Πρòς Φιλήμονα ἐπιστολὴ ἀποστόλου Παυ̃λου

Κεφάλαιον Α' (1)

1 Παυ̃λος δέσμιος Χριστου̃ Ιησου̃ καὶ Τιμόθεος ὁ ἀδελφòς Φιλήμονι τω̨̃ ἀγαπητω̨̃ καὶ συνεργω̨̃ ἡμω̃ν

2 καὶ Απφία̨ τη̨̃ ἀδελφη̨̃ καὶ Αρχίππω̨ τω̨̃ συστρατιώτη̨ ἡμω̃ν καὶ τη̨̃ κατ' οἰ̃κόν σου ἐκκλησία̨

3 χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν καὶ κυρίου Ιησου̃ Χριστου̃

4 εὐχαριστω̃ τω̨̃ θεω̨̃ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τω̃ν προσευχω̃ν μου

5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρòς τòν κύριον Ιησου̃ν καὶ εἰς πάντας τοὺς ἁγίους

6 ὅπως ἡ κοινωνία τη̃ς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντòς ἀγαθου̃ του̃ ἐν ἡμι̃ν εἰς Χριστόν

7 χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τη̨̃ ἀγάπη̨ σου ὅτι τὰ σπλάγχνα τω̃ν ἁγίων ἀναπέπαυται διὰ σου̃ ἀδελφέ

8 διό πολλὴν ἐν Χριστω̨̃ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τò ἀνη̃κον

9 διὰ τὴν ἀγάπην μα̃λλον παρακαλω̃ τοιου̃τος ὢν ὡς Παυ̃λος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος Χριστου̃ Ιησου̃

10 παρακαλω̃ σε περὶ του̃ ἐμου̃ τέκνου ὃν ἐγέννησα ἐν τοι̃ς δεσμοι̃ς Ονήσιμον

11 τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ καὶ σοὶ καὶ ἐμοὶ εὔχρηστον

12 ὃν ἀνέπεμψά σοι αὐτόν του̃τ' ἔστιν τὰ ἐμὰ σπλάγχνα

13 ὃν ἐγὼ ἐβουλόμην πρòς ἐμαυτòν κατέχειν ἵνα ὑπὲρ σου̃ μοι διακονη̨̃ ἐν τοι̃ς δεσμοι̃ς του̃ εὐαγγελίου

14 χωρὶς δὲ τη̃ς ση̃ς γνώμης οὐδὲν ἠθέλησα ποιη̃σαι ἵνα μὴ ὡς κατὰ ἀνάγκην τò ἀγαθόν σου ἠ̨̃ ἀλλὰ κατὰ ἑκούσιον

15 τάχα γὰρ διὰ του̃το ἐχωρίσθη πρòς ὥραν ἵνα αἰώνιον αὐτòν ἀπέχη̨ς

16 οὐκέτι ὡς δου̃λον ἀλλὰ ὑπὲρ δου̃λον ἀδελφòν ἀγαπητόν μάλιστα ἐμοί πόσω̨ δὲ μα̃λλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίω̨

17 εἰ οὐ̃ν με ἔχεις κοινωνόν προσλαβου̃ αὐτòν ὡς ἐμέ

18 εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει του̃το ἐμοὶ ἐλλόγα

19 ἐγὼ Παυ̃λος ἔγραψα τη̨̃ ἐμη̨̃ χειρί ἐγὼ ἀποτίσω ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις

20 ναί ἀδελφέ ἐγώ σου ὀναίμην ἐν κυρίω̨ ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστω̨̃

21 πεποιθὼς τη̨̃ ὑπακοη̨̃ σου ἔγραψά σοι εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις

22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν ἐλπίζω γὰρ ὅτι διὰ τω̃ν προσευχω̃ν ὑμω̃ν χαρισθήσομαι ὑμι̃ν

23 ἀσπάζεταί σε Επαφρα̃ς ὁ συναιχμάλωτός μου ἐν Χριστω̨̃ Ιησου̃

24 Μα̃ρκος Αρίσταρχος Δημα̃ς Λουκα̃ς οἱ συνεργοί μου

25 ἡ χάρις του̃ κυρίου Ιησου̃ Χριστου̃ μετὰ του̃ πνεύματος ὑμω̃ν