Μετάφρασις τω̃ν ‛Εβδομήκοντα

Γένεσις

1:1 ἐν ἀρχη̨̃ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γη̃ν

1:2 ἡ δὲ γη̃ ἠ̃ν ἀόρατος καὶ ἀκατασκεύαστος καὶ σκότος ἐπάνω τη̃ς ἀβύσσου καὶ πνευ̃μα θεου̃ ἐπεφέρετο ἐπάνω του̃ ὕδατος

1:3 καὶ εἰ̃πεν ὁ θεός γενηθήτω φω̃ς καὶ ἐγένετο φω̃ς

1:4 καὶ εἰ̃δεν ὁ θεὸς τὸ φω̃ς ὅτι καλόν καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον του̃ φωτὸς καὶ ἀνὰ μέσον του̃ σκότους

1:5 καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φω̃ς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσεν νύκτα καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα μία

1:6 καὶ εἰ̃πεν ὁ θεός γενηθήτω στερέωμα ἐν μέσω̨ του̃ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος καὶ ἐγένετο οὕτως

1:7 καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον του̃ ὕδατος ὃ ἠ̃ν ὑποκάτω του̃ στερεώματος καὶ ἀνὰ μέσον του̃ ὕδατος του̃ ἐπάνω του̃ στερεώματος

1:8 καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν καὶ εἰ̃δεν ὁ θεὸς ὅτι καλόν καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα δευτέρα

1:9 καὶ εἰ̃πεν ὁ θεός συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω του̃ οὐρανου̃ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά καὶ ἐγένετο οὕτως καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω του̃ οὐρανου̃ εἰς τὰς συναγωγὰς αὐτω̃ν καὶ ὤφθη ἡ ξηρά

1:10 καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γη̃ν καὶ τὰ συστήματα τω̃ν ὑδάτων ἐκάλεσεν θαλάσσας καὶ εἰ̃δεν ὁ θεὸς ὅτι καλόν

1:11 καὶ εἰ̃πεν ὁ θεός βλαστησάτω ἡ γη̃ βοτάνην χόρτου σπει̃ρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιου̃ν καρπόν οὑ̃ τὸ σπέρμα αὐτου̃ ἐν αὐτω̨̃ κατὰ γένος ἐπὶ τη̃ς γη̃ς καὶ ἐγένετο οὕτως

1:12 καὶ ἐξήνεγκεν ἡ γη̃ βοτάνην χόρτου σπει̃ρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιου̃ν καρπόν οὑ̃ τὸ σπέρμα αὐτου̃ ἐν αὐτω̨̃ κατὰ γένος ἐπὶ τη̃ς γη̃ς καὶ εἰ̃δεν ὁ θεὸς ὅτι καλόν

1:13 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα τρίτη

1:14 καὶ εἰ̃πεν ὁ θεός γενηθήτωσαν φωστη̃ρες ἐν τω̨̃ στερεώματι του̃ οὐρανου̃ εἰς φαυ̃σιν τη̃ς γη̃ς του̃ διαχωρίζειν ἀνὰ μέσον τη̃ς ἡμέρας καὶ ἀνὰ μέσον τη̃ς νυκτὸς καὶ ἔστωσαν εἰς σημει̃α καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς

1:15 καὶ ἔστωσαν εἰς φαυ̃σιν ἐν τω̨̃ στερεώματι του̃ οὐρανου̃ ὥστε φαίνειν ἐπὶ τη̃ς γη̃ς καὶ ἐγένετο οὕτως

1:16 καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστη̃ρας τοὺς μεγάλους τὸν φωστη̃ρα τὸν μέγαν εἰς ἀρχὰς τη̃ς ἡμέρας καὶ τὸν φωστη̃ρα τὸν ἐλάσσω εἰς ἀρχὰς τη̃ς νυκτός καὶ τοὺς ἀστέρας

1:17 καὶ ἔθετο αὐτοὺς ὁ θεὸς ἐν τω̨̃ στερεώματι του̃ οὐρανου̃ ὥστε φαίνειν ἐπὶ τη̃ς γη̃ς

1:18 καὶ ἄρχειν τη̃ς ἡμέρας καὶ τη̃ς νυκτὸς καὶ διαχωρίζειν ἀνὰ μέσον του̃ φωτὸς καὶ ἀνὰ μέσον του̃ σκότους καὶ εἰ̃δεν ὁ θεὸς ὅτι καλόν

1:19 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα τετάρτη

1:20 καὶ εἰ̃πεν ὁ θεός ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχω̃ν ζωσω̃ν καὶ πετεινὰ πετόμενα ἐπὶ τη̃ς γη̃ς κατὰ τὸ στερέωμα του̃ οὐρανου̃ καὶ ἐγένετο οὕτως

1:21 καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πα̃σαν ψυχὴν ζώ̨ων ἑρπετω̃ν ἃ ἐξήγαγεν τὰ ὕδατα κατὰ γένη αὐτω̃ν καὶ πα̃ν πετεινὸν πτερωτὸν κατὰ γένος καὶ εἰ̃δεν ὁ θεὸς ὅτι καλά

1:22 καὶ ηὐλόγησεν αὐτὰ ὁ θεὸς λέγων αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα ἐν ται̃ς θαλάσσαις καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τη̃ς γη̃ς

1:23 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα πέμπτη

1:24 καὶ εἰ̃πεν ὁ θεός ἐξαγαγέτω ἡ γη̃ ψυχὴν ζω̃σαν κατὰ γένος τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τη̃ς γη̃ς κατὰ γένος καὶ ἐγένετο οὕτως

1:25 καὶ ἐποίησεν ὁ θεὸς τὰ θηρία τη̃ς γη̃ς κατὰ γένος καὶ τὰ κτήνη κατὰ γένος καὶ πάντα τὰ ἑρπετὰ τη̃ς γη̃ς κατὰ γένος αὐτω̃ν καὶ εἰ̃δεν ὁ θεὸς ὅτι καλά

1:26 καὶ εἰ̃πεν ὁ θεός ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν καὶ ἀρχέτωσαν τω̃ν ἰχθύων τη̃ς θαλάσσης καὶ τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ καὶ τω̃ν κτηνω̃ν καὶ πάσης τη̃ς γη̃ς καὶ πάντων τω̃ν ἑρπετω̃ν τω̃ν ἑρπόντων ἐπὶ τη̃ς γη̃ς

1:27 καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ' εἰκόνα θεου̃ ἐποίησεν αὐτόν ἄρσεν καὶ θη̃λυ ἐποίησεν αὐτούς

1:28 καὶ ηὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γη̃ν καὶ κατακυριεύσατε αὐτη̃ς καὶ ἄρχετε τω̃ν ἰχθύων τη̃ς θαλάσσης καὶ τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ καὶ πάντων τω̃ν κτηνω̃ν καὶ πάσης τη̃ς γη̃ς καὶ πάντων τω̃ν ἑρπετω̃ν τω̃ν ἑρπόντων ἐπὶ τη̃ς γη̃ς

1:29 καὶ εἰ̃πεν ὁ θεός ἰδοὺ δέδωκα ὑμι̃ν πα̃ν χόρτον σπόριμον σπει̃ρον σπέρμα ὅ ἐστιν ἐπάνω πάσης τη̃ς γη̃ς καὶ πα̃ν ξύλον ὃ ἔχει ἐν ἑαυτω̨̃ καρπὸν σπέρματος σπορίμου ὑμι̃ν ἔσται εἰς βρω̃σιν

1:30 καὶ πα̃σι τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ πα̃σι τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ παντὶ ἑρπετω̨̃ τω̨̃ ἕρποντι ἐπὶ τη̃ς γη̃ς ὃ ἔχει ἐν ἑαυτω̨̃ ψυχὴν ζωη̃ς πάντα χόρτον χλωρὸν εἰς βρω̃σιν καὶ ἐγένετο οὕτως

1:31 καὶ εἰ̃δεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησεν καὶ ἰδοὺ καλὰ λίαν καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα ἕκτη

2:1 καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γη̃ καὶ πα̃ς ὁ κόσμος αὐτω̃ν

2:2 καὶ συνετέλεσεν ὁ θεὸς ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἕκτη̨ τὰ ἔργα αὐτου̃ ἃ ἐποίησεν καὶ κατέπαυσεν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἀπὸ πάντων τω̃ν ἔργων αὐτου̃ ὡ̃ν ἐποίησεν

2:3 καὶ ηὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν ὅτι ἐν αὐτη̨̃ κατέπαυσεν ἀπὸ πάντων τω̃ν ἔργων αὐτου̃ ὡ̃ν ἤρξατο ὁ θεὸς ποιη̃σαι

2:4 αὕτη ἡ βίβλος γενέσεως οὐρανου̃ καὶ γη̃ς ὅτε ἐγένετο ἡ̨̃ ἡμέρα̨ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γη̃ν

2:5 καὶ πα̃ν χλωρὸν ἀγρου̃ πρὸ του̃ γενέσθαι ἐπὶ τη̃ς γη̃ς καὶ πάντα χόρτον ἀγρου̃ πρὸ του̃ ἀνατει̃λαι οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γη̃ν καὶ ἄνθρωπος οὐκ ἠ̃ν ἐργάζεσθαι τὴν γη̃ν

2:6 πηγὴ δὲ ἀνέβαινεν ἐκ τη̃ς γη̃ς καὶ ἐπότιζεν πα̃ν τὸ πρόσωπον τη̃ς γη̃ς

2:7 καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χου̃ν ἀπὸ τη̃ς γη̃ς καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτου̃ πνοὴν ζωη̃ς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζω̃σαν

2:8 καὶ ἐφύτευσεν κύριος ὁ θεὸς παράδεισον ἐν Εδεμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκει̃ τὸν ἄνθρωπον ὃν ἔπλασεν

2:9 καὶ ἐξανέτειλεν ὁ θεὸς ἔτι ἐκ τη̃ς γη̃ς πα̃ν ξύλον ὡραι̃ον εἰς ὅρασιν καὶ καλὸν εἰς βρω̃σιν καὶ τὸ ξύλον τη̃ς ζωη̃ς ἐν μέσω̨ τω̨̃ παραδείσω̨ καὶ τὸ ξύλον του̃ εἰδέναι γνωστὸν καλου̃ καὶ πονηρου̃

2:10 ποταμὸς δὲ ἐκπορεύεται ἐξ Εδεμ ποτίζειν τὸν παράδεισον ἐκει̃θεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς

2:11 ὄνομα τω̨̃ ἑνὶ Φισων οὑ̃τος ὁ κυκλω̃ν πα̃σαν τὴν γη̃ν Ευιλατ ἐκει̃ οὑ̃ ἐστιν τὸ χρυσίον

2:12 τὸ δὲ χρυσίον τη̃ς γη̃ς ἐκείνης καλόν καὶ ἐκει̃ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος

2:13 καὶ ὄνομα τω̨̃ ποταμω̨̃ τω̨̃ δευτέρω̨ Γηων οὑ̃τος ὁ κυκλω̃ν πα̃σαν τὴν γη̃ν Αἰθιοπίας

2:14 καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις οὑ̃τος ὁ πορευόμενος κατέναντι 'Ασσυρίων ὁ δὲ ποταμὸς ὁ τέταρτος οὑ̃τος Εὐφράτης

2:15 καὶ ἔλαβεν κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν καὶ ἔθετο αὐτὸν ἐν τω̨̃ παραδείσω̨ ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν

2:16 καὶ ἐνετείλατο κύριος ὁ θεὸς τω̨̃ Αδαμ λέγων ἀπὸ παντὸς ξύλου του̃ ἐν τω̨̃ παραδείσω̨ βρώσει φάγη̨

2:17 ἀπὸ δὲ του̃ ξύλου του̃ γινώσκειν καλὸν καὶ πονηρόν οὐ φάγεσθε ἀπ' αὐτου̃ ἡ̨̃ δ' ἂν ἡμέρα̨ φάγητε ἀπ' αὐτου̃ θανάτω̨ ἀποθανει̃σθε

2:18 καὶ εἰ̃πεν κύριος ὁ θεός οὐ καλὸν εἰ̃ναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτω̨̃ βοηθὸν κατ' αὐτόν

2:19 καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τη̃ς γη̃ς πάντα τὰ θηρία του̃ ἀγρου̃ καὶ πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Αδαμ ἰδει̃ν τί καλέσει αὐτά καὶ πα̃ν ὃ ἐὰν ἐκάλεσεν αὐτὸ Αδαμ ψυχὴν ζω̃σαν του̃το ὄνομα αὐτου̃

2:20 καὶ ἐκάλεσεν Αδαμ ὀνόματα πα̃σιν τοι̃ς κτήνεσιν καὶ πα̃σι τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ πα̃σι τοι̃ς θηρίοις του̃ ἀγρου̃ τω̨̃ δὲ Αδαμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτω̨̃

2:21 καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Αδαμ καὶ ὕπνωσεν καὶ ἔλαβεν μίαν τω̃ν πλευρω̃ν αὐτου̃ καὶ ἀνεπλήρωσεν σάρκα ἀντ' αὐτη̃ς

2:22 καὶ ὠ̨κοδόμησεν κύριος ὁ θεὸς τὴν πλευράν ἣν ἔλαβεν ἀπὸ του̃ Αδαμ εἰς γυναι̃κα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Αδαμ

2:23 καὶ εἰ̃πεν Αδαμ του̃το νυ̃ν ὀστου̃ν ἐκ τω̃ν ὀστέων μου καὶ σὰρξ ἐκ τη̃ς σαρκός μου αὕτη κληθήσεται γυνή ὅτι ἐκ του̃ ἀνδρὸς αὐτη̃ς ἐλήμφθη αὕτη

2:24 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτου̃ καὶ τὴν μητέρα αὐτου̃ καὶ προσκολληθήσεται πρὸς τὴν γυναι̃κα αὐτου̃ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν

2:25 καὶ ἠ̃σαν οἱ δύο γυμνοί ὅ τε Αδαμ καὶ ἡ γυνὴ αὐτου̃ καὶ οὐκ ἠ̨σχύνοντο

3:1 ὁ δὲ ὄφις ἠ̃ν φρονιμώτατος πάντων τω̃ν θηρίων τω̃ν ἐπὶ τη̃ς γη̃ς ὡ̃ν ἐποίησεν κύριος ὁ θεός καὶ εἰ̃πεν ὁ ὄφις τη̨̃ γυναικί τί ὅτι εἰ̃πεν ὁ θεός οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου του̃ ἐν τω̨̃ παραδείσω̨

3:2 καὶ εἰ̃πεν ἡ γυνὴ τω̨̃ ὄφει ἀπὸ καρπου̃ ξύλου του̃ παραδείσου φαγόμεθα

3:3 ἀπὸ δὲ καρπου̃ του̃ ξύλου ὅ ἐστιν ἐν μέσω̨ του̃ παραδείσου εἰ̃πεν ὁ θεός οὐ φάγεσθε ἀπ' αὐτου̃ οὐδὲ μὴ ἅψησθε αὐτου̃ ἵνα μὴ ἀποθάνητε

3:4 καὶ εἰ̃πεν ὁ ὄφις τη̨̃ γυναικί οὐ θανάτω̨ ἀποθανει̃σθε

3:5 ἤ̨δει γὰρ ὁ θεὸς ὅτι ἐν ἡ̨̃ ἂν ἡμέρα̨ φάγητε ἀπ' αὐτου̃ διανοιχθήσονται ὑμω̃ν οἱ ὀφθαλμοί καὶ ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν

3:6 καὶ εἰ̃δεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρω̃σιν καὶ ὅτι ἀρεστὸν τοι̃ς ὀφθαλμοι̃ς ἰδει̃ν καὶ ὡραι̃όν ἐστιν του̃ κατανοη̃σαι καὶ λαβου̃σα του̃ καρπου̃ αὐτου̃ ἔφαγεν καὶ ἔδωκεν καὶ τω̨̃ ἀνδρὶ αὐτη̃ς μετ' αὐτη̃ς καὶ ἔφαγον

3:7 καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τω̃ν δύο καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἠ̃σαν καὶ ἔρραψαν φύλλα συκη̃ς καὶ ἐποίησαν ἑαυτοι̃ς περιζώματα

3:8 καὶ ἤκουσαν τὴν φωνὴν κυρίου του̃ θεου̃ περιπατου̃ντος ἐν τω̨̃ παραδείσω̨ τὸ δειλινόν καὶ ἐκρύβησαν ὅ τε Αδαμ καὶ ἡ γυνὴ αὐτου̃ ἀπὸ προσώπου κυρίου του̃ θεου̃ ἐν μέσω̨ του̃ ξύλου του̃ παραδείσου

3:9 καὶ ἐκάλεσεν κύριος ὁ θεὸς τὸν Αδαμ καὶ εἰ̃πεν αὐτω̨̃ Αδαμ που̃ εἰ̃

3:10 καὶ εἰ̃πεν αὐτω̨̃ τὴν φωνήν σου ἤκουσα περιπατου̃ντος ἐν τω̨̃ παραδείσω̨ καὶ ἐφοβήθην ὅτι γυμνός εἰμι καὶ ἐκρύβην

3:11 καὶ εἰ̃πεν αὐτω̨̃ τίς ἀνήγγειλέν σοι ὅτι γυμνὸς εἰ̃ μὴ ἀπὸ του̃ ξύλου οὑ̃ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγει̃ν ἀπ' αὐτου̃ ἔφαγες

3:12 καὶ εἰ̃πεν ὁ Αδαμ ἡ γυνή ἣν ἔδωκας μετ' ἐμου̃ αὕτη μοι ἔδωκεν ἀπὸ του̃ ξύλου καὶ ἔφαγον

3:13 καὶ εἰ̃πεν κύριος ὁ θεὸς τη̨̃ γυναικί τί του̃το ἐποίησας καὶ εἰ̃πεν ἡ γυνή ὁ ὄφις ἠπάτησέν με καὶ ἔφαγον

3:14 καὶ εἰ̃πεν κύριος ὁ θεὸς τω̨̃ ὄφει ὅτι ἐποίησας του̃το ἐπικατάρατος σὺ ἀπὸ πάντων τω̃ν κτηνω̃ν καὶ ἀπὸ πάντων τω̃ν θηρίων τη̃ς γη̃ς ἐπὶ τω̨̃ στήθει σου καὶ τη̨̃ κοιλία̨ πορεύση̨ καὶ γη̃ν φάγη̨ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου

3:15 καὶ ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τη̃ς γυναικὸς καὶ ἀνὰ μέσον του̃ σπέρματός σου καὶ ἀνὰ μέσον του̃ σπέρματος αὐτη̃ς αὐτός σου τηρήσει κεφαλήν καὶ σὺ τηρήσεις αὐτου̃ πτέρναν

3:16 καὶ τη̨̃ γυναικὶ εἰ̃πεν πληθύνων πληθυνω̃ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου ἐν λύπαις τέξη̨ τέκνα καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει

3:17 τω̨̃ δὲ Αδαμ εἰ̃πεν ὅτι ἤκουσας τη̃ς φωνη̃ς τη̃ς γυναικός σου καὶ ἔφαγες ἀπὸ του̃ ξύλου οὑ̃ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγει̃ν ἀπ' αὐτου̃ ἐπικατάρατος ἡ γη̃ ἐν τοι̃ς ἔργοις σου ἐν λύπαις φάγη̨ αὐτὴν πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου

3:18 ἀκάνθας καὶ τριβόλους ἀνατελει̃ σοι καὶ φάγη̨ τὸν χόρτον του̃ ἀγρου̃

3:19 ἐν ἱδρω̃τι του̃ προσώπου σου φάγη̨ τὸν ἄρτον σου ἕως του̃ ἀποστρέψαι σε εἰς τὴν γη̃ν ἐξ ἡ̃ς ἐλήμφθης ὅτι γη̃ εἰ̃ καὶ εἰς γη̃ν ἀπελεύση̨

3:20 καὶ ἐκάλεσεν Αδαμ τὸ ὄνομα τη̃ς γυναικὸς αὐτου̃ Ζωή ὅτι αὕτη μήτηρ πάντων τω̃ν ζώντων

3:21 καὶ ἐποίησεν κύριος ὁ θεὸς τω̨̃ Αδαμ καὶ τη̨̃ γυναικὶ αὐτου̃ χιτω̃νας δερματίνους καὶ ἐνέδυσεν αὐτούς

3:22 καὶ εἰ̃πεν ὁ θεός ἰδοὺ Αδαμ γέγονεν ὡς εἱ̃ς ἐξ ἡμω̃ν του̃ γινώσκειν καλὸν καὶ πονηρόν καὶ νυ̃ν μήποτε ἐκτείνη̨ τὴν χει̃ρα καὶ λάβη̨ του̃ ξύλου τη̃ς ζωη̃ς καὶ φάγη̨ καὶ ζήσεται εἰς τὸν αἰω̃να

3:23 καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ του̃ παραδείσου τη̃ς τρυφη̃ς ἐργάζεσθαι τὴν γη̃ν ἐξ ἡ̃ς ἐλήμφθη

3:24 καὶ ἐξέβαλεν τὸν Αδαμ καὶ κατώ̨κισεν αὐτὸν ἀπέναντι του̃ παραδείσου τη̃ς τρυφη̃ς καὶ ἔταξεν τὰ χερουβιμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν του̃ ξύλου τη̃ς ζωη̃ς

4:1 Αδαμ δὲ ἔγνω Ευαν τὴν γυναι̃κα αὐτου̃ καὶ συλλαβου̃σα ἔτεκεν τὸν Καιν καὶ εἰ̃πεν ἐκτησάμην ἄνθρωπον διὰ του̃ θεου̃

4:2 καὶ προσέθηκεν τεκει̃ν τὸν ἀδελφὸν αὐτου̃ τὸν Αβελ καὶ ἐγένετο Αβελ ποιμὴν προβάτων Καιν δὲ ἠ̃ν ἐργαζόμενος τὴν γη̃ν

4:3 καὶ ἐγένετο μεθ' ἡμέρας ἤνεγκεν Καιν ἀπὸ τω̃ν καρπω̃ν τη̃ς γη̃ς θυσίαν τω̨̃ κυρίω̨

4:4 καὶ Αβελ ἤνεγκεν καὶ αὐτὸς ἀπὸ τω̃ν πρωτοτόκων τω̃ν προβάτων αὐτου̃ καὶ ἀπὸ τω̃ν στεάτων αὐτω̃ν καὶ ἐπει̃δεν ὁ θεὸς ἐπὶ Αβελ καὶ ἐπὶ τοι̃ς δώροις αὐτου̃

4:5 ἐπὶ δὲ Καιν καὶ ἐπὶ ται̃ς θυσίαις αὐτου̃ οὐ προσέσχεν καὶ ἐλύπησεν τὸν Καιν λίαν καὶ συνέπεσεν τω̨̃ προσώπω̨

4:6 καὶ εἰ̃πεν κύριος ὁ θεὸς τω̨̃ Καιν ἵνα τί περίλυπος ἐγένου καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου

4:7 οὐκ ἐὰν ὀρθω̃ς προσενέγκη̨ς ὀρθω̃ς δὲ μὴ διέλη̨ς ἥμαρτες ἡσύχασον πρὸς σὲ ἡ ἀποστροφὴ αὐτου̃ καὶ σὺ ἄρξεις αὐτου̃

4:8 καὶ εἰ̃πεν Καιν πρὸς Αβελ τὸν ἀδελφὸν αὐτου̃ διέλθωμεν εἰς τὸ πεδίον καὶ ἐγένετο ἐν τω̨̃ εἰ̃ναι αὐτοὺς ἐν τω̨̃ πεδίω̨ καὶ ἀνέστη Καιν ἐπὶ Αβελ τὸν ἀδελφὸν αὐτου̃ καὶ ἀπέκτεινεν αὐτόν

4:9 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Καιν που̃ ἐστιν Αβελ ὁ ἀδελφός σου ὁ δὲ εἰ̃πεν οὐ γινώσκω μὴ φύλαξ του̃ ἀδελφου̃ μού εἰμι ἐγώ

4:10 καὶ εἰ̃πεν ὁ θεός τί ἐποίησας φωνὴ αἵματος του̃ ἀδελφου̃ σου βοα̨̃ πρός με ἐκ τη̃ς γη̃ς

4:11 καὶ νυ̃ν ἐπικατάρατος σὺ ἀπὸ τη̃ς γη̃ς ἣ ἔχανεν τὸ στόμα αὐτη̃ς δέξασθαι τὸ αἱ̃μα του̃ ἀδελφου̃ σου ἐκ τη̃ς χειρός σου

4:12 ὅτι ἐργα̨̃ τὴν γη̃ν καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτη̃ς δου̃ναί σοι στένων καὶ τρέμων ἔση̨ ἐπὶ τη̃ς γη̃ς

4:13 καὶ εἰ̃πεν Καιν πρὸς τὸν κύριον μείζων ἡ αἰτία μου του̃ ἀφεθη̃ναί με

4:14 εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τη̃ς γη̃ς καὶ ἀπὸ του̃ προσώπου σου κρυβήσομαι καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τη̃ς γη̃ς καὶ ἔσται πα̃ς ὁ εὑρίσκων με ἀποκτενει̃ με

4:15 καὶ εἰ̃πεν αὐτω̨̃ κύριος ὁ θεός οὐχ οὕτως πα̃ς ὁ ἀποκτείνας Καιν ἑπτὰ ἐκδικούμενα παραλύσει καὶ ἔθετο κύριος ὁ θεὸς σημει̃ον τω̨̃ Καιν του̃ μὴ ἀνελει̃ν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν

4:16 ἐξη̃λθεν δὲ Καιν ἀπὸ προσώπου του̃ θεου̃ καὶ ὤ̨κησεν ἐν γη̨̃ Ναιδ κατέναντι Εδεμ

4:17 καὶ ἔγνω Καιν τὴν γυναι̃κα αὐτου̃ καὶ συλλαβου̃σα ἔτεκεν τὸν Ενωχ καὶ ἠ̃ν οἰκοδομω̃ν πόλιν καὶ ἐπωνόμασεν τὴν πόλιν ἐπὶ τω̨̃ ὀνόματι του̃ υἱου̃ αὐτου̃ Ενωχ

4:18 ἐγενήθη δὲ τω̨̃ Ενωχ Γαιδαδ καὶ Γαιδαδ ἐγέννησεν τὸν Μαιηλ καὶ Μαιηλ ἐγέννησεν τὸν Μαθουσαλα καὶ Μαθουσαλα ἐγέννησεν τὸν Λαμεχ

4:19 καὶ ἔλαβεν ἑαυτω̨̃ Λαμεχ δύο γυναι̃κας ὄνομα τη̨̃ μια̨̃ Αδα καὶ ὄνομα τη̨̃ δευτέρα̨ Σελλα

4:20 καὶ ἔτεκεν Αδα τὸν Ιωβελ οὑ̃τος ἠ̃ν ὁ πατὴρ οἰκούντων ἐν σκηναι̃ς κτηνοτρόφων

4:21 καὶ ὄνομα τω̨̃ ἀδελφω̨̃ αὐτου̃ Ιουβαλ οὑ̃τος ἠ̃ν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν

4:22 Σελλα δὲ ἔτεκεν καὶ αὐτὴ τὸν Θοβελ καὶ ἠ̃ν σφυροκόπος χαλκεὺς χαλκου̃ καὶ σιδήρου ἀδελφὴ δὲ Θοβελ Νοεμα

4:23 εἰ̃πεν δὲ Λαμεχ ται̃ς ἑαυτου̃ γυναιξίν Αδα καὶ Σελλα ἀκούσατέ μου τη̃ς φωνη̃ς γυναι̃κες Λαμεχ ἐνωτίσασθέ μου τοὺς λόγους ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραυ̃μα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί

4:24 ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Καιν ἐκ δὲ Λαμεχ ἑβδομηκοντάκις ἑπτά

4:25 ἔγνω δὲ Αδαμ Ευαν τὴν γυναι̃κα αὐτου̃ καὶ συλλαβου̃σα ἔτεκεν υἱὸν καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτου̃ Σηθ λέγουσα ἐξανέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Αβελ ὃν ἀπέκτεινεν Καιν

4:26 καὶ τω̨̃ Σηθ ἐγένετο υἱός ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτου̃ Ενως οὑ̃τος ἤλπισεν ἐπικαλει̃σθαι τὸ ὄνομα κυρίου του̃ θεου̃

5:1 αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων ἡ̨̃ ἡμέρα̨ ἐποίησεν ὁ θεὸς τὸν Αδαμ κατ' εἰκόνα θεου̃ ἐποίησεν αὐτόν

5:2 ἄρσεν καὶ θη̃λυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτω̃ν Αδαμ ἡ̨̃ ἡμέρα̨ ἐποίησεν αὐτούς

5:3 ἔζησεν δὲ Αδαμ διακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν κατὰ τὴν ἰδέαν αὐτου̃ καὶ κατὰ τὴν εἰκόνα αὐτου̃ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτου̃ Σηθ

5:4 ἐγένοντο δὲ αἱ ἡμέραι Αδαμ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Σηθ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας

5:5 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Αδαμ ἃς ἔζησεν ἐννακόσια καὶ τριάκοντα ἔτη καὶ ἀπέθανεν

5:6 ἔζησεν δὲ Σηθ διακόσια καὶ πέντε ἔτη καὶ ἐγέννησεν τὸν Ενως

5:7 καὶ ἔζησεν Σηθ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Ενως ἑπτακόσια καὶ ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας

5:8 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Σηθ ἐννακόσια καὶ δώδεκα ἔτη καὶ ἀπέθανεν

5:9 καὶ ἔζησεν Ενως ἑκατὸν ἐνενήκοντα ἔτη καὶ ἐγέννησεν τὸν Καιναν

5:10 καὶ ἔζησεν Ενως μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Καιναν ἑπτακόσια καὶ δέκα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας

5:11 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Ενως ἐννακόσια καὶ πέντε ἔτη καὶ ἀπέθανεν

5:12 καὶ ἔζησεν Καιναν ἑκατὸν ἑβδομήκοντα ἔτη καὶ ἐγέννησεν τὸν Μαλελεηλ

5:13 καὶ ἔζησεν Καιναν μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Μαλελεηλ ἑπτακόσια καὶ τεσσαράκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας

5:14 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Καιναν ἐννακόσια καὶ δέκα ἔτη καὶ ἀπέθανεν

5:15 καὶ ἔζησεν Μαλελεηλ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν Ιαρεδ

5:16 καὶ ἔζησεν Μαλελεηλ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Ιαρεδ ἑπτακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας

5:17 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Μαλελεηλ ὀκτακόσια καὶ ἐνενήκοντα πέντε ἔτη καὶ ἀπέθανεν

5:18 καὶ ἔζησεν Ιαρεδ ἑκατὸν καὶ ἑξήκοντα δύο ἔτη καὶ ἐγέννησεν τὸν Ενωχ

5:19 καὶ ἔζησεν Ιαρεδ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Ενωχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας

5:20 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Ιαρεδ ἐννακόσια καὶ ἑξήκοντα δύο ἔτη καὶ ἀπέθανεν

5:21 καὶ ἔζησεν Ενωχ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν Μαθουσαλα

5:22 εὐηρέστησεν δὲ Ενωχ τω̨̃ θεω̨̃ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Μαθουσαλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας

5:23 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Ενωχ τριακόσια ἑξήκοντα πέντε ἔτη

5:24 καὶ εὐηρέστησεν Ενωχ τω̨̃ θεω̨̃ καὶ οὐχ ηὑρίσκετο ὅτι μετέθηκεν αὐτὸν ὁ θεός

5:25 καὶ ἔζησεν Μαθουσαλα ἑκατὸν καὶ ἑξήκοντα ἑπτὰ ἔτη καὶ ἐγέννησεν τὸν Λαμεχ

5:26 καὶ ἔζησεν Μαθουσαλα μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Λαμεχ ὀκτακόσια δύο ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας

5:27 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Μαθουσαλα ἃς ἔζησεν ἐννακόσια καὶ ἑξήκοντα ἐννέα ἔτη καὶ ἀπέθανεν

5:28 καὶ ἔζησεν Λαμεχ ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἔτη καὶ ἐγέννησεν υἱὸν

5:29 καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτου̃ Νωε λέγων οὑ̃τος διαναπαύσει ἡμα̃ς ἀπὸ τω̃ν ἔργων ἡμω̃ν καὶ ἀπὸ τω̃ν λυπω̃ν τω̃ν χειρω̃ν ἡμω̃ν καὶ ἀπὸ τη̃ς γη̃ς ἡ̃ς κατηράσατο κύριος ὁ θεός

5:30 καὶ ἔζησεν Λαμεχ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Νωε πεντακόσια καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας

5:31 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Λαμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη καὶ ἀπέθανεν

5:32 καὶ ἠ̃ν Νωε ἐτω̃ν πεντακοσίων καὶ ἐγέννησεν Νωε τρει̃ς υἱούς τὸν Σημ τὸν Χαμ τὸν Ιαφεθ

6:1 καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τη̃ς γη̃ς καὶ θυγατέρες ἐγενήθησαν αὐτοι̃ς

6:2 ἰδόντες δὲ οἱ υἱοὶ του̃ θεου̃ τὰς θυγατέρας τω̃ν ἀνθρώπων ὅτι καλαί εἰσιν ἔλαβον ἑαυτοι̃ς γυναι̃κας ἀπὸ πασω̃ν ὡ̃ν ἐξελέξαντο

6:3 καὶ εἰ̃πεν κύριος ὁ θεός οὐ μὴ καταμείνη̨ τὸ πνευ̃μά μου ἐν τοι̃ς ἀνθρώποις τούτοις εἰς τὸν αἰω̃να διὰ τὸ εἰ̃ναι αὐτοὺς σάρκας ἔσονται δὲ αἱ ἡμέραι αὐτω̃ν ἑκατὸν εἴκοσι ἔτη

6:4 οἱ δὲ γίγαντες ἠ̃σαν ἐπὶ τη̃ς γη̃ς ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ μετ' ἐκει̃νο ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ του̃ θεου̃ πρὸς τὰς θυγατέρας τω̃ν ἀνθρώπων καὶ ἐγεννω̃σαν ἑαυτοι̃ς ἐκει̃νοι ἠ̃σαν οἱ γίγαντες οἱ ἀπ' αἰω̃νος οἱ ἄνθρωποι οἱ ὀνομαστοί

6:5 ἰδὼν δὲ κύριος ὁ θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τω̃ν ἀνθρώπων ἐπὶ τη̃ς γη̃ς καὶ πα̃ς τις διανοει̃ται ἐν τη̨̃ καρδία̨ αὐτου̃ ἐπιμελω̃ς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας

6:6 καὶ ἐνεθυμήθη ὁ θεὸς ὅτι ἐποίησεν τὸν ἄνθρωπον ἐπὶ τη̃ς γη̃ς καὶ διενοήθη

6:7 καὶ εἰ̃πεν ὁ θεός ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τη̃ς γη̃ς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετω̃ν ἕως τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ ὅτι ἐθυμώθην ὅτι ἐποίησα αὐτούς

6:8 Νωε δὲ εὑ̃ρεν χάριν ἐναντίον κυρίου του̃ θεου̃

6:9 αὑ̃ται δὲ αἱ γενέσεις Νωε Νωε ἄνθρωπος δίκαιος τέλειος ὢν ἐν τη̨̃ γενεα̨̃ αὐτου̃ τω̨̃ θεω̨̃ εὐηρέστησεν Νωε

6:10 ἐγέννησεν δὲ Νωε τρει̃ς υἱούς τὸν Σημ τὸν Χαμ τὸν Ιαφεθ

6:11 ἐφθάρη δὲ ἡ γη̃ ἐναντίον του̃ θεου̃ καὶ ἐπλήσθη ἡ γη̃ ἀδικίας

6:12 καὶ εἰ̃δεν κύριος ὁ θεὸς τὴν γη̃ν καὶ ἠ̃ν κατεφθαρμένη ὅτι κατέφθειρεν πα̃σα σὰρξ τὴν ὁδὸν αὐτου̃ ἐπὶ τη̃ς γη̃ς

6:13 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Νωε καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου ὅτι ἐπλήσθη ἡ γη̃ ἀδικίας ἀπ' αὐτω̃ν καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γη̃ν

6:14 ποίησον οὐ̃ν σεαυτω̨̃ κιβωτὸν ἐκ ξύλων τετραγώνων νοσσιὰς ποιήσεις τὴν κιβωτὸν καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τη̨̃ ἀσφάλτω̨

6:15 καὶ οὕτως ποιήσεις τὴν κιβωτόν τριακοσίων πήχεων τὸ μη̃κος τη̃ς κιβωτου̃ καὶ πεντήκοντα πήχεων τὸ πλάτος καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτη̃ς

6:16 ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν καὶ εἰς πη̃χυν συντελέσεις αὐτὴν ἄνωθεν τὴν δὲ θύραν τη̃ς κιβωτου̃ ποιήσεις ἐκ πλαγίων κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν

6:17 ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμὸν ὕδωρ ἐπὶ τὴν γη̃ν καταφθει̃ραι πα̃σαν σάρκα ἐν ἡ̨̃ ἐστιν πνευ̃μα ζωη̃ς ὑποκάτω του̃ οὐρανου̃ καὶ ὅσα ἐὰν ἠ̨̃ ἐπὶ τη̃ς γη̃ς τελευτήσει

6:18 καὶ στήσω τὴν διαθήκην μου πρὸς σέ εἰσελεύση̨ δὲ εἰς τὴν κιβωτόν σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναι̃κες τω̃ν υἱω̃ν σου μετὰ σου̃

6:19 καὶ ἀπὸ πάντων τω̃ν κτηνω̃ν καὶ ἀπὸ πάντων τω̃ν ἑρπετω̃ν καὶ ἀπὸ πάντων τω̃ν θηρίων καὶ ἀπὸ πάσης σαρκός δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν ἵνα τρέφη̨ς μετὰ σεαυτου̃ ἄρσεν καὶ θη̃λυ ἔσονται

6:20 ἀπὸ πάντων τω̃ν ὀρνέων τω̃ν πετεινω̃ν κατὰ γένος καὶ ἀπὸ πάντων τω̃ν κτηνω̃ν κατὰ γένος καὶ ἀπὸ πάντων τω̃ν ἑρπετω̃ν τω̃ν ἑρπόντων ἐπὶ τη̃ς γη̃ς κατὰ γένος αὐτω̃ν δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ τρέφεσθαι μετὰ σου̃ ἄρσεν καὶ θη̃λυ

6:21 σὺ δὲ λήμψη̨ σεαυτω̨̃ ἀπὸ πάντων τω̃ν βρωμάτων ἃ ἔδεσθε καὶ συνάξεις πρὸς σεαυτόν καὶ ἔσται σοὶ καὶ ἐκείνοις φαγει̃ν

6:22 καὶ ἐποίησεν Νωε πάντα ὅσα ἐνετείλατο αὐτω̨̃ κύριος ὁ θεός οὕτως ἐποίησεν

7:1 καὶ εἰ̃πεν κύριος ὁ θεὸς πρὸς Νωε εἴσελθε σὺ καὶ πα̃ς ὁ οἰ̃κός σου εἰς τὴν κιβωτόν ὅτι σὲ εἰ̃δον δίκαιον ἐναντίον μου ἐν τη̨̃ γενεα̨̃ ταύτη̨

7:2 ἀπὸ δὲ τω̃ν κτηνω̃ν τω̃ν καθαρω̃ν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτά ἄρσεν καὶ θη̃λυ ἀπὸ δὲ τω̃ν κτηνω̃ν τω̃ν μὴ καθαρω̃ν δύο δύο ἄρσεν καὶ θη̃λυ

7:3 καὶ ἀπὸ τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ τω̃ν καθαρω̃ν ἑπτὰ ἑπτά ἄρσεν καὶ θη̃λυ καὶ ἀπὸ τω̃ν πετεινω̃ν τω̃ν μὴ καθαρω̃ν δύο δύο ἄρσεν καὶ θη̃λυ διαθρέψαι σπέρμα ἐπὶ πα̃σαν τὴν γη̃ν

7:4 ἔτι γὰρ ἡμερω̃ν ἑπτὰ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γη̃ν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας καὶ ἐξαλείψω πα̃σαν τὴν ἐξανάστασιν ἣν ἐποίησα ἀπὸ προσώπου τη̃ς γη̃ς

7:5 καὶ ἐποίησεν Νωε πάντα ὅσα ἐνετείλατο αὐτω̨̃ κύριος ὁ θεός

7:6 Νωε δὲ ἠ̃ν ἐτω̃ν ἑξακοσίων καὶ ὁ κατακλυσμὸς ἐγένετο ὕδατος ἐπὶ τη̃ς γη̃ς

7:7 εἰση̃λθεν δὲ Νωε καὶ οἱ υἱοὶ αὐτου̃ καὶ ἡ γυνὴ αὐτου̃ καὶ αἱ γυναι̃κες τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃ εἰς τὴν κιβωτὸν διὰ τὸ ὕδωρ του̃ κατακλυσμου̃

7:8 καὶ ἀπὸ τω̃ν πετεινω̃ν καὶ ἀπὸ τω̃ν κτηνω̃ν τω̃ν καθαρω̃ν καὶ ἀπὸ τω̃ν κτηνω̃ν τω̃ν μὴ καθαρω̃ν καὶ ἀπὸ πάντων τω̃ν ἑρπετω̃ν τω̃ν ἐπὶ τη̃ς γη̃ς

7:9 δύο δύο εἰση̃λθον πρὸς Νωε εἰς τὴν κιβωτόν ἄρσεν καὶ θη̃λυ καθὰ ἐνετείλατο αὐτω̨̃ ὁ θεός

7:10 καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας καὶ τὸ ὕδωρ του̃ κατακλυσμου̃ ἐγένετο ἐπὶ τη̃ς γη̃ς

7:11 ἐν τω̨̃ ἑξακοσιοστω̨̃ ἔτει ἐν τη̨̃ ζωη̨̃ του̃ Νωε του̃ δευτέρου μηνός ἑβδόμη̨ καὶ εἰκάδι του̃ μηνός τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐρράγησαν πα̃σαι αἱ πηγαὶ τη̃ς ἀβύσσου καὶ οἱ καταρράκται του̃ οὐρανου̃ ἠνεώ̨χθησαν

7:12 καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τη̃ς γη̃ς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας

7:13 ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ εἰση̃λθεν Νωε Σημ Χαμ Ιαφεθ υἱοὶ Νωε καὶ ἡ γυνὴ Νωε καὶ αἱ τρει̃ς γυναι̃κες τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃ εἰς τὴν κιβωτόν

7:14 καὶ πάντα τὰ θηρία κατὰ γένος καὶ πάντα τὰ κτήνη κατὰ γένος καὶ πα̃ν ἑρπετὸν κινούμενον ἐπὶ τη̃ς γη̃ς κατὰ γένος καὶ πα̃ν πετεινὸν κατὰ γένος

7:15 εἰση̃λθον πρὸς Νωε εἰς τὴν κιβωτόν δύο δύο ἀπὸ πάσης σαρκός ἐν ὡ̨̃ ἐστιν πνευ̃μα ζωη̃ς

7:16 καὶ τὰ εἰσπορευόμενα ἄρσεν καὶ θη̃λυ ἀπὸ πάσης σαρκὸς εἰση̃λθεν καθὰ ἐνετείλατο ὁ θεὸς τω̨̃ Νωε καὶ ἔκλεισεν κύριος ὁ θεὸς ἔξωθεν αὐτου̃ τὴν κιβωτόν

7:17 καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐπὶ τη̃ς γη̃ς καὶ ἐπληθύνθη τὸ ὕδωρ καὶ ἐπη̃ρεν τὴν κιβωτόν καὶ ὑψώθη ἀπὸ τη̃ς γη̃ς

7:18 καὶ ἐπεκράτει τὸ ὕδωρ καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τη̃ς γη̃ς καὶ ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω του̃ ὕδατος

7:19 τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφοδρω̃ς ἐπὶ τη̃ς γη̃ς καὶ ἐπεκάλυψεν πάντα τὰ ὄρη τὰ ὑψηλά ἃ ἠ̃ν ὑποκάτω του̃ οὐρανου̃

7:20 δέκα πέντε πήχεις ἐπάνω ὑψώθη τὸ ὕδωρ καὶ ἐπεκάλυψεν πάντα τὰ ὄρη τὰ ὑψηλά

7:21 καὶ ἀπέθανεν πα̃σα σὰρξ κινουμένη ἐπὶ τη̃ς γη̃ς τω̃ν πετεινω̃ν καὶ τω̃ν κτηνω̃ν καὶ τω̃ν θηρίων καὶ πα̃ν ἑρπετὸν κινούμενον ἐπὶ τη̃ς γη̃ς καὶ πα̃ς ἄνθρωπος

7:22 καὶ πάντα ὅσα ἔχει πνοὴν ζωη̃ς καὶ πα̃ς ὃς ἠ̃ν ἐπὶ τη̃ς ξηρα̃ς ἀπέθανεν

7:23 καὶ ἐξήλειψεν πα̃ν τὸ ἀνάστημα ὃ ἠ̃ν ἐπὶ προσώπου πάσης τη̃ς γη̃ς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετω̃ν καὶ τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ καὶ ἐξηλείφθησαν ἀπὸ τη̃ς γη̃ς καὶ κατελείφθη μόνος Νωε καὶ οἱ μετ' αὐτου̃ ἐν τη̨̃ κιβωτω̨̃

7:24 καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τη̃ς γη̃ς ἡμέρας ἑκατὸν πεντήκοντα

8:1 καὶ ἐμνήσθη ὁ θεὸς του̃ Νωε καὶ πάντων τω̃ν θηρίων καὶ πάντων τω̃ν κτηνω̃ν καὶ πάντων τω̃ν πετεινω̃ν καὶ πάντων τω̃ν ἑρπετω̃ν ὅσα ἠ̃ν μετ' αὐτου̃ ἐν τη̨̃ κιβωτω̨̃ καὶ ἐπήγαγεν ὁ θεὸς πνευ̃μα ἐπὶ τὴν γη̃ν καὶ ἐκόπασεν τὸ ὕδωρ

8:2 καὶ ἐπεκαλύφθησαν αἱ πηγαὶ τη̃ς ἀβύσσου καὶ οἱ καταρράκται του̃ οὐρανου̃ καὶ συνεσχέθη ὁ ὑετὸς ἀπὸ του̃ οὐρανου̃

8:3 καὶ ἐνεδίδου τὸ ὕδωρ πορευόμενον ἀπὸ τη̃ς γη̃ς ἐνεδίδου καὶ ἠλαττονου̃το τὸ ὕδωρ μετὰ πεντήκοντα καὶ ἑκατὸν ἡμέρας

8:4 καὶ ἐκάθισεν ἡ κιβωτὸς ἐν μηνὶ τω̨̃ ἑβδόμω̨ ἑβδόμη̨ καὶ εἰκάδι του̃ μηνός ἐπὶ τὰ ὄρη τὰ Αραρατ

8:5 τὸ δὲ ὕδωρ πορευόμενον ἠλαττονου̃το ἕως του̃ δεκάτου μηνός ἐν δὲ τω̨̃ ἑνδεκάτω̨ μηνί τη̨̃ πρώτη̨ του̃ μηνός ὤφθησαν αἱ κεφαλαὶ τω̃ν ὀρέων

8:6 καὶ ἐγένετο μετὰ τεσσαράκοντα ἡμέρας ἠνέω̨ξεν Νωε τὴν θυρίδα τη̃ς κιβωτου̃ ἣν ἐποίησεν

8:7 καὶ ἀπέστειλεν τὸν κόρακα του̃ ἰδει̃ν εἰ κεκόπακεν τὸ ὕδωρ καὶ ἐξελθὼν οὐχ ὑπέστρεψεν ἕως του̃ ξηρανθη̃ναι τὸ ὕδωρ ἀπὸ τη̃ς γη̃ς

8:8 καὶ ἀπέστειλεν τὴν περιστερὰν ὀπίσω αὐτου̃ ἰδει̃ν εἰ κεκόπακεν τὸ ὕδωρ ἀπὸ προσώπου τη̃ς γη̃ς

8:9 καὶ οὐχ εὑρου̃σα ἡ περιστερὰ ἀνάπαυσιν τοι̃ς ποσὶν αὐτη̃ς ὑπέστρεψεν πρὸς αὐτὸν εἰς τὴν κιβωτόν ὅτι ὕδωρ ἠ̃ν ἐπὶ παντὶ προσώπω̨ πάσης τη̃ς γη̃ς καὶ ἐκτείνας τὴν χει̃ρα αὐτου̃ ἔλαβεν αὐτὴν καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν

8:10 καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας πάλιν ἐξαπέστειλεν τὴν περιστερὰν ἐκ τη̃ς κιβωτου̃

