Πρòς Θεσσαλονικει̃ς ἐπιστολὴ ἀποστόλου Παυ̃λου Α

Κεφάλαιον Α' (1)

1 Παυ̃λος καὶ Σιλουανòς καὶ Τιμόθεος τη̨̃ ἐκκλησία̨ Θεσσαλονικέων ἐν θεω̨̃ πατρὶ καὶ κυρίω̨ Ιησου̃ Χριστω̨̃ χάρις ὑμι̃ν καὶ εἰρήνη

2 εὐχαριστου̃μεν τω̨̃ θεω̨̃ πάντοτε περὶ πάντων ὑμω̃ν μνείαν ποιούμενοι ἐπὶ τω̃ν προσευχω̃ν ἡμω̃ν ἀδιαλείπτως

3 μνημονεύοντες ὑμω̃ν του̃ ἔργου τη̃ς πίστεως καὶ του̃ κόπου τη̃ς ἀγάπης καὶ τη̃ς ὑπομονη̃ς τη̃ς ἐλπίδος του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃ ἔμπροσθεν του̃ θεου̃ καὶ πατρòς ἡμω̃ν

4 εἰδότες ἀδελφοὶ ἠγαπημένοι ὑπò του̃ θεου̃ τὴν ἐκλογὴν ὑμω̃ν

5 ὅτι τò εὐαγγέλιον ἡμω̃ν οὐκ ἐγενήθη εἰς ὑμα̃ς ἐν λόγω̨ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίω̨ καὶ ἐν πληροφορία̨ πολλη̨̃ καθὼς οἴδατε οἱ̃οι ἐγενήθημεν ἐν ὑμι̃ν δι' ὑμα̃ς

6 καὶ ὑμει̃ς μιμηταὶ ἡμω̃ν ἐγενήθητε καὶ του̃ κυρίου δεξάμενοι τòν λόγον ἐν θλίψει πολλη̨̃ μετὰ χαρα̃ς πνεύματος ἁγίου

7 ὥστε γενέσθαι ὑμα̃ς τύπον πα̃σιν τοι̃ς πιστεύουσιν ἐν τη̨̃ Μακεδονία̨ καὶ ἐν τη̨̃ Αχαΐα̨

8 ἀφ' ὑμω̃ν γὰρ ἐξήχηται ὁ λόγος του̃ κυρίου οὐ μόνον ἐν τη̨̃ Μακεδονία̨ καὶ ἐν τη̨̃ Αχαΐα̨ ἀλλ' ἐν παντὶ τόπω̨ ἡ πίστις ὑμω̃ν ἡ πρòς τòν θεòν ἐξελήλυθεν ὥστε μὴ χρείαν ἔχειν ἡμα̃ς λαλει̃ν τι

9 αὐτοὶ γὰρ περὶ ἡμω̃ν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρòς ὑμα̃ς καὶ πω̃ς ἐπεστρέψατε πρòς τòν θεòν ἀπò τω̃ν εἰδώλων δουλεύειν θεω̨̃ ζω̃ντι καὶ ἀληθινω̨̃

10 καὶ ἀναμένειν τòν υἱòν αὐτου̃ ἐκ τω̃ν οὐρανω̃ν ὃν ἤγειρεν ἐκ τω̃ν νεκρω̃ν Ιησου̃ν τòν ῥυόμενον ἡμα̃ς ἐκ τη̃ς ὀργη̃ς τη̃ς ἐρχομένης

 

Κεφάλαιον Β' (2)

1 αὐτοὶ γὰρ οἴδατε ἀδελφοί τὴν εἴσοδον ἡμω̃ν τὴν πρòς ὑμα̃ς ὅτι οὐ κενὴ γέγονεν

2 ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες καθὼς οἴδατε ἐν Φιλίπποις ἐπαρρησιασάμεθα ἐν τω̨̃ θεω̨̃ ἡμω̃ν λαλη̃σαι πρòς ὑμα̃ς τò εὐαγγέλιον του̃ θεου̃ ἐν πολλω̨̃ ἀγω̃νι

3 ἡ γὰρ παράκλησις ἡμω̃ν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας οὐδὲ ἐν δόλω̨

4 ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπò του̃ θεου̃ πιστευθη̃ναι τò εὐαγγέλιον οὕτως λαλου̃μεν οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ θεω̨̃ τω̨̃ δοκιμάζοντι τὰς καρδίας ἡμω̃ν

5 οὔτε γάρ ποτε ἐν λόγω̨ κολακείας ἐγενήθημεν καθὼς οἴδατε οὔτε ἐν προφάσει πλεονεξίας θεòς μάρτυς

6 οὔτε ζητου̃ντες ἐξ ἀνθρώπων δόξαν οὔτε ἀφ' ὑμω̃ν οὔτε ἀπ' ἄλλων

7 δυνάμενοι ἐν βάρει εἰ̃ναι ὡς Χριστου̃ ἀπόστολοι ἀλλὰ ἐγενήθημεν νήπιοι ἐν μέσω̨ ὑμω̃ν ὡς ἐὰν τροφòς θάλπη̨ τὰ ἑαυτη̃ς τέκνα

8 οὕτως ὁμειρόμενοι ὑμω̃ν εὐδοκου̃μεν μεταδου̃ναι ὑμι̃ν οὐ μόνον τò εὐαγγέλιον του̃ θεου̃ ἀλλὰ καὶ τὰς ἑαυτω̃ν ψυχάς διότι ἀγαπητοὶ ἡμι̃ν ἐγενήθητε

9 μνημονεύετε γάρ ἀδελφοί τòν κόπον ἡμω̃ν καὶ τòν μόχθον νυκτòς καὶ ἡμέρας ἐργαζόμενοι πρòς τò μὴ ἐπιβαρη̃σαί τινα ὑμω̃ν ἐκηρύξαμεν εἰς ὑμα̃ς τò εὐαγγέλιον του̃ θεου̃

10 ὑμει̃ς μάρτυρες καὶ ὁ θεός ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμι̃ν τοι̃ς πιστεύουσιν ἐγενήθημεν

11 καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμω̃ν ὡς πατὴρ τέκνα ἑαυτου̃

12 παρακαλου̃ντες ὑμα̃ς καὶ παραμυθούμενοι καὶ μαρτυρόμενοι εἰς τò περιπατει̃ν ὑμα̃ς ἀξίως του̃ θεου̃ του̃ καλου̃ντος ὑμα̃ς εἰς τὴν ἑαυτου̃ βασιλείαν καὶ δόξαν

13 καὶ διὰ του̃το καὶ ἡμει̃ς εὐχαριστου̃μεν τω̨̃ θεω̨̃ ἀδιαλείπτως ὅτι παραλαβόντες λόγον ἀκοη̃ς παρ' ἡμω̃ν του̃ θεου̃ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθώς ἐστιν ἀληθω̃ς λόγον θεου̃ ὃς καὶ ἐνεργει̃ται ἐν ὑμι̃ν τοι̃ς πιστεύουσιν

14 ὑμει̃ς γὰρ μιμηταὶ ἐγενήθητε ἀδελφοί τω̃ν ἐκκλησιω̃ν του̃ θεου̃ τω̃ν οὐσω̃ν ἐν τη̨̃ Ιουδαία̨ ἐν Χριστω̨̃ Ιησου̃ ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμει̃ς ὑπò τω̃ν ἰδίων συμφυλετω̃ν καθὼς καὶ αὐτοὶ ὑπò τω̃ν Ιουδαίων

15 τω̃ν καὶ τòν κύριον ἀποκτεινάντων Ιησου̃ν καὶ τοὺς προφήτας καὶ ἡμα̃ς ἐκδιωξάντων καὶ θεω̨̃ μὴ ἀρεσκόντων καὶ πα̃σιν ἀνθρώποις ἐναντίων

16 κωλυόντων ἡμα̃ς τοι̃ς ἔθνεσιν λαλη̃σαι ἵνα σωθω̃σιν εἰς τò ἀναπληρω̃σαι αὐτω̃ν τὰς ἁμαρτίας πάντοτε ἔφθασεν δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος

17 ἡμει̃ς δέ ἀδελφοί ἀπορφανισθέντες ἀφ' ὑμω̃ν πρòς καιρòν ὥρας προσώπω̨ οὐ καρδία̨ περισσοτέρως ἐσπουδάσαμεν τò πρόσωπον ὑμω̃ν ἰδει̃ν ἐν πολλη̨̃ ἐπιθυμία̨

18 διότι ἠθελήσαμεν ἐλθει̃ν πρòς ὑμα̃ς ἐγὼ μὲν Παυ̃λος καὶ ἅπαξ καὶ δίς καὶ ἐνέκοψεν ἡμα̃ς ὁ Σατανα̃ς

19 τίς γὰρ ἡμω̃ν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως ἢ οὐχὶ καὶ ὑμει̃ς ἔμπροσθεν του̃ κυρίου ἡμω̃ν Ιησου̃ ἐν τη̨̃ αὐτου̃ παρουσία̨

20 ὑμει̃ς γάρ ἐστε ἡ δόξα ἡμω̃ν καὶ ἡ χαρά

 

Κεφάλαιον Γ' (3)

1 διò μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθη̃ναι ἐν Αθήναις μόνοι

2 καὶ ἐπέμψαμεν Τιμόθεον τòν ἀδελφòν ἡμω̃ν καὶ συνεργòν του̃ θεου̃ ἐν τω̨̃ εὐαγγελίω̨ του̃ Χριστου̃ εἰς τò στηρίξαι ὑμα̃ς καὶ παρακαλέσαι ὑπὲρ τη̃ς πίστεως ὑμω̃ν

3 τò μηδένα σαίνεσθαι ἐν ται̃ς θλίψεσιν ταύταις αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς του̃το κείμεθα

4 καὶ γὰρ ὅτε πρòς ὑμα̃ς ἠ̃μεν προελέγομεν ὑμι̃ν ὅτι μέλλομεν θλίβεσθαι καθὼς καὶ ἐγένετο καὶ οἴδατε

5 διὰ του̃το κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τò γνω̃ναι τὴν πίστιν ὑμω̃ν μή πως ἐπείρασεν ὑμα̃ς ὁ πειράζων καὶ εἰς κενòν γένηται ὁ κόπος ἡμω̃ν

6 ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρòς ἡμα̃ς ἀφ' ὑμω̃ν καὶ εὐαγγελισαμένου ἡμι̃ν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμω̃ν καὶ ὅτι ἔχετε μνείαν ἡμω̃ν ἀγαθὴν πάντοτε ἐπιποθου̃ντες ἡμα̃ς ἰδει̃ν καθάπερ καὶ ἡμει̃ς ὑμα̃ς

7 διὰ του̃το παρεκλήθημεν ἀδελφοί ἐφ' ὑμι̃ν ἐπὶ πάση̨ τη̨̃ ἀνάγκη̨ καὶ θλίψει ἡμω̃ν διὰ τη̃ς ὑμω̃ν πίστεως

8 ὅτι νυ̃ν ζω̃μεν ἐὰν ὑμει̃ς στήκετε ἐν κυρίω̨

9 τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τω̨̃ θεω̨̃ ἀνταποδου̃ναι περὶ ὑμω̃ν ἐπὶ πάση̨ τη̨̃ χαρα̨̃ ἡ̨̃ χαίρομεν δι' ὑμα̃ς ἔμπροσθεν του̃ θεου̃ ἡμω̃ν

10 νυκτòς καὶ ἡμέρας ὑπερεκπερισσου̃ δεόμενοι εἰς τò ἰδει̃ν ὑμω̃ν τò πρόσωπον καὶ καταρτίσαι τὰ ὑστερήματα τη̃ς πίστεως ὑμω̃ν

11 αὐτòς δὲ ὁ θεòς καὶ πατὴρ ἡμω̃ν καὶ ὁ κύριος ἡμω̃ν Ιησου̃ς κατευθύναι τὴν ὁδòν ἡμω̃ν πρòς ὑμα̃ς

12 ὑμα̃ς δὲ ὁ κύριος πλεονάσαι καὶ περισσεύσαι τη̨̃ ἀγάπη̨ εἰς ἀλλήλους καὶ εἰς πάντας καθάπερ καὶ ἡμει̃ς εἰς ὑμα̃ς

13 εἰς τò στηρίξαι ὑμω̃ν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνη̨ ἔμπροσθεν του̃ θεου̃ καὶ πατρòς ἡμω̃ν ἐν τη̨̃ παρουσία̨ του̃ κυρίου ἡμω̃ν Ιησου̃ μετὰ πάντων τω̃ν ἁγίων αὐτου̃ ἀμήν

 

Κεφάλαιον Δ' (4)

1 λοιπòν οὐ̃ν ἀδελφοί ἐρωτω̃μεν ὑμα̃ς καὶ παρακαλου̃μεν ἐν κυρίω̨ Ιησου̃ ἵνα καθὼς παρελάβετε παρ' ἡμω̃ν τò πω̃ς δει̃ ὑμα̃ς περιπατει̃ν καὶ ἀρέσκειν θεω̨̃ καθὼς καὶ περιπατει̃τε ἵνα περισσεύητε μα̃λλον

2 οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμι̃ν διὰ του̃ κυρίου Ιησου̃

3 του̃το γάρ ἐστιν θέλημα του̃ θεου̃ ὁ ἁγιασμòς ὑμω̃ν ἀπέχεσθαι ὑμα̃ς ἀπò τη̃ς πορνείας

4 εἰδέναι ἕκαστον ὑμω̃ν τò ἑαυτου̃ σκευ̃ος κτα̃σθαι ἐν ἁγιασμω̨̃ καὶ τιμη̨̃

5 μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τòν θεόν

6 τò μὴ ὑπερβαίνειν καὶ πλεονεκτει̃ν ἐν τω̨̃ πράγματι τòν ἀδελφòν αὐτου̃ διότι ἔκδικος κύριος περὶ πάντων τούτων καθὼς καὶ προείπαμεν ὑμι̃ν καὶ διεμαρτυράμεθα

7 οὐ γὰρ ἐκάλεσεν ἡμα̃ς ὁ θεòς ἐπὶ ἀκαθαρσία̨ ἀλλ' ἐν ἁγιασμω̨̃

8 τοιγαρου̃ν ὁ ἀθετω̃ν οὐκ ἄνθρωπον ἀθετει̃ ἀλλὰ τòν θεòν τòν καὶ διδόντα τò πνευ̃μα αὐτου̃ τò ἅγιον εἰς ὑμα̃ς

9 περὶ δὲ τη̃ς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμι̃ν αὐτοὶ γὰρ ὑμει̃ς θεοδίδακτοί ἐστε εἰς τò ἀγαπα̃ν ἀλλήλους

10 καὶ γὰρ ποιει̃τε αὐτò εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλη̨ τη̨̃ Μακεδονία̨ παρακαλου̃μεν δὲ ὑμα̃ς ἀδελφοί περισσεύειν μα̃λλον

11 καὶ φιλοτιμει̃σθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ται̃ς ἰδίαις χερσὶν ὑμω̃ν καθὼς ὑμι̃ν παρηγγείλαμεν

12 ἵνα περιπατη̃τε εὐσχημόνως πρòς τοὺς ἔξω καὶ μηδενòς χρείαν ἔχητε

13 οὐ θέλομεν δὲ ὑμα̃ς ἀγνοει̃ν ἀδελφοί περὶ τω̃ν κοιμωμένων ἵνα μὴ λυπη̃σθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα

14 εἰ γὰρ πιστεύομεν ὅτι Ιησου̃ς ἀπέθανεν καὶ ἀνέστη οὕτως καὶ ὁ θεòς τοὺς κοιμηθέντας διὰ του̃ Ιησου̃ ἄξει σὺν αὐτω̨̃

15 του̃το γὰρ ὑμι̃ν λέγομεν ἐν λόγω̨ κυρίου ὅτι ἡμει̃ς οἱ ζω̃ντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν του̃ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας

16 ὅτι αὐτòς ὁ κύριος ἐν κελεύσματι ἐν φωνη̨̃ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεου̃ καταβήσεται ἀπ' οὐρανου̃ καὶ οἱ νεκροὶ ἐν Χριστω̨̃ ἀναστήσονται πρω̃τον

17 ἔπειτα ἡμει̃ς οἱ ζω̃ντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοι̃ς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν του̃ κυρίου εἰς ἀέρα καὶ οὕτως πάντοτε σὺν κυρίω̨ ἐσόμεθα

18 ὥστε παρακαλει̃τε ἀλλήλους ἐν τοι̃ς λόγοις τούτοις

 

Κεφάλαιον Ε' (5)

1 περὶ δὲ τω̃ν χρόνων καὶ τω̃ν καιρω̃ν ἀδελφοί οὐ χρείαν ἔχετε ὑμι̃ν γράφεσθαι

2 αὐτοὶ γὰρ ἀκριβω̃ς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται

3 ὅταν λέγωσιν εἰρήνη καὶ ἀσφάλεια τότε αἰφνίδιος αὐτοι̃ς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τη̨̃ ἐν γαστρὶ ἐχούση̨ καὶ οὐ μὴ ἐκφύγωσιν

4 ὑμει̃ς δέ ἀδελφοί οὐκ ἐστὲ ἐν σκότει ἵνα ἡ ἡμέρα ὑμα̃ς ὡς κλέπτης καταλάβη̨

5 πάντες γὰρ ὑμει̃ς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας οὐκ ἐσμὲν νυκτòς οὐδὲ σκότους

6 ἄρα οὐ̃ν μὴ καθεύδωμεν ὡς οἱ λοιποί ἀλλὰ γρηγορω̃μεν καὶ νήφωμεν

7 οἱ γὰρ καθεύδοντες νυκτòς καθεύδουσιν καὶ οἱ μεθυσκόμενοι νυκτòς μεθύουσιν

8 ἡμει̃ς δὲ ἡμέρας ὄντες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας

9 ὅτι οὐκ ἔθετο ἡμα̃ς ὁ θεòς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃

10 του̃ ἀποθανόντος ὑπὲρ ἡμω̃ν ἵνα εἴτε γρηγορω̃μεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτω̨̃ ζήσωμεν

11 διò παρακαλει̃τε ἀλλήλους καὶ οἰκοδομει̃τε εἱ̃ς τòν ἕνα καθὼς καὶ ποιει̃τε

12 ἐρωτω̃μεν δὲ ὑμα̃ς ἀδελφοί εἰδέναι τοὺς κοπιω̃ντας ἐν ὑμι̃ν καὶ προϊσταμένους ὑμω̃ν ἐν κυρίω̨ καὶ νουθετου̃ντας ὑμα̃ς

13 καὶ ἡγει̃σθαι αὐτοὺς ὑπερεκπερισσου̃ ἐν ἀγάπη̨ διὰ τò ἔργον αὐτω̃ν εἰρηνεύετε ἐν ἑαυτοι̃ς

14 παρακαλου̃μεν δὲ ὑμα̃ς ἀδελφοί νουθετει̃τε τοὺς ἀτάκτους παραμυθει̃σθε τοὺς ὀλιγοψύχους ἀντέχεσθε τω̃ν ἀσθενω̃ν μακροθυμει̃τε πρòς πάντας

15 ὁρα̃τε μή τις κακòν ἀντὶ κακου̃ τινι ἀποδω̨̃ ἀλλὰ πάντοτε τò ἀγαθòν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας

16 πάντοτε χαίρετε

17 ἀδιαλείπτως προσεύχεσθε

18 ἐν παντὶ εὐχαριστει̃τε του̃το γὰρ θέλημα θεου̃ ἐν Χριστω̨̃ Ιησου̃ εἰς ὑμα̃ς

19 τò πνευ̃μα μὴ σβέννυτε

20 προφητείας μὴ ἐξουθενει̃τε

21 πάντα δὲ δοκιμάζετε τò καλòν κατέχετε

22 ἀπò παντòς εἴδους πονηρου̃ ἀπέχεσθε

23 αὐτòς δὲ ὁ θεòς τη̃ς εἰρήνης ἁγιάσαι ὑμα̃ς ὁλοτελει̃ς καὶ ὁλόκληρον ὑμω̃ν τò πνευ̃μα καὶ ἡ ψυχὴ καὶ τò σω̃μα ἀμέμπτως ἐν τη̨̃ παρουσία̨ του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃ τηρηθείη

24 πιστòς ὁ καλω̃ν ὑμα̃ς ὃς καὶ ποιήσει

25 ἀδελφοί προσεύχεσθε καὶ περὶ ἡμω̃ν

26 ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίω̨

27 ἐνορκίζω ὑμα̃ς τòν κύριον ἀναγνωσθη̃ναι τὴν ἐπιστολὴν πα̃σιν τοι̃ς ἀδελφοι̃ς

28 ἡ χάρις του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃ μεθ' ὑμω̃ν