Πρòς Γαλάτας ἐπιστολὴ ἀποστόλου Παυ̃λου

Κεφάλαιον Α' (1)

1 Παυ̃λος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων οὐδὲ δι' ἀνθρώπου ἀλλὰ διὰ Ιησου̃ Χριστου̃ καὶ θεου̃ πατρòς του̃ ἐγείραντος αὐτòν ἐκ νεκρω̃ν

2 καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί ται̃ς ἐκκλησίαις τη̃ς Γαλατίας

3 χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν καὶ κυρίου Ιησου̃ Χριστου̃

4 του̃ δόντος ἑαυτòν ὑπὲρ τω̃ν ἁμαρτιω̃ν ἡμω̃ν ὅπως ἐξέληται ἡμα̃ς ἐκ του̃ αἰω̃νος του̃ ἐνεστω̃τος πονηρου̃ κατὰ τò θέλημα του̃ θεου̃ καὶ πατρòς ἡμω̃ν

5 ὡ̨̃ ἡ δόξα εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν

6 θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπò του̃ καλέσαντος ὑμα̃ς ἐν χάριτι Χριστου̃ εἰς ἕτερον εὐαγγέλιον

7 ὃ οὐκ ἔστιν ἄλλο εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμα̃ς καὶ θέλοντες μεταστρέψαι τò εὐαγγέλιον του̃ Χριστου̃

8 ἀλλὰ καὶ ἐὰν ἡμει̃ς ἢ ἄγγελος ἐξ οὐρανου̃ εὐαγγελίζηται ὑμι̃ν παρ' ὃ εὐηγγελισάμεθα ὑμι̃ν ἀνάθεμα ἔστω

9 ὡς προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω εἴ τις ὑμα̃ς εὐαγγελίζεται παρ' ὃ παρελάβετε ἀνάθεμα ἔστω

10 ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τòν θεόν ἢ ζητω̃ ἀνθρώποις ἀρέσκειν εἰ ἔτι ἀνθρώποις ἤρεσκον Χριστου̃ δου̃λος οὐκ ἂν ἤμην

11 γνωρίζω γὰρ ὑμι̃ν ἀδελφοί τò εὐαγγέλιον τò εὐαγγελισθὲν ὑπ' ἐμου̃ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό οὔτε ἐδιδάχθην ἀλλὰ δι' ἀποκαλύψεως Ιησου̃ Χριστου̃

13 ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τω̨̃ Ιουδαϊσμω̨̃ ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν του̃ θεου̃ καὶ ἐπόρθουν αὐτήν

14 καὶ προέκοπτον ἐν τω̨̃ Ιουδαϊσμω̨̃ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τω̨̃ γένει μου περισσοτέρως ζηλωτὴς ὑπάρχων τω̃ν πατρικω̃ν μου παραδόσεων

15 ὅτε δὲ εὐδόκησεν ὁ θεòς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τη̃ς χάριτος αὐτου̃

16 ἀποκαλύψαι τòν υἱòν αὐτου̃ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτòν ἐν τοι̃ς ἔθνεσιν εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι

17 οὐδὲ ἀνη̃λθον εἰς Ιεροσόλυμα πρòς τοὺς πρò ἐμου̃ ἀποστόλους ἀλλὰ ἀπη̃λθον εἰς Αραβίαν καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν

18 ἔπειτα μετὰ ἔτη τρία ἀνη̃λθον εἰς Ιεροσόλυμα ἱστορη̃σαι Κηφα̃ν καὶ ἐπέμεινα πρòς αὐτòν ἡμέρας δεκαπέντε

19 ἕτερον δὲ τω̃ν ἀποστόλων οὐκ εἰ̃δον εἰ μὴ Ιάκωβον τòν ἀδελφòν του̃ κυρίου

20 ἃ δὲ γράφω ὑμι̃ν ἰδοὺ ἐνώπιον του̃ θεου̃ ὅτι οὐ ψεύδομαι

21 ἔπειτα ἠ̃λθον εἰς τὰ κλίματα τη̃ς Συρίας καὶ τη̃ς Κιλικίας

22 ἤμην δὲ ἀγνοούμενος τω̨̃ προσώπω̨ ται̃ς ἐκκλησίαις τη̃ς Ιουδαίας ται̃ς ἐν Χριστω̨̃