8:11 καὶ ἀνέστρεψεν πρὸς αὐτὸν ἡ περιστερὰ τὸ πρὸς ἑσπέραν καὶ εἰ̃χεν φύλλον ἐλαίας κάρφος ἐν τω̨̃ στόματι αὐτη̃ς καὶ ἔγνω Νωε ὅτι κεκόπακεν τὸ ὕδωρ ἀπὸ τη̃ς γη̃ς

8:12 καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας πάλιν ἐξαπέστειλεν τὴν περιστεράν καὶ οὐ προσέθετο του̃ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι

8:13 καὶ ἐγένετο ἐν τω̨̃ ἑνὶ καὶ ἑξακοσιοστω̨̃ ἔτει ἐν τη̨̃ ζωη̨̃ του̃ Νωε του̃ πρώτου μηνός μια̨̃ του̃ μηνός ἐξέλιπεν τὸ ὕδωρ ἀπὸ τη̃ς γη̃ς καὶ ἀπεκάλυψεν Νωε τὴν στέγην τη̃ς κιβωτου̃ ἣν ἐποίησεν καὶ εἰ̃δεν ὅτι ἐξέλιπεν τὸ ὕδωρ ἀπὸ προσώπου τη̃ς γη̃ς

8:14 ἐν δὲ τω̨̃ μηνὶ τω̨̃ δευτέρω̨ ἑβδόμη̨ καὶ εἰκάδι του̃ μηνός ἐξηράνθη ἡ γη̃

8:15 καὶ εἰ̃πεν κύριος ὁ θεὸς τω̨̃ Νωε λέγων

8:16 ἔξελθε ἐκ τη̃ς κιβωτου̃ σὺ καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναι̃κες τω̃ν υἱω̃ν σου μετὰ σου̃

8:17 καὶ πάντα τὰ θηρία ὅσα ἐστὶν μετὰ σου̃ καὶ πα̃σα σὰρξ ἀπὸ πετεινω̃ν ἕως κτηνω̃ν καὶ πα̃ν ἑρπετὸν κινούμενον ἐπὶ τη̃ς γη̃ς ἐξάγαγε μετὰ σεαυτου̃ καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τη̃ς γη̃ς

8:18 καὶ ἐξη̃λθεν Νωε καὶ ἡ γυνὴ αὐτου̃ καὶ οἱ υἱοὶ αὐτου̃ καὶ αἱ γυναι̃κες τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃

8:19 καὶ πάντα τὰ θηρία καὶ πάντα τὰ κτήνη καὶ πα̃ν πετεινὸν καὶ πα̃ν ἑρπετὸν κινούμενον ἐπὶ τη̃ς γη̃ς κατὰ γένος αὐτω̃ν ἐξήλθοσαν ἐκ τη̃ς κιβωτου̃

8:20 καὶ ὠ̨κοδόμησεν Νωε θυσιαστήριον τω̨̃ θεω̨̃ καὶ ἔλαβεν ἀπὸ πάντων τω̃ν κτηνω̃ν τω̃ν καθαρω̃ν καὶ ἀπὸ πάντων τω̃ν πετεινω̃ν τω̃ν καθαρω̃ν καὶ ἀνήνεγκεν ὁλοκαρπώσεις ἐπὶ τὸ θυσιαστήριον

8:21 καὶ ὠσφράνθη κύριος ὁ θεὸς ὀσμὴν εὐωδίας καὶ εἰ̃πεν κύριος ὁ θεὸς διανοηθείς οὐ προσθήσω ἔτι του̃ καταράσασθαι τὴν γη̃ν διὰ τὰ ἔργα τω̃ν ἀνθρώπων ὅτι ἔγκειται ἡ διάνοια του̃ ἀνθρώπου ἐπιμελω̃ς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος οὐ προσθήσω οὐ̃ν ἔτι πατάξαι πα̃σαν σάρκα ζω̃σαν καθὼς ἐποίησα

8:22 πάσας τὰς ἡμέρας τη̃ς γη̃ς σπέρμα καὶ θερισμός ψυ̃χος καὶ καυ̃μα θέρος καὶ ἔαρ ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσιν

9:1 καὶ ηὐλόγησεν ὁ θεὸς τὸν Νωε καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ εἰ̃πεν αὐτοι̃ς αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γη̃ν καὶ κατακυριεύσατε αὐτη̃ς

9:2 καὶ ὁ τρόμος ὑμω̃ν καὶ ὁ φόβος ἔσται ἐπὶ πα̃σιν τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ ἐπὶ πάντα τὰ ὄρνεα του̃ οὐρανου̃ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τη̃ς γη̃ς καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τη̃ς θαλάσσης ὑπὸ χει̃ρας ὑμι̃ν δέδωκα

9:3 καὶ πα̃ν ἑρπετόν ὅ ἐστιν ζω̃ν ὑμι̃ν ἔσται εἰς βρω̃σιν ὡς λάχανα χόρτου δέδωκα ὑμι̃ν τὰ πάντα

9:4 πλὴν κρέας ἐν αἵματι ψυχη̃ς οὐ φάγεσθε

9:5 καὶ γὰρ τὸ ὑμέτερον αἱ̃μα τω̃ν ψυχω̃ν ὑμω̃ν ἐκζητήσω ἐκ χειρὸς πάντων τω̃ν θηρίων ἐκζητήσω αὐτὸ καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφου̃ ἐκζητήσω τὴν ψυχὴν του̃ ἀνθρώπου

9:6 ὁ ἐκχέων αἱ̃μα ἀνθρώπου ἀντὶ του̃ αἵματος αὐτου̃ ἐκχυθήσεται ὅτι ἐν εἰκόνι θεου̃ ἐποίησα τὸν ἄνθρωπον

9:7 ὑμει̃ς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γη̃ν καὶ πληθύνεσθε ἐπ' αὐτη̃ς

9:8 καὶ εἰ̃πεν ὁ θεὸς τω̨̃ Νωε καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ μετ' αὐτου̃ λέγων

9:9 ἐγὼ ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου ὑμι̃ν καὶ τω̨̃ σπέρματι ὑμω̃ν μεθ' ὑμα̃ς

9:10 καὶ πάση̨ ψυχη̨̃ τη̨̃ ζώση̨ μεθ' ὑμω̃ν ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνω̃ν καὶ πα̃σι τοι̃ς θηρίοις τη̃ς γη̃ς ὅσα μεθ' ὑμω̃ν ἀπὸ πάντων τω̃ν ἐξελθόντων ἐκ τη̃ς κιβωτου̃

9:11 καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμα̃ς καὶ οὐκ ἀποθανει̃ται πα̃σα σὰρξ ἔτι ἀπὸ του̃ ὕδατος του̃ κατακλυσμου̃ καὶ οὐκ ἔσται ἔτι κατακλυσμὸς ὕδατος του̃ καταφθει̃ραι πα̃σαν τὴν γη̃ν

9:12 καὶ εἰ̃πεν κύριος ὁ θεὸς πρὸς Νωε του̃το τὸ σημει̃ον τη̃ς διαθήκης ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμου̃ καὶ ὑμω̃ν καὶ ἀνὰ μέσον πάσης ψυχη̃ς ζώσης ἥ ἐστιν μεθ' ὑμω̃ν εἰς γενεὰς αἰωνίους

9:13 τὸ τόξον μου τίθημι ἐν τη̨̃ νεφέλη̨ καὶ ἔσται εἰς σημει̃ον διαθήκης ἀνὰ μέσον ἐμου̃ καὶ τη̃ς γη̃ς

9:14 καὶ ἔσται ἐν τω̨̃ συννεφει̃ν με νεφέλας ἐπὶ τὴν γη̃ν ὀφθήσεται τὸ τόξον μου ἐν τη̨̃ νεφέλη̨

9:15 καὶ μνησθήσομαι τη̃ς διαθήκης μου ἥ ἐστιν ἀνὰ μέσον ἐμου̃ καὶ ὑμω̃ν καὶ ἀνὰ μέσον πάσης ψυχη̃ς ζώσης ἐν πάση̨ σαρκί καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ εἰς κατακλυσμὸν ὥστε ἐξαλει̃ψαι πα̃σαν σάρκα

9:16 καὶ ἔσται τὸ τόξον μου ἐν τη̨̃ νεφέλη̨ καὶ ὄψομαι του̃ μνησθη̃ναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον πάσης ψυχη̃ς ζώσης ἐν πάση̨ σαρκί ἥ ἐστιν ἐπὶ τη̃ς γη̃ς

9:17 καὶ εἰ̃πεν ὁ θεὸς τω̨̃ Νωε του̃το τὸ σημει̃ον τη̃ς διαθήκης ἡ̃ς διεθέμην ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον πάσης σαρκός ἥ ἐστιν ἐπὶ τη̃ς γη̃ς

9:18 ἠ̃σαν δὲ οἱ υἱοὶ Νωε οἱ ἐξελθόντες ἐκ τη̃ς κιβωτου̃ Σημ Χαμ Ιαφεθ Χαμ ἠ̃ν πατὴρ Χανααν

9:19 τρει̃ς οὑ̃τοί εἰσιν οἱ υἱοὶ Νωε ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πα̃σαν τὴν γη̃ν

9:20 καὶ ἤρξατο Νωε ἄνθρωπος γεωργὸς γη̃ς καὶ ἐφύτευσεν ἀμπελω̃να

9:21 καὶ ἔπιεν ἐκ του̃ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη ἐν τω̨̃ οἴκω̨ αὐτου̃

9:22 καὶ εἰ̃δεν Χαμ ὁ πατὴρ Χανααν τὴν γύμνωσιν του̃ πατρὸς αὐτου̃ καὶ ἐξελθὼν ἀνήγγειλεν τοι̃ς δυσὶν ἀδελφοι̃ς αὐτου̃ ἔξω

9:23 καὶ λαβόντες Σημ καὶ Ιαφεθ τὸ ἱμάτιον ἐπέθεντο ἐπὶ τὰ δύο νω̃τα αὐτω̃ν καὶ ἐπορεύθησαν ὀπισθοφανω̃ς καὶ συνεκάλυψαν τὴν γύμνωσιν του̃ πατρὸς αὐτω̃ν καὶ τὸ πρόσωπον αὐτω̃ν ὀπισθοφανές καὶ τὴν γύμνωσιν του̃ πατρὸς αὐτω̃ν οὐκ εἰ̃δον

9:24 ἐξένηψεν δὲ Νωε ἀπὸ του̃ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτω̨̃ ὁ υἱὸς αὐτου̃ ὁ νεώτερος

9:25 καὶ εἰ̃πεν ἐπικατάρατος Χανααν παι̃ς οἰκέτης ἔσται τοι̃ς ἀδελφοι̃ς αὐτου̃

9:26 καὶ εἰ̃πεν εὐλογητὸς κύριος ὁ θεὸς του̃ Σημ καὶ ἔσται Χανααν παι̃ς αὐτου̃

9:27 πλατύναι ὁ θεὸς τω̨̃ Ιαφεθ καὶ κατοικησάτω ἐν τοι̃ς οἴκοις του̃ Σημ καὶ γενηθήτω Χανααν παι̃ς αὐτω̃ν

9:28 ἔζησεν δὲ Νωε μετὰ τὸν κατακλυσμὸν τριακόσια πεντήκοντα ἔτη

9:29 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Νωε ἐννακόσια πεντήκοντα ἔτη καὶ ἀπέθανεν

10:1 αὑ̃ται δὲ αἱ γενέσεις τω̃ν υἱω̃ν Νωε Σημ Χαμ Ιαφεθ καὶ ἐγενήθησαν αὐτοι̃ς υἱοὶ μετὰ τὸν κατακλυσμόν

10:2 υἱοὶ Ιαφεθ Γαμερ καὶ Μαγωγ καὶ Μαδαι καὶ Ιωυαν καὶ Ελισα καὶ Θοβελ καὶ Μοσοχ καὶ Θιρας

10:3 καὶ υἱοὶ Γαμερ Ασχαναζ καὶ Ριφαθ καὶ Θοργαμα

10:4 καὶ υἱοὶ Ιωυαν Ελισα καὶ Θαρσις Κίτιοι 'Ρόδιοι

10:5 ἐκ τούτων ἀφωρίσθησαν νη̃σοι τω̃ν ἐθνω̃ν ἐν τη̨̃ γη̨̃ αὐτω̃ν ἕκαστος κατὰ γλω̃σσαν ἐν ται̃ς φυλαι̃ς αὐτω̃ν καὶ ἐν τοι̃ς ἔθνεσιν αὐτω̃ν

10:6 υἱοὶ δὲ Χαμ Χους καὶ Μεσραιμ Φουδ καὶ Χανααν

10:7 υἱοὶ δὲ Χους Σαβα καὶ Ευιλα καὶ Σαβαθα καὶ Ρεγμα καὶ Σαβακαθα υἱοὶ δὲ Ρεγμα Σαβα καὶ Δαδαν

10:8 Χους δὲ ἐγέννησεν τὸν Νεβρωδ οὑ̃τος ἤρξατο εἰ̃ναι γίγας ἐπὶ τη̃ς γη̃ς

10:9 οὑ̃τος ἠ̃ν γίγας κυνηγὸς ἐναντίον κυρίου του̃ θεου̃ διὰ του̃το ἐρου̃σιν ὡς Νεβρωδ γίγας κυνηγὸς ἐναντίον κυρίου

10:10 καὶ ἐγένετο ἀρχὴ τη̃ς βασιλείας αὐτου̃ Βαβυλὼν καὶ Ορεχ καὶ Αρχαδ καὶ Χαλαννη ἐν τη̨̃ γη̨̃ Σεννααρ

10:11 ἐκ τη̃ς γη̃ς ἐκείνης ἐξη̃λθεν Ασσουρ καὶ ὠ̨κοδόμησεν τὴν Νινευη καὶ τὴν Ροωβωθ πόλιν καὶ τὴν Χαλαχ

10:12 καὶ τὴν Δασεμ ἀνὰ μέσον Νινευη καὶ ἀνὰ μέσον Χαλαχ αὕτη ἡ πόλις ἡ μεγάλη

10:13 καὶ Μεσραιμ ἐγέννησεν τοὺς Λουδιιμ καὶ τοὺς Ενεμετιιμ καὶ τοὺς Λαβιιμ καὶ τοὺς Νεφθαλιιμ

10:14 καὶ τοὺς Πατροσωνιιμ καὶ τοὺς Χασλωνιιμ ὅθεν ἐξη̃λθεν ἐκει̃θεν Φυλιστιιμ καὶ τοὺς Καφθοριιμ

10:15 Χανααν δὲ ἐγέννησεν τὸν Σιδω̃να πρωτότοκον καὶ τὸν Χετται̃ον

10:16 καὶ τὸν Ιεβουσαι̃ον καὶ τὸν Αμορραι̃ον καὶ τὸν Γεργεσαι̃ον

10:17 καὶ τὸν Ευαι̃ον καὶ τὸν Αρουκαι̃ον καὶ τὸν Ασενναι̃ον

10:18 καὶ τὸν 'Αράδιον καὶ τὸν Σαμαραι̃ον καὶ τὸν Αμαθι καὶ μετὰ του̃το διεσπάρησαν αἱ φυλαὶ τω̃ν Χαναναίων

10:19 καὶ ἐγένοντο τὰ ὅρια τω̃ν Χαναναίων ἀπὸ Σιδω̃νος ἕως ἐλθει̃ν εἰς Γεραρα καὶ Γάζαν ἕως ἐλθει̃ν Σοδομων καὶ Γομορρας Αδαμα καὶ Σεβωιμ ἕως Λασα

10:20 οὑ̃τοι υἱοὶ Χαμ ἐν ται̃ς φυλαι̃ς αὐτω̃ν κατὰ γλώσσας αὐτω̃ν ἐν ται̃ς χώραις αὐτω̃ν καὶ ἐν τοι̃ς ἔθνεσιν αὐτω̃ν

10:21 καὶ τω̨̃ Σημ ἐγενήθη καὶ αὐτω̨̃ πατρὶ πάντων τω̃ν υἱω̃ν Εβερ ἀδελφω̨̃ Ιαφεθ του̃ μείζονος

10:22 υἱοὶ Σημ Αιλαμ καὶ Ασσουρ καὶ Αρφαξαδ καὶ Λουδ καὶ Αραμ καὶ Καιναν

10:23 καὶ υἱοὶ Αραμ Ως καὶ Ουλ καὶ Γαθερ καὶ Μοσοχ

10:24 καὶ Αρφαξαδ ἐγέννησεν τὸν Καιναν καὶ Καιναν ἐγέννησεν τὸν Σαλα Σαλα δὲ ἐγέννησεν τὸν Εβερ

10:25 καὶ τω̨̃ Εβερ ἐγενήθησαν δύο υἱοί ὄνομα τω̨̃ ἑνὶ Φαλεκ ὅτι ἐν ται̃ς ἡμέραις αὐτου̃ διεμερίσθη ἡ γη̃ καὶ ὄνομα τω̨̃ ἀδελφω̨̃ αὐτου̃ Ιεκταν

10:26 Ιεκταν δὲ ἐγέννησεν τὸν Ελμωδαδ καὶ τὸν Σαλεφ καὶ Ασαρμωθ καὶ Ιαραχ

10:27 καὶ Οδορρα καὶ Αιζηλ καὶ Δεκλα

10:28 καὶ Αβιμεηλ καὶ Σαβευ

10:29 καὶ Ουφιρ καὶ Ευιλα καὶ Ιωβαβ πάντες οὑ̃τοι υἱοὶ Ιεκταν

10:30 καὶ ἐγένετο ἡ κατοίκησις αὐτω̃ν ἀπὸ Μασση ἕως ἐλθει̃ν εἰς Σωφηρα ὄρος ἀνατολω̃ν

10:31 οὑ̃τοι υἱοὶ Σημ ἐν ται̃ς φυλαι̃ς αὐτω̃ν κατὰ γλώσσας αὐτω̃ν ἐν ται̃ς χώραις αὐτω̃ν καὶ ἐν τοι̃ς ἔθνεσιν αὐτω̃ν

10:32 αὑ̃ται αἱ φυλαὶ υἱω̃ν Νωε κατὰ γενέσεις αὐτω̃ν κατὰ τὰ ἔθνη αὐτω̃ν ἀπὸ τούτων διεσπάρησαν νη̃σοι τω̃ν ἐθνω̃ν ἐπὶ τη̃ς γη̃ς μετὰ τὸν κατακλυσμόν

11:1 καὶ ἠ̃ν πα̃σα ἡ γη̃ χει̃λος ἕν καὶ φωνὴ μία πα̃σιν

11:2 καὶ ἐγένετο ἐν τω̨̃ κινη̃σαι αὐτοὺς ἀπὸ ἀνατολω̃ν εὑ̃ρον πεδίον ἐν γη̨̃ Σεννααρ καὶ κατώ̨κησαν ἐκει̃

11:3 καὶ εἰ̃πεν ἄνθρωπος τω̨̃ πλησίον δευ̃τε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί καὶ ἐγένετο αὐτοι̃ς ἡ πλίνθος εἰς λίθον καὶ ἄσφαλτος ἠ̃ν αὐτοι̃ς ὁ πηλός

11:4 καὶ εἰ̃παν δευ̃τε οἰκοδομήσωμεν ἑαυτοι̃ς πόλιν καὶ πύργον οὑ̃ ἡ κεφαλὴ ἔσται ἕως του̃ οὐρανου̃ καὶ ποιήσωμεν ἑαυτοι̃ς ὄνομα πρὸ του̃ διασπαρη̃ναι ἐπὶ προσώπου πάσης τη̃ς γη̃ς

11:5 καὶ κατέβη κύριος ἰδει̃ν τὴν πόλιν καὶ τὸν πύργον ὃν ὠ̨κοδόμησαν οἱ υἱοὶ τω̃ν ἀνθρώπων

11:6 καὶ εἰ̃πεν κύριος ἰδοὺ γένος ἓν καὶ χει̃λος ἓν πάντων καὶ του̃το ἤρξαντο ποιη̃σαι καὶ νυ̃ν οὐκ ἐκλείψει ἐξ αὐτω̃ν πάντα ὅσα ἂν ἐπιθω̃νται ποιει̃ν

11:7 δευ̃τε καὶ καταβάντες συγχέωμεν ἐκει̃ αὐτω̃ν τὴν γλω̃σσαν ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν του̃ πλησίον

11:8 καὶ διέσπειρεν αὐτοὺς κύριος ἐκει̃θεν ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς καὶ ἐπαύσαντο οἰκοδομου̃ντες τὴν πόλιν καὶ τὸν πύργον

11:9 διὰ του̃το ἐκλήθη τὸ ὄνομα αὐτη̃ς Σύγχυσις ὅτι ἐκει̃ συνέχεεν κύριος τὰ χείλη πάσης τη̃ς γη̃ς καὶ ἐκει̃θεν διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς

11:10 καὶ αὑ̃ται αἱ γενέσεις Σημ Σημ υἱὸς ἑκατὸν ἐτω̃ν ὅτε ἐγέννησεν τὸν Αρφαξαδ δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν

11:11 καὶ ἔζησεν Σημ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Αρφαξαδ πεντακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν

11:12 καὶ ἔζησεν Αρφαξαδ ἑκατὸν τριάκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν Καιναν

11:13 καὶ ἔζησεν Αρφαξαδ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Καιναν ἔτη τετρακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν καὶ ἔζησεν Καιναν ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Σαλα καὶ ἔζησεν Καιναν μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Σαλα ἔτη τριακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν

11:14 καὶ ἔζησεν Σαλα ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Εβερ

11:15 καὶ ἔζησεν Σαλα μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Εβερ τριακόσια τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν

11:16 καὶ ἔζησεν Εβερ ἑκατὸν τριάκοντα τέσσαρα ἔτη καὶ ἐγέννησεν τὸν Φαλεκ

11:17 καὶ ἔζησεν Εβερ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Φαλεκ ἔτη τριακόσια ἑβδομήκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν

11:18 καὶ ἔζησεν Φαλεκ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Ραγαυ

11:19 καὶ ἔζησεν Φαλεκ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Ραγαυ διακόσια ἐννέα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν

11:20 καὶ ἔζησεν Ραγαυ ἑκατὸν τριάκοντα δύο ἔτη καὶ ἐγέννησεν τὸν Σερουχ

11:21 καὶ ἔζησεν Ραγαυ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Σερουχ διακόσια ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν

11:22 καὶ ἔζησεν Σερουχ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Ναχωρ

11:23 καὶ ἔζησεν Σερουχ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Ναχωρ ἔτη διακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν

11:24 καὶ ἔζησεν Ναχωρ ἔτη ἑβδομήκοντα ἐννέα καὶ ἐγέννησεν τὸν Θαρα

11:25 καὶ ἔζησεν Ναχωρ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Θαρα ἔτη ἑκατὸν εἴκοσι ἐννέα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν

11:26 καὶ ἔζησεν Θαρα ἑβδομήκοντα ἔτη καὶ ἐγέννησεν τὸν Αβραμ καὶ τὸν Ναχωρ καὶ τὸν Αρραν

11:27 αὑ̃ται δὲ αἱ γενέσεις Θαρα Θαρα ἐγέννησεν τὸν Αβραμ καὶ τὸν Ναχωρ καὶ τὸν Αρραν καὶ Αρραν ἐγέννησεν τὸν Λωτ

11:28 καὶ ἀπέθανεν Αρραν ἐνώπιον Θαρα του̃ πατρὸς αὐτου̃ ἐν τη̨̃ γη̨̃ ἡ̨̃ ἐγενήθη ἐν τη̨̃ χώρα̨ τω̃ν Χαλδαίων

11:29 καὶ ἔλαβον Αβραμ καὶ Ναχωρ ἑαυτοι̃ς γυναι̃κας ὄνομα τη̨̃ γυναικὶ Αβραμ Σαρα καὶ ὄνομα τη̨̃ γυναικὶ Ναχωρ Μελχα θυγάτηρ Αρραν πατὴρ Μελχα καὶ πατὴρ Ιεσχα

11:30 καὶ ἠ̃ν Σαρα στει̃ρα καὶ οὐκ ἐτεκνοποίει

11:31 καὶ ἔλαβεν Θαρα τὸν Αβραμ υἱὸν αὐτου̃ καὶ τὸν Λωτ υἱὸν Αρραν υἱὸν του̃ υἱου̃ αὐτου̃ καὶ τὴν Σαραν τὴν νύμφην αὐτου̃ γυναι̃κα Αβραμ του̃ υἱου̃ αὐτου̃ καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τη̃ς χώρας τω̃ν Χαλδαίων πορευθη̃ναι εἰς τὴν γη̃ν Χανααν καὶ ἠ̃λθεν ἕως Χαρραν καὶ κατώ̨κησεν ἐκει̃

11:32 καὶ ἐγένοντο αἱ ἡμέραι Θαρα ἐν Χαρραν διακόσια πέντε ἔτη καὶ ἀπέθανεν Θαρα ἐν Χαρραν

12:1 καὶ εἰ̃πεν κύριος τω̨̃ Αβραμ ἔξελθε ἐκ τη̃ς γη̃ς σου καὶ ἐκ τη̃ς συγγενείας σου καὶ ἐκ του̃ οἴκου του̃ πατρός σου εἰς τὴν γη̃ν ἣν ἄν σοι δείξω

12:2 καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνω̃ τὸ ὄνομά σου καὶ ἔση̨ εὐλογητός

12:3 καὶ εὐλογήσω τοὺς εὐλογου̃ντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι καὶ ἐνευλογηθήσονται ἐν σοὶ πα̃σαι αἱ φυλαὶ τη̃ς γη̃ς

12:4 καὶ ἐπορεύθη Αβραμ καθάπερ ἐλάλησεν αὐτω̨̃ κύριος καὶ ὤ̨χετο μετ' αὐτου̃ Λωτ Αβραμ δὲ ἠ̃ν ἐτω̃ν ἑβδομήκοντα πέντε ὅτε ἐξη̃λθεν ἐκ Χαρραν

12:5 καὶ ἔλαβεν Αβραμ τὴν Σαραν γυναι̃κα αὐτου̃ καὶ τὸν Λωτ υἱὸν του̃ ἀδελφου̃ αὐτου̃ καὶ πάντα τὰ ὑπάρχοντα αὐτω̃ν ὅσα ἐκτήσαντο καὶ πα̃σαν ψυχήν ἣν ἐκτήσαντο ἐν Χαρραν καὶ ἐξήλθοσαν πορευθη̃ναι εἰς γη̃ν Χανααν καὶ ἠ̃λθον εἰς γη̃ν Χανααν

12:6 καὶ διώδευσεν Αβραμ τὴν γη̃ν εἰς τὸ μη̃κος αὐτη̃ς ἕως του̃ τόπου Συχεμ ἐπὶ τὴν δρυ̃ν τὴν ὑψηλήν οἱ δὲ Χαναναι̃οι τότε κατώ̨κουν τὴν γη̃ν

12:7 καὶ ὤφθη κύριος τω̨̃ Αβραμ καὶ εἰ̃πεν αὐτω̨̃ τω̨̃ σπέρματί σου δώσω τὴν γη̃ν ταύτην καὶ ὠ̨κοδόμησεν ἐκει̃ Αβραμ θυσιαστήριον κυρίω̨ τω̨̃ ὀφθέντι αὐτω̨̃

12:8 καὶ ἀπέστη ἐκει̃θεν εἰς τὸ ὄρος κατ' ἀνατολὰς Βαιθηλ καὶ ἔστησεν ἐκει̃ τὴν σκηνὴν αὐτου̃ Βαιθηλ κατὰ θάλασσαν καὶ Αγγαι κατ' ἀνατολάς καὶ ὠ̨κοδόμησεν ἐκει̃ θυσιαστήριον τω̨̃ κυρίω̨ καὶ ἐπεκαλέσατο ἐπὶ τω̨̃ ὀνόματι κυρίου

12:9 καὶ ἀπη̃ρεν Αβραμ καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τη̨̃ ἐρήμω̨

12:10 καὶ ἐγένετο λιμὸς ἐπὶ τη̃ς γη̃ς καὶ κατέβη Αβραμ εἰς Αἴγυπτον παροικη̃σαι ἐκει̃ ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τη̃ς γη̃ς

12:11 ἐγένετο δὲ ἡνίκα ἤγγισεν Αβραμ εἰσελθει̃ν εἰς Αἴγυπτον εἰ̃πεν Αβραμ Σαρα τη̨̃ γυναικὶ αὐτου̃ γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἰ̃

12:12 ἔσται οὐ̃ν ὡς ἂν ἴδωσίν σε οἱ Αἰγύπτιοι ἐρου̃σιν ὅτι γυνὴ αὐτου̃ αὕτη καὶ ἀποκτενου̃σίν με σὲ δὲ περιποιήσονται

12:13 εἰπὸν οὐ̃ν ὅτι ἀδελφὴ αὐτου̃ εἰμι ὅπως ἂν εὐ̃ μοι γένηται διὰ σέ καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σου̃

12:14 ἐγένετο δὲ ἡνίκα εἰση̃λθεν Αβραμ εἰς Αἴγυπτον ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναι̃κα ὅτι καλὴ ἠ̃ν σφόδρα

12:15 καὶ εἰ̃δον αὐτὴν οἱ ἄρχοντες Φαραω καὶ ἐπή̨νεσαν αὐτὴν πρὸς Φαραω καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἰ̃κον Φαραω

12:16 καὶ τω̨̃ Αβραμ εὐ̃ ἐχρήσαντο δι' αὐτήν καὶ ἐγένοντο αὐτω̨̃ πρόβατα καὶ μόσχοι καὶ ὄνοι παι̃δες καὶ παιδίσκαι ἡμίονοι καὶ κάμηλοι

12:17 καὶ ἤτασεν ὁ θεὸς τὸν Φαραω ἐτασμοι̃ς μεγάλοις καὶ πονηροι̃ς καὶ τὸν οἰ̃κον αὐτου̃ περὶ Σαρας τη̃ς γυναικὸς Αβραμ

12:18 καλέσας δὲ Φαραω τὸν Αβραμ εἰ̃πεν τί του̃το ἐποίησάς μοι ὅτι οὐκ ἀπήγγειλάς μοι ὅτι γυνή σού ἐστιν

12:19 ἵνα τί εἰ̃πας ὅτι ἀδελφή μού ἐστιν καὶ ἔλαβον αὐτὴν ἐμαυτω̨̃ εἰς γυναι̃κα καὶ νυ̃ν ἰδοὺ ἡ γυνή σου ἐναντίον σου λαβὼν ἀπότρεχε

12:20 καὶ ἐνετείλατο Φαραω ἀνδράσιν περὶ Αβραμ συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναι̃κα αὐτου̃ καὶ πάντα ὅσα ἠ̃ν αὐτω̨̃ καὶ Λωτ μετ' αὐτου̃

13:1 ἀνέβη δὲ Αβραμ ἐξ Αἰγύπτου αὐτὸς καὶ ἡ γυνὴ αὐτου̃ καὶ πάντα τὰ αὐτου̃ καὶ Λωτ μετ' αὐτου̃ εἰς τὴν ἔρημον

13:2 Αβραμ δὲ ἠ̃ν πλούσιος σφόδρα κτήνεσιν καὶ ἀργυρίω̨ καὶ χρυσίω̨

13:3 καὶ ἐπορεύθη ὅθεν ἠ̃λθεν εἰς τὴν ἔρημον ἕως Βαιθηλ ἕως του̃ τόπου οὑ̃ ἠ̃ν ἡ σκηνὴ αὐτου̃ τὸ πρότερον ἀνὰ μέσον Βαιθηλ καὶ ἀνὰ μέσον Αγγαι

13:4 εἰς τὸν τόπον του̃ θυσιαστηρίου οὑ̃ ἐποίησεν ἐκει̃ τὴν ἀρχήν καὶ ἐπεκαλέσατο ἐκει̃ Αβραμ τὸ ὄνομα κυρίου

13:5 καὶ Λωτ τω̨̃ συμπορευομένω̨ μετὰ Αβραμ ἠ̃ν πρόβατα καὶ βόες καὶ σκηναί

13:6 καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γη̃ κατοικει̃ν ἅμα ὅτι ἠ̃ν τὰ ὑπάρχοντα αὐτω̃ν πολλά καὶ οὐκ ἐδύναντο κατοικει̃ν ἅμα

13:7 καὶ ἐγένετο μάχη ἀνὰ μέσον τω̃ν ποιμένων τω̃ν κτηνω̃ν του̃ Αβραμ καὶ ἀνὰ μέσον τω̃ν ποιμένων τω̃ν κτηνω̃ν του̃ Λωτ οἱ δὲ Χαναναι̃οι καὶ οἱ Φερεζαι̃οι τότε κατώ̨κουν τὴν γη̃ν

13:8 εἰ̃πεν δὲ Αβραμ τω̨̃ Λωτ μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ καὶ ἀνὰ μέσον τω̃ν ποιμένων μου καὶ ἀνὰ μέσον τω̃ν ποιμένων σου ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμει̃ς ἐσμεν

13:9 οὐκ ἰδοὺ πα̃σα ἡ γη̃ ἐναντίον σού ἐστιν διαχωρίσθητι ἀπ' ἐμου̃ εἰ σὺ εἰς ἀριστερά ἐγὼ εἰς δεξιά εἰ δὲ σὺ εἰς δεξιά ἐγὼ εἰς ἀριστερά

13:10 καὶ ἐπάρας Λωτ τοὺς ὀφθαλμοὺς αὐτου̃ εἰ̃δεν πα̃σαν τὴν περίχωρον του̃ Ιορδάνου ὅτι πα̃σα ἠ̃ν ποτιζομένη πρὸ του̃ καταστρέψαι τὸν θεὸν Σοδομα καὶ Γομορρα ὡς ὁ παράδεισος του̃ θεου̃ καὶ ὡς ἡ γη̃ Αἰγύπτου ἕως ἐλθει̃ν εἰς Ζογορα

13:11 καὶ ἐξελέξατο ἑαυτω̨̃ Λωτ πα̃σαν τὴν περίχωρον του̃ Ιορδάνου καὶ ἀπη̃ρεν Λωτ ἀπὸ ἀνατολω̃ν καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ του̃ ἀδελφου̃ αὐτου̃

13:12 Αβραμ δὲ κατώ̨κησεν ἐν γη̨̃ Χανααν Λωτ δὲ κατώ̨κησεν ἐν πόλει τω̃ν περιχώρων καὶ ἐσκήνωσεν ἐν Σοδομοις

13:13 οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδομοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον του̃ θεου̃ σφόδρα

13:14 ὁ δὲ θεὸς εἰ̃πεν τω̨̃ Αβραμ μετὰ τὸ διαχωρισθη̃ναι τὸν Λωτ ἀπ' αὐτου̃ ἀναβλέψας τοι̃ς ὀφθαλμοι̃ς σου ἰδὲ ἀπὸ του̃ τόπου οὑ̃ νυ̃ν σὺ εἰ̃ πρὸς βορρα̃ν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν

13:15 ὅτι πα̃σαν τὴν γη̃ν ἣν σὺ ὁρα̨̃ς σοὶ δώσω αὐτὴν καὶ τω̨̃ σπέρματί σου ἕως του̃ αἰω̃νος

13:16 καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τη̃ς γη̃ς εἰ δύναταί τις ἐξαριθμη̃σαι τὴν ἄμμον τη̃ς γη̃ς καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται

13:17 ἀναστὰς διόδευσον τὴν γη̃ν εἴς τε τὸ μη̃κος αὐτη̃ς καὶ εἰς τὸ πλάτος ὅτι σοὶ δώσω αὐτήν

13:18 καὶ ἀποσκηνώσας Αβραμ ἐλθὼν κατώ̨κησεν παρὰ τὴν δρυ̃ν τὴν Μαμβρη ἣ ἠ̃ν ἐν Χεβρων καὶ ὠ̨κοδόμησεν ἐκει̃ θυσιαστήριον κυρίω̨

14:1 ἐγένετο δὲ ἐν τη̨̃ βασιλεία̨ τη̨̃ Αμαρφαλ βασιλέως Σεννααρ Αριωχ βασιλεὺς Ελλασαρ καὶ Χοδολλογομορ βασιλεὺς Αιλαμ καὶ Θαργαλ βασιλεὺς ἐθνω̃ν

14:2 ἐποίησαν πόλεμον μετὰ Βαλλα βασιλέως Σοδομων καὶ μετὰ Βαρσα βασιλέως Γομορρας καὶ Σεννααρ βασιλέως Αδαμα καὶ Συμοβορ βασιλέως Σεβωιμ καὶ βασιλέως Βαλακ αὕτη ἐστὶν Σηγωρ

14:3 πάντες οὑ̃τοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν αὕτη ἡ θάλασσα τω̃ν ἁλω̃ν

14:4 δώδεκα ἔτη ἐδούλευον τω̨̃ Χοδολλογομορ τω̨̃ δὲ τρισκαιδεκάτω̨ ἔτει ἀπέστησαν

14:5 ἐν δὲ τω̨̃ τεσσαρεσκαιδεκάτω̨ ἔτει ἠ̃λθεν Χοδολλογομορ καὶ οἱ βασιλει̃ς οἱ μετ' αὐτου̃ καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ασταρωθ Καρναιν καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοι̃ς καὶ τοὺς Ομμαίους τοὺς ἐν Σαυη τη̨̃ πόλει

14:6 καὶ τοὺς Χορραίους τοὺς ἐν τοι̃ς ὄρεσιν Σηιρ ἕως τη̃ς τερεμίνθου τη̃ς Φαραν ἥ ἐστιν ἐν τη̨̃ ἐρήμω̨

14:7 καὶ ἀναστρέψαντες ἤλθοσαν ἐπὶ τὴν πηγὴν τη̃ς κρίσεως αὕτη ἐστὶν Καδης καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Αμαληκ καὶ τοὺς Αμορραίους τοὺς κατοικου̃ντας ἐν Ασασανθαμαρ

14:8 ἐξη̃λθεν δὲ βασιλεὺς Σοδομων καὶ βασιλεὺς Γομορρας καὶ βασιλεὺς Αδαμα καὶ βασιλεὺς Σεβωιμ καὶ βασιλεὺς Βαλακ αὕτη ἐστὶν Σηγωρ καὶ παρετάξαντο αὐτοι̃ς εἰς πόλεμον ἐν τη̨̃ κοιλάδι τη̨̃ ἁλυκη̨̃

14:9 πρὸς Χοδολλογομορ βασιλέα Αιλαμ καὶ Θαργαλ βασιλέα ἐθνω̃ν καὶ Αμαρφαλ βασιλέα Σεννααρ καὶ Αριωχ βασιλέα Ελλασαρ οἱ τέσσαρες βασιλει̃ς πρὸς τοὺς πέντε

14:10 ἡ δὲ κοιλὰς ἡ ἁλυκὴ φρέατα φρέατα ἀσφάλτου ἔφυγεν δὲ βασιλεὺς Σοδομων καὶ βασιλεὺς Γομορρας καὶ ἐνέπεσαν ἐκει̃ οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον

14:11 ἔλαβον δὲ τὴν ἵππον πα̃σαν τὴν Σοδομων καὶ Γομορρας καὶ πάντα τὰ βρώματα αὐτω̃ν καὶ ἀπη̃λθον

14:12 ἔλαβον δὲ καὶ τὸν Λωτ υἱὸν του̃ ἀδελφου̃ Αβραμ καὶ τὴν ἀποσκευὴν αὐτου̃ καὶ ἀπώ̨χοντο ἠ̃ν γὰρ κατοικω̃ν ἐν Σοδομοις

14:13 παραγενόμενος δὲ τω̃ν ἀνασωθέντων τις ἀπήγγειλεν Αβραμ τω̨̃ περάτη̨ αὐτὸς δὲ κατώ̨κει πρὸς τη̨̃ δρυὶ τη̨̃ Μαμβρη ὁ Αμορις του̃ ἀδελφου̃ Εσχωλ καὶ ἀδελφου̃ Αυναν οἳ ἠ̃σαν συνωμόται του̃ Αβραμ

14:14 ἀκούσας δὲ Αβραμ ὅτι ἠ̨χμαλώτευται Λωτ ὁ ἀδελφὸς αὐτου̃ ἠρίθμησεν τοὺς ἰδίους οἰκογενει̃ς αὐτου̃ τριακοσίους δέκα καὶ ὀκτώ καὶ κατεδίωξεν ὀπίσω αὐτω̃ν ἕως Δαν

14:15 καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παι̃δες αὐτου̃ καὶ ἐπάταξεν αὐτοὺς καὶ ἐδίωξεν αὐτοὺς ἕως Χωβα ἥ ἐστιν ἐν ἀριστερα̨̃ Δαμασκου̃

14:16 καὶ ἀπέστρεψεν πα̃σαν τὴν ἵππον Σοδομων καὶ Λωτ τὸν ἀδελφὸν αὐτου̃ ἀπέστρεψεν καὶ τὰ ὑπάρχοντα αὐτου̃ καὶ τὰς γυναι̃κας καὶ τὸν λαόν

14:17 ἐξη̃λθεν δὲ βασιλεὺς Σοδομων εἰς συνάντησιν αὐτω̨̃ μετὰ τὸ ἀναστρέψαι αὐτὸν ἀπὸ τη̃ς κοπη̃ς του̃ Χοδολλογομορ καὶ τω̃ν βασιλέων τω̃ν μετ' αὐτου̃ εἰς τὴν κοιλάδα τὴν Σαυη του̃το ἠ̃ν τὸ πεδίον βασιλέως

14:18 καὶ Μελχισεδεκ βασιλεὺς Σαλημ ἐξήνεγκεν ἄρτους καὶ οἰ̃νον ἠ̃ν δὲ ἱερεὺς του̃ θεου̃ του̃ ὑψίστου

14:19 καὶ ηὐλόγησεν τὸν Αβραμ καὶ εἰ̃πεν εὐλογημένος Αβραμ τω̨̃ θεω̨̃ τω̨̃ ὑψίστω̨ ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γη̃ν

14:20 καὶ εὐλογητὸς ὁ θεὸς ὁ ὕψιστος ὃς παρέδωκεν τοὺς ἐχθρούς σου ὑποχειρίους σοι καὶ ἔδωκεν αὐτω̨̃ δεκάτην ἀπὸ πάντων

14:21 εἰ̃πεν δὲ βασιλεὺς Σοδομων πρὸς Αβραμ δός μοι τοὺς ἄνδρας τὴν δὲ ἵππον λαβὲ σεαυτω̨̃

14:22 εἰ̃πεν δὲ Αβραμ πρὸς βασιλέα Σοδομων ἐκτενω̃ τὴν χει̃ρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γη̃ν

14:23 εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτη̃ρος ὑποδήματος λήμψομαι ἀπὸ πάντων τω̃ν σω̃ν ἵνα μὴ εἴπη̨ς ὅτι ἐγὼ ἐπλούτισα τὸν Αβραμ

14:24 πλὴν ὡ̃ν ἔφαγον οἱ νεανίσκοι καὶ τη̃ς μερίδος τω̃ν ἀνδρω̃ν τω̃ν συμπορευθέντων μετ' ἐμου̃ Εσχωλ Αυναν Μαμβρη οὑ̃τοι λήμψονται μερίδα

15:1 μετὰ δὲ τὰ ῥήματα ταυ̃τα ἐγενήθη ῥη̃μα κυρίου πρὸς Αβραμ ἐν ὁράματι λέγων μὴ φοβου̃ Αβραμ ἐγὼ ὑπερασπίζω σου ὁ μισθός σου πολὺς ἔσται σφόδρα

15:2 λέγει δὲ Αβραμ δέσποτα τί μοι δώσεις ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος ὁ δὲ υἱὸς Μασεκ τη̃ς οἰκογενου̃ς μου οὑ̃τος Δαμασκὸς Ελιεζερ

15:3 καὶ εἰ̃πεν Αβραμ ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα ὁ δὲ οἰκογενής μου κληρονομήσει με

15:4 καὶ εὐθὺς φωνὴ κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων οὐ κληρονομήσει σε οὑ̃τος ἀλλ' ὃς ἐξελεύσεται ἐκ σου̃ οὑ̃τος κληρονομήσει σε

15:5 ἐξήγαγεν δὲ αὐτὸν ἔξω καὶ εἰ̃πεν αὐτω̨̃ ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας εἰ δυνήση̨ ἐξαριθμη̃σαι αὐτούς καὶ εἰ̃πεν οὕτως ἔσται τὸ σπέρμα σου

15:6 καὶ ἐπίστευσεν Αβραμ τω̨̃ θεω̨̃ καὶ ἐλογίσθη αὐτω̨̃ εἰς δικαιοσύνην

15:7 εἰ̃πεν δὲ πρὸς αὐτόν ἐγὼ ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων ὥστε δου̃ναί σοι τὴν γη̃ν ταύτην κληρονομη̃σαι

15:8 εἰ̃πεν δέ δέσποτα κύριε κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν

15:9 εἰ̃πεν δὲ αὐτω̨̃ λαβέ μοι δάμαλιν τριετίζουσαν καὶ αἰ̃γα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν

15:10 ἔλαβεν δὲ αὐτω̨̃ πάντα ταυ̃τα καὶ διει̃λεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις τὰ δὲ ὄρνεα οὐ διει̃λεν

15:11 κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα τὰ διχοτομήματα αὐτω̃ν καὶ συνεκάθισεν αὐτοι̃ς Αβραμ

15:12 περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τω̨̃ Αβραμ καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτω̨̃

15:13 καὶ ἐρρέθη πρὸς Αβραμ γινώσκων γνώση̨ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γη̨̃ οὐκ ἰδία̨ καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη

15:14 τὸ δὲ ἔθνος ὡ̨̃ ἐὰν δουλεύσωσιν κρινω̃ ἐγώ μετὰ δὲ ταυ̃τα ἐξελεύσονται ὡ̃δε μετὰ ἀποσκευη̃ς πολλη̃ς

15:15 σὺ δὲ ἀπελεύση̨ πρὸς τοὺς πατέρας σου μετ' εἰρήνης ταφεὶς ἐν γήρει καλω̨̃

15:16 τετάρτη δὲ γενεὰ ἀποστραφήσονται ὡ̃δε οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τω̃ν Αμορραίων ἕως του̃ νυ̃ν

15:17 ἐπεὶ δὲ ἐγίνετο ὁ ἥλιος πρὸς δυσμαι̃ς φλὸξ ἐγένετο καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός αἳ διη̃λθον ἀνὰ μέσον τω̃ν διχοτομημάτων τούτων

15:18 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ διέθετο κύριος τω̨̃ Αβραμ διαθήκην λέγων τω̨̃ σπέρματί σου δώσω τὴν γη̃ν ταύτην ἀπὸ του̃ ποταμου̃ Αἰγύπτου ἕως του̃ ποταμου̃ του̃ μεγάλου ποταμου̃ Εὐφράτου

15:19 τοὺς Καιναίους καὶ τοὺς Κενεζαίους καὶ τοὺς Κεδμωναίους

15:20 καὶ τοὺς Χετταίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς Ραφαϊν

15:21 καὶ τοὺς Αμορραίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Ευαίους καὶ τοὺς Γεργεσαίους καὶ τοὺς Ιεβουσαίους

16:1 Σαρα δὲ ἡ γυνὴ Αβραμ οὐκ ἔτικτεν αὐτω̨̃ ἠ̃ν δὲ αὐτη̨̃ παιδίσκη Αἰγυπτία ἡ̨̃ ὄνομα Αγαρ

16:2 εἰ̃πεν δὲ Σαρα πρὸς Αβραμ ἰδοὺ συνέκλεισέν με κύριος του̃ μὴ τίκτειν εἴσελθε οὐ̃ν πρὸς τὴν παιδίσκην μου ἵνα τεκνοποιήση̨ς ἐξ αὐτη̃ς ὑπήκουσεν δὲ Αβραμ τη̃ς φωνη̃ς Σαρας

16:3 καὶ λαβου̃σα Σαρα ἡ γυνὴ Αβραμ Αγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτη̃ς παιδίσκην μετὰ δέκα ἔτη του̃ οἰκη̃σαι Αβραμ ἐν γη̨̃ Χανααν καὶ ἔδωκεν αὐτὴν Αβραμ τω̨̃ ἀνδρὶ αὐτη̃ς αὐτω̨̃ γυναι̃κα

16:4 καὶ εἰση̃λθεν πρὸς Αγαρ καὶ συνέλαβεν καὶ εἰ̃δεν ὅτι ἐν γαστρὶ ἔχει καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτη̃ς

16:5 εἰ̃πεν δὲ Σαρα πρὸς Αβραμ ἀδικου̃μαι ἐκ σου̃ ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου ἰδου̃σα δὲ ὅτι ἐν γαστρὶ ἔχει ἠτιμάσθην ἐναντίον αὐτη̃ς κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμου̃ καὶ σου̃

