Πρòς Τιμόυεον ἐπιστολὴ ἀποστόλου Παυ̃λου Α

Κεφάλαιον Α' (1)

1 Παυ̃λος ἀπόστολος Χριστου̃ Ιησου̃ κατ' ἐπιταγὴν θεου̃ σωτη̃ρος ἡμω̃ν καὶ Χριστου̃ Ιησου̃ τη̃ς ἐλπίδος ἡμω̃ν

2 Τιμοθέω̨ γνησίω̨ τέκνω̨ ἐν πίστει χάρις ἔλεος εἰρήνη ἀπò θεου̃ πατρòς καὶ Χριστου̃ Ιησου̃ του̃ κυρίου ἡμω̃ν

3 καθὼς παρεκάλεσά σε προσμει̃ναι ἐν Εφέσω̨ πορευόμενος εἰς Μακεδονίαν ἵνα παραγγείλη̨ς τισὶν μὴ ἑτεροδιδασκαλει̃ν

4 μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις αἵτινες ἐκζητήσεις παρέχουσιν μα̃λλον ἢ οἰκονομίαν θεου̃ τὴν ἐν πίστει

5 τò δὲ τέλος τη̃ς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρα̃ς καρδίας καὶ συνειδήσεως ἀγαθη̃ς καὶ πίστεως ἀνυποκρίτου

6 ὡ̃ν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν

7 θέλοντες εἰ̃ναι νομοδιδάσκαλοι μὴ νοου̃ντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιου̃νται

8 οἴδαμεν δὲ ὅτι καλòς ὁ νόμος ἐάν τις αὐτω̨̃ νομίμως χρη̃ται

9 εἰδὼς του̃το ὅτι δικαίω̨ νόμος οὐ κει̃ται ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις ἀσεβέσι καὶ ἁμαρτωλοι̃ς ἀνοσίοις καὶ βεβήλοις πατρολώ̨αις καὶ μητρολώ̨αις ἀνδροφόνοις

10 πόρνοις ἀρσενοκοίταις ἀνδραποδισται̃ς ψεύσταις ἐπιόρκοις καὶ εἴ τι ἕτερον τη̨̃ ὑγιαινούση̨ διδασκαλία̨ ἀντίκειται

11 κατὰ τò εὐαγγέλιον τη̃ς δόξης του̃ μακαρίου θεου̃ ὃ ἐπιστεύθην ἐγώ

12 χάριν ἔχω τω̨̃ ἐνδυναμώσαντί με Χριστω̨̃ Ιησου̃ τω̨̃ κυρίω̨ ἡμω̃ν ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν

13 τò πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν ἀλλὰ ἠλεήθην ὅτι ἀγνοω̃ν ἐποίησα ἐν ἀπιστία̨

14 ὑπερεπλεόνασεν δὲ ἡ χάρις του̃ κυρίου ἡμω̃ν μετὰ πίστεως καὶ ἀγάπης τη̃ς ἐν Χριστω̨̃ Ιησου̃

15 πιστòς ὁ λόγος καὶ πάσης ἀποδοχη̃ς ἄξιος ὅτι Χριστòς Ιησου̃ς ἠ̃λθεν εἰς τòν κόσμον ἁμαρτωλοὺς σω̃σαι ὡ̃ν πρω̃τός εἰμι ἐγώ

16 ἀλλὰ διὰ του̃το ἠλεήθην ἵνα ἐν ἐμοὶ πρώτω̨ ἐνδείξηται Χριστòς Ιησου̃ς τὴν ἅπασαν μακροθυμίαν πρòς ὑποτύπωσιν τω̃ν μελλόντων πιστεύειν ἐπ' αὐτω̨̃ εἰς ζωὴν αἰώνιον

17 τω̨̃ δὲ βασιλει̃ τω̃ν αἰώνων ἀφθάρτω̨ ἀοράτω̨ μόνω̨ θεω̨̃ τιμὴ καὶ δόξα εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν

18 ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι τέκνον Τιμόθεε κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας ἵνα στρατεύη̨ ἐν αὐται̃ς τὴν καλὴν στρατείαν

19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν

20 ὡ̃ν ἐστιν Υμέναιος καὶ Αλέξανδρος οὓς παρέδωκα τω̨̃ Σατανα̨̃ ἵνα παιδευθω̃σιν μὴ βλασφημει̃ν

 

Κεφάλαιον Β' (2)

1 παρακαλω̃ οὐ̃ν πρω̃τον πάντων ποιει̃σθαι δεήσεις προσευχάς ἐντεύξεις εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων

2 ὑπὲρ βασιλέων καὶ πάντων τω̃ν ἐν ὑπεροχη̨̃ ὄντων ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάση̨ εὐσεβεία̨ καὶ σεμνότητι

3 του̃το καλòν καὶ ἀπόδεκτον ἐνώπιον του̃ σωτη̃ρος ἡμω̃ν θεου̃

4 ὃς πάντας ἀνθρώπους θέλει σωθη̃ναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθει̃ν

5 εἱ̃ς γὰρ θεός εἱ̃ς καὶ μεσίτης θεου̃ καὶ ἀνθρώπων ἄνθρωπος Χριστòς Ιησου̃ς

6 ὁ δοὺς ἑαυτòν ἀντίλυτρον ὑπὲρ πάντων τò μαρτύριον καιροι̃ς ἰδίοις

7 εἰς ὃ ἐτέθην ἐγὼ κη̃ρυξ καὶ ἀπόστολος ἀλήθειαν λέγω οὐ ψεύδομαι διδάσκαλος ἐθνω̃ν ἐν πίστει καὶ ἀληθεία̨

8 βούλομαι οὐ̃ν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπω̨ ἐπαίροντας ὁσίους χει̃ρας χωρὶς ὀργη̃ς καὶ διαλογισμου̃

9 ὡσαύτως καὶ γυναι̃κας ἐν καταστολη̨̃ κοσμίω̨ μετὰ αἰδου̃ς καὶ σωφροσύνης κοσμει̃ν ἑαυτάς μὴ ἐν πλέγμασιν καὶ χρυσίω̨ ἢ μαργαρίταις ἢ ἱματισμω̨̃ πολυτελει̃

10 ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι' ἔργων ἀγαθω̃ν

11 γυνὴ ἐν ἡσυχία̨ μανθανέτω ἐν πάση̨ ὑποταγη̨̃

12 διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω οὐδὲ αὐθεντει̃ν ἀνδρός ἀλλ' εἰ̃ναι ἐν ἡσυχία̨

13 Αδὰμ γὰρ πρω̃τος ἐπλάσθη εἰ̃τα Εὕα

14 καὶ Αδὰμ οὐκ ἠπατήθη ἡ δὲ γυνὴ ἐξαπατηθει̃σα ἐν παραβάσει γέγονεν

15 σωθήσεται δὲ διὰ τη̃ς τεκνογονίας ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπη̨ καὶ ἁγιασμω̨̃ μετὰ σωφροσύνης

 

Κεφάλαιον Γ' (3)

1 πιστòς ὁ λόγος εἴ τις ἐπισκοπη̃ς ὀρέγεται καλου̃ ἔργου ἐπιθυμει̃

2 δει̃ οὐ̃ν τòν ἐπίσκοπον ἀνεπίλημπτον εἰ̃ναι μια̃ς γυναικòς ἄνδρα νηφάλιον σώφρονα κόσμιον φιλόξενον διδακτικόν

3 μὴ πάροινον μὴ πλήκτην ἀλλὰ ἐπιεικη̃ ἄμαχον ἀφιλάργυρον

4 του̃ ἰδίου οἴκου καλω̃ς προϊστάμενον τέκνα ἔχοντα ἐν ὑποταγη̨̃ μετὰ πάσης σεμνότητος

5 εἰ δέ τις του̃ ἰδίου οἴκου προστη̃ναι οὐκ οἰ̃δεν πω̃ς ἐκκλησίας θεου̃ ἐπιμελήσεται

6 μὴ νεόφυτον ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέση̨ του̃ διαβόλου

7 δει̃ δὲ καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπò τω̃ν ἔξωθεν ἵνα μὴ εἰς ὀνειδισμòν ἐμπέση̨ καὶ παγίδα του̃ διαβόλου

8 διακόνους ὡσαύτως σεμνούς μὴ διλόγους μὴ οἴνω̨ πολλω̨̃ προσέχοντας μὴ αἰσχροκερδει̃ς

9 ἔχοντας τò μυστήριον τη̃ς πίστεως ἐν καθαρα̨̃ συνειδήσει

10 καὶ οὑ̃τοι δὲ δοκιμαζέσθωσαν πρω̃τον εἰ̃τα διακονείτωσαν ἀνέγκλητοι ὄντες

11 γυναι̃κας ὡσαύτως σεμνάς μὴ διαβόλους νηφαλίους πιστὰς ἐν πα̃σιν

12 διάκονοι ἔστωσαν μια̃ς γυναικòς ἄνδρες τέκνων καλω̃ς προϊστάμενοι καὶ τω̃ν ἰδίων οἴκων

13 οἱ γὰρ καλω̃ς διακονήσαντες βαθμòν ἑαυτοι̃ς καλòν περιποιου̃νται καὶ πολλὴν παρρησίαν ἐν πίστει τη̨̃ ἐν Χριστω̨̃ Ιησου̃

14 ταυ̃τά σοι γράφω ἐλπίζων ἐλθει̃ν πρòς σὲ ἐν τάχει

15 ἐὰν δὲ βραδύνω ἵνα εἰδη̨̃ς πω̃ς δει̃ ἐν οἴκω̨ θεου̃ ἀναστρέφεσθαι ἥτις ἐστὶν ἐκκλησία θεου̃ ζω̃ντος στυ̃λος καὶ ἑδραίωμα τη̃ς ἀληθείας

16 καὶ ὁμολογουμένως μέγα ἐστὶν τò τη̃ς εὐσεβείας μυστήριον ὃς ἐφανερώθη ἐν σαρκί ἐδικαιώθη ἐν πνεύματι ὤφθη ἀγγέλοις ἐκηρύχθη ἐν ἔθνεσιν ἐπιστεύθη ἐν κόσμω̨ ἀνελήμφθη ἐν δόξη̨

 

Κεφάλαιον Δ' (4)

1 τò δὲ πνευ̃μα ῥητω̃ς λέγει ὅτι ἐν ὑστέροις καιροι̃ς ἀποστήσονταί τινες τη̃ς πίστεως προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων

2 ἐν ὑποκρίσει ψευδολόγων κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν

3 κωλυόντων γαμει̃ν ἀπέχεσθαι βρωμάτων ἃ ὁ θεòς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοι̃ς πιστοι̃ς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν

4 ὅτι πα̃ν κτίσμα θεου̃ καλόν καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον

5 ἁγιάζεται γὰρ διὰ λόγου θεου̃ καὶ ἐντεύξεως

6 ταυ̃τα ὑποτιθέμενος τοι̃ς ἀδελφοι̃ς καλòς ἔση̨ διάκονος Χριστου̃ Ιησου̃ ἐντρεφόμενος τοι̃ς λόγοις τη̃ς πίστεως καὶ τη̃ς καλη̃ς διδασκαλίας ἡ̨̃ παρηκολούθηκας

7 τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτου̃ γύμναζε δὲ σεαυτòν πρòς εὐσέβειαν

8 ἡ γὰρ σωματικὴ γυμνασία πρòς ὀλίγον ἐστὶν ὠφέλιμος ἡ δὲ εὐσέβεια πρòς πάντα ὠφέλιμός ἐστιν ἐπαγγελίαν ἔχουσα ζωη̃ς τη̃ς νυ̃ν καὶ τη̃ς μελλούσης

9 πιστòς ὁ λόγος καὶ πάσης ἀποδοχη̃ς ἄξιος

10 εἰς του̃το γὰρ κοπιω̃μεν καὶ ἀγωνιζόμεθα ὅτι ἠλπίκαμεν ἐπὶ θεω̨̃ ζω̃ντι ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστω̃ν

11 παράγγελλε ταυ̃τα καὶ δίδασκε

12 μηδείς σου τη̃ς νεότητος καταφρονείτω ἀλλὰ τύπος γίνου τω̃ν πιστω̃ν ἐν λόγω̨ ἐν ἀναστροφη̨̃ ἐν ἀγάπη̨ ἐν πίστει ἐν ἁγνεία̨

13 ἕως ἔρχομαι πρόσεχε τη̨̃ ἀναγνώσει τη̨̃ παρακλήσει τη̨̃ διδασκαλία̨

14 μὴ ἀμέλει του̃ ἐν σοὶ χαρίσματος ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τω̃ν χειρω̃ν του̃ πρεσβυτερίου

15 ταυ̃τα μελέτα ἐν τούτοις ἴσθι ἵνα σου ἡ προκοπὴ φανερὰ ἠ̨̃ πα̃σιν

16 ἔπεχε σεαυτω̨̃ καὶ τη̨̃ διδασκαλία̨ ἐπίμενε αὐτοι̃ς του̃το γὰρ ποιω̃ν καὶ σεαυτòν σώσεις καὶ τοὺς ἀκούοντάς σου

 

Κεφάλαιον Ε' (5)

1 πρεσβυτέρω̨ μὴ ἐπιπλήξη̨ς ἀλλὰ παρακάλει ὡς πατέρα νεωτέρους ὡς ἀδελφούς

2 πρεσβυτέρας ὡς μητέρας νεωτέρας ὡς ἀδελφὰς ἐν πάση̨ ἁγνεία̨

3 χήρας τίμα τὰς ὄντως χήρας

4 εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει μανθανέτωσαν πρω̃τον τòν ἴδιον οἰ̃κον εὐσεβει̃ν καὶ ἀμοιβὰς ἀποδιδόναι τοι̃ς προγόνοις του̃το γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον του̃ θεου̃

5 ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ θεòν καὶ προσμένει ται̃ς δεήσεσιν καὶ ται̃ς προσευχαι̃ς νυκτòς καὶ ἡμέρας

6 ἡ δὲ σπαταλω̃σα ζω̃σα τέθνηκεν

7 καὶ ταυ̃τα παράγγελλε ἵνα ἀνεπίλημπτοι ὠ̃σιν

8 εἰ δέ τις τω̃ν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοει̃ τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων

9 χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτω̃ν ἑξήκοντα γεγονυι̃α ἑνòς ἀνδρòς γυνή

10 ἐν ἔργοις καλοι̃ς μαρτυρουμένη εἰ ἐτεκνοτρόφησεν εἰ ἐξενοδόχησεν εἰ ἁγίων πόδας ἔνιψεν εἰ θλιβομένοις ἐπήρκεσεν εἰ παντὶ ἔργω̨ ἀγαθω̨̃ ἐπηκολούθησεν

11 νεωτέρας δὲ χήρας παραιτου̃ ὅταν γὰρ καταστρηνιάσωσιν του̃ Χριστου̃ γαμει̃ν θέλουσιν

12 ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν

13 ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν περιερχόμεναι τὰς οἰκίας οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι λαλου̃σαι τὰ μὴ δέοντα

14 βούλομαι οὐ̃ν νεωτέρας γαμει̃ν τεκνογονει̃ν οἰκοδεσποτει̃ν μηδεμίαν ἀφορμὴν διδόναι τω̨̃ ἀντικειμένω̨ λοιδορίας χάριν

15 ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω του̃ Σατανα̃

16 εἴ τις πιστὴ ἔχει χήρας ἐπαρκείτω αὐται̃ς καὶ μὴ βαρείσθω ἡ ἐκκλησία ἵνα ται̃ς ὄντως χήραις ἐπαρκέση̨

17 οἱ καλω̃ς προεστω̃τες πρεσβύτεροι διπλη̃ς τιμη̃ς ἀξιούσθωσαν μάλιστα οἱ κοπιω̃ντες ἐν λόγω̨ καὶ διδασκαλία̨

18 λέγει γὰρ ἡ γραφή βου̃ν ἀλοω̃ντα οὐ φιμώσεις καί ἄξιος ὁ ἐργάτης του̃ μισθου̃ αὐτου̃

19 κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου ἐκτòς εἰ μὴ ἐπὶ δύο ἢ τριω̃ν μαρτύρων

20 τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν

21 διαμαρτύρομαι ἐνώπιον του̃ θεου̃ καὶ Χριστου̃ Ιησου̃ καὶ τω̃ν ἐκλεκτω̃ν ἀγγέλων ἵνα ταυ̃τα φυλάξη̨ς χωρὶς προκρίματος μηδὲν ποιω̃ν κατὰ πρόσκλισιν

22 χει̃ρας ταχέως μηδενὶ ἐπιτίθει μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις σεαυτòν ἁγνòν τήρει

23 μηκέτι ὑδροπότει ἀλλὰ οἴνω̨ ὀλίγω̨ χρω̃ διὰ τòν στόμαχον καὶ τὰς πυκνάς σου ἀσθενείας

24 τινω̃ν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν προάγουσαι εἰς κρίσιν τισὶν δὲ καὶ ἐπακολουθου̃σιν

25 ὡσαύτως καὶ τὰ ἔργα τὰ καλὰ πρόδηλα καὶ τὰ ἄλλως ἔχοντα κρυβη̃ναι οὐ δύνανται

 

Κεφάλαιον ΣΤ' (6)

1 ὅσοι εἰσὶν ὑπò ζυγòν δου̃λοι τοὺς ἰδίους δεσπότας πάσης τιμη̃ς ἀξίους ἡγείσθωσαν ἵνα μὴ τò ὄνομα του̃ θεου̃ καὶ ἡ διδασκαλία βλασφημη̃ται

2 οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν ὅτι ἀδελφοί εἰσιν ἀλλὰ μα̃λλον δουλευέτωσαν ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τη̃ς εὐεργεσίας ἀντιλαμβανόμενοι ταυ̃τα δίδασκε καὶ παρακάλει

3 εἴ τις ἑτεροδιδασκαλει̃ καὶ μὴ προσέρχεται ὑγιαίνουσιν λόγοις τοι̃ς του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃ καὶ τη̨̃ κατ' εὐσέβειαν διδασκαλία̨

4 τετύφωται μηδὲν ἐπιστάμενος ἀλλὰ νοσω̃ν περὶ ζητήσεις καὶ λογομαχίας ἐξ ὡ̃ν γίνεται φθόνος ἔρις βλασφημίαι ὑπόνοιαι πονηραί

5 διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τòν νου̃ν καὶ ἀπεστερημένων τη̃ς ἀληθείας νομιζόντων πορισμòν εἰ̃ναι τὴν εὐσέβειαν

6 ἔστιν δὲ πορισμòς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας

7 οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τòν κόσμον ὅτι οὐδὲ ἐξενεγκει̃ν τι δυνάμεθα

8 ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα

9 οἱ δὲ βουλόμενοι πλουτει̃ν ἐμπίπτουσιν εἰς πειρασμòν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν

10 ῥίζα γὰρ πάντων τω̃ν κακω̃ν ἐστιν ἡ φιλαργυρία ἡ̃ς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπò τη̃ς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαι̃ς

11 σὺ δέ ὠ̃ ἄνθρωπε θεου̃ ταυ̃τα φευ̃γε δίωκε δὲ δικαιοσύνην εὐσέβειαν πίστιν ἀγάπην ὑπομονήν πραϋπαθίαν

12 ἀγωνίζου τòν καλòν ἀγω̃να τη̃ς πίστεως ἐπιλαβου̃ τη̃ς αἰωνίου ζωη̃ς εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλω̃ν μαρτύρων

13 παραγγέλλω σοι ἐνώπιον του̃ θεου̃ του̃ ζω̨ογονου̃ντος τὰ πάντα καὶ Χριστου̃ Ιησου̃ του̃ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν

14 τηρη̃σαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον μέχρι τη̃ς ἐπιφανείας του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃

15 ἣν καιροι̃ς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης ὁ βασιλεὺς τω̃ν βασιλευόντων καὶ κύριος τω̃ν κυριευόντων

16 ὁ μόνος ἔχων ἀθανασίαν φω̃ς οἰκω̃ν ἀπρόσιτον ὃν εἰ̃δεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδει̃ν δύναται ὡ̨̃ τιμὴ καὶ κράτος αἰώνιον ἀμήν

17 τοι̃ς πλουσίοις ἐν τω̨̃ νυ̃ν αἰω̃νι παράγγελλε μὴ ὑψηλοφρονει̃ν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι ἀλλ' ἐπὶ θεω̨̃ τω̨̃ παρέχοντι ἡμι̃ν πάντα πλουσίως εἰς ἀπόλαυσιν

18 ἀγαθοεργει̃ν πλουτει̃ν ἐν ἔργοις καλοι̃ς εὐμεταδότους εἰ̃ναι κοινωνικούς

19 ἀποθησαυρίζοντας ἑαυτοι̃ς θεμέλιον καλòν εἰς τò μέλλον ἵνα ἐπιλάβωνται τη̃ς ὄντως ζωη̃ς

20 ὠ̃ Τιμόθεε τὴν παραθήκην φύλαξον ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τη̃ς ψευδωνύμου γνώσεως

21 ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν ἡ χάρις μεθ' ὑμω̃ν