεου̃ ἔχομεν οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοι̃ς οὐρανοι̃ς

2 καὶ γὰρ ἐν τούτω̨ στενάζομεν τò οἰκητήριον ἡμω̃ν τò ἐξ οὐρανου̃ ἐπενδύσασθαι ἐπιποθου̃ντες

3 εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα

4 καὶ γὰρ οἱ ὄντες ἐν τω̨̃ σκήνει στενάζομεν βαρούμενοι ἐφ' ὡ̨̃ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ' ἐπενδύσασθαι ἵνα καταποθη̨̃ τò θνητòν ὑπò τη̃ς ζωη̃ς

5 ὁ δὲ κατεργασάμενος ἡμα̃ς εἰς αὐτò του̃το θεός ὁ δοὺς ἡμι̃ν τòν ἀρραβω̃να του̃ πνεύματος

6 θαρρου̃ντες οὐ̃ν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημου̃ντες ἐν τω̨̃ σώματι ἐκδημου̃μεν ἀπò του̃ κυρίου

7 διὰ πίστεως γὰρ περιπατου̃μεν οὐ διὰ εἴδους

8 θαρρου̃μεν δὲ καὶ εὐδοκου̃μεν μα̃λλον ἐκδημη̃σαι ἐκ του̃ σώματος καὶ ἐνδημη̃σαι πρòς τòν κύριον

9 διò καὶ φιλοτιμούμεθα εἴτε ἐνδημου̃ντες εἴτε ἐκδημου̃ντες εὐάρεστοι αὐτω̨̃ εἰ̃ναι

10 τοὺς γὰρ πάντας ἡμα̃ς φανερωθη̃ναι δει̃ ἔμπροσθεν του̃ βήματος του̃ Χριστου̃ ἵνα κομίσηται ἕκαστος τὰ διὰ του̃ σώματος πρòς ἃ ἔπραξεν εἴτε ἀγαθòν εἴτε φαυ̃λον

11 εἰδότες οὐ̃ν τòν φόβον του̃ κυρίου ἀνθρώπους πείθομεν θεω̨̃ δὲ πεφανερώμεθα ἐλπίζω δὲ καὶ ἐν ται̃ς συνειδήσεσιν ὑμω̃ν πεφανερω̃σθαι

12 οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμι̃ν ἀλλὰ ἀφορμὴν διδόντες ὑμι̃ν καυχήματος ὑπὲρ ἡμω̃ν ἵνα ἔχητε πρòς τοὺς ἐν προσώπω̨ καυχωμένους καὶ μὴ ἐν καρδία̨

13 εἴτε γὰρ ἐξέστημεν θεω̨̃ εἴτε σωφρονου̃μεν ὑμι̃ν

14 ἡ γὰρ ἀγάπη του̃ Χριστου̃ συνέχει ἡμα̃ς κρίναντας του̃το ὅτι εἱ̃ς ὑπὲρ πάντων ἀπέθανεν ἄρα οἱ πάντες ἀπέθανον

15 καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζω̃ντες μηκέτι ἑαυτοι̃ς ζω̃σιν ἀλλὰ τω̨̃ ὑπὲρ αὐτω̃ν ἀποθανόντι καὶ ἐγερθέντι

16 ὥστε ἡμει̃ς ἀπò του̃ νυ̃ν οὐδένα οἴδαμεν κατὰ σάρκα εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν ἀλλὰ νυ̃ν οὐκέτι γινώσκομεν

17 ὥστε εἴ τις ἐν Χριστω̨̃ καινὴ κτίσις τὰ ἀρχαι̃α παρη̃λθεν ἰδοὺ γέγονεν καινά

18 τὰ δὲ πάντα ἐκ του̃ θεου̃ του̃ καταλλάξαντος ἡμα̃ς ἑαυτω̨̃ διὰ Χριστου̃ καὶ δόντος ἡμι̃ν τὴν διακονίαν τη̃ς καταλλαγη̃ς

19 ὡς ὅτι θεòς ἠ̃ν ἐν Χριστω̨̃ κόσμον καταλλάσσων ἑαυτω̨̃ μὴ λογιζόμενος αὐτοι̃ς τὰ παραπτώματα αὐτω̃ν καὶ θέμενος ἐν ἡμι̃ν τòν λόγον τη̃ς καταλλαγη̃ς

20 ὑπὲρ Χριστου̃ οὐ̃ν πρεσβεύομεν ὡς του̃ θεου̃ παρακαλου̃ντος δι' ἡμω̃ν δεόμεθα ὑπὲρ Χριστου̃ καταλλάγητε τω̨̃ θεω̨̃

21 τòν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμω̃ν ἁμαρτίαν ἐποίησεν ἵνα ἡμει̃ς γενώμεθα δικαιοσύνη θεου̃ ἐν αὐτω̨̃

 

Κεφάλαιον ΣΤ' (6)

1 συνεργου̃ντες δὲ καὶ παρακαλου̃μεν μὴ εἰς κενòν τὴν χάριν του̃ θεου̃ δέξασθαι ὑμα̃ς

2 λέγει γάρ καιρω̨̃ δεκτω̨̃ ἐπήκουσά σου καὶ ἐν ἡμέρα̨ σωτηρίας ἐβοήθησά σοι ἰδοὺ νυ̃ν καιρòς εὐπρόσδεκτος ἰδοὺ νυ̃ν ἡμέρα σωτηρίας

3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν ἵνα μὴ μωμηθη̨̃ ἡ διακονία