16:6 εἰ̃πεν δὲ Αβραμ πρὸς Σαραν ἰδοὺ ἡ παιδίσκη σου ἐν ται̃ς χερσίν σου χρω̃ αὐτη̨̃ ὡς ἄν σοι ἀρεστὸν ἠ̨̃ καὶ ἐκάκωσεν αὐτὴν Σαρα καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτη̃ς

16:7 εὑ̃ρεν δὲ αὐτὴν ἄγγελος κυρίου ἐπὶ τη̃ς πηγη̃ς του̃ ὕδατος ἐν τη̨̃ ἐρήμω̨ ἐπὶ τη̃ς πηγη̃ς ἐν τη̨̃ ὁδω̨̃ Σουρ

16:8 καὶ εἰ̃πεν αὐτη̨̃ ὁ ἄγγελος κυρίου Αγαρ παιδίσκη Σαρας πόθεν ἔρχη̨ καὶ που̃ πορεύη̨ καὶ εἰ̃πεν ἀπὸ προσώπου Σαρας τη̃ς κυρίας μου ἐγὼ ἀποδιδράσκω

16:9 εἰ̃πεν δὲ αὐτη̨̃ ὁ ἄγγελος κυρίου ἀποστράφητι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χει̃ρας αὐτη̃ς

16:10 καὶ εἰ̃πεν αὐτη̨̃ ὁ ἄγγελος κυρίου πληθύνων πληθυνω̃ τὸ σπέρμα σου καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ του̃ πλήθους

16:11 καὶ εἰ̃πεν αὐτη̨̃ ὁ ἄγγελος κυρίου ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξη̨ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτου̃ Ισμαηλ ὅτι ἐπήκουσεν κύριος τη̨̃ ταπεινώσει σου

16:12 οὑ̃τος ἔσται ἄγροικος ἄνθρωπος αἱ χει̃ρες αὐτου̃ ἐπὶ πάντας καὶ αἱ χει̃ρες πάντων ἐπ' αὐτόν καὶ κατὰ πρόσωπον πάντων τω̃ν ἀδελφω̃ν αὐτου̃ κατοικήσει

16:13 καὶ ἐκάλεσεν Αγαρ τὸ ὄνομα κυρίου του̃ λαλου̃ντος πρὸς αὐτήν σὺ ὁ θεὸς ὁ ἐπιδών με ὅτι εἰ̃πεν καὶ γὰρ ἐνώπιον εἰ̃δον ὀφθέντα μοι

16:14 ἕνεκεν τούτου ἐκάλεσεν τὸ φρέαρ Φρέαρ οὑ̃ ἐνώπιον εἰ̃δον ἰδοὺ ἀνὰ μέσον Καδης καὶ ἀνὰ μέσον Βαραδ

16:15 καὶ ἔτεκεν Αγαρ τω̨̃ Αβραμ υἱόν καὶ ἐκάλεσεν Αβραμ τὸ ὄνομα του̃ υἱου̃ αὐτου̃ ὃν ἔτεκεν αὐτω̨̃ Αγαρ Ισμαηλ

16:16 Αβραμ δὲ ἠ̃ν ὀγδοήκοντα ἓξ ἐτω̃ν ἡνίκα ἔτεκεν Αγαρ τὸν Ισμαηλ τω̨̃ Αβραμ

17:1 ἐγένετο δὲ Αβραμ ἐτω̃ν ἐνενήκοντα ἐννέα καὶ ὤφθη κύριος τω̨̃ Αβραμ καὶ εἰ̃πεν αὐτω̨̃ ἐγώ εἰμι ὁ θεός σου εὐαρέστει ἐναντίον ἐμου̃ καὶ γίνου ἄμεμπτος

17:2 καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον σου̃ καὶ πληθυνω̃ σε σφόδρα

17:3 καὶ ἔπεσεν Αβραμ ἐπὶ πρόσωπον αὐτου̃ καὶ ἐλάλησεν αὐτω̨̃ ὁ θεὸς λέγων

17:4 καὶ ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σου̃ καὶ ἔση̨ πατὴρ πλήθους ἐθνω̃ν

17:5 καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Αβραμ ἀλλ' ἔσται τὸ ὄνομά σου Αβρααμ ὅτι πατέρα πολλω̃ν ἐθνω̃ν τέθεικά σε

17:6 καὶ αὐξανω̃ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη καὶ βασιλει̃ς ἐκ σου̃ ἐξελεύσονται

17:7 καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον σου̃ καὶ ἀνὰ μέσον του̃ σπέρματός σου μετὰ σὲ εἰς γενεὰς αὐτω̃ν εἰς διαθήκην αἰώνιον εἰ̃ναί σου θεὸς καὶ του̃ σπέρματός σου μετὰ σέ

17:8 καὶ δώσω σοι καὶ τω̨̃ σπέρματί σου μετὰ σὲ τὴν γη̃ν ἣν παροικει̃ς πα̃σαν τὴν γη̃ν Χανααν εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοι̃ς θεός

17:9 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Αβρααμ σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτω̃ν

17:10 καὶ αὕτη ἡ διαθήκη ἣν διατηρήσεις ἀνὰ μέσον ἐμου̃ καὶ ὑμω̃ν καὶ ἀνὰ μέσον του̃ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτω̃ν περιτμηθήσεται ὑμω̃ν πα̃ν ἀρσενικόν

17:11 καὶ περιτμηθήσεσθε τὴν σάρκα τη̃ς ἀκροβυστίας ὑμω̃ν καὶ ἔσται ἐν σημείω̨ διαθήκης ἀνὰ μέσον ἐμου̃ καὶ ὑμω̃ν

17:12 καὶ παιδίον ὀκτὼ ἡμερω̃ν περιτμηθήσεται ὑμι̃ν πα̃ν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμω̃ν ὁ οἰκογενὴς τη̃ς οἰκίας σου καὶ ὁ ἀργυρώνητος ἀπὸ παντὸς υἱου̃ ἀλλοτρίου ὃς οὐκ ἔστιν ἐκ του̃ σπέρματός σου

17:13 περιτομη̨̃ περιτμηθήσεται ὁ οἰκογενὴς τη̃ς οἰκίας σου καὶ ὁ ἀργυρώνητος καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τη̃ς σαρκὸς ὑμω̃ν εἰς διαθήκην αἰώνιον

17:14 καὶ ἀπερίτμητος ἄρσην ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τη̃ς ἀκροβυστίας αὐτου̃ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ του̃ γένους αὐτη̃ς ὅτι τὴν διαθήκην μου διεσκέδασεν

17:15 εἰ̃πεν δὲ ὁ θεὸς τω̨̃ Αβρααμ Σαρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτη̃ς Σαρα ἀλλὰ Σαρρα ἔσται τὸ ὄνομα αὐτη̃ς

17:16 εὐλογήσω δὲ αὐτὴν καὶ δώσω σοι ἐξ αὐτη̃ς τέκνον καὶ εὐλογήσω αὐτόν καὶ ἔσται εἰς ἔθνη καὶ βασιλει̃ς ἐθνω̃ν ἐξ αὐτου̃ ἔσονται

17:17 καὶ ἔπεσεν Αβρααμ ἐπὶ πρόσωπον καὶ ἐγέλασεν καὶ εἰ̃πεν ἐν τη̨̃ διανοία̨ αὐτου̃ λέγων εἰ τω̨̃ ἑκατονταετει̃ γενήσεται καὶ εἰ Σαρρα ἐνενήκοντα ἐτω̃ν οὐ̃σα τέξεται

17:18 εἰ̃πεν δὲ Αβρααμ πρὸς τὸν θεόν Ισμαηλ οὑ̃τος ζήτω ἐναντίον σου

17:19 εἰ̃πεν δὲ ὁ θεὸς τω̨̃ Αβρααμ ναί ἰδοὺ Σαρρα ἡ γυνή σου τέξεταί σοι υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτου̃ Ισαακ καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον καὶ τω̨̃ σπέρματι αὐτου̃ μετ' αὐτόν

17:20 περὶ δὲ Ισμαηλ ἰδοὺ ἐπήκουσά σου ἰδοὺ εὐλόγησα αὐτὸν καὶ αὐξανω̃ αὐτὸν καὶ πληθυνω̃ αὐτὸν σφόδρα δώδεκα ἔθνη γεννήσει καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα

17:21 τὴν δὲ διαθήκην μου στήσω πρὸς Ισαακ ὃν τέξεταί σοι Σαρρα εἰς τὸν καιρὸν του̃τον ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ ἑτέρω̨

17:22 συνετέλεσεν δὲ λαλω̃ν πρὸς αὐτὸν καὶ ἀνέβη ὁ θεὸς ἀπὸ Αβρααμ

17:23 καὶ ἔλαβεν Αβρααμ Ισμαηλ τὸν υἱὸν αὐτου̃ καὶ πάντας τοὺς οἰκογενει̃ς αὐτου̃ καὶ πάντας τοὺς ἀργυρωνήτους καὶ πα̃ν ἄρσεν τω̃ν ἀνδρω̃ν τω̃ν ἐν τω̨̃ οἴκω̨ Αβρααμ καὶ περιέτεμεν τὰς ἀκροβυστίας αὐτω̃ν ἐν τω̨̃ καιρω̨̃ τη̃ς ἡμέρας ἐκείνης καθὰ ἐλάλησεν αὐτω̨̃ ὁ θεός

17:24 Αβρααμ δὲ ἠ̃ν ἐνενήκοντα ἐννέα ἐτω̃ν ἡνίκα περιέτεμεν τὴν σάρκα τη̃ς ἀκροβυστίας αὐτου̃

17:25 Ισμαηλ δὲ ὁ υἱὸς αὐτου̃ ἐτω̃ν δέκα τριω̃ν ἠ̃ν ἡνίκα περιετμήθη τὴν σάρκα τη̃ς ἀκροβυστίας αὐτου̃

17:26 ἐν τω̨̃ καιρω̨̃ τη̃ς ἡμέρας ἐκείνης περιετμήθη Αβρααμ καὶ Ισμαηλ ὁ υἱὸς αὐτου̃

17:27 καὶ πάντες οἱ ἄνδρες του̃ οἴκου αὐτου̃ καὶ οἱ οἰκογενει̃ς καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενω̃ν ἐθνω̃ν περιέτεμεν αὐτούς

18:1 ὤφθη δὲ αὐτω̨̃ ὁ θεὸς πρὸς τη̨̃ δρυὶ τη̨̃ Μαμβρη καθημένου αὐτου̃ ἐπὶ τη̃ς θύρας τη̃ς σκηνη̃ς αὐτου̃ μεσημβρίας

18:2 ἀναβλέψας δὲ τοι̃ς ὀφθαλμοι̃ς αὐτου̃ εἰ̃δεν καὶ ἰδοὺ τρει̃ς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτου̃ καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοι̃ς ἀπὸ τη̃ς θύρας τη̃ς σκηνη̃ς αὐτου̃ καὶ προσεκύνησεν ἐπὶ τὴν γη̃ν

18:3 καὶ εἰ̃πεν κύριε εἰ ἄρα εὑ̃ρον χάριν ἐναντίον σου μὴ παρέλθη̨ς τὸν παι̃δά σου

18:4 λημφθήτω δὴ ὕδωρ καὶ νιψάτωσαν τοὺς πόδας ὑμω̃ν καὶ καταψύξατε ὑπὸ τὸ δένδρον

18:5 καὶ λήμψομαι ἄρτον καὶ φάγεσθε καὶ μετὰ του̃το παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμω̃ν οὑ̃ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παι̃δα ὑμω̃ν καὶ εἰ̃παν οὕτως ποίησον καθὼς εἴρηκας

18:6 καὶ ἔσπευσεν Αβρααμ ἐπὶ τὴν σκηνὴν πρὸς Σαρραν καὶ εἰ̃πεν αὐτη̨̃ σπευ̃σον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας

18:7 καὶ εἰς τὰς βόας ἔδραμεν Αβρααμ καὶ ἔλαβεν μοσχάριον ἁπαλὸν καὶ καλὸν καὶ ἔδωκεν τω̨̃ παιδί καὶ ἐτάχυνεν του̃ ποιη̃σαι αὐτό

18:8 ἔλαβεν δὲ βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον ὃ ἐποίησεν καὶ παρέθηκεν αὐτοι̃ς καὶ ἐφάγοσαν αὐτὸς δὲ παρειστήκει αὐτοι̃ς ὑπὸ τὸ δένδρον

18:9 εἰ̃πεν δὲ πρὸς αὐτόν που̃ Σαρρα ἡ γυνή σου ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν ἰδοὺ ἐν τη̨̃ σκηνη̨̃

18:10 εἰ̃πεν δέ ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν του̃τον εἰς ὥρας καὶ ἕξει υἱὸν Σαρρα ἡ γυνή σου Σαρρα δὲ ἤκουσεν πρὸς τη̨̃ θύρα̨ τη̃ς σκηνη̃ς οὐ̃σα ὄπισθεν αὐτου̃

18:11 Αβρααμ δὲ καὶ Σαρρα πρεσβύτεροι προβεβηκότες ἡμερω̃ν ἐξέλιπεν δὲ Σαρρα γίνεσθαι τὰ γυναικει̃α

18:12 ἐγέλασεν δὲ Σαρρα ἐν ἑαυτη̨̃ λέγουσα οὔπω μέν μοι γέγονεν ἕως του̃ νυ̃ν ὁ δὲ κύριός μου πρεσβύτερος

18:13 καὶ εἰ̃πεν κύριος πρὸς Αβρααμ τί ὅτι ἐγέλασεν Σαρρα ἐν ἑαυτη̨̃ λέγουσα ἀ̃ρά γε ἀληθω̃ς τέξομαι ἐγὼ δὲ γεγήρακα

18:14 μὴ ἀδυνατει̃ παρὰ τω̨̃ θεω̨̃ ῥη̃μα εἰς τὸν καιρὸν του̃τον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας καὶ ἔσται τη̨̃ Σαρρα υἱός

18:15 ἠρνήσατο δὲ Σαρρα λέγουσα οὐκ ἐγέλασα ἐφοβήθη γάρ καὶ εἰ̃πεν οὐχί ἀλλὰ ἐγέλασας

18:16 ἐξαναστάντες δὲ ἐκει̃θεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδομων καὶ Γομορρας Αβρααμ δὲ συνεπορεύετο μετ' αὐτω̃ν συμπροπέμπων αὐτούς

18:17 ὁ δὲ κύριος εἰ̃πεν μὴ κρύψω ἐγὼ ἀπὸ Αβρααμ του̃ παιδός μου ἃ ἐγὼ ποιω̃

18:18 Αβρααμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ καὶ ἐνευλογηθήσονται ἐν αὐτω̨̃ πάντα τὰ ἔθνη τη̃ς γη̃ς

18:19 ἤ̨δειν γὰρ ὅτι συντάξει τοι̃ς υἱοι̃ς αὐτου̃ καὶ τω̨̃ οἴκω̨ αὐτου̃ μετ' αὐτόν καὶ φυλάξουσιν τὰς ὁδοὺς κυρίου ποιει̃ν δικαιοσύνην καὶ κρίσιν ὅπως ἂν ἐπαγάγη̨ κύριος ἐπὶ Αβρααμ πάντα ὅσα ἐλάλησεν πρὸς αὐτόν

18:20 εἰ̃πεν δὲ κύριος κραυγὴ Σοδομων καὶ Γομορρας πεπλήθυνται καὶ αἱ ἁμαρτίαι αὐτω̃ν μεγάλαι σφόδρα

18:21 καταβὰς οὐ̃ν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτω̃ν τὴν ἐρχομένην πρός με συντελου̃νται εἰ δὲ μή ἵνα γνω̃

18:22 καὶ ἀποστρέψαντες ἐκει̃θεν οἱ ἄνδρες ἠ̃λθον εἰς Σοδομα Αβρααμ δὲ ἠ̃ν ἑστηκὼς ἐναντίον κυρίου

18:23 καὶ ἐγγίσας Αβρααμ εἰ̃πεν μὴ συναπολέση̨ς δίκαιον μετὰ ἀσεβου̃ς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής

18:24 ἐὰν ὠ̃σιν πεντήκοντα δίκαιοι ἐν τη̨̃ πόλει ἀπολει̃ς αὐτούς οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τω̃ν πεντήκοντα δικαίων ἐὰν ὠ̃σιν ἐν αὐτη̨̃

18:25 μηδαμω̃ς σὺ ποιήσεις ὡς τὸ ῥη̃μα του̃το του̃ ἀποκτει̃ναι δίκαιον μετὰ ἀσεβου̃ς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής μηδαμω̃ς ὁ κρίνων πα̃σαν τὴν γη̃ν οὐ ποιήσεις κρίσιν

18:26 εἰ̃πεν δὲ κύριος ἐὰν εὕρω ἐν Σοδομοις πεντήκοντα δικαίους ἐν τη̨̃ πόλει ἀφήσω πάντα τὸν τόπον δι' αὐτούς

18:27 καὶ ἀποκριθεὶς Αβρααμ εἰ̃πεν νυ̃ν ἠρξάμην λαλη̃σαι πρὸς τὸν κύριον ἐγὼ δέ εἰμι γη̃ καὶ σποδός

18:28 ἐὰν δὲ ἐλαττονωθω̃σιν οἱ πεντήκοντα δίκαιοι πέντε ἀπολει̃ς ἕνεκεν τω̃ν πέντε πα̃σαν τὴν πόλιν καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκει̃ τεσσαράκοντα πέντε

18:29 καὶ προσέθηκεν ἔτι λαλη̃σαι πρὸς αὐτὸν καὶ εἰ̃πεν ἐὰν δὲ εὑρεθω̃σιν ἐκει̃ τεσσαράκοντα καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἕνεκεν τω̃ν τεσσαράκοντα

18:30 καὶ εἰ̃πεν μή τι κύριε ἐὰν λαλήσω ἐὰν δὲ εὑρεθω̃σιν ἐκει̃ τριάκοντα καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκει̃ τριάκοντα

18:31 καὶ εἰ̃πεν ἐπειδὴ ἔχω λαλη̃σαι πρὸς τὸν κύριον ἐὰν δὲ εὑρεθω̃σιν ἐκει̃ εἴκοσι καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἕνεκεν τω̃ν εἴκοσι

18:32 καὶ εἰ̃πεν μή τι κύριε ἐὰν λαλήσω ἔτι ἅπαξ ἐὰν δὲ εὑρεθω̃σιν ἐκει̃ δέκα καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἕνεκεν τω̃ν δέκα

18:33 ἀπη̃λθεν δὲ κύριος ὡς ἐπαύσατο λαλω̃ν τω̨̃ Αβρααμ καὶ Αβρααμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτου̃

19:1 ἠ̃λθον δὲ οἱ δύο ἄγγελοι εἰς Σοδομα ἑσπέρας Λωτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδομων ἰδὼν δὲ Λωτ ἐξανέστη εἰς συνάντησιν αὐτοι̃ς καὶ προσεκύνησεν τω̨̃ προσώπω̨ ἐπὶ τὴν γη̃ν

19:2 καὶ εἰ̃πεν ἰδού κύριοι ἐκκλίνατε εἰς τὸν οἰ̃κον του̃ παιδὸς ὑμω̃ν καὶ καταλύσατε καὶ νίψασθε τοὺς πόδας ὑμω̃ν καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμω̃ν εἰ̃παν δέ οὐχί ἀλλ' ἐν τη̨̃ πλατεία̨ καταλύσομεν

19:3 καὶ κατεβιάζετο αὐτούς καὶ ἐξέκλιναν πρὸς αὐτὸν καὶ εἰση̃λθον εἰς τὴν οἰκίαν αὐτου̃ καὶ ἐποίησεν αὐτοι̃ς πότον καὶ ἀζύμους ἔπεψεν αὐτοι̃ς καὶ ἔφαγον

19:4 πρὸ του̃ κοιμηθη̃ναι καὶ οἱ ἄνδρες τη̃ς πόλεως οἱ Σοδομι̃ται περιεκύκλωσαν τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου ἅπας ὁ λαὸς ἅμα

19:5 καὶ ἐξεκαλου̃ντο τὸν Λωτ καὶ ἔλεγον πρὸς αὐτόν που̃ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς σὲ τὴν νύκτα ἐξάγαγε αὐτοὺς πρὸς ἡμα̃ς ἵνα συγγενώμεθα αὐτοι̃ς

19:6 ἐξη̃λθεν δὲ Λωτ πρὸς αὐτοὺς πρὸς τὸ πρόθυρον τὴν δὲ θύραν προσέω̨ξεν ὀπίσω αὐτου̃

19:7 εἰ̃πεν δὲ πρὸς αὐτούς μηδαμω̃ς ἀδελφοί μὴ πονηρεύσησθε

19:8 εἰσὶν δέ μοι δύο θυγατέρες αἳ οὐκ ἔγνωσαν ἄνδρα ἐξάξω αὐτὰς πρὸς ὑμα̃ς καὶ χρήσασθε αὐται̃ς καθὰ ἂν ἀρέσκη̨ ὑμι̃ν μόνον εἰς τοὺς ἄνδρας τούτους μὴ ποιήσητε μηδὲν ἄδικον οὑ̃ εἵνεκεν εἰση̃λθον ὑπὸ τὴν σκέπην τω̃ν δοκω̃ν μου

19:9 εἰ̃παν δέ ἀπόστα ἐκει̃ εἱ̃ς ἠ̃λθες παροικει̃ν μὴ καὶ κρίσιν κρίνειν νυ̃ν οὐ̃ν σὲ κακώσομεν μα̃λλον ἢ ἐκείνους καὶ παρεβιάζοντο τὸν ἄνδρα τὸν Λωτ σφόδρα καὶ ἤγγισαν συντρι̃ψαι τὴν θύραν

19:10 ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χει̃ρας εἰσεσπάσαντο τὸν Λωτ πρὸς ἑαυτοὺς εἰς τὸν οἰ̃κον καὶ τὴν θύραν του̃ οἴκου ἀπέκλεισαν

19:11 τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τη̃ς θύρας του̃ οἴκου ἐπάταξαν ἀορασία̨ ἀπὸ μικρου̃ ἕως μεγάλου καὶ παρελύθησαν ζητου̃ντες τὴν θύραν

19:12 εἰ̃παν δὲ οἱ ἄνδρες πρὸς Λωτ ἔστιν τίς σοι ὡ̃δε γαμβροὶ ἢ υἱοὶ ἢ θυγατέρες ἢ εἴ τίς σοι ἄλλος ἔστιν ἐν τη̨̃ πόλει ἐξάγαγε ἐκ του̃ τόπου τούτου

19:13 ὅτι ἀπόλλυμεν ἡμει̃ς τὸν τόπον του̃τον ὅτι ὑψώθη ἡ κραυγὴ αὐτω̃ν ἐναντίον κυρίου καὶ ἀπέστειλεν ἡμα̃ς κύριος ἐκτρι̃ψαι αὐτήν

19:14 ἐξη̃λθεν δὲ Λωτ καὶ ἐλάλησεν πρὸς τοὺς γαμβροὺς αὐτου̃ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτου̃ καὶ εἰ̃πεν ἀνάστητε καὶ ἐξέλθατε ἐκ του̃ τόπου τούτου ὅτι ἐκτρίβει κύριος τὴν πόλιν ἔδοξεν δὲ γελοιάζειν ἐναντίον τω̃ν γαμβρω̃ν αὐτου̃

19:15 ἡνίκα δὲ ὄρθρος ἐγίνετο ἐπεσπούδαζον οἱ ἄγγελοι τὸν Λωτ λέγοντες ἀναστὰς λαβὲ τὴν γυναι̃κά σου καὶ τὰς δύο θυγατέρας σου ἃς ἔχεις καὶ ἔξελθε ἵνα μὴ συναπόλη̨ ται̃ς ἀνομίαις τη̃ς πόλεως

19:16 καὶ ἐταράχθησαν καὶ ἐκράτησαν οἱ ἄγγελοι τη̃ς χειρὸς αὐτου̃ καὶ τη̃ς χειρὸς τη̃ς γυναικὸς αὐτου̃ καὶ τω̃ν χειρω̃ν τω̃ν δύο θυγατέρων αὐτου̃ ἐν τω̨̃ φείσασθαι κύριον αὐτου̃

19:17 καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω καὶ εἰ̃παν σώ̨ζων σω̨̃ζε τὴν σεαυτου̃ ψυχήν μὴ περιβλέψη̨ς εἰς τὰ ὀπίσω μηδὲ στη̨̃ς ἐν πάση̨ τη̨̃ περιχώρω̨ εἰς τὸ ὄρος σώ̨ζου μήποτε συμπαραλημφθη̨̃ς

19:18 εἰ̃πεν δὲ Λωτ πρὸς αὐτούς δέομαι κύριε

19:19 ἐπειδὴ εὑ̃ρεν ὁ παι̃ς σου ἔλεος ἐναντίον σου καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου ὃ ποιει̃ς ἐπ' ἐμέ του̃ ζη̃ν τὴν ψυχήν μου ἐγὼ δὲ οὐ δυνήσομαι διασωθη̃ναι εἰς τὸ ὄρος μὴ καταλάβη̨ με τὰ κακὰ καὶ ἀποθάνω

19:20 ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς του̃ καταφυγει̃ν με ἐκει̃ ἥ ἐστιν μικρά ἐκει̃ σωθήσομαι οὐ μικρά ἐστιν καὶ ζήσεται ἡ ψυχή μου

19:21 καὶ εἰ̃πεν αὐτω̨̃ ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τω̨̃ ῥήματι τούτω̨ του̃ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἡ̃ς ἐλάλησας

19:22 σπευ̃σον οὐ̃ν του̃ σωθη̃ναι ἐκει̃ οὐ γὰρ δυνήσομαι ποιη̃σαι πρα̃γμα ἕως του̃ σε εἰσελθει̃ν ἐκει̃ διὰ του̃το ἐκάλεσεν τὸ ὄνομα τη̃ς πόλεως ἐκείνης Σηγωρ

19:23 ὁ ἥλιος ἐξη̃λθεν ἐπὶ τὴν γη̃ν καὶ Λωτ εἰση̃λθεν εἰς Σηγωρ

19:24 καὶ κύριος ἔβρεξεν ἐπὶ Σοδομα καὶ Γομορρα θει̃ον καὶ πυ̃ρ παρὰ κυρίου ἐκ του̃ οὐρανου̃

19:25 καὶ κατέστρεψεν τὰς πόλεις ταύτας καὶ πα̃σαν τὴν περίοικον καὶ πάντας τοὺς κατοικου̃ντας ἐν ται̃ς πόλεσιν καὶ πάντα τὰ ἀνατέλλοντα ἐκ τη̃ς γη̃ς

19:26 καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτου̃ εἰς τὰ ὀπίσω καὶ ἐγένετο στήλη ἁλός

19:27 ὤρθρισεν δὲ Αβρααμ τὸ πρωὶ εἰς τὸν τόπον οὑ̃ εἱστήκει ἐναντίον κυρίου

19:28 καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον Σοδομων καὶ Γομορρας καὶ ἐπὶ πρόσωπον τη̃ς γη̃ς τη̃ς περιχώρου καὶ εἰ̃δεν καὶ ἰδοὺ ἀνέβαινεν φλὸξ τη̃ς γη̃ς ὡσεὶ ἀτμὶς καμίνου

19:29 καὶ ἐγένετο ἐν τω̨̃ ἐκτρι̃ψαι κύριον πάσας τὰς πόλεις τη̃ς περιοίκου ἐμνήσθη ὁ θεὸς του̃ Αβρααμ καὶ ἐξαπέστειλεν τὸν Λωτ ἐκ μέσου τη̃ς καταστροφη̃ς ἐν τω̨̃ καταστρέψαι κύριον τὰς πόλεις ἐν αἱ̃ς κατώ̨κει ἐν αὐται̃ς Λωτ

19:30 ἀνέβη δὲ Λωτ ἐκ Σηγωρ καὶ ἐκάθητο ἐν τω̨̃ ὄρει καὶ αἱ δύο θυγατέρες αὐτου̃ μετ' αὐτου̃ ἐφοβήθη γὰρ κατοικη̃σαι ἐν Σηγωρ καὶ ὤ̨κησεν ἐν τω̨̃ σπηλαίω̨ αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτου̃ μετ' αὐτου̃

19:31 εἰ̃πεν δὲ ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν ὁ πατὴρ ἡμω̃ν πρεσβύτερος καὶ οὐδείς ἐστιν ἐπὶ τη̃ς γη̃ς ὃς εἰσελεύσεται πρὸς ἡμα̃ς ὡς καθήκει πάση̨ τη̨̃ γη̨̃

19:32 δευ̃ρο καὶ ποτίσωμεν τὸν πατέρα ἡμω̃ν οἰ̃νον καὶ κοιμηθω̃μεν μετ' αὐτου̃ καὶ ἐξαναστήσωμεν ἐκ του̃ πατρὸς ἡμω̃ν σπέρμα

19:33 ἐπότισαν δὲ τὸν πατέρα αὐτω̃ν οἰ̃νον ἐν τη̨̃ νυκτὶ ταύτη̨ καὶ εἰσελθου̃σα ἡ πρεσβυτέρα ἐκοιμήθη μετὰ του̃ πατρὸς αὐτη̃ς τὴν νύκτα ἐκείνην καὶ οὐκ ἤ̨δει ἐν τω̨̃ κοιμηθη̃ναι αὐτὴν καὶ ἀναστη̃ναι

19:34 ἐγένετο δὲ τη̨̃ ἐπαύριον καὶ εἰ̃πεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν ἰδοὺ ἐκοιμήθην ἐχθὲς μετὰ του̃ πατρὸς ἡμω̃ν ποτίσωμεν αὐτὸν οἰ̃νον καὶ τὴν νύκτα ταύτην καὶ εἰσελθου̃σα κοιμήθητι μετ' αὐτου̃ καὶ ἐξαναστήσωμεν ἐκ του̃ πατρὸς ἡμω̃ν σπέρμα

19:35 ἐπότισαν δὲ καὶ ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ τὸν πατέρα αὐτω̃ν οἰ̃νον καὶ εἰσελθου̃σα ἡ νεωτέρα ἐκοιμήθη μετὰ του̃ πατρὸς αὐτη̃ς καὶ οὐκ ἤ̨δει ἐν τω̨̃ κοιμηθη̃ναι αὐτὴν καὶ ἀναστη̃ναι

19:36 καὶ συνέλαβον αἱ δύο θυγατέρες Λωτ ἐκ του̃ πατρὸς αὐτω̃ν

19:37 καὶ ἔτεκεν ἡ πρεσβυτέρα υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Μωαβ λέγουσα ἐκ του̃ πατρός μου οὑ̃τος πατὴρ Μωαβιτω̃ν ἕως τη̃ς σήμερον ἡμέρας

19:38 ἔτεκεν δὲ καὶ ἡ νεωτέρα υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Αμμαν υἱὸς του̃ γένους μου οὑ̃τος πατὴρ Αμμανιτω̃ν ἕως τη̃ς σήμερον ἡμέρας

20:1 καὶ ἐκίνησεν ἐκει̃θεν Αβρααμ εἰς γη̃ν πρὸς λίβα καὶ ὤ̨κησεν ἀνὰ μέσον Καδης καὶ ἀνὰ μέσον Σουρ καὶ παρώ̨κησεν ἐν Γεραροις

20:2 εἰ̃πεν δὲ Αβρααμ περὶ Σαρρας τη̃ς γυναικὸς αὐτου̃ ὅτι ἀδελφή μού ἐστιν ἐφοβήθη γὰρ εἰπει̃ν ὅτι γυνή μού ἐστιν μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τη̃ς πόλεως δι' αὐτήν ἀπέστειλεν δὲ Αβιμελεχ βασιλεὺς Γεραρων καὶ ἔλαβεν τὴν Σαρραν

20:3 καὶ εἰση̃λθεν ὁ θεὸς πρὸς Αβιμελεχ ἐν ὕπνω̨ τὴν νύκτα καὶ εἰ̃πεν ἰδοὺ σὺ ἀποθνή̨σκεις περὶ τη̃ς γυναικός ἡ̃ς ἔλαβες αὕτη δέ ἐστιν συνω̨κηκυι̃α ἀνδρί

20:4 Αβιμελεχ δὲ οὐχ ἥψατο αὐτη̃ς καὶ εἰ̃πεν κύριε ἔθνος ἀγνοου̃ν καὶ δίκαιον ἀπολει̃ς

20:5 οὐκ αὐτός μοι εἰ̃πεν ἀδελφή μού ἐστιν καὶ αὐτή μοι εἰ̃πεν ἀδελφός μού ἐστιν ἐν καθαρα̨̃ καρδία̨ καὶ ἐν δικαιοσύνη̨ χειρω̃ν ἐποίησα του̃το

20:6 εἰ̃πεν δὲ αὐτω̨̃ ὁ θεὸς καθ' ὕπνον κἀγὼ ἔγνων ὅτι ἐν καθαρα̨̃ καρδία̨ ἐποίησας του̃το καὶ ἐφεισάμην ἐγώ σου του̃ μὴ ἁμαρτει̃ν σε εἰς ἐμέ ἕνεκεν τούτου οὐκ ἀφη̃κά σε ἅψασθαι αὐτη̃ς

20:7 νυ̃ν δὲ ἀπόδος τὴν γυναι̃κα τω̨̃ ἀνθρώπω̨ ὅτι προφήτης ἐστὶν καὶ προσεύξεται περὶ σου̃ καὶ ζήση̨ εἰ δὲ μὴ ἀποδίδως γνω̃θι ὅτι ἀποθανη̨̃ σὺ καὶ πάντα τὰ σά

20:8 καὶ ὤρθρισεν Αβιμελεχ τὸ πρωὶ καὶ ἐκάλεσεν πάντας τοὺς παι̃δας αὐτου̃ καὶ ἐλάλησεν πάντα τὰ ῥήματα ταυ̃τα εἰς τὰ ὠ̃τα αὐτω̃ν ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα

20:9 καὶ ἐκάλεσεν Αβιμελεχ τὸν Αβρααμ καὶ εἰ̃πεν αὐτω̨̃ τί του̃το ἐποίησας ἡμι̃ν μή τι ἡμάρτομεν εἰς σέ ὅτι ἐπήγαγες ἐπ' ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην ἔργον ὃ οὐδεὶς ποιήσει πεποίηκάς μοι

20:10 εἰ̃πεν δὲ Αβιμελεχ τω̨̃ Αβρααμ τί ἐνιδὼν ἐποίησας του̃το

20:11 εἰ̃πεν δὲ Αβρααμ εἰ̃πα γάρ ἄρα οὐκ ἔστιν θεοσέβεια ἐν τω̨̃ τόπω̨ τούτω̨ ἐμέ τε ἀποκτενου̃σιν ἕνεκεν τη̃ς γυναικός μου

20:12 καὶ γὰρ ἀληθω̃ς ἀδελφή μού ἐστιν ἐκ πατρός ἀλλ' οὐκ ἐκ μητρός ἐγενήθη δέ μοι εἰς γυναι̃κα

20:13 ἐγένετο δὲ ἡνίκα ἐξήγαγέν με ὁ θεὸς ἐκ του̃ οἴκου του̃ πατρός μου καὶ εἰ̃πα αὐτη̨̃ ταύτην τὴν δικαιοσύνην ποιήσεις ἐπ' ἐμέ εἰς πάντα τόπον οὑ̃ ἐὰν εἰσέλθωμεν ἐκει̃ εἰπὸν ἐμὲ ὅτι ἀδελφός μού ἐστιν

20:14 ἔλαβεν δὲ Αβιμελεχ χίλια δίδραχμα πρόβατα καὶ μόσχους καὶ παι̃δας καὶ παιδίσκας καὶ ἔδωκεν τω̨̃ Αβρααμ καὶ ἀπέδωκεν αὐτω̨̃ Σαρραν τὴν γυναι̃κα αὐτου̃

20:15 καὶ εἰ̃πεν Αβιμελεχ τω̨̃ Αβρααμ ἰδοὺ ἡ γη̃ μου ἐναντίον σου οὑ̃ ἐάν σοι ἀρέσκη̨ κατοίκει

20:16 τη̨̃ δὲ Σαρρα εἰ̃πεν ἰδοὺ δέδωκα χίλια δίδραχμα τω̨̃ ἀδελφω̨̃ σου ταυ̃τα ἔσται σοι εἰς τιμὴν του̃ προσώπου σου καὶ πάσαις ται̃ς μετὰ σου̃ καὶ πάντα ἀλήθευσον

20:17 προσηύξατο δὲ Αβρααμ πρὸς τὸν θεόν καὶ ἰάσατο ὁ θεὸς τὸν Αβιμελεχ καὶ τὴν γυναι̃κα αὐτου̃ καὶ τὰς παιδίσκας αὐτου̃ καὶ ἔτεκον

20:18 ὅτι συγκλείων συνέκλεισεν κύριος ἔξωθεν πα̃σαν μήτραν ἐν τω̨̃ οἴκω̨ του̃ Αβιμελεχ ἕνεκεν Σαρρας τη̃ς γυναικὸς Αβρααμ

21:1 καὶ κύριος ἐπεσκέψατο τὴν Σαρραν καθὰ εἰ̃πεν καὶ ἐποίησεν κύριος τη̨̃ Σαρρα καθὰ ἐλάλησεν

21:2 καὶ συλλαβου̃σα ἔτεκεν Σαρρα τω̨̃ Αβρααμ υἱὸν εἰς τὸ γη̃ρας εἰς τὸν καιρόν καθὰ ἐλάλησεν αὐτω̨̃ κύριος

21:3 καὶ ἐκάλεσεν Αβρααμ τὸ ὄνομα του̃ υἱου̃ αὐτου̃ του̃ γενομένου αὐτω̨̃ ὃν ἔτεκεν αὐτω̨̃ Σαρρα Ισαακ

21:4 περιέτεμεν δὲ Αβρααμ τὸν Ισαακ τη̨̃ ὀγδόη̨ ἡμέρα̨ καθὰ ἐνετείλατο αὐτω̨̃ ὁ θεός

21:5 Αβρααμ δὲ ἠ̃ν ἑκατὸν ἐτω̃ν ἡνίκα ἐγένετο αὐτω̨̃ Ισαακ ὁ υἱὸς αὐτου̃

21:6 εἰ̃πεν δὲ Σαρρα γέλωτά μοι ἐποίησεν κύριος ὃς γὰρ ἂν ἀκούση̨ συγχαρει̃ταί μοι

21:7 καὶ εἰ̃πεν τίς ἀναγγελει̃ τω̨̃ Αβρααμ ὅτι θηλάζει παιδίον Σαρρα ὅτι ἔτεκον υἱὸν ἐν τω̨̃ γήρει μου

21:8 καὶ ηὐξήθη τὸ παιδίον καὶ ἀπεγαλακτίσθη καὶ ἐποίησεν Αβρααμ δοχὴν μεγάλην ἡ̨̃ ἡμέρα̨ ἀπεγαλακτίσθη Ισαακ ὁ υἱὸς αὐτου̃

21:9 ἰδου̃σα δὲ Σαρρα τὸν υἱὸν Αγαρ τη̃ς Αἰγυπτίας ὃς ἐγένετο τω̨̃ Αβρααμ παίζοντα μετὰ Ισαακ του̃ υἱου̃ αὐτη̃ς

21:10 καὶ εἰ̃πεν τω̨̃ Αβρααμ ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτη̃ς οὐ γὰρ κληρονομήσει ὁ υἱὸς τη̃ς παιδίσκης ταύτης μετὰ του̃ υἱου̃ μου Ισαακ

21:11 σκληρὸν δὲ ἐφάνη τὸ ῥη̃μα σφόδρα ἐναντίον Αβρααμ περὶ του̃ υἱου̃ αὐτου̃

21:12 εἰ̃πεν δὲ ὁ θεὸς τω̨̃ Αβρααμ μὴ σκληρὸν ἔστω τὸ ῥη̃μα ἐναντίον σου περὶ του̃ παιδίου καὶ περὶ τη̃ς παιδίσκης πάντα ὅσα ἐὰν εἴπη̨ σοι Σαρρα ἄκουε τη̃ς φωνη̃ς αὐτη̃ς ὅτι ἐν Ισαακ κληθήσεταί σοι σπέρμα

21:13 καὶ τὸν υἱὸν δὲ τη̃ς παιδίσκης ταύτης εἰς ἔθνος μέγα ποιήσω αὐτόν ὅτι σπέρμα σόν ἐστιν

21:14 ἀνέστη δὲ Αβρααμ τὸ πρωὶ καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκεν Αγαρ καὶ ἐπέθηκεν ἐπὶ τὸν ὠ̃μον καὶ τὸ παιδίον καὶ ἀπέστειλεν αὐτήν ἀπελθου̃σα δὲ ἐπλανα̃το τὴν ἔρημον κατὰ τὸ φρέαρ του̃ ὅρκου

21:15 ἐξέλιπεν δὲ τὸ ὕδωρ ἐκ του̃ ἀσκου̃ καὶ ἔρριψεν τὸ παιδίον ὑποκάτω μια̃ς ἐλάτης

21:16 ἀπελθου̃σα δὲ ἐκάθητο ἀπέναντι αὐτου̃ μακρόθεν ὡσεὶ τόξου βολήν εἰ̃πεν γάρ οὐ μὴ ἴδω τὸν θάνατον του̃ παιδίου μου καὶ ἐκάθισεν ἀπέναντι αὐτου̃ ἀναβοη̃σαν δὲ τὸ παιδίον ἔκλαυσεν

21:17 εἰσήκουσεν δὲ ὁ θεὸς τη̃ς φωνη̃ς του̃ παιδίου ἐκ του̃ τόπου οὑ̃ ἠ̃ν καὶ ἐκάλεσεν ἄγγελος του̃ θεου̃ τὴν Αγαρ ἐκ του̃ οὐρανου̃ καὶ εἰ̃πεν αὐτη̨̃ τί ἐστιν Αγαρ μὴ φοβου̃ ἐπακήκοεν γὰρ ὁ θεὸς τη̃ς φωνη̃ς του̃ παιδίου σου ἐκ του̃ τόπου οὑ̃ ἐστιν

21:18 ἀνάστηθι λαβὲ τὸ παιδίον καὶ κράτησον τη̨̃ χειρί σου αὐτό εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτόν

21:19 καὶ ἀνέω̨ξεν ὁ θεὸς τοὺς ὀφθαλμοὺς αὐτη̃ς καὶ εἰ̃δεν φρέαρ ὕδατος ζω̃ντος καὶ ἐπορεύθη καὶ ἔπλησεν τὸν ἀσκὸν ὕδατος καὶ ἐπότισεν τὸ παιδίον

21:20 καὶ ἠ̃ν ὁ θεὸς μετὰ του̃ παιδίου καὶ ηὐξήθη καὶ κατώ̨κησεν ἐν τη̨̃ ἐρήμω̨ ἐγένετο δὲ τοξότης

21:21 καὶ κατώ̨κησεν ἐν τη̨̃ ἐρήμω̨ τη̨̃ Φαραν καὶ ἔλαβεν αὐτω̨̃ ἡ μήτηρ γυναι̃κα ἐκ γη̃ς Αἰγύπτου

21:22 ἐγένετο δὲ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ εἰ̃πεν Αβιμελεχ καὶ Οχοζαθ ὁ νυμφαγωγὸς αὐτου̃ καὶ Φικολ ὁ ἀρχιστράτηγος τη̃ς δυνάμεως αὐτου̃ πρὸς Αβρααμ λέγων ὁ θεὸς μετὰ σου̃ ἐν πα̃σιν οἱ̃ς ἐὰν ποιη̨̃ς

21:23 νυ̃ν οὐ̃ν ὄμοσόν μοι τὸν θεὸν μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου μηδὲ τὸ ὄνομά μου ἀλλὰ κατὰ τὴν δικαιοσύνην ἣν ἐποίησα μετὰ σου̃ ποιήσεις μετ' ἐμου̃ καὶ τη̨̃ γη̨̃ ἡ̨̃ σὺ παρώ̨κησας ἐν αὐτη̨̃

21:24 καὶ εἰ̃πεν Αβρααμ ἐγὼ ὀμου̃μαι

21:25 καὶ ἤλεγξεν Αβρααμ τὸν Αβιμελεχ περὶ τω̃ν φρεάτων του̃ ὕδατος ὡ̃ν ἀφείλαντο οἱ παι̃δες του̃ Αβιμελεχ

21:26 καὶ εἰ̃πεν αὐτω̨̃ Αβιμελεχ οὐκ ἔγνων τίς ἐποίησεν τὸ πρα̃γμα του̃το οὐδὲ σύ μοι ἀπήγγειλας οὐδὲ ἐγὼ ἤκουσα ἀλλ' ἢ σήμερον

21:27 καὶ ἔλαβεν Αβρααμ πρόβατα καὶ μόσχους καὶ ἔδωκεν τω̨̃ Αβιμελεχ καὶ διέθεντο ἀμφότεροι διαθήκην

21:28 καὶ ἔστησεν Αβρααμ ἑπτὰ ἀμνάδας προβάτων μόνας

21:29 καὶ εἰ̃πεν Αβιμελεχ τω̨̃ Αβρααμ τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τω̃ν προβάτων τούτων ἃς ἔστησας μόνας

21:30 καὶ εἰ̃πεν Αβρααμ ὅτι τὰς ἑπτὰ ἀμνάδας ταύτας λήμψη̨ παρ' ἐμου̃ ἵνα ὠ̃σίν μοι εἰς μαρτύριον ὅτι ἐγὼ ὤρυξα τὸ φρέαρ του̃το

21:31 διὰ του̃το ἐπωνόμασεν τὸ ὄνομα του̃ τόπου ἐκείνου Φρέαρ ὁρκισμου̃ ὅτι ἐκει̃ ὤμοσαν ἀμφότεροι

21:32 καὶ διέθεντο διαθήκην ἐν τω̨̃ φρέατι του̃ ὅρκου ἀνέστη δὲ Αβιμελεχ καὶ Οχοζαθ ὁ νυμφαγωγὸς αὐτου̃ καὶ Φικολ ὁ ἀρχιστράτηγος τη̃ς δυνάμεως αὐτου̃ καὶ ἐπέστρεψαν εἰς τὴν γη̃ν τω̃ν Φυλιστιιμ

21:33 καὶ ἐφύτευσεν Αβρααμ ἄρουραν ἐπὶ τω̨̃ φρέατι του̃ ὅρκου καὶ ἐπεκαλέσατο ἐκει̃ τὸ ὄνομα κυρίου θεὸς αἰώνιος

21:34 παρώ̨κησεν δὲ Αβρααμ ἐν τη̨̃ γη̨̃ τω̃ν Φυλιστιιμ ἡμέρας πολλάς

22:1 καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταυ̃τα ὁ θεὸς ἐπείραζεν τὸν Αβρααμ καὶ εἰ̃πεν πρὸς αὐτόν Αβρααμ Αβρααμ ὁ δὲ εἰ̃πεν ἰδοὺ ἐγώ

22:2 καὶ εἰ̃πεν λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν ὃν ἠγάπησας τὸν Ισαακ καὶ πορεύθητι εἰς τὴν γη̃ν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκει̃ εἰς ὁλοκάρπωσιν ἐφ' ἓν τω̃ν ὀρέων ὡ̃ν ἄν σοι εἴπω

22:3 ἀναστὰς δὲ Αβρααμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτου̃ παρέλαβεν δὲ μεθ' ἑαυτου̃ δύο παι̃δας καὶ Ισαακ τὸν υἱὸν αὐτου̃ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν ἀναστὰς ἐπορεύθη καὶ ἠ̃λθεν ἐπὶ τὸν τόπον ὃν εἰ̃πεν αὐτω̨̃ ὁ θεός

22:4 τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ καὶ ἀναβλέψας Αβρααμ τοι̃ς ὀφθαλμοι̃ς εἰ̃δεν τὸν τόπον μακρόθεν

22:5 καὶ εἰ̃πεν Αβρααμ τοι̃ς παισὶν αὐτου̃ καθίσατε αὐτου̃ μετὰ τη̃ς ὄνου ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὡ̃δε καὶ προσκυνήσαντες ἀναστρέψωμεν πρὸς ὑμα̃ς

22:6 ἔλαβεν δὲ Αβρααμ τὰ ξύλα τη̃ς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν Ισαακ τω̨̃ υἱω̨̃ αὐτου̃ ἔλαβεν δὲ καὶ τὸ πυ̃ρ μετὰ χει̃ρα καὶ τὴν μάχαιραν καὶ ἐπορεύθησαν οἱ δύο ἅμα

22:7 εἰ̃πεν δὲ Ισαακ πρὸς Αβρααμ τὸν πατέρα αὐτου̃ εἴπας πάτερ ὁ δὲ εἰ̃πεν τί ἐστιν τέκνον λέγων ἰδοὺ τὸ πυ̃ρ καὶ τὰ ξύλα που̃ ἐστιν τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν

22:8 εἰ̃πεν δὲ Αβρααμ ὁ θεὸς ὄψεται ἑαυτω̨̃ πρόβατον εἰς ὁλοκάρπωσιν τέκνον πορευθέντες δὲ ἀμφότεροι ἅμα

22:9 ἠ̃λθον ἐπὶ τὸν τόπον ὃν εἰ̃πεν αὐτω̨̃ ὁ θεός καὶ ὠ̨κοδόμησεν ἐκει̃ Αβρααμ θυσιαστήριον καὶ ἐπέθηκεν τὰ ξύλα καὶ συμποδίσας Ισαακ τὸν υἱὸν αὐτου̃ ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τω̃ν ξύλων

22:10 καὶ ἐξέτεινεν Αβρααμ τὴν χει̃ρα αὐτου̃ λαβει̃ν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτου̃

22:11 καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ του̃ οὐρανου̃ καὶ εἰ̃πεν αὐτω̨̃ Αβρααμ Αβρααμ ὁ δὲ εἰ̃πεν ἰδοὺ ἐγώ

22:12 καὶ εἰ̃πεν μὴ ἐπιβάλη̨ς τὴν χει̃ρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήση̨ς αὐτω̨̃ μηδέν νυ̃ν γὰρ ἔγνων ὅτι φοβη̨̃ τὸν θεὸν σὺ καὶ οὐκ ἐφείσω του̃ υἱου̃ σου του̃ ἀγαπητου̃ δι' ἐμέ

22:13 καὶ ἀναβλέψας Αβρααμ τοι̃ς ὀφθαλμοι̃ς αὐτου̃ εἰ̃δεν καὶ ἰδοὺ κριὸς εἱ̃ς κατεχόμενος ἐν φυτω̨̃ σαβεκ τω̃ν κεράτων καὶ ἐπορεύθη Αβρααμ καὶ ἔλαβεν τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ισαακ του̃ υἱου̃ αὐτου̃

22:14 καὶ ἐκάλεσεν Αβρααμ τὸ ὄνομα του̃ τόπου ἐκείνου κύριος εἰ̃δεν ἵνα εἴπωσιν σήμερον ἐν τω̨̃ ὄρει κύριος ὤφθη

22:15 καὶ ἐκάλεσεν ἄγγελος κυρίου τὸν Αβρααμ δεύτερον ἐκ του̃ οὐρανου̃

22:16 λέγων κατ' ἐμαυτου̃ ὤμοσα λέγει κύριος οὑ̃ εἵνεκεν ἐποίησας τὸ ῥη̃μα του̃το καὶ οὐκ ἐφείσω του̃ υἱου̃ σου του̃ ἀγαπητου̃ δι' ἐμέ

22:17 ἠ̃ μὴν εὐλογω̃ν εὐλογήσω σε καὶ πληθύνων πληθυνω̃ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας του̃ οὐρανου̃ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χει̃λος τη̃ς θαλάσσης καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τω̃ν ὑπεναντίων

22:18 καὶ ἐνευλογηθήσονται ἐν τω̨̃ σπέρματί σου πάντα τὰ ἔθνη τη̃ς γη̃ς ἀνθ' ὡ̃ν ὑπήκουσας τη̃ς ἐμη̃ς φωνη̃ς

22:19 ἀπεστράφη δὲ Αβρααμ πρὸς τοὺς παι̃δας αὐτου̃ καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ του̃ ὅρκου καὶ κατώ̨κησεν Αβρααμ ἐπὶ τω̨̃ φρέατι του̃ ὅρκου

22:20 ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταυ̃τα καὶ ἀνηγγέλη τω̨̃ Αβρααμ λέγοντες ἰδοὺ τέτοκεν Μελχα καὶ αὐτὴ υἱοὺς Ναχωρ τω̨̃ ἀδελφω̨̃ σου

22:21 τὸν Ωξ πρωτότοκον καὶ τὸν Βαυξ ἀδελφὸν αὐτου̃ καὶ τὸν Καμουηλ πατέρα Σύρων

22:22 καὶ τὸν Χασαδ καὶ τὸν Αζαυ καὶ τὸν Φαλδας καὶ τὸν Ιεδλαφ καὶ τὸν Βαθουηλ

22:23 καὶ Βαθουηλ ἐγέννησεν τὴν Ρεβεκκαν ὀκτὼ οὑ̃τοι υἱοί οὓς ἔτεκεν Μελχα τω̨̃ Ναχωρ τω̨̃ ἀδελφω̨̃ Αβρααμ

22:24 καὶ ἡ παλλακὴ αὐτου̃ ἡ̨̃ ὄνομα Ρεημα ἔτεκεν καὶ αὐτὴ τὸν Ταβεκ καὶ τὸν Γααμ καὶ τὸν Τοχος καὶ τὸν Μωχα

23:1 ἐγένετο δὲ ἡ ζωὴ Σαρρας ἔτη ἑκατὸν εἴκοσι ἑπτά

23:2 καὶ ἀπέθανεν Σαρρα ἐν πόλει Αρβοκ ἥ ἐστιν ἐν τω̨̃ κοιλώματι αὕτη ἐστὶν Χεβρων ἐν γη̨̃ Χανααν ἠ̃λθεν δὲ Αβρααμ κόψασθαι Σαρραν καὶ πενθη̃σαι

23:3 καὶ ἀνέστη Αβρααμ ἀπὸ του̃ νεκρου̃ αὐτου̃ καὶ εἰ̃πεν τοι̃ς υἱοι̃ς Χετ λέγων

23:4 πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ' ὑμω̃ν δότε οὐ̃ν μοι κτη̃σιν τάφου μεθ' ὑμω̃ν καὶ θάψω τὸν νεκρόν μου ἀπ' ἐμου̃

23:5 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χετ πρὸς Αβρααμ λέγοντες

23:6 μή κύριε ἄκουσον δὲ ἡμω̃ν βασιλεὺς παρὰ θεου̃ εἰ̃ σὺ ἐν ἡμι̃ν ἐν τοι̃ς ἐκλεκτοι̃ς μνημείοις ἡμω̃ν θάψον τὸν νεκρόν σου οὐδεὶς γὰρ ἡμω̃ν τὸ μνημει̃ον αὐτου̃ κωλύσει ἀπὸ σου̃ του̃ θάψαι τὸν νεκρόν σου ἐκει̃

23:7 ἀναστὰς δὲ Αβρααμ προσεκύνησεν τω̨̃ λαω̨̃ τη̃ς γη̃ς τοι̃ς υἱοι̃ς Χετ

23:8 καὶ ἐλάλησεν πρὸς αὐτοὺς Αβρααμ λέγων εἰ ἔχετε τη̨̃ ψυχη̨̃ ὑμω̃ν ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμου̃ Εφρων τω̨̃ του̃ Σααρ

23:9 καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλου̃ν ὅ ἐστιν αὐτω̨̃ τὸ ὂν ἐν μέρει του̃ ἀγρου̃ αὐτου̃ ἀργυρίου του̃ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμι̃ν εἰς κτη̃σιν μνημείου

23:10 Εφρων δὲ ἐκάθητο ἐν μέσω̨ τω̃ν υἱω̃ν Χετ ἀποκριθεὶς δὲ Εφρων ὁ Χετται̃ος πρὸς Αβρααμ εἰ̃πεν ἀκουόντων τω̃ν υἱω̃ν Χετ καὶ πάντων τω̃ν εἰσπορευομένων εἰς τὴν πόλιν λέγων

23:11 παρ' ἐμοὶ γενου̃ κύριε καὶ ἄκουσόν μου τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτω̨̃ σοι δίδωμι ἐναντίον πάντων τω̃ν πολιτω̃ν μου δέδωκά σοι θάψον τὸν νεκρόν σου

23:12 καὶ προσεκύνησεν Αβρααμ ἐναντίον του̃ λαου̃ τη̃ς γη̃ς

23:13 καὶ εἰ̃πεν τω̨̃ Εφρων εἰς τὰ ὠ̃τα του̃ λαου̃ τη̃ς γη̃ς ἐπειδὴ πρὸς ἐμου̃ εἰ̃ ἄκουσόν μου τὸ ἀργύριον του̃ ἀγρου̃ λαβὲ παρ' ἐμου̃ καὶ θάψω τὸν νεκρόν μου ἐκει̃

23:14 ἀπεκρίθη δὲ Εφρων τω̨̃ Αβρααμ λέγων

23:15 οὐχί κύριε ἀκήκοα γη̃ τετρακοσίων διδράχμων ἀργυρίου ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ τί ἂν εἴη του̃το σὺ δὲ τὸν νεκρόν σου θάψον

23:16 καὶ ἤκουσεν Αβρααμ του̃ Εφρων καὶ ἀπεκατέστησεν Αβρααμ τω̨̃ Εφρων τὸ ἀργύριον ὃ ἐλάλησεν εἰς τὰ ὠ̃τα τω̃ν υἱω̃ν Χετ τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις

23:17 καὶ ἔστη ὁ ἀγρὸς Εφρων ὃς ἠ̃ν ἐν τω̨̃ διπλω̨̃ σπηλαίω̨ ὅς ἐστιν κατὰ πρόσωπον Μαμβρη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἠ̃ν ἐν αὐτω̨̃ καὶ πα̃ν δένδρον ὃ ἠ̃ν ἐν τω̨̃ ἀγρω̨̃ ὅ ἐστιν ἐν τοι̃ς ὁρίοις αὐτου̃ κύκλω̨

23:18 τω̨̃ Αβρααμ εἰς κτη̃σιν ἐναντίον τω̃ν υἱω̃ν Χετ καὶ πάντων τω̃ν εἰσπορευομένων εἰς τὴν πόλιν

23:19 μετὰ ταυ̃τα ἔθαψεν Αβρααμ Σαρραν τὴν γυναι̃κα αὐτου̃ ἐν τω̨̃ σπηλαίω̨ του̃ ἀγρου̃ τω̨̃ διπλω̨̃ ὅ ἐστιν ἀπέναντι Μαμβρη αὕτη ἐστὶν Χεβρων ἐν τη̨̃ γη̨̃ Χανααν

23:20 καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἠ̃ν ἐν αὐτω̨̃ τω̨̃ Αβρααμ εἰς κτη̃σιν τάφου παρὰ τω̃ν υἱω̃ν Χετ

24:1 καὶ Αβρααμ ἠ̃ν πρεσβύτερος προβεβηκὼς ἡμερω̃ν καὶ κύριος εὐλόγησεν τὸν Αβρααμ κατὰ πάντα

24:2 καὶ εἰ̃πεν Αβρααμ τω̨̃ παιδὶ αὐτου̃ τω̨̃ πρεσβυτέρω̨ τη̃ς οἰκίας αὐτου̃ τω̨̃ ἄρχοντι πάντων τω̃ν αὐτου̃ θὲς τὴν χει̃ρά σου ὑπὸ τὸν μηρόν μου

24:3 καὶ ἐξορκιω̃ σε κύριον τὸν θεὸν του̃ οὐρανου̃ καὶ τὸν θεὸν τη̃ς γη̃ς ἵνα μὴ λάβη̨ς γυναι̃κα τω̨̃ υἱω̨̃ μου Ισαακ ἀπὸ τω̃ν θυγατέρων τω̃ν Χαναναίων μεθ' ὡ̃ν ἐγὼ οἰκω̃ ἐν αὐτοι̃ς

24:4 ἀλλὰ εἰς τὴν γη̃ν μου οὑ̃ ἐγενόμην πορεύση̨ καὶ εἰς τὴν φυλήν μου καὶ λήμψη̨ γυναι̃κα τω̨̃ υἱω̨̃ μου Ισαακ ἐκει̃θεν

24:5 εἰ̃πεν δὲ πρὸς αὐτὸν ὁ παι̃ς μήποτε οὐ βούλεται ἡ γυνὴ πορευθη̃ναι μετ' ἐμου̃ ὀπίσω εἰς τὴν γη̃ν ταύτην ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γη̃ν ὅθεν ἐξη̃λθες ἐκει̃θεν

24:6 εἰ̃πεν δὲ πρὸς αὐτὸν Αβρααμ πρόσεχε σεαυτω̨̃ μὴ ἀποστρέψη̨ς τὸν υἱόν μου ἐκει̃

24:7 κύριος ὁ θεὸς του̃ οὐρανου̃ καὶ ὁ θεὸς τη̃ς γη̃ς ὃς ἔλαβέν με ἐκ του̃ οἴκου του̃ πατρός μου καὶ ἐκ τη̃ς γη̃ς ἡ̃ς ἐγενήθην ὃς ἐλάλησέν μοι καὶ ὤμοσέν μοι λέγων σοὶ δώσω τὴν γη̃ν ταύτην καὶ τω̨̃ σπέρματί σου αὐτὸς ἀποστελει̃ τὸν ἄγγελον αὐτου̃ ἔμπροσθέν σου καὶ λήμψη̨ γυναι̃κα τω̨̃ υἱω̨̃ μου Ισαακ ἐκει̃θεν

24:8 ἐὰν δὲ μὴ θέλη̨ ἡ γυνὴ πορευθη̃ναι μετὰ σου̃ εἰς τὴν γη̃ν ταύτην καθαρὸς ἔση̨ ἀπὸ του̃ ὅρκου τούτου μόνον τὸν υἱόν μου μὴ ἀποστρέψη̨ς ἐκει̃

24:9 καὶ ἔθηκεν ὁ παι̃ς τὴν χει̃ρα αὐτου̃ ὑπὸ τὸν μηρὸν Αβρααμ του̃ κυρίου αὐτου̃ καὶ ὤμοσεν αὐτω̨̃ περὶ του̃ ῥήματος τούτου

24:10 καὶ ἔλαβεν ὁ παι̃ς δέκα καμήλους ἀπὸ τω̃ν καμήλων του̃ κυρίου αὐτου̃ καὶ ἀπὸ πάντων τω̃ν ἀγαθω̃ν του̃ κυρίου αὐτου̃ μεθ' ἑαυτου̃ καὶ ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχωρ

24:11 καὶ ἐκοίμισεν τὰς καμήλους ἔξω τη̃ς πόλεως παρὰ τὸ φρέαρ του̃ ὕδατος τὸ πρὸς ὀψέ ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι

24:12 καὶ εἰ̃πεν κύριε ὁ θεὸς του̃ κυρίου μου Αβρααμ εὐόδωσον ἐναντίον ἐμου̃ σήμερον καὶ ποίησον ἔλεος μετὰ του̃ κυρίου μου Αβρααμ

24:13 ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τη̃ς πηγη̃ς του̃ ὕδατος αἱ δὲ θυγατέρες τω̃ν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλη̃σαι ὕδωρ

24:14 καὶ ἔσται ἡ παρθένος ἡ̨̃ ἂν ἐγὼ εἴπω ἐπίκλινον τὴν ὑδρίαν σου ἵνα πίω καὶ εἴπη̨ μοι πίε καὶ τὰς καμήλους σου ποτιω̃ ἕως ἂν παύσωνται πίνουσαι ταύτην ἡτοίμασας τω̨̃ παιδί σου Ισαακ καὶ ἐν τούτω̨ γνώσομαι ὅτι ἐποίησας ἔλεος τω̨̃ κυρίω̨ μου Αβρααμ

24:15 καὶ ἐγένετο πρὸ του̃ συντελέσαι αὐτὸν λαλου̃ντα ἐν τη̨̃ διανοία̨ καὶ ἰδοὺ Ρεβεκκα ἐξεπορεύετο ἡ τεχθει̃σα Βαθουηλ υἱω̨̃ Μελχας τη̃ς γυναικὸς Ναχωρ ἀδελφου̃ δὲ Αβρααμ ἔχουσα τὴν ὑδρίαν ἐπὶ τω̃ν ὤμων αὐτη̃ς

24:16 ἡ δὲ παρθένος ἠ̃ν καλὴ τη̨̃ ὄψει σφόδρα παρθένος ἠ̃ν ἀνὴρ οὐκ ἔγνω αὐτήν καταβα̃σα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησεν τὴν ὑδρίαν καὶ ἀνέβη

24:17 ἐπέδραμεν δὲ ὁ παι̃ς εἰς συνάντησιν αὐτη̃ς καὶ εἰ̃πεν πότισόν με μικρὸν ὕδωρ ἐκ τη̃ς ὑδρίας σου

24:18 ἡ δὲ εἰ̃πεν πίε κύριε καὶ ἔσπευσεν καὶ καθει̃λεν τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτη̃ς καὶ ἐπότισεν αὐτόν

24:19 ἕως ἐπαύσατο πίνων καὶ εἰ̃πεν καὶ ται̃ς καμήλοις σου ὑδρεύσομαι ἕως ἂν πα̃σαι πίωσιν

24:20 καὶ ἔσπευσεν καὶ ἐξεκένωσεν τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον καὶ ἔδραμεν ἔτι ἐπὶ τὸ φρέαρ ἀντλη̃σαι καὶ ὑδρεύσατο πάσαις ται̃ς καμήλοις

24:21 ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν καὶ παρεσιώπα του̃ γνω̃ναι εἰ εὐόδωκεν κύριος τὴν ὁδὸν αὐτου̃ ἢ οὔ

24:22 ἐγένετο δὲ ἡνίκα ἐπαύσαντο πα̃σαι αἱ κάμηλοι πίνουσαι ἔλαβεν ὁ ἄνθρωπος ἐνώτια χρυσα̃ ἀνὰ δραχμὴν ὁλκη̃ς καὶ δύο ψέλια ἐπὶ τὰς χει̃ρας αὐτη̃ς δέκα χρυσω̃ν ὁλκὴ αὐτω̃ν

24:23 καὶ ἐπηρώτησεν αὐτὴν καὶ εἰ̃πεν θυγάτηρ τίνος εἰ̃ ἀνάγγειλόν μοι εἰ ἔστιν παρὰ τω̨̃ πατρί σου τόπος ἡμι̃ν καταλυ̃σαι

24:24 καὶ εἰ̃πεν αὐτω̨̃ θυγάτηρ Βαθουηλ εἰμὶ ἐγὼ του̃ Μελχας ὃν ἔτεκεν τω̨̃ Ναχωρ

24:25 καὶ εἰ̃πεν αὐτω̨̃ καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ' ἡμι̃ν καὶ τόπος του̃ καταλυ̃σαι

24:26 καὶ εὐδοκήσας ὁ ἄνθρωπος προσεκύνησεν κυρίω̨

24:27 καὶ εἰ̃πεν εὐλογητὸς κύριος ὁ θεὸς του̃ κυρίου μου Αβρααμ ὃς οὐκ ἐγκατέλιπεν τὴν δικαιοσύνην αὐτου̃ καὶ τὴν ἀλήθειαν ἀπὸ του̃ κυρίου μου ἐμὲ εὐόδωκεν κύριος εἰς οἰ̃κον του̃ ἀδελφου̃ του̃ κυρίου μου

24:28 καὶ δραμου̃σα ἡ παι̃ς ἀπήγγειλεν εἰς τὸν οἰ̃κον τη̃ς μητρὸς αὐτη̃ς κατὰ τὰ ῥήματα ταυ̃τα

24:29 τη̨̃ δὲ Ρεβεκκα ἀδελφὸς ἠ̃ν ὡ̨̃ ὄνομα Λαβαν καὶ ἔδραμεν Λαβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν

24:30 καὶ ἐγένετο ἡνίκα εἰ̃δεν τὰ ἐνώτια καὶ τὰ ψέλια ἐπὶ τὰς χει̃ρας τη̃ς ἀδελφη̃ς αὐτου̃ καὶ ὅτε ἤκουσεν τὰ ῥήματα Ρεβεκκας τη̃ς ἀδελφη̃ς αὐτου̃ λεγούσης οὕτως λελάληκέν μοι ὁ ἄνθρωπος καὶ ἠ̃λθεν πρὸς τὸν ἄνθρωπον ἑστηκότος αὐτου̃ ἐπὶ τω̃ν καμήλων ἐπὶ τη̃ς πηγη̃ς

24:31 καὶ εἰ̃πεν αὐτω̨̃ δευ̃ρο εἴσελθε εὐλογητὸς κύριος ἵνα τί ἕστηκας ἔξω ἐγὼ δὲ ἡτοίμακα τὴν οἰκίαν καὶ τόπον ται̃ς καμήλοις

24:32 εἰση̃λθεν δὲ ὁ ἄνθρωπος εἰς τὴν οἰκίαν καὶ ἀπέσαξεν τὰς καμήλους καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ται̃ς καμήλοις καὶ ὕδωρ νίψασθαι τοι̃ς ποσὶν αὐτου̃ καὶ τοι̃ς ποσὶν τω̃ν ἀνδρω̃ν τω̃ν μετ' αὐτου̃

24:33 καὶ παρέθηκεν αὐτοι̃ς ἄρτους φαγει̃ν καὶ εἰ̃πεν οὐ μὴ φάγω ἕως του̃ λαλη̃σαί με τὰ ῥήματά μου καὶ εἰ̃παν λάλησον

24:34 καὶ εἰ̃πεν παι̃ς Αβρααμ ἐγώ εἰμι

24:35 κύριος δὲ εὐλόγησεν τὸν κύριόν μου σφόδρα καὶ ὑψώθη καὶ ἔδωκεν αὐτω̨̃ πρόβατα καὶ μόσχους ἀργύριον καὶ χρυσίον παι̃δας καὶ παιδίσκας καμήλους καὶ ὄνους

24:36 καὶ ἔτεκεν Σαρρα ἡ γυνὴ του̃ κυρίου μου υἱὸν ἕνα τω̨̃ κυρίω̨ μου μετὰ τὸ γηρα̃σαι αὐτόν καὶ ἔδωκεν αὐτω̨̃ ὅσα ἠ̃ν αὐτω̨̃

24:37 καὶ ὥρκισέν με ὁ κύριός μου λέγων οὐ λήμψη̨ γυναι̃κα τω̨̃ υἱω̨̃ μου ἀπὸ τω̃ν θυγατέρων τω̃ν Χαναναίων ἐν οἱ̃ς ἐγὼ παροικω̃ ἐν τη̨̃ γη̨̃ αὐτω̃ν

24:38 ἀλλ' ἢ εἰς τὸν οἰ̃κον του̃ πατρός μου πορεύση̨ καὶ εἰς τὴν φυλήν μου καὶ λήμψη̨ γυναι̃κα τω̨̃ υἱω̨̃ μου ἐκει̃θεν

24:39 εἰ̃πα δὲ τω̨̃ κυρίω̨ μου μήποτε οὐ πορεύσεται ἡ γυνὴ μετ' ἐμου̃

24:40 καὶ εἰ̃πέν μοι κύριος ὡ̨̃ εὐηρέστησα ἐναντίον αὐτου̃ αὐτὸς ἀποστελει̃ τὸν ἄγγελον αὐτου̃ μετὰ σου̃ καὶ εὐοδώσει τὴν ὁδόν σου καὶ λήμψη̨ γυναι̃κα τω̨̃ υἱω̨̃ μου ἐκ τη̃ς φυλη̃ς μου καὶ ἐκ του̃ οἴκου του̃ πατρός μου

24:41 τότε ἀθω̨̃ος ἔση̨ ἀπὸ τη̃ς ἀρα̃ς μου ἡνίκα γὰρ ἐὰν ἔλθη̨ς εἰς τὴν ἐμὴν φυλὴν καὶ μή σοι δω̃σιν καὶ ἔση̨ ἀθω̨̃ος ἀπὸ του̃ ὁρκισμου̃ μου

24:42 καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἰ̃πα κύριε ὁ θεὸς του̃ κυρίου μου Αβρααμ εἰ σὺ εὐοδοι̃ς τὴν ὁδόν μου ἣν νυ̃ν ἐγὼ πορεύομαι ἐπ' αὐτήν

24:43 ἰδοὺ ἐγὼ ἐφέστηκα ἐπὶ τη̃ς πηγη̃ς του̃ ὕδατος καὶ αἱ θυγατέρες τω̃ν ἀνθρώπων τη̃ς πόλεως ἐξελεύσονται ὑδρεύσασθαι ὕδωρ καὶ ἔσται ἡ παρθένος ἡ̨̃ ἂν ἐγὼ εἴπω πότισόν με μικρὸν ὕδωρ ἐκ τη̃ς ὑδρίας σου

24:44 καὶ εἴπη̨ μοι καὶ σὺ πίε καὶ ται̃ς καμήλοις σου ὑδρεύσομαι αὕτη ἡ γυνή ἣν ἡτοίμασεν κύριος τω̨̃ ἑαυτου̃ θεράποντι Ισαακ καὶ ἐν τούτω̨ γνώσομαι ὅτι πεποίηκας ἔλεος τω̨̃ κυρίω̨ μου Αβρααμ

24:45 καὶ ἐγένετο πρὸ του̃ συντελέσαι με λαλου̃ντα ἐν τη̨̃ διανοία̨ εὐθὺς Ρεβεκκα ἐξεπορεύετο ἔχουσα τὴν ὑδρίαν ἐπὶ τω̃ν ὤμων καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο εἰ̃πα δὲ αὐτη̨̃ πότισόν με

24:46 καὶ σπεύσασα καθει̃λεν τὴν ὑδρίαν αὐτη̃ς ἀφ' ἑαυτη̃ς καὶ εἰ̃πεν πίε σύ καὶ τὰς καμήλους σου ποτιω̃ καὶ ἔπιον καὶ τὰς καμήλους μου ἐπότισεν

24:47 καὶ ἠρώτησα αὐτὴν καὶ εἰ̃πα τίνος εἰ̃ θυγάτηρ ἡ δὲ ἔφη θυγάτηρ Βαθουηλ εἰμὶ του̃ υἱου̃ Ναχωρ ὃν ἔτεκεν αὐτω̨̃ Μελχα καὶ περιέθηκα αὐτη̨̃ τὰ ἐνώτια καὶ τὰ ψέλια περὶ τὰς χει̃ρας αὐτη̃ς

24:48 καὶ εὐδοκήσας προσεκύνησα κυρίω̨ καὶ εὐλόγησα κύριον τὸν θεὸν του̃ κυρίου μου Αβρααμ ὃς εὐόδωσέν μοι ἐν ὁδω̨̃ ἀληθείας λαβει̃ν τὴν θυγατέρα του̃ ἀδελφου̃ του̃ κυρίου μου τω̨̃ υἱω̨̃ αὐτου̃

24:49 εἰ οὐ̃ν ποιει̃τε ὑμει̃ς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου ἀπαγγείλατέ μοι εἰ δὲ μή ἀπαγγείλατέ μοι ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἢ εἰς ἀριστεράν

24:50 ἀποκριθεὶς δὲ Λαβαν καὶ Βαθουηλ εἰ̃παν παρὰ κυρίου ἐξη̃λθεν τὸ πρόσταγμα του̃το οὐ δυνησόμεθα οὐ̃ν σοι ἀντειπει̃ν κακὸν καλω̨̃

24:51 ἰδοὺ Ρεβεκκα ἐνώπιόν σου λαβὼν ἀπότρεχε καὶ ἔστω γυνὴ τω̨̃ υἱω̨̃ του̃ κυρίου σου καθὰ ἐλάλησεν κύριος

24:52 ἐγένετο δὲ ἐν τω̨̃ ἀκου̃σαι τὸν παι̃δα τὸν Αβρααμ τω̃ν ῥημάτων τούτων προσεκύνησεν ἐπὶ τὴν γη̃ν κυρίω̨

24:53 καὶ ἐξενέγκας ὁ παι̃ς σκεύη ἀργυρα̃ καὶ χρυσα̃ καὶ ἱματισμὸν ἔδωκεν Ρεβεκκα καὶ δω̃ρα ἔδωκεν τω̨̃ ἀδελφω̨̃ αὐτη̃ς καὶ τη̨̃ μητρὶ αὐτη̃ς

24:54 καὶ ἔφαγον καὶ ἔπιον αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ' αὐτου̃ ὄντες καὶ ἐκοιμήθησαν καὶ ἀναστὰς πρωὶ εἰ̃πεν ἐκπέμψατέ με ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου

24:55 εἰ̃παν δὲ οἱ ἀδελφοὶ αὐτη̃ς καὶ ἡ μήτηρ μεινάτω ἡ παρθένος μεθ' ἡμω̃ν ἡμέρας ὡσεὶ δέκα καὶ μετὰ ταυ̃τα ἀπελεύσεται

24:56 ὁ δὲ εἰ̃πεν πρὸς αὐτούς μὴ κατέχετέ με καὶ κύριος εὐόδωσεν τὴν ὁδόν μου ἐκπέμψατέ με ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου

24:57 οἱ δὲ εἰ̃παν καλέσωμεν τὴν παι̃δα καὶ ἐρωτήσωμεν τὸ στόμα αὐτη̃ς

24:58 καὶ ἐκάλεσαν Ρεβεκκαν καὶ εἰ̃παν αὐτη̨̃ πορεύση̨ μετὰ του̃ ἀνθρώπου τούτου ἡ δὲ εἰ̃πεν πορεύσομαι

24:59 καὶ ἐξέπεμψαν Ρεβεκκαν τὴν ἀδελφὴν αὐτω̃ν καὶ τὰ ὑπάρχοντα αὐτη̃ς καὶ τὸν παι̃δα τὸν Αβρααμ καὶ τοὺς μετ' αὐτου̃

24:60 καὶ εὐλόγησαν Ρεβεκκαν τὴν ἀδελφὴν αὐτω̃ν καὶ εἰ̃παν αὐτη̨̃ ἀδελφὴ ἡμω̃ν εἰ̃ γίνου εἰς χιλιάδας μυριάδων καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τω̃ν ὑπεναντίων

24:61 ἀναστα̃σα δὲ Ρεβεκκα καὶ αἱ ἅβραι αὐτη̃ς ἐπέβησαν ἐπὶ τὰς καμήλους καὶ ἐπορεύθησαν μετὰ του̃ ἀνθρώπου καὶ ἀναλαβὼν ὁ παι̃ς τὴν Ρεβεκκαν ἀπη̃λθεν

24:62 Ισαακ δὲ ἐπορεύετο διὰ τη̃ς ἐρήμου κατὰ τὸ φρέαρ τη̃ς ὁράσεως αὐτὸς δὲ κατώ̨κει ἐν τη̨̃ γη̨̃ τη̨̃ πρὸς λίβα

24:63 καὶ ἐξη̃λθεν Ισαακ ἀδολεσχη̃σαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης καὶ ἀναβλέψας τοι̃ς ὀφθαλμοι̃ς εἰ̃δεν καμήλους ἐρχομένας

24:64 καὶ ἀναβλέψασα Ρεβεκκα τοι̃ς ὀφθαλμοι̃ς εἰ̃δεν τὸν Ισαακ καὶ κατεπήδησεν ἀπὸ τη̃ς καμήλου

24:65 καὶ εἰ̃πεν τω̨̃ παιδί τίς ἐστιν ὁ ἄνθρωπος ἐκει̃νος ὁ πορευόμενος ἐν τω̨̃ πεδίω̨ εἰς συνάντησιν ἡμι̃ν εἰ̃πεν δὲ ὁ παι̃ς οὑ̃τός ἐστιν ὁ κύριός μου ἡ δὲ λαβου̃σα τὸ θέριστρον περιεβάλετο

24:66 καὶ διηγήσατο ὁ παι̃ς τω̨̃ Ισαακ πάντα τὰ ῥήματα ἃ ἐποίησεν

24:67 εἰση̃λθεν δὲ Ισαακ εἰς τὸν οἰ̃κον τη̃ς μητρὸς αὐτου̃ καὶ ἔλαβεν τὴν Ρεβεκκαν καὶ ἐγένετο αὐτου̃ γυνή καὶ ἠγάπησεν αὐτήν καὶ παρεκλήθη Ισαακ περὶ Σαρρας τη̃ς μητρὸς αὐτου̃

25:1 προσθέμενος δὲ Αβρααμ ἔλαβεν γυναι̃κα ἡ̨̃ ὄνομα Χεττουρα

25:2 ἔτεκεν δὲ αὐτω̨̃ τὸν Ζεμραν καὶ τὸν Ιεξαν καὶ τὸν Μαδαν καὶ τὸν Μαδιαμ καὶ τὸν Ιεσβοκ καὶ τὸν Σωυε

25:3 Ιεξαν δὲ ἐγέννησεν τὸν Σαβα καὶ τὸν Θαιμαν καὶ τὸν Δαιδαν υἱοὶ δὲ Δαιδαν ἐγένοντο Ραγουηλ καὶ Ναβδεηλ καὶ Ασσουριιμ καὶ Λατουσιιμ καὶ Λοωμιμ

25:4 υἱοὶ δὲ Μαδιαμ Γαιφα καὶ Αφερ καὶ Ενωχ καὶ Αβιρα καὶ Ελραγα πάντες οὑ̃τοι ἠ̃σαν υἱοὶ Χεττουρας

25:5 ἔδωκεν δὲ Αβρααμ πάντα τὰ ὑπάρχοντα αὐτου̃ Ισαακ τω̨̃ υἱω̨̃ αὐτου̃

25:6 καὶ τοι̃ς υἱοι̃ς τω̃ν παλλακω̃ν αὐτου̃ ἔδωκεν Αβρααμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ισαακ του̃ υἱου̃ αὐτου̃ ἔτι ζω̃ντος αὐτου̃ πρὸς ἀνατολὰς εἰς γη̃ν ἀνατολω̃ν

25:7 ταυ̃τα δὲ τὰ ἔτη ἡμερω̃ν ζωη̃ς Αβρααμ ὅσα ἔζησεν ἑκατὸν ἑβδομήκοντα πέντε ἔτη

25:8 καὶ ἐκλιπὼν ἀπέθανεν Αβρααμ ἐν γήρει καλω̨̃ πρεσβύτης καὶ πλήρης ἡμερω̃ν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτου̃

25:9 καὶ ἔθαψαν αὐτὸν Ισαακ καὶ Ισμαηλ οἱ υἱοὶ αὐτου̃ εἰς τὸ σπήλαιον τὸ διπλου̃ν εἰς τὸν ἀγρὸν Εφρων του̃ Σααρ του̃ Χετταίου ὅ ἐστιν ἀπέναντι Μαμβρη

25:10 τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ὃ ἐκτήσατο Αβρααμ παρὰ τω̃ν υἱω̃ν Χετ ἐκει̃ ἔθαψαν Αβρααμ καὶ Σαρραν τὴν γυναι̃κα αὐτου̃

25:11 ἐγένετο δὲ μετὰ τὸ ἀποθανει̃ν Αβρααμ εὐλόγησεν ὁ θεὸς Ισαακ τὸν υἱὸν αὐτου̃ καὶ κατώ̨κησεν Ισαακ παρὰ τὸ φρέαρ τη̃ς ὁράσεως

25:12 αὑ̃ται δὲ αἱ γενέσεις Ισμαηλ του̃ υἱου̃ Αβρααμ ὃν ἔτεκεν Αγαρ ἡ παιδίσκη Σαρρας τω̨̃ Αβρααμ

25:13 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Ισμαηλ κατ' ὄνομα τω̃ν γενεω̃ν αὐτου̃ πρωτότοκος Ισμαηλ Ναβαιωθ καὶ Κηδαρ καὶ Ναβδεηλ καὶ Μασσαμ

25:14 καὶ Μασμα καὶ Ιδουμα καὶ Μασση

25:15 καὶ Χοδδαδ καὶ Θαιμαν καὶ Ιετουρ καὶ Ναφες καὶ Κεδμα

25:16 οὑ̃τοί εἰσιν οἱ υἱοὶ Ισμαηλ καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν ἐν ται̃ς σκηναι̃ς αὐτω̃ν καὶ ἐν ται̃ς ἐπαύλεσιν αὐτω̃ν δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτω̃ν

25:17 καὶ ταυ̃τα τὰ ἔτη τη̃ς ζωη̃ς Ισμαηλ ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτου̃

25:18 κατώ̨κησεν δὲ ἀπὸ Ευιλατ ἕως Σουρ ἥ ἐστιν κατὰ πρόσωπον Αἰγύπτου ἕως ἐλθει̃ν πρὸς 'Ασσυρίους κατὰ πρόσωπον πάντων τω̃ν ἀδελφω̃ν αὐτου̃ κατώ̨κησεν

25:19 καὶ αὑ̃ται αἱ γενέσεις Ισαακ του̃ υἱου̃ Αβρααμ Αβρααμ ἐγέννησεν τὸν Ισαακ

25:20 ἠ̃ν δὲ Ισαακ ἐτω̃ν τεσσαράκοντα ὅτε ἔλαβεν τὴν Ρεβεκκαν θυγατέρα Βαθουηλ του̃ Σύρου ἐκ τη̃ς Μεσοποταμίας ἀδελφὴν Λαβαν του̃ Σύρου ἑαυτω̨̃ γυναι̃κα

25:21 ἐδει̃το δὲ Ισαακ κυρίου περὶ Ρεβεκκας τη̃ς γυναικὸς αὐτου̃ ὅτι στει̃ρα ἠ̃ν ἐπήκουσεν δὲ αὐτου̃ ὁ θεός καὶ ἔλαβεν ἐν γαστρὶ Ρεβεκκα ἡ γυνὴ αὐτου̃

25:22 ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτη̨̃ εἰ̃πεν δέ εἰ οὕτως μοι μέλλει γίνεσθαι ἵνα τί μοι του̃το ἐπορεύθη δὲ πυθέσθαι παρὰ κυρίου

25:23 καὶ εἰ̃πεν κύριος αὐτη̨̃ δύο ἔθνη ἐν τη̨̃ γαστρί σού εἰσιν καὶ δύο λαοὶ ἐκ τη̃ς κοιλίας σου διασταλήσονται καὶ λαὸς λαου̃ ὑπερέξει καὶ ὁ μείζων δουλεύσει τω̨̃ ἐλάσσονι

25:24 καὶ ἐπληρώθησαν αἱ ἡμέραι του̃ τεκει̃ν αὐτήν καὶ τη̨̃δε ἠ̃ν δίδυμα ἐν τη̨̃ κοιλία̨ αὐτη̃ς

25:25 ἐξη̃λθεν δὲ ὁ υἱὸς ὁ πρωτότοκος πυρράκης ὅλος ὡσεὶ δορὰ δασύς ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτου̃ Ησαυ

25:26 καὶ μετὰ του̃το ἐξη̃λθεν ὁ ἀδελφὸς αὐτου̃ καὶ ἡ χεὶρ αὐτου̃ ἐπειλημμένη τη̃ς πτέρνης Ησαυ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ιακωβ Ισαακ δὲ ἠ̃ν ἐτω̃ν ἑξήκοντα ὅτε ἔτεκεν αὐτοὺς Ρεβεκκα

25:27 ηὐξήθησαν δὲ οἱ νεανίσκοι καὶ ἠ̃ν Ησαυ ἄνθρωπος εἰδὼς κυνηγει̃ν ἄγροικος Ιακωβ δὲ ἠ̃ν ἄνθρωπος ἄπλαστος οἰκω̃ν οἰκίαν

25:28 ἠγάπησεν δὲ Ισαακ τὸν Ησαυ ὅτι ἡ θήρα αὐτου̃ βρω̃σις αὐτω̨̃ Ρεβεκκα δὲ ἠγάπα τὸν Ιακωβ

25:29 ἥψησεν δὲ Ιακωβ ἕψεμα ἠ̃λθεν δὲ Ησαυ ἐκ του̃ πεδίου ἐκλείπων

25:30 καὶ εἰ̃πεν Ησαυ τω̨̃ Ιακωβ γευ̃σόν με ἀπὸ του̃ ἑψέματος του̃ πυρρου̃ τούτου ὅτι ἐκλείπω διὰ του̃το ἐκλήθη τὸ ὄνομα αὐτου̃ Εδωμ

25:31 εἰ̃πεν δὲ Ιακωβ τω̨̃ Ησαυ ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί

25:32 εἰ̃πεν δὲ Ησαυ ἰδοὺ ἐγὼ πορεύομαι τελευτα̃ν καὶ ἵνα τί μοι ταυ̃τα τὰ πρωτοτόκια

25:33 καὶ εἰ̃πεν αὐτω̨̃ Ιακωβ ὄμοσόν μοι σήμερον καὶ ὤμοσεν αὐτω̨̃ ἀπέδοτο δὲ Ησαυ τὰ πρωτοτόκια τω̨̃ Ιακωβ

25:34 Ιακωβ δὲ ἔδωκεν τω̨̃ Ησαυ ἄρτον καὶ ἕψεμα φακου̃ καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἀναστὰς ὤ̨χετο καὶ ἐφαύλισεν Ησαυ τὰ πρωτοτόκια

26:1 ἐγένετο δὲ λιμὸς ἐπὶ τη̃ς γη̃ς χωρὶς του̃ λιμου̃ του̃ πρότερον ὃς ἐγένετο ἐν τω̨̃ χρόνω̨ τω̨̃ Αβρααμ ἐπορεύθη δὲ Ισαακ πρὸς Αβιμελεχ βασιλέα Φυλιστιιμ εἰς Γεραρα

26:2 ὤφθη δὲ αὐτω̨̃ κύριος καὶ εἰ̃πεν μὴ καταβη̨̃ς εἰς Αἴγυπτον κατοίκησον δὲ ἐν τη̨̃ γη̨̃ ἡ̨̃ ἄν σοι εἴπω

26:3 καὶ παροίκει ἐν τη̨̃ γη̨̃ ταύτη̨ καὶ ἔσομαι μετὰ σου̃ καὶ εὐλογήσω σε σοὶ γὰρ καὶ τω̨̃ σπέρματί σου δώσω πα̃σαν τὴν γη̃ν ταύτην καὶ στήσω τὸν ὅρκον μου ὃν ὤμοσα Αβρααμ τω̨̃ πατρί σου

26:4 καὶ πληθυνω̃ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας του̃ οὐρανου̃ καὶ δώσω τω̨̃ σπέρματί σου πα̃σαν τὴν γη̃ν ταύτην καὶ ἐνευλογηθήσονται ἐν τω̨̃ σπέρματί σου πάντα τὰ ἔθνη τη̃ς γη̃ς

26:5 ἀνθ' ὡ̃ν ὑπήκουσεν Αβρααμ ὁ πατήρ σου τη̃ς ἐμη̃ς φωνη̃ς καὶ ἐφύλαξεν τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου

26:6 καὶ κατώ̨κησεν Ισαακ ἐν Γεραροις

26:7 ἐπηρώτησαν δὲ οἱ ἄνδρες του̃ τόπου περὶ Ρεβεκκας τη̃ς γυναικὸς αὐτου̃ καὶ εἰ̃πεν ἀδελφή μού ἐστιν ἐφοβήθη γὰρ εἰπει̃ν ὅτι γυνή μού ἐστιν μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες του̃ τόπου περὶ Ρεβεκκας ὅτι ὡραία τη̨̃ ὄψει ἠ̃ν

26:8 ἐγένετο δὲ πολυχρόνιος ἐκει̃ παρακύψας δὲ Αβιμελεχ ὁ βασιλεὺς Γεραρων διὰ τη̃ς θυρίδος εἰ̃δεν τὸν Ισαακ παίζοντα μετὰ Ρεβεκκας τη̃ς γυναικὸς αὐτου̃

26:9 ἐκάλεσεν δὲ Αβιμελεχ τὸν Ισαακ καὶ εἰ̃πεν αὐτω̨̃ ἄρα γε γυνή σού ἐστιν τί ὅτι εἰ̃πας ἀδελφή μού ἐστιν εἰ̃πεν δὲ αὐτω̨̃ Ισαακ εἰ̃πα γάρ μήποτε ἀποθάνω δι' αὐτήν

26:10 εἰ̃πεν δὲ αὐτω̨̃ Αβιμελεχ τί του̃το ἐποίησας ἡμι̃ν μικρου̃ ἐκοιμήθη τις του̃ γένους μου μετὰ τη̃ς γυναικός σου καὶ ἐπήγαγες ἐφ' ἡμα̃ς ἄγνοιαν

26:11 συνέταξεν δὲ Αβιμελεχ παντὶ τω̨̃ λαω̨̃ αὐτου̃ λέγων πα̃ς ὁ ἁπτόμενος του̃ ἀνθρώπου τούτου ἢ τη̃ς γυναικὸς αὐτου̃ θανάτου ἔνοχος ἔσται

26:12 ἔσπειρεν δὲ Ισαακ ἐν τη̨̃ γη̨̃ ἐκείνη̨ καὶ εὑ̃ρεν ἐν τω̨̃ ἐνιαυτω̨̃ ἐκείνω̨ ἑκατοστεύουσαν κριθήν εὐλόγησεν δὲ αὐτὸν κύριος

26:13 καὶ ὑψώθη ὁ ἄνθρωπος καὶ προβαίνων μείζων ἐγίνετο ἕως οὑ̃ μέγας ἐγένετο σφόδρα

26:14 ἐγένετο δὲ αὐτω̨̃ κτήνη προβάτων καὶ κτήνη βοω̃ν καὶ γεώργια πολλά ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιιμ

26:15 καὶ πάντα τὰ φρέατα ἃ ὤρυξαν οἱ παι̃δες του̃ πατρὸς αὐτου̃ ἐν τω̨̃ χρόνω̨ του̃ πατρὸς αὐτου̃ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιιμ καὶ ἔπλησαν αὐτὰ γη̃ς

26:16 εἰ̃πεν δὲ Αβιμελεχ πρὸς Ισαακ ἄπελθε ἀφ' ἡμω̃ν ὅτι δυνατώτερος ἡμω̃ν ἐγένου σφόδρα

26:17 καὶ ἀπη̃λθεν ἐκει̃θεν Ισαακ καὶ κατέλυσεν ἐν τη̨̃ φάραγγι Γεραρων καὶ κατώ̨κησεν ἐκει̃

26:18 καὶ πάλιν Ισαακ ὤρυξεν τὰ φρέατα του̃ ὕδατος ἃ ὤρυξαν οἱ παι̃δες Αβρααμ του̃ πατρὸς αὐτου̃ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιιμ μετὰ τὸ ἀποθανει̃ν Αβρααμ τὸν πατέρα αὐτου̃ καὶ ἐπωνόμασεν αὐτοι̃ς ὀνόματα κατὰ τὰ ὀνόματα ἃ ἐπωνόμασεν Αβρααμ ὁ πατὴρ αὐτου̃

26:19 καὶ ὤρυξαν οἱ παι̃δες Ισαακ ἐν τη̨̃ φάραγγι Γεραρων καὶ εὑ̃ρον ἐκει̃ φρέαρ ὕδατος ζω̃ντος

26:20 καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεραρων μετὰ τω̃ν ποιμένων Ισαακ φάσκοντες αὐτω̃ν εἰ̃ναι τὸ ὕδωρ καὶ ἐκάλεσεν τὸ ὄνομα του̃ φρέατος 'Αδικία ἠδίκησαν γὰρ αὐτόν

26:21 ἀπάρας δὲ Ισαακ ἐκει̃θεν ὤρυξεν φρέαρ ἕτερον ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτου̃ 'Εχθρία

26:22 ἀπάρας δὲ ἐκει̃θεν ὤρυξεν φρέαρ ἕτερον καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτου̃ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτου̃ Εὐρυχωρία λέγων διότι νυ̃ν ἐπλάτυνεν κύριος ἡμι̃ν καὶ ηὔξησεν ἡμα̃ς ἐπὶ τη̃ς γη̃ς

26:23 ἀνέβη δὲ ἐκει̃θεν ἐπὶ τὸ φρέαρ του̃ ὅρκου

26:24 καὶ ὤφθη αὐτω̨̃ κύριος ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ καὶ εἰ̃πεν ἐγώ εἰμι ὁ θεὸς Αβρααμ του̃ πατρός σου μὴ φοβου̃ μετὰ σου̃ γάρ εἰμι καὶ ηὐλόγηκά σε καὶ πληθυνω̃ τὸ σπέρμα σου διὰ Αβρααμ τὸν πατέρα σου

26:25 καὶ ὠ̨κοδόμησεν ἐκει̃ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα κυρίου καὶ ἔπηξεν ἐκει̃ τὴν σκηνὴν αὐτου̃ ὤρυξαν δὲ ἐκει̃ οἱ παι̃δες Ισαακ φρέαρ

26:26 καὶ Αβιμελεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεραρων καὶ Οχοζαθ ὁ νυμφαγωγὸς αὐτου̃ καὶ Φικολ ὁ ἀρχιστράτηγος τη̃ς δυνάμεως αὐτου̃

26:27 καὶ εἰ̃πεν αὐτοι̃ς Ισαακ ἵνα τί ἤλθατε πρός με ὑμει̃ς δὲ ἐμισήσατέ με καὶ ἀπεστείλατέ με ἀφ' ὑμω̃ν

26:28 καὶ εἰ̃παν ἰδόντες ἑωράκαμεν ὅτι ἠ̃ν κύριος μετὰ σου̃ καὶ εἴπαμεν γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμω̃ν καὶ ἀνὰ μέσον σου̃ καὶ διαθησόμεθα μετὰ σου̃ διαθήκην

