Δευτερονόμιον

1:1 οὑ̃τοι οἱ λόγοι οὓς ἐλάλησεν Μωυση̃ς παντὶ Ισραηλ πέραν του̃ Ιορδάνου ἐν τη̨̃ ἐρήμω̨ πρὸς δυσμαι̃ς πλησίον τη̃ς ἐρυθρα̃ς ἀνὰ μέσον Φαραν Τοφολ καὶ Λοβον καὶ Αυλων καὶ καταχρύσεα

1:2 ἕνδεκα ἡμερω̃ν ἐν Χωρηβ ὁδὸς ἐπ' ὄρος Σηιρ ἕως Καδης Βαρνη

1:3 καὶ ἐγενήθη ἐν τω̨̃ τεσσαρακοστω̨̃ ἔτει ἐν τω̨̃ ἑνδεκάτω̨ μηνὶ μια̨̃ του̃ μηνὸς ἐλάλησεν Μωυση̃ς πρὸς πάντας υἱοὺς Ισραηλ κατὰ πάντα ὅσα ἐνετείλατο κύριος αὐτω̨̃ πρὸς αὐτούς

1:4 μετὰ τὸ πατάξαι Σηων βασιλέα Αμορραίων τὸν κατοικήσαντα ἐν Εσεβων καὶ Ωγ βασιλέα τη̃ς Βασαν τὸν κατοικήσαντα ἐν Ασταρωθ καὶ ἐν Εδραϊν

1:5 ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ἐν γη̨̃ Μωαβ ἤρξατο Μωυση̃ς διασαφη̃σαι τὸν νόμον του̃τον λέγων

1:6 κύριος ὁ θεὸς ἡμω̃ν ἐλάλησεν ἡμι̃ν ἐν Χωρηβ λέγων ἱκανούσθω ὑμι̃ν κατοικει̃ν ἐν τω̨̃ ὄρει τούτω̨

1:7 ἐπιστράφητε καὶ ἀπάρατε ὑμει̃ς καὶ εἰσπορεύεσθε εἰς ὄρος Αμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Αραβα εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν γη̃ν Χαναναίων καὶ 'Αντιλίβανον ἕως του̃ ποταμου̃ του̃ μεγάλου Εὐφράτου

1:8 ἴδετε παραδέδωκα ἐνώπιον ὑμω̃ν τὴν γη̃ν εἰσπορευθέντες κληρονομήσατε τὴν γη̃ν ἣν ὤμοσα τοι̃ς πατράσιν ὑμω̃ν τω̨̃ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δου̃ναι αὐτοι̃ς καὶ τω̨̃ σπέρματι αὐτω̃ν μετ' αὐτούς

1:9 καὶ εἰ̃πα πρὸς ὑμα̃ς ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγων οὐ δυνήσομαι μόνος φέρειν ὑμα̃ς

1:10 κύριος ὁ θεὸς ὑμω̃ν ἐπλήθυνεν ὑμα̃ς καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα του̃ οὐρανου̃ τω̨̃ πλήθει

1:11 κύριος ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν προσθείη ὑμι̃ν ὡς ἐστὲ χιλιοπλασίως καὶ εὐλογήσαι ὑμα̃ς καθότι ἐλάλησεν ὑμι̃ν

1:12 πω̃ς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμω̃ν καὶ τὴν ὑπόστασιν ὑμω̃ν καὶ τὰς ἀντιλογίας ὑμω̃ν

1:13 δότε ἑαυτοι̃ς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς τὰς φυλὰς ὑμω̃ν καὶ καταστήσω ἐφ' ὑμω̃ν ἡγουμένους ὑμω̃ν

1:14 καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε καλὸν τὸ ῥη̃μα ὃ ἐλάλησας ποιη̃σαι

1:15 καὶ ἔλαβον ἐξ ὑμω̃ν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς καὶ κατέστησα αὐτοὺς ἡγει̃σθαι ἐφ' ὑμω̃ν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους καὶ γραμματοεισαγωγει̃ς τοι̃ς κριται̃ς ὑμω̃ν

1:16 καὶ ἐνετειλάμην τοι̃ς κριται̃ς ὑμω̃ν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγων διακούετε ἀνὰ μέσον τω̃ν ἀδελφω̃ν ὑμω̃ν καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφου̃ καὶ ἀνὰ μέσον προσηλύτου αὐτου̃