4 ἀλλ' ἐν παντὶ συνίσταντες ἑαυτοὺς ὡς θεου̃ διάκονοι ἐν ὑπομονη̨̃ πολλη̨̃ ἐν θλίψεσιν ἐν ἀνάγκαις ἐν στενοχωρίαις

5 ἐν πληγαι̃ς ἐν φυλακαι̃ς ἐν ἀκαταστασίαις ἐν κόποις ἐν ἀγρυπνίαις ἐν νηστείαις

6 ἐν ἁγνότητι ἐν γνώσει ἐν μακροθυμία̨ ἐν χρηστότητι ἐν πνεύματι ἁγίω̨ ἐν ἀγάπη̨ ἀνυποκρίτω̨

7 ἐν λόγω̨ ἀληθείας ἐν δυνάμει θεου̃ διὰ τω̃ν ὅπλων τη̃ς δικαιοσύνης τω̃ν δεξιω̃ν καὶ ἀριστερω̃ν

8 διὰ δόξης καὶ ἀτιμίας διὰ δυσφημίας καὶ εὐφημίας ὡς πλάνοι καὶ ἀληθει̃ς

9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι ὡς ἀποθνή̨σκοντες καὶ ἰδοὺ ζω̃μεν ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι

10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες

11 τò στόμα ἡμω̃ν ἀνέω̨γεν πρòς ὑμα̃ς Κορίνθιοι ἡ καρδία ἡμω̃ν πεπλάτυνται

12 οὐ στενοχωρει̃σθε ἐν ἡμι̃ν στενοχωρει̃σθε δὲ ἐν τοι̃ς σπλάγχνοις ὑμω̃ν

13 τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω πλατύνθητε καὶ ὑμει̃ς

14 μὴ γίνεσθε ἑτεροζυγου̃ντες ἀπίστοις τίς γὰρ μετοχὴ δικαιοσύνη̨ καὶ ἀνομία̨ ἢ τίς κοινωνία φωτὶ πρòς σκότος

15 τίς δὲ συμφώνησις Χριστου̃ πρòς Βελιάρ ἢ τίς μερὶς πιστω̨̃ μετὰ ἀπίστου

16 τίς δὲ συγκατάθεσις ναω̨̃ θεου̃ μετὰ εἰδώλων ἡμει̃ς γὰρ ναòς θεου̃ ἐσμεν ζω̃ντος καθὼς εἰ̃πεν ὁ θεòς ὅτι ἐνοικήσω ἐν αὐτοι̃ς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτω̃ν θεός καὶ αὐτοὶ ἔσονταί μου λαός

17 διò ἐξέλθατε ἐκ μέσου αὐτω̃ν καὶ ἀφορίσθητε λέγει κύριος καὶ ἀκαθάρτου μὴ ἅπτεσθε κἀγὼ εἰσδέξομαι ὑμα̃ς

18 καὶ ἔσομαι ὑμι̃ν εἰς πατέρα καὶ ὑμει̃ς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας λέγει κύριος παντοκράτωρ

 

Κεφάλαιον Ζ' (7)

1 ταύτας οὐ̃ν ἔχοντες τὰς ἐπαγγελίας ἀγαπητοί καθαρίσωμεν ἑαυτοὺς ἀπò παντòς μολυσμου̃ σαρκòς καὶ πνεύματος ἐπιτελου̃ντες ἁγιωσύνην ἐν φόβω̨ θεου̃

2 χωρήσατε ἡμα̃ς οὐδένα ἠδικήσαμεν οὐδένα ἐφθείραμεν οὐδένα ἐπλεονεκτήσαμεν

3 πρòς κατάκρισιν οὐ λέγω προείρηκα γὰρ ὅτι ἐν ται̃ς καρδίαις ἡμω̃ν ἐστε εἰς τò συναποθανει̃ν καὶ συζη̃ν

4 πολλή μοι παρρησία πρòς ὑμα̃ς πολλή μοι καύχησις ὑπὲρ ὑμω̃ν πεπλήρωμαι τη̨̃ παρακλήσει ὑπερπερισσεύομαι τη̨̃ χαρα̨̃ ἐπὶ πάση̨ τη̨̃ θλίψει ἡμω̃ν

5 καὶ γὰρ ἐλθόντων ἡμω̃ν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμω̃ν ἀλλ' ἐν παντὶ θλιβόμενοι ἔξωθεν μάχαι ἔσωθεν φόβοι

6 ἀλλ' ὁ παρακαλω̃ν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμα̃ς ὁ θεòς ἐν τη̨̃ παρουσία̨ Τίτου

7 οὐ μόνον δὲ ἐν τη̨̃ παρουσία̨ αὐτου̃ ἀλλὰ καὶ ἐν τη̨̃ παρακλήσει ἡ̨̃ παρεκλήθη ἐφ' ὑμι̃ν ἀναγγέλλων ἡμι̃ν τὴν ὑμω̃ν ἐπιπόθησιν τòν ὑμω̃ν ὀδυρμόν τòν ὑμω̃ν ζη̃λον ὑπὲρ ἐμου̃ ὥστε με μα̃λλον χαρη̃ναι

8 ὅτι εἰ καὶ ἐλύπησα ὑμα̃ς ἐν τη̨̃ ἐπιστολη̨̃ οὐ μεταμέλομαι εἰ καὶ μετεμελόμην βλέπω γὰρ ὅτι ἡ ἐπιστολὴ ἐκείνη εἰ καὶ πρòς ὥραν ἐλύπησεν ὑμα̃ς