26:29 μὴ ποιήσειν μεθ' ἡμω̃ν κακόν καθότι ἡμει̃ς σε οὐκ ἐβδελυξάμεθα καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλω̃ς καὶ ἐξαπεστείλαμέν σε μετ' εἰρήνης καὶ νυ̃ν σὺ εὐλογητὸς ὑπὸ κυρίου

26:30 καὶ ἐποίησεν αὐτοι̃ς δοχήν καὶ ἔφαγον καὶ ἔπιον

26:31 καὶ ἀναστάντες τὸ πρωὶ ὤμοσαν ἄνθρωπος τω̨̃ πλησίον αὐτου̃ καὶ ἐξαπέστειλεν αὐτοὺς Ισαακ καὶ ἀπώ̨χοντο ἀπ' αὐτου̃ μετὰ σωτηρίας

26:32 ἐγένετο δὲ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ παραγενόμενοι οἱ παι̃δες Ισαακ ἀπήγγειλαν αὐτω̨̃ περὶ του̃ φρέατος οὑ̃ ὤρυξαν καὶ εἰ̃παν οὐχ εὕρομεν ὕδωρ

26:33 καὶ ἐκάλεσεν αὐτὸ 'Όρκος διὰ του̃το ὄνομα τη̨̃ πόλει Φρέαρ ὅρκου ἕως τη̃ς σήμερον ἡμέρας

26:34 ἠ̃ν δὲ Ησαυ ἐτω̃ν τεσσαράκοντα καὶ ἔλαβεν γυναι̃κα Ιουδιν τὴν θυγατέρα Βεηρ του̃ Χετταίου καὶ τὴν Βασεμμαθ θυγατέρα Αιλων του̃ Ευαίου

26:35 καὶ ἠ̃σαν ἐρίζουσαι τω̨̃ Ισαακ καὶ τη̨̃ Ρεβεκκα

27:1 ἐγένετο δὲ μετὰ τὸ γηρα̃σαι Ισαακ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτου̃ του̃ ὁρα̃ν καὶ ἐκάλεσεν Ησαυ τὸν υἱὸν αὐτου̃ τὸν πρεσβύτερον καὶ εἰ̃πεν αὐτω̨̃ υἱέ μου καὶ εἰ̃πεν ἰδοὺ ἐγώ

27:2 καὶ εἰ̃πεν ἰδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τη̃ς τελευτη̃ς μου

27:3 νυ̃ν οὐ̃ν λαβὲ τὸ σκευ̃ός σου τήν τε φαρέτραν καὶ τὸ τόξον καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν

27:4 καὶ ποίησόν μοι ἐδέσματα ὡς φιλω̃ ἐγώ καὶ ἔνεγκέ μοι ἵνα φάγω ὅπως εὐλογήση̨ σε ἡ ψυχή μου πρὶν ἀποθανει̃ν με

27:5 Ρεβεκκα δὲ ἤκουσεν λαλου̃ντος Ισαακ πρὸς Ησαυ τὸν υἱὸν αὐτου̃ ἐπορεύθη δὲ Ησαυ εἰς τὸ πεδίον θηρευ̃σαι θήραν τω̨̃ πατρὶ αὐτου̃

27:6 Ρεβεκκα δὲ εἰ̃πεν πρὸς Ιακωβ τὸν υἱὸν αὐτη̃ς τὸν ἐλάσσω ἰδὲ ἐγὼ ἤκουσα του̃ πατρός σου λαλου̃ντος πρὸς Ησαυ τὸν ἀδελφόν σου λέγοντος

27:7 ἔνεγκόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα καὶ φαγὼν εὐλογήσω σε ἐναντίον κυρίου πρὸ του̃ ἀποθανει̃ν με

27:8 νυ̃ν οὐ̃ν υἱέ ἄκουσόν μου καθὰ ἐγώ σοι ἐντέλλομαι

27:9 καὶ πορευθεὶς εἰς τὰ πρόβατα λαβέ μοι ἐκει̃θεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς καὶ ποιήσω αὐτοὺς ἐδέσματα τω̨̃ πατρί σου ὡς φιλει̃

27:10 καὶ εἰσοίσεις τω̨̃ πατρί σου καὶ φάγεται ὅπως εὐλογήση̨ σε ὁ πατήρ σου πρὸ του̃ ἀποθανει̃ν αὐτόν

27:11 εἰ̃πεν δὲ Ιακωβ πρὸς Ρεβεκκαν τὴν μητέρα αὐτου̃ ἔστιν Ησαυ ὁ ἀδελφός μου ἀνὴρ δασύς ἐγὼ δὲ ἀνὴρ λει̃ος

27:12 μήποτε ψηλαφήση̨ με ὁ πατήρ μου καὶ ἔσομαι ἐναντίον αὐτου̃ ὡς καταφρονω̃ν καὶ ἐπάξω ἐπ' ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν

27:13 εἰ̃πεν δὲ αὐτω̨̃ ἡ μήτηρ ἐπ' ἐμὲ ἡ κατάρα σου τέκνον μόνον ὑπάκουσον τη̃ς φωνη̃ς μου καὶ πορευθεὶς ἔνεγκέ μοι

27:14 πορευθεὶς δὲ ἔλαβεν καὶ ἤνεγκεν τη̨̃ μητρί καὶ ἐποίησεν ἡ μήτηρ αὐτου̃ ἐδέσματα καθὰ ἐφίλει ὁ πατὴρ αὐτου̃

27:15 καὶ λαβου̃σα Ρεβεκκα τὴν στολὴν Ησαυ του̃ υἱου̃ αὐτη̃ς του̃ πρεσβυτέρου τὴν καλήν ἣ ἠ̃ν παρ' αὐτη̨̃ ἐν τω̨̃ οἴκω̨ ἐνέδυσεν Ιακωβ τὸν υἱὸν αὐτη̃ς τὸν νεώτερον

27:16 καὶ τὰ δέρματα τω̃ν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτου̃ καὶ ἐπὶ τὰ γυμνὰ του̃ τραχήλου αὐτου̃

27:17 καὶ ἔδωκεν τὰ ἐδέσματα καὶ τοὺς ἄρτους οὓς ἐποίησεν εἰς τὰς χει̃ρας Ιακωβ του̃ υἱου̃ αὐτη̃ς

27:18 καὶ εἰσήνεγκεν τω̨̃ πατρὶ αὐτου̃ εἰ̃πεν δέ πάτερ ὁ δὲ εἰ̃πεν ἰδοὺ ἐγώ τίς εἰ̃ σύ τέκνον

27:19 καὶ εἰ̃πεν Ιακωβ τω̨̃ πατρὶ αὐτου̃ ἐγὼ Ησαυ ὁ πρωτότοκός σου ἐποίησα καθὰ ἐλάλησάς μοι ἀναστὰς κάθισον καὶ φάγε τη̃ς θήρας μου ὅπως εὐλογήση̨ με ἡ ψυχή σου

27:20 εἰ̃πεν δὲ Ισαακ τω̨̃ υἱω̨̃ αὐτου̃ τί του̃το ὃ ταχὺ εὑ̃ρες ὠ̃ τέκνον ὁ δὲ εἰ̃πεν ὃ παρέδωκεν κύριος ὁ θεός σου ἐναντίον μου

27:21 εἰ̃πεν δὲ Ισαακ τω̨̃ Ιακωβ ἔγγισόν μοι καὶ ψηλαφήσω σε τέκνον εἰ σὺ εἰ̃ ὁ υἱός μου Ησαυ ἢ οὔ

27:22 ἤγγισεν δὲ Ιακωβ πρὸς Ισαακ τὸν πατέρα αὐτου̃ καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἰ̃πεν ἡ μὲν φωνὴ φωνὴ Ιακωβ αἱ δὲ χει̃ρες χει̃ρες Ησαυ

27:23 καὶ οὐκ ἐπέγνω αὐτόν ἠ̃σαν γὰρ αἱ χει̃ρες αὐτου̃ ὡς αἱ χει̃ρες Ησαυ του̃ ἀδελφου̃ αὐτου̃ δασει̃αι καὶ ηὐλόγησεν αὐτόν

27:24 καὶ εἰ̃πεν σὺ εἰ̃ ὁ υἱός μου Ησαυ ὁ δὲ εἰ̃πεν ἐγώ

27:25 καὶ εἰ̃πεν προσάγαγέ μοι καὶ φάγομαι ἀπὸ τη̃ς θήρας σου τέκνον ἵνα εὐλογήση̨ σε ἡ ψυχή μου καὶ προσήγαγεν αὐτω̨̃ καὶ ἔφαγεν καὶ εἰσήνεγκεν αὐτω̨̃ οἰ̃νον καὶ ἔπιεν

27:26 καὶ εἰ̃πεν αὐτω̨̃ Ισαακ ὁ πατὴρ αὐτου̃ ἔγγισόν μοι καὶ φίλησόν με τέκνον

27:27 καὶ ἐγγίσας ἐφίλησεν αὐτόν καὶ ὠσφράνθη τὴν ὀσμὴν τω̃ν ἱματίων αὐτου̃ καὶ ηὐλόγησεν αὐτὸν καὶ εἰ̃πεν ἰδοὺ ὀσμὴ του̃ υἱου̃ μου ὡς ὀσμὴ ἀγρου̃ πλήρους ὃν ηὐλόγησεν κύριος

27:28 καὶ δώ̨η σοι ὁ θεὸς ἀπὸ τη̃ς δρόσου του̃ οὐρανου̃ καὶ ἀπὸ τη̃ς πιότητος τη̃ς γη̃ς καὶ πλη̃θος σίτου καὶ οἴνου

27:29 καὶ δουλευσάτωσάν σοι ἔθνη καὶ προσκυνήσουσίν σοι ἄρχοντες καὶ γίνου κύριος του̃ ἀδελφου̃ σου καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ του̃ πατρός σου ὁ καταρώμενός σε ἐπικατάρατος ὁ δὲ εὐλογω̃ν σε εὐλογημένος

27:30 καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ισαακ εὐλογου̃ντα Ιακωβ τὸν υἱὸν αὐτου̃ καὶ ἐγένετο ὡς ἐξη̃λθεν Ιακωβ ἀπὸ προσώπου Ισαακ του̃ πατρὸς αὐτου̃ καὶ Ησαυ ὁ ἀδελφὸς αὐτου̃ ἠ̃λθεν ἀπὸ τη̃ς θήρας

27:31 καὶ ἐποίησεν καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκεν τω̨̃ πατρὶ αὐτου̃ καὶ εἰ̃πεν τω̨̃ πατρί ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω τη̃ς θήρας του̃ υἱου̃ αὐτου̃ ὅπως εὐλογήση̨ με ἡ ψυχή σου

27:32 καὶ εἰ̃πεν αὐτω̨̃ Ισαακ ὁ πατὴρ αὐτου̃ τίς εἰ̃ σύ ὁ δὲ εἰ̃πεν ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ησαυ

27:33 ἐξέστη δὲ Ισαακ ἔκστασιν μεγάλην σφόδρα καὶ εἰ̃πεν τίς οὐ̃ν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι καὶ ἔφαγον ἀπὸ πάντων πρὸ του̃ σε ἐλθει̃ν καὶ ηὐλόγησα αὐτόν καὶ εὐλογημένος ἔστω

27:34 ἐγένετο δὲ ἡνίκα ἤκουσεν Ησαυ τὰ ῥήματα Ισαακ του̃ πατρὸς αὐτου̃ ἀνεβόησεν φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἰ̃πεν εὐλόγησον δὴ κἀμέ πάτερ

27:35 εἰ̃πεν δὲ αὐτω̨̃ ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβεν τὴν εὐλογίαν σου

27:36 καὶ εἰ̃πεν δικαίως ἐκλήθη τὸ ὄνομα αὐτου̃ Ιακωβ ἐπτέρνικεν γάρ με ἤδη δεύτερον του̃το τά τε πρωτοτόκιά μου εἴληφεν καὶ νυ̃ν εἴληφεν τὴν εὐλογίαν μου καὶ εἰ̃πεν Ησαυ τω̨̃ πατρὶ αὐτου̃ οὐχ ὑπελίπω μοι εὐλογίαν πάτερ

27:37 ἀποκριθεὶς δὲ Ισαακ εἰ̃πεν τω̨̃ Ησαυ εἰ κύριον αὐτὸν ἐποίησά σου καὶ πάντας τοὺς ἀδελφοὺς αὐτου̃ ἐποίησα αὐτου̃ οἰκέτας σίτω̨ καὶ οἴνω̨ ἐστήρισα αὐτόν σοὶ δὲ τί ποιήσω τέκνον

27:38 εἰ̃πεν δὲ Ησαυ πρὸς τὸν πατέρα αὐτου̃ μὴ εὐλογία μία σοί ἐστιν πάτερ εὐλόγησον δὴ κἀμέ πάτερ κατανυχθέντος δὲ Ισαακ ἀνεβόησεν φωνὴν Ησαυ καὶ ἔκλαυσεν

27:39 ἀποκριθεὶς δὲ Ισαακ ὁ πατὴρ αὐτου̃ εἰ̃πεν αὐτω̨̃ ἰδοὺ ἀπὸ τη̃ς πιότητος τη̃ς γη̃ς ἔσται ἡ κατοίκησίς σου καὶ ἀπὸ τη̃ς δρόσου του̃ οὐρανου̃ ἄνωθεν

27:40 καὶ ἐπὶ τη̨̃ μαχαίρη̨ σου ζήση̨ καὶ τω̨̃ ἀδελφω̨̃ σου δουλεύσεις ἔσται δὲ ἡνίκα ἐὰν καθέλη̨ς καὶ ἐκλύσεις τὸν ζυγὸν αὐτου̃ ἀπὸ του̃ τραχήλου σου

27:41 καὶ ἐνεκότει Ησαυ τω̨̃ Ιακωβ περὶ τη̃ς εὐλογίας ἡ̃ς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτου̃ εἰ̃πεν δὲ Ησαυ ἐν τη̨̃ διανοία̨ ἐγγισάτωσαν αἱ ἡμέραι του̃ πένθους του̃ πατρός μου ἵνα ἀποκτείνω Ιακωβ τὸν ἀδελφόν μου

27:42 ἀπηγγέλη δὲ Ρεβεκκα τὰ ῥήματα Ησαυ του̃ υἱου̃ αὐτη̃ς του̃ πρεσβυτέρου καὶ πέμψασα ἐκάλεσεν Ιακωβ τὸν υἱὸν αὐτη̃ς τὸν νεώτερον καὶ εἰ̃πεν αὐτω̨̃ ἰδοὺ Ησαυ ὁ ἀδελφός σου ἀπειλει̃ σοι του̃ ἀποκτει̃ναί σε

27:43 νυ̃ν οὐ̃ν τέκνον ἄκουσόν μου τη̃ς φωνη̃ς καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λαβαν τὸν ἀδελφόν μου εἰς Χαρραν

27:44 καὶ οἴκησον μετ' αὐτου̃ ἡμέρας τινὰς ἕως του̃ ἀποστρέψαι τὸν θυμὸν

27:45 καὶ τὴν ὀργὴν του̃ ἀδελφου̃ σου ἀπὸ σου̃ καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτω̨̃ καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκει̃θεν μήποτε ἀτεκνωθω̃ ἀπὸ τω̃ν δύο ὑμω̃ν ἐν ἡμέρα̨ μια̨̃

27:46 εἰ̃πεν δὲ Ρεβεκκα πρὸς Ισαακ προσώχθικα τη̨̃ ζωη̨̃ μου διὰ τὰς θυγατέρας τω̃ν υἱω̃ν Χετ εἰ λήμψεται Ιακωβ γυναι̃κα ἀπὸ τω̃ν θυγατέρων τη̃ς γη̃ς ταύτης ἵνα τί μοι ζη̃ν

28:1 προσκαλεσάμενος δὲ Ισαακ τὸν Ιακωβ εὐλόγησεν αὐτὸν καὶ ἐνετείλατο αὐτω̨̃ λέγων οὐ λήμψη̨ γυναι̃κα ἐκ τω̃ν θυγατέρων Χανααν

28:2 ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν εἰς τὸν οἰ̃κον Βαθουηλ του̃ πατρὸς τη̃ς μητρός σου καὶ λαβὲ σεαυτω̨̃ ἐκει̃θεν γυναι̃κα ἐκ τω̃ν θυγατέρων Λαβαν του̃ ἀδελφου̃ τη̃ς μητρός σου

28:3 ὁ δὲ θεός μου εὐλογήσαι σε καὶ αὐξήσαι σε καὶ πληθύναι σε καὶ ἔση̨ εἰς συναγωγὰς ἐθνω̃ν

28:4 καὶ δώ̨η σοι τὴν εὐλογίαν Αβρααμ του̃ πατρός μου σοὶ καὶ τω̨̃ σπέρματί σου μετὰ σέ κληρονομη̃σαι τὴν γη̃ν τη̃ς παροικήσεώς σου ἣν ἔδωκεν ὁ θεὸς τω̨̃ Αβρααμ

28:5 καὶ ἀπέστειλεν Ισαακ τὸν Ιακωβ καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν πρὸς Λαβαν τὸν υἱὸν Βαθουηλ του̃ Σύρου ἀδελφὸν δὲ Ρεβεκκας τη̃ς μητρὸς Ιακωβ καὶ Ησαυ

28:6 εἰ̃δεν δὲ Ησαυ ὅτι εὐλόγησεν Ισαακ τὸν Ιακωβ καὶ ἀπώ̨χετο εἰς τὴν Μεσοποταμίαν Συρίας λαβει̃ν ἑαυτω̨̃ ἐκει̃θεν γυναι̃κα ἐν τω̨̃ εὐλογει̃ν αὐτὸν καὶ ἐνετείλατο αὐτω̨̃ λέγων οὐ λήμψη̨ γυναι̃κα ἀπὸ τω̃ν θυγατέρων Χανααν

28:7 καὶ ἤκουσεν Ιακωβ του̃ πατρὸς καὶ τη̃ς μητρὸς αὐτου̃ καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν Συρίας

28:8 καὶ εἰ̃δεν Ησαυ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες Χανααν ἐναντίον Ισαακ του̃ πατρὸς αὐτου̃

28:9 καὶ ἐπορεύθη Ησαυ πρὸς Ισμαηλ καὶ ἔλαβεν τὴν Μαελεθ θυγατέρα Ισμαηλ του̃ υἱου̃ Αβρααμ ἀδελφὴν Ναβαιωθ πρὸς ται̃ς γυναιξὶν αὐτου̃ γυναι̃κα

28:10 καὶ ἐξη̃λθεν Ιακωβ ἀπὸ του̃ φρέατος του̃ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρραν

28:11 καὶ ἀπήντησεν τόπω̨ καὶ ἐκοιμήθη ἐκει̃ ἔδυ γὰρ ὁ ἥλιος καὶ ἔλαβεν ἀπὸ τω̃ν λίθων του̃ τόπου καὶ ἔθηκεν πρὸς κεφαλη̃ς αὐτου̃ καὶ ἐκοιμήθη ἐν τω̨̃ τόπω̨ ἐκείνω̨

28:12 καὶ ἐνυπνιάσθη καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τη̨̃ γη̨̃ ἡ̃ς ἡ κεφαλὴ ἀφικνει̃το εἰς τὸν οὐρανόν καὶ οἱ ἄγγελοι του̃ θεου̃ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτη̃ς

28:13 ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ' αὐτη̃ς καὶ εἰ̃πεν ἐγὼ κύριος ὁ θεὸς Αβρααμ του̃ πατρός σου καὶ ὁ θεὸς Ισαακ μὴ φοβου̃ ἡ γη̃ ἐφ' ἡ̃ς σὺ καθεύδεις ἐπ' αὐτη̃ς σοὶ δώσω αὐτὴν καὶ τω̨̃ σπέρματί σου

28:14 καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τη̃ς γη̃ς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἐπὶ λίβα καὶ ἐπὶ βορρα̃ν καὶ ἐπ' ἀνατολάς καὶ ἐνευλογηθήσονται ἐν σοὶ πα̃σαι αἱ φυλαὶ τη̃ς γη̃ς καὶ ἐν τω̨̃ σπέρματί σου

28:15 καὶ ἰδοὺ ἐγὼ μετὰ σου̃ διαφυλάσσων σε ἐν τη̨̃ ὁδω̨̃ πάση̨ οὑ̃ ἐὰν πορευθη̨̃ς καὶ ἀποστρέψω σε εἰς τὴν γη̃ν ταύτην ὅτι οὐ μή σε ἐγκαταλίπω ἕως του̃ ποιη̃σαί με πάντα ὅσα ἐλάλησά σοι

28:16 καὶ ἐξηγέρθη Ιακωβ ἀπὸ του̃ ὕπνου αὐτου̃ καὶ εἰ̃πεν ὅτι ἔστιν κύριος ἐν τω̨̃ τόπω̨ τούτω̨ ἐγὼ δὲ οὐκ ἤ̨δειν

28:17 καὶ ἐφοβήθη καὶ εἰ̃πεν ὡς φοβερὸς ὁ τόπος οὑ̃τος οὐκ ἔστιν του̃το ἀλλ' ἢ οἰ̃κος θεου̃ καὶ αὕτη ἡ πύλη του̃ οὐρανου̃

28:18 καὶ ἀνέστη Ιακωβ τὸ πρωὶ καὶ ἔλαβεν τὸν λίθον ὃν ὑπέθηκεν ἐκει̃ πρὸς κεφαλη̃ς αὐτου̃ καὶ ἔστησεν αὐτὸν στήλην καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτη̃ς

28:19 καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα του̃ τόπου ἐκείνου Οἰ̃κος θεου̃ καὶ Ουλαμλους ἠ̃ν ὄνομα τη̨̃ πόλει τὸ πρότερον

28:20 καὶ ηὔξατο Ιακωβ εὐχὴν λέγων ἐὰν ἠ̨̃ κύριος ὁ θεὸς μετ' ἐμου̃ καὶ διαφυλάξη̨ με ἐν τη̨̃ ὁδω̨̃ ταύτη̨ ἡ̨̃ ἐγὼ πορεύομαι καὶ δω̨̃ μοι ἄρτον φαγει̃ν καὶ ἱμάτιον περιβαλέσθαι

28:21 καὶ ἀποστρέψη̨ με μετὰ σωτηρίας εἰς τὸν οἰ̃κον του̃ πατρός μου καὶ ἔσται μοι κύριος εἰς θεόν

28:22 καὶ ὁ λίθος οὑ̃τος ὃν ἔστησα στήλην ἔσται μοι οἰ̃κος θεου̃ καὶ πάντων ὡ̃ν ἐάν μοι δω̨̃ς δεκάτην ἀποδεκατώσω αὐτά σοι

29:1 καὶ ἐξάρας Ιακωβ τοὺς πόδας ἐπορεύθη εἰς γη̃ν ἀνατολω̃ν πρὸς Λαβαν τὸν υἱὸν Βαθουηλ του̃ Σύρου ἀδελφὸν δὲ Ρεβεκκας μητρὸς Ιακωβ καὶ Ησαυ

29:2 καὶ ὁρα̨̃ καὶ ἰδοὺ φρέαρ ἐν τω̨̃ πεδίω̨ ἠ̃σαν δὲ ἐκει̃ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπ' αὐτου̃ ἐκ γὰρ του̃ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια λίθος δὲ ἠ̃ν μέγας ἐπὶ τω̨̃ στόματι του̃ φρέατος

29:3 καὶ συνήγοντο ἐκει̃ πάντα τὰ ποίμνια καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ του̃ στόματος του̃ φρέατος καὶ ἐπότιζον τὰ πρόβατα καὶ ἀπεκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα του̃ φρέατος εἰς τὸν τόπον αὐτου̃

29:4 εἰ̃πεν δὲ αὐτοι̃ς Ιακωβ ἀδελφοί πόθεν ἐστὲ ὑμει̃ς οἱ δὲ εἰ̃παν ἐκ Χαρραν ἐσμέν

29:5 εἰ̃πεν δὲ αὐτοι̃ς γινώσκετε Λαβαν τὸν υἱὸν Ναχωρ οἱ δὲ εἰ̃παν γινώσκομεν

29:6 εἰ̃πεν δὲ αὐτοι̃ς ὑγιαίνει οἱ δὲ εἰ̃παν ὑγιαίνει καὶ ἰδοὺ Ραχηλ ἡ θυγάτηρ αὐτου̃ ἤρχετο μετὰ τω̃ν προβάτων

29:7 καὶ εἰ̃πεν Ιακωβ ἔτι ἐστὶν ἡμέρα πολλή οὔπω ὥρα συναχθη̃ναι τὰ κτήνη ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε

29:8 οἱ δὲ εἰ̃παν οὐ δυνησόμεθα ἕως του̃ συναχθη̃ναι πάντας τοὺς ποιμένας καὶ ἀποκυλίσωσιν τὸν λίθον ἀπὸ του̃ στόματος του̃ φρέατος καὶ ποτιου̃μεν τὰ πρόβατα

29:9 ἔτι αὐτου̃ λαλου̃ντος αὐτοι̃ς καὶ Ραχηλ ἡ θυγάτηρ Λαβαν ἤρχετο μετὰ τω̃ν προβάτων του̃ πατρὸς αὐτη̃ς αὐτὴ γὰρ ἔβοσκεν τὰ πρόβατα του̃ πατρὸς αὐτη̃ς

29:10 ἐγένετο δὲ ὡς εἰ̃δεν Ιακωβ τὴν Ραχηλ θυγατέρα Λαβαν ἀδελφου̃ τη̃ς μητρὸς αὐτου̃ καὶ τὰ πρόβατα Λαβαν ἀδελφου̃ τη̃ς μητρὸς αὐτου̃ καὶ προσελθὼν Ιακωβ ἀπεκύλισεν τὸν λίθον ἀπὸ του̃ στόματος του̃ φρέατος καὶ ἐπότισεν τὰ πρόβατα Λαβαν του̃ ἀδελφου̃ τη̃ς μητρὸς αὐτου̃

29:11 καὶ ἐφίλησεν Ιακωβ τὴν Ραχηλ καὶ βοήσας τη̨̃ φωνη̨̃ αὐτου̃ ἔκλαυσεν

29:12 καὶ ἀνήγγειλεν τη̨̃ Ραχηλ ὅτι ἀδελφὸς του̃ πατρὸς αὐτη̃ς ἐστιν καὶ ὅτι υἱὸς Ρεβεκκας ἐστίν καὶ δραμου̃σα ἀπήγγειλεν τω̨̃ πατρὶ αὐτη̃ς κατὰ τὰ ῥήματα ταυ̃τα

29:13 ἐγένετο δὲ ὡς ἤκουσεν Λαβαν τὸ ὄνομα Ιακωβ του̃ υἱου̃ τη̃ς ἀδελφη̃ς αὐτου̃ ἔδραμεν εἰς συνάντησιν αὐτω̨̃ καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ διηγήσατο τω̨̃ Λαβαν πάντας τοὺς λόγους τούτους

29:14 καὶ εἰ̃πεν αὐτω̨̃ Λαβαν ἐκ τω̃ν ὀστω̃ν μου καὶ ἐκ τη̃ς σαρκός μου εἰ̃ σύ καὶ ἠ̃ν μετ' αὐτου̃ μη̃να ἡμερω̃ν

29:15 εἰ̃πεν δὲ Λαβαν τω̨̃ Ιακωβ ὅτι γὰρ ἀδελφός μου εἰ̃ οὐ δουλεύσεις μοι δωρεάν ἀπάγγειλόν μοι τίς ὁ μισθός σού ἐστιν

29:16 τω̨̃ δὲ Λαβαν δύο θυγατέρες ὄνομα τη̨̃ μείζονι Λεια καὶ ὄνομα τη̨̃ νεωτέρα̨ Ραχηλ

29:17 οἱ δὲ ὀφθαλμοὶ Λειας ἀσθενει̃ς Ραχηλ δὲ καλὴ τω̨̃ εἴδει καὶ ὡραία τη̨̃ ὄψει

29:18 ἠγάπησεν δὲ Ιακωβ τὴν Ραχηλ καὶ εἰ̃πεν δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ραχηλ τη̃ς θυγατρός σου τη̃ς νεωτέρας

29:19 εἰ̃πεν δὲ αὐτω̨̃ Λαβαν βέλτιον δου̃ναί με αὐτὴν σοὶ ἢ δου̃ναί με αὐτὴν ἀνδρὶ ἑτέρω̨ οἴκησον μετ' ἐμου̃

29:20 καὶ ἐδούλευσεν Ιακωβ περὶ Ραχηλ ἔτη ἑπτά καὶ ἠ̃σαν ἐναντίον αὐτου̃ ὡς ἡμέραι ὀλίγαι παρὰ τὸ ἀγαπα̃ν αὐτὸν αὐτήν

29:21 εἰ̃πεν δὲ Ιακωβ πρὸς Λαβαν ἀπόδος τὴν γυναι̃κά μου πεπλήρωνται γὰρ αἱ ἡμέραι μου ὅπως εἰσέλθω πρὸς αὐτήν

29:22 συνήγαγεν δὲ Λαβαν πάντας τοὺς ἄνδρας του̃ τόπου καὶ ἐποίησεν γάμον

29:23 καὶ ἐγένετο ἑσπέρα καὶ λαβὼν Λαβαν Λειαν τὴν θυγατέρα αὐτου̃ εἰσήγαγεν αὐτὴν πρὸς Ιακωβ καὶ εἰση̃λθεν πρὸς αὐτὴν Ιακωβ

29:24 ἔδωκεν δὲ Λαβαν Λεια τη̨̃ θυγατρὶ αὐτου̃ Ζελφαν τὴν παιδίσκην αὐτου̃ αὐτη̨̃ παιδίσκην

29:25 ἐγένετο δὲ πρωί καὶ ἰδοὺ ἠ̃ν Λεια εἰ̃πεν δὲ Ιακωβ τω̨̃ Λαβαν τί του̃το ἐποίησάς μοι οὐ περὶ Ραχηλ ἐδούλευσα παρὰ σοί καὶ ἵνα τί παρελογίσω με

29:26 εἰ̃πεν δὲ Λαβαν οὐκ ἔστιν οὕτως ἐν τω̨̃ τόπω̨ ἡμω̃ν δου̃ναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν

29:27 συντέλεσον οὐ̃ν τὰ ἕβδομα ταύτης καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τη̃ς ἐργασίας ἡ̃ς ἐργα̨̃ παρ' ἐμοὶ ἔτι ἑπτὰ ἔτη ἕτερα

29:28 ἐποίησεν δὲ Ιακωβ οὕτως καὶ ἀνεπλήρωσεν τὰ ἕβδομα ταύτης καὶ ἔδωκεν αὐτω̨̃ Λαβαν Ραχηλ τὴν θυγατέρα αὐτου̃ αὐτω̨̃ γυναι̃κα

29:29 ἔδωκεν δὲ Λαβαν Ραχηλ τη̨̃ θυγατρὶ αὐτου̃ Βαλλαν τὴν παιδίσκην αὐτου̃ αὐτη̨̃ παιδίσκην

29:30 καὶ εἰση̃λθεν πρὸς Ραχηλ ἠγάπησεν δὲ Ραχηλ μα̃λλον ἢ Λειαν καὶ ἐδούλευσεν αὐτω̨̃ ἑπτὰ ἔτη ἕτερα

29:31 ἰδὼν δὲ κύριος ὅτι μισει̃ται Λεια ἤνοιξεν τὴν μήτραν αὐτη̃ς Ραχηλ δὲ ἠ̃ν στει̃ρα

29:32 καὶ συνέλαβεν Λεια καὶ ἔτεκεν υἱὸν τω̨̃ Ιακωβ ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτου̃ Ρουβην λέγουσα διότι εἰ̃δέν μου κύριος τὴν ταπείνωσιν νυ̃ν με ἀγαπήσει ὁ ἀνήρ μου

29:33 καὶ συνέλαβεν πάλιν Λεια καὶ ἔτεκεν υἱὸν δεύτερον τω̨̃ Ιακωβ καὶ εἰ̃πεν ὅτι ἤκουσεν κύριος ὅτι μισου̃μαι καὶ προσέδωκέν μοι καὶ του̃τον ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτου̃ Συμεων

29:34 καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱὸν καὶ εἰ̃πεν ἐν τω̨̃ νυ̃ν καιρω̨̃ πρὸς ἐμου̃ ἔσται ὁ ἀνήρ μου ἔτεκον γὰρ αὐτω̨̃ τρει̃ς υἱούς διὰ του̃το ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Λευι

29:35 καὶ συλλαβου̃σα ἔτι ἔτεκεν υἱὸν καὶ εἰ̃πεν νυ̃ν ἔτι του̃το ἐξομολογήσομαι κυρίω̨ διὰ του̃το ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ιουδα καὶ ἔστη του̃ τίκτειν

30:1 ἰδου̃σα δὲ Ραχηλ ὅτι οὐ τέτοκεν τω̨̃ Ιακωβ καὶ ἐζήλωσεν Ραχηλ τὴν ἀδελφὴν αὐτη̃ς καὶ εἰ̃πεν τω̨̃ Ιακωβ δός μοι τέκνα εἰ δὲ μή τελευτήσω ἐγώ

30:2 ἐθυμώθη δὲ Ιακωβ τη̨̃ Ραχηλ καὶ εἰ̃πεν αὐτη̨̃ μὴ ἀντὶ θεου̃ ἐγώ εἰμι ὃς ἐστέρησέν σε καρπὸν κοιλίας

30:3 εἰ̃πεν δὲ Ραχηλ τω̨̃ Ιακωβ ἰδοὺ ἡ παιδίσκη μου Βαλλα εἴσελθε πρὸς αὐτήν καὶ τέξεται ἐπὶ τω̃ν γονάτων μου καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτη̃ς

30:4 καὶ ἔδωκεν αὐτω̨̃ Βαλλαν τὴν παιδίσκην αὐτη̃ς αὐτω̨̃ γυναι̃κα εἰση̃λθεν δὲ πρὸς αὐτὴν Ιακωβ

30:5 καὶ συνέλαβεν Βαλλα ἡ παιδίσκη Ραχηλ καὶ ἔτεκεν τω̨̃ Ιακωβ υἱόν

30:6 καὶ εἰ̃πεν Ραχηλ ἔκρινέν μοι ὁ θεὸς καὶ ἐπήκουσεν τη̃ς φωνη̃ς μου καὶ ἔδωκέν μοι υἱόν διὰ του̃το ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Δαν

30:7 καὶ συνέλαβεν ἔτι Βαλλα ἡ παιδίσκη Ραχηλ καὶ ἔτεκεν υἱὸν δεύτερον τω̨̃ Ιακωβ

30:8 καὶ εἰ̃πεν Ραχηλ συνελάβετό μοι ὁ θεός καὶ συνανεστράφην τη̨̃ ἀδελφη̨̃ μου καὶ ἠδυνάσθην καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Νεφθαλι

30:9 εἰ̃δεν δὲ Λεια ὅτι ἔστη του̃ τίκτειν καὶ ἔλαβεν Ζελφαν τὴν παιδίσκην αὐτη̃ς καὶ ἔδωκεν αὐτὴν τω̨̃ Ιακωβ γυναι̃κα

30:10 εἰση̃λθεν δὲ πρὸς αὐτὴν Ιακωβ καὶ συνέλαβεν Ζελφα ἡ παιδίσκη Λειας καὶ ἔτεκεν τω̨̃ Ιακωβ υἱόν

30:11 καὶ εἰ̃πεν Λεια ἐν τύχη̨ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτου̃ Γαδ

30:12 καὶ συνέλαβεν Ζελφα ἡ παιδίσκη Λειας καὶ ἔτεκεν ἔτι τω̨̃ Ιακωβ υἱὸν δεύτερον

30:13 καὶ εἰ̃πεν Λεια μακαρία ἐγώ ὅτι μακαρίζουσίν με αἱ γυναι̃κες καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ασηρ

30:14 ἐπορεύθη δὲ Ρουβην ἐν ἡμέραις θερισμου̃ πυρω̃ν καὶ εὑ̃ρεν μη̃λα μανδραγόρου ἐν τω̨̃ ἀγρω̨̃ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λειαν τὴν μητέρα αὐτου̃ εἰ̃πεν δὲ Ραχηλ τη̨̃ Λεια δός μοι τω̃ν μανδραγορω̃ν του̃ υἱου̃ σου

30:15 εἰ̃πεν δὲ Λεια οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου μὴ καὶ τοὺς μανδραγόρας του̃ υἱου̃ μου λήμψη̨ εἰ̃πεν δὲ Ραχηλ οὐχ οὕτως κοιμηθήτω μετὰ σου̃ τὴν νύκτα ταύτην ἀντὶ τω̃ν μανδραγορω̃ν του̃ υἱου̃ σου

30:16 εἰση̃λθεν δὲ Ιακωβ ἐξ ἀγρου̃ ἑσπέρας καὶ ἐξη̃λθεν Λεια εἰς συνάντησιν αὐτω̨̃ καὶ εἰ̃πεν πρός με εἰσελεύση̨ σήμερον μεμίσθωμαι γάρ σε ἀντὶ τω̃ν μανδραγορω̃ν του̃ υἱου̃ μου καὶ ἐκοιμήθη μετ' αὐτη̃ς τὴν νύκτα ἐκείνην

30:17 καὶ ἐπήκουσεν ὁ θεὸς Λειας καὶ συλλαβου̃σα ἔτεκεν τω̨̃ Ιακωβ υἱὸν πέμπτον

30:18 καὶ εἰ̃πεν Λεια ἔδωκεν ὁ θεὸς τὸν μισθόν μου ἀνθ' οὑ̃ ἔδωκα τὴν παιδίσκην μου τω̨̃ ἀνδρί μου καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ισσαχαρ ὅ ἐστιν Μισθός

30:19 καὶ συνέλαβεν ἔτι Λεια καὶ ἔτεκεν υἱὸν ἕκτον τω̨̃ Ιακωβ

30:20 καὶ εἰ̃πεν Λεια δεδώρηταί μοι ὁ θεὸς δω̃ρον καλόν ἐν τω̨̃ νυ̃ν καιρω̨̃ αἱρετιει̃ με ὁ ἀνήρ μου ἔτεκον γὰρ αὐτω̨̃ υἱοὺς ἕξ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ζαβουλων

30:21 καὶ μετὰ του̃το ἔτεκεν θυγατέρα καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτη̃ς Δινα

30:22 ἐμνήσθη δὲ ὁ θεὸς τη̃ς Ραχηλ καὶ ἐπήκουσεν αὐτη̃ς ὁ θεὸς καὶ ἀνέω̨ξεν αὐτη̃ς τὴν μήτραν

30:23 καὶ συλλαβου̃σα ἔτεκεν τω̨̃ Ιακωβ υἱόν εἰ̃πεν δὲ Ραχηλ ἀφει̃λεν ὁ θεός μου τὸ ὄνειδος

30:24 καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ιωσηφ λέγουσα προσθέτω ὁ θεός μοι υἱὸν ἕτερον

30:25 ἐγένετο δὲ ὡς ἔτεκεν Ραχηλ τὸν Ιωσηφ εἰ̃πεν Ιακωβ τω̨̃ Λαβαν ἀπόστειλόν με ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γη̃ν μου

30:26 ἀπόδος τὰς γυναι̃κάς μου καὶ τὰ παιδία περὶ ὡ̃ν δεδούλευκά σοι ἵνα ἀπέλθω σὺ γὰρ γινώσκεις τὴν δουλείαν ἣν δεδούλευκά σοι

30:27 εἰ̃πεν δὲ αὐτω̨̃ Λαβαν εἰ εὑ̃ρον χάριν ἐναντίον σου οἰωνισάμην ἄν εὐλόγησεν γάρ με ὁ θεὸς τη̨̃ ση̨̃ εἰσόδω̨

30:28 διάστειλον τὸν μισθόν σου πρός με καὶ δώσω

30:29 εἰ̃πεν δὲ αὐτω̨̃ Ιακωβ σὺ γινώσκεις ἃ δεδούλευκά σοι καὶ ὅσα ἠ̃ν κτήνη σου μετ' ἐμου̃

30:30 μικρὰ γὰρ ἠ̃ν ὅσα σοι ἠ̃ν ἐναντίον ἐμου̃ καὶ ηὐξήθη εἰς πλη̃θος καὶ ηὐλόγησέν σε κύριος ἐπὶ τω̨̃ ποδί μου νυ̃ν οὐ̃ν πότε ποιήσω κἀγὼ ἐμαυτω̨̃ οἰ̃κον

30:31 καὶ εἰ̃πεν αὐτω̨̃ Λαβαν τί σοι δώσω εἰ̃πεν δὲ αὐτω̨̃ Ιακωβ οὐ δώσεις μοι οὐθέν ἐὰν ποιήση̨ς μοι τὸ ῥη̃μα του̃το πάλιν ποιμανω̃ τὰ πρόβατά σου καὶ φυλάξω

30:32 παρελθάτω πάντα τὰ πρόβατά σου σήμερον καὶ διαχώρισον ἐκει̃θεν πα̃ν πρόβατον φαιὸν ἐν τοι̃ς ἀρνάσιν καὶ πα̃ν διάλευκον καὶ ῥαντὸν ἐν ται̃ς αἰξίν ἔσται μοι μισθός

30:33 καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ αὔριον ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου πα̃ν ὃ ἐὰν μὴ ἠ̨̃ ῥαντὸν καὶ διάλευκον ἐν ται̃ς αἰξὶν καὶ φαιὸν ἐν τοι̃ς ἀρνάσιν κεκλεμμένον ἔσται παρ' ἐμοί

30:34 εἰ̃πεν δὲ αὐτω̨̃ Λαβαν ἔστω κατὰ τὸ ῥη̃μά σου

30:35 καὶ διέστειλεν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἰ̃γας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους καὶ πα̃ν ὃ ἠ̃ν λευκὸν ἐν αὐτοι̃ς καὶ πα̃ν ὃ ἠ̃ν φαιὸν ἐν τοι̃ς ἀρνάσιν καὶ ἔδωκεν διὰ χειρὸς τω̃ν υἱω̃ν αὐτου̃

30:36 καὶ ἀπέστησεν ὁδὸν τριω̃ν ἡμερω̃ν ἀνὰ μέσον αὐτω̃ν καὶ ἀνὰ μέσον Ιακωβ Ιακωβ δὲ ἐποίμαινεν τὰ πρόβατα Λαβαν τὰ ὑπολειφθέντα

30:37 ἔλαβεν δὲ ἑαυτω̨̃ Ιακωβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυίνην καὶ πλατάνου καὶ ἐλέπισεν αὐτὰς Ιακωβ λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν ἐφαίνετο δὲ ἐπὶ ται̃ς ῥάβδοις τὸ λευκόν ὃ ἐλέπισεν ποικίλον

30:38 καὶ παρέθηκεν τὰς ῥάβδους ἃς ἐλέπισεν ἐν ται̃ς ληνοι̃ς τω̃ν ποτιστηρίων του̃ ὕδατος ἵνα ὡς ἂν ἔλθωσιν τὰ πρόβατα πιει̃ν ἐνώπιον τω̃ν ῥάβδων ἐλθόντων αὐτω̃ν εἰς τὸ πιει̃ν

30:39 ἐγκισσήσωσιν τὰ πρόβατα εἰς τὰς ῥάβδους καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδη̃ ῥαντά

30:40 τοὺς δὲ ἀμνοὺς διέστειλεν Ιακωβ καὶ ἔστησεν ἐναντίον τω̃ν προβάτων κριὸν διάλευκον καὶ πα̃ν ποικίλον ἐν τοι̃ς ἀμνοι̃ς καὶ διεχώρισεν ἑαυτω̨̃ ποίμνια καθ' ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λαβαν

30:41 ἐγένετο δὲ ἐν τω̨̃ καιρω̨̃ ὡ̨̃ ἐνεκίσσησεν τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα ἔθηκεν Ιακωβ τὰς ῥάβδους ἐναντίον τω̃ν προβάτων ἐν ται̃ς ληνοι̃ς του̃ ἐγκισση̃σαι αὐτὰ κατὰ τὰς ῥάβδους

30:42 ἡνίκα δ' ἂν ἔτεκον τὰ πρόβατα οὐκ ἐτίθει ἐγένετο δὲ τὰ ἄσημα του̃ Λαβαν τὰ δὲ ἐπίσημα του̃ Ιακωβ

30:43 καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα καὶ ἐγένετο αὐτω̨̃ κτήνη πολλὰ καὶ βόες καὶ παι̃δες καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι

31:1 ἤκουσεν δὲ Ιακωβ τὰ ῥήματα τω̃ν υἱω̃ν Λαβαν λεγόντων εἴληφεν Ιακωβ πάντα τὰ του̃ πατρὸς ἡμω̃ν καὶ ἐκ τω̃ν του̃ πατρὸς ἡμω̃ν πεποίηκεν πα̃σαν τὴν δόξαν ταύτην

31:2 καὶ εἰ̃δεν Ιακωβ τὸ πρόσωπον του̃ Λαβαν καὶ ἰδοὺ οὐκ ἠ̃ν πρὸς αὐτὸν ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν

31:3 εἰ̃πεν δὲ κύριος πρὸς Ιακωβ ἀποστρέφου εἰς τὴν γη̃ν του̃ πατρός σου καὶ εἰς τὴν γενεάν σου καὶ ἔσομαι μετὰ σου̃

31:4 ἀποστείλας δὲ Ιακωβ ἐκάλεσεν Ραχηλ καὶ Λειαν εἰς τὸ πεδίον οὑ̃ τὰ ποίμνια

31:5 καὶ εἰ̃πεν αὐται̃ς ὁρω̃ ἐγὼ τὸ πρόσωπον του̃ πατρὸς ὑμω̃ν ὅτι οὐκ ἔστιν πρὸς ἐμου̃ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν ὁ δὲ θεὸς του̃ πατρός μου ἠ̃ν μετ' ἐμου̃

31:6 καὶ αὐταὶ δὲ οἴδατε ὅτι ἐν πάση̨ τη̨̃ ἰσχύι μου δεδούλευκα τω̨̃ πατρὶ ὑμω̃ν

31:7 ὁ δὲ πατὴρ ὑμω̃ν παρεκρούσατό με καὶ ἤλλαξεν τὸν μισθόν μου τω̃ν δέκα ἀμνω̃ν καὶ οὐκ ἔδωκεν αὐτω̨̃ ὁ θεὸς κακοποιη̃σαί με

31:8 ἐὰν οὕτως εἴπη̨ τὰ ποικίλα ἔσται σου μισθός καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα ἐὰν δὲ εἴπη̨ τὰ λευκὰ ἔσται σου μισθός καὶ τέξεται πάντα τὰ πρόβατα λευκά

31:9 καὶ ἀφείλατο ὁ θεὸς πάντα τὰ κτήνη του̃ πατρὸς ὑμω̃ν καὶ ἔδωκέν μοι αὐτά

31:10 καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα καὶ εἰ̃δον τοι̃ς ὀφθαλμοι̃ς αὐτὰ ἐν τω̨̃ ὕπνω̨ καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἠ̃σαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἰ̃γας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδει̃ς ῥαντοί

31:11 καὶ εἰ̃πέν μοι ὁ ἄγγελος του̃ θεου̃ καθ' ὕπνον Ιακωβ ἐγὼ δὲ εἰ̃πα τί ἐστιν

31:12 καὶ εἰ̃πεν ἀνάβλεψον τοι̃ς ὀφθαλμοι̃ς σου καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἰ̃γας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδει̃ς ῥαντούς ἑώρακα γὰρ ὅσα σοι Λαβαν ποιει̃

31:13 ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπω̨ θεου̃ οὑ̃ ἤλειψάς μοι ἐκει̃ στήλην καὶ ηὔξω μοι ἐκει̃ εὐχήν νυ̃ν οὐ̃ν ἀνάστηθι καὶ ἔξελθε ἐκ τη̃ς γη̃ς ταύτης καὶ ἄπελθε εἰς τὴν γη̃ν τη̃ς γενέσεώς σου καὶ ἔσομαι μετὰ σου̃

31:14 καὶ ἀποκριθει̃σα Ραχηλ καὶ Λεια εἰ̃παν αὐτω̨̃ μὴ ἔστιν ἡμι̃ν ἔτι μερὶς ἢ κληρονομία ἐν τω̨̃ οἴκω̨ του̃ πατρὸς ἡμω̃ν

31:15 οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτω̨̃ πέπρακεν γὰρ ἡμα̃ς καὶ κατέφαγεν καταβρώσει τὸ ἀργύριον ἡμω̃ν

31:16 πάντα τὸν πλου̃τον καὶ τὴν δόξαν ἣν ἀφείλατο ὁ θεὸς του̃ πατρὸς ἡμω̃ν ἡμι̃ν ἔσται καὶ τοι̃ς τέκνοις ἡμω̃ν νυ̃ν οὐ̃ν ὅσα εἴρηκέν σοι ὁ θεός ποίει

31:17 ἀναστὰς δὲ Ιακωβ ἔλαβεν τὰς γυναι̃κας αὐτου̃ καὶ τὰ παιδία αὐτου̃ ἐπὶ τὰς καμήλους

31:18 καὶ ἀπήγαγεν πάντα τὰ ὑπάρχοντα αὐτου̃ καὶ πα̃σαν τὴν ἀποσκευὴν αὐτου̃ ἣν περιεποιήσατο ἐν τη̨̃ Μεσοποταμία̨ καὶ πάντα τὰ αὐτου̃ ἀπελθει̃ν πρὸς Ισαακ τὸν πατέρα αὐτου̃ εἰς γη̃ν Χανααν

31:19 Λαβαν δὲ ὤ̨χετο κει̃ραι τὰ πρόβατα αὐτου̃ ἔκλεψεν δὲ Ραχηλ τὰ εἴδωλα του̃ πατρὸς αὐτη̃ς

31:20 ἔκρυψεν δὲ Ιακωβ Λαβαν τὸν Σύρον του̃ μὴ ἀναγγει̃λαι αὐτω̨̃ ὅτι ἀποδιδράσκει

31:21 καὶ ἀπέδρα αὐτὸς καὶ πάντα τὰ αὐτου̃ καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλααδ

31:22 ἀνηγγέλη δὲ Λαβαν τω̨̃ Σύρω̨ τη̨̃ τρίτη̨ ἡμέρα̨ ὅτι ἀπέδρα Ιακωβ

31:23 καὶ παραλαβὼν πάντας τοὺς ἀδελφοὺς αὐτου̃ μεθ' ἑαυτου̃ ἐδίωξεν ὀπίσω αὐτου̃ ὁδὸν ἡμερω̃ν ἑπτὰ καὶ κατέλαβεν αὐτὸν ἐν τω̨̃ ὄρει τω̨̃ Γαλααδ

31:24 ἠ̃λθεν δὲ ὁ θεὸς πρὸς Λαβαν τὸν Σύρον καθ' ὕπνον τὴν νύκτα καὶ εἰ̃πεν αὐτω̨̃ φύλαξαι σεαυτόν μήποτε λαλήση̨ς μετὰ Ιακωβ πονηρά

31:25 καὶ κατέλαβεν Λαβαν τὸν Ιακωβ Ιακωβ δὲ ἔπηξεν τὴν σκηνὴν αὐτου̃ ἐν τω̨̃ ὄρει Λαβαν δὲ ἔστησεν τοὺς ἀδελφοὺς αὐτου̃ ἐν τω̨̃ ὄρει Γαλααδ

31:26 εἰ̃πεν δὲ Λαβαν τω̨̃ Ιακωβ τί ἐποίησας ἵνα τί κρυφη̨̃ ἀπέδρας καὶ ἐκλοποφόρησάς με καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρα̨

31:27 καὶ εἰ ἀνήγγειλάς μοι ἐξαπέστειλα ἄν σε μετ' εὐφροσύνης καὶ μετὰ μουσικω̃ν τυμπάνων καὶ κιθάρας

31:28 οὐκ ἠξιώθην καταφιλη̃σαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου νυ̃ν δὲ ἀφρόνως ἔπραξας

31:29 καὶ νυ̃ν ἰσχύει ἡ χείρ μου κακοποιη̃σαί σε ὁ δὲ θεὸς του̃ πατρός σου ἐχθὲς εἰ̃πεν πρός με λέγων φύλαξαι σεαυτόν μήποτε λαλήση̨ς μετὰ Ιακωβ πονηρά

31:30 νυ̃ν οὐ̃ν πεπόρευσαι ἐπιθυμία̨ γὰρ ἐπεθύμησας ἀπελθει̃ν εἰς τὸν οἰ̃κον του̃ πατρός σου ἵνα τί ἔκλεψας τοὺς θεούς μου

31:31 ἀποκριθεὶς δὲ Ιακωβ εἰ̃πεν τω̨̃ Λαβαν εἰ̃πα γάρ μήποτε ἀφέλη̨ς τὰς θυγατέρας σου ἀπ' ἐμου̃ καὶ πάντα τὰ ἐμά

31:32 ἐπίγνωθι τί ἐστιν τω̃ν σω̃ν παρ' ἐμοί καὶ λαβέ καὶ οὐκ ἐπέγνω παρ' αὐτω̨̃ οὐθέν καὶ εἰ̃πεν αὐτω̨̃ Ιακωβ παρ' ὡ̨̃ ἐὰν εὕρη̨ς τοὺς θεούς σου οὐ ζήσεται ἐναντίον τω̃ν ἀδελφω̃ν ἡμω̃ν οὐκ ἤ̨δει δὲ Ιακωβ ὅτι Ραχηλ ἡ γυνὴ αὐτου̃ ἔκλεψεν αὐτούς

31:33 εἰσελθὼν δὲ Λαβαν ἠρεύνησεν εἰς τὸν οἰ̃κον Λειας καὶ οὐχ εὑ̃ρεν καὶ ἐξελθὼν ἐκ του̃ οἴκου Λειας ἠρεύνησεν τὸν οἰ̃κον Ιακωβ καὶ ἐν τω̨̃ οἴκω̨ τω̃ν δύο παιδισκω̃ν καὶ οὐχ εὑ̃ρεν εἰση̃λθεν δὲ καὶ εἰς τὸν οἰ̃κον Ραχηλ

31:34 Ραχηλ δὲ ἔλαβεν τὰ εἴδωλα καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τη̃ς καμήλου καὶ ἐπεκάθισεν αὐτοι̃ς

31:35 καὶ εἰ̃πεν τω̨̃ πατρὶ αὐτη̃ς μὴ βαρέως φέρε κύριε οὐ δύναμαι ἀναστη̃ναι ἐνώπιόν σου ὅτι τὸ κατ' ἐθισμὸν τω̃ν γυναικω̃ν μοί ἐστιν ἠρεύνησεν δὲ Λαβαν ἐν ὅλω̨ τω̨̃ οἴκω̨ καὶ οὐχ εὑ̃ρεν τὰ εἴδωλα

31:36 ὠργίσθη δὲ Ιακωβ καὶ ἐμαχέσατο τω̨̃ Λαβαν ἀποκριθεὶς δὲ Ιακωβ εἰ̃πεν τω̨̃ Λαβαν τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου ὅτι κατεδίωξας ὀπίσω μου

31:37 καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη μου τί εὑ̃ρες ἀπὸ πάντων τω̃ν σκευω̃ν του̃ οἴκου σου θὲς ὡ̃δε ἐναντίον τω̃ν ἀδελφω̃ν μου καὶ τω̃ν ἀδελφω̃ν σου καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τω̃ν δύο ἡμω̃ν

31:38 ταυ̃τά μοι εἴκοσι ἔτη ἐγώ εἰμι μετὰ σου̃ τὰ πρόβατά σου καὶ αἱ αἰ̃γές σου οὐκ ἠτεκνώθησαν κριοὺς τω̃ν προβάτων σου οὐ κατέφαγον

31:39 θηριάλωτον οὐκ ἀνενήνοχά σοι ἐγὼ ἀπετίννυον παρ' ἐμαυτου̃ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός

31:40 ἐγινόμην τη̃ς ἡμέρας συγκαιόμενος τω̨̃ καύματι καὶ παγετω̨̃ τη̃ς νυκτός καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τω̃ν ὀφθαλμω̃ν μου

31:41 ταυ̃τά μοι εἴκοσι ἔτη ἐγώ εἰμι ἐν τη̨̃ οἰκία̨ σου ἐδούλευσά σοι δέκα τέσσαρα ἔτη ἀντὶ τω̃ν δύο θυγατέρων σου καὶ ἓξ ἔτη ἐν τοι̃ς προβάτοις σου καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάσιν

31:42 εἰ μὴ ὁ θεὸς του̃ πατρός μου Αβρααμ καὶ ὁ φόβος Ισαακ ἠ̃ν μοι νυ̃ν ἂν κενόν με ἐξαπέστειλας τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τω̃ν χειρω̃ν μου εἰ̃δεν ὁ θεὸς καὶ ἤλεγξέν σε ἐχθές

31:43 ἀποκριθεὶς δὲ Λαβαν εἰ̃πεν τω̨̃ Ιακωβ αἱ θυγατέρες θυγατέρες μου καὶ οἱ υἱοὶ υἱοί μου καὶ τὰ κτήνη κτήνη μου καὶ πάντα ὅσα σὺ ὁρα̨̃ς ἐμά ἐστιν καὶ τω̃ν θυγατέρων μου τί ποιήσω ταύταις σήμερον ἢ τοι̃ς τέκνοις αὐτω̃ν οἱ̃ς ἔτεκον

31:44 νυ̃ν οὐ̃ν δευ̃ρο διαθώμεθα διαθήκην ἐγὼ καὶ σύ καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ εἰ̃πεν δὲ αὐτω̨̃ ἰδοὺ οὐθεὶς μεθ' ἡμω̃ν ἐστιν ἰδὲ ὁ θεὸς μάρτυς ἀνὰ μέσον ἐμου̃ καὶ σου̃

31:45 λαβὼν δὲ Ιακωβ λίθον ἔστησεν αὐτὸν στήλην

31:46 εἰ̃πεν δὲ Ιακωβ τοι̃ς ἀδελφοι̃ς αὐτου̃ συλλέγετε λίθους καὶ συνέλεξαν λίθους καὶ ἐποίησαν βουνόν καὶ ἔφαγον καὶ ἔπιον ἐκει̃ ἐπὶ του̃ βουνου̃ καὶ εἰ̃πεν αὐτω̨̃ Λαβαν ὁ βουνὸς οὑ̃τος μαρτυρει̃ ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ σήμερον

31:47 καὶ ἐκάλεσεν αὐτὸν Λαβαν Βουνὸς τη̃ς μαρτυρίας Ιακωβ δὲ ἐκάλεσεν αὐτὸν Βουνὸς μάρτυς

31:48 εἰ̃πεν δὲ Λαβαν τω̨̃ Ιακωβ ἰδοὺ ὁ βουνὸς οὑ̃τος καὶ ἡ στήλη αὕτη ἣν ἔστησα ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ μαρτυρει̃ ὁ βουνὸς οὑ̃τος καὶ μαρτυρει̃ ἡ στήλη αὕτη διὰ του̃το ἐκλήθη τὸ ὄνομα αὐτου̃ Βουνὸς μαρτυρει̃

31:49 καὶ ἡ ὅρασις ἣν εἰ̃πεν ἐπίδοι ὁ θεὸς ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ ὅτι ἀποστησόμεθα ἕτερος ἀπὸ του̃ ἑτέρου

31:50 εἰ ταπεινώσεις τὰς θυγατέρας μου εἰ λήμψη̨ γυναι̃κας ἐπὶ ται̃ς θυγατράσιν μου ὅρα οὐθεὶς μεθ' ἡμω̃ν ἐστιν

31:52 ἐάν τε γὰρ ἐγὼ μὴ διαβω̃ πρὸς σὲ μηδὲ σὺ διαβη̨̃ς πρός με τὸν βουνὸν του̃τον καὶ τὴν στήλην ταύτην ἐπὶ κακία̨

31:53 ὁ θεὸς Αβρααμ καὶ ὁ θεὸς Ναχωρ κρινει̃ ἀνὰ μέσον ἡμω̃ν καὶ ὤμοσεν Ιακωβ κατὰ του̃ φόβου του̃ πατρὸς αὐτου̃ Ισαακ

31:54 καὶ ἔθυσεν Ιακωβ θυσίαν ἐν τω̨̃ ὄρει καὶ ἐκάλεσεν τοὺς ἀδελφοὺς αὐτου̃ καὶ ἔφαγον καὶ ἔπιον καὶ ἐκοιμήθησαν ἐν τω̨̃ ὄρει

32:1 ἀναστὰς δὲ Λαβαν τὸ πρωὶ κατεφίλησεν τοὺς υἱοὺς αὐτου̃ καὶ τὰς θυγατέρας αὐτου̃ καὶ εὐλόγησεν αὐτούς καὶ ἀποστραφεὶς Λαβαν ἀπη̃λθεν εἰς τὸν τόπον αὐτου̃

32:2 καὶ Ιακωβ ἀπη̃λθεν εἰς τὴν ἑαυτου̃ ὁδόν καὶ ἀναβλέψας εἰ̃δεν παρεμβολὴν θεου̃ παρεμβεβληκυι̃αν καὶ συνήντησαν αὐτω̨̃ οἱ ἄγγελοι του̃ θεου̃

32:3 εἰ̃πεν δὲ Ιακωβ ἡνίκα εἰ̃δεν αὐτούς Παρεμβολὴ θεου̃ αὕτη καὶ ἐκάλεσεν τὸ ὄνομα του̃ τόπου ἐκείνου Παρεμβολαί

32:4 ἀπέστειλεν δὲ Ιακωβ ἀγγέλους ἔμπροσθεν αὐτου̃ πρὸς Ησαυ τὸν ἀδελφὸν αὐτου̃ εἰς γη̃ν Σηιρ εἰς χώραν Εδωμ

32:5 καὶ ἐνετείλατο αὐτοι̃ς λέγων οὕτως ἐρει̃τε τω̨̃ κυρίω̨ μου Ησαυ οὕτως λέγει ὁ παι̃ς σου Ιακωβ μετὰ Λαβαν παρώ̨κησα καὶ ἐχρόνισα ἕως του̃ νυ̃ν

32:6 καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παι̃δες καὶ παιδίσκαι καὶ ἀπέστειλα ἀναγγει̃λαι τω̨̃ κυρίω̨ μου Ησαυ ἵνα εὕρη̨ ὁ παι̃ς σου χάριν ἐναντίον σου

32:7 καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς Ιακωβ λέγοντες ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ησαυ καὶ ἰδοὺ αὐτὸς ἔρχεται εἰς συνάντησίν σοι καὶ τετρακόσιοι ἄνδρες μετ' αὐτου̃

32:8 ἐφοβήθη δὲ Ιακωβ σφόδρα καὶ ἠπορει̃το καὶ διει̃λεν τὸν λαὸν τὸν μετ' αὐτου̃ καὶ τοὺς βόας καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς

32:9 καὶ εἰ̃πεν Ιακωβ ἐὰν ἔλθη̨ Ησαυ εἰς παρεμβολὴν μίαν καὶ ἐκκόψη̨ αὐτήν ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σώ̨ζεσθαι

32:10 εἰ̃πεν δὲ Ιακωβ ὁ θεὸς του̃ πατρός μου Αβρααμ καὶ ὁ θεὸς του̃ πατρός μου Ισαακ κύριε ὁ εἴπας μοι ἀπότρεχε εἰς τὴν γη̃ν τη̃ς γενέσεώς σου καὶ εὐ̃ σε ποιήσω

32:11 ἱκανου̃ταί μοι ἀπὸ πάσης δικαιοσύνης καὶ ἀπὸ πάσης ἀληθείας ἡ̃ς ἐποίησας τω̨̃ παιδί σου ἐν γὰρ τη̨̃ ῥάβδω̨ μου διέβην τὸν Ιορδάνην του̃τον νυ̃ν δὲ γέγονα εἰς δύο παρεμβολάς

32:12 ἐξελου̃ με ἐκ χειρὸς του̃ ἀδελφου̃ μου Ησαυ ὅτι φοβου̃μαι ἐγὼ αὐτόν μήποτε ἐλθὼν πατάξη̨ με καὶ μητέρα ἐπὶ τέκνοις

32:13 σὺ δὲ εἰ̃πας καλω̃ς εὐ̃ σε ποιήσω καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τη̃ς θαλάσσης ἣ οὐκ ἀριθμηθήσεται ἀπὸ του̃ πλήθους

32:14 καὶ ἐκοιμήθη ἐκει̃ τὴν νύκτα ἐκείνην καὶ ἔλαβεν ὡ̃ν ἔφερεν δω̃ρα καὶ ἐξαπέστειλεν Ησαυ τω̨̃ ἀδελφω̨̃ αὐτου̃

32:15 αἰ̃γας διακοσίας τράγους εἴκοσι πρόβατα διακόσια κριοὺς εἴκοσι

32:16 καμήλους θηλαζούσας καὶ τὰ παιδία αὐτω̃ν τριάκοντα βόας τεσσαράκοντα ταύρους δέκα ὄνους εἴκοσι καὶ πώλους δέκα

32:17 καὶ ἔδωκεν διὰ χειρὸς τοι̃ς παισὶν αὐτου̃ ποίμνιον κατὰ μόνας εἰ̃πεν δὲ τοι̃ς παισὶν αὐτου̃ προπορεύεσθε ἔμπροσθέν μου καὶ διάστημα ποιει̃τε ἀνὰ μέσον ποίμνης καὶ ποίμνης

32:18 καὶ ἐνετείλατο τω̨̃ πρώτω̨ λέγων ἐάν σοι συναντήση̨ Ησαυ ὁ ἀδελφός μου καὶ ἐρωτα̨̃ σε λέγων τίνος εἰ̃ καὶ που̃ πορεύη̨ καὶ τίνος ταυ̃τα τὰ προπορευόμενά σου

32:19 ἐρει̃ς του̃ παιδός σου Ιακωβ δω̃ρα ἀπέσταλκεν τω̨̃ κυρίω̨ μου Ησαυ καὶ ἰδοὺ αὐτὸς ὀπίσω ἡμω̃ν

32:20 καὶ ἐνετείλατο τω̨̃ πρώτω̨ καὶ τω̨̃ δευτέρω̨ καὶ τω̨̃ τρίτω̨ καὶ πα̃σι τοι̃ς προπορευομένοις ὀπίσω τω̃ν ποιμνίων τούτων λέγων κατὰ τὸ ῥη̃μα του̃το λαλήσατε Ησαυ ἐν τω̨̃ εὑρει̃ν ὑμα̃ς αὐτὸν

32:21 καὶ ἐρει̃τε ἰδοὺ ὁ παι̃ς σου Ιακωβ παραγίνεται ὀπίσω ἡμω̃ν εἰ̃πεν γάρ ἐξιλάσομαι τὸ πρόσωπον αὐτου̃ ἐν τοι̃ς δώροις τοι̃ς προπορευομένοις αὐτου̃ καὶ μετὰ του̃το ὄψομαι τὸ πρόσωπον αὐτου̃ ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου

32:22 καὶ παρεπορεύοντο τὰ δω̃ρα κατὰ πρόσωπον αὐτου̃ αὐτὸς δὲ ἐκοιμήθη τὴν νύκτα ἐκείνην ἐν τη̨̃ παρεμβολη̨̃

32:23 ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβεν τὰς δύο γυναι̃κας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτου̃ καὶ διέβη τὴν διάβασιν του̃ Ιαβοκ

32:24 καὶ ἔλαβεν αὐτοὺς καὶ διέβη τὸν χειμάρρουν καὶ διεβίβασεν πάντα τὰ αὐτου̃

32:25 ὑπελείφθη δὲ Ιακωβ μόνος καὶ ἐπάλαιεν ἄνθρωπος μετ' αὐτου̃ ἕως πρωί

32:26 εἰ̃δεν δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν καὶ ἥψατο του̃ πλάτους του̃ μηρου̃ αὐτου̃ καὶ ἐνάρκησεν τὸ πλάτος του̃ μηρου̃ Ιακωβ ἐν τω̨̃ παλαίειν αὐτὸν μετ' αὐτου̃

32:27 καὶ εἰ̃πεν αὐτω̨̃ ἀπόστειλόν με ἀνέβη γὰρ ὁ ὄρθρος ὁ δὲ εἰ̃πεν οὐ μή σε ἀποστείλω ἐὰν μή με εὐλογήση̨ς

32:28 εἰ̃πεν δὲ αὐτω̨̃ τί τὸ ὄνομά σού ἐστιν ὁ δὲ εἰ̃πεν Ιακωβ

32:29 εἰ̃πεν δὲ αὐτω̨̃ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ιακωβ ἀλλὰ Ισραηλ ἔσται τὸ ὄνομά σου ὅτι ἐνίσχυσας μετὰ θεου̃ καὶ μετὰ ἀνθρώπων δυνατός

32:30 ἠρώτησεν δὲ Ιακωβ καὶ εἰ̃πεν ἀνάγγειλόν μοι τὸ ὄνομά σου καὶ εἰ̃πεν ἵνα τί του̃το ἐρωτα̨̃ς τὸ ὄνομά μου καὶ ηὐλόγησεν αὐτὸν ἐκει̃

32:31 καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα του̃ τόπου ἐκείνου Εἰ̃δος θεου̃ εἰ̃δον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον καὶ ἐσώθη μου ἡ ψυχή

32:32 ἀνέτειλεν δὲ αὐτω̨̃ ὁ ἥλιος ἡνίκα παρη̃λθεν τὸ Εἰ̃δος του̃ θεου̃ αὐτὸς δὲ ἐπέσκαζεν τω̨̃ μηρω̨̃ αὐτου̃

32:33 ἕνεκεν τούτου οὐ μὴ φάγωσιν οἱ υἱοὶ Ισραηλ τὸ νευ̃ρον ὃ ἐνάρκησεν ὅ ἐστιν ἐπὶ του̃ πλάτους του̃ μηρου̃ ἕως τη̃ς ἡμέρας ταύτης ὅτι ἥψατο του̃ πλάτους του̃ μηρου̃ Ιακωβ του̃ νεύρου καὶ ἐνάρκησεν

33:1 ἀναβλέψας δὲ Ιακωβ εἰ̃δεν καὶ ἰδοὺ Ησαυ ὁ ἀδελφὸς αὐτου̃ ἐρχόμενος καὶ τετρακόσιοι ἄνδρες μετ' αὐτου̃ καὶ ἐπιδιει̃λεν Ιακωβ τὰ παιδία ἐπὶ Λειαν καὶ Ραχηλ καὶ τὰς δύο παιδίσκας

33:2 καὶ ἐποίησεν τὰς δύο παιδίσκας καὶ τοὺς υἱοὺς αὐτω̃ν ἐν πρώτοις καὶ Λειαν καὶ τὰ παιδία αὐτη̃ς ὀπίσω καὶ Ραχηλ καὶ Ιωσηφ ἐσχάτους

33:3 αὐτὸς δὲ προη̃λθεν ἔμπροσθεν αὐτω̃ν καὶ προσεκύνησεν ἐπὶ τὴν γη̃ν ἑπτάκις ἕως του̃ ἐγγίσαι του̃ ἀδελφου̃ αὐτου̃

33:4 καὶ προσέδραμεν Ησαυ εἰς συνάντησιν αὐτω̨̃ καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν καὶ προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτου̃ καὶ ἔκλαυσαν ἀμφότεροι

33:5 καὶ ἀναβλέψας εἰ̃δεν τὰς γυναι̃κας καὶ τὰ παιδία καὶ εἰ̃πεν τί ταυ̃τά σοί ἐστιν ὁ δὲ εἰ̃πεν τὰ παιδία οἱ̃ς ἠλέησεν ὁ θεὸς τὸν παι̃δά σου

33:6 καὶ προσήγγισαν αἱ παιδίσκαι καὶ τὰ τέκνα αὐτω̃ν καὶ προσεκύνησαν

33:7 καὶ προσήγγισεν Λεια καὶ τὰ τέκνα αὐτη̃ς καὶ προσεκύνησαν καὶ μετὰ ταυ̃τα προσήγγισεν Ραχηλ καὶ Ιωσηφ καὶ προσεκύνησαν

33:8 καὶ εἰ̃πεν τί ταυ̃τά σοί ἐστιν πα̃σαι αἱ παρεμβολαὶ αὑ̃ται αἱ̃ς ἀπήντηκα ὁ δὲ εἰ̃πεν ἵνα εὕρη̨ ὁ παι̃ς σου χάριν ἐναντίον σου κύριε

33:9 εἰ̃πεν δὲ Ησαυ ἔστιν μοι πολλά ἄδελφε ἔστω σοι τὰ σά

33:10 εἰ̃πεν δὲ Ιακωβ εἰ εὕρηκα χάριν ἐναντίον σου δέξαι τὰ δω̃ρα διὰ τω̃ν ἐμω̃ν χειρω̃ν ἕνεκεν τούτου εἰ̃δον τὸ πρόσωπόν σου ὡς ἄν τις ἴδοι πρόσωπον θεου̃ καὶ εὐδοκήσεις με

33:11 λαβὲ τὰς εὐλογίας μου ἃς ἤνεγκά σοι ὅτι ἠλέησέν με ὁ θεὸς καὶ ἔστιν μοι πάντα καὶ ἐβιάσατο αὐτόν καὶ ἔλαβεν

33:12 καὶ εἰ̃πεν ἀπάραντες πορευσόμεθα ἐπ' εὐθει̃αν

33:13 εἰ̃πεν δὲ αὐτω̨̃ ὁ κύριός μου γινώσκει ὅτι τὰ παιδία ἁπαλώτερα καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ' ἐμέ ἐὰν οὐ̃ν καταδιώξω αὐτοὺς ἡμέραν μίαν ἀποθανου̃νται πάντα τὰ κτήνη

33:14 προελθέτω ὁ κύριός μου ἔμπροσθεν του̃ παιδός ἐγὼ δὲ ἐνισχύσω ἐν τη̨̃ ὁδω̨̃ κατὰ σχολὴν τη̃ς πορεύσεως τη̃ς ἐναντίον μου καὶ κατὰ πόδα τω̃ν παιδαρίων ἕως του̃ με ἐλθει̃ν πρὸς τὸν κύριόν μου εἰς Σηιρ

33:15 εἰ̃πεν δὲ Ησαυ καταλείψω μετὰ σου̃ ἀπὸ του̃ λαου̃ του̃ μετ' ἐμου̃ ὁ δὲ εἰ̃πεν ἵνα τί του̃το ἱκανὸν ὅτι εὑ̃ρον χάριν ἐναντίον σου κύριε

33:16 ἀπέστρεψεν δὲ Ησαυ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἰς τὴν ὁδὸν αὐτου̃ εἰς Σηιρ

33:17 καὶ Ιακωβ ἀπαίρει εἰς Σκηνάς καὶ ἐποίησεν ἑαυτω̨̃ ἐκει̃ οἰκίας καὶ τοι̃ς κτήνεσιν αὐτου̃ ἐποίησεν σκηνάς διὰ του̃το ἐκάλεσεν τὸ ὄνομα του̃ τόπου ἐκείνου Σκηναί

33:18 καὶ ἠ̃λθεν Ιακωβ εἰς Σαλημ πόλιν Σικιμων ἥ ἐστιν ἐν γη̨̃ Χανααν ὅτε ἠ̃λθεν ἐκ τη̃ς Μεσοποταμίας Συρίας καὶ παρενέβαλεν κατὰ πρόσωπον τη̃ς πόλεως

33:19 καὶ ἐκτήσατο τὴν μερίδα του̃ ἀγρου̃ οὑ̃ ἔστησεν ἐκει̃ τὴν σκηνὴν αὐτου̃ παρὰ Εμμωρ πατρὸς Συχεμ ἑκατὸν ἀμνω̃ν

33:20 καὶ ἔστησεν ἐκει̃ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸν θεὸν Ισραηλ

34:1 ἐξη̃λθεν δὲ Δινα ἡ θυγάτηρ Λειας ἣν ἔτεκεν τω̨̃ Ιακωβ καταμαθει̃ν τὰς θυγατέρας τω̃ν ἐγχωρίων

34:2 καὶ εἰ̃δεν αὐτὴν Συχεμ ὁ υἱὸς Εμμωρ ὁ Χορραι̃ος ὁ ἄρχων τη̃ς γη̃ς καὶ λαβὼν αὐτὴν ἐκοιμήθη μετ' αὐτη̃ς καὶ ἐταπείνωσεν αὐτήν

34:3 καὶ προσέσχεν τη̨̃ ψυχη̨̃ Δινας τη̃ς θυγατρὸς Ιακωβ καὶ ἠγάπησεν τὴν παρθένον καὶ ἐλάλησεν κατὰ τὴν διάνοιαν τη̃ς παρθένου αὐτη̨̃

34:4 εἰ̃πεν δὲ Συχεμ πρὸς Εμμωρ τὸν πατέρα αὐτου̃ λέγων λαβέ μοι τὴν παιδίσκην ταύτην εἰς γυναι̃κα

34:5 Ιακωβ δὲ ἤκουσεν ὅτι ἐμίανεν ὁ υἱὸς Εμμωρ Διναν τὴν θυγατέρα αὐτου̃ οἱ δὲ υἱοὶ αὐτου̃ ἠ̃σαν μετὰ τω̃ν κτηνω̃ν αὐτου̃ ἐν τω̨̃ πεδίω̨ παρεσιώπησεν δὲ Ιακωβ ἕως του̃ ἐλθει̃ν αὐτούς

34:6 ἐξη̃λθεν δὲ Εμμωρ ὁ πατὴρ Συχεμ πρὸς Ιακωβ λαλη̃σαι αὐτω̨̃

34:7 οἱ δὲ υἱοὶ Ιακωβ ἠ̃λθον ἐκ του̃ πεδίου ὡς δὲ ἤκουσαν κατενύχθησαν οἱ ἄνδρες καὶ λυπηρὸν ἠ̃ν αὐτοι̃ς σφόδρα ὅτι ἄσχημον ἐποίησεν ἐν Ισραηλ κοιμηθεὶς μετὰ τη̃ς θυγατρὸς Ιακωβ καὶ οὐχ οὕτως ἔσται

34:8 καὶ ἐλάλησεν Εμμωρ αὐτοι̃ς λέγων Συχεμ ὁ υἱός μου προείλατο τη̨̃ ψυχη̨̃ τὴν θυγατέρα ὑμω̃ν δότε οὐ̃ν αὐτὴν αὐτω̨̃ γυναι̃κα

34:9 ἐπιγαμβρεύσασθε ἡμι̃ν τὰς θυγατέρας ὑμω̃ν δότε ἡμι̃ν καὶ τὰς θυγατέρας ἡμω̃ν λάβετε τοι̃ς υἱοι̃ς ὑμω̃ν

34:10 καὶ ἐν ἡμι̃ν κατοικει̃τε καὶ ἡ γη̃ ἰδοὺ πλατει̃α ἐναντίον ὑμω̃ν κατοικει̃τε καὶ ἐμπορεύεσθε ἐπ' αὐτη̃ς καὶ ἐγκτήσασθε ἐν αὐτη̨̃

34:11 εἰ̃πεν δὲ Συχεμ πρὸς τὸν πατέρα αὐτη̃ς καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτη̃ς εὕροιμι χάριν ἐναντίον ὑμω̃ν καὶ ὃ ἐὰν εἴπητε δώσομεν

34:12 πληθύνατε τὴν φερνὴν σφόδρα καὶ δώσω καθότι ἂν εἴπητέ μοι καὶ δώσετέ μοι τὴν παι̃δα ταύτην εἰς γυναι̃κα

34:13 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Ιακωβ τω̨̃ Συχεμ καὶ Εμμωρ τω̨̃ πατρὶ αὐτου̃ μετὰ δόλου καὶ ἐλάλησαν αὐτοι̃ς ὅτι ἐμίαναν Διναν τὴν ἀδελφὴν αὐτω̃ν

34:14 καὶ εἰ̃παν αὐτοι̃ς Συμεων καὶ Λευι οἱ ἀδελφοὶ Δινας υἱοὶ δὲ Λειας οὐ δυνησόμεθα ποιη̃σαι τὸ ῥη̃μα του̃το δου̃ναι τὴν ἀδελφὴν ἡμω̃ν ἀνθρώπω̨ ὃς ἔχει ἀκροβυστίαν ἔστιν γὰρ ὄνειδος ἡμι̃ν

34:15 ἐν τούτω̨ ὁμοιωθησόμεθα ὑμι̃ν καὶ κατοικήσομεν ἐν ὑμι̃ν ἐὰν γένησθε ὡς ἡμει̃ς καὶ ὑμει̃ς ἐν τω̨̃ περιτμηθη̃ναι ὑμω̃ν πα̃ν ἀρσενικόν

34:16 καὶ δώσομεν τὰς θυγατέρας ἡμω̃ν ὑμι̃ν καὶ ἀπὸ τω̃ν θυγατέρων ὑμω̃ν λημψόμεθα ἡμι̃ν γυναι̃κας καὶ οἰκήσομεν παρ' ὑμι̃ν καὶ ἐσόμεθα ὡς γένος ἕν

34:17 ἐὰν δὲ μὴ εἰσακούσητε ἡμω̃ν του̃ περιτέμνεσθαι λαβόντες τὰς θυγατέρας ἡμω̃ν ἀπελευσόμεθα

34:18 καὶ ἤρεσαν οἱ λόγοι ἐναντίον Εμμωρ καὶ ἐναντίον Συχεμ του̃ υἱου̃ Εμμωρ

34:19 καὶ οὐκ ἐχρόνισεν ὁ νεανίσκος του̃ ποιη̃σαι τὸ ῥη̃μα του̃το ἐνέκειτο γὰρ τη̨̃ θυγατρὶ Ιακωβ αὐτὸς δὲ ἠ̃ν ἐνδοξότατος πάντων τω̃ν ἐν τω̨̃ οἴκω̨ του̃ πατρὸς αὐτου̃

34:20 ἠ̃λθεν δὲ Εμμωρ καὶ Συχεμ ὁ υἱὸς αὐτου̃ πρὸς τὴν πύλην τη̃ς πόλεως αὐτω̃ν καὶ ἐλάλησαν πρὸς τοὺς ἄνδρας τη̃ς πόλεως αὐτω̃ν λέγοντες

34:21 οἱ ἄνθρωποι οὑ̃τοι εἰρηνικοί εἰσιν μεθ' ἡμω̃ν οἰκείτωσαν ἐπὶ τη̃ς γη̃ς καὶ ἐμπορευέσθωσαν αὐτήν ἡ δὲ γη̃ ἰδοὺ πλατει̃α ἐναντίον αὐτω̃ν τὰς θυγατέρας αὐτω̃ν λημψόμεθα ἡμι̃ν γυναι̃κας καὶ τὰς θυγατέρας ἡμω̃ν δώσομεν αὐτοι̃ς

34:22 μόνον ἐν τούτω̨ ὁμοιωθήσονται ἡμι̃ν οἱ ἄνθρωποι του̃ κατοικει̃ν μεθ' ἡμω̃ν ὥστε εἰ̃ναι λαὸν ἕνα ἐν τω̨̃ περιτέμνεσθαι ἡμω̃ν πα̃ν ἀρσενικόν καθὰ καὶ αὐτοὶ περιτέτμηνται

34:23 καὶ τὰ κτήνη αὐτω̃ν καὶ τὰ ὑπάρχοντα αὐτω̃ν καὶ τὰ τετράποδα οὐχ ἡμω̃ν ἔσται μόνον ἐν τούτω̨ ὁμοιωθω̃μεν αὐτοι̃ς καὶ οἰκήσουσιν μεθ' ἡμω̃ν

34:24 καὶ εἰσήκουσαν Εμμωρ καὶ Συχεμ του̃ υἱου̃ αὐτου̃ πάντες οἱ ἐκπορευόμενοι τὴν πύλην τη̃ς πόλεως αὐτω̃ν καὶ περιετέμοντο τὴν σάρκα τη̃ς ἀκροβυστίας αὐτω̃ν πα̃ς ἄρσην

34:25 ἐγένετο δὲ ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ὅτε ἠ̃σαν ἐν τω̨̃ πόνω̨ ἔλαβον οἱ δύο υἱοὶ Ιακωβ Συμεων καὶ Λευι οἱ ἀδελφοὶ Δινας ἕκαστος τὴν μάχαιραν αὐτου̃ καὶ εἰση̃λθον εἰς τὴν πόλιν ἀσφαλω̃ς καὶ ἀπέκτειναν πα̃ν ἀρσενικόν

34:26 τόν τε Εμμωρ καὶ Συχεμ τὸν υἱὸν αὐτου̃ ἀπέκτειναν ἐν στόματι μαχαίρας καὶ ἔλαβον τὴν Διναν ἐκ του̃ οἴκου του̃ Συχεμ καὶ ἐξη̃λθον

34:27 οἱ δὲ υἱοὶ Ιακωβ εἰση̃λθον ἐπὶ τοὺς τραυματίας καὶ διήρπασαν τὴν πόλιν ἐν ἡ̨̃ ἐμίαναν Διναν τὴν ἀδελφὴν αὐτω̃ν

34:28 καὶ τὰ πρόβατα αὐτω̃ν καὶ τοὺς βόας αὐτω̃ν καὶ τοὺς ὄνους αὐτω̃ν ὅσα τε ἠ̃ν ἐν τη̨̃ πόλει καὶ ὅσα ἠ̃ν ἐν τω̨̃ πεδίω̨ ἔλαβον

34:29 καὶ πάντα τὰ σώματα αὐτω̃ν καὶ πα̃σαν τὴν ἀποσκευὴν αὐτω̃ν καὶ τὰς γυναι̃κας αὐτω̃ν ἠ̨χμαλώτευσαν καὶ διήρπασαν ὅσα τε ἠ̃ν ἐν τη̨̃ πόλει καὶ ὅσα ἠ̃ν ἐν ται̃ς οἰκίαις

34:30 εἰ̃πεν δὲ Ιακωβ Συμεων καὶ Λευι μισητόν με πεποιήκατε ὥστε πονηρόν με εἰ̃ναι πα̃σιν τοι̃ς κατοικου̃σιν τὴν γη̃ν ἔν τε τοι̃ς Χαναναίοις καὶ τοι̃ς Φερεζαίοις ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμω̨̃ καὶ συναχθέντες ἐπ' ἐμὲ συγκόψουσίν με καὶ ἐκτριβήσομαι ἐγὼ καὶ ὁ οἰ̃κός μου

34:31 οἱ δὲ εἰ̃παν ἀλλ' ὡσεὶ πόρνη̨ χρήσωνται τη̨̃ ἀδελφη̨̃ ἡμω̃ν

35:1 εἰ̃πεν δὲ ὁ θεὸς πρὸς Ιακωβ ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθηλ καὶ οἴκει ἐκει̃ καὶ ποίησον ἐκει̃ θυσιαστήριον τω̨̃ θεω̨̃ τω̨̃ ὀφθέντι σοι ἐν τω̨̃ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ησαυ του̃ ἀδελφου̃ σου

35:2 εἰ̃πεν δὲ Ιακωβ τω̨̃ οἴκω̨ αὐτου̃ καὶ πα̃σιν τοι̃ς μετ' αὐτου̃ ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ' ὑμω̃ν ἐκ μέσου ὑμω̃ν καὶ καθαρίσασθε καὶ ἀλλάξατε τὰς στολὰς ὑμω̃ν

35:3 καὶ ἀναστάντες ἀναβω̃μεν εἰς Βαιθηλ καὶ ποιήσωμεν ἐκει̃ θυσιαστήριον τω̨̃ θεω̨̃ τω̨̃ ἐπακούσαντί μοι ἐν ἡμέρα̨ θλίψεως ὃς ἠ̃ν μετ' ἐμου̃ καὶ διέσωσέν με ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἐπορεύθην

35:4 καὶ ἔδωκαν τω̨̃ Ιακωβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἳ ἠ̃σαν ἐν ται̃ς χερσὶν αὐτω̃ν καὶ τὰ ἐνώτια τὰ ἐν τοι̃ς ὠσὶν αὐτω̃ν καὶ κατέκρυψεν αὐτὰ Ιακωβ ὑπὸ τὴν τερέμινθον τὴν ἐν Σικιμοις καὶ ἀπώλεσεν αὐτὰ ἕως τη̃ς σήμερον ἡμέρας

35:5 καὶ ἐξη̃ρεν Ισραηλ ἐκ Σικιμων καὶ ἐγένετο φόβος θεου̃ ἐπὶ τὰς πόλεις τὰς κύκλω̨ αὐτω̃ν καὶ οὐ κατεδίωξαν ὀπίσω τω̃ν υἱω̃ν Ισραηλ

35:6 ἠ̃λθεν δὲ Ιακωβ εἰς Λουζα ἥ ἐστιν ἐν γη̨̃ Χανααν ἥ ἐστιν Βαιθηλ αὐτὸς καὶ πα̃ς ὁ λαός ὃς ἠ̃ν μετ' αὐτου̃

35:7 καὶ ὠ̨κοδόμησεν ἐκει̃ θυσιαστήριον καὶ ἐκάλεσεν τὸ ὄνομα του̃ τόπου Βαιθηλ ἐκει̃ γὰρ ἐπεφάνη αὐτω̨̃ ὁ θεὸς ἐν τω̨̃ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ησαυ του̃ ἀδελφου̃ αὐτου̃

35:8 ἀπέθανεν δὲ Δεββωρα ἡ τροφὸς Ρεβεκκας κατώτερον Βαιθηλ ὑπὸ τὴν βάλανον καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα αὐτη̃ς Βάλανος πένθους

35:9 ὤφθη δὲ ὁ θεὸς Ιακωβ ἔτι ἐν Λουζα ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τη̃ς Συρίας καὶ ηὐλόγησεν αὐτὸν ὁ θεός

35:10 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ θεός τὸ ὄνομά σου Ιακωβ οὐ κληθήσεται ἔτι Ιακωβ ἀλλ' Ισραηλ ἔσται τὸ ὄνομά σου

35:11 εἰ̃πεν δὲ αὐτω̨̃ ὁ θεός ἐγὼ ὁ θεός σου αὐξάνου καὶ πληθύνου ἔθνη καὶ συναγωγαὶ ἐθνω̃ν ἔσονται ἐκ σου̃ καὶ βασιλει̃ς ἐκ τη̃ς ὀσφύος σου ἐξελεύσονται

35:12 καὶ τὴν γη̃ν ἣν δέδωκα Αβρααμ καὶ Ισαακ σοὶ δέδωκα αὐτήν σοὶ ἔσται καὶ τω̨̃ σπέρματί σου μετὰ σὲ δώσω τὴν γη̃ν ταύτην

35:13 ἀνέβη δὲ ὁ θεὸς ἀπ' αὐτου̃ ἐκ του̃ τόπου οὑ̃ ἐλάλησεν μετ' αὐτου̃

35:14 καὶ ἔστησεν Ιακωβ στήλην ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἐλάλησεν μετ' αὐτου̃ στήλην λιθίνην καὶ ἔσπεισεν ἐπ' αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ' αὐτὴν ἔλαιον

35:15 καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα του̃ τόπου ἐν ὡ̨̃ ἐλάλησεν μετ' αὐτου̃ ἐκει̃ ὁ θεός Βαιθηλ

35:16 ἀπάρας δὲ Ιακωβ ἐκ Βαιθηλ ἔπηξεν τὴν σκηνὴν αὐτου̃ ἐπέκεινα του̃ πύργου Γαδερ ἐγένετο δὲ ἡνίκα ἤγγισεν Χαβραθα εἰς γη̃ν ἐλθει̃ν Εφραθα ἔτεκεν Ραχηλ καὶ ἐδυστόκησεν ἐν τω̨̃ τοκετω̨̃

35:17 ἐγένετο δὲ ἐν τω̨̃ σκληρω̃ς αὐτὴν τίκτειν εἰ̃πεν αὐτη̨̃ ἡ μαι̃α θάρσει καὶ γὰρ οὑ̃τός σοί ἐστιν υἱός

35:18 ἐγένετο δὲ ἐν τω̨̃ ἀφιέναι αὐτὴν τὴν ψυχήν ἀπέθνη̨σκεν γάρ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Υἱὸς ὀδύνης μου ὁ δὲ πατὴρ ἐκάλεσεν αὐτὸν Βενιαμιν

35:19 ἀπέθανεν δὲ Ραχηλ καὶ ἐτάφη ἐν τη̨̃ ὁδω̨̃ Εφραθα αὕτη ἐστὶν Βηθλεεμ

35:20 καὶ ἔστησεν Ιακωβ στήλην ἐπὶ του̃ μνημείου αὐτη̃ς αὕτη ἐστὶν στήλη μνημείου Ραχηλ ἕως τη̃ς σήμερον ἡμέρας

35:22 ἐγένετο δὲ ἡνίκα κατώ̨κησεν Ισραηλ ἐν τη̨̃ γη̨̃ ἐκείνη̨ ἐπορεύθη Ρουβην καὶ ἐκοιμήθη μετὰ Βαλλας τη̃ς παλλακη̃ς του̃ πατρὸς αὐτου̃ καὶ ἤκουσεν Ισραηλ καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτου̃ ἠ̃σαν δὲ οἱ υἱοὶ Ιακωβ δώδεκα

35:23 υἱοὶ Λειας πρωτότοκος Ιακωβ Ρουβην Συμεων Λευι Ιουδας Ισσαχαρ Ζαβουλων

35:24 υἱοὶ δὲ Ραχηλ Ιωσηφ καὶ Βενιαμιν

35:25 υἱοὶ δὲ Βαλλας παιδίσκης Ραχηλ Δαν καὶ Νεφθαλι

35:26 υἱοὶ δὲ Ζελφας παιδίσκης Λειας Γαδ καὶ Ασηρ οὑ̃τοι υἱοὶ Ιακωβ οἳ ἐγένοντο αὐτω̨̃ ἐν Μεσοποταμία̨ τη̃ς Συρίας

35:27 ἠ̃λθεν δὲ Ιακωβ πρὸς Ισαακ τὸν πατέρα αὐτου̃ εἰς Μαμβρη εἰς πόλιν του̃ πεδίου αὕτη ἐστὶν Χεβρων ἐν γη̨̃ Χανααν οὑ̃ παρώ̨κησεν Αβρααμ καὶ Ισαακ

35:28 ἐγένοντο δὲ αἱ ἡμέραι Ισαακ ἃς ἔζησεν ἔτη ἑκατὸν ὀγδοήκοντα

35:29 καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτου̃ πρεσβύτερος καὶ πλήρης ἡμερω̃ν καὶ ἔθαψαν αὐτὸν Ησαυ καὶ Ιακωβ οἱ υἱοὶ αὐτου̃

36:1 αὑ̃ται δὲ αἱ γενέσεις Ησαυ αὐτός ἐστιν Εδωμ

36:2 Ησαυ δὲ ἔλαβεν γυναι̃κας ἑαυτω̨̃ ἀπὸ τω̃ν θυγατέρων τω̃ν Χαναναίων τὴν Αδα θυγατέρα Αιλων του̃ Χετταίου καὶ τὴν Ελιβεμα θυγατέρα Ανα του̃ υἱου̃ Σεβεγων του̃ Ευαίου

36:3 καὶ τὴν Βασεμμαθ θυγατέρα Ισμαηλ ἀδελφὴν Ναβαιωθ

36:4 ἔτεκεν δὲ Αδα τω̨̃ Ησαυ τὸν Ελιφας καὶ Βασεμμαθ ἔτεκεν τὸν Ραγουηλ

36:5 καὶ Ελιβεμα ἔτεκεν τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε οὑ̃τοι υἱοὶ Ησαυ οἳ ἐγένοντο αὐτω̨̃ ἐν γη̨̃ Χανααν

36:6 ἔλαβεν δὲ Ησαυ τὰς γυναι̃κας αὐτου̃ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα του̃ οἴκου αὐτου̃ καὶ πάντα τὰ ὑπάρχοντα καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γη̨̃ Χανααν καὶ ἐπορεύθη ἐκ γη̃ς Χανααν ἀπὸ προσώπου Ιακωβ του̃ ἀδελφου̃ αὐτου̃

36:7 ἠ̃ν γὰρ αὐτω̃ν τὰ ὑπάρχοντα πολλὰ του̃ οἰκει̃ν ἅμα καὶ οὐκ ἐδύνατο ἡ γη̃ τη̃ς παροικήσεως αὐτω̃ν φέρειν αὐτοὺς ἀπὸ του̃ πλήθους τω̃ν ὑπαρχόντων αὐτω̃ν

36:8 ὤ̨κησεν δὲ Ησαυ ἐν τω̨̃ ὄρει Σηιρ Ησαυ αὐτός ἐστιν Εδωμ

36:9 αὑ̃ται δὲ αἱ γενέσεις Ησαυ πατρὸς Εδωμ ἐν τω̨̃ ὄρει Σηιρ

36:10 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Ησαυ Ελιφας υἱὸς Αδας γυναικὸς Ησαυ καὶ Ραγουηλ υἱὸς Βασεμμαθ γυναικὸς Ησαυ

36:11 ἐγένοντο δὲ υἱοὶ Ελιφας Θαιμαν Ωμαρ Σωφαρ Γοθομ καὶ Κενεζ

36:12 Θαμνα δὲ ἠ̃ν παλλακὴ Ελιφας του̃ υἱου̃ Ησαυ καὶ ἔτεκεν τω̨̃ Ελιφας τὸν Αμαληκ οὑ̃τοι υἱοὶ Αδας γυναικὸς Ησαυ

36:13 οὑ̃τοι δὲ υἱοὶ Ραγουηλ Ναχοθ Ζαρε Σομε καὶ Μοζε οὑ̃τοι ἠ̃σαν υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ

36:14 οὑ̃τοι δὲ ἠ̃σαν υἱοὶ Ελιβεμας θυγατρὸς Ανα του̃ υἱου̃ Σεβεγων γυναικὸς Ησαυ ἔτεκεν δὲ τω̨̃ Ησαυ τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε

36:15 οὑ̃τοι ἡγεμόνες υἱοὶ Ησαυ υἱοὶ Ελιφας πρωτοτόκου Ησαυ ἡγεμὼν Θαιμαν ἡγεμὼν Ωμαρ ἡγεμὼν Σωφαρ ἡγεμὼν Κενεζ

36:16 ἡγεμὼν Κορε ἡγεμὼν Γοθομ ἡγεμὼν Αμαληκ οὑ̃τοι ἡγεμόνες Ελιφας ἐν γη̨̃ Ιδουμαία̨ οὑ̃τοι υἱοὶ Αδας

36:17 καὶ οὑ̃τοι υἱοὶ Ραγουηλ υἱου̃ Ησαυ ἡγεμὼν Ναχοθ ἡγεμὼν Ζαρε ἡγεμὼν Σομε ἡγεμὼν Μοζε οὑ̃τοι ἡγεμόνες Ραγουηλ ἐν γη̨̃ Εδωμ οὑ̃τοι υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ

36:18 οὑ̃τοι δὲ υἱοὶ Ελιβεμας γυναικὸς Ησαυ ἡγεμὼν Ιεους ἡγεμὼν Ιεγλομ ἡγεμὼν Κορε οὑ̃τοι ἡγεμόνες Ελιβεμας

36:19 οὑ̃τοι υἱοὶ Ησαυ καὶ οὑ̃τοι ἡγεμόνες αὐτω̃ν οὑ̃τοί εἰσιν υἱοὶ Εδωμ

36:20 οὑ̃τοι δὲ υἱοὶ Σηιρ του̃ Χορραίου του̃ κατοικου̃ντος τὴν γη̃ν Λωταν Σωβαλ Σεβεγων Ανα

36:21 καὶ Δησων καὶ Ασαρ καὶ Ρισων οὑ̃τοι ἡγεμόνες του̃ Χορραίου του̃ υἱου̃ Σηιρ ἐν τη̨̃ γη̨̃ Εδωμ

36:22 ἐγένοντο δὲ υἱοὶ Λωταν Χορρι καὶ Αιμαν ἀδελφὴ δὲ Λωταν Θαμνα

36:23 οὑ̃τοι δὲ υἱοὶ Σωβαλ Γωλων καὶ Μαναχαθ καὶ Γαιβηλ Σωφ καὶ Ωμαν

36:24 καὶ οὑ̃τοι υἱοὶ Σεβεγων Αιε καὶ Ωναν οὑ̃τός ἐστιν ὁ Ωνας ὃς εὑ̃ρεν τὸν Ιαμιν ἐν τη̨̃ ἐρήμω̨ ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγων του̃ πατρὸς αὐτου̃

36:25 οὑ̃τοι δὲ υἱοὶ Ανα Δησων καὶ Ελιβεμα θυγάτηρ Ανα

36:26 οὑ̃τοι δὲ υἱοὶ Δησων Αμαδα καὶ Ασβαν καὶ Ιεθραν καὶ Χαρραν

36:27 οὑ̃τοι δὲ υἱοὶ Ασαρ Βαλααν καὶ Ζουκαμ καὶ Ιωυκαμ καὶ Ουκαν

36:28 οὑ̃τοι δὲ υἱοὶ Ρισων Ως καὶ Αραμ

36:29 οὑ̃τοι ἡγεμόνες Χορρι ἡγεμὼν Λωταν ἡγεμὼν Σωβαλ ἡγεμὼν Σεβεγων ἡγεμὼν Ανα

36:30 ἡγεμὼν Δησων ἡγεμὼν Ασαρ ἡγεμὼν Ρισων οὑ̃τοι ἡγεμόνες Χορρι ἐν ται̃ς ἡγεμονίαις αὐτω̃ν ἐν γη̨̃ Εδωμ

36:31 καὶ οὑ̃τοι οἱ βασιλει̃ς οἱ βασιλεύσαντες ἐν Εδωμ πρὸ του̃ βασιλευ̃σαι βασιλέα ἐν Ισραηλ

36:32 καὶ ἐβασίλευσεν ἐν Εδωμ Βαλακ υἱὸς του̃ Βεωρ καὶ ὄνομα τη̨̃ πόλει αὐτου̃ Δενναβα

36:33 ἀπέθανεν δὲ Βαλακ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας

36:34 ἀπέθανεν δὲ Ιωβαβ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Ασομ ἐκ τη̃ς γη̃ς Θαιμανων

36:35 ἀπέθανεν δὲ Ασομ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τω̨̃ πεδίω̨ Μωαβ καὶ ὄνομα τη̨̃ πόλει αὐτου̃ Γεθθαιμ

36:36 ἀπέθανεν δὲ Αδαδ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Σαμαλα ἐκ Μασεκκας

36:37 ἀπέθανεν δὲ Σαμαλα καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Σαουλ ἐκ Ροωβωθ τη̃ς παρὰ ποταμόν

36:38 ἀπέθανεν δὲ Σαουλ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Βαλαεννων υἱὸς Αχοβωρ

36:39 ἀπέθανεν δὲ Βαλαεννων υἱὸς Αχοβωρ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Αραδ υἱὸς Βαραδ καὶ ὄνομα τη̨̃ πόλει αὐτου̃ Φογωρ ὄνομα δὲ τη̨̃ γυναικὶ αὐτου̃ Μαιτεβεηλ θυγάτηρ Ματραιθ υἱου̃ Μαιζοοβ

36:40 ταυ̃τα τὰ ὀνόματα τω̃ν ἡγεμόνων Ησαυ ἐν ται̃ς φυλαι̃ς αὐτω̃ν κατὰ τόπον αὐτω̃ν ἐν ται̃ς χώραις αὐτω̃ν καὶ ἐν τοι̃ς ἔθνεσιν αὐτω̃ν ἡγεμὼν Θαμνα ἡγεμὼν Γωλα ἡγεμὼν Ιεθερ

36:41 ἡγεμὼν Ελιβεμας ἡγεμὼν Ηλας ἡγεμὼν Φινων

36:42 ἡγεμὼν Κενεζ ἡγεμὼν Θαιμαν ἡγεμὼν Μαζαρ

36:43 ἡγεμὼν Μεγεδιηλ ἡγεμὼν Ζαφωιμ οὑ̃τοι ἡγεμόνες Εδωμ ἐν ται̃ς κατω̨κοδομημέναις ἐν τη̨̃ γη̨̃ τη̃ς κτήσεως αὐτω̃ν οὑ̃τος Ησαυ πατὴρ Εδωμ

37:1 κατώ̨κει δὲ Ιακωβ ἐν τη̨̃ γη̨̃ οὑ̃ παρώ̨κησεν ὁ πατὴρ αὐτου̃ ἐν γη̨̃ Χανααν

37:2 αὑ̃ται δὲ αἱ γενέσεις Ιακωβ Ιωσηφ δέκα ἑπτὰ ἐτω̃ν ἠ̃ν ποιμαίνων μετὰ τω̃ν ἀδελφω̃ν αὐτου̃ τὰ πρόβατα ὢν νέος μετὰ τω̃ν υἱω̃ν Βαλλας καὶ μετὰ τω̃ν υἱω̃ν Ζελφας τω̃ν γυναικω̃ν του̃ πατρὸς αὐτου̃ κατήνεγκεν δὲ Ιωσηφ ψόγον πονηρὸν πρὸς Ισραηλ τὸν πατέρα αὐτω̃ν

37:3 Ιακωβ δὲ ἠγάπα τὸν Ιωσηφ παρὰ πάντας τοὺς υἱοὺς αὐτου̃ ὅτι υἱὸς γήρους ἠ̃ν αὐτω̨̃ ἐποίησεν δὲ αὐτω̨̃ χιτω̃να ποικίλον

37:4 ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτου̃ ὅτι αὐτὸν ὁ πατὴρ φιλει̃ ἐκ πάντων τω̃ν υἱω̃ν αὐτου̃ ἐμίσησαν αὐτὸν καὶ οὐκ ἐδύναντο λαλει̃ν αὐτω̨̃ οὐδὲν εἰρηνικόν

37:5 ἐνυπνιασθεὶς δὲ Ιωσηφ ἐνύπνιον ἀπήγγειλεν αὐτὸ τοι̃ς ἀδελφοι̃ς αὐτου̃

37:6 καὶ εἰ̃πεν αὐτοι̃ς ἀκούσατε του̃ ἐνυπνίου τούτου οὑ̃ ἐνυπνιάσθην

37:7 ὤ̨μην ἡμα̃ς δεσμεύειν δράγματα ἐν μέσω̨ τω̨̃ πεδίω̨ καὶ ἀνέστη τὸ ἐμὸν δράγμα καὶ ὠρθώθη περιστραφέντα δὲ τὰ δράγματα ὑμω̃ν προσεκύνησαν τὸ ἐμὸν δράγμα

37:8 εἰ̃παν δὲ αὐτω̨̃ οἱ ἀδελφοί μὴ βασιλεύων βασιλεύσεις ἐφ' ἡμα̃ς ἢ κυριεύων κυριεύσεις ἡμω̃ν καὶ προσέθεντο ἔτι μισει̃ν αὐτὸν ἕνεκεν τω̃ν ἐνυπνίων αὐτου̃ καὶ ἕνεκεν τω̃ν ῥημάτων αὐτου̃

37:9 εἰ̃δεν δὲ ἐνύπνιον ἕτερον καὶ διηγήσατο αὐτὸ τω̨̃ πατρὶ αὐτου̃ καὶ τοι̃ς ἀδελφοι̃ς αὐτου̃ καὶ εἰ̃πεν ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον ἕτερον ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με

37:10 καὶ ἐπετίμησεν αὐτω̨̃ ὁ πατὴρ αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ τί τὸ ἐνύπνιον του̃το ὃ ἐνυπνιάσθης ἀ̃ρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνη̃σαί σοι ἐπὶ τὴν γη̃ν

37:11 ἐζήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοὶ αὐτου̃ ὁ δὲ πατὴρ αὐτου̃ διετήρησεν τὸ ῥη̃μα

37:12 ἐπορεύθησαν δὲ οἱ ἀδελφοὶ αὐτου̃ βόσκειν τὰ πρόβατα του̃ πατρὸς αὐτω̃ν εἰς Συχεμ

37:13 καὶ εἰ̃πεν Ισραηλ πρὸς Ιωσηφ οὐχ οἱ ἀδελφοί σου ποιμαίνουσιν ἐν Συχεμ δευ̃ρο ἀποστείλω σε πρὸς αὐτούς εἰ̃πεν δὲ αὐτω̨̃ ἰδοὺ ἐγώ

37:14 εἰ̃πεν δὲ αὐτω̨̃ Ισραηλ πορευθεὶς ἰδὲ εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα καὶ ἀνάγγειλόν μοι καὶ ἀπέστειλεν αὐτὸν ἐκ τη̃ς κοιλάδος τη̃ς Χεβρων καὶ ἠ̃λθεν εἰς Συχεμ

37:15 καὶ εὑ̃ρεν αὐτὸν ἄνθρωπος πλανώμενον ἐν τω̨̃ πεδίω̨ ἠρώτησεν δὲ αὐτὸν ὁ ἄνθρωπος λέγων τί ζητει̃ς

37:16 ὁ δὲ εἰ̃πεν τοὺς ἀδελφούς μου ζητω̃ ἀνάγγειλόν μοι που̃ βόσκουσιν

37:17 εἰ̃πεν δὲ αὐτω̨̃ ὁ ἄνθρωπος ἀπήρκασιν ἐντευ̃θεν ἤκουσα γὰρ αὐτω̃ν λεγόντων πορευθω̃μεν εἰς Δωθαϊμ καὶ ἐπορεύθη Ιωσηφ κατόπισθεν τω̃ν ἀδελφω̃ν αὐτου̃ καὶ εὑ̃ρεν αὐτοὺς ἐν Δωθαϊμ

37:18 προει̃δον δὲ αὐτὸν μακρόθεν πρὸ του̃ ἐγγίσαι αὐτὸν πρὸς αὐτοὺς καὶ ἐπονηρεύοντο του̃ ἀποκτει̃ναι αὐτόν

37:19 εἰ̃παν δὲ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτου̃ ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκει̃νος ἔρχεται

37:20 νυ̃ν οὐ̃ν δευ̃τε ἀποκτείνωμεν αὐτὸν καὶ ῥίψωμεν αὐτὸν εἰς ἕνα τω̃ν λάκκων καὶ ἐρου̃μεν θηρίον πονηρὸν κατέφαγεν αὐτόν καὶ ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτου̃

37:21 ἀκούσας δὲ Ρουβην ἐξείλατο αὐτὸν ἐκ τω̃ν χειρω̃ν αὐτω̃ν καὶ εἰ̃πεν οὐ πατάξομεν αὐτὸν εἰς ψυχήν

37:22 εἰ̃πεν δὲ αὐτοι̃ς Ρουβην μὴ ἐκχέητε αἱ̃μα ἐμβάλετε αὐτὸν εἰς τὸν λάκκον του̃τον τὸν ἐν τη̨̃ ἐρήμω̨ χει̃ρα δὲ μὴ ἐπενέγκητε αὐτω̨̃ ὅπως ἐξέληται αὐτὸν ἐκ τω̃ν χειρω̃ν αὐτω̃ν καὶ ἀποδω̨̃ αὐτὸν τω̨̃ πατρὶ αὐτου̃

37:23 ἐγένετο δὲ ἡνίκα ἠ̃λθεν Ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτου̃ ἐξέδυσαν τὸν Ιωσηφ τὸν χιτω̃να τὸν ποικίλον τὸν περὶ αὐτὸν

37:24 καὶ λαβόντες αὐτὸν ἔρριψαν εἰς τὸν λάκκον ὁ δὲ λάκκος κενός ὕδωρ οὐκ εἰ̃χεν

37:25 ἐκάθισαν δὲ φαγει̃ν ἄρτον καὶ ἀναβλέψαντες τοι̃ς ὀφθαλμοι̃ς εἰ̃δον καὶ ἰδοὺ ὁδοιπόροι Ισμαηλι̃ται ἤρχοντο ἐκ Γαλααδ καὶ αἱ κάμηλοι αὐτω̃ν ἔγεμον θυμιαμάτων καὶ ῥητίνης καὶ στακτη̃ς ἐπορεύοντο δὲ καταγαγει̃ν εἰς Αἴγυπτον

37:26 εἰ̃πεν δὲ Ιουδας πρὸς τοὺς ἀδελφοὺς αὐτου̃ τί χρήσιμον ἐὰν ἀποκτείνωμεν τὸν ἀδελφὸν ἡμω̃ν καὶ κρύψωμεν τὸ αἱ̃μα αὐτου̃

37:27 δευ̃τε ἀποδώμεθα αὐτὸν τοι̃ς Ισμαηλίταις τούτοις αἱ δὲ χει̃ρες ἡμω̃ν μὴ ἔστωσαν ἐπ' αὐτόν ὅτι ἀδελφὸς ἡμω̃ν καὶ σὰρξ ἡμω̃ν ἐστιν ἤκουσαν δὲ οἱ ἀδελφοὶ αὐτου̃

37:28 καὶ παρεπορεύοντο οἱ ἄνθρωποι οἱ Μαδιηναι̃οι οἱ ἔμποροι καὶ ἐξείλκυσαν καὶ ἀνεβίβασαν τὸν Ιωσηφ ἐκ του̃ λάκκου καὶ ἀπέδοντο τὸν Ιωσηφ τοι̃ς Ισμαηλίταις εἴκοσι χρυσω̃ν καὶ κατήγαγον τὸν Ιωσηφ εἰς Αἴγυπτον

37:29 ἀνέστρεψεν δὲ Ρουβην ἐπὶ τὸν λάκκον καὶ οὐχ ὁρα̨̃ τὸν Ιωσηφ ἐν τω̨̃ λάκκω̨ καὶ διέρρηξεν τὰ ἱμάτια αὐτου̃

37:30 καὶ ἀνέστρεψεν πρὸς τοὺς ἀδελφοὺς αὐτου̃ καὶ εἰ̃πεν τὸ παιδάριον οὐκ ἔστιν ἐγὼ δὲ που̃ πορεύομαι ἔτι

37:31 λαβόντες δὲ τὸν χιτω̃να του̃ Ιωσηφ ἔσφαξαν ἔριφον αἰγω̃ν καὶ ἐμόλυναν τὸν χιτω̃να τω̨̃ αἵματι

37:32 καὶ ἀπέστειλαν τὸν χιτω̃να τὸν ποικίλον καὶ εἰσήνεγκαν τω̨̃ πατρὶ αὐτω̃ν καὶ εἰ̃παν του̃τον εὕρομεν ἐπίγνωθι εἰ χιτὼν του̃ υἱου̃ σού ἐστιν ἢ οὔ

37:33 καὶ ἐπέγνω αὐτὸν καὶ εἰ̃πεν χιτὼν του̃ υἱου̃ μού ἐστιν θηρίον πονηρὸν κατέφαγεν αὐτόν θηρίον ἥρπασεν τὸν Ιωσηφ

37:34 διέρρηξεν δὲ Ιακωβ τὰ ἱμάτια αὐτου̃ καὶ ἐπέθετο σάκκον ἐπὶ τὴν ὀσφὺν αὐτου̃ καὶ ἐπένθει τὸν υἱὸν αὐτου̃ ἡμέρας πολλάς

37:35 συνήχθησαν δὲ πάντες οἱ υἱοὶ αὐτου̃ καὶ αἱ θυγατέρες καὶ ἠ̃λθον παρακαλέσαι αὐτόν καὶ οὐκ ἤθελεν παρακαλει̃σθαι λέγων ὅτι καταβήσομαι πρὸς τὸν υἱόν μου πενθω̃ν εἰς ἅ̨δου καὶ ἔκλαυσεν αὐτὸν ὁ πατὴρ αὐτου̃

37:36 οἱ δὲ Μαδιηναι̃οι ἀπέδοντο τὸν Ιωσηφ εἰς Αἴγυπτον τω̨̃ Πετεφρη τω̨̃ σπάδοντι Φαραω ἀρχιμαγείρω̨

38:1 ἐγένετο δὲ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ κατέβη Ιουδας ἀπὸ τω̃ν ἀδελφω̃ν αὐτου̃ καὶ ἀφίκετο ἕως πρὸς ἄνθρωπόν τινα Οδολλαμίτην ὡ̨̃ ὄνομα Ιρας

38:2 καὶ εἰ̃δεν ἐκει̃ Ιουδας θυγατέρα ἀνθρώπου Χαναναίου ἡ̨̃ ὄνομα Σαυα καὶ ἔλαβεν αὐτὴν καὶ εἰση̃λθεν πρὸς αὐτήν

38:3 καὶ συλλαβου̃σα ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ηρ

38:4 καὶ συλλαβου̃σα ἔτι ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Αυναν

38:5 καὶ προσθει̃σα ἔτι ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Σηλωμ αὐτὴ δὲ ἠ̃ν ἐν Χασβι ἡνίκα ἔτεκεν αὐτούς

38:6 καὶ ἔλαβεν Ιουδας γυναι̃κα Ηρ τω̨̃ πρωτοτόκω̨ αὐτου̃ ἡ̨̃ ὄνομα Θαμαρ

38:7 ἐγένετο δὲ Ηρ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου καὶ ἀπέκτεινεν αὐτὸν ὁ θεός

38:8 εἰ̃πεν δὲ Ιουδας τω̨̃ Αυναν εἴσελθε πρὸς τὴν γυναι̃κα του̃ ἀδελφου̃ σου καὶ γάμβρευσαι αὐτὴν καὶ ἀνάστησον σπέρμα τω̨̃ ἀδελφω̨̃ σου

38:9 γνοὺς δὲ Αυναν ὅτι οὐκ αὐτω̨̃ ἔσται τὸ σπέρμα ἐγίνετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναι̃κα του̃ ἀδελφου̃ αὐτου̃ ἐξέχεεν ἐπὶ τὴν γη̃ν του̃ μὴ δου̃ναι σπέρμα τω̨̃ ἀδελφω̨̃ αὐτου̃

38:10 πονηρὸν δὲ ἐφάνη ἐναντίον του̃ θεου̃ ὅτι ἐποίησεν του̃το καὶ ἐθανάτωσεν καὶ του̃τον

38:11 εἰ̃πεν δὲ Ιουδας Θαμαρ τη̨̃ νύμφη̨ αὐτου̃ κάθου χήρα ἐν τω̨̃ οἴκω̨ του̃ πατρός σου ἕως μέγας γένηται Σηλωμ ὁ υἱός μου εἰ̃πεν γάρ μήποτε ἀποθάνη̨ καὶ οὑ̃τος ὥσπερ οἱ ἀδελφοὶ αὐτου̃ ἀπελθου̃σα δὲ Θαμαρ ἐκάθητο ἐν τω̨̃ οἴκω̨ του̃ πατρὸς αὐτη̃ς

38:12 ἐπληθύνθησαν δὲ αἱ ἡμέραι καὶ ἀπέθανεν Σαυα ἡ γυνὴ Ιουδα καὶ παρακληθεὶς Ιουδας ἀνέβη ἐπὶ τοὺς κείροντας τὰ πρόβατα αὐτου̃ αὐτὸς καὶ Ιρας ὁ ποιμὴν αὐτου̃ ὁ Οδολλαμίτης εἰς Θαμνα

38:13 καὶ ἀπηγγέλη Θαμαρ τη̨̃ νύμφη̨ αὐτου̃ λέγοντες ἰδοὺ ὁ πενθερός σου ἀναβαίνει εἰς Θαμνα κει̃ραι τὰ πρόβατα αὐτου̃

38:14 καὶ περιελομένη τὰ ἱμάτια τη̃ς χηρεύσεως ἀφ' ἑαυτη̃ς περιεβάλετο θέριστρον καὶ ἐκαλλωπίσατο καὶ ἐκάθισεν πρὸς ται̃ς πύλαις Αιναν ἥ ἐστιν ἐν παρόδω̨ Θαμνα εἰ̃δεν γὰρ ὅτι μέγας γέγονεν Σηλωμ αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτω̨̃ γυναι̃κα

38:15 καὶ ἰδὼν αὐτὴν Ιουδας ἔδοξεν αὐτὴν πόρνην εἰ̃ναι κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτη̃ς καὶ οὐκ ἐπέγνω αὐτήν

38:16 ἐξέκλινεν δὲ πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἰ̃πεν αὐτη̨̃ ἔασόν με εἰσελθει̃ν πρὸς σέ οὐ γὰρ ἔγνω ὅτι ἡ νύμφη αὐτου̃ ἐστιν ἡ δὲ εἰ̃πεν τί μοι δώσεις ἐὰν εἰσέλθη̨ς πρός με

38:17 ὁ δὲ εἰ̃πεν ἐγώ σοι ἀποστελω̃ ἔριφον αἰγω̃ν ἐκ τω̃ν προβάτων ἡ δὲ εἰ̃πεν ἐὰν δω̨̃ς ἀρραβω̃να ἕως του̃ ἀποστει̃λαί σε

38:18 ὁ δὲ εἰ̃πεν τίνα τὸν ἀρραβω̃νά σοι δώσω ἡ δὲ εἰ̃πεν τὸν δακτύλιόν σου καὶ τὸν ὁρμίσκον καὶ τὴν ῥάβδον τὴν ἐν τη̨̃ χειρί σου καὶ ἔδωκεν αὐτη̨̃ καὶ εἰση̃λθεν πρὸς αὐτήν καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτου̃

38:19 καὶ ἀναστα̃σα ἀπη̃λθεν καὶ περιείλατο τὸ θέριστρον ἀφ' ἑαυτη̃ς καὶ ἐνεδύσατο τὰ ἱμάτια τη̃ς χηρεύσεως αὐτη̃ς

38:20 ἀπέστειλεν δὲ Ιουδας τὸν ἔριφον ἐξ αἰγω̃ν ἐν χειρὶ του̃ ποιμένος αὐτου̃ του̃ Οδολλαμίτου κομίσασθαι τὸν ἀρραβω̃να παρὰ τη̃ς γυναικός καὶ οὐχ εὑ̃ρεν αὐτήν

38:21 ἐπηρώτησεν δὲ τοὺς ἄνδρας τοὺς ἐκ του̃ τόπου που̃ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν Αιναν ἐπὶ τη̃ς ὁδου̃ καὶ εἰ̃παν οὐκ ἠ̃ν ἐνταυ̃θα πόρνη

38:22 καὶ ἀπεστράφη πρὸς Ιουδαν καὶ εἰ̃πεν οὐχ εὑ̃ρον καὶ οἱ ἄνθρωποι οἱ ἐκ του̃ τόπου λέγουσιν μὴ εἰ̃ναι ὡ̃δε πόρνην

38:23 εἰ̃πεν δὲ Ιουδας ἐχέτω αὐτά ἀλλὰ μήποτε καταγελασθω̃μεν ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον του̃τον σὺ δὲ οὐχ εὕρηκας

38:24 ἐγένετο δὲ μετὰ τρίμηνον ἀπηγγέλη τω̨̃ Ιουδα λέγοντες ἐκπεπόρνευκεν Θαμαρ ἡ νύμφη σου καὶ ἰδοὺ ἐν γαστρὶ ἔχει ἐκ πορνείας εἰ̃πεν δὲ Ιουδας ἐξαγάγετε αὐτήν καὶ κατακαυθήτω

38:25 αὐτὴ δὲ ἀγομένη ἀπέστειλεν πρὸς τὸν πενθερὸν αὐτη̃ς λέγουσα ἐκ του̃ ἀνθρώπου τίνος ταυ̃τά ἐστιν ἐγὼ ἐν γαστρὶ ἔχω καὶ εἰ̃πεν ἐπίγνωθι τίνος ὁ δακτύλιος καὶ ὁ ὁρμίσκος καὶ ἡ ῥάβδος αὕτη

38:26 ἐπέγνω δὲ Ιουδας καὶ εἰ̃πεν δεδικαίωται Θαμαρ ἢ ἐγώ οὑ̃ εἵνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλωμ τω̨̃ υἱω̨̃ μου καὶ οὐ προσέθετο ἔτι του̃ γνω̃ναι αὐτήν

38:27 ἐγένετο δὲ ἡνίκα ἔτικτεν καὶ τη̨̃δε ἠ̃ν δίδυμα ἐν τη̨̃ γαστρὶ αὐτη̃ς

38:28 ἐγένετο δὲ ἐν τω̨̃ τίκτειν αὐτὴν ὁ εἱ̃ς προεξήνεγκεν τὴν χει̃ρα λαβου̃σα δὲ ἡ μαι̃α ἔδησεν ἐπὶ τὴν χει̃ρα αὐτου̃ κόκκινον λέγουσα οὑ̃τος ἐξελεύσεται πρότερος

38:29 ὡς δὲ ἐπισυνήγαγεν τὴν χει̃ρα καὶ εὐθὺς ἐξη̃λθεν ὁ ἀδελφὸς αὐτου̃ ἡ δὲ εἰ̃πεν τί διεκόπη διὰ σὲ φραγμός καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Φαρες

38:30 καὶ μετὰ του̃το ἐξη̃λθεν ὁ ἀδελφὸς αὐτου̃ ἐφ' ὡ̨̃ ἠ̃ν ἐπὶ τη̨̃ χειρὶ αὐτου̃ τὸ κόκκινον καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ζαρα

39:1 Ιωσηφ δὲ κατήχθη εἰς Αἴγυπτον καὶ ἐκτήσατο αὐτὸν Πετεφρης ὁ εὐνου̃χος Φαραω ἀρχιμάγειρος ἀνὴρ Αἰγύπτιος ἐκ χειρὸς Ισμαηλιτω̃ν οἳ κατήγαγον αὐτὸν ἐκει̃

39:2 καὶ ἠ̃ν κύριος μετὰ Ιωσηφ καὶ ἠ̃ν ἀνὴρ ἐπιτυγχάνων καὶ ἐγένετο ἐν τω̨̃ οἴκω̨ παρὰ τω̨̃ κυρίω̨ τω̨̃ Αἰγυπτίω̨

39:3 ἤ̨δει δὲ ὁ κύριος αὐτου̃ ὅτι κύριος μετ' αὐτου̃ καὶ ὅσα ἂν ποιη̨̃ κύριος εὐοδοι̃ ἐν ται̃ς χερσὶν αὐτου̃

39:4 καὶ εὑ̃ρεν Ιωσηφ χάριν ἐναντίον του̃ κυρίου αὐτου̃ εὐηρέστει δὲ αὐτω̨̃ καὶ κατέστησεν αὐτὸν ἐπὶ του̃ οἴκου αὐτου̃ καὶ πάντα ὅσα ἠ̃ν αὐτω̨̃ ἔδωκεν διὰ χειρὸς Ιωσηφ

39:5 ἐγένετο δὲ μετὰ τὸ κατασταθη̃ναι αὐτὸν ἐπὶ του̃ οἴκου αὐτου̃ καὶ ἐπὶ πάντα ὅσα ἠ̃ν αὐτω̨̃ καὶ ηὐλόγησεν κύριος τὸν οἰ̃κον του̃ Αἰγυπτίου διὰ Ιωσηφ καὶ ἐγενήθη εὐλογία κυρίου ἐν πα̃σιν τοι̃ς ὑπάρχουσιν αὐτω̨̃ ἐν τω̨̃ οἴκω̨ καὶ ἐν τω̨̃ ἀγρω̨̃

39:6 καὶ ἐπέτρεψεν πάντα ὅσα ἠ̃ν αὐτω̨̃ εἰς χει̃ρας Ιωσηφ καὶ οὐκ ἤ̨δει τω̃ν καθ' ἑαυτὸν οὐδὲν πλὴν του̃ ἄρτου οὑ̃ ἤσθιεν αὐτός καὶ ἠ̃ν Ιωσηφ καλὸς τω̨̃ εἴδει καὶ ὡραι̃ος τη̨̃ ὄψει σφόδρα

39:7 καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταυ̃τα καὶ ἐπέβαλεν ἡ γυνὴ του̃ κυρίου αὐτου̃ τοὺς ὀφθαλμοὺς αὐτη̃ς ἐπὶ Ιωσηφ καὶ εἰ̃πεν κοιμήθητι μετ' ἐμου̃

39:8 ὁ δὲ οὐκ ἤθελεν εἰ̃πεν δὲ τη̨̃ γυναικὶ του̃ κυρίου αὐτου̃ εἰ ὁ κύριός μου οὐ γινώσκει δι' ἐμὲ οὐδὲν ἐν τω̨̃ οἴκω̨ αὐτου̃ καὶ πάντα ὅσα ἐστὶν αὐτω̨̃ ἔδωκεν εἰς τὰς χει̃ράς μου

39:9 καὶ οὐχ ὑπερέχει ἐν τη̨̃ οἰκία̨ ταύτη̨ οὐθὲν ἐμου̃ οὐδὲ ὑπεξή̨ρηται ἀπ' ἐμου̃ οὐδὲν πλὴν σου̃ διὰ τὸ σὲ γυναι̃κα αὐτου̃ εἰ̃ναι καὶ πω̃ς ποιήσω τὸ ῥη̃μα τὸ πονηρὸν του̃το καὶ ἁμαρτήσομαι ἐναντίον του̃ θεου̃

39:10 ἡνίκα δὲ ἐλάλει τω̨̃ Ιωσηφ ἡμέραν ἐξ ἡμέρας καὶ οὐχ ὑπήκουσεν αὐτη̨̃ καθεύδειν μετ' αὐτη̃ς του̃ συγγενέσθαι αὐτη̨̃

39:11 ἐγένετο δὲ τοιαύτη τις ἡμέρα εἰση̃λθεν Ιωσηφ εἰς τὴν οἰκίαν ποιει̃ν τὰ ἔργα αὐτου̃ καὶ οὐθεὶς ἠ̃ν τω̃ν ἐν τη̨̃ οἰκία̨ ἔσω

39:12 καὶ ἐπεσπάσατο αὐτὸν τω̃ν ἱματίων λέγουσα κοιμήθητι μετ' ἐμου̃ καὶ καταλιπὼν τὰ ἱμάτια αὐτου̃ ἐν ται̃ς χερσὶν αὐτη̃ς ἔφυγεν καὶ ἐξη̃λθεν ἔξω

39:13 καὶ ἐγένετο ὡς εἰ̃δεν ὅτι κατέλιπεν τὰ ἱμάτια αὐτου̃ ἐν ται̃ς χερσὶν αὐτη̃ς καὶ ἔφυγεν καὶ ἐξη̃λθεν ἔξω

39:14 καὶ ἐκάλεσεν τοὺς ὄντας ἐν τη̨̃ οἰκία̨ καὶ εἰ̃πεν αὐτοι̃ς λέγουσα ἴδετε εἰσήγαγεν ἡμι̃ν παι̃δα Εβραι̃ον ἐμπαίζειν ἡμι̃ν εἰση̃λθεν πρός με λέγων κοιμήθητι μετ' ἐμου̃ καὶ ἐβόησα φωνη̨̃ μεγάλη̨

39:15 ἐν δὲ τω̨̃ ἀκου̃σαι αὐτὸν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα καταλιπὼν τὰ ἱμάτια αὐτου̃ παρ' ἐμοὶ ἔφυγεν καὶ ἐξη̃λθεν ἔξω

39:16 καὶ καταλιμπάνει τὰ ἱμάτια παρ' ἑαυτη̨̃ ἕως ἠ̃λθεν ὁ κύριος εἰς τὸν οἰ̃κον αὐτου̃

39:17 καὶ ἐλάλησεν αὐτω̨̃ κατὰ τὰ ῥήματα ταυ̃τα λέγουσα εἰση̃λθεν πρός με ὁ παι̃ς ὁ Εβραι̃ος ὃν εἰσήγαγες πρὸς ἡμα̃ς ἐμπαι̃ξαί μοι καὶ εἰ̃πέν μοι κοιμηθήσομαι μετὰ σου̃

39:18 ὡς δὲ ἤκουσεν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα κατέλιπεν τὰ ἱμάτια αὐτου̃ παρ' ἐμοὶ καὶ ἔφυγεν καὶ ἐξη̃λθεν ἔξω

39:19 ἐγένετο δὲ ὡς ἤκουσεν ὁ κύριος αὐτου̃ τὰ ῥήματα τη̃ς γυναικὸς αὐτου̃ ὅσα ἐλάλησεν πρὸς αὐτὸν λέγουσα οὕτως ἐποίησέν μοι ὁ παι̃ς σου καὶ ἐθυμώθη ὀργη̨̃

39:20 καὶ λαβὼν ὁ κύριος Ιωσηφ ἐνέβαλεν αὐτὸν εἰς τὸ ὀχύρωμα εἰς τὸν τόπον ἐν ὡ̨̃ οἱ δεσμω̃ται του̃ βασιλέως κατέχονται ἐκει̃ ἐν τω̨̃ ὀχυρώματι

39:21 καὶ ἠ̃ν κύριος μετὰ Ιωσηφ καὶ κατέχεεν αὐτου̃ ἔλεος καὶ ἔδωκεν αὐτω̨̃ χάριν ἐναντίον του̃ ἀρχιδεσμοφύλακος

39:22 καὶ ἔδωκεν ὁ ἀρχιδεσμοφύλαξ τὸ δεσμωτήριον διὰ χειρὸς Ιωσηφ καὶ πάντας τοὺς ἀπηγμένους ὅσοι ἐν τω̨̃ δεσμωτηρίω̨ καὶ πάντα ὅσα ποιου̃σιν ἐκει̃

39:23 οὐκ ἠ̃ν ὁ ἀρχιδεσμοφύλαξ του̃ δεσμωτηρίου γινώσκων δι' αὐτὸν οὐθέν πάντα γὰρ ἠ̃ν διὰ χειρὸς Ιωσηφ διὰ τὸ τὸν κύριον μετ' αὐτου̃ εἰ̃ναι καὶ ὅσα αὐτὸς ἐποίει κύριος εὐώδου ἐν ται̃ς χερσὶν αὐτου̃

40:1 ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταυ̃τα ἥμαρτεν ὁ ἀρχιοινοχόος του̃ βασιλέως Αἰγύπτου καὶ ὁ ἀρχισιτοποιὸς τω̨̃ κυρίω̨ αὐτω̃ν βασιλει̃ Αἰγύπτου

40:2 καὶ ὠργίσθη Φαραω ἐπὶ τοι̃ς δυσὶν εὐνούχοις αὐτου̃ ἐπὶ τω̨̃ ἀρχιοινοχόω̨ καὶ ἐπὶ τω̨̃ ἀρχισιτοποιω̨̃

40:3 καὶ ἔθετο αὐτοὺς ἐν φυλακη̨̃ παρὰ τω̨̃ δεσμοφύλακι εἰς τὸ δεσμωτήριον εἰς τὸν τόπον οὑ̃ Ιωσηφ ἀπη̃κτο ἐκει̃

40:4 καὶ συνέστησεν ὁ ἀρχιδεσμώτης τω̨̃ Ιωσηφ αὐτούς καὶ παρέστη αὐτοι̃ς ἠ̃σαν δὲ ἡμέρας ἐν τη̨̃ φυλακη̨̃

40:5 καὶ εἰ̃δον ἀμφότεροι ἐνύπνιον ἑκάτερος ἐνύπνιον ἐν μια̨̃ νυκτὶ ὅρασις του̃ ἐνυπνίου αὐτου̃ ὁ ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιός οἳ ἠ̃σαν τω̨̃ βασιλει̃ Αἰγύπτου οἱ ὄντες ἐν τω̨̃ δεσμωτηρίω̨

40:6 εἰση̃λθεν δὲ πρὸς αὐτοὺς Ιωσηφ τὸ πρωὶ καὶ εἰ̃δεν αὐτούς καὶ ἠ̃σαν τεταραγμένοι

40:7 καὶ ἠρώτα τοὺς εὐνούχους Φαραω οἳ ἠ̃σαν μετ' αὐτου̃ ἐν τη̨̃ φυλακη̨̃ παρὰ τω̨̃ κυρίω̨ αὐτου̃ λέγων τί ὅτι τὰ πρόσωπα ὑμω̃ν σκυθρωπὰ σήμερον

40:8 οἱ δὲ εἰ̃παν αὐτω̨̃ ἐνύπνιον εἴδομεν καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό εἰ̃πεν δὲ αὐτοι̃ς Ιωσηφ οὐχὶ διὰ του̃ θεου̃ ἡ διασάφησις αὐτω̃ν ἐστιν διηγήσασθε οὐ̃ν μοι

40:9 καὶ διηγήσατο ὁ ἀρχιοινοχόος τὸ ἐνύπνιον αὐτου̃ τω̨̃ Ιωσηφ καὶ εἰ̃πεν ἐν τω̨̃ ὕπνω̨ μου ἠ̃ν ἄμπελος ἐναντίον μου

40:10 ἐν δὲ τη̨̃ ἀμπέλω̨ τρει̃ς πυθμένες καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυι̃α βλαστούς πέπειροι οἱ βότρυες σταφυλη̃ς

40:11 καὶ τὸ ποτήριον Φαραω ἐν τη̨̃ χειρί μου καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον καὶ ἔδωκα τὸ ποτήριον εἰς τὰς χει̃ρας Φαραω

40:12 καὶ εἰ̃πεν αὐτω̨̃ Ιωσηφ του̃το ἡ σύγκρισις αὐτου̃ οἱ τρει̃ς πυθμένες τρει̃ς ἡμέραι εἰσίν

40:13 ἔτι τρει̃ς ἡμέραι καὶ μνησθήσεται Φαραω τη̃ς ἀρχη̃ς σου καὶ ἀποκαταστήσει σε ἐπὶ τὴν ἀρχιοινοχοΐαν σου καὶ δώσεις τὸ ποτήριον Φαραω εἰς τὴν χει̃ρα αὐτου̃ κατὰ τὴν ἀρχήν σου τὴν προτέραν ὡς ἠ̃σθα οἰνοχοω̃ν

40:14 ἀλλὰ μνήσθητί μου διὰ σεαυτου̃ ὅταν εὐ̃ σοι γένηται καὶ ποιήσεις ἐν ἐμοὶ ἔλεος καὶ μνησθήση̨ περὶ ἐμου̃ Φαραω καὶ ἐξάξεις με ἐκ του̃ ὀχυρώματος τούτου

40:15 ὅτι κλοπη̨̃ ἐκλάπην ἐκ γη̃ς Εβραίων καὶ ὡ̃δε οὐκ ἐποίησα οὐδέν ἀλλ' ἐνέβαλόν με εἰς τὸν λάκκον του̃τον

40:16 καὶ εἰ̃δεν ὁ ἀρχισιτοποιὸς ὅτι ὀρθω̃ς συνέκρινεν καὶ εἰ̃πεν τω̨̃ Ιωσηφ κἀγὼ εἰ̃δον ἐνύπνιον καὶ ὤ̨μην τρία κανα̃ χονδριτω̃ν αἴρειν ἐπὶ τη̃ς κεφαλη̃ς μου

40:17 ἐν δὲ τω̨̃ κανω̨̃ τω̨̃ ἐπάνω ἀπὸ πάντων τω̃ν γενω̃ν ὡ̃ν ὁ βασιλεὺς Φαραω ἐσθίει ἔργον σιτοποιου̃ καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ κατήσθιεν αὐτὰ ἀπὸ του̃ κανου̃ του̃ ἐπάνω τη̃ς κεφαλη̃ς μου

40:18 ἀποκριθεὶς δὲ Ιωσηφ εἰ̃πεν αὐτω̨̃ αὕτη ἡ σύγκρισις αὐτου̃ τὰ τρία κανα̃ τρει̃ς ἡμέραι εἰσίν

40:19 ἔτι τριω̃ν ἡμερω̃ν ἀφελει̃ Φαραω τὴν κεφαλήν σου ἀπὸ σου̃ καὶ κρεμάσει σε ἐπὶ ξύλου καὶ φάγεται τὰ ὄρνεα του̃ οὐρανου̃ τὰς σάρκας σου ἀπὸ σου̃

40:20 ἐγένετο δὲ ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ἡμέρα γενέσεως ἠ̃ν Φαραω καὶ ἐποίει πότον πα̃σι τοι̃ς παισὶν αὐτου̃ καὶ ἐμνήσθη τη̃ς ἀρχη̃ς του̃ ἀρχιοινοχόου καὶ τη̃ς ἀρχη̃ς του̃ ἀρχισιτοποιου̃ ἐν μέσω̨ τω̃ν παίδων αὐτου̃

40:21 καὶ ἀπεκατέστησεν τὸν ἀρχιοινοχόον ἐπὶ τὴν ἀρχὴν αὐτου̃ καὶ ἔδωκεν τὸ ποτήριον εἰς τὴν χει̃ρα Φαραω

40:22 τὸν δὲ ἀρχισιτοποιὸν ἐκρέμασεν καθὰ συνέκρινεν αὐτοι̃ς Ιωσηφ

40:23 οὐκ ἐμνήσθη δὲ ὁ ἀρχιοινοχόος του̃ Ιωσηφ ἀλλὰ ἐπελάθετο αὐτου̃

41:1 ἐγένετο δὲ μετὰ δύο ἔτη ἡμερω̃ν Φαραω εἰ̃δεν ἐνύπνιον ὤ̨ετο ἑστάναι ἐπὶ του̃ ποταμου̃

41:2 καὶ ἰδοὺ ὥσπερ ἐκ του̃ ποταμου̃ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τω̨̃ εἴδει καὶ ἐκλεκταὶ ται̃ς σαρξὶν καὶ ἐβόσκοντο ἐν τω̨̃ ἄχει

41:3 ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον μετὰ ταύτας ἐκ του̃ ποταμου̃ αἰσχραὶ τω̨̃ εἴδει καὶ λεπταὶ ται̃ς σαρξὶν καὶ ἐνέμοντο παρὰ τὰς βόας παρὰ τὸ χει̃λος του̃ ποταμου̃

41:4 καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ ται̃ς σαρξὶν τὰς ἑπτὰ βόας τὰς καλὰς τω̨̃ εἴδει καὶ τὰς ἐκλεκτάς ἠγέρθη δὲ Φαραω

41:5 καὶ ἐνυπνιάσθη τὸ δεύτερον καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ ἐκλεκτοὶ καὶ καλοί

41:6 ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο μετ' αὐτούς

41:7 καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς ἐκλεκτοὺς καὶ τοὺς πλήρεις ἠγέρθη δὲ Φαραω καὶ ἠ̃ν ἐνύπνιον

41:8 ἐγένετο δὲ πρωὶ καὶ ἐταράχθη ἡ ψυχὴ αὐτου̃ καὶ ἀποστείλας ἐκάλεσεν πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου καὶ πάντας τοὺς σοφοὺς αὐτη̃ς καὶ διηγήσατο αὐτοι̃ς Φαραω τὸ ἐνύπνιον καὶ οὐκ ἠ̃ν ὁ ἀπαγγέλλων αὐτὸ τω̨̃ Φαραω

41:9 καὶ ἐλάλησεν ὁ ἀρχιοινοχόος πρὸς Φαραω λέγων τὴν ἁμαρτίαν μου ἀναμιμνή̨σκω σήμερον

41:10 Φαραω ὠργίσθη τοι̃ς παισὶν αὐτου̃ καὶ ἔθετο ἡμα̃ς ἐν φυλακη̨̃ ἐν τω̨̃ οἴκω̨ του̃ ἀρχιμαγείρου ἐμέ τε καὶ τὸν ἀρχισιτοποιόν

41:11 καὶ εἴδομεν ἐνύπνιον ἐν νυκτὶ μια̨̃ ἐγώ τε καὶ αὐτός ἕκαστος κατὰ τὸ αὑτου̃ ἐνύπνιον εἴδομεν

41:12 ἠ̃ν δὲ ἐκει̃ μεθ' ἡμω̃ν νεανίσκος παι̃ς Εβραι̃ος του̃ ἀρχιμαγείρου καὶ διηγησάμεθα αὐτω̨̃ καὶ συνέκρινεν ἡμι̃ν

41:13 ἐγενήθη δὲ καθὼς συνέκρινεν ἡμι̃ν οὕτως καὶ συνέβη ἐμέ τε ἀποκατασταθη̃ναι ἐπὶ τὴν ἀρχήν μου ἐκει̃νον δὲ κρεμασθη̃ναι

41:14 ἀποστείλας δὲ Φαραω ἐκάλεσεν τὸν Ιωσηφ καὶ ἐξήγαγον αὐτὸν ἐκ του̃ ὀχυρώματος καὶ ἐξύρησαν αὐτὸν καὶ ἤλλαξαν τὴν στολὴν αὐτου̃ καὶ ἠ̃λθεν πρὸς Φαραω

41:15 εἰ̃πεν δὲ Φαραω τω̨̃ Ιωσηφ ἐνύπνιον ἑώρακα καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό ἐγὼ δὲ ἀκήκοα περὶ σου̃ λεγόντων ἀκούσαντά σε ἐνύπνια συγκρι̃ναι αὐτά

41:16 ἀποκριθεὶς δὲ Ιωσηφ τω̨̃ Φαραω εἰ̃πεν ἄνευ του̃ θεου̃ οὐκ ἀποκριθήσεται τὸ σωτήριον Φαραω

41:17 ἐλάλησεν δὲ Φαραω τω̨̃ Ιωσηφ λέγων ἐν τω̨̃ ὕπνω̨ μου ὤ̨μην ἑστάναι παρὰ τὸ χει̃λος του̃ ποταμου̃

41:18 καὶ ὥσπερ ἐκ του̃ ποταμου̃ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τω̨̃ εἴδει καὶ ἐκλεκταὶ ται̃ς σαρξὶν καὶ ἐνέμοντο ἐν τω̨̃ ἄχει

41:19 καὶ ἰδοὺ ἑπτὰ βόες ἕτεραι ἀνέβαινον ὀπίσω αὐτω̃ν ἐκ του̃ ποταμου̃ πονηραὶ καὶ αἰσχραὶ τω̨̃ εἴδει καὶ λεπταὶ ται̃ς σαρξίν οἵας οὐκ εἰ̃δον τοιαύτας ἐν ὅλη̨ γη̨̃ Αἰγύπτω̨ αἰσχροτέρας

41:20 καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ ἐκλεκτάς

41:21 καὶ εἰση̃λθον εἰς τὰς κοιλίας αὐτω̃ν καὶ οὐ διάδηλοι ἐγένοντο ὅτι εἰση̃λθον εἰς τὰς κοιλίας αὐτω̃ν καὶ αἱ ὄψεις αὐτω̃ν αἰσχραὶ καθὰ καὶ τὴν ἀρχήν ἐξεγερθεὶς δὲ ἐκοιμήθην

41:22 καὶ εἰ̃δον πάλιν ἐν τω̨̃ ὕπνω̨ μου καὶ ὥσπερ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ πλήρεις καὶ καλοί

