Πρòς Τιμόυεον ἐπιστολὴ ἀποστόλου Παυ̃λου Β

Κεφάλαιον Α' (1)

1 Παυ̃λος ἀπόστολος Χριστου̃ Ιησου̃ διὰ θελήματος θεου̃ κατ' ἐπαγγελίαν ζωη̃ς τη̃ς ἐν Χριστω̨̃ Ιησου̃

2 Τιμοθέω̨ ἀγαπητω̨̃ τέκνω̨ χάρις ἔλεος εἰρήνη ἀπò θεου̃ πατρòς καὶ Χριστου̃ Ιησου̃ του̃ κυρίου ἡμω̃ν

3 χάριν ἔχω τω̨̃ θεω̨̃ ὡ̨̃ λατρεύω ἀπò προγόνων ἐν καθαρα̨̃ συνειδήσει ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σου̃ μνείαν ἐν ται̃ς δεήσεσίν μου νυκτòς καὶ ἡμέρας

4 ἐπιποθω̃ν σε ἰδει̃ν μεμνημένος σου τω̃ν δακρύων ἵνα χαρα̃ς πληρωθω̃

5 ὑπόμνησιν λαβὼν τη̃ς ἐν σοὶ ἀνυποκρίτου πίστεως ἥτις ἐνώ̨κησεν πρω̃τον ἐν τη̨̃ μάμμη̨ σου Λωΐδι καὶ τη̨̃ μητρί σου Εὐνίκη̨ πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί

6 δι' ἣν αἰτίαν ἀναμιμνή̨σκω σε ἀναζωπυρει̃ν τò χάρισμα του̃ θεου̃ ὅ ἐστιν ἐν σοὶ διὰ τη̃ς ἐπιθέσεως τω̃ν χειρω̃ν μου

7 οὐ γὰρ ἔδωκεν ἡμι̃ν ὁ θεòς πνευ̃μα δειλίας ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμου̃

8 μὴ οὐ̃ν ἐπαισχυνθη̨̃ς τò μαρτύριον του̃ κυρίου ἡμω̃ν μηδὲ ἐμὲ τòν δέσμιον αὐτου̃ ἀλλὰ συγκακοπάθησον τω̨̃ εὐαγγελίω̨ κατὰ δύναμιν θεου̃

9 του̃ σώσαντος ἡμα̃ς καὶ καλέσαντος κλήσει ἁγία̨ οὐ κατὰ τὰ ἔργα ἡμω̃ν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθει̃σαν ἡμι̃ν ἐν Χριστω̨̃ Ιησου̃ πρò χρόνων αἰωνίων

10 φανερωθει̃σαν δὲ νυ̃ν διὰ τη̃ς ἐπιφανείας του̃ σωτη̃ρος ἡμω̃ν Χριστου̃ Ιησου̃ καταργήσαντος μὲν τòν θάνατον φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ του̃ εὐαγγελίου

11 εἰς ὃ ἐτέθην ἐγὼ κη̃ρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος

12 δι' ἣν αἰτίαν καὶ ταυ̃τα πάσχω ἀλλ' οὐκ ἐπαισχύνομαι οἰ̃δα γὰρ ὡ̨̃ πεπίστευκα καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν

13 ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὡ̃ν παρ' ἐμου̃ ἤκουσας ἐν πίστει καὶ ἀγάπη̨ τη̨̃ ἐν Χριστω̨̃ Ιησου̃

14 τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου του̃ ἐνοικου̃ντος ἐν ἡμι̃ν

15 οἰ̃δας του̃το ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τη̨̃ Ασία̨ ὡ̃ν ἐστιν Φύγελος καὶ Ερμογένης

16 δώ̨η ἔλεος ὁ κύριος τω̨̃ Ονησιφόρου οἴκω̨ ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη

17 ἀλλὰ γενόμενος ἐν Ρώμη̨ σπουδαίως ἐζήτησέν με καὶ εὑ̃ρεν

18 δώ̨η αὐτω̨̃ ὁ κύριος εὑρει̃ν ἔλεος παρὰ κυρίου ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ καὶ ὅσα ἐν Εφέσω̨ διηκόνησεν βέλτιον σὺ γινώσκεις

 

Κεφάλαιον Β' (2)

1 σὺ οὐ̃ν τέκνον μου ἐνδυναμου̃ ἐν τη̨̃ χάριτι τη̨̃ ἐν Χριστω̨̃ Ιησου̃

2 καὶ ἃ ἤκουσας παρ' ἐμου̃ διὰ πολλω̃ν μαρτύρων ταυ̃τα παράθου πιστοι̃ς ἀνθρώποις οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι

3 συγκακοπάθησον ὡς καλòς στρατιώτης Χριστου̃ Ιησου̃

4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ται̃ς του̃ βίου πραγματείαις ἵνα τω̨̃ στρατολογήσαντι ἀρέση̨

5 ἐὰν δὲ καὶ ἀθλη̨̃ τις οὐ στεφανου̃ται ἐὰν μὴ νομίμως ἀθλήση̨

6 τòν κοπιω̃ντα γεωργòν δει̃ πρω̃τον τω̃ν καρπω̃ν μεταλαμβάνειν

7 νόει ὃ λέγω δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πα̃σιν

8 μνημόνευε Ιησου̃ν Χριστòν ἐγηγερμένον ἐκ νεκρω̃ν ἐκ σπέρματος Δαυίδ κατὰ τò εὐαγγέλιόν μου

9 ἐν ὡ̨̃ κακοπαθω̃ μέχρι δεσμω̃ν ὡς κακου̃ργος ἀλλὰ ὁ λόγος του̃ θεου̃ οὐ δέδεται

10 διὰ του̃το πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τη̃ς ἐν Χριστω̨̃ Ιησου̃ μετὰ δόξης αἰωνίου

11 πιστòς ὁ λόγος εἰ γὰρ συναπεθάνομεν καὶ συζήσομεν

12 εἰ ὑπομένομεν καὶ συμβασιλεύσομεν εἰ ἀρνησόμεθα κἀκει̃νος ἀρνήσεται ἡμα̃ς

13 εἰ ἀπιστου̃μεν ἐκει̃νος πιστòς μένει ἀρνήσασθαι γὰρ ἑαυτòν οὐ δύναται

14 ταυ̃τα ὑπομίμνη̨σκε διαμαρτυρόμενος ἐνώπιον του̃ θεου̃ μὴ λογομαχει̃ν ἐπ' οὐδὲν χρήσιμον ἐπὶ καταστροφη̨̃ τω̃ν ἀκουόντων

15 σπούδασον σεαυτòν δόκιμον παραστη̃σαι τω̨̃ θεω̨̃ ἐργάτην ἀνεπαίσχυντον ὀρθοτομου̃ντα τòν λόγον τη̃ς ἀληθείας

16 τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο ἐπὶ πλει̃ον γὰρ προκόψουσιν ἀσεβείας

17 καὶ ὁ λόγος αὐτω̃ν ὡς γάγγραινα νομὴν ἕξει ὡ̃ν ἐστιν Υμέναιος καὶ Φίλητος

18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι καὶ ἀνατρέπουσιν τήν τινων πίστιν

19 ὁ μέντοι στερεòς θεμέλιος του̃ θεου̃ ἕστηκεν ἔχων τὴν σφραγι̃δα ταύτην ἔγνω κύριος τοὺς ὄντας αὐτου̃ καί ἀποστήτω ἀπò ἀδικίας πα̃ς ὁ ὀνομάζων τò ὄνομα κυρίου

20 ἐν μεγάλη̨ δὲ οἰκία̨ οὐκ ἔστιν μόνον σκεύη χρυσα̃ καὶ ἀργυρα̃ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν

21 ἐὰν οὐ̃ν τις ἐκκαθάρη̨ ἑαυτòν ἀπò τούτων ἔσται σκευ̃ος εἰς τιμήν ἡγιασμένον εὔχρηστον τω̨̃ δεσπότη̨ εἰς πα̃ν ἔργον ἀγαθòν ἡτοιμασμένον

22 τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φευ̃γε δίωκε δὲ δικαιοσύνην πίστιν ἀγάπην εἰρήνην μετὰ τω̃ν ἐπικαλουμένων τòν κύριον ἐκ καθαρα̃ς καρδίας

23 τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτου̃ εἰδὼς ὅτι γεννω̃σιν μάχας

24 δου̃λον δὲ κυρίου οὐ δει̃ μάχεσθαι ἀλλὰ ἤπιον εἰ̃ναι πρòς πάντας διδακτικόν ἀνεξίκακον

25 ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους μήποτε δώη̨ αὐτοι̃ς ὁ θεòς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας

26 καὶ ἀνανήψωσιν ἐκ τη̃ς του̃ διαβόλου παγίδος ἐζωγρημένοι ὑπ' αὐτου̃ εἰς τò ἐκείνου θέλημα

 

Κεφάλαιον Γ' (3)

1 του̃το δὲ γίνωσκε ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί

2 ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι φιλάργυροι ἀλαζόνες ὑπερήφανοι βλάσφημοι γονευ̃σιν ἀπειθει̃ς ἀχάριστοι ἀνόσιοι

3 ἄστοργοι ἄσπονδοι διάβολοι ἀκρατει̃ς ἀνήμεροι ἀφιλάγαθοι

4 προδόται προπετει̃ς τετυφωμένοι φιλήδονοι μα̃λλον ἢ φιλόθεοι

5 ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτη̃ς ἠρνημένοι καὶ τούτους ἀποτρέπου

6 ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις ἀγόμενα ἐπιθυμίαις ποικίλαις

7 πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθει̃ν δυνάμενα

8 ὃν τρόπον δὲ Ιάννης καὶ Ιαμβρη̃ς ἀντέστησαν Μωϋσει̃ οὕτως καὶ οὑ̃τοι ἀνθίστανται τη̨̃ ἀληθεία̨ ἄνθρωποι κατεφθαρμένοι τòν νου̃ν ἀδόκιμοι περὶ τὴν πίστιν

9 ἀλλ' οὐ προκόψουσιν ἐπὶ πλει̃ον ἡ γὰρ ἄνοια αὐτω̃ν ἔκδηλος ἔσται πα̃σιν ὡς καὶ ἡ ἐκείνων ἐγένετο

10 σὺ δὲ παρηκολούθησάς μου τη̨̃ διδασκαλία̨ τη̨̃ ἀγωγη̨̃ τη̨̃ προθέσει τη̨̃ πίστει τη̨̃ μακροθυμία̨ τη̨̃ ἀγάπη̨ τη̨̃ ὑπομονη̨̃

11 τοι̃ς διωγμοι̃ς τοι̃ς παθήμασιν οἱ̃ά μοι ἐγένετο ἐν Αντιοχεία̨ ἐν Ικονίω̨ ἐν Λύστροις οἵους διωγμοὺς ὑπήνεγκα καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος

12 καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβω̃ς ζη̃ν ἐν Χριστω̨̃ Ιησου̃ διωχθήσονται

13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τò χει̃ρον πλανω̃ντες καὶ πλανώμενοι

14 σὺ δὲ μένε ἐν οἱ̃ς ἔμαθες καὶ ἐπιστώθης εἰδὼς παρὰ τίνων ἔμαθες

15 καὶ ὅτι ἀπò βρέφους τὰ ἱερὰ γράμματα οἰ̃δας τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τη̃ς ἐν Χριστω̨̃ Ιησου̃

16 πα̃σα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρòς διδασκαλίαν πρòς ἐλεγμόν πρòς ἐπανόρθωσιν πρòς παιδείαν τὴν ἐν δικαιοσύνη̨

17 ἵνα ἄρτιος ἠ̨̃ ὁ του̃ θεου̃ ἄνθρωπος πρòς πα̃ν ἔργον ἀγαθòν ἐξηρτισμένος

 

Κεφάλαιον Δ' (4)

1 διαμαρτύρομαι ἐνώπιον του̃ θεου̃ καὶ Χριστου̃ Ιησου̃ του̃ μέλλοντος κρίνειν ζω̃ντας καὶ νεκρούς καὶ τὴν ἐπιφάνειαν αὐτου̃ καὶ τὴν βασιλείαν αὐτου̃

2 κήρυξον τòν λόγον ἐπίστηθι εὐκαίρως ἀκαίρως ἔλεγξον ἐπιτίμησον παρακάλεσον ἐν πάση̨ μακροθυμία̨ καὶ διδαχη̨̃

3 ἔσται γὰρ καιρòς ὅτε τη̃ς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοι̃ς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν

4 καὶ ἀπò μὲν τη̃ς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται

5 σὺ δὲ νη̃φε ἐν πα̃σιν κακοπάθησον ἔργον ποίησον εὐαγγελιστου̃ τὴν διακονίαν σου πληροφόρησον

6 ἐγὼ γὰρ ἤδη σπένδομαι καὶ ὁ καιρòς τη̃ς ἀναλύσεώς μου ἐφέστηκεν

7 τòν καλòν ἀγω̃να ἠγώνισμαι τòν δρόμον τετέλεκα τὴν πίστιν τετήρηκα

8 λοιπòν ἀπόκειταί μοι ὁ τη̃ς δικαιοσύνης στέφανος ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ὁ δίκαιος κριτής οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πα̃σι τοι̃ς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτου̃

9 σπούδασον ἐλθει̃ν πρός με ταχέως

10 Δημα̃ς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τòν νυ̃ν αἰω̃να καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην Κρήσκης εἰς Γαλατίαν Τίτος εἰς Δαλματίαν

11 Λουκα̃ς ἐστιν μόνος μετ' ἐμου̃ Μα̃ρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτου̃ ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν

12 Τυχικòν δὲ ἀπέστειλα εἰς Έφεσον

13 τòν φαιλόνην ὃν ἀπέλιπον ἐν Τρω̨άδι παρὰ Κάρπω̨ ἐρχόμενος φέρε καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας

14 Αλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο ἀποδώσει αὐτω̨̃ ὁ κύριος κατὰ τὰ ἔργα αὐτου̃

15 ὃν καὶ σὺ φυλάσσου λίαν γὰρ ἀντέστη τοι̃ς ἡμετέροις λόγοις

16 ἐν τη̨̃ πρώτη̨ μου ἀπολογία̨ οὐδείς μοι παρεγένετο ἀλλὰ πάντες με ἐγκατέλιπον μὴ αὐτοι̃ς λογισθείη

17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με ἵνα δι' ἐμου̃ τò κήρυγμα πληροφορηθη̨̃ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη καὶ ἐρρύσθην ἐκ στόματος λέοντος

18 ῥύσεταί με ὁ κύριος ἀπò παντòς ἔργου πονηρου̃ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτου̃ τὴν ἐπουράνιον ὡ̨̃ ἡ δόξα εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν

19 ἄσπασαι Πρίσκαν καὶ Ακύλαν καὶ τòν Ονησιφόρου οἰ̃κον

20 Έραστος ἔμεινεν ἐν Κορίνθω̨ Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτω̨ ἀσθενου̃ντα

21 σπούδασον πρò χειμω̃νος ἐλθει̃ν ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες

22 ὁ κύριος μετὰ του̃ πνεύματός σου ἡ χάρις μεθ' ὑμω̃ν