9 νυ̃ν χαίρω οὐχ ὅτι ἐλυπήθητε ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν ἐλυπήθητε γὰρ κατὰ θεόν ἵνα ἐν μηδενὶ ζημιωθη̃τε ἐξ ἡμω̃ν

10 ἡ γὰρ κατὰ θεòν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται ἡ δὲ του̃ κόσμου λύπη θάνατον κατεργάζεται

11 ἰδοὺ γὰρ αὐτò του̃το τò κατὰ θεòν λυπηθη̃ναι πόσην κατειργάσατο ὑμι̃ν σπουδήν ἀλλὰ ἀπολογίαν ἀλλὰ ἀγανάκτησιν ἀλλὰ φόβον ἀλλὰ ἐπιπόθησιν ἀλλὰ ζη̃λον ἀλλὰ ἐκδίκησιν ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἰ̃ναι τω̨̃ πράγματι

12 ἄρα εἰ καὶ ἔγραψα ὑμι̃ν οὐχ ἕνεκεν του̃ ἀδικήσαντος οὐδὲ ἕνεκεν του̃ ἀδικηθέντος ἀλλ' ἕνεκεν του̃ φανερωθη̃ναι τὴν σπουδὴν ὑμω̃ν τὴν ὑπὲρ ἡμω̃ν πρòς ὑμα̃ς ἐνώπιον του̃ θεου̃

13 διὰ του̃το παρακεκλήμεθα ἐπὶ δὲ τη̨̃ παρακλήσει ἡμω̃ν περισσοτέρως μα̃λλον ἐχάρημεν ἐπὶ τη̨̃ χαρα̨̃ Τίτου ὅτι ἀναπέπαυται τò πνευ̃μα αὐτου̃ ἀπò πάντων ὑμω̃ν

14 ὅτι εἴ τι αὐτω̨̃ ὑπὲρ ὑμω̃ν κεκαύχημαι οὐ κατη̨σχύνθην ἀλλ' ὡς πάντα ἐν ἀληθεία̨ ἐλαλήσαμεν ὑμι̃ν οὕτως καὶ ἡ καύχησις ἡμω̃ν ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη

15 καὶ τὰ σπλάγχνα αὐτου̃ περισσοτέρως εἰς ὑμα̃ς ἐστιν ἀναμιμνη̨σκομένου τὴν πάντων ὑμω̃ν ὑπακοήν ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν

16 χαίρω ὅτι ἐν παντὶ θαρρω̃ ἐν ὑμι̃ν

 

Κεφάλαιον Η' (8)

1 γνωρίζομεν δὲ ὑμι̃ν ἀδελφοί τὴν χάριν του̃ θεου̃ τὴν δεδομένην ἐν ται̃ς ἐκκλησίαις τη̃ς Μακεδονίας

2 ὅτι ἐν πολλη̨̃ δοκιμη̨̃ θλίψεως ἡ περισσεία τη̃ς χαρα̃ς αὐτω̃ν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτω̃ν ἐπερίσσευσεν εἰς τò πλου̃τος τη̃ς ἁπλότητος αὐτω̃ν

3 ὅτι κατὰ δύναμιν μαρτυρω̃ καὶ παρὰ δύναμιν αὐθαίρετοι

4 μετὰ πολλη̃ς παρακλήσεως δεόμενοι ἡμω̃ν τὴν χάριν καὶ τὴν κοινωνίαν τη̃ς διακονίας τη̃ς εἰς τοὺς ἁγίους

5 καὶ οὐ καθὼς ἠλπίσαμεν ἀλλ' ἑαυτοὺς ἔδωκαν πρω̃τον τω̨̃ κυρίω̨ καὶ ἡμι̃ν διὰ θελήματος θεου̃

6 εἰς τò παρακαλέσαι ἡμα̃ς Τίτον ἵνα καθὼς προενήρξατο οὕτως καὶ ἐπιτελέση̨ εἰς ὑμα̃ς καὶ τὴν χάριν ταύτην

7 ἀλλ' ὥσπερ ἐν παντὶ περισσεύετε πίστει καὶ λόγω̨ καὶ γνώσει καὶ πάση̨ σπουδη̨̃ καὶ τη̨̃ ἐξ ἡμω̃ν ἐν ὑμι̃ν ἀγάπη̨ ἵνα καὶ ἐν ταύτη̨ τη̨̃ χάριτι περισσεύητε

8 οὐ κατ' ἐπιταγὴν λέγω ἀλλὰ διὰ τη̃ς ἑτέρων σπουδη̃ς καὶ τò τη̃ς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων

9 γινώσκετε γὰρ τὴν χάριν του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃ ὅτι δι' ὑμα̃ς ἐπτώχευσεν πλούσιος ὤν ἵνα ὑμει̃ς τη̨̃ ἐκείνου πτωχεία̨ πλουτήσητε

10 καὶ γνώμην ἐν τούτω̨ δίδωμι του̃το γὰρ ὑμι̃ν συμφέρει οἵτινες οὐ μόνον τò ποιη̃σαι ἀλλὰ καὶ τò θέλειν προενήρξασθε ἀπò πέρυσι

11 νυνὶ δὲ καὶ τò ποιη̃σαι ἐπιτελέσατε ὅπως καθάπερ ἡ προθυμία του̃ θέλειν οὕτως καὶ τò ἐπιτελέσαι ἐκ του̃ ἔχειν

