Επιστολὴ Ιωάννου Γ

Κεφάλαιον Α' (1)

1 ὁ πρεσβύτερος Γαΐω̨ τω̨̃ ἀγαπητω̨̃ ὃν ἐγὼ ἀγαπω̃ ἐν ἀληθεία̨

2 ἀγαπητέ περὶ πάντων εὔχομαί σε εὐοδου̃σθαι καὶ ὑγιαίνειν καθὼς εὐοδου̃ταί σου ἡ ψυχή

3 ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφω̃ν καὶ μαρτυρούντων σου τη̨̃ ἀληθεία̨ καθὼς σὺ ἐν ἀληθεία̨ περιπατει̃ς

4 μειζοτέραν τούτων οὐκ ἔχω χαράν ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν τη̨̃ ἀληθεία̨ περιπατου̃ντα

5 ἀγαπητέ πιστòν ποιει̃ς ὃ ἐὰν ἐργάση̨ εἰς τοὺς ἀδελφοὺς καὶ του̃το ξένους

6 οἳ ἐμαρτύρησάν σου τη̨̃ ἀγάπη̨ ἐνώπιον ἐκκλησίας οὓς καλω̃ς ποιήσεις προπέμψας ἀξίως του̃ θεου̃

7 ὑπὲρ γὰρ του̃ ὀνόματος ἐξη̃λθον μηδὲν λαμβάνοντες ἀπò τω̃ν ἐθνικω̃ν

8 ἡμει̃ς οὐ̃ν ὀφείλομεν ὑπολαμβάνειν τοὺς τοιούτους ἵνα συνεργοὶ γινώμεθα τη̨̃ ἀληθεία̨

9 ἔγραψά τι τη̨̃ ἐκκλησία̨ ἀλλ' ὁ φιλοπρωτεύων αὐτω̃ν Διοτρέφης οὐκ ἐπιδέχεται ἡμα̃ς

10 διὰ του̃το ἐὰν ἔλθω ὑπομνήσω αὐτου̃ τὰ ἔργα ἃ ποιει̃ λόγοις πονηροι̃ς φλυαρω̃ν ἡμα̃ς καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτòς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τη̃ς ἐκκλησίας ἐκβάλλει

11 ἀγαπητέ μὴ μιμου̃ τò κακòν ἀλλὰ τò ἀγαθόν ὁ ἀγαθοποιω̃ν ἐκ του̃ θεου̃ ἐστιν ὁ κακοποιω̃ν οὐχ ἑώρακεν τòν θεόν

12 Δημητρίω̨ μεμαρτύρηται ὑπò πάντων καὶ ὑπò αὐτη̃ς τη̃ς ἀληθείας καὶ ἡμει̃ς δὲ μαρτυρου̃μεν καὶ οἰ̃δας ὅτι ἡ μαρτυρία ἡμω̃ν ἀληθής ἐστιν

13 πολλὰ εἰ̃χον γράψαι σοι ἀλλ' οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράφειν

14 ἐλπίζω δὲ εὐθέως σε ἰδει̃ν καὶ στόμα πρòς στόμα λαλήσομεν

15 εἰρήνη σοι ἀσπάζονταί σε οἱ φίλοι ἀσπάζου τοὺς φίλους κατ' ὄνομα