1:17 οὐκ ἐπιγνώση̨ πρόσωπον ἐν κρίσει κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινει̃ς οὐ μὴ ὑποστείλη̨ πρόσωπον ἀνθρώπου ὅτι ἡ κρίσις του̃ θεου̃ ἐστιν καὶ τὸ ῥη̃μα ὃ ἐὰν σκληρὸν ἠ̨̃ ἀφ' ὑμω̃ν ἀνοίσετε αὐτὸ ἐπ' ἐμέ καὶ ἀκούσομαι αὐτό

1:18 καὶ ἐνετειλάμην ὑμι̃ν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ πάντας τοὺς λόγους οὓς ποιήσετε

1:19 καὶ ἀπάραντες ἐκ Χωρηβ ἐπορεύθημεν πα̃σαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἣν εἴδετε ὁδὸν ὄρους του̃ Αμορραίου καθότι ἐνετείλατο κύριος ὁ θεὸς ἡμω̃ν ἡμι̃ν καὶ ἤλθομεν ἕως Καδης Βαρνη

1:20 καὶ εἰ̃πα πρὸς ὑμα̃ς ἤλθατε ἕως του̃ ὄρους του̃ Αμορραίου ὃ ὁ κύριος ὁ θεὸς ἡμω̃ν δίδωσιν ὑμι̃ν

1:21 ἴδετε παραδέδωκεν ὑμι̃ν κύριος ὁ θεὸς ὑμω̃ν πρὸ προσώπου ὑμω̃ν τὴν γη̃ν ἀναβάντες κληρονομήσατε ὃν τρόπον εἰ̃πεν κύριος ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν ὑμι̃ν μὴ φοβει̃σθε μηδὲ δειλιάσητε

1:22 καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε ἀποστείλωμεν ἄνδρας προτέρους ἡμω̃ν καὶ ἐφοδευσάτωσαν ἡμι̃ν τὴν γη̃ν καὶ ἀναγγειλάτωσαν ἡμι̃ν ἀπόκρισιν τὴν ὁδόν δι' ἡ̃ς ἀναβησόμεθα ἐν αὐτη̨̃ καὶ τὰς πόλεις εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς

1:23 καὶ ἤρεσεν ἐναντίον μου τὸ ῥη̃μα καὶ ἔλαβον ἐξ ὑμω̃ν δώδεκα ἄνδρας ἄνδρα ἕνα κατὰ φυλήν

1:24 καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκόπευσαν αὐτήν

1:25 καὶ ἐλάβοσαν ἐν ται̃ς χερσὶν αὐτω̃ν ἀπὸ του̃ καρπου̃ τη̃ς γη̃ς καὶ κατήνεγκαν πρὸς ἡμα̃ς καὶ ἔλεγον ἀγαθὴ ἡ γη̃ ἣν κύριος ὁ θεὸς ἡμω̃ν δίδωσιν ἡμι̃ν

1:26 καὶ οὐκ ἠθελήσατε ἀναβη̃ναι καὶ ἠπειθήσατε τω̨̃ ῥήματι κυρίου του̃ θεου̃ ὑμω̃ν

1:27 καὶ διεγογγύζετε ἐν ται̃ς σκηναι̃ς ὑμω̃ν καὶ εἴπατε διὰ τὸ μισει̃ν κύριον ἡμα̃ς ἐξήγαγεν ἡμα̃ς ἐκ γη̃ς Αἰγύπτου παραδου̃ναι ἡμα̃ς εἰς χει̃ρας Αμορραίων ἐξολεθρευ̃σαι ἡμα̃ς

1:28 που̃ ἡμει̃ς ἀναβαίνομεν οἱ ἀδελφοὶ ὑμω̃ν ἀπέστησαν ὑμω̃ν τὴν καρδίαν λέγοντες ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ἡμω̃ν καὶ πόλεις μεγάλαι καὶ τετειχισμέναι ἕως του̃ οὐρανου̃ ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκει̃

1:29 καὶ εἰ̃πα πρὸς ὑμα̃ς μὴ πτήξητε μηδὲ φοβηθη̃τε ἀπ' αὐτω̃ν

1:30 κύριος ὁ θεὸς ὑμω̃ν ὁ προπορευόμενος πρὸ προσώπου ὑμω̃ν αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθ' ὑμω̃ν κατὰ πάντα ὅσα ἐποίησεν ὑμι̃ν ἐν γη̨̃ Αἰγύπτω̨