12 εἰ γὰρ ἡ προθυμία πρόκειται καθò ἐὰν ἔχη̨ εὐπρόσδεκτος οὐ καθò οὐκ ἔχει

13 οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις ὑμι̃ν θλι̃ψις ἀλλ' ἐξ ἰσότητος

14 ἐν τω̨̃ νυ̃ν καιρω̨̃ τò ὑμω̃ν περίσσευμα εἰς τò ἐκείνων ὑστέρημα ἵνα καὶ τò ἐκείνων περίσσευμα γένηται εἰς τò ὑμω̃ν ὑστέρημα ὅπως γένηται ἰσότης

15 καθὼς γέγραπται ὁ τò πολὺ οὐκ ἐπλεόνασεν καὶ ὁ τò ὀλίγον οὐκ ἠλαττόνησεν

16 χάρις δὲ τω̨̃ θεω̨̃ τω̨̃ δόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμω̃ν ἐν τη̨̃ καρδία̨ Τίτου

17 ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξη̃λθεν πρòς ὑμα̃ς

18 συνεπέμψαμεν δὲ μετ' αὐτου̃ τòν ἀδελφòν οὑ̃ ὁ ἔπαινος ἐν τω̨̃ εὐαγγελίω̨ διὰ πασω̃ν τω̃ν ἐκκλησιω̃ν

19 οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶς ὑπò τω̃ν ἐκκλησιω̃ν συνέκδημος ἡμω̃ν σὺν τη̨̃ χάριτι ταύτη̨ τη̨̃ διακονουμένη̨ ὑφ' ἡμω̃ν πρòς τὴν αὐτου̃ του̃ κυρίου δόξαν καὶ προθυμίαν ἡμω̃ν

20 στελλόμενοι του̃το μή τις ἡμα̃ς μωμήσηται ἐν τη̨̃ ἁδρότητι ταύτη̨ τη̨̃ διακονουμένη̨ ὑφ' ἡμω̃ν

21 προνοου̃μεν γὰρ καλὰ οὐ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων

22 συνεπέμψαμεν δὲ αὐτοι̃ς τòν ἀδελφòν ἡμω̃ν ὃν ἐδοκιμάσαμεν ἐν πολλοι̃ς πολλάκις σπουδαι̃ον ὄντα νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλη̨̃ τη̨̃ εἰς ὑμα̃ς

23 εἴτε ὑπὲρ Τίτου κοινωνòς ἐμòς καὶ εἰς ὑμα̃ς συνεργός εἴτε ἀδελφοὶ ἡμω̃ν ἀπόστολοι ἐκκλησιω̃ν δόξα Χριστου̃

24 τὴν οὐ̃ν ἔνδειξιν τη̃ς ἀγάπης ὑμω̃ν καὶ ἡμω̃ν καυχήσεως ὑπὲρ ὑμω̃ν εἰς αὐτοὺς ἐνδεικνύμενοι εἰς πρόσωπον τω̃ν ἐκκλησιω̃ν

 

Κεφάλαιον Θ' (9)

1 περὶ μὲν γὰρ τη̃ς διακονίας τη̃ς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τò γράφειν ὑμι̃ν

2 οἰ̃δα γὰρ τὴν προθυμίαν ὑμω̃ν ἣν ὑπὲρ ὑμω̃ν καυχω̃μαι Μακεδόσιν ὅτι Αχαΐα παρεσκεύασται ἀπò πέρυσι καὶ τò ὑμω̃ν ζη̃λος ἠρέθισεν τοὺς πλείονας

3 ἔπεμψα δὲ τοὺς ἀδελφούς ἵνα μὴ τò καύχημα ἡμω̃ν τò ὑπὲρ ὑμω̃ν κενωθη̨̃ ἐν τω̨̃ μέρει τούτω̨ ἵνα καθὼς ἔλεγον παρεσκευασμένοι ἠ̃τε

4 μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμα̃ς ἀπαρασκευάστους καταισχυνθω̃μεν ἡμει̃ς ἵνα μὴ λέγω ὑμει̃ς ἐν τη̨̃ ὑποστάσει ταύτη̨

5 ἀναγκαι̃ον οὐ̃ν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς ἵνα προέλθωσιν εἰς ὑμα̃ς καὶ προκαταρτίσωσιν τὴν προεπηγγελμένην εὐλογίαν ὑμω̃ν ταύτην ἑτοίμην εἰ̃ναι οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν

6 του̃το δέ ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει καὶ ὁ σπείρων ἐπ' εὐλογίαις ἐπ' εὐλογίαις καὶ θερίσει

7 ἕκαστος καθὼς προή̨ρηται τη̨̃ καρδία̨ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης ἱλαρòν γὰρ δότην ἀγαπα̨̃ ὁ θεός

8 δυνατει̃ δὲ ὁ θεòς πα̃σαν χάριν περισσευ̃σαι εἰς ὑμα̃ς ἵνα ἐν παντὶ πάντοτε πα̃σαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πα̃ν ἔργον ἀγαθόν

9 καθὼς γέγραπται ἐσκόρπισεν ἔδωκεν τοι̃ς πένησιν ἡ δικαιοσύνη αὐτου̃ μένει εἰς τòν αἰω̃να