23 μόνον δὲ ἀκούοντες ἠ̃σαν ὅτι ὁ διώκων ἡμα̃ς ποτε νυ̃ν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει

24 καὶ ἐδόξαζον ἐν ἐμοὶ τòν θεόν

 

Κεφάλαιον Β' (2)

1 ἔπειτα διὰ δεκατεσσάρων ἐτω̃ν πάλιν ἀνέβην εἰς Ιεροσόλυμα μετὰ Βαρναβα̃ συμπαραλαβὼν καὶ Τίτον

2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν καὶ ἀνεθέμην αὐτοι̃ς τò εὐαγγέλιον ὃ κηρύσσω ἐν τοι̃ς ἔθνεσιν κατ' ἰδίαν δὲ τοι̃ς δοκου̃σιν μή πως εἰς κενòν τρέχω ἢ ἔδραμον

3 ἀλλ' οὐδὲ Τίτος ὁ σὺν ἐμοί Έλλην ὤν ἠναγκάσθη περιτμηθη̃ναι

4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους οἵτινες παρειση̃λθον κατασκοπη̃σαι τὴν ἐλευθερίαν ἡμω̃ν ἣν ἔχομεν ἐν Χριστω̨̃ Ιησου̃ ἵνα ἡμα̃ς καταδουλώσουσιν

5 οἱ̃ς οὐδὲ πρòς ὥραν εἴξαμεν τη̨̃ ὑποταγη̨̃ ἵνα ἡ ἀλήθεια του̃ εὐαγγελίου διαμείνη̨ πρòς ὑμα̃ς

6 ἀπò δὲ τω̃ν δοκούντων εἰ̃ναί τι ὁποι̃οί ποτε ἠ̃σαν οὐδέν μοι διαφέρει πρόσωπον ὁ θεòς ἀνθρώπου οὐ λαμβάνει ἐμοὶ γὰρ οἱ δοκου̃ντες οὐδὲν προσανέθεντο

7 ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τò εὐαγγέλιον τη̃ς ἀκροβυστίας καθὼς Πέτρος τη̃ς περιτομη̃ς

8 ὁ γὰρ ἐνεργήσας Πέτρω̨ εἰς ἀποστολὴν τη̃ς περιτομη̃ς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη

9 καὶ γνόντες τὴν χάριν τὴν δοθει̃σάν μοι Ιάκωβος καὶ Κηφα̃ς καὶ Ιωάννης οἱ δοκου̃ντες στυ̃λοι εἰ̃ναι δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβα̨̃ κοινωνίας ἵνα ἡμει̃ς εἰς τὰ ἔθνη αὐτοὶ δὲ εἰς τὴν περιτομήν

10 μόνον τω̃ν πτωχω̃ν ἵνα μνημονεύωμεν ὃ καὶ ἐσπούδασα αὐτò του̃το ποιη̃σαι

11 ὅτε δὲ ἠ̃λθεν Κηφα̃ς εἰς Αντιόχειαν κατὰ πρόσωπον αὐτω̨̃ ἀντέστην ὅτι κατεγνωσμένος ἠ̃ν

12 πρò του̃ γὰρ ἐλθει̃ν τινας ἀπò Ιακώβου μετὰ τω̃ν ἐθνω̃ν συνήσθιεν ὅτε δὲ ἠ̃λθον ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν φοβούμενος τοὺς ἐκ περιτομη̃ς

13 καὶ συνυπεκρίθησαν αὐτω̨̃ καὶ οἱ λοιποὶ Ιουδαι̃οι ὥστε καὶ Βαρναβα̃ς συναπήχθη αὐτω̃ν τη̨̃ ὑποκρίσει

14 ἀλλ' ὅτε εἰ̃δον ὅτι οὐκ ὀρθοποδου̃σιν πρòς τὴν ἀλήθειαν του̃ εὐαγγελίου εἰ̃πον τω̨̃ Κηφα̨̃ ἔμπροσθεν πάντων εἰ σὺ Ιουδαι̃ος ὑπάρχων ἐθνικω̃ς καὶ οὐχὶ Ιουδαϊκω̃ς ζη̨̃ς πω̃ς τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν

15 ἡμει̃ς φύσει Ιουδαι̃οι καὶ οὐκ ἐξ ἐθνω̃ν ἁμαρτωλοί

16 εἰδότες δὲ ὅτι οὐ δικαιου̃ται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ιησου̃ Χριστου̃ καὶ ἡμει̃ς εἰς Χριστòν Ιησου̃ν ἐπιστεύσαμεν ἵνα δικαιωθω̃μεν ἐκ πίστεως Χριστου̃ καὶ οὐκ ἐξ ἔργων νόμου ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πα̃σα σάρξ

17 εἰ δὲ ζητου̃ντες δικαιωθη̃ναι ἐν Χριστω̨̃ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί ἀ̃ρα Χριστòς ἁμαρτίας διάκονος μὴ γένοιτο

18 εἰ γὰρ ἃ κατέλυσα ταυ̃τα πάλιν οἰκοδομω̃ παραβάτην ἐμαυτòν συνιστάνω

19 ἐγὼ γὰρ διὰ νόμου νόμω̨ ἀπέθανον ἵνα θεω̨̃ ζήσω Χριστω̨̃ συνεσταύρωμαι

20 ζω̃ δὲ οὐκέτι ἐγώ ζη̨̃ δὲ ἐν ἐμοὶ Χριστός ὃ δὲ νυ̃ν ζω̃ ἐν σαρκί ἐν πίστει ζω̃ τη̨̃ του̃ υἱου̃ του̃ θεου̃ του̃ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτòν ὑπὲρ ἐμου̃

21 οὐκ ἀθετω̃ τὴν χάριν του̃ θεου̃ εἰ γὰρ διὰ νόμου δικαιοσύνη ἄρα Χριστòς δωρεὰν ἀπέθανεν

 

Κεφάλαιον Γ' (3)

1 ὠ̃ ἀνόητοι Γαλάται τίς ὑμα̃ς ἐβάσκανεν οἱ̃ς κατ' ὀφθαλμοὺς Ιησου̃ς Χριστòς προεγράφη ἐσταυρωμένος

2 του̃το μόνον θέλω μαθει̃ν ἀφ' ὑμω̃ν ἐξ ἔργων νόμου τò πνευ̃μα ἐλάβετε ἢ ἐξ ἀκοη̃ς πίστεως

3 οὕτως ἀνόητοί ἐστε ἐναρξάμενοι πνεύματι νυ̃ν σαρκὶ ἐπιτελει̃σθε

4 τοσαυ̃τα ἐπάθετε εἰκη̨̃ εἴ γε καὶ εἰκη̨̃

5 ὁ οὐ̃ν ἐπιχορηγω̃ν ὑμι̃ν τò πνευ̃μα καὶ ἐνεργω̃ν δυνάμεις ἐν ὑμι̃ν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοη̃ς πίστεως

6 καθὼς Αβραὰμ ἐπίστευσεν τω̨̃ θεω̨̃ καὶ ἐλογίσθη αὐτω̨̃ εἰς δικαιοσύνην

7 γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως οὑ̃τοι υἱοί εἰσιν Αβραάμ

8 προϊδου̃σα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοι̃ τὰ ἔθνη ὁ θεòς προευηγγελίσατο τω̨̃ Αβραὰμ ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη

9 ὥστε οἱ ἐκ πίστεως εὐλογου̃νται σὺν τω̨̃ πιστω̨̃ Αβραάμ

10 ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπò κατάραν εἰσίν γέγραπται γὰρ ὅτι ἐπικατάρατος πα̃ς ὃς οὐκ ἐμμένει πα̃σιν τοι̃ς γεγραμμένοις ἐν τω̨̃ βιβλίω̨ του̃ νόμου του̃ ποιη̃σαι αὐτά

11 ὅτι δὲ ἐν νόμω̨ οὐδεὶς δικαιου̃ται παρὰ τω̨̃ θεω̨̃ δη̃λον ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται

12 ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως ἀλλ' ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοι̃ς

13 Χριστòς ἡμα̃ς ἐξηγόρασεν ἐκ τη̃ς κατάρας του̃ νόμου γενόμενος ὑπὲρ ἡμω̃ν κατάρα ὅτι γέγραπται ἐπικατάρατος πα̃ς ὁ κρεμάμενος ἐπὶ ξύλου

14 ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία του̃ Αβραὰμ γένηται ἐν Χριστω̨̃ Ιησου̃ ἵνα τὴν ἐπαγγελίαν του̃ πνεύματος λάβωμεν διὰ τη̃ς πίστεως