1:31 καὶ ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ ἣν εἴδετε ὡς ἐτροφοφόρησέν σε κύριος ὁ θεός σου ὡς εἴ τις τροφοφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτου̃ κατὰ πα̃σαν τὴν ὁδόν ἣν ἐπορεύθητε ἕως ἤλθετε εἰς τὸν τόπον του̃τον

1:32 καὶ ἐν τω̨̃ λόγω̨ τούτω̨ οὐκ ἐνεπιστεύσατε κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν

1:33 ὃς προπορεύεται πρότερος ὑμω̃ν ἐν τη̨̃ ὁδω̨̃ ἐκλέγεσθαι ὑμι̃ν τόπον ὁδηγω̃ν ὑμα̃ς ἐν πυρὶ νυκτὸς δεικνύων ὑμι̃ν τὴν ὁδόν καθ' ἣν πορεύεσθε ἐπ' αὐτη̃ς καὶ ἐν νεφέλη̨ ἡμέρας

1:34 καὶ ἤκουσεν κύριος τὴν φωνὴν τω̃ν λόγων ὑμω̃ν καὶ παροξυνθεὶς ὤμοσεν λέγων

1:35 εἰ ὄψεταί τις τω̃ν ἀνδρω̃ν τούτων τὴν ἀγαθὴν ταύτην γη̃ν ἣν ὤμοσα τοι̃ς πατράσιν αὐτω̃ν

1:36 πλὴν Χαλεβ υἱὸς Ιεφοννη οὑ̃τος ὄψεται αὐτήν καὶ τούτω̨ δώσω τὴν γη̃ν ἐφ' ἣν ἐπέβη καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ διὰ τὸ προσκει̃σθαι αὐτὸν τὰ πρὸς κύριον

1:37 καὶ ἐμοὶ ἐθυμώθη κύριος δι' ὑμα̃ς λέγων οὐδὲ σὺ οὐ μὴ εἰσέλθη̨ς ἐκει̃

1:38 'Ιησου̃ς υἱὸς Ναυη ὁ παρεστηκώς σοι οὑ̃τος εἰσελεύσεται ἐκει̃ αὐτὸν κατίσχυσον ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τω̨̃ Ισραηλ

1:39 καὶ πα̃ν παιδίον νέον ὅστις οὐκ οἰ̃δεν σήμερον ἀγαθὸν ἢ κακόν οὑ̃τοι εἰσελεύσονται ἐκει̃ καὶ τούτοις δώσω αὐτήν καὶ αὐτοὶ κληρονομήσουσιν αὐτήν

1:40 καὶ ὑμει̃ς ἐπιστραφέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον ὁδὸν τὴν ἐπὶ τη̃ς ἐρυθρα̃ς θαλάσσης

1:41 καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε ἡμάρτομεν ἔναντι κυρίου του̃ θεου̃ ἡμω̃ν ἡμει̃ς ἀναβάντες πολεμήσομεν κατὰ πάντα ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμω̃ν ἡμι̃ν καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτου̃ καὶ συναθροισθέντες ἀνεβαίνετε εἰς τὸ ὄρος

1:42 καὶ εἰ̃πεν κύριος πρός με εἰπὸν αὐτοι̃ς οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε οὐ γάρ εἰμι μεθ' ὑμω̃ν καὶ οὐ μὴ συντριβη̃τε ἐνώπιον τω̃ν ἐχθρω̃ν ὑμω̃ν

1:43 καὶ ἐλάλησα ὑμι̃ν καὶ οὐκ εἰσηκούσατέ μου καὶ παρέβητε τὸ ῥη̃μα κυρίου καὶ παραβιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος

1:44 καὶ ἐξη̃λθεν ὁ Αμορραι̃ος ὁ κατοικω̃ν ἐν τω̨̃ ὄρει ἐκείνω̨ εἰς συνάντησιν ὑμι̃ν καὶ κατεδίωξαν ὑμα̃ς ὡς εἰ ποιήσαισαν αἱ μέλισσαι καὶ ἐτίτρωσκον ὑμα̃ς ἀπὸ Σηιρ ἕως Ερμα

1:45 καὶ καθίσαντες ἐκλαίετε ἔναντι κυρίου καὶ οὐκ εἰσήκουσεν κύριος τη̃ς φωνη̃ς ὑμω̃ν οὐδὲ προσέσχεν ὑμι̃ν

1:46 καὶ ἐνεκάθησθε ἐν Καδης ἡμέρας πολλάς ὅσας ποτὲ ἡμέρας ἐνεκάθησθε

2:1 καὶ ἐπιστραφέντες ἀπήραμεν εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν ὃν τρόπον ἐλάλησεν κύριος πρός με καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηιρ ἡμέρας πολλάς