10 ὁ δὲ ἐπιχορηγω̃ν σπόρον τω̨̃ σπείροντι καὶ ἄρτον εἰς βρω̃σιν χορηγήσει καὶ πληθυνει̃ τòν σπόρον ὑμω̃ν καὶ αὐξήσει τὰ γενήματα τη̃ς δικαιοσύνης ὑμω̃ν

11 ἐν παντὶ πλουτιζόμενοι εἰς πα̃σαν ἁπλότητα ἥτις κατεργάζεται δι' ἡμω̃ν εὐχαριστίαν τω̨̃ θεω̨̃

12 ὅτι ἡ διακονία τη̃ς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληρου̃σα τὰ ὑστερήματα τω̃ν ἁγίων ἀλλὰ καὶ περισσεύουσα διὰ πολλω̃ν εὐχαριστιω̃ν τω̨̃ θεω̨̃

13 διὰ τη̃ς δοκιμη̃ς τη̃ς διακονίας ταύτης δοξάζοντες τòν θεòν ἐπὶ τη̨̃ ὑποταγη̨̃ τη̃ς ὁμολογίας ὑμω̃ν εἰς τò εὐαγγέλιον του̃ Χριστου̃ καὶ ἁπλότητι τη̃ς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας

14 καὶ αὐτω̃ν δεήσει ὑπὲρ ὑμω̃ν ἐπιποθούντων ὑμα̃ς διὰ τὴν ὑπερβάλλουσαν χάριν του̃ θεου̃ ἐφ' ὑμι̃ν

15 χάρις τω̨̃ θεω̨̃ ἐπὶ τη̨̃ ἀνεκδιηγήτω̨ αὐτου̃ δωρεα̨̃

 

Κεφάλαιον Ι' (10)

1 αὐτòς δὲ ἐγὼ Παυ̃λος παρακαλω̃ ὑμα̃ς διὰ τη̃ς πραΰτητος καὶ ἐπιεικείας του̃ Χριστου̃ ὃς κατὰ πρόσωπον μὲν ταπεινòς ἐν ὑμι̃ν ἀπὼν δὲ θαρρω̃ εἰς ὑμα̃ς

2 δέομαι δὲ τò μὴ παρὼν θαρρη̃σαι τη̨̃ πεποιθήσει ἡ̨̃ λογίζομαι τολμη̃σαι ἐπί τινας τοὺς λογιζομένους ἡμα̃ς ὡς κατὰ σάρκα περιπατου̃ντας

3 ἐν σαρκὶ γὰρ περιπατου̃ντες οὐ κατὰ σάρκα στρατευόμεθα

4 τὰ γὰρ ὅπλα τη̃ς στρατείας ἡμω̃ν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τω̨̃ θεω̨̃ πρòς καθαίρεσιν ὀχυρωμάτων λογισμοὺς καθαιρου̃ντες

5 καὶ πα̃ν ὕψωμα ἐπαιρόμενον κατὰ τη̃ς γνώσεως του̃ θεου̃ καὶ αἰχμαλωτίζοντες πα̃ν νόημα εἰς τὴν ὑπακοὴν του̃ Χριστου̃

6 καὶ ἐν ἑτοίμω̨ ἔχοντες ἐκδικη̃σαι πα̃σαν παρακοήν ὅταν πληρωθη̨̃ ὑμω̃ν ἡ ὑπακοή

7 τὰ κατὰ πρόσωπον βλέπετε εἴ τις πέποιθεν ἑαυτω̨̃ Χριστου̃ εἰ̃ναι του̃το λογιζέσθω πάλιν ἐφ' ἑαυτου̃ ὅτι καθὼς αὐτòς Χριστου̃ οὕτως καὶ ἡμει̃ς

8 ἐάν τε γὰρ περισσότερόν τι καυχήσωμαι περὶ τη̃ς ἐξουσίας ἡμω̃ν ἡ̃ς ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμω̃ν οὐκ αἰσχυνθήσομαι

9 ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβει̃ν ὑμα̃ς διὰ τω̃ν ἐπιστολω̃ν

10 ὅτι αἱ ἐπιστολαὶ μέν φησίν βαρει̃αι καὶ ἰσχυραί ἡ δὲ παρουσία του̃ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος

11 του̃το λογιζέσθω ὁ τοιου̃τος ὅτι οἱ̃οί ἐσμεν τω̨̃ λόγω̨ δι' ἐπιστολω̃ν ἀπόντες τοιου̃τοι καὶ παρόντες τω̨̃ ἔργω̨

12 οὐ γὰρ τολμω̃μεν ἐγκρι̃ναι ἢ συγκρι̃ναι ἑαυτούς τισιν τω̃ν ἑαυτοὺς συνιστανόντων ἀλλὰ αὐτοὶ ἐν ἑαυτοι̃ς ἑαυτοὺς μετρου̃ντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοι̃ς οὐ συνια̃σιν

13 ἡμει̃ς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα ἀλλὰ κατὰ τò μέτρον του̃ κανόνος οὑ̃ ἐμέρισεν ἡμι̃ν ὁ θεòς μέτρου ἐφικέσθαι ἄχρι καὶ ὑμω̃ν

14 οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμα̃ς ὑπερεκτείνομεν ἑαυτούς ἄχρι γὰρ καὶ ὑμω̃ν ἐφθάσαμεν ἐν τω̨̃ εὐαγγελίω̨ του̃ Χριστου̃

15 οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τη̃ς πίστεως ὑμω̃ν ἐν ὑμι̃ν μεγαλυνθη̃ναι κατὰ τòν κανόνα ἡμω̃ν εἰς περισσείαν

