Πρòς Εβραίους ἐπιστολὴ ἀποστόλου Παυ̃λου

Κεφάλαιον Α' (1)

1 πολυμερω̃ς καὶ πολυτρόπως πάλαι ὁ θεòς λαλήσας τοι̃ς πατράσιν ἐν τοι̃ς προφήταις

2 ἐπ' ἐσχάτου τω̃ν ἡμερω̃ν τούτων ἐλάλησεν ἡμι̃ν ἐν υἱω̨̃ ὃν ἔθηκεν κληρονόμον πάντων δι' οὑ̃ καὶ ἐποίησεν τοὺς αἰω̃νας

3 ὃς ὢν ἀπαύγασμα τη̃ς δόξης καὶ χαρακτὴρ τη̃ς ὑποστάσεως αὐτου̃ φέρων τε τὰ πάντα τω̨̃ ῥήματι τη̃ς δυνάμεως αὐτου̃ καθαρισμòν τω̃ν ἁμαρτιω̃ν ποιησάμενος ἐκάθισεν ἐν δεξια̨̃ τη̃ς μεγαλωσύνης ἐν ὑψηλοι̃ς

4 τοσούτω̨ κρείττων γενόμενος τω̃ν ἀγγέλων ὅσω̨ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα

5 τίνι γὰρ εἰ̃πέν ποτε τω̃ν ἀγγέλων υἱός μου εἰ̃ σύ ἐγὼ σήμερον γεγέννηκά σε καὶ πάλιν ἐγὼ ἔσομαι αὐτω̨̃ εἰς πατέρα καὶ αὐτòς ἔσται μοι εἰς υἱόν

6 ὅταν δὲ πάλιν εἰσαγάγη̨ τòν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει καὶ προσκυνησάτωσαν αὐτω̨̃ πάντες ἄγγελοι θεου̃

7 καὶ πρòς μὲν τοὺς ἀγγέλους λέγει ὁ ποιω̃ν τοὺς ἀγγέλους αὐτου̃ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτου̃ πυρòς φλόγα

8 πρòς δὲ τòν υἱόν ὁ θρόνος σου ὁ θεός εἰς τòν αἰω̃να του̃ αἰω̃νος καὶ ἡ ῥάβδος τη̃ς εὐθύτητος ῥάβδος τη̃ς βασιλείας σου

9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν διὰ του̃το ἔχρισέν σε ὁ θεός ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου

10 καί σὺ κατ' ἀρχάς κύριε τὴν γη̃ν ἐθεμελίωσας καὶ ἔργα τω̃ν χειρω̃ν σού εἰσιν οἱ οὐρανοί

11 αὐτοὶ ἀπολου̃νται σὺ δὲ διαμένεις καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται

12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς ὡς ἱμάτιον καὶ ἀλλαγήσονται σὺ δὲ ὁ αὐτòς εἰ̃ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν

13 πρòς τίνα δὲ τω̃ν ἀγγέλων εἴρηκέν ποτε κάθου ἐκ δεξιω̃ν μου ἕως ἂν θω̃ τοὺς ἐχθρούς σου ὑποπόδιον τω̃ν ποδω̃ν σου

14 οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομει̃ν σωτηρίαν

 

Κεφάλαιον Β' (2)

1 διὰ του̃το δει̃ περισσοτέρως προσέχειν ἡμα̃ς τοι̃ς ἀκουσθει̃σιν μήποτε παραρυω̃μεν

2 εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος καὶ πα̃σα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν

3 πω̃ς ἡμει̃ς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας ἥτις ἀρχὴν λαβου̃σα λαλει̃σθαι διὰ του̃ κυρίου ὑπò τω̃ν ἀκουσάντων εἰς ἡμα̃ς ἐβεβαιώθη

4 συνεπιμαρτυρου̃ντος του̃ θεου̃ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ πνεύματος ἁγίου μερισμοι̃ς κατὰ τὴν αὐτου̃ θέλησιν

5 οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν περὶ ἡ̃ς λαλου̃μεν

6 διεμαρτύρατο δέ πού τις λέγων τί ἐστιν ἄνθρωπος ὅτι μιμνή̨σκη̨ αὐτου̃ ἢ υἱòς ἀνθρώπου ὅτι ἐπισκέπτη̨ αὐτόν

7 ἠλάττωσας αὐτòν βραχύ τι παρ' ἀγγέλους δόξη̨ καὶ τιμη̨̃ ἐστεφάνωσας αὐτόν

8 πάντα ὑπέταξας ὑποκάτω τω̃ν ποδω̃ν αὐτου̃ ἐν τω̨̃ γὰρ ὑποτάξαι αὐτω̨̃ τὰ πάντα οὐδὲν ἀφη̃κεν αὐτω̨̃ ἀνυπότακτον νυ̃ν δὲ οὔπω ὁρω̃μεν αὐτω̨̃ τὰ πάντα ὑποτεταγμένα

9 τòν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ιησου̃ν διὰ τò πάθημα του̃ θανάτου δόξη̨ καὶ τιμη̨̃ ἐστεφανωμένον ὅπως χάριτι θεου̃ ὑπὲρ παντòς γεύσηται θανάτου

10 ἔπρεπεν γὰρ αὐτω̨̃ δι' ὃν τὰ πάντα καὶ δι' οὑ̃ τὰ πάντα πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τòν ἀρχηγòν τη̃ς σωτηρίας αὐτω̃ν διὰ παθημάτων τελειω̃σαι

11 ὁ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνòς πάντες δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλει̃ν

12 λέγων ἀπαγγελω̃ τò ὄνομά σου τοι̃ς ἀδελφοι̃ς μου ἐν μέσω̨ ἐκκλησίας ὑμνήσω σε

13 καὶ πάλιν ἐγὼ ἔσομαι πεποιθὼς ἐπ' αὐτω̨̃ καὶ πάλιν ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός

14 ἐπεὶ οὐ̃ν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός καὶ αὐτòς παραπλησίως μετέσχεν τω̃ν αὐτω̃ν ἵνα διὰ του̃ θανάτου καταργήση̨ τòν τò κράτος ἔχοντα του̃ θανάτου του̃τ' ἔστιν τòν διάβολον

15 καὶ ἀπαλλάξη̨ τούτους ὅσοι φόβω̨ θανάτου διὰ παντòς του̃ ζη̃ν ἔνοχοι ἠ̃σαν δουλείας

16 οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται ἀλλὰ σπέρματος Αβραὰμ ἐπιλαμβάνεται

17 ὅθεν ὤφειλεν κατὰ πάντα τοι̃ς ἀδελφοι̃ς ὁμοιωθη̃ναι ἵνα ἐλεήμων γένηται καὶ πιστòς ἀρχιερεὺς τὰ πρòς τòν θεόν εἰς τò ἱλάσκεσθαι τὰς ἁμαρτίας του̃ λαου̃

18 ἐν ὡ̨̃ γὰρ πέπονθεν αὐτòς πειρασθείς δύναται τοι̃ς πειραζομένοις βοηθη̃σαι

 

Κεφάλαιον Γ' (3)

1 ὅθεν ἀδελφοὶ ἅγιοι κλήσεως ἐπουρανίου μέτοχοι κατανοήσατε τòν ἀπόστολον καὶ ἀρχιερέα τη̃ς ὁμολογίας ἡμω̃ν Ιησου̃ν

2 πιστòν ὄντα τω̨̃ ποιήσαντι αὐτòν ὡς καὶ Μωϋση̃ς ἐν ὅλω̨ τω̨̃ οἴκω̨ αὐτου̃

3 πλείονος γὰρ οὑ̃τος δόξης παρὰ Μωϋση̃ν ἠξίωται καθ' ὅσον πλείονα τιμὴν ἔχει του̃ οἴκου ὁ κατασκευάσας αὐτόν

4 πα̃ς γὰρ οἰ̃κος κατασκευάζεται ὑπό τινος ὁ δὲ πάντα κατασκευάσας θεός

5 καὶ Μωϋση̃ς μὲν πιστòς ἐν ὅλω̨ τω̨̃ οἴκω̨ αὐτου̃ ὡς θεράπων εἰς μαρτύριον τω̃ν λαληθησομένων

6 Χριστòς δὲ ὡς υἱòς ἐπὶ τòν οἰ̃κον αὐτου̃ οὑ̃ οἰ̃κός ἐσμεν ἡμει̃ς ἐάνπερ τὴν παρρησίαν καὶ τò καύχημα τη̃ς ἐλπίδος κατάσχωμεν

7 διό καθὼς λέγει τò πνευ̃μα τò ἅγιον σήμερον ἐὰν τη̃ς φωνη̃ς αὐτου̃ ἀκούσητε

8 μὴ σκληρύνητε τὰς καρδίας ὑμω̃ν ὡς ἐν τω̨̃ παραπικρασμω̨̃ κατὰ τὴν ἡμέραν του̃ πειρασμου̃ ἐν τη̨̃ ἐρήμω̨

9 οὑ̃ ἐπείρασαν οἱ πατέρες ὑμω̃ν ἐν δοκιμασία̨ καὶ εἰ̃δον τὰ ἔργα μου

10 τεσσεράκοντα ἔτη διò προσώχθισα τη̨̃ γενεα̨̃ ταύτη̨ καὶ εἰ̃πον ἀεὶ πλανω̃νται τη̨̃ καρδία̨ αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου

11 ὡς ὤμοσα ἐν τη̨̃ ὀργη̨̃ μου εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου

12 βλέπετε ἀδελφοί μήποτε ἔσται ἔν τινι ὑμω̃ν καρδία πονηρὰ ἀπιστίας ἐν τω̨̃ ἀποστη̃ναι ἀπò θεου̃ ζω̃ντος

13 ἀλλὰ παρακαλει̃τε ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν ἄχρις οὑ̃ τò σήμερον καλει̃ται ἵνα μὴ σκληρυνθη̨̃ τις ἐξ ὑμω̃ν ἀπάτη̨ τη̃ς ἁμαρτίας

14 μέτοχοι γὰρ του̃ Χριστου̃ γεγόναμεν ἐάνπερ τὴν ἀρχὴν τη̃ς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν

15 ἐν τω̨̃ λέγεσθαι σήμερον ἐὰν τη̃ς φωνη̃ς αὐτου̃ ἀκούσητε μὴ σκληρύνητε τὰς καρδίας ὑμω̃ν ὡς ἐν τω̨̃ παραπικρασμω̨̃

16 τίνες γὰρ ἀκούσαντες παρεπίκραναν ἀλλ' οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως

17 τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη οὐχὶ τοι̃ς ἁμαρτήσασιν ὡ̃ν τὰ κω̃λα ἔπεσεν ἐν τη̨̃ ἐρήμω̨

18 τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτου̃ εἰ μὴ τοι̃ς ἀπειθήσασιν

19 καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθει̃ν δι' ἀπιστίαν

 

Κεφάλαιον Δ' (4)

1 φοβηθω̃μεν οὐ̃ν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθει̃ν εἰς τὴν κατάπαυσιν αὐτου̃ δοκη̨̃ τις ἐξ ὑμω̃ν ὑστερηκέναι

2 καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκει̃νοι ἀλλ' οὐκ ὠφέλησεν ὁ λόγος τη̃ς ἀκοη̃ς ἐκείνους μὴ συγκεκερασμένους τη̨̃ πίστει τοι̃ς ἀκούσασιν

3 εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες καθὼς εἴρηκεν ὡς ὤμοσα ἐν τη̨̃ ὀργη̨̃ μου εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου καίτοι τω̃ν ἔργων ἀπò καταβολη̃ς κόσμου γενηθέντων

4 εἴρηκεν γάρ που περὶ τη̃ς ἑβδόμης οὕτως καὶ κατέπαυσεν ὁ θεòς ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἀπò πάντων τω̃ν ἔργων αὐτου̃

5 καὶ ἐν τούτω̨ πάλιν εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου

6 ἐπεὶ οὐ̃ν ἀπολείπεται τινὰς εἰσελθει̃ν εἰς αὐτήν καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰση̃λθον δι' ἀπείθειαν

7 πάλιν τινὰ ὁρίζει ἡμέραν σήμερον ἐν Δαυὶδ λέγων μετὰ τοσου̃τον χρόνον καθὼς προείρηται σήμερον ἐὰν τη̃ς φωνη̃ς αὐτου̃ ἀκούσητε μὴ σκληρύνητε τὰς καρδίας ὑμω̃ν

8 εἰ γὰρ αὐτοὺς Ιησου̃ς κατέπαυσεν οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταυ̃τα ἡμέρας

9 ἄρα ἀπολείπεται σαββατισμòς τω̨̃ λαω̨̃ του̃ θεου̃

10 ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτου̃ καὶ αὐτòς κατέπαυσεν ἀπò τω̃ν ἔργων αὐτου̃ ὥσπερ ἀπò τω̃ν ἰδίων ὁ θεός

11 σπουδάσωμεν οὐ̃ν εἰσελθει̃ν εἰς ἐκείνην τὴν κατάπαυσιν ἵνα μὴ ἐν τω̨̃ αὐτω̨̃ τις ὑποδείγματι πέση̨ τη̃ς ἀπειθείας

12 ζω̃ν γὰρ ὁ λόγος του̃ θεου̃ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πα̃σαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμου̃ ψυχη̃ς καὶ πνεύματος ἁρμω̃ν τε καὶ μυελω̃ν καὶ κριτικòς ἐνθυμήσεων καὶ ἐννοιω̃ν καρδίας

13 καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτου̃ πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοι̃ς ὀφθαλμοι̃ς αὐτου̃ πρòς ὃν ἡμι̃ν ὁ λόγος

14 ἔχοντες οὐ̃ν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς Ιησου̃ν τòν υἱòν του̃ θεου̃ κρατω̃μεν τη̃ς ὁμολογίας

15 οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθη̃σαι ται̃ς ἀσθενείαις ἡμω̃ν πεπειρασμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας

16 προσερχώμεθα οὐ̃ν μετὰ παρρησίας τω̨̃ θρόνω̨ τη̃ς χάριτος ἵνα λάβωμεν ἔλεος καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν

 

Κεφάλαιον Ε' (5)

1 πα̃ς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρòς τòν θεόν ἵνα προσφέρη̨ δω̃ρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιω̃ν

2 μετριοπαθει̃ν δυνάμενος τοι̃ς ἀγνοου̃σιν καὶ πλανωμένοις ἐπεὶ καὶ αὐτòς περίκειται ἀσθένειαν

3 καὶ δι' αὐτὴν ὀφείλει καθὼς περὶ του̃ λαου̃ οὕτως καὶ περὶ αὐτου̃ προσφέρειν περὶ ἁμαρτιω̃ν

4 καὶ οὐχ ἑαυτω̨̃ τις λαμβάνει τὴν τιμήν ἀλλὰ καλούμενος ὑπò του̃ θεου̃ καθώσπερ καὶ Ααρών

5 οὕτως καὶ ὁ Χριστòς οὐχ ἑαυτòν ἐδόξασεν γενηθη̃ναι ἀρχιερέα ἀλλ' ὁ λαλήσας πρòς αὐτόν υἱός μου εἰ̃ σύ ἐγὼ σήμερον γεγέννηκά σε

6 καθὼς καὶ ἐν ἑτέρω̨ λέγει σὺ ἱερεὺς εἰς τòν αἰω̃να κατὰ τὴν τάξιν Μελχισέδεκ

7 ὃς ἐν ται̃ς ἡμέραις τη̃ς σαρκòς αὐτου̃ δεήσεις τε καὶ ἱκετηρίας πρòς τòν δυνάμενον σώ̨ζειν αὐτòν ἐκ θανάτου μετὰ κραυγη̃ς ἰσχυρα̃ς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπò τη̃ς εὐλαβείας

8 καίπερ ὢν υἱòς ἔμαθεν ἀφ' ὡ̃ν ἔπαθεν τὴν ὑπακοήν

9 καὶ τελειωθεὶς ἐγένετο πα̃σιν τοι̃ς ὑπακούουσιν αὐτω̨̃ αἴτιος σωτηρίας αἰωνίου

10 προσαγορευθεὶς ὑπò του̃ θεου̃ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ

11 περὶ οὑ̃ πολὺς ἡμι̃ν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν ἐπεὶ νωθροὶ γεγόνατε ται̃ς ἀκοαι̃ς

12 καὶ γὰρ ὀφείλοντες εἰ̃ναι διδάσκαλοι διὰ τòν χρόνον πάλιν χρείαν ἔχετε του̃ διδάσκειν ὑμα̃ς τινὰ τὰ στοιχει̃α τη̃ς ἀρχη̃ς τω̃ν λογίων του̃ θεου̃ καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος καὶ οὐ στερεα̃ς τροφη̃ς

13 πα̃ς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης νήπιος γάρ ἐστιν

14 τελείων δέ ἐστιν ἡ στερεὰ τροφή τω̃ν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρòς διάκρισιν καλου̃ τε καὶ κακου̃

 

Κεφάλαιον ΣΤ' (6)

1 διò ἀφέντες τòν τη̃ς ἀρχη̃ς του̃ Χριστου̃ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπò νεκρω̃ν ἔργων καὶ πίστεως ἐπὶ θεόν

2 βαπτισμω̃ν διδαχη̃ς ἐπιθέσεώς τε χειρω̃ν ἀναστάσεώς τε νεκρω̃ν καὶ κρίματος αἰωνίου

3 καὶ του̃το ποιήσομεν ἐάνπερ ἐπιτρέπη̨ ὁ θεός

4 ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τη̃ς δωρεα̃ς τη̃ς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου

5 καὶ καλòν γευσαμένους θεου̃ ῥη̃μα δυνάμεις τε μέλλοντος αἰω̃νος

6 καὶ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν ἀνασταυρου̃ντας ἑαυτοι̃ς τòν υἱòν του̃ θεου̃ καὶ παραδειγματίζοντας

7 γη̃ γὰρ ἡ πιου̃σα τòν ἐπ' αὐτη̃ς ἐρχόμενον πολλάκις ὑετόν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι' οὓς καὶ γεωργει̃ται μεταλαμβάνει εὐλογίας ἀπò του̃ θεου̃

8 ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς ἡ̃ς τò τέλος εἰς καυ̃σιν

9 πεπείσμεθα δὲ περὶ ὑμω̃ν ἀγαπητοί τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας εἰ καὶ οὕτως λαλου̃μεν

10 οὐ γὰρ ἄδικος ὁ θεòς ἐπιλαθέσθαι του̃ ἔργου ὑμω̃ν καὶ τη̃ς ἀγάπης ἡ̃ς ἐνεδείξασθε εἰς τò ὄνομα αὐτου̃ διακονήσαντες τοι̃ς ἁγίοις καὶ διακονου̃ντες

11 ἐπιθυμου̃μεν δὲ ἕκαστον ὑμω̃ν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρòς τὴν πληροφορίαν τη̃ς ἐλπίδος ἄχρι τέλους

12 ἵνα μὴ νωθροὶ γένησθε μιμηταὶ δὲ τω̃ν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας

13 τω̨̃ γὰρ Αβραὰμ ἐπαγγειλάμενος ὁ θεός ἐπεὶ κατ' οὐδενòς εἰ̃χεν μείζονος ὀμόσαι ὤμοσεν καθ' ἑαυτου̃

14 λέγων εἰ μὴν εὐλογω̃ν εὐλογήσω σε καὶ πληθύνων πληθυνω̃ σε

15 καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τη̃ς ἐπαγγελίας

16 ἄνθρωποι γὰρ κατὰ του̃ μείζονος ὀμνύουσιν καὶ πάσης αὐτοι̃ς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος

17 ἐν ὡ̨̃ περισσότερον βουλόμενος ὁ θεòς ἐπιδει̃ξαι τοι̃ς κληρονόμοις τη̃ς ἐπαγγελίας τò ἀμετάθετον τη̃ς βουλη̃ς αὐτου̃ ἐμεσίτευσεν ὅρκω̨

18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων ἐν οἱ̃ς ἀδύνατον ψεύσασθαι τòν θεόν ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατη̃σαι τη̃ς προκειμένης ἐλπίδος

19 ἣν ὡς ἄγκυραν ἔχομεν τη̃ς ψυχη̃ς ἀσφαλη̃ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τò ἐσώτερον του̃ καταπετάσματος

20 ὅπου πρόδρομος ὑπὲρ ἡμω̃ν εἰση̃λθεν Ιησου̃ς κατὰ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενόμενος εἰς τòν αἰω̃να

 

Κεφάλαιον Ζ' (7)

1 οὑ̃τος γὰρ ὁ Μελχισέδεκ βασιλεὺς Σαλήμ ἱερεὺς του̃ θεου̃ του̃ ὑψίστου ὁ συναντήσας Αβραὰμ ὑποστρέφοντι ἀπò τη̃ς κοπη̃ς τω̃ν βασιλέων καὶ εὐλογήσας αὐτόν

2 ὡ̨̃ καὶ δεκάτην ἀπò πάντων ἐμέρισεν Αβραάμ πρω̃τον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ ὅ ἐστιν βασιλεὺς εἰρήνης

3 ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος μήτε ἀρχὴν ἡμερω̃ν μήτε ζωη̃ς τέλος ἔχων ἀφωμοιωμένος δὲ τω̨̃ υἱω̨̃ του̃ θεου̃ μένει ἱερεὺς εἰς τò διηνεκές

4 θεωρει̃τε δὲ πηλίκος οὑ̃τος ὡ̨̃ καὶ δεκάτην Αβραὰμ ἔδωκεν ἐκ τω̃ν ἀκροθινίων ὁ πατριάρχης

5 καὶ οἱ μὲν ἐκ τω̃ν υἱω̃ν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατου̃ν τòν λαòν κατὰ τòν νόμον του̃τ' ἔστιν τοὺς ἀδελφοὺς αὐτω̃ν καίπερ ἐξεληλυθότας ἐκ τη̃ς ὀσφύος Αβραάμ

6 ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτω̃ν δεδεκάτωκεν Αβραάμ καὶ τòν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν

7 χωρὶς δὲ πάσης ἀντιλογίας τò ἔλαττον ὑπò του̃ κρείττονος εὐλογει̃ται

8 καὶ ὡ̃δε μὲν δεκάτας ἀποθνή̨σκοντες ἄνθρωποι λαμβάνουσιν ἐκει̃ δὲ μαρτυρούμενος ὅτι ζη̨̃

9 καὶ ὡς ἔπος εἰπει̃ν δι' Αβραὰμ καὶ Λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται

10 ἔτι γὰρ ἐν τη̨̃ ὀσφύϊ του̃ πατρòς ἠ̃ν ὅτε συνήντησεν αὐτω̨̃ Μελχισέδεκ

11 εἰ μὲν οὐ̃ν τελείωσις διὰ τη̃ς Λευιτικη̃ς ἱερωσύνης ἠ̃ν ὁ λαòς γὰρ ἐπ' αὐτη̃ς νενομοθέτηται τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ααρὼν λέγεσθαι

12 μετατιθεμένης γὰρ τη̃ς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται

13 ἐφ' ὃν γὰρ λέγεται ταυ̃τα φυλη̃ς ἑτέρας μετέσχηκεν ἀφ' ἡ̃ς οὐδεὶς προσέσχηκεν τω̨̃ θυσιαστηρίω̨

14 πρόδηλον γὰρ ὅτι ἐξ Ιούδα ἀνατέταλκεν ὁ κύριος ἡμω̃ν εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋση̃ς ἐλάλησεν

15 καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος

16 ὃς οὐ κατὰ νόμον ἐντολη̃ς σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωη̃ς ἀκαταλύτου

17 μαρτυρει̃ται γὰρ ὅτι σὺ ἱερεὺς εἰς τòν αἰω̃να κατὰ τὴν τάξιν Μελχισέδεκ

18 ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολη̃ς διὰ τò αὐτη̃ς ἀσθενὲς καὶ ἀνωφελές

19 οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος δι' ἡ̃ς ἐγγίζομεν τω̨̃ θεω̨̃

20 καὶ καθ' ὅσον οὐ χωρὶς ὁρκωμοσίας οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερει̃ς γεγονότες

21 ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ του̃ λέγοντος πρòς αὐτόν ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται σὺ ἱερεὺς εἰς τòν αἰω̃να

22 κατὰ τοσου̃το καὶ κρείττονος διαθήκης γέγονεν ἔγγυος Ιησου̃ς

23 καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερει̃ς διὰ τò θανάτω̨ κωλύεσθαι παραμένειν

24 ὁ δὲ διὰ τò μένειν αὐτòν εἰς τòν αἰω̃να ἀπαράβατον ἔχει τὴν ἱερωσύνην

25 ὅθεν καὶ σώ̨ζειν εἰς τò παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτου̃ τω̨̃ θεω̨̃ πάντοτε ζω̃ν εἰς τò ἐντυγχάνειν ὑπὲρ αὐτω̃ν

26 τοιου̃τος γὰρ ἡμι̃ν καὶ ἔπρεπεν ἀρχιερεύς ὅσιος ἄκακος ἀμίαντος κεχωρισμένος ἀπò τω̃ν ἁμαρτωλω̃ν καὶ ὑψηλότερος τω̃ν οὐρανω̃ν γενόμενος

27 ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην ὥσπερ οἱ ἀρχιερει̃ς πρότερον ὑπὲρ τω̃ν ἰδίων ἁμαρτιω̃ν θυσίας ἀναφέρειν ἔπειτα τω̃ν του̃ λαου̃ του̃το γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτòν ἀνενέγκας

28 ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερει̃ς ἔχοντας ἀσθένειαν ὁ λόγος δὲ τη̃ς ὁρκωμοσίας τη̃ς μετὰ τòν νόμον υἱòν εἰς τòν αἰω̃να τετελειωμένον

 

Κεφάλαιον Η' (8)

1 κεφάλαιον δὲ ἐπὶ τοι̃ς λεγομένοις τοιου̃τον ἔχομεν ἀρχιερέα ὃς ἐκάθισεν ἐν δεξια̨̃ του̃ θρόνου τη̃ς μεγαλωσύνης ἐν τοι̃ς οὐρανοι̃ς

2 τω̃ν ἁγίων λειτουργòς καὶ τη̃ς σκηνη̃ς τη̃ς ἀληθινη̃ς ἣν ἔπηξεν ὁ κύριος οὐκ ἄνθρωπος

3 πα̃ς γὰρ ἀρχιερεὺς εἰς τò προσφέρειν δω̃ρά τε καὶ θυσίας καθίσταται ὅθεν ἀναγκαι̃ον ἔχειν τι καὶ του̃τον ὃ προσενέγκη̨

4 εἰ μὲν οὐ̃ν ἠ̃ν ἐπὶ γη̃ς οὐδ' ἂν ἠ̃ν ἱερεύς ὄντων τω̃ν προσφερόντων κατὰ νόμον τὰ δω̃ρα

5 οἵτινες ὑποδείγματι καὶ σκια̨̃ λατρεύουσιν τω̃ν ἐπουρανίων καθὼς κεχρημάτισται Μωϋση̃ς μέλλων ἐπιτελει̃ν τὴν σκηνήν ὅρα γάρ φησίν ποιήσεις πάντα κατὰ τòν τύπον τòν δειχθέντα σοι ἐν τω̨̃ ὄρει

6 νυνὶ δὲ διαφορωτέρας τέτυχεν λειτουργίας ὅσω̨ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται

7 εἰ γὰρ ἡ πρώτη ἐκείνη ἠ̃ν ἄμεμπτος οὐκ ἂν δευτέρας ἐζητει̃το τόπος

8 μεμφόμενος γὰρ αὐτοὺς λέγει ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ συντελέσω ἐπὶ τòν οἰ̃κον Ισραὴλ καὶ ἐπὶ τòν οἰ̃κον Ιούδα διαθήκην καινήν

9 οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοι̃ς πατράσιν αὐτω̃ν ἐν ἡμέρα̨ ἐπιλαβομένου μου τη̃ς χειρòς αὐτω̃ν ἐξαγαγει̃ν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τη̨̃ διαθήκη̨ μου κἀγὼ ἠμέλησα αὐτω̃ν λέγει κύριος

10 ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τω̨̃ οἴκω̨ Ισραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας λέγει κύριος διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτω̃ν καὶ ἐπὶ καρδίας αὐτω̃ν ἐπιγράψω αὐτούς καὶ ἔσομαι αὐτοι̃ς εἰς θεòν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν

11 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τòν πολίτην αὐτου̃ καὶ ἕκαστος τòν ἀδελφòν αὐτου̃ λέγων γνω̃θι τòν κύριον ὅτι πάντες εἰδήσουσίν με ἀπò μικρου̃ ἕως μεγάλου αὐτω̃ν

12 ὅτι ἵλεως ἔσομαι ται̃ς ἀδικίαις αὐτω̃ν καὶ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν οὐ μὴ μνησθω̃ ἔτι

13 ἐν τω̨̃ λέγειν καινὴν πεπαλαίωκεν τὴν πρώτην τò δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμου̃

 

Κεφάλαιον Θ' (9)

1 εἰ̃χε μὲν οὐ̃ν καὶ ἡ πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν

2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ἡ̨̃ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τω̃ν ἄρτων ἥτις λέγεται ἅγια

3 μετὰ δὲ τò δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων

4 χρυσου̃ν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτòν τη̃ς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίω̨ ἐν ἡ̨̃ στάμνος χρυση̃ ἔχουσα τò μάννα καὶ ἡ ῥάβδος Ααρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τη̃ς διαθήκης

5 ὑπεράνω δὲ αὐτη̃ς Χερουβὶν δόξης κατασκιάζοντα τò ἱλαστήριον περὶ ὡ̃ν οὐκ ἔστιν νυ̃ν λέγειν κατὰ μέρος

6 τούτων δὲ οὕτως κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντòς εἰσίασιν οἱ ἱερει̃ς τὰς λατρείας ἐπιτελου̃ντες

7 εἰς δὲ τὴν δευτέραν ἅπαξ του̃ ἐνιαυτου̃ μόνος ὁ ἀρχιερεύς οὐ χωρὶς αἵματος ὃ προσφέρει ὑπὲρ ἑαυτου̃ καὶ τω̃ν του̃ λαου̃ ἀγνοημάτων

8 του̃το δηλου̃ντος του̃ πνεύματος του̃ ἁγίου μήπω πεφανερω̃σθαι τὴν τω̃ν ἁγίων ὁδòν ἔτι τη̃ς πρώτης σκηνη̃ς ἐχούσης στάσιν

9 ἥτις παραβολὴ εἰς τòν καιρòν τòν ἐνεστηκότα καθ' ἣν δω̃ρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειω̃σαι τòν λατρεύοντα

10 μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοι̃ς δικαιώματα σαρκòς μέχρι καιρου̃ διορθώσεως ἐπικείμενα

11 Χριστòς δὲ παραγενόμενος ἀρχιερεὺς τω̃ν γενομένων ἀγαθω̃ν διὰ τη̃ς μείζονος καὶ τελειοτέρας σκηνη̃ς οὐ χειροποιήτου του̃τ' ἔστιν οὐ ταύτης τη̃ς κτίσεως

12 οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων διὰ δὲ του̃ ἰδίου αἵματος εἰση̃λθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος

13 εἰ γὰρ τò αἱ̃μα τράγων καὶ ταύρων καὶ σποδòς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρòς τὴν τη̃ς σαρκòς καθαρότητα

14 πόσω̨ μα̃λλον τò αἱ̃μα του̃ Χριστου̃ ὃς διὰ πνεύματος αἰωνίου ἑαυτòν προσήνεγκεν ἄμωμον τω̨̃ θεω̨̃ καθαριει̃ τὴν συνείδησιν ἡμω̃ν ἀπò νεκρω̃ν ἔργων εἰς τò λατρεύειν θεω̨̃ ζω̃ντι

15 καὶ διὰ του̃το διαθήκης καινη̃ς μεσίτης ἐστίν ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τω̃ν ἐπὶ τη̨̃ πρώτη̨ διαθήκη̨ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τη̃ς αἰωνίου κληρονομίας

16 ὅπου γὰρ διαθήκη θάνατον ἀνάγκη φέρεσθαι του̃ διαθεμένου

17 διαθήκη γὰρ ἐπὶ νεκροι̃ς βεβαία ἐπεὶ μήποτε ἰσχύει ὅτε ζη̨̃ ὁ διαθέμενος

18 ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται

19 λαληθείσης γὰρ πάσης ἐντολη̃ς κατὰ τòν νόμον ὑπò Μωϋσέως παντὶ τω̨̃ λαω̨̃ λαβὼν τò αἱ̃μα τω̃ν μόσχων καὶ τω̃ν τράγων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τò βιβλίον καὶ πάντα τòν λαòν ἐράντισεν

20 λέγων του̃το τò αἱ̃μα τη̃ς διαθήκης ἡ̃ς ἐνετείλατο πρòς ὑμα̃ς ὁ θεός

21 καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τη̃ς λειτουργίας τω̨̃ αἵματι ὁμοίως ἐράντισεν

22 καὶ σχεδòν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τòν νόμον καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις

23 ἀνάγκη οὐ̃ν τὰ μὲν ὑποδείγματα τω̃ν ἐν τοι̃ς οὐρανοι̃ς τούτοις καθαρίζεσθαι αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας

24 οὐ γὰρ εἰς χειροποίητα εἰση̃λθεν ἅγια Χριστός ἀντίτυπα τω̃ν ἀληθινω̃ν ἀλλ' εἰς αὐτòν τòν οὐρανόν νυ̃ν ἐμφανισθη̃ναι τω̨̃ προσώπω̨ του̃ θεου̃ ὑπὲρ ἡμω̃ν

25 οὐδ' ἵνα πολλάκις προσφέρη̨ ἑαυτόν ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ' ἐνιαυτòν ἐν αἵματι ἀλλοτρίω̨

26 ἐπεὶ ἔδει αὐτòν πολλάκις παθει̃ν ἀπò καταβολη̃ς κόσμου νυνὶ δὲ ἅπαξ ἐπὶ συντελεία̨ τω̃ν αἰώνων εἰς ἀθέτησιν τη̃ς ἁμαρτίας διὰ τη̃ς θυσίας αὐτου̃ πεφανέρωται

27 καὶ καθ' ὅσον ἀπόκειται τοι̃ς ἀνθρώποις ἅπαξ ἀποθανει̃ν μετὰ δὲ του̃το κρίσις

28 οὕτως καὶ ὁ Χριστός ἅπαξ προσενεχθεὶς εἰς τò πολλω̃ν ἀνενεγκει̃ν ἁμαρτίας ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοι̃ς αὐτòν ἀπεκδεχομένοις εἰς σωτηρίαν

 

Κεφάλαιον Ι' (10)

1 σκιὰν γὰρ ἔχων ὁ νόμος τω̃ν μελλόντων ἀγαθω̃ν οὐκ αὐτὴν τὴν εἰκόνα τω̃ν πραγμάτων κατ' ἐνιαυτòν ται̃ς αὐται̃ς θυσίαις ἃς προσφέρουσιν εἰς τò διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειω̃σαι

2 ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι διὰ τò μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιω̃ν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους

3 ἀλλ' ἐν αὐται̃ς ἀνάμνησις ἁμαρτιω̃ν κατ' ἐνιαυτόν

4 ἀδύνατον γὰρ αἱ̃μα ταύρων καὶ τράγων ἀφαιρει̃ν ἁμαρτίας

5 διò εἰσερχόμενος εἰς τòν κόσμον λέγει θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας σω̃μα δὲ κατηρτίσω μοι

6 ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας

7 τότε εἰ̃πον ἰδοὺ ἥκω ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμου̃ του̃ ποιη̃σαι ὁ θεός τò θέλημά σου

8 ἀνώτερον λέγων ὅτι θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας αἵτινες κατὰ νόμον προσφέρονται

9 τότε εἴρηκεν ἰδοὺ ἥκω του̃ ποιη̃σαι τò θέλημά σου ἀναιρει̃ τò πρω̃τον ἵνα τò δεύτερον στήση̨

10 ἐν ὡ̨̃ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τη̃ς προσφορα̃ς του̃ σώματος Ιησου̃ Χριστου̃ ἐφάπαξ

11 καὶ πα̃ς μὲν ἱερεὺς ἕστηκεν καθ' ἡμέραν λειτουργω̃ν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας αἵτινες οὐδέποτε δύνανται περιελει̃ν ἁμαρτίας

12 οὑ̃τος δὲ μίαν ὑπὲρ ἁμαρτιω̃ν προσενέγκας θυσίαν εἰς τò διηνεκὲς ἐκάθισεν ἐν δεξια̨̃ του̃ θεου̃

13 τò λοιπòν ἐκδεχόμενος ἕως τεθω̃σιν οἱ ἐχθροὶ αὐτου̃ ὑποπόδιον τω̃ν ποδω̃ν αὐτου̃

14 μια̨̃ γὰρ προσφορα̨̃ τετελείωκεν εἰς τò διηνεκὲς τοὺς ἁγιαζομένους

15 μαρτυρει̃ δὲ ἡμι̃ν καὶ τò πνευ̃μα τò ἅγιον μετὰ γὰρ τò εἰρηκέναι

16 αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρòς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας λέγει κύριος διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτω̃ν καὶ ἐπὶ τὴν διάνοιαν αὐτω̃ν ἐπιγράψω αὐτούς

17 καὶ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν καὶ τω̃ν ἀνομιω̃ν αὐτω̃ν οὐ μὴ μνησθήσομαι ἔτι

18 ὅπου δὲ ἄφεσις τούτων οὐκέτι προσφορὰ περὶ ἁμαρτίας

19 ἔχοντες οὐ̃ν ἀδελφοί παρρησίαν εἰς τὴν εἴσοδον τω̃ν ἁγίων ἐν τω̨̃ αἵματι Ιησου̃

20 ἣν ἐνεκαίνισεν ἡμι̃ν ὁδòν πρόσφατον καὶ ζω̃σαν διὰ του̃ καταπετάσματος του̃τ' ἔστιν τη̃ς σαρκòς αὐτου̃

21 καὶ ἱερέα μέγαν ἐπὶ τòν οἰ̃κον του̃ θεου̃

22 προσερχώμεθα μετὰ ἀληθινη̃ς καρδίας ἐν πληροφορία̨ πίστεως ῥεραντισμένοι τὰς καρδίας ἀπò συνειδήσεως πονηρα̃ς καὶ λελουσμένοι τò σω̃μα ὕδατι καθαρω̨̃

23 κατέχωμεν τὴν ὁμολογίαν τη̃ς ἐλπίδος ἀκλινη̃ πιστòς γὰρ ὁ ἐπαγγειλάμενος

24 καὶ κατανοω̃μεν ἀλλήλους εἰς παροξυσμòν ἀγάπης καὶ καλω̃ν ἔργων

25 μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτω̃ν καθὼς ἔθος τισίν ἀλλὰ παρακαλου̃ντες καὶ τοσούτω̨ μα̃λλον ὅσω̨ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν

26 ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμω̃ν μετὰ τò λαβει̃ν τὴν ἐπίγνωσιν τη̃ς ἀληθείας οὐκέτι περὶ ἁμαρτιω̃ν ἀπολείπεται θυσία

27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρòς ζη̃λος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους

28 ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμω̃ν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνή̨σκει

29 πόσω̨ δοκει̃τε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τòν υἱòν του̃ θεου̃ καταπατήσας καὶ τò αἱ̃μα τη̃ς διαθήκης κοινòν ἡγησάμενος ἐν ὡ̨̃ ἡγιάσθη καὶ τò πνευ̃μα τη̃ς χάριτος ἐνυβρίσας

30 οἴδαμεν γὰρ τòν εἰπόντα ἐμοὶ ἐκδίκησις ἐγὼ ἀνταποδώσω καὶ πάλιν κρινει̃ κύριος τòν λαòν αὐτου̃

31 φοβερòν τò ἐμπεσει̃ν εἰς χει̃ρας θεου̃ ζω̃ντος

32 ἀναμιμνή̨σκεσθε δὲ τὰς πρότερον ἡμέρας ἐν αἱ̃ς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων

33 του̃το μὲν ὀνειδισμοι̃ς τε καὶ θλίψεσιν θεατριζόμενοι του̃το δὲ κοινωνοὶ τω̃ν οὕτως ἀναστρεφομένων γενηθέντες

34 καὶ γὰρ τοι̃ς δεσμίοις συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τω̃ν ὑπαρχόντων ὑμω̃ν μετὰ χαρα̃ς προσεδέξασθε γινώσκοντες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ μένουσαν

35 μὴ ἀποβάλητε οὐ̃ν τὴν παρρησίαν ὑμω̃ν ἥτις ἔχει μεγάλην μισθαποδοσίαν

36 ὑπομονη̃ς γὰρ ἔχετε χρείαν ἵνα τò θέλημα του̃ θεου̃ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν

37 ἔτι γὰρ μικρòν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει

38 ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται καὶ ἐὰν ὑποστείληται οὐκ εὐδοκει̃ ἡ ψυχή μου ἐν αὐτω̨̃

39 ἡμει̃ς δὲ οὐκ ἐσμὲν ὑποστολη̃ς εἰς ἀπώλειαν ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχη̃ς

 

Κεφάλαιον ΙΑ' (11)

1 ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων ἔλεγχος οὐ βλεπομένων

2 ἐν ταύτη̨ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι

3 πίστει νοου̃μεν κατηρτίσθαι τοὺς αἰω̃νας ῥήματι θεου̃ εἰς τò μὴ ἐκ φαινομένων τò βλεπόμενον γεγονέναι

4 πίστει πλείονα θυσίαν Άβελ παρὰ Κάϊν προσήνεγκεν τω̨̃ θεω̨̃ δι' ἡ̃ς ἐμαρτυρήθη εἰ̃ναι δίκαιος μαρτυρου̃ντος ἐπὶ τοι̃ς δώροις αὐτου̃ του̃ θεου̃ καὶ δι' αὐτη̃ς ἀποθανὼν ἔτι λαλει̃

5 πίστει Ενὼχ μετετέθη του̃ μὴ ἰδει̃ν θάνατον καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτòν ὁ θεός πρò γὰρ τη̃ς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τω̨̃ θεω̨̃

6 χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστη̃σαι πιστευ̃σαι γὰρ δει̃ τòν προσερχόμενον τω̨̃ θεω̨̃ ὅτι ἔστιν καὶ τοι̃ς ἐκζητου̃σιν αὐτòν μισθαποδότης γίνεται

7 πίστει χρηματισθεὶς Νω̃ε περὶ τω̃ν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτòν εἰς σωτηρίαν του̃ οἴκου αὐτου̃ δι' ἡ̃ς κατέκρινεν τòν κόσμον καὶ τη̃ς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος

8 πίστει καλούμενος Αβραὰμ ὑπήκουσεν ἐξελθει̃ν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν καὶ ἐξη̃λθεν μὴ ἐπιστάμενος που̃ ἔρχεται

9 πίστει παρώ̨κησεν εἰς γη̃ν τη̃ς ἐπαγγελίας ὡς ἀλλοτρίαν ἐν σκηναι̃ς κατοικήσας μετὰ Ισαὰκ καὶ Ιακὼβ τω̃ν συγκληρονόμων τη̃ς ἐπαγγελίας τη̃ς αὐτη̃ς

10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ἡ̃ς τεχνίτης καὶ δημιουργòς ὁ θεός

11 πίστει καὶ αὐτὴ Σάρρα στει̃ρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρòν ἡλικίας ἐπεὶ πιστòν ἡγήσατο τòν ἐπαγγειλάμενον

12 διò καὶ ἀφ' ἑνòς ἐγεννήθησαν καὶ ταυ̃τα νενεκρωμένου καθὼς τὰ ἄστρα του̃ οὐρανου̃ τω̨̃ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τò χει̃λος τη̃ς θαλάσσης ἡ ἀναρίθμητος

13 κατὰ πίστιν ἀπέθανον οὑ̃τοι πάντες μὴ λαβόντες τὰς ἐπαγγελίας ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τη̃ς γη̃ς

14 οἱ γὰρ τοιαυ̃τα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητου̃σιν

15 καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ' ἡ̃ς ἐξέβησαν εἰ̃χον ἂν καιρòν ἀνακάμψαι

16 νυ̃ν δὲ κρείττονος ὀρέγονται του̃τ' ἔστιν ἐπουρανίου διò οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεòς θεòς ἐπικαλει̃σθαι αὐτω̃ν ἡτοίμασεν γὰρ αὐτοι̃ς πόλιν

17 πίστει προσενήνοχεν Αβραὰμ τòν Ισαὰκ πειραζόμενος καὶ τòν μονογενη̃ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος

18 πρòς ὃν ἐλαλήθη ὅτι ἐν Ισαὰκ κληθήσεταί σοι σπέρμα

19 λογισάμενος ὅτι καὶ ἐκ νεκρω̃ν ἐγείρειν δυνατòς ὁ θεός ὅθεν αὐτòν καὶ ἐν παραβολη̨̃ ἐκομίσατο

20 πίστει καὶ περὶ μελλόντων εὐλόγησεν Ισαὰκ τòν Ιακὼβ καὶ τòν Ησαυ̃

21 πίστει Ιακὼβ ἀποθνή̨σκων ἕκαστον τω̃ν υἱω̃ν Ιωσὴφ εὐλόγησεν καὶ προσεκύνησεν ἐπὶ τò ἄκρον τη̃ς ῥάβδου αὐτου̃

22 πίστει Ιωσὴφ τελευτω̃ν περὶ τη̃ς ἐξόδου τω̃ν υἱω̃ν Ισραὴλ ἐμνημόνευσεν καὶ περὶ τω̃ν ὀστέων αὐτου̃ ἐνετείλατο

23 πίστει Μωϋση̃ς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπò τω̃ν πατέρων αὐτου̃ διότι εἰ̃δον ἀστει̃ον τò παιδίον καὶ οὐκ ἐφοβήθησαν τò διάταγμα του̃ βασιλέως

24 πίστει Μωϋση̃ς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱòς θυγατρòς Φαραώ

25 μα̃λλον ἑλόμενος συγκακουχει̃σθαι τω̨̃ λαω̨̃ του̃ θεου̃ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν

26 μείζονα πλου̃τον ἡγησάμενος τω̃ν Αἰγύπτου θησαυρω̃ν τòν ὀνειδισμòν του̃ Χριστου̃ ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν

27 πίστει κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τòν θυμòν του̃ βασιλέως τòν γὰρ ἀόρατον ὡς ὁρω̃ν ἐκαρτέρησεν

28 πίστει πεποίηκεν τò πάσχα καὶ τὴν πρόσχυσιν του̃ αἵματος ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγη̨ αὐτω̃ν

29 πίστει διέβησαν τὴν ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρα̃ς γη̃ς ἡ̃ς πει̃ραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν

30 πίστει τὰ τείχη Ιεριχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας

31 πίστει Ραὰβ ἡ πόρνη οὐ συναπώλετο τοι̃ς ἀπειθήσασιν δεξαμένη τοὺς κατασκόπους μετ' εἰρήνης

32 καὶ τί ἔτι λέγω ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών Βαράκ Σαμψών Ιεφθάε Δαυίδ τε καὶ Σαμουὴλ καὶ τω̃ν προφητω̃ν

33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας εἰργάσαντο δικαιοσύνην ἐπέτυχον ἐπαγγελιω̃ν ἔφραξαν στόματα λεόντων

34 ἔσβεσαν δύναμιν πυρός ἔφυγον στόματα μαχαίρης ἐδυναμώθησαν ἀπò ἀσθενείας ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμω̨ παρεμβολὰς ἔκλιναν ἀλλοτρίων

35 ἔλαβον γυναι̃κες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτω̃ν ἄλλοι δὲ ἐτυμπανίσθησαν οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν ἵνα κρείττονος ἀναστάσεως τύχωσιν

36 ἕτεροι δὲ ἐμπαιγμω̃ν καὶ μαστίγων πει̃ραν ἔλαβον ἔτι δὲ δεσμω̃ν καὶ φυλακη̃ς

37 ἐλιθάσθησαν ἐπρίσθησαν ἐν φόνω̨ μαχαίρης ἀπέθανον περιη̃λθον ἐν μηλωται̃ς ἐν αἰγείοις δέρμασιν ὑστερούμενοι θλιβόμενοι κακουχούμενοι

38 ὡ̃ν οὐκ ἠ̃ν ἄξιος ὁ κόσμος ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ται̃ς ὀπαι̃ς τη̃ς γη̃ς

39 καὶ οὑ̃τοι πάντες μαρτυρηθέντες διὰ τη̃ς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν

40 του̃ θεου̃ περὶ ἡμω̃ν κρει̃ττόν τι προβλεψαμένου ἵνα μὴ χωρὶς ἡμω̃ν τελειωθω̃σιν

 

Κεφάλαιον ΙΒ' (12)

1 τοιγαρου̃ν καὶ ἡμει̃ς τοσου̃τον ἔχοντες περικείμενον ἡμι̃ν νέφος μαρτύρων ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν δι' ὑπομονη̃ς τρέχωμεν τòν προκείμενον ἡμι̃ν ἀγω̃να

2 ἀφορω̃ντες εἰς τòν τη̃ς πίστεως ἀρχηγòν καὶ τελειωτὴν Ιησου̃ν ὃς ἀντὶ τη̃ς προκειμένης αὐτω̨̃ χαρα̃ς ὑπέμεινεν σταυρòν αἰσχύνης καταφρονήσας ἐν δεξια̨̃ τε του̃ θρόνου του̃ θεου̃ κεκάθικεν

3 ἀναλογίσασθε γὰρ τòν τοιαύτην ὑπομεμενηκότα ὑπò τω̃ν ἁμαρτωλω̃ν εἰς ἑαυτòν ἀντιλογίαν ἵνα μὴ κάμητε ται̃ς ψυχαι̃ς ὑμω̃ν ἐκλυόμενοι

4 οὔπω μέχρις αἵματος ἀντικατέστητε πρòς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι

5 καὶ ἐκλέλησθε τη̃ς παρακλήσεως ἥτις ὑμι̃ν ὡς υἱοι̃ς διαλέγεται υἱέ μου μὴ ὀλιγώρει παιδείας κυρίου μηδὲ ἐκλύου ὑπ' αὐτου̃ ἐλεγχόμενος

6 ὃν γὰρ ἀγαπα̨̃ κύριος παιδεύει μαστιγοι̃ δὲ πάντα υἱòν ὃν παραδέχεται

7 εἰς παιδείαν ὑπομένετε ὡς υἱοι̃ς ὑμι̃ν προσφέρεται ὁ θεός τίς γὰρ υἱòς ὃν οὐ παιδεύει πατήρ

8 εἰ δὲ χωρίς ἐστε παιδείας ἡ̃ς μέτοχοι γεγόνασιν πάντες ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε

9 εἰ̃τα τοὺς μὲν τη̃ς σαρκòς ἡμω̃ν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα οὐ πολὺ δὲ μα̃λλον ὑποταγησόμεθα τω̨̃ πατρὶ τω̃ν πνευμάτων καὶ ζήσομεν

10 οἱ μὲν γὰρ πρòς ὀλίγας ἡμέρας κατὰ τò δοκου̃ν αὐτοι̃ς ἐπαίδευον ὁ δὲ ἐπὶ τò συμφέρον εἰς τò μεταλαβει̃ν τη̃ς ἁγιότητος αὐτου̃

11 πα̃σα δὲ παιδεία πρòς μὲν τò παρòν οὐ δοκει̃ χαρα̃ς εἰ̃ναι ἀλλὰ λύπης ὕστερον δὲ καρπòν εἰρηνικòν τοι̃ς δι' αὐτη̃ς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης

12 διò τὰς παρειμένας χει̃ρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε

13 καὶ τροχιὰς ὀρθὰς ποιει̃τε τοι̃ς ποσὶν ὑμω̃ν ἵνα μὴ τò χωλòν ἐκτραπη̨̃ ἰαθη̨̃ δὲ μα̃λλον

14 εἰρήνην διώκετε μετὰ πάντων καὶ τòν ἁγιασμόν οὑ̃ χωρὶς οὐδεὶς ὄψεται τòν κύριον

15 ἐπισκοπου̃ντες μή τις ὑστερω̃ν ἀπò τη̃ς χάριτος του̃ θεου̃ μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλη̨̃ καὶ δι' αὐτη̃ς μιανθω̃σιν πολλοί

16 μή τις πόρνος ἢ βέβηλος ὡς Ησαυ̃ ὃς ἀντὶ βρώσεως μια̃ς ἀπέδετο τὰ πρωτοτόκια ἑαυτου̃

17 ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομη̃σαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη μετανοίας γὰρ τόπον οὐχ εὑ̃ρεν καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν

18 οὐ γὰρ προσεληλύθατε ψηλαφωμένω̨ καὶ κεκαυμένω̨ πυρὶ καὶ γνόφω̨ καὶ ζόφω̨ καὶ θυέλλη̨

19 καὶ σάλπιγγος ἤχω̨ καὶ φωνη̨̃ ῥημάτων ἡ̃ς οἱ ἀκούσαντες παρη̨τήσαντο μὴ προστεθη̃ναι αὐτοι̃ς λόγον

20 οὐκ ἔφερον γὰρ τò διαστελλόμενον κἂν θηρίον θίγη̨ του̃ ὄρους λιθοβοληθήσεται

21 καί οὕτω φοβερòν ἠ̃ν τò φανταζόμενον Μωϋση̃ς εἰ̃πεν ἔκφοβός εἰμι καὶ ἔντρομος

22 ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεου̃ ζω̃ντος Ιερουσαλὴμ ἐπουρανίω̨ καὶ μυριάσιν ἀγγέλων πανηγύρει

23 καὶ ἐκκλησία̨ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοι̃ς καὶ κριτη̨̃ θεω̨̃ πάντων καὶ πνεύμασι δικαίων τετελειωμένων

24 καὶ διαθήκης νέας μεσίτη̨ Ιησου̃ καὶ αἵματι ῥαντισμου̃ κρει̃ττον λαλου̃ντι παρὰ τòν Άβελ

25 βλέπετε μὴ παραιτήσησθε τòν λαλου̃ντα εἰ γὰρ ἐκει̃νοι οὐκ ἐξέφυγον ἐπὶ γη̃ς παραιτησάμενοι τòν χρηματίζοντα πολὺ μα̃λλον ἡμει̃ς οἱ τòν ἀπ' οὐρανω̃ν ἀποστρεφόμενοι

26 οὑ̃ ἡ φωνὴ τὴν γη̃ν ἐσάλευσεν τότε νυ̃ν δὲ ἐπήγγελται λέγων ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γη̃ν ἀλλὰ καὶ τòν οὐρανόν

27 τò δέ ἔτι ἅπαξ δηλοι̃ τὴν τω̃ν σαλευομένων μετάθεσιν ὡς πεποιημένων ἵνα μείνη̨ τὰ μὴ σαλευόμενα

28 διò βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν δι' ἡ̃ς λατρεύωμεν εὐαρέστως τω̨̃ θεω̨̃ μετὰ εὐλαβείας καὶ δέους

29 καὶ γὰρ ὁ θεòς ἡμω̃ν πυ̃ρ καταναλίσκον

 

Κεφάλαιον ΙΓ' (13)

1 ἡ φιλαδελφία μενέτω

2 τη̃ς φιλοξενίας μὴ ἐπιλανθάνεσθε διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους

3 μιμνή̨σκεσθε τω̃ν δεσμίων ὡς συνδεδεμένοι τω̃ν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι

4 τίμιος ὁ γάμος ἐν πα̃σιν καὶ ἡ κοίτη ἀμίαντος πόρνους γὰρ καὶ μοιχοὺς κρινει̃ ὁ θεός

5 ἀφιλάργυρος ὁ τρόπος ἀρκούμενοι τοι̃ς παρου̃σιν αὐτòς γὰρ εἴρηκεν οὐ μή σε ἀνω̃ οὐδ' οὐ μή σε ἐγκαταλίπω

6 ὥστε θαρρου̃ντας ἡμα̃ς λέγειν κύριος ἐμοὶ βοηθός καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος

7 μνημονεύετε τω̃ν ἡγουμένων ὑμω̃ν οἵτινες ἐλάλησαν ὑμι̃ν τòν λόγον του̃ θεου̃ ὡ̃ν ἀναθεωρου̃ντες τὴν ἔκβασιν τη̃ς ἀναστροφη̃ς μιμει̃σθε τὴν πίστιν

8 Ιησου̃ς Χριστòς ἐχθὲς καὶ σήμερον ὁ αὐτός καὶ εἰς τοὺς αἰω̃νας

9 διδαχαι̃ς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε καλòν γὰρ χάριτι βεβαιου̃σθαι τὴν καρδίαν οὐ βρώμασιν ἐν οἱ̃ς οὐκ ὠφελήθησαν οἱ περιπατου̃ντες

10 ἔχομεν θυσιαστήριον ἐξ οὑ̃ φαγει̃ν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τη̨̃ σκηνη̨̃ λατρεύοντες

11 ὡ̃ν γὰρ εἰσφέρεται ζώ̨ων τò αἱ̃μα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ του̃ ἀρχιερέως τούτων τὰ σώματα κατακαίεται ἔξω τη̃ς παρεμβολη̃ς

12 διò καὶ Ιησου̃ς ἵνα ἁγιάση̨ διὰ του̃ ἰδίου αἵματος τòν λαόν ἔξω τη̃ς πύλης ἔπαθεν

13 τοίνυν ἐξερχώμεθα πρòς αὐτòν ἔξω τη̃ς παρεμβολη̃ς τòν ὀνειδισμòν αὐτου̃ φέροντες

14 οὐ γὰρ ἔχομεν ὡ̃δε μένουσαν πόλιν ἀλλὰ τὴν μέλλουσαν ἐπιζητου̃μεν

15 δι' αὐτου̃ οὐ̃ν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντòς τω̨̃ θεω̨̃ του̃τ' ἔστιν καρπòν χειλέων ὁμολογούντων τω̨̃ ὀνόματι αὐτου̃

16 τη̃ς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε τοιαύταις γὰρ θυσίαις εὐαρεστει̃ται ὁ θεός

17 πείθεσθε τοι̃ς ἡγουμένοις ὑμω̃ν καὶ ὑπείκετε αὐτοὶ γὰρ ἀγρυπνου̃σιν ὑπὲρ τω̃ν ψυχω̃ν ὑμω̃ν ὡς λόγον ἀποδώσοντες ἵνα μετὰ χαρα̃ς του̃το ποιω̃σιν καὶ μὴ στενάζοντες ἀλυσιτελὲς γὰρ ὑμι̃ν του̃το

18 προσεύχεσθε περὶ ἡμω̃ν πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν ἐν πα̃σιν καλω̃ς θέλοντες ἀναστρέφεσθαι

19 περισσοτέρως δὲ παρακαλω̃ του̃το ποιη̃σαι ἵνα τάχιον ἀποκατασταθω̃ ὑμι̃ν

20 ὁ δὲ θεòς τη̃ς εἰρήνης ὁ ἀναγαγὼν ἐκ νεκρω̃ν τòν ποιμένα τω̃ν προβάτων τòν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου τòν κύριον ἡμω̃ν Ιησου̃ν

21 καταρτίσαι ὑμα̃ς ἐν παντὶ ἀγαθω̨̃ εἰς τò ποιη̃σαι τò θέλημα αὐτου̃ ποιω̃ν ἐν ἡμι̃ν τò εὐάρεστον ἐνώπιον αὐτου̃ διὰ Ιησου̃ Χριστου̃ ὡ̨̃ ἡ δόξα εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν

22 παρακαλω̃ δὲ ὑμα̃ς ἀδελφοί ἀνέχεσθε του̃ λόγου τη̃ς παρακλήσεως καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμι̃ν

23 γινώσκετε τòν ἀδελφòν ἡμω̃ν Τιμόθεον ἀπολελυμένον μεθ' οὑ̃ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμα̃ς

24 ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμω̃ν καὶ πάντας τοὺς ἁγίους ἀσπάζονται ὑμα̃ς οἱ ἀπò τη̃ς Ιταλίας

25 ἡ χάρις μετὰ πάντων ὑμω̃ν