2:2 καὶ εἰ̃πεν κύριος πρός με

2:3 ἱκανούσθω ὑμι̃ν κυκλου̃ν τὸ ὄρος του̃το ἐπιστράφητε οὐ̃ν ἐπὶ βορρα̃ν

2:4 καὶ τω̨̃ λαω̨̃ ἔντειλαι λέγων ὑμει̃ς παραπορεύεσθε διὰ τω̃ν ὁρίων τω̃ν ἀδελφω̃ν ὑμω̃ν υἱω̃ν Ησαυ οἳ κατοικου̃σιν ἐν Σηιρ καὶ φοβηθήσονται ὑμα̃ς καὶ εὐλαβηθήσονται ὑμα̃ς σφόδρα

2:5 μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον οὐ γὰρ μὴ δω̃ ὑμι̃ν ἀπὸ τη̃ς γη̃ς αὐτω̃ν οὐδὲ βη̃μα ποδός ὅτι ἐν κλήρω̨ δέδωκα τοι̃ς υἱοι̃ς Ησαυ τὸ ὄρος τὸ Σηιρ

2:6 βρώματα ἀργυρίου ἀγοράσατε παρ' αὐτω̃ν καὶ φάγεσθε καὶ ὕδωρ μέτρω̨ λήμψεσθε παρ' αὐτω̃ν ἀργυρίου καὶ πίεσθε

2:7 ὁ γὰρ κύριος ὁ θεὸς ἡμω̃ν εὐλόγησέν σε ἐν παντὶ ἔργω̨ τω̃ν χειρω̃ν σου διάγνωθι πω̃ς διη̃λθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἰδοὺ τεσσαράκοντα ἔτη κύριος ὁ θεός σου μετὰ σου̃ οὐκ ἐπεδεήθης ῥήματος

2:8 καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ἡμω̃ν υἱοὺς Ησαυ τοὺς κατοικου̃ντας ἐν Σηιρ παρὰ τὴν ὁδὸν τὴν Αραβα ἀπὸ Αιλων καὶ ἀπὸ Γασιωνγαβερ καὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον Μωαβ

2:9 καὶ εἰ̃πεν κύριος πρός με μὴ ἐχθραίνετε τοι̃ς Μωαβίταις καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον οὐ γὰρ μὴ δω̃ ὑμι̃ν ἀπὸ τη̃ς γη̃ς αὐτω̃ν ἐν κλήρω̨ τοι̃ς γὰρ υἱοι̃ς Λωτ δέδωκα τὴν Σηιρ κληρονομει̃ν

2:10 οἱ Ομμιν πρότεροι ἐνεκάθηντο ἐπ' αὐτη̃ς ἔθνος μέγα καὶ πολὺ καὶ ἰσχύοντες ὥσπερ οἱ Ενακιμ

2:11 Ραφαϊν λογισθήσονται καὶ οὑ̃τοι ὥσπερ οἱ Ενακιμ καὶ οἱ Μωαβι̃ται ἐπονομάζουσιν αὐτοὺς Ομμιν

2:12 καὶ ἐν Σηιρ ἐνεκάθητο ὁ Χορραι̃ος πρότερον καὶ υἱοὶ Ησαυ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτω̃ν καὶ κατω̨κίσθησαν ἀντ' αὐτω̃ν ὃν τρόπον ἐποίησεν Ισραηλ τὴν γη̃ν τη̃ς κληρονομίας αὐτου̃ ἣν δέδωκεν κύριος αὐτοι̃ς

2:13 νυ̃ν οὐ̃ν ἀνάστητε καὶ ἀπάρατε ὑμει̃ς καὶ παραπορεύεσθε τὴν φάραγγα Ζαρετ καὶ παρήλθομεν τὴν φάραγγα Ζαρετ

2:14 καὶ αἱ ἡμέραι ἃς παρεπορεύθημεν ἀπὸ Καδης Βαρνη ἕως οὑ̃ παρήλθομεν τὴν φάραγγα Ζαρετ τριάκοντα καὶ ὀκτὼ ἔτη ἕως οὑ̃ διέπεσεν πα̃σα γενεὰ ἀνδρω̃ν πολεμιστω̃ν ἀποθνή̨σκοντες ἐκ τη̃ς παρεμβολη̃ς καθότι ὤμοσεν αὐτοι̃ς ὁ θεός

