Επιστολὴ Πέτρου Α

Κεφάλαιον Α' (1)

1 Πέτρος ἀπόστολος Ιησου̃ Χριστου̃ ἐκλεκτοι̃ς παρεπιδήμοις διασπορα̃ς Πόντου Γαλατίας Καππαδοκίας Ασίας καὶ Βιθυνίας

2 κατὰ πρόγνωσιν θεου̃ πατρός ἐν ἁγιασμω̨̃ πνεύματος εἰς ὑπακοὴν καὶ ῥαντισμòν αἵματος Ιησου̃ Χριστου̃ χάρις ὑμι̃ν καὶ εἰρήνη πληθυνθείη

3 εὐλογητòς ὁ θεòς καὶ πατὴρ του̃ κυρίου ἡμω̃ν Ιησου̃ Χριστου̃ ὁ κατὰ τò πολὺ αὐτου̃ ἔλεος ἀναγεννήσας ἡμα̃ς εἰς ἐλπίδα ζω̃σαν δι' ἀναστάσεως Ιησου̃ Χριστου̃ ἐκ νεκρω̃ν

4 εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον τετηρημένην ἐν οὐρανοι̃ς εἰς ὑμα̃ς

5 τοὺς ἐν δυνάμει θεου̃ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθη̃ναι ἐν καιρω̨̃ ἐσχάτω̨

6 ἐν ὡ̨̃ ἀγαλλια̃σθε ὀλίγον ἄρτι εἰ δέον ἐστὶν λυπηθέντες ἐν ποικίλοις πειρασμοι̃ς

7 ἵνα τò δοκίμιον ὑμω̃ν τη̃ς πίστεως πολυτιμότερον χρυσίου του̃ ἀπολλυμένου διὰ πυρòς δὲ δοκιμαζομένου εὑρεθη̨̃ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ιησου̃ Χριστου̃

8 ὃν οὐκ ἰδόντες ἀγαπα̃τε εἰς ὃν ἄρτι μὴ ὁρω̃ντες πιστεύοντες δὲ ἀγαλλια̃σθε χαρα̨̃ ἀνεκλαλήτω̨ καὶ δεδοξασμένη̨

9 κομιζόμενοι τò τέλος τη̃ς πίστεως ὑμω̃ν σωτηρίαν ψυχω̃ν

10 περὶ ἡ̃ς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφη̃ται οἱ περὶ τη̃ς εἰς ὑμα̃ς χάριτος προφητεύσαντες

11 ἐραυνω̃ντες εἰς τίνα ἢ ποι̃ον καιρòν ἐδήλου τò ἐν αὐτοι̃ς πνευ̃μα Χριστου̃ προμαρτυρόμενον τὰ εἰς Χριστòν παθήματα καὶ τὰς μετὰ ταυ̃τα δόξας

12 οἱ̃ς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοι̃ς ὑμι̃ν δὲ διηκόνουν αὐτά ἃ νυ̃ν ἀνηγγέλη ὑμι̃ν διὰ τω̃ν εὐαγγελισαμένων ὑμα̃ς ἐν πνεύματι ἁγίω̨ ἀποσταλέντι ἀπ' οὐρανου̃ εἰς ἃ ἐπιθυμου̃σιν ἄγγελοι παρακύψαι

13 διò ἀναζωσάμενοι τὰς ὀσφύας τη̃ς διανοίας ὑμω̃ν νήφοντες τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμι̃ν χάριν ἐν ἀποκαλύψει Ιησου̃ Χριστου̃

14 ὡς τέκνα ὑπακοη̃ς μὴ συσχηματιζόμενοι ται̃ς πρότερον ἐν τη̨̃ ἀγνοία̨ ὑμω̃ν ἐπιθυμίαις

15 ἀλλὰ κατὰ τòν καλέσαντα ὑμα̃ς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάση̨ ἀναστροφη̨̃ γενήθητε

16 διότι γέγραπται ὅτι ἅγιοι ἔσεσθε ὅτι ἐγὼ ἅγιος εἰμι

17 καὶ εἰ πατέρα ἐπικαλει̃σθε τòν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τò ἑκάστου ἔργον ἐν φόβω̨ τòν τη̃ς παροικίας ὑμω̃ν χρόνον ἀναστράφητε

18 εἰδότες ὅτι οὐ φθαρτοι̃ς ἀργυρίω̨ ἢ χρυσίω̨ ἐλυτρώθητε ἐκ τη̃ς ματαίας ὑμω̃ν ἀναστροφη̃ς πατροπαραδότου

19 ἀλλὰ τιμίω̨ αἵματι ὡς ἀμνου̃ ἀμώμου καὶ ἀσπίλου Χριστου̃

20 προεγνωσμένου μὲν πρò καταβολη̃ς κόσμου φανερωθέντος δὲ ἐπ' ἐσχάτου τω̃ν χρόνων δι' ὑμα̃ς

21 τοὺς δι' αὐτου̃ πιστοὺς εἰς θεòν τòν ἐγείραντα αὐτòν ἐκ νεκρω̃ν καὶ δόξαν αὐτω̨̃ δόντα ὥστε τὴν πίστιν ὑμω̃ν καὶ ἐλπίδα εἰ̃ναι εἰς θεόν

22 τὰς ψυχὰς ὑμω̃ν ἡγνικότες ἐν τη̨̃ ὑπακοη̨̃ τη̃ς ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον ἐκ καθαρα̃ς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενω̃ς

23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορα̃ς φθαρτη̃ς ἀλλὰ ἀφθάρτου διὰ λόγου ζω̃ντος θεου̃ καὶ μένοντος

24 διότι πα̃σα σὰρξ ὡς χόρτος καὶ πα̃σα δόξα αὐτη̃ς ὡς ἄνθος χόρτου ἐξηράνθη ὁ χόρτος καὶ τò ἄνθος ἐξέπεσεν

25 τò δὲ ῥη̃μα κυρίου μένει εἰς τòν αἰω̃να του̃το δέ ἐστιν τò ῥη̃μα τò εὐαγγελισθὲν εἰς ὑμα̃ς

 

Κεφάλαιον Β' (2)

1 ἀποθέμενοι οὐ̃ν πα̃σαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς

2 ὡς ἀρτιγέννητα βρέφη τò λογικòν ἄδολον γάλα ἐπιποθήσατε ἵνα ἐν αὐτω̨̃ αὐξηθη̃τε εἰς σωτηρίαν

3 εἰ ἐγεύσασθε ὅτι χρηστòς ὁ κύριος

4 πρòς ὃν προσερχόμενοι λίθον ζω̃ντα ὑπò ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεω̨̃ ἐκλεκτòν ἔντιμον

5 καὶ αὐτοὶ ὡς λίθοι ζω̃ντες οἰκοδομει̃σθε οἰ̃κος πνευματικòς εἰς ἱεράτευμα ἅγιον ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τω̨̃ θεω̨̃ διὰ Ιησου̃ Χριστου̃

6 διότι περιέχει ἐν γραφη̨̃ ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαι̃ον ἐκλεκτòν ἔντιμον καὶ ὁ πιστεύων ἐπ' αὐτω̨̃ οὐ μὴ καταισχυνθη̨̃

7 ὑμι̃ν οὐ̃ν ἡ τιμὴ τοι̃ς πιστεύουσιν ἀπιστου̃σιν δὲ λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομου̃ντες οὑ̃τος ἐγενήθη εἰς κεφαλὴν γωνίας

8 καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου οἳ προσκόπτουσιν τω̨̃ λόγω̨ ἀπειθου̃ντες εἰς ὃ καὶ ἐτέθησαν

9 ὑμει̃ς δὲ γένος ἐκλεκτόν βασίλειον ἱεράτευμα ἔθνος ἅγιον λαòς εἰς περιποίησιν ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε του̃ ἐκ σκότους ὑμα̃ς καλέσαντος εἰς τò θαυμαστòν αὐτου̃ φω̃ς

10 οἵ ποτε οὐ λαòς νυ̃ν δὲ λαòς θεου̃ οἱ οὐκ ἠλεημένοι νυ̃ν δὲ ἐλεηθέντες

11 ἀγαπητοί παρακαλω̃ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τω̃ν σαρκικω̃ν ἐπιθυμιω̃ν αἵτινες στρατεύονται κατὰ τη̃ς ψυχη̃ς

12 τὴν ἀναστροφὴν ὑμω̃ν ἐν τοι̃ς ἔθνεσιν ἔχοντες καλήν ἵνα ἐν ὡ̨̃ καταλαλου̃σιν ὑμω̃ν ὡς κακοποιω̃ν ἐκ τω̃ν καλω̃ν ἔργων ἐποπτεύοντες δοξάσωσιν τòν θεòν ἐν ἡμέρα̨ ἐπισκοπη̃ς

13 ὑποτάγητε πάση̨ ἀνθρωπίνη̨ κτίσει διὰ τòν κύριον εἴτε βασιλει̃ ὡς ὑπερέχοντι

14 εἴτε ἡγεμόσιν ὡς δι' αὐτου̃ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιω̃ν ἔπαινον δὲ ἀγαθοποιω̃ν

15 ὅτι οὕτως ἐστὶν τò θέλημα του̃ θεου̃ ἀγαθοποιου̃ντας φιμου̃ν τὴν τω̃ν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν

16 ὡς ἐλεύθεροι καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τη̃ς κακίας τὴν ἐλευθερίαν ἀλλ' ὡς θεου̃ δου̃λοι

17 πάντας τιμήσατε τὴν ἀδελφότητα ἀγαπα̃τε τòν θεòν φοβει̃σθε τòν βασιλέα τιμα̃τε

18 οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβω̨ τοι̃ς δεσπόταις οὐ μόνον τοι̃ς ἀγαθοι̃ς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοι̃ς σκολιοι̃ς

19 του̃το γὰρ χάρις εἰ διὰ συνείδησιν θεου̃ ὑποφέρει τις λύπας πάσχων ἀδίκως

20 ποι̃ον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενει̃τε ἀλλ' εἰ ἀγαθοποιου̃ντες καὶ πάσχοντες ὑπομενει̃τε του̃το χάρις παρὰ θεω̨̃

21 εἰς του̃το γὰρ ἐκλήθητε ὅτι καὶ Χριστòς ἔπαθεν ὑπὲρ ὑμω̃ν ὑμι̃ν ὑπολιμπάνων ὑπογραμμòν ἵνα ἐπακολουθήσητε τοι̃ς ἴχνεσιν αὐτου̃

22 ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τω̨̃ στόματι αὐτου̃

23 ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει πάσχων οὐκ ἠπείλει παρεδίδου δὲ τω̨̃ κρίνοντι δικαίως

24 ὃς τὰς ἁμαρτίας ἡμω̃ν αὐτòς ἀνήνεγκεν ἐν τω̨̃ σώματι αὐτου̃ ἐπὶ τò ξύλον ἵνα ται̃ς ἁμαρτίαις ἀπογενόμενοι τη̨̃ δικαιοσύνη̨ ζήσωμεν οὑ̃ τω̨̃ μώλωπι ἰάθητε

25 ἠ̃τε γὰρ ὡς πρόβατα πλανώμενοι ἀλλὰ ἐπεστράφητε νυ̃ν ἐπὶ τòν ποιμένα καὶ ἐπίσκοπον τω̃ν ψυχω̃ν ὑμω̃ν

 

Κεφάλαιον Γ' (3)

1 ὁμοίως αἱ γυναι̃κες ὑποτασσόμεναι τοι̃ς ἰδίοις ἀνδράσιν ἵνα καὶ εἴ τινες ἀπειθου̃σιν τω̨̃ λόγω̨ διὰ τη̃ς τω̃ν γυναικω̃ν ἀναστροφη̃ς ἄνευ λόγου κερδηθήσονται

2 ἐποπτεύσαντες τὴν ἐν φόβω̨ ἁγνὴν ἀναστροφὴν ὑμω̃ν

3 ὡ̃ν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκη̃ς τριχω̃ν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος

4 ἀλλ' ὁ κρυπτòς τη̃ς καρδίας ἄνθρωπος ἐν τω̨̃ ἀφθάρτω̨ του̃ πραέως καὶ ἡσυχίου πνεύματος ὅ ἐστιν ἐνώπιον του̃ θεου̃ πολυτελές

5 οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναι̃κες αἱ ἐλπίζουσαι εἰς θεòν ἐκόσμουν ἑαυτάς ὑποτασσόμεναι τοι̃ς ἰδίοις ἀνδράσιν

6 ὡς Σάρρα ὑπήκουσεν τω̨̃ Αβραάμ κύριον αὐτòν καλου̃σα ἡ̃ς ἐγενήθητε τέκνα ἀγαθοποιου̃σαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν

7 οἱ ἄνδρες ὁμοίως συνοικου̃ντες κατὰ γνω̃σιν ὡς ἀσθενεστέρω̨ σκεύει τω̨̃ γυναικείω̨ ἀπονέμοντες τιμήν ὡς καὶ συγκληρονόμοις χάριτος ζωη̃ς εἰς τò μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμω̃ν

8 τò δὲ τέλος πάντες ὁμόφρονες συμπαθει̃ς φιλάδελφοι εὔσπλαγχνοι ταπεινόφρονες

9 μὴ ἀποδιδόντες κακòν ἀντὶ κακου̃ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ εὐλογου̃ντες ὅτι εἰς του̃το ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε

10 ὁ γὰρ θέλων ζωὴν ἀγαπα̃ν καὶ ἰδει̃ν ἡμέρας ἀγαθὰς παυσάτω τὴν γλω̃σσαν ἀπò κακου̃ καὶ χείλη του̃ μὴ λαλη̃σαι δόλον

11 ἐκκλινάτω δὲ ἀπò κακου̃ καὶ ποιησάτω ἀγαθόν ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν

12 ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὠ̃τα αὐτου̃ εἰς δέησιν αὐτω̃ν πρόσωπον δὲ κυρίου ἐπὶ ποιου̃ντας κακά

13 καὶ τίς ὁ κακώσων ὑμα̃ς ἐὰν του̃ ἀγαθου̃ ζηλωταὶ γένησθε

14 ἀλλ' εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην μακάριοι τòν δὲ φόβον αὐτω̃ν μὴ φοβηθη̃τε μηδὲ ταραχθη̃τε

15 κύριον δὲ τòν Χριστòν ἁγιάσατε ἐν ται̃ς καρδίαις ὑμω̃ν ἕτοιμοι ἀεὶ πρòς ἀπολογίαν παντὶ τω̨̃ αἰτου̃ντι ὑμα̃ς λόγον περὶ τη̃ς ἐν ὑμι̃ν ἐλπίδος

16 ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου συνείδησιν ἔχοντες ἀγαθήν ἵνα ἐν ὡ̨̃ καταλαλει̃σθε καταισχυνθω̃σιν οἱ ἐπηρεάζοντες ὑμω̃ν τὴν ἀγαθὴν ἐν Χριστω̨̃ ἀναστροφήν

17 κρει̃ττον γὰρ ἀγαθοποιου̃ντας εἰ θέλοι τò θέλημα του̃ θεου̃ πάσχειν ἢ κακοποιου̃ντας

18 ὅτι καὶ Χριστòς ἅπαξ περὶ ἁμαρτιω̃ν ἔπαθεν δίκαιος ὑπὲρ ἀδίκων ἵνα ὑμα̃ς προσαγάγη̨ τω̨̃ θεω̨̃ θανατωθεὶς μὲν σαρκὶ ζω̨οποιηθεὶς δὲ πνεύματι

19 ἐν ὡ̨̃ καὶ τοι̃ς ἐν φυλακη̨̃ πνεύμασιν πορευθεὶς ἐκήρυξεν

20 ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ του̃ θεου̃ μακροθυμία ἐν ἡμέραις Νω̃ε κατασκευαζομένης κιβωτου̃ εἰς ἣν ὀλίγοι του̃τ' ἔστιν ὀκτὼ ψυχαί διεσώθησαν δι' ὕδατος

21 ὃ καὶ ὑμα̃ς ἀντίτυπον νυ̃ν σώ̨ζει βάπτισμα οὐ σαρκòς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθη̃ς ἐπερώτημα εἰς θεόν δι' ἀναστάσεως Ιησου̃ Χριστου̃

22 ὅς ἐστιν ἐν δεξια̨̃ του̃ θεου̃ πορευθεὶς εἰς οὐρανόν ὑποταγέντων αὐτω̨̃ ἀγγέλων καὶ ἐξουσιω̃ν καὶ δυνάμεων

 

Κεφάλαιον Δ' (4)

1 Χριστου̃ οὐ̃ν παθόντος σαρκὶ καὶ ὑμει̃ς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίας

2 εἰς τò μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεου̃ τòν ἐπίλοιπον ἐν σαρκὶ βιω̃σαι χρόνον

3 ἀρκετòς γὰρ ὁ παρεληλυθὼς χρόνος τò βούλημα τω̃ν ἐθνω̃ν κατειργάσθαι πεπορευμένους ἐν ἀσελγείαις ἐπιθυμίαις οἰνοφλυγίαις κώμοις πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις

4 ἐν ὡ̨̃ ξενίζονται μὴ συντρεχόντων ὑμω̃ν εἰς τὴν αὐτὴν τη̃ς ἀσωτίας ἀνάχυσιν βλασφημου̃ντες

5 οἳ ἀποδώσουσιν λόγον τω̨̃ ἑτοίμως ἔχοντι κρι̃ναι ζω̃ντας καὶ νεκρούς

6 εἰς του̃το γὰρ καὶ νεκροι̃ς εὐηγγελίσθη ἵνα κριθω̃σι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζω̃σι δὲ κατὰ θεòν πνεύματι

7 πάντων δὲ τò τέλος ἤγγικεν σωφρονήσατε οὐ̃ν καὶ νήψατε εἰς προσευχάς

8 πρò πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενη̃ ἔχοντες ὅτι ἀγάπη καλύπτει πλη̃θος ἁμαρτιω̃ν

9 φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμου̃

10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα εἰς ἑαυτοὺς αὐτò διακονου̃ντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεου̃

11 εἴ τις λαλει̃ ὡς λόγια θεου̃ εἴ τις διακονει̃ ὡς ἐξ ἰσχύος ἡ̃ς χορηγει̃ ὁ θεός ἵνα ἐν πα̃σιν δοξάζηται ὁ θεòς διὰ Ιησου̃ Χριστου̃ ὡ̨̃ ἐστιν ἡ δόξα καὶ τò κράτος εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν

12 ἀγαπητοί μὴ ξενίζεσθε τη̨̃ ἐν ὑμι̃ν πυρώσει πρòς πειρασμòν ὑμι̃ν γινομένη̨ ὡς ξένου ὑμι̃ν συμβαίνοντος

13 ἀλλὰ καθò κοινωνει̃τε τοι̃ς του̃ Χριστου̃ παθήμασιν χαίρετε ἵνα καὶ ἐν τη̨̃ ἀποκαλύψει τη̃ς δόξης αὐτου̃ χαρη̃τε ἀγαλλιώμενοι

14 εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστου̃ μακάριοι ὅτι τò τη̃ς δόξης καὶ τò του̃ θεου̃ πνευ̃μα ἐφ' ὑμα̃ς ἀναπαύεται

15 μὴ γάρ τις ὑμω̃ν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιòς ἢ ὡς ἀλλοτριεπίσκοπος

16 εἰ δὲ ὡς Χριστιανός μὴ αἰσχυνέσθω δοξαζέτω δὲ τòν θεòν ἐν τω̨̃ ὀνόματι τούτω̨

17 ὅτι ὁ καιρòς του̃ ἄρξασθαι τò κρίμα ἀπò του̃ οἴκου του̃ θεου̃ εἰ δὲ πρω̃τον ἀφ' ἡμω̃ν τί τò τέλος τω̃ν ἀπειθούντων τω̨̃ του̃ θεου̃ εὐαγγελίω̨

18 καὶ εἰ ὁ δίκαιος μόλις σώ̨ζεται ὁ ἀσεβὴς καὶ ἁμαρτωλòς που̃ φανει̃ται

19 ὥστε καὶ οἱ πάσχοντες κατὰ τò θέλημα του̃ θεου̃ πιστω̨̃ κτίστη̨ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτω̃ν ἐν ἀγαθοποιΐα̨

 

Κεφάλαιον Ε' (5)

1 πρεσβυτέρους οὐ̃ν ἐν ὑμι̃ν παρακαλω̃ ὁ συμπρεσβύτερος καὶ μάρτυς τω̃ν του̃ Χριστου̃ παθημάτων ὁ καὶ τη̃ς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός

2 ποιμάνατε τò ἐν ὑμι̃ν ποίμνιον του̃ θεου̃ ἐπισκοπου̃ντες μὴ ἀναγκαστω̃ς ἀλλὰ ἑκουσίως κατὰ θεόν μηδὲ αἰσχροκερδω̃ς ἀλλὰ προθύμως

3 μηδ' ὡς κατακυριεύοντες τω̃ν κλήρων ἀλλὰ τύποι γινόμενοι του̃ ποιμνίου

4 καὶ φανερωθέντος του̃ ἀρχιποίμενος κομιει̃σθε τòν ἀμαράντινον τη̃ς δόξης στέφανον

5 ὁμοίως νεώτεροι ὑποτάγητε πρεσβυτέροις πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε ὅτι ὁ θεòς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοι̃ς δὲ δίδωσιν χάριν

6 ταπεινώθητε οὐ̃ν ὑπò τὴν κραταιὰν χει̃ρα του̃ θεου̃ ἵνα ὑμα̃ς ὑψώση̨ ἐν καιρω̨̃

7 πα̃σαν τὴν μέριμναν ὑμω̃ν ἐπιρίψαντες ἐπ' αὐτόν ὅτι αὐτω̨̃ μέλει περὶ ὑμω̃ν

8 νήψατε γρηγορήσατε ὁ ἀντίδικος ὑμω̃ν διάβολος ὡς λέων ὠρυόμενος περιπατει̃ ζητω̃ν τινα καταπιει̃ν

9 ὡ̨̃ ἀντίστητε στερεοὶ τη̨̃ πίστει εἰδότες τὰ αὐτὰ τω̃ν παθημάτων τη̨̃ ἐν τω̨̃ κόσμω̨ ὑμω̃ν ἀδελφότητι ἐπιτελει̃σθαι

10 ὁ δὲ θεòς πάσης χάριτος ὁ καλέσας ὑμα̃ς εἰς τὴν αἰώνιον αὐτου̃ δόξαν ἐν Χριστω̨̃ Ιησου̃ ὀλίγον παθόντας αὐτòς καταρτίσει στηρίξει σθενώσει θεμελιώσει

11 αὐτω̨̃ τò κράτος εἰς τοὺς αἰω̃νας ἀμήν

12 διὰ Σιλουανου̃ ὑμι̃ν του̃ πιστου̃ ἀδελφου̃ ὡς λογίζομαι δι' ὀλίγων ἔγραψα παρακαλω̃ν καὶ ἐπιμαρτυρω̃ν ταύτην εἰ̃ναι ἀληθη̃ χάριν του̃ θεου̃ εἰς ἣν στη̃τε

13 ἀσπάζεται ὑμα̃ς ἡ ἐν Βαβυλω̃νι συνεκλεκτὴ καὶ Μα̃ρκος ὁ υἱός μου

14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης εἰρήνη ὑμι̃ν πα̃σιν τοι̃ς ἐν Χριστω̨̃