16 εἰς τὰ ὑπερέκεινα ὑμω̃ν εὐαγγελίσασθαι οὐκ ἐν ἀλλοτρίω̨ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι

17 ὁ δὲ καυχώμενος ἐν κυρίω̨ καυχάσθω

18 οὐ γὰρ ὁ ἑαυτòν συνιστάνων ἐκει̃νός ἐστιν δόκιμος ἀλλὰ ὃν ὁ κύριος συνίστησιν

 

Κεφάλαιον ΙΑ' (11)

1 ὄφελον ἀνείχεσθέ μου μικρόν τι ἀφροσύνης ἀλλὰ καὶ ἀνέχεσθέ μου

2 ζηλω̃ γὰρ ὑμα̃ς θεου̃ ζήλω̨ ἡρμοσάμην γὰρ ὑμα̃ς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστη̃σαι τω̨̃ Χριστω̨̃

3 φοβου̃μαι δὲ μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τη̨̃ πανουργία̨ αὐτου̃ φθαρη̨̃ τὰ νοήματα ὑμω̃ν ἀπò τη̃ς ἁπλότητος καὶ τη̃ς ἁγνότητος τη̃ς εἰς τòν Χριστόν

4 εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ιησου̃ν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν ἢ πνευ̃μα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε καλω̃ς ἀνέχεσθε

5 λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τω̃ν ὑπερλίαν ἀποστόλων

6 εἰ δὲ καὶ ἰδιώτης τω̨̃ λόγω̨ ἀλλ' οὐ τη̨̃ γνώσει ἀλλ' ἐν παντὶ φανερώσαντες ἐν πα̃σιν εἰς ὑμα̃ς

7 ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτòν ταπεινω̃ν ἵνα ὑμει̃ς ὑψωθη̃τε ὅτι δωρεὰν τò του̃ θεου̃ εὐαγγέλιον εὐηγγελισάμην ὑμι̃ν

8 ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρòς τὴν ὑμω̃ν διακονίαν

9 καὶ παρὼν πρòς ὑμα̃ς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός τò γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπò Μακεδονίας καὶ ἐν παντὶ ἀβαρη̃ ἐμαυτòν ὑμι̃ν ἐτήρησα καὶ τηρήσω

10 ἔστιν ἀλήθεια Χριστου̃ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοι̃ς κλίμασιν τη̃ς Αχαΐας

11 διὰ τί ὅτι οὐκ ἀγαπω̃ ὑμα̃ς ὁ θεòς οἰ̃δεν

12 ὃ δὲ ποιω̃ καὶ ποιήσω ἵνα ἐκκόψω τὴν ἀφορμὴν τω̃ν θελόντων ἀφορμήν ἵνα ἐν ὡ̨̃ καυχω̃νται εὑρεθω̃σιν καθὼς καὶ ἡμει̃ς

13 οἱ γὰρ τοιου̃τοι ψευδαπόστολοι ἐργάται δόλιοι μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστου̃

14 καὶ οὐ θαυ̃μα αὐτòς γὰρ ὁ Σατανα̃ς μετασχηματίζεται εἰς ἄγγελον φωτός

15 οὐ μέγα οὐ̃ν εἰ καὶ οἱ διάκονοι αὐτου̃ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης ὡ̃ν τò τέλος ἔσται κατὰ τὰ ἔργα αὐτω̃ν

16 πάλιν λέγω μή τίς με δόξη̨ ἄφρονα εἰ̃ναι εἰ δὲ μή γε κἂν ὡς ἄφρονα δέξασθέ με ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι

17 ὃ λαλω̃ οὐ κατὰ κύριον λαλω̃ ἀλλ' ὡς ἐν ἀφροσύνη̨ ἐν ταύτη̨ τη̨̃ ὑποστάσει τη̃ς καυχήσεως

18 ἐπεὶ πολλοὶ καυχω̃νται κατὰ σάρκα κἀγὼ καυχήσομαι

19 ἡδέως γὰρ ἀνέχεσθε τω̃ν ἀφρόνων φρόνιμοι ὄντες

20 ἀνέχεσθε γὰρ εἴ τις ὑμα̃ς καταδουλοι̃ εἴ τις κατεσθίει εἴ τις λαμβάνει εἴ τις ἐπαίρεται εἴ τις εἰς πρόσωπον ὑμα̃ς δέρει

21 κατὰ ἀτιμίαν λέγω ὡς ὅτι ἡμει̃ς ἠσθενήκαμεν ἐν ὡ̨̃ δ' ἄν τις τολμα̨̃ ἐν ἀφροσύνη̨ λέγω τολμω̃ κἀγώ

22 Εβραι̃οί εἰσιν κἀγώ Ισραηλι̃ταί εἰσιν κἀγώ σπέρμα Αβραάμ εἰσιν κἀγώ

23 διάκονοι Χριστου̃ εἰσιν παραφρονω̃ν λαλω̃ ὑπὲρ ἐγώ ἐν κόποις περισσοτέρως ἐν φυλακαι̃ς περισσοτέρως ἐν πληγαι̃ς ὑπερβαλλόντως ἐν θανάτοις πολλάκις

24 ὑπò Ιουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον

25 τρὶς ἐραβδίσθην ἅπαξ ἐλιθάσθην τρὶς ἐναυάγησα νυχθήμερον ἐν τω̨̃ βυθω̨̃ πεποίηκα