2:15 καὶ ἡ χεὶρ του̃ θεου̃ ἠ̃ν ἐπ' αὐτοι̃ς ἐξαναλω̃σαι αὐτοὺς ἐκ τη̃ς παρεμβολη̃ς ἕως οὑ̃ διέπεσαν

2:16 καὶ ἐγενήθη ἐπεὶ διέπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνή̨σκοντες ἐκ μέσου του̃ λαου̃

2:17 καὶ ἐλάλησεν κύριος πρός με λέγων

2:18 σὺ παραπορεύση̨ σήμερον τὰ ὅρια Μωαβ τὴν Σηιρ

2:19 καὶ προσάξετε ἐγγὺς υἱω̃ν Αμμαν μὴ ἐχθραίνετε αὐτοι̃ς καὶ μὴ συνάψητε αὐτοι̃ς εἰς πόλεμον οὐ γὰρ μὴ δω̃ ἀπὸ τη̃ς γη̃ς υἱω̃ν Αμμαν σοὶ ἐν κλήρω̨ ὅτι τοι̃ς υἱοι̃ς Λωτ δέδωκα αὐτὴν ἐν κλήρω̨

2:20 γη̃ Ραφαϊν λογισθήσεται καὶ γὰρ ἐπ' αὐτη̃ς κατώ̨κουν οἱ Ραφαϊν τὸ πρότερον καὶ οἱ Αμμανι̃ται ὀνομάζουσιν αὐτοὺς Ζομζομμιν

2:21 ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμω̃ν ὥσπερ οἱ Ενακιμ καὶ ἀπώλεσεν αὐτοὺς κύριος πρὸ προσώπου αὐτω̃ν καὶ κατεκληρονόμησαν καὶ κατω̨κίσθησαν ἀντ' αὐτω̃ν ἕως τη̃ς ἡμέρας ταύτης

2:22 ὥσπερ ἐποίησαν τοι̃ς υἱοι̃ς Ησαυ τοι̃ς κατοικου̃σιν ἐν Σηιρ ὃν τρόπον ἐξέτριψαν τὸν Χορραι̃ον ἀπὸ προσώπου αὐτω̃ν καὶ κατεκληρονόμησαν καὶ κατω̨κίσθησαν ἀντ' αὐτω̃ν ἕως τη̃ς ἡμέρας ταύτης

2:23 καὶ οἱ Ευαι̃οι οἱ κατοικου̃ντες ἐν ασηρωθ ἕως Γάζης καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ κατω̨κίσθησαν ἀντ' αὐτω̃ν

2:24 νυ̃ν οὐ̃ν ἀνάστητε καὶ ἀπάρατε καὶ παρέλθατε ὑμει̃ς τὴν φάραγγα Αρνων ἰδοὺ παραδέδωκα εἰς τὰς χει̃ράς σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραι̃ον καὶ τὴν γη̃ν αὐτου̃ ἐνάρχου κληρονομει̃ν σύναπτε πρὸς αὐτὸν πόλεμον

2:25 ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐνάρχου δου̃ναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ πρόσωπον πάντων τω̃ν ἐθνω̃ν τω̃ν ὑποκάτω του̃ οὐρανου̃ οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται καὶ ὠδι̃νας ἕξουσιν ἀπὸ προσώπου σου

2:26 καὶ ἀπέστειλα πρέσβεις ἐκ τη̃ς ἐρήμου Κεδαμωθ πρὸς Σηων βασιλέα Εσεβων λόγοις εἰρηνικοι̃ς λέγων

2:27 παρελεύσομαι διὰ τη̃ς γη̃ς σου ἐν τη̨̃ ὁδω̨̃ παρελεύσομαι οὐχὶ ἐκκλινω̃ δεξιὰ οὐδὲ ἀριστερά

2:28 βρώματα ἀργυρίου ἀποδώση̨ μοι καὶ φάγομαι καὶ ὕδωρ ἀργυρίου ἀποδώση̨ μοι καὶ πίομαι πλὴν ὅτι παρελεύσομαι τοι̃ς ποσίν

2:29 καθὼς ἐποίησάν μοι οἱ υἱοὶ Ησαυ οἱ κατοικου̃ντες ἐν Σηιρ καὶ οἱ Μωαβι̃ται οἱ κατοικου̃ντες ἐν Αροηρ ἕως παρέλθω τὸν Ιορδάνην εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ἡμω̃ν δίδωσιν ἡμι̃ν