41:23 ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο ἐχόμενοι αὐτω̃ν

41:24 καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς καλοὺς καὶ τοὺς πλήρεις εἰ̃πα οὐ̃ν τοι̃ς ἐξηγηται̃ς καὶ οὐκ ἠ̃ν ὁ ἀπαγγέλλων μοι

41:25 καὶ εἰ̃πεν Ιωσηφ τω̨̃ Φαραω τὸ ἐνύπνιον Φαραω ἕν ἐστιν ὅσα ὁ θεὸς ποιει̃ ἔδειξεν τω̨̃ Φαραω

41:26 αἱ ἑπτὰ βόες αἱ καλαὶ ἑπτὰ ἔτη ἐστίν καὶ οἱ ἑπτὰ στάχυες οἱ καλοὶ ἑπτὰ ἔτη ἐστίν τὸ ἐνύπνιον Φαραω ἕν ἐστιν

41:27 καὶ αἱ ἑπτὰ βόες αἱ λεπταὶ αἱ ἀναβαίνουσαι ὀπίσω αὐτω̃ν ἑπτὰ ἔτη ἐστίν καὶ οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι ἔσονται ἑπτὰ ἔτη λιμου̃

41:28 τὸ δὲ ῥη̃μα ὃ εἴρηκα Φαραω ὅσα ὁ θεὸς ποιει̃ ἔδειξεν τω̨̃ Φαραω

41:29 ἰδοὺ ἑπτὰ ἔτη ἔρχεται εὐθηνία πολλὴ ἐν πάση̨ γη̨̃ Αἰγύπτω̨

41:30 ἥξει δὲ ἑπτὰ ἔτη λιμου̃ μετὰ ταυ̃τα καὶ ἐπιλήσονται τη̃ς πλησμονη̃ς ἐν ὅλη̨ γη̨̃ Αἰγύπτω̨ καὶ ἀναλώσει ὁ λιμὸς τὴν γη̃ν

41:31 καὶ οὐκ ἐπιγνωσθήσεται ἡ εὐθηνία ἐπὶ τη̃ς γη̃ς ἀπὸ του̃ λιμου̃ του̃ ἐσομένου μετὰ ταυ̃τα ἰσχυρὸς γὰρ ἔσται σφόδρα

41:32 περὶ δὲ του̃ δευτερω̃σαι τὸ ἐνύπνιον Φαραω δίς ὅτι ἀληθὲς ἔσται τὸ ῥη̃μα τὸ παρὰ του̃ θεου̃ καὶ ταχυνει̃ ὁ θεὸς του̃ ποιη̃σαι αὐτό

41:33 νυ̃ν οὐ̃ν σκέψαι ἄνθρωπον φρόνιμον καὶ συνετὸν καὶ κατάστησον αὐτὸν ἐπὶ γη̃ς Αἰγύπτου

41:34 καὶ ποιησάτω Φαραω καὶ καταστησάτω τοπάρχας ἐπὶ τη̃ς γη̃ς καὶ ἀποπεμπτωσάτωσαν πάντα τὰ γενήματα τη̃ς γη̃ς Αἰγύπτου τω̃ν ἑπτὰ ἐτω̃ν τη̃ς εὐθηνίας

41:35 καὶ συναγαγέτωσαν πάντα τὰ βρώματα τω̃ν ἑπτὰ ἐτω̃ν τω̃ν ἐρχομένων τω̃ν καλω̃ν τούτων καὶ συναχθήτω ὁ σι̃τος ὑπὸ χει̃ρα Φαραω βρώματα ἐν ται̃ς πόλεσιν φυλαχθήτω

41:36 καὶ ἔσται τὰ βρώματα πεφυλαγμένα τη̨̃ γη̨̃ εἰς τὰ ἑπτὰ ἔτη του̃ λιμου̃ ἃ ἔσονται ἐν γη̨̃ Αἰγύπτω̨ καὶ οὐκ ἐκτριβήσεται ἡ γη̃ ἐν τω̨̃ λιμω̨̃

41:37 ἤρεσεν δὲ τὰ ῥήματα ἐναντίον Φαραω καὶ ἐναντίον πάντων τω̃ν παίδων αὐτου̃

41:38 καὶ εἰ̃πεν Φαραω πα̃σιν τοι̃ς παισὶν αὐτου̃ μὴ εὑρήσομεν ἄνθρωπον τοιου̃τον ὃς ἔχει πνευ̃μα θεου̃ ἐν αὐτω̨̃

41:39 εἰ̃πεν δὲ Φαραω τω̨̃ Ιωσηφ ἐπειδὴ ἔδειξεν ὁ θεός σοι πάντα ταυ̃τα οὐκ ἔστιν ἄνθρωπος φρονιμώτερος καὶ συνετώτερός σου

41:40 σὺ ἔση̨ ἐπὶ τω̨̃ οἴκω̨ μου καὶ ἐπὶ τω̨̃ στόματί σου ὑπακούσεται πα̃ς ὁ λαός μου πλὴν τὸν θρόνον ὑπερέξω σου ἐγώ

41:41 εἰ̃πεν δὲ Φαραω τω̨̃ Ιωσηφ ἰδοὺ καθίστημί σε σήμερον ἐπὶ πάσης γη̃ς Αἰγύπτου

41:42 καὶ περιελόμενος Φαραω τὸν δακτύλιον ἀπὸ τη̃ς χειρὸς αὐτου̃ περιέθηκεν αὐτὸν ἐπὶ τὴν χει̃ρα Ιωσηφ καὶ ἐνέδυσεν αὐτὸν στολὴν βυσσίνην καὶ περιέθηκεν κλοιὸν χρυσου̃ν περὶ τὸν τράχηλον αὐτου̃

41:43 καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δεύτερον τω̃ν αὐτου̃ καὶ ἐκήρυξεν ἔμπροσθεν αὐτου̃ κη̃ρυξ καὶ κατέστησεν αὐτὸν ἐφ' ὅλης γη̃ς Αἰγύπτου

41:44 εἰ̃πεν δὲ Φαραω τω̨̃ Ιωσηφ ἐγὼ Φαραω ἄνευ σου̃ οὐκ ἐξαρει̃ οὐθεὶς τὴν χει̃ρα αὐτου̃ ἐπὶ πάση̨ γη̨̃ Αἰγύπτου

41:45 καὶ ἐκάλεσεν Φαραω τὸ ὄνομα Ιωσηφ Ψονθομφανηχ καὶ ἔδωκεν αὐτω̨̃ τὴν Ασεννεθ θυγατέρα Πετεφρη ἱερέως 'Ηλίου πόλεως αὐτω̨̃ γυναι̃κα

41:46 Ιωσηφ δὲ ἠ̃ν ἐτω̃ν τριάκοντα ὅτε ἔστη ἐναντίον Φαραω βασιλέως Αἰγύπτου ἐξη̃λθεν δὲ Ιωσηφ ἐκ προσώπου Φαραω καὶ διη̃λθεν πα̃σαν γη̃ν Αἰγύπτου

41:47 καὶ ἐποίησεν ἡ γη̃ ἐν τοι̃ς ἑπτὰ ἔτεσιν τη̃ς εὐθηνίας δράγματα

41:48 καὶ συνήγαγεν πάντα τὰ βρώματα τω̃ν ἑπτὰ ἐτω̃ν ἐν οἱ̃ς ἠ̃ν ἡ εὐθηνία ἐν γη̨̃ Αἰγύπτου καὶ ἔθηκεν τὰ βρώματα ἐν ται̃ς πόλεσιν βρώματα τω̃ν πεδίων τη̃ς πόλεως τω̃ν κύκλω̨ αὐτη̃ς ἔθηκεν ἐν αὐτη̨̃

41:49 καὶ συνήγαγεν Ιωσηφ σι̃τον ὡσεὶ τὴν ἄμμον τη̃ς θαλάσσης πολὺν σφόδρα ἕως οὐκ ἠδύναντο ἀριθμη̃σαι οὐ γὰρ ἠ̃ν ἀριθμός

41:50 τω̨̃ δὲ Ιωσηφ ἐγένοντο υἱοὶ δύο πρὸ του̃ ἐλθει̃ν τὰ ἑπτὰ ἔτη του̃ λιμου̃ οὓς ἔτεκεν αὐτω̨̃ Ασεννεθ θυγάτηρ Πετεφρη ἱερέως 'Ηλίου πόλεως

41:51 ἐκάλεσεν δὲ Ιωσηφ τὸ ὄνομα του̃ πρωτοτόκου Μανασση ὅτι ἐπιλαθέσθαι με ἐποίησεν ὁ θεὸς πάντων τω̃ν πόνων μου καὶ πάντων τω̃ν του̃ πατρός μου

41:52 τὸ δὲ ὄνομα του̃ δευτέρου ἐκάλεσεν Εφραιμ ὅτι ηὔξησέν με ὁ θεὸς ἐν γη̨̃ ταπεινώσεώς μου

41:53 παρη̃λθον δὲ τὰ ἑπτὰ ἔτη τη̃ς εὐθηνίας ἃ ἐγένοντο ἐν γη̨̃ Αἰγύπτω̨

41:54 καὶ ἤρξαντο τὰ ἑπτὰ ἔτη του̃ λιμου̃ ἔρχεσθαι καθὰ εἰ̃πεν Ιωσηφ καὶ ἐγένετο λιμὸς ἐν πάση̨ τη̨̃ γη̨̃ ἐν δὲ πάση̨ γη̨̃ Αἰγύπτου ἠ̃σαν ἄρτοι

41:55 καὶ ἐπείνασεν πα̃σα ἡ γη̃ Αἰγύπτου ἐκέκραξεν δὲ ὁ λαὸς πρὸς Φαραω περὶ ἄρτων εἰ̃πεν δὲ Φαραω πα̃σι τοι̃ς Αἰγυπτίοις πορεύεσθε πρὸς Ιωσηφ καὶ ὃ ἐὰν εἴπη̨ ὑμι̃ν ποιήσατε

41:56 καὶ ὁ λιμὸς ἠ̃ν ἐπὶ προσώπου πάσης τη̃ς γη̃ς ἀνέω̨ξεν δὲ Ιωσηφ πάντας τοὺς σιτοβολω̃νας καὶ ἐπώλει πα̃σι τοι̃ς Αἰγυπτίοις

41:57 καὶ πα̃σαι αἱ χω̃ραι ἠ̃λθον εἰς Αἴγυπτον ἀγοράζειν πρὸς Ιωσηφ ἐπεκράτησεν γὰρ ὁ λιμὸς ἐν πάση̨ τη̨̃ γη̨̃

42:1 ἰδὼν δὲ Ιακωβ ὅτι ἔστιν πρα̃σις ἐν Αἰγύπτω̨ εἰ̃πεν τοι̃ς υἱοι̃ς αὐτου̃ ἵνα τί ῥα̨θυμει̃τε

42:2 ἰδοὺ ἀκήκοα ὅτι ἔστιν σι̃τος ἐν Αἰγύπτω̨ κατάβητε ἐκει̃ καὶ πρίασθε ἡμι̃ν μικρὰ βρώματα ἵνα ζω̃μεν καὶ μὴ ἀποθάνωμεν

42:3 κατέβησαν δὲ οἱ ἀδελφοὶ Ιωσηφ οἱ δέκα πρίασθαι σι̃τον ἐξ Αἰγύπτου

42:4 τὸν δὲ Βενιαμιν τὸν ἀδελφὸν Ιωσηφ οὐκ ἀπέστειλεν μετὰ τω̃ν ἀδελφω̃ν αὐτου̃ εἰ̃πεν γάρ μήποτε συμβη̨̃ αὐτω̨̃ μαλακία

42:5 ἠ̃λθον δὲ οἱ υἱοὶ Ισραηλ ἀγοράζειν μετὰ τω̃ν ἐρχομένων ἠ̃ν γὰρ ὁ λιμὸς ἐν γη̨̃ Χανααν

42:6 Ιωσηφ δὲ ἠ̃ν ἄρχων τη̃ς γη̃ς οὑ̃τος ἐπώλει παντὶ τω̨̃ λαω̨̃ τη̃ς γη̃ς ἐλθόντες δὲ οἱ ἀδελφοὶ Ιωσηφ προσεκύνησαν αὐτω̨̃ ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν

42:7 ἰδὼν δὲ Ιωσηφ τοὺς ἀδελφοὺς αὐτου̃ ἐπέγνω καὶ ἠλλοτριου̃το ἀπ' αὐτω̃ν καὶ ἐλάλησεν αὐτοι̃ς σκληρὰ καὶ εἰ̃πεν αὐτοι̃ς πόθεν ἥκατε οἱ δὲ εἰ̃παν ἐκ γη̃ς Χανααν ἀγοράσαι βρώματα

42:8 ἐπέγνω δὲ Ιωσηφ τοὺς ἀδελφοὺς αὐτου̃ αὐτοὶ δὲ οὐκ ἐπέγνωσαν αὐτόν

42:9 καὶ ἐμνήσθη Ιωσηφ τω̃ν ἐνυπνίων ὡ̃ν εἰ̃δεν αὐτός καὶ εἰ̃πεν αὐτοι̃ς κατάσκοποί ἐστε κατανοη̃σαι τὰ ἴχνη τη̃ς χώρας ἥκατε

42:10 οἱ δὲ εἰ̃παν οὐχί κύριε οἱ παι̃δές σου ἤλθομεν πρίασθαι βρώματα

42:11 πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου εἰρηνικοί ἐσμεν οὐκ εἰσὶν οἱ παι̃δές σου κατάσκοποι

42:12 εἰ̃πεν δὲ αὐτοι̃ς οὐχί ἀλλὰ τὰ ἴχνη τη̃ς γη̃ς ἤλθατε ἰδει̃ν

42:13 οἱ δὲ εἰ̃παν δώδεκά ἐσμεν οἱ παι̃δές σου ἀδελφοὶ ἐν γη̨̃ Χανααν καὶ ἰδοὺ ὁ νεώτερος μετὰ του̃ πατρὸς ἡμω̃ν σήμερον ὁ δὲ ἕτερος οὐχ ὑπάρχει

42:14 εἰ̃πεν δὲ αὐτοι̃ς Ιωσηφ του̃τό ἐστιν ὃ εἴρηκα ὑμι̃ν λέγων ὅτι κατάσκοποί ἐστε

42:15 ἐν τούτω̨ φανει̃σθε νὴ τὴν ὑγίειαν Φαραω οὐ μὴ ἐξέλθητε ἐντευ̃θεν ἐὰν μὴ ὁ ἀδελφὸς ὑμω̃ν ὁ νεώτερος ἔλθη̨ ὡ̃δε

42:16 ἀποστείλατε ἐξ ὑμω̃ν ἕνα καὶ λάβετε τὸν ἀδελφὸν ὑμω̃ν ὑμει̃ς δὲ ἀπάχθητε ἕως του̃ φανερὰ γενέσθαι τὰ ῥήματα ὑμω̃ν εἰ ἀληθεύετε ἢ οὔ εἰ δὲ μή νὴ τὴν ὑγίειαν Φαραω ἠ̃ μὴν κατάσκοποί ἐστε

42:17 καὶ ἔθετο αὐτοὺς ἐν φυλακη̨̃ ἡμέρας τρει̃ς

42:18 εἰ̃πεν δὲ αὐτοι̃ς τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ του̃το ποιήσατε καὶ ζήσεσθε τὸν θεὸν γὰρ ἐγὼ φοβου̃μαι

42:19 εἰ εἰρηνικοί ἐστε ἀδελφὸς ὑμω̃ν εἱ̃ς κατασχεθήτω ἐν τη̨̃ φυλακη̨̃ αὐτοὶ δὲ βαδίσατε καὶ ἀπαγάγετε τὸν ἀγορασμὸν τη̃ς σιτοδοσίας ὑμω̃ν

42:20 καὶ τὸν ἀδελφὸν ὑμω̃ν τὸν νεώτερον ἀγάγετε πρός με καὶ πιστευθήσονται τὰ ῥήματα ὑμω̃ν εἰ δὲ μή ἀποθανει̃σθε ἐποίησαν δὲ οὕτως

42:21 καὶ εἰ̃πεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτου̃ ναί ἐν ἁμαρτία̨ γάρ ἐσμεν περὶ του̃ ἀδελφου̃ ἡμω̃ν ὅτι ὑπερείδομεν τὴν θλι̃ψιν τη̃ς ψυχη̃ς αὐτου̃ ὅτε κατεδέετο ἡμω̃ν καὶ οὐκ εἰσηκούσαμεν αὐτου̃ ἕνεκεν τούτου ἐπη̃λθεν ἐφ' ἡμα̃ς ἡ θλι̃ψις αὕτη

42:22 ἀποκριθεὶς δὲ Ρουβην εἰ̃πεν αὐτοι̃ς οὐκ ἐλάλησα ὑμι̃ν λέγων μὴ ἀδικήσητε τὸ παιδάριον καὶ οὐκ εἰσηκούσατέ μου καὶ ἰδοὺ τὸ αἱ̃μα αὐτου̃ ἐκζητει̃ται

42:23 αὐτοὶ δὲ οὐκ ἤ̨δεισαν ὅτι ἀκούει Ιωσηφ ὁ γὰρ ἑρμηνευτὴς ἀνὰ μέσον αὐτω̃ν ἠ̃ν

42:24 ἀποστραφεὶς δὲ ἀπ' αὐτω̃ν ἔκλαυσεν Ιωσηφ καὶ πάλιν προση̃λθεν πρὸς αὐτοὺς καὶ εἰ̃πεν αὐτοι̃ς καὶ ἔλαβεν τὸν Συμεων ἀπ' αὐτω̃ν καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτω̃ν

42:25 ἐνετείλατο δὲ Ιωσηφ ἐμπλη̃σαι τὰ ἀγγει̃α αὐτω̃ν σίτου καὶ ἀποδου̃ναι τὸ ἀργύριον ἑκάστου εἰς τὸν σάκκον αὐτου̃ καὶ δου̃ναι αὐτοι̃ς ἐπισιτισμὸν εἰς τὴν ὁδόν καὶ ἐγενήθη αὐτοι̃ς οὕτως

42:26 καὶ ἐπιθέντες τὸν σι̃τον ἐπὶ τοὺς ὄνους αὐτω̃ν ἀπη̃λθον ἐκει̃θεν

42:27 λύσας δὲ εἱ̃ς τὸν μάρσιππον αὐτου̃ δου̃ναι χορτάσματα τοι̃ς ὄνοις αὐτου̃ οὑ̃ κατέλυσαν εἰ̃δεν τὸν δεσμὸν του̃ ἀργυρίου αὐτου̃ καὶ ἠ̃ν ἐπάνω του̃ στόματος του̃ μαρσίππου

42:28 καὶ εἰ̃πεν τοι̃ς ἀδελφοι̃ς αὐτου̃ ἀπεδόθη μοι τὸ ἀργύριον καὶ ἰδοὺ του̃το ἐν τω̨̃ μαρσίππω̨ μου καὶ ἐξέστη ἡ καρδία αὐτω̃ν καὶ ἐταράχθησαν πρὸς ἀλλήλους λέγοντες τί του̃το ἐποίησεν ὁ θεὸς ἡμι̃ν

42:29 ἠ̃λθον δὲ πρὸς Ιακωβ τὸν πατέρα αὐτω̃ν εἰς γη̃ν Χανααν καὶ ἀπήγγειλαν αὐτω̨̃ πάντα τὰ συμβάντα αὐτοι̃ς λέγοντες

42:30 λελάληκεν ὁ ἄνθρωπος ὁ κύριος τη̃ς γη̃ς πρὸς ἡμα̃ς σκληρὰ καὶ ἔθετο ἡμα̃ς ἐν φυλακη̨̃ ὡς κατασκοπεύοντας τὴν γη̃ν

42:31 εἴπαμεν δὲ αὐτω̨̃ εἰρηνικοί ἐσμεν οὔκ ἐσμεν κατάσκοποι

42:32 δώδεκα ἀδελφοί ἐσμεν υἱοὶ του̃ πατρὸς ἡμω̃ν ὁ εἱ̃ς οὐχ ὑπάρχει ὁ δὲ μικρότερος μετὰ του̃ πατρὸς ἡμω̃ν σήμερον ἐν γη̨̃ Χανααν

42:33 εἰ̃πεν δὲ ἡμι̃ν ὁ ἄνθρωπος ὁ κύριος τη̃ς γη̃ς ἐν τούτω̨ γνώσομαι ὅτι εἰρηνικοί ἐστε ἀδελφὸν ἕνα ἄφετε ὡ̃δε μετ' ἐμου̃ τὸν δὲ ἀγορασμὸν τη̃ς σιτοδοσίας του̃ οἴκου ὑμω̃ν λαβόντες ἀπέλθατε

42:34 καὶ ἀγάγετε πρός με τὸν ἀδελφὸν ὑμω̃ν τὸν νεώτερον καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε ἀλλ' ὅτι εἰρηνικοί ἐστε καὶ τὸν ἀδελφὸν ὑμω̃ν ἀποδώσω ὑμι̃ν καὶ τη̨̃ γη̨̃ ἐμπορεύεσθε

42:35 ἐγένετο δὲ ἐν τω̨̃ κατακενου̃ν αὐτοὺς τοὺς σάκκους αὐτω̃ν καὶ ἠ̃ν ἑκάστου ὁ δεσμὸς του̃ ἀργυρίου ἐν τω̨̃ σάκκω̨ αὐτω̃ν καὶ εἰ̃δον τοὺς δεσμοὺς του̃ ἀργυρίου αὐτω̃ν αὐτοὶ καὶ ὁ πατὴρ αὐτω̃ν καὶ ἐφοβήθησαν

42:36 εἰ̃πεν δὲ αὐτοι̃ς Ιακωβ ὁ πατὴρ αὐτω̃ν ἐμὲ ἠτεκνώσατε Ιωσηφ οὐκ ἔστιν Συμεων οὐκ ἔστιν καὶ τὸν Βενιαμιν λήμψεσθε ἐπ' ἐμὲ ἐγένετο πάντα ταυ̃τα

42:37 εἰ̃πεν δὲ Ρουβην τω̨̃ πατρὶ αὐτου̃ λέγων τοὺς δύο υἱούς μου ἀπόκτεινον ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ δὸς αὐτὸν εἰς τὴν χει̃ρά μου κἀγὼ ἀνάξω αὐτὸν πρὸς σέ

42:38 ὁ δὲ εἰ̃πεν οὐ καταβήσεται ὁ υἱός μου μεθ' ὑμω̃ν ὅτι ὁ ἀδελφὸς αὐτου̃ ἀπέθανεν καὶ αὐτὸς μόνος καταλέλειπται καὶ συμβήσεται αὐτὸν μαλακισθη̃ναι ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἂν πορεύησθε καὶ κατάξετέ μου τὸ γη̃ρας μετὰ λύπης εἰς ἅ̨δου

43:1 ὁ δὲ λιμὸς ἐνίσχυσεν ἐπὶ τη̃ς γη̃ς

43:2 ἐγένετο δὲ ἡνίκα συνετέλεσαν καταφαγει̃ν τὸν σι̃τον ὃν ἤνεγκαν ἐξ Αἰγύπτου καὶ εἰ̃πεν αὐτοι̃ς ὁ πατὴρ αὐτω̃ν πάλιν πορευθέντες πρίασθε ἡμι̃ν μικρὰ βρώματα

43:3 εἰ̃πεν δὲ αὐτω̨̃ Ιουδας λέγων διαμαρτυρία̨ διαμεμαρτύρηται ἡμι̃ν ὁ ἄνθρωπος λέγων οὐκ ὄψεσθε τὸ πρόσωπόν μου ἐὰν μὴ ὁ ἀδελφὸς ὑμω̃ν ὁ νεώτερος μεθ' ὑμω̃ν ἠ̨̃

43:4 εἰ μὲν οὐ̃ν ἀποστέλλεις τὸν ἀδελφὸν ἡμω̃ν μεθ' ἡμω̃ν καταβησόμεθα καὶ ἀγοράσωμέν σοι βρώματα

43:5 εἰ δὲ μὴ ἀποστέλλεις τὸν ἀδελφὸν ἡμω̃ν μεθ' ἡμω̃ν οὐ πορευσόμεθα ὁ γὰρ ἄνθρωπος εἰ̃πεν ἡμι̃ν λέγων οὐκ ὄψεσθέ μου τὸ πρόσωπον ἐὰν μὴ ὁ ἀδελφὸς ὑμω̃ν ὁ νεώτερος μεθ' ὑμω̃ν ἠ̨̃

43:6 εἰ̃πεν δὲ Ισραηλ τί ἐκακοποιήσατέ με ἀναγγείλαντες τω̨̃ ἀνθρώπω̨ εἰ ἔστιν ὑμι̃ν ἀδελφός

43:7 οἱ δὲ εἰ̃παν ἐρωτω̃ν ἐπηρώτησεν ἡμα̃ς ὁ ἄνθρωπος καὶ τὴν γενεὰν ἡμω̃ν λέγων εἰ ἔτι ὁ πατὴρ ὑμω̃ν ζη̨̃ εἰ ἔστιν ὑμι̃ν ἀδελφός καὶ ἀπηγγείλαμεν αὐτω̨̃ κατὰ τὴν ἐπερώτησιν ταύτην μὴ ἤ̨δειμεν εἰ ἐρει̃ ἡμι̃ν ἀγάγετε τὸν ἀδελφὸν ὑμω̃ν

43:8 εἰ̃πεν δὲ Ιουδας πρὸς Ισραηλ τὸν πατέρα αὐτου̃ ἀπόστειλον τὸ παιδάριον μετ' ἐμου̃ καὶ ἀναστάντες πορευσόμεθα ἵνα ζω̃μεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡμει̃ς καὶ σὺ καὶ ἡ ἀποσκευὴ ἡμω̃ν

43:9 ἐγὼ δὲ ἐκδέχομαι αὐτόν ἐκ χειρός μου ζήτησον αὐτόν ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου ἡμαρτηκὼς ἔσομαι πρὸς σὲ πάσας τὰς ἡμέρας

43:10 εἰ μὴ γὰρ ἐβραδύναμεν ἤδη ἂν ὑπεστρέψαμεν δίς

43:11 εἰ̃πεν δὲ αὐτοι̃ς Ισραηλ ὁ πατὴρ αὐτω̃ν εἰ οὕτως ἐστίν του̃το ποιήσατε λάβετε ἀπὸ τω̃ν καρπω̃ν τη̃ς γη̃ς ἐν τοι̃ς ἀγγείοις ὑμω̃ν καὶ καταγάγετε τω̨̃ ἀνθρώπω̨ δω̃ρα τη̃ς ῥητίνης καὶ του̃ μέλιτος θυμίαμα καὶ στακτὴν καὶ τερέμινθον καὶ κάρυα

43:12 καὶ τὸ ἀργύριον δισσὸν λάβετε ἐν ται̃ς χερσὶν ὑμω̃ν τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοι̃ς μαρσίπποις ὑμω̃ν ἀποστρέψατε μεθ' ὑμω̃ν μήποτε ἀγνόημά ἐστιν

43:13 καὶ τὸν ἀδελφὸν ὑμω̃ν λάβετε καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον

43:14 ὁ δὲ θεός μου δώ̨η ὑμι̃ν χάριν ἐναντίον του̃ ἀνθρώπου καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμω̃ν τὸν ἕνα καὶ τὸν Βενιαμιν ἐγὼ μὲν γάρ καθὰ ἠτέκνωμαι ἠτέκνωμαι

43:15 λαβόντες δὲ οἱ ἄνδρες τὰ δω̃ρα ταυ̃τα καὶ τὸ ἀργύριον διπλου̃ν ἔλαβον ἐν ται̃ς χερσὶν αὐτω̃ν καὶ τὸν Βενιαμιν καὶ ἀναστάντες κατέβησαν εἰς Αἴγυπτον καὶ ἔστησαν ἐναντίον Ιωσηφ

43:16 εἰ̃δεν δὲ Ιωσηφ αὐτοὺς καὶ τὸν Βενιαμιν τὸν ἀδελφὸν αὐτου̃ τὸν ὁμομήτριον καὶ εἰ̃πεν τω̨̃ ἐπὶ τη̃ς οἰκίας αὐτου̃ εἰσάγαγε τοὺς ἀνθρώπους εἰς τὴν οἰκίαν καὶ σφάξον θύματα καὶ ἑτοίμασον μετ' ἐμου̃ γὰρ φάγονται οἱ ἄνθρωποι ἄρτους τὴν μεσημβρίαν

43:17 ἐποίησεν δὲ ὁ ἄνθρωπος καθὰ εἰ̃πεν Ιωσηφ καὶ εἰσήγαγεν τοὺς ἀνθρώπους εἰς τὸν οἰ̃κον Ιωσηφ

43:18 ἰδόντες δὲ οἱ ἄνθρωποι ὅτι εἰσήχθησαν εἰς τὸν οἰ̃κον Ιωσηφ εἰ̃παν διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοι̃ς μαρσίπποις ἡμω̃ν τὴν ἀρχὴν ἡμει̃ς εἰσαγόμεθα του̃ συκοφαντη̃σαι ἡμα̃ς καὶ ἐπιθέσθαι ἡμι̃ν του̃ λαβει̃ν ἡμα̃ς εἰς παι̃δας καὶ τοὺς ὄνους ἡμω̃ν

43:19 προσελθόντες δὲ πρὸς τὸν ἄνθρωπον τὸν ἐπὶ του̃ οἴκου Ιωσηφ ἐλάλησαν αὐτω̨̃ ἐν τω̨̃ πυλω̃νι του̃ οἴκου

43:20 λέγοντες δεόμεθα κύριε κατέβημεν τὴν ἀρχὴν πρίασθαι βρώματα

43:21 ἐγένετο δὲ ἡνίκα ἤλθομεν εἰς τὸ καταλυ̃σαι καὶ ἠνοίξαμεν τοὺς μαρσίππους ἡμω̃ν καὶ τόδε τὸ ἀργύριον ἑκάστου ἐν τω̨̃ μαρσίππω̨ αὐτου̃ τὸ ἀργύριον ἡμω̃ν ἐν σταθμω̨̃ ἀπεστρέψαμεν νυ̃ν ἐν ται̃ς χερσὶν ἡμω̃ν

43:22 καὶ ἀργύριον ἕτερον ἠνέγκαμεν μεθ' ἑαυτω̃ν ἀγοράσαι βρώματα οὐκ οἴδαμεν τίς ἐνέβαλεν τὸ ἀργύριον εἰς τοὺς μαρσίππους ἡμω̃ν

43:23 εἰ̃πεν δὲ αὐτοι̃ς ἵλεως ὑμι̃ν μὴ φοβει̃σθε ὁ θεὸς ὑμω̃ν καὶ ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν ἔδωκεν ὑμι̃ν θησαυροὺς ἐν τοι̃ς μαρσίπποις ὑμω̃ν τὸ δὲ ἀργύριον ὑμω̃ν εὐδοκιμου̃ν ἀπέχω καὶ ἐξήγαγεν πρὸς αὐτοὺς τὸν Συμεων

43:24 καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτω̃ν καὶ ἔδωκεν χορτάσματα τοι̃ς ὄνοις αὐτω̃ν

43:25 ἡτοίμασαν δὲ τὰ δω̃ρα ἕως του̃ ἐλθει̃ν Ιωσηφ μεσημβρίας ἤκουσαν γὰρ ὅτι ἐκει̃ μέλλει ἀριστα̃ν

43:26 εἰση̃λθεν δὲ Ιωσηφ εἰς τὴν οἰκίαν καὶ προσήνεγκαν αὐτω̨̃ τὰ δω̃ρα ἃ εἰ̃χον ἐν ται̃ς χερσὶν αὐτω̃ν εἰς τὸν οἰ̃κον καὶ προσεκύνησαν αὐτω̨̃ ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν

43:27 ἠρώτησεν δὲ αὐτούς πω̃ς ἔχετε καὶ εἰ̃πεν αὐτοι̃ς εἰ ὑγιαίνει ὁ πατὴρ ὑμω̃ν ὁ πρεσβύτερος ὃν εἴπατε ἔτι ζη̨̃

43:28 οἱ δὲ εἰ̃παν ὑγιαίνει ὁ παι̃ς σου ὁ πατὴρ ἡμω̃ν ἔτι ζη̨̃ καὶ εἰ̃πεν εὐλογητὸς ὁ ἄνθρωπος ἐκει̃νος τω̨̃ θεω̨̃ καὶ κύψαντες προσεκύνησαν αὐτω̨̃

43:29 ἀναβλέψας δὲ τοι̃ς ὀφθαλμοι̃ς Ιωσηφ εἰ̃δεν Βενιαμιν τὸν ἀδελφὸν αὐτου̃ τὸν ὁμομήτριον καὶ εἰ̃πεν οὑ̃τος ὁ ἀδελφὸς ὑμω̃ν ὁ νεώτερος ὃν εἴπατε πρός με ἀγαγει̃ν καὶ εἰ̃πεν ὁ θεὸς ἐλεήσαι σε τέκνον

43:30 ἐταράχθη δὲ Ιωσηφ συνεστρέφετο γὰρ τὰ ἔντερα αὐτου̃ ἐπὶ τω̨̃ ἀδελφω̨̃ αὐτου̃ καὶ ἐζήτει κλαυ̃σαι εἰσελθὼν δὲ εἰς τὸ ταμιει̃ον ἔκλαυσεν ἐκει̃

43:31 καὶ νιψάμενος τὸ πρόσωπον ἐξελθὼν ἐνεκρατεύσατο καὶ εἰ̃πεν παράθετε ἄρτους

43:32 καὶ παρέθηκαν αὐτω̨̃ μόνω̨ καὶ αὐτοι̃ς καθ' ἑαυτοὺς καὶ τοι̃ς Αἰγυπτίοις τοι̃ς συνδειπνου̃σιν μετ' αὐτου̃ καθ' ἑαυτούς οὐ γὰρ ἐδύναντο οἱ Αἰγύπτιοι συνεσθίειν μετὰ τω̃ν Εβραίων ἄρτους βδέλυγμα γάρ ἐστιν τοι̃ς Αἰγυπτίοις

43:33 ἐκάθισαν δὲ ἐναντίον αὐτου̃ ὁ πρωτότοκος κατὰ τὰ πρεσβει̃α αὐτου̃ καὶ ὁ νεώτερος κατὰ τὴν νεότητα αὐτου̃ ἐξίσταντο δὲ οἱ ἄνθρωποι ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτου̃

43:34 ἠ̃ραν δὲ μερίδας παρ' αὐτου̃ πρὸς αὐτούς ἐμεγαλύνθη δὲ ἡ μερὶς Βενιαμιν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων ἔπιον δὲ καὶ ἐμεθύσθησαν μετ' αὐτου̃

44:1 καὶ ἐνετείλατο Ιωσηφ τω̨̃ ὄντι ἐπὶ τη̃ς οἰκίας αὐτου̃ λέγων πλήσατε τοὺς μαρσίππους τω̃ν ἀνθρώπων βρωμάτων ὅσα ἐὰν δύνωνται ἀ̃ραι καὶ ἐμβάλατε ἑκάστου τὸ ἀργύριον ἐπὶ του̃ στόματος του̃ μαρσίππου

44:2 καὶ τὸ κόνδυ μου τὸ ἀργυρου̃ν ἐμβάλατε εἰς τὸν μάρσιππον του̃ νεωτέρου καὶ τὴν τιμὴν του̃ σίτου αὐτου̃ ἐγενήθη δὲ κατὰ τὸ ῥη̃μα Ιωσηφ καθὼς εἰ̃πεν

44:3 τὸ πρωὶ διέφαυσεν καὶ οἱ ἄνθρωποι ἀπεστάλησαν αὐτοὶ καὶ οἱ ὄνοι αὐτω̃ν

44:4 ἐξελθόντων δὲ αὐτω̃ν τὴν πόλιν οὐκ ἀπέσχον μακράν καὶ Ιωσηφ εἰ̃πεν τω̨̃ ἐπὶ τη̃ς οἰκίας αὐτου̃ ἀναστὰς ἐπιδίωξον ὀπίσω τω̃ν ἀνθρώπων καὶ καταλήμψη̨ αὐτοὺς καὶ ἐρει̃ς αὐτοι̃ς τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλω̃ν

44:5 ἵνα τί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυρου̃ν οὐ του̃τό ἐστιν ἐν ὡ̨̃ πίνει ὁ κύριός μου αὐτὸς δὲ οἰωνισμω̨̃ οἰωνίζεται ἐν αὐτω̨̃ πονηρὰ συντετέλεσθε ἃ πεποιήκατε

44:6 εὑρὼν δὲ αὐτοὺς εἰ̃πεν αὐτοι̃ς κατὰ τὰ ῥήματα ταυ̃τα

44:7 οἱ δὲ εἰ̃πον αὐτω̨̃ ἵνα τί λαλει̃ ὁ κύριος κατὰ τὰ ῥήματα ταυ̃τα μὴ γένοιτο τοι̃ς παισίν σου ποιη̃σαι κατὰ τὸ ῥη̃μα του̃το

44:8 εἰ τὸ μὲν ἀργύριον ὃ εὕρομεν ἐν τοι̃ς μαρσίπποις ἡμω̃ν ἀπεστρέψαμεν πρὸς σὲ ἐκ γη̃ς Χανααν πω̃ς ἂν κλέψαιμεν ἐκ του̃ οἴκου του̃ κυρίου σου ἀργύριον ἢ χρυσίον

44:9 παρ' ὡ̨̃ ἂν εὑρεθη̨̃ τὸ κόνδυ τω̃ν παίδων σου ἀποθνη̨σκέτω καὶ ἡμει̃ς δὲ ἐσόμεθα παι̃δες τω̨̃ κυρίω̨ ἡμω̃ν

44:10 ὁ δὲ εἰ̃πεν καὶ νυ̃ν ὡς λέγετε οὕτως ἔσται ὁ ἄνθρωπος παρ' ὡ̨̃ ἂν εὑρεθη̨̃ τὸ κόνδυ αὐτὸς ἔσται μου παι̃ς ὑμει̃ς δὲ ἔσεσθε καθαροί

44:11 καὶ ἔσπευσαν καὶ καθει̃λαν ἕκαστος τὸν μάρσιππον αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ ἤνοιξαν ἕκαστος τὸν μάρσιππον αὐτου̃

44:12 ἠρεύνα δὲ ἀπὸ του̃ πρεσβυτέρου ἀρξάμενος ἕως ἠ̃λθεν ἐπὶ τὸν νεώτερον καὶ εὑ̃ρεν τὸ κόνδυ ἐν τω̨̃ μαρσίππω̨ τω̨̃ Βενιαμιν

44:13 καὶ διέρρηξαν τὰ ἱμάτια αὐτω̃ν καὶ ἐπέθηκαν ἕκαστος τὸν μάρσιππον αὐτου̃ ἐπὶ τὸν ὄνον αὐτου̃ καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν

44:14 εἰση̃λθεν δὲ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτου̃ πρὸς Ιωσηφ ἔτι αὐτου̃ ὄντος ἐκει̃ καὶ ἔπεσον ἐναντίον αὐτου̃ ἐπὶ τὴν γη̃ν

44:15 εἰ̃πεν δὲ αὐτοι̃ς Ιωσηφ τί τὸ πρα̃γμα του̃το ὃ ἐποιήσατε οὐκ οἴδατε ὅτι οἰωνισμω̨̃ οἰωνιει̃ται ἄνθρωπος οἱ̃ος ἐγώ

44:16 εἰ̃πεν δὲ Ιουδας τί ἀντερου̃μεν τω̨̃ κυρίω̨ ἢ τί λαλήσωμεν ἢ τί δικαιωθω̃μεν ὁ δὲ θεὸς εὑ̃ρεν τὴν ἀδικίαν τω̃ν παίδων σου ἰδού ἐσμεν οἰκέται τω̨̃ κυρίω̨ ἡμω̃ν καὶ ἡμει̃ς καὶ παρ' ὡ̨̃ εὑρέθη τὸ κόνδυ

44:17 εἰ̃πεν δὲ Ιωσηφ μή μοι γένοιτο ποιη̃σαι τὸ ῥη̃μα του̃το ὁ ἄνθρωπος παρ' ὡ̨̃ εὑρέθη τὸ κόνδυ αὐτὸς ἔσται μου παι̃ς ὑμει̃ς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμω̃ν

44:18 ἐγγίσας δὲ αὐτω̨̃ Ιουδας εἰ̃πεν δέομαι κύριε λαλησάτω ὁ παι̃ς σου ῥη̃μα ἐναντίον σου καὶ μὴ θυμωθη̨̃ς τω̨̃ παιδί σου ὅτι σὺ εἰ̃ μετὰ Φαραω

44:19 κύριε σὺ ἠρώτησας τοὺς παι̃δάς σου λέγων εἰ ἔχετε πατέρα ἢ ἀδελφόν

44:20 καὶ εἴπαμεν τω̨̃ κυρίω̨ ἔστιν ἡμι̃ν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρως νεώτερον αὐτω̨̃ καὶ ὁ ἀδελφὸς αὐτου̃ ἀπέθανεν αὐτὸς δὲ μόνος ὑπελείφθη τη̨̃ μητρὶ αὐτου̃ ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν

44:21 εἰ̃πας δὲ τοι̃ς παισίν σου καταγάγετε αὐτὸν πρός με καὶ ἐπιμελου̃μαι αὐτου̃

44:22 καὶ εἴπαμεν τω̨̃ κυρίω̨ οὐ δυνήσεται τὸ παιδίον καταλιπει̃ν τὸν πατέρα ἐὰν δὲ καταλίπη̨ τὸν πατέρα ἀποθανει̃ται

44:23 σὺ δὲ εἰ̃πας τοι̃ς παισίν σου ἐὰν μὴ καταβη̨̃ ὁ ἀδελφὸς ὑμω̃ν ὁ νεώτερος μεθ' ὑμω̃ν οὐ προσθήσεσθε ἔτι ἰδει̃ν τὸ πρόσωπόν μου

44:24 ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς τὸν παι̃δά σου πατέρα δὲ ἡμω̃ν ἀπηγγείλαμεν αὐτω̨̃ τὰ ῥήματα του̃ κυρίου

44:25 εἰ̃πεν δὲ ἡμι̃ν ὁ πατὴρ ἡμω̃ν βαδίσατε πάλιν ἀγοράσατε ἡμι̃ν μικρὰ βρώματα

44:26 ἡμει̃ς δὲ εἴπαμεν οὐ δυνησόμεθα καταβη̃ναι ἀλλ' εἰ μὲν ὁ ἀδελφὸς ἡμω̃ν ὁ νεώτερος καταβαίνει μεθ' ἡμω̃ν καταβησόμεθα οὐ γὰρ δυνησόμεθα ἰδει̃ν τὸ πρόσωπον του̃ ἀνθρώπου του̃ ἀδελφου̃ του̃ νεωτέρου μὴ ὄντος μεθ' ἡμω̃ν

44:27 εἰ̃πεν δὲ ὁ παι̃ς σου ὁ πατὴρ ἡμω̃ν πρὸς ἡμα̃ς ὑμει̃ς γινώσκετε ὅτι δύο ἔτεκέν μοι ἡ γυνή

44:28 καὶ ἐξη̃λθεν ὁ εἱ̃ς ἀπ' ἐμου̃ καὶ εἴπατε ὅτι θηριόβρωτος γέγονεν καὶ οὐκ εἰ̃δον αὐτὸν ἔτι καὶ νυ̃ν

44:29 ἐὰν οὐ̃ν λάβητε καὶ του̃τον ἐκ προσώπου μου καὶ συμβη̨̃ αὐτω̨̃ μαλακία ἐν τη̨̃ ὁδω̨̃ καὶ κατάξετέ μου τὸ γη̃ρας μετὰ λύπης εἰς ἅ̨δου

44:30 νυ̃ν οὐ̃ν ἐὰν εἰσπορεύωμαι πρὸς τὸν παι̃δά σου πατέρα δὲ ἡμω̃ν καὶ τὸ παιδάριον μὴ ἠ̨̃ μεθ' ἡμω̃ν ἡ δὲ ψυχὴ αὐτου̃ ἐκκρέμαται ἐκ τη̃ς τούτου ψυχη̃ς

44:31 καὶ ἔσται ἐν τω̨̃ ἰδει̃ν αὐτὸν μὴ ὂν τὸ παιδάριον μεθ' ἡμω̃ν τελευτήσει καὶ κατάξουσιν οἱ παι̃δές σου τὸ γη̃ρας του̃ παιδός σου πατρὸς δὲ ἡμω̃ν μετ' ὀδύνης εἰς ἅ̨δου

44:32 ὁ γὰρ παι̃ς σου ἐκδέδεκται τὸ παιδίον παρὰ του̃ πατρὸς λέγων ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου ἡμαρτηκὼς ἔσομαι πρὸς τὸν πατέρα πάσας τὰς ἡμέρας

44:33 νυ̃ν οὐ̃ν παραμενω̃ σοι παι̃ς ἀντὶ του̃ παιδίου οἰκέτης του̃ κυρίου τὸ δὲ παιδίον ἀναβήτω μετὰ τω̃ν ἀδελφω̃ν

44:34 πω̃ς γὰρ ἀναβήσομαι πρὸς τὸν πατέρα του̃ παιδίου μὴ ὄντος μεθ' ἡμω̃ν ἵνα μὴ ἴδω τὰ κακά ἃ εὑρήσει τὸν πατέρα μου

45:1 καὶ οὐκ ἠδύνατο Ιωσηφ ἀνέχεσθαι πάντων τω̃ν παρεστηκότων αὐτω̨̃ ἀλλ' εἰ̃πεν ἐξαποστείλατε πάντας ἀπ' ἐμου̃ καὶ οὐ παρειστήκει οὐδεὶς ἔτι τω̨̃ Ιωσηφ ἡνίκα ἀνεγνωρίζετο τοι̃ς ἀδελφοι̃ς αὐτου̃

45:2 καὶ ἀφη̃κεν φωνὴν μετὰ κλαυθμου̃ ἤκουσαν δὲ πάντες οἱ Αἰγύπτιοι καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἰ̃κον Φαραω

45:3 εἰ̃πεν δὲ Ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτου̃ ἐγώ εἰμι Ιωσηφ ἔτι ὁ πατήρ μου ζη̨̃ καὶ οὐκ ἐδύναντο οἱ ἀδελφοὶ ἀποκριθη̃ναι αὐτω̨̃ ἐταράχθησαν γάρ

45:4 εἰ̃πεν δὲ Ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτου̃ ἐγγίσατε πρός με καὶ ἤγγισαν καὶ εἰ̃πεν ἐγώ εἰμι Ιωσηφ ὁ ἀδελφὸς ὑμω̃ν ὃν ἀπέδοσθε εἰς Αἴγυπτον

45:5 νυ̃ν οὐ̃ν μὴ λυπει̃σθε μηδὲ σκληρὸν ὑμι̃ν φανήτω ὅτι ἀπέδοσθέ με ὡ̃δε εἰς γὰρ ζωὴν ἀπέστειλέν με ὁ θεὸς ἔμπροσθεν ὑμω̃ν

45:6 του̃το γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τη̃ς γη̃ς καὶ ἔτι λοιπὰ πέντε ἔτη ἐν οἱ̃ς οὐκ ἔσται ἀροτρίασις οὐδὲ ἄμητος

45:7 ἀπέστειλεν γάρ με ὁ θεὸς ἔμπροσθεν ὑμω̃ν ὑπολείπεσθαι ὑμω̃ν κατάλειμμα ἐπὶ τη̃ς γη̃ς καὶ ἐκθρέψαι ὑμω̃ν κατάλειψιν μεγάλην

45:8 νυ̃ν οὐ̃ν οὐχ ὑμει̃ς με ἀπεστάλκατε ὡ̃δε ἀλλ' ἢ ὁ θεός καὶ ἐποίησέν με ὡς πατέρα Φαραω καὶ κύριον παντὸς του̃ οἴκου αὐτου̃ καὶ ἄρχοντα πάσης γη̃ς Αἰγύπτου

45:9 σπεύσαντες οὐ̃ν ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτω̨̃ τάδε λέγει ὁ υἱός σου Ιωσηφ ἐποίησέν με ὁ θεὸς κύριον πάσης γη̃ς Αἰγύπτου κατάβηθι οὐ̃ν πρός με καὶ μὴ μείνη̨ς

45:10 καὶ κατοικήσεις ἐν γη̨̃ Γεσεμ 'Αραβίας καὶ ἔση̨ ἐγγύς μου σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τω̃ν υἱω̃ν σου τὰ πρόβατά σου καὶ αἱ βόες σου καὶ ὅσα σοί ἐστιν

45:11 καὶ ἐκθρέψω σε ἐκει̃ ἔτι γὰρ πέντε ἔτη λιμός ἵνα μὴ ἐκτριβη̨̃ς σὺ καὶ οἱ υἱοί σου καὶ πάντα τὰ ὑπάρχοντά σου

45:12 ἰδοὺ ο