26 ὁδοιπορίαις πολλάκις κινδύνοις ποταμω̃ν κινδύνοις λη̨στω̃ν κινδύνοις ἐκ γένους κινδύνοις ἐξ ἐθνω̃ν κινδύνοις ἐν πόλει κινδύνοις ἐν ἐρημία̨ κινδύνοις ἐν θαλάσση̨ κινδύνοις ἐν ψευδαδέλφοις

27 κόπω̨ καὶ μόχθω̨ ἐν ἀγρυπνίαις πολλάκις ἐν λιμω̨̃ καὶ δίψει ἐν νηστείαις πολλάκις ἐν ψύχει καὶ γυμνότητι

28 χωρὶς τω̃ν παρεκτòς ἡ ἐπίστασίς μοι ἡ καθ' ἡμέραν ἡ μέριμνα πασω̃ν τω̃ν ἐκκλησιω̃ν

29 τίς ἀσθενει̃ καὶ οὐκ ἀσθενω̃ τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυρου̃μαι

30 εἰ καυχα̃σθαι δει̃ τὰ τη̃ς ἀσθενείας μου καυχήσομαι

31 ὁ θεòς καὶ πατὴρ του̃ κυρίου Ιησου̃ οἰ̃δεν ὁ ὢν εὐλογητòς εἰς τοὺς αἰω̃νας ὅτι οὐ ψεύδομαι

32 ἐν Δαμασκω̨̃ ὁ ἐθνάρχης Αρέτα του̃ βασιλέως ἐφρούρει τὴν πόλιν Δαμασκηνω̃ν πιάσαι με

33 καὶ διὰ θυρίδος ἐν σαργάνη̨ ἐχαλάσθην διὰ του̃ τείχους καὶ ἐξέφυγον τὰς χει̃ρας αὐτου̃

 

Κεφάλαιον ΙΒ' (12)

1 καυχα̃σθαι δει̃ οὐ συμφέρον μέν ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου

2 οἰ̃δα ἄνθρωπον ἐν Χριστω̨̃ πρò ἐτω̃ν δεκατεσσάρων εἴτε ἐν σώματι οὐκ οἰ̃δα εἴτε ἐκτòς του̃ σώματος οὐκ οἰ̃δα ὁ θεòς οἰ̃δεν ἁρπαγέντα τòν τοιου̃τον ἕως τρίτου οὐρανου̃

3 καὶ οἰ̃δα τòν τοιου̃τον ἄνθρωπον εἴτε ἐν σώματι εἴτε χωρὶς του̃ σώματος οὐκ οἰ̃δα ὁ θεòς οἰ̃δεν

4 ὅτι ἡρπάγη εἰς τòν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξòν ἀνθρώπω̨ λαλη̃σαι

5 ὑπὲρ του̃ τοιούτου καυχήσομαι ὑπὲρ δὲ ἐμαυτου̃ οὐ καυχήσομαι εἰ μὴ ἐν ται̃ς ἀσθενείαις

6 ἐὰν γὰρ θελήσω καυχήσασθαι οὐκ ἔσομαι ἄφρων ἀλήθειαν γὰρ ἐρω̃ φείδομαι δέ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμου̃

7 καὶ τη̨̃ ὑπερβολη̨̃ τω̃ν ἀποκαλύψεων διό ἵνα μὴ ὑπεραίρωμαι ἐδόθη μοι σκόλοψ τη̨̃ σαρκί ἄγγελος Σατανα̃ ἵνα με κολαφίζη̨ ἵνα μὴ ὑπεραίρωμαι

8 ὑπὲρ τούτου τρὶς τòν κύριον παρεκάλεσα ἵνα ἀποστη̨̃ ἀπ' ἐμου̃

9 καὶ εἴρηκέν μοι ἀρκει̃ σοι ἡ χάρις μου ἡ γὰρ δύναμις ἐν ἀσθενεία̨ τελει̃ται ἥδιστα οὐ̃ν μα̃λλον καυχήσομαι ἐν ται̃ς ἀσθενείαις μου ἵνα ἐπισκηνώση̨ ἐπ' ἐμὲ ἡ δύναμις του̃ Χριστου̃

10 διò εὐδοκω̃ ἐν ἀσθενείαις ἐν ὕβρεσιν ἐν ἀνάγκαις ἐν διωγμοι̃ς καὶ στενοχωρίαις ὑπὲρ Χριστου̃ ὅταν γὰρ ἀσθενω̃ τότε δυνατός εἰμι

11 γέγονα ἄφρων ὑμει̃ς με ἠναγκάσατε ἐγὼ γὰρ ὤφειλον ὑφ' ὑμω̃ν συνίστασθαι οὐδὲν γὰρ ὑστέρησα τω̃ν ὑπερλίαν ἀποστόλων εἰ καὶ οὐδέν εἰμι

12 τὰ μὲν σημει̃α του̃ ἀποστόλου κατειργάσθη ἐν ὑμι̃ν ἐν πάση̨ ὑπομονη̨̃ σημείοις τε καὶ τέρασιν καὶ δυνάμεσιν

13 τί γάρ ἐστιν ὃ ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας εἰ μὴ ὅτι αὐτòς ἐγὼ οὐ κατενάρκησα ὑμω̃ν χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην

14 ἰδοὺ τρίτον του̃το ἑτοίμως ἔχω ἐλθει̃ν πρòς ὑμα̃ς καὶ οὐ καταναρκήσω οὐ γὰρ ζητω̃ τὰ ὑμω̃ν ἀλλὰ ὑμα̃ς οὐ γὰρ ὀφείλει τὰ τέκνα τοι̃ς γονευ̃σιν θησαυρίζειν ἀλλὰ οἱ γονει̃ς τοι̃ς τέκνοις

15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τω̃ν ψυχω̃ν ὑμω̃ν εἰ περισσοτέρως ὑμα̃ς ἀγαπω̃ν ἡ̃σσον ἀγαπω̃μαι

16 ἔστω δέ ἐγὼ οὐ κατεβάρησα ὑμα̃ς ἀλλὰ ὑπάρχων πανου̃ργος δόλω̨ ὑμα̃ς ἔλαβον

17 μή τινα ὡ̃ν ἀπέσταλκα πρòς ὑμα̃ς δι' αὐτου̃ ἐπλεονέκτησα ὑμα̃ς

18 παρεκάλεσα Τίτον καὶ συναπέστειλα τòν ἀδελφόν μήτι ἐπλεονέκτησεν ὑμα̃ς Τίτος οὐ τω̨̃ αὐτω̨̃ πνεύματι περιεπατήσαμεν οὐ τοι̃ς αὐτοι̃ς ἴχνεσιν

19 πάλαι δοκει̃τε ὅτι ὑμι̃ν ἀπολογούμεθα κατέναντι θεου̃ ἐν Χριστω̨̃ λαλου̃μεν τὰ δὲ πάντα ἀγαπητοί ὑπὲρ τη̃ς ὑμω̃ν οἰκοδομη̃ς

20 φοβου̃μαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμα̃ς κἀγὼ εὑρεθω̃ ὑμι̃ν οἱ̃ον οὐ θέλετε μή πως ἔρις ζη̃λος θυμοί ἐριθείαι καταλαλιαί ψιθυρισμοί φυσιώσεις ἀκαταστασίαι

21 μὴ πάλιν ἐλθόντος μου ταπεινώση̨ με ὁ θεός μου πρòς ὑμα̃ς καὶ πενθήσω πολλοὺς τω̃ν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τη̨̃ ἀκαθαρσία̨ καὶ πορνεία̨ καὶ ἀσελγεία̨ ἡ̨̃ ἔπραξαν

 

Κεφάλαιον ΙΓ' (13)

1 τρίτον του̃το ἔρχομαι πρòς ὑμα̃ς ἐπὶ στόματος δύο μαρτύρων καὶ τριω̃ν σταθήσεται πα̃ν ῥη̃μα

2 προείρηκα καὶ προλέγω ὡς παρὼν τò δεύτερον καὶ ἀπὼν νυ̃ν τοι̃ς προημαρτηκόσιν καὶ τοι̃ς λοιποι̃ς πα̃σιν ὅτι ἐὰν ἔλθω εἰς τò πάλιν οὐ φείσομαι

3 ἐπεὶ δοκιμὴν ζητει̃τε του̃ ἐν ἐμοὶ λαλου̃ντος Χριστου̃ ὃς εἰς ὑμα̃ς οὐκ ἀσθενει̃ ἀλλὰ δυνατει̃ ἐν ὑμι̃ν

4 καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας ἀλλὰ ζη̨̃ ἐκ δυνάμεως θεου̃ καὶ γὰρ ἡμει̃ς ἀσθενου̃μεν ἐν αὐτω̨̃ ἀλλὰ ζήσομεν σὺν αὐτω̨̃ ἐκ δυνάμεως θεου̃ εἰς ὑμα̃ς

5 ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τη̨̃ πίστει ἑαυτοὺς δοκιμάζετε ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Ιησου̃ς Χριστòς ἐν ὑμι̃ν εἰ μήτι ἀδόκιμοί ἐστε

6 ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμει̃ς οὐκ ἐσμὲν ἀδόκιμοι

7 εὐχόμεθα δὲ πρòς τòν θεòν μὴ ποιη̃σαι ὑμα̃ς κακòν μηδέν οὐχ ἵνα ἡμει̃ς δόκιμοι φανω̃μεν ἀλλ' ἵνα ὑμει̃ς τò καλòν ποιη̃τε ἡμει̃ς δὲ ὡς ἀδόκιμοι ὠ̃μεν

8 οὐ γὰρ δυνάμεθά τι κατὰ τη̃ς ἀληθείας ἀλλὰ ὑπὲρ τη̃ς ἀληθείας

9 χαίρομεν γὰρ ὅταν ἡμει̃ς ἀσθενω̃μεν ὑμει̃ς δὲ δυνατοὶ ἠ̃τε του̃το καὶ εὐχόμεθα τὴν ὑμω̃ν κατάρτισιν

10 διὰ του̃το ταυ̃τα ἀπὼν γράφω ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ὁ κύριος ἔδωκέν μοι εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν

11 λοιπόν ἀδελφοί χαίρετε καταρτίζεσθε παρακαλει̃σθε τò αὐτò φρονει̃τε εἰρηνεύετε καὶ ὁ θεòς τη̃ς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ' ὑμω̃ν

12 ἀσπάσασθε ἀλλήλους ἐν ἁγίω̨ φιλήματι ἀσπάζονται ὑμα̃ς οἱ ἅγιοι πάντες

13 ἡ χάρις του̃ κυρίου Ιησου̃ Χριστου̃ καὶ ἡ ἀγάπη του̃ θεου̃ καὶ ἡ κοινωνία του̃ ἁγίου πνεύματος μετὰ πάντων ὑμω̃ν