2:30 καὶ οὐκ ἠθέλησεν Σηων βασιλεὺς Εσεβων παρελθει̃ν ἡμα̃ς δι' αὐτου̃ ὅτι ἐσκλήρυνεν κύριος ὁ θεὸς ἡμω̃ν τὸ πνευ̃μα αὐτου̃ καὶ κατίσχυσεν τὴν καρδίαν αὐτου̃ ἵνα παραδοθη̨̃ εἰς τὰς χει̃ράς σου ὡς ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨

2:31 καὶ εἰ̃πεν κύριος πρός με ἰδοὺ ἠ̃ργμαι παραδου̃ναι πρὸ προσώπου σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραι̃ον καὶ τὴν γη̃ν αὐτου̃ ἔναρξαι κληρονομη̃σαι τὴν γη̃ν αὐτου̃

2:32 καὶ ἐξη̃λθεν Σηων βασιλεὺς Εσεβων εἰς συνάντησιν ἡμι̃ν αὐτὸς καὶ πα̃ς ὁ λαὸς αὐτου̃ εἰς πόλεμον Ιασσα

2:33 καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμω̃ν πρὸ προσώπου ἡμω̃ν καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ πάντα τὸν λαὸν αὐτου̃

2:34 καὶ ἐκρατήσαμεν πασω̃ν τω̃ν πόλεων αὐτου̃ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ ἐξωλεθρεύσαμεν πα̃σαν πόλιν ἑξη̃ς καὶ τὰς γυναι̃κας αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν οὐ κατελίπομεν ζωγρείαν

2:35 πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκυ̃λα τω̃ν πόλεων ἐλάβομεν

2:36 ἐξ Αροηρ ἥ ἐστιν παρὰ τὸ χει̃λος χειμάρρου Αρνων καὶ τὴν πόλιν τὴν οὐ̃σαν ἐν τη̨̃ φάραγγι καὶ ἕως ὄρους του̃ Γαλααδ οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμα̃ς τὰς πάσας παρέδωκεν κύριος ὁ θεὸς ἡμω̃ν εἰς τὰς χει̃ρας ἡμω̃ν

2:37 πλὴν εἰς γη̃ν υἱω̃ν Αμμων οὐ προσήλθομεν πάντα τὰ συγκυρου̃ντα χειμάρρου Ιαβοκ καὶ τὰς πόλεις τὰς ἐν τη̨̃ ὀρεινη̨̃ καθότι ἐνετείλατο ἡμι̃ν κύριος ὁ θεὸς ἡμω̃ν

3:1 καὶ ἐπιστραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς Βασαν καὶ ἐξη̃λθεν Ωγ βασιλεὺς τη̃ς Βασαν εἰς συνάντησιν ἡμι̃ν αὐτὸς καὶ πα̃ς ὁ λαὸς αὐτου̃ εἰς πόλεμον εἰς Εδραϊν

3:2 καὶ εἰ̃πεν κύριος πρός με μὴ φοβηθη̨̃ς αὐτόν ὅτι εἰς τὰς χει̃ράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτου̃ καὶ πα̃σαν τὴν γη̃ν αὐτου̃ καὶ ποιήσεις αὐτω̨̃ ὥσπερ ἐποίησας Σηων βασιλει̃ τω̃ν Αμορραίων ὃς κατώ̨κει ἐν Εσεβων

3:3 καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμω̃ν εἰς τὰς χει̃ρας ἡμω̃ν καὶ τὸν Ωγ βασιλέα τη̃ς Βασαν καὶ πάντα τὸν λαὸν αὐτου̃ καὶ ἐπατάξαμεν αὐτὸν ἕως του̃ μὴ καταλιπει̃ν αὐτου̃ σπέρμα

3:4 καὶ ἐκρατήσαμεν πασω̃ν τω̃ν πόλεων αὐτου̃ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ οὐκ ἠ̃ν πόλις ἣν οὐκ ἐλάβομεν παρ' αὐτω̃ν ἑξήκοντα πόλεις πάντα τὰ περίχωρα Αργοβ βασιλείας Ωγ ἐν Βασαν

3:5 πα̃σαι πόλεις ὀχυραί τείχη ὑψηλά πύλαι καὶ μοχλοί πλὴν τω̃ν πόλεων τω̃ν Φερεζαίων τω̃ν πολλω̃ν σφόδρα

3:6 ἐξωλεθρεύσαμεν αὐτούς ὥσπερ ἐποιήσαμεν τὸν