15 ἀδελφοί κατὰ ἄνθρωπον λέγω ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετει̃ ἢ ἐπιδιατάσσεται

16 τω̨̃ δὲ Αβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τω̨̃ σπέρματι αὐτου̃ οὐ λέγει καὶ τοι̃ς σπέρμασιν ὡς ἐπὶ πολλω̃ν ἀλλ' ὡς ἐφ' ἑνός καὶ τω̨̃ σπέρματί σου ὅς ἐστιν Χριστός

17 του̃το δὲ λέγω διαθήκην προκεκυρωμένην ὑπò του̃ θεου̃ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροι̃ εἰς τò καταργη̃σαι τὴν ἐπαγγελίαν

18 εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία οὐκέτι ἐξ ἐπαγγελίας τω̨̃ δὲ Αβραὰμ δι' ἐπαγγελίας κεχάρισται ὁ θεός

19 τί οὐ̃ν ὁ νόμος τω̃ν παραβάσεων χάριν προσετέθη ἄχρις οὑ̃ ἔλθη̨ τò σπέρμα ὡ̨̃ ἐπήγγελται διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου

20 ὁ δὲ μεσίτης ἑνòς οὐκ ἔστιν ὁ δὲ θεòς εἱ̃ς ἐστιν

21 ὁ οὐ̃ν νόμος κατὰ τω̃ν ἐπαγγελιω̃ν του̃ θεου̃ μὴ γένοιτο εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζω̨οποιη̃σαι ὄντως ἐκ νόμου ἂν ἠ̃ν ἡ δικαιοσύνη

22 ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπò ἁμαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ιησου̃ Χριστου̃ δοθη̨̃ τοι̃ς πιστεύουσιν

23 πρò του̃ δὲ ἐλθει̃ν τὴν πίστιν ὑπò νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθη̃ναι

24 ὥστε ὁ νόμος παιδαγωγòς ἡμω̃ν γέγονεν εἰς Χριστόν ἵνα ἐκ πίστεως δικαιωθω̃μεν

25 ἐλθούσης δὲ τη̃ς πίστεως οὐκέτι ὑπò παιδαγωγόν ἐσμεν

26 πάντες γὰρ υἱοὶ θεου̃ ἐστε διὰ τη̃ς πίστεως ἐν Χριστω̨̃ Ιησου̃

27 ὅσοι γὰρ εἰς Χριστòν ἐβαπτίσθητε Χριστòν ἐνεδύσασθε

28 οὐκ ἔνι Ιουδαι̃ος οὐδὲ Έλλην οὐκ ἔνι δου̃λος οὐδὲ ἐλεύθερος οὐκ ἔνι ἄρσεν καὶ θη̃λυ πάντες γὰρ ὑμει̃ς εἱ̃ς ἐστε ἐν Χριστω̨̃ Ιησου̃

29 εἰ δὲ ὑμει̃ς Χριστου̃ ἄρα του̃ Αβραὰμ σπέρμα ἐστέ κατ' ἐπαγγελίαν κληρονόμοι

 

Κεφάλαιον Δ' (4)

1 λέγω δέ ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν

2 ἀλλὰ ὑπò ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τη̃ς προθεσμίας του̃ πατρός

3 οὕτως καὶ ἡμει̃ς ὅτε ἠ̃μεν νήπιοι ὑπò τὰ στοιχει̃α του̃ κόσμου ἤμεθα δεδουλωμένοι

4 ὅτε δὲ ἠ̃λθεν τò πλήρωμα του̃ χρόνου ἐξαπέστειλεν ὁ θεòς τòν υἱòν αὐτου̃ γενόμενον ἐκ γυναικός γενόμενον ὑπò νόμον

5 ἵνα τοὺς ὑπò νόμον ἐξαγοράση̨ ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν

6 ὅτι δέ ἐστε υἱοί ἐξαπέστειλεν ὁ θεòς τò πνευ̃μα του̃ υἱου̃ αὐτου̃ εἰς τὰς καρδίας ἡμω̃ν κρα̃ζον αββα ὁ πατήρ

7 ὥστε οὐκέτι εἰ̃ δου̃λος ἀλλὰ υἱός εἰ δὲ υἱός καὶ κληρονόμος διὰ θεου̃

8 ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεòν ἐδουλεύσατε τοι̃ς φύσει μὴ οὐ̃σιν θεοι̃ς

9 νυ̃ν δὲ γνόντες θεόν μα̃λλον δὲ γνωσθέντες ὑπò θεου̃ πω̃ς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενη̃ καὶ πτωχὰ στοιχει̃α οἱ̃ς πάλιν ἄνωθεν δουλεύειν θέλετε

10 ἡμέρας παρατηρει̃σθε καὶ μη̃νας καὶ καιροὺς καὶ ἐνιαυτούς

11 φοβου̃μαι ὑμα̃ς μή πως εἰκη̨̃ κεκοπίακα εἰς ὑμα̃ς

12 γίνεσθε ὡς ἐγώ ὅτι κἀγὼ ὡς ὑμει̃ς ἀδελφοί δέομαι ὑμω̃ν οὐδέν με ἠδικήσατε

13 οἴδατε δὲ ὅτι δι' ἀσθένειαν τη̃ς σαρκòς εὐηγγελισάμην ὑμι̃ν τò πρότερον

14 καὶ τòν πειρασμòν ὑμω̃ν ἐν τη̨̃ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε ἀλλὰ ὡς ἄγγελον θεου̃ ἐδέξασθέ με ὡς Χριστòν Ιησου̃ν

15 που̃ οὐ̃ν ὁ μακαρισμòς ὑμω̃ν μαρτυρω̃ γὰρ ὑμι̃ν ὅτι εἰ δυνατòν τοὺς ὀφθαλμοὺς ὑμω̃ν ἐξορύξαντες ἐδώκατέ μοι

16 ὥστε ἐχθρòς ὑμω̃ν γέγονα ἀληθεύων ὑμι̃ν

17 ζηλου̃σιν ὑμα̃ς οὐ καλω̃ς ἀλλὰ ἐκκλει̃σαι ὑμα̃ς θέλουσιν ἵνα αὐτοὺς ζηλου̃τε

18 καλòν δὲ ζηλου̃σθαι ἐν καλω̨̃ πάντοτε καὶ μὴ μόνον ἐν τω̨̃ παρει̃ναί με πρòς ὑμα̃ς

19 τέκνα μου οὓς πάλιν ὠδίνω μέχρις οὑ̃ μορφωθη̨̃ Χριστòς ἐν ὑμι̃ν

20 ἤθελον δὲ παρει̃ναι πρòς ὑμα̃ς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου ὅτι ἀπορου̃μαι ἐν ὑμι̃ν

21 λέγετέ μοι οἱ ὑπò νόμον θέλοντες εἰ̃ναι τòν νόμον οὐκ ἀκούετε

22 γέγραπται γὰρ ὅτι Αβραὰμ δύο υἱοὺς ἔσχεν ἕνα ἐκ τη̃ς παιδίσκης καὶ ἕνα ἐκ τη̃ς ἐλευθέρας

23 ἀλλ' ὁ μὲν ἐκ τη̃ς παιδίσκης κατὰ σάρκα γεγέννηται ὁ δὲ ἐκ τη̃ς ἐλευθέρας δι' ἐπαγγελίας

24 ἅτινά ἐστιν ἀλληγορούμενα αὑ̃ται γάρ εἰσιν δύο διαθη̃και μία μὲν ἀπò ὄρους Σινα̃ εἰς δουλείαν γεννω̃σα ἥτις ἐστὶν Αγάρ

25 τò δὲ Αγὰρ Σινα̃ ὄρος ἐστὶν ἐν τη̨̃ Αραβία̨ συστοιχει̃ δὲ τη̨̃ νυ̃ν Ιερουσαλήμ δουλεύει γὰρ μετὰ τω̃ν τέκνων αὐτη̃ς

26 ἡ δὲ ἄνω Ιερουσαλὴμ ἐλευθέρα ἐστίν ἥτις ἐστὶν μήτηρ ἡμω̃ν

27 γέγραπται γάρ εὐφράνθητι στει̃ρα ἡ οὐ τίκτουσα ῥη̃ξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα ὅτι πολλὰ τὰ τέκνα τη̃ς ἐρήμου μα̃λλον ἢ τη̃ς ἐχούσης τòν ἄνδρα

28 ὑμει̃ς δέ ἀδελφοί κατὰ Ισαὰκ ἐπαγγελίας τέκνα ἐστέ

29 ἀλλ' ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τòν κατὰ πνευ̃μα οὕτως καὶ νυ̃ν

30 ἀλλὰ τί λέγει ἡ γραφή ἔκβαλε τὴν παιδίσκην καὶ τòν υἱòν αὐτη̃ς οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱòς τη̃ς παιδίσκης μετὰ του̃ υἱου̃ τη̃ς ἐλευθέρας

31 διό ἀδελφοί οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τη̃ς ἐλευθέρας

 

Κεφάλαιον Ε' (5)

1 τη̨̃ ἐλευθερία̨ ἡμα̃ς Χριστòς ἠλευθέρωσεν στήκετε οὐ̃ν καὶ μὴ πάλιν ζυγω̨̃ δουλείας ἐνέχεσθε

2 ἴδε ἐγὼ Παυ̃λος λέγω ὑμι̃ν ὅτι ἐὰν περιτέμνησθε Χριστòς ὑμα̃ς οὐδὲν ὠφελήσει

3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπω̨ περιτεμνομένω̨ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τòν νόμον ποιη̃σαι

4 κατηργήθητε ἀπò Χριστου̃ οἵτινες ἐν νόμω̨ δικαιου̃σθε τη̃ς χάριτος ἐξεπέσατε

5 ἡμει̃ς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα

6 ἐν γὰρ Χριστω̨̃ Ιησου̃ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη

7 ἐτρέχετε καλω̃ς τίς ὑμα̃ς ἐνέκοψεν τη̨̃ ἀληθεία̨ μὴ πείθεσθαι

8 ἡ πεισμονὴ οὐκ ἐκ του̃ καλου̃ντος ὑμα̃ς

9 μικρὰ ζύμη ὅλον τò φύραμα ζυμοι̃

10 ἐγὼ πέποιθα εἰς ὑμα̃ς ἐν κυρίω̨ ὅτι οὐδὲν ἄλλο φρονήσετε ὁ δὲ ταράσσων ὑμα̃ς βαστάσει τò κρίμα ὅστις ἐὰν ἠ̨̃

11 ἐγὼ δέ ἀδελφοί εἰ περιτομὴν ἔτι κηρύσσω τί ἔτι διώκομαι ἄρα κατήργηται τò σκάνδαλον του̃ σταυρου̃

12 ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατου̃ντες ὑμα̃ς

13 ὑμει̃ς γὰρ ἐπ' ἐλευθερία̨ ἐκλήθητε ἀδελφοί μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τη̨̃ σαρκί ἀλλὰ διὰ τη̃ς ἀγάπης δουλεύετε ἀλλήλοις

14 ὁ γὰρ πα̃ς νόμος ἐν ἑνὶ λόγω̨ πεπλήρωται ἐν τω̨̃ ἀγαπήσεις τòν πλησίον σου ὡς σεαυτόν

15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε βλέπετε μὴ ὑπ' ἀλλήλων ἀναλωθη̃τε

16 λέγω δέ πνεύματι περιπατει̃τε καὶ ἐπιθυμίαν σαρκòς οὐ μὴ τελέσητε

17 ἡ γὰρ σὰρξ ἐπιθυμει̃ κατὰ του̃ πνεύματος τò δὲ πνευ̃μα κατὰ τη̃ς σαρκός ταυ̃τα γὰρ ἀλλήλοις ἀντίκειται ἵνα μὴ ἃ ἐὰν θέλητε ταυ̃τα ποιη̃τε

18 εἰ δὲ πνεύματι ἄγεσθε οὐκ ἐστὲ ὑπò νόμον

19 φανερὰ δέ ἐστιν τὰ ἔργα τη̃ς σαρκός ἅτινά ἐστιν πορνεία ἀκαθαρσία ἀσέλγεια

20 εἰδωλολατρία φαρμακεία ἔχθραι ἔρις ζη̃λος θυμοί ἐριθείαι διχοστασίαι αἱρέσεις

21 φθόνοι μέθαι κω̃μοι καὶ τὰ ὅμοια τούτοις ἃ προλέγω ὑμι̃ν καθὼς προει̃πον ὅτι οἱ τὰ τοιαυ̃τα πράσσοντες βασιλείαν θεου̃ οὐ κληρονομήσουσιν

22 ὁ δὲ καρπòς του̃ πνεύματός ἐστιν ἀγάπη χαρά εἰρήνη μακροθυμία χρηστότης ἀγαθωσύνη πίστις

23 πραΰτης ἐγκράτεια κατὰ τω̃ν τοιούτων οὐκ ἔστιν νόμος

24 οἱ δὲ του̃ Χριστου̃ Ιησου̃ τὴν σάρκα ἐσταύρωσαν σὺν τοι̃ς παθήμασιν καὶ ται̃ς ἐπιθυμίαις

25 εἰ ζω̃μεν πνεύματι πνεύματι καὶ στοιχω̃μεν

26 μὴ γινώμεθα κενόδοξοι ἀλλήλους προκαλούμενοι ἀλλήλοις φθονου̃ντες

 

Κεφάλαιον ΣΤ' (6)

1 ἀδελφοί ἐὰν καὶ προλημφθη̨̃ ἄνθρωπος ἔν τινι παραπτώματι ὑμει̃ς οἱ πνευματικοὶ καταρτίζετε τòν τοιου̃τον ἐν πνεύματι πραΰτητος σκοπω̃ν σεαυτόν μὴ καὶ σὺ πειρασθη̨̃ς

2 ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσετε τòν νόμον του̃ Χριστου̃

3 εἰ γὰρ δοκει̃ τις εἰ̃ναί τι μηδὲν ὤν φρεναπατα̨̃ ἑαυτόν

4 τò δὲ ἔργον ἑαυτου̃ δοκιμαζέτω ἕκαστος καὶ τότε εἰς ἑαυτòν μόνον τò καύχημα ἕξει καὶ οὐκ εἰς τòν ἕτερον

5 ἕκαστος γὰρ τò ἴδιον φορτίον βαστάσει

6 κοινωνείτω δὲ ὁ κατηχούμενος τòν λόγον τω̨̃ κατηχου̃ντι ἐν πα̃σιν ἀγαθοι̃ς

7 μὴ πλανα̃σθε θεòς οὐ μυκτηρίζεται ὃ γὰρ ἐὰν σπείρη̨ ἄνθρωπος του̃το καὶ θερίσει

8 ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτου̃ ἐκ τη̃ς σαρκòς θερίσει φθοράν ὁ δὲ σπείρων εἰς τò πνευ̃μα ἐκ του̃ πνεύματος θερίσει ζωὴν αἰώνιον

9 τò δὲ καλòν ποιου̃ντες μὴ ἐγκακω̃μεν καιρω̨̃ γὰρ ἰδίω̨ θερίσομεν μὴ ἐκλυόμενοι

10 ἄρα οὐ̃ν ὡς καιρòν ἔχομεν ἐργαζώμεθα τò ἀγαθòν πρòς πάντας μάλιστα δὲ πρòς τοὺς οἰκείους τη̃ς πίστεως

11 ἴδετε πηλίκοις ὑμι̃ν γράμμασιν ἔγραψα τη̨̃ ἐμη̨̃ χειρί

12 ὅσοι θέλουσιν εὐπροσωπη̃σαι ἐν σαρκί οὑ̃τοι ἀναγκάζουσιν ὑμα̃ς περιτέμνεσθαι μόνον ἵνα τω̨̃ σταυρω̨̃ του̃ Χριστου̃ μὴ διώκωνται

13 οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν ἀλλὰ θέλουσιν ὑμα̃ς περιτέμνεσθαι ἵνα ἐν τη̨̃ ὑμετέρα̨ σαρκὶ καυχήσωνται

14 ἐμοὶ δὲ μὴ γένοιτο καυχα̃σθαι εἰ μὴ ἐν τω̨̃ σταυρω̨̃ του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃ δι' οὑ̃ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμω̨

15 οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία ἀλλὰ καινὴ κτίσις

16 καὶ ὅσοι τω̨̃ κανόνι τούτω̨ στοιχήσουσιν εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τòν Ισραὴλ του̃ θεου̃

17 του̃ λοιπου̃ κόπους μοι μηδεὶς παρεχέτω ἐγὼ γὰρ τὰ στίγματα του̃ Ιησου̃ ἐν τω̨̃ σώματί μου βαστάζω

18 ἡ χάρις του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃ μετὰ του̃ πνεύματος ὑμω̃ν ἀδελφοί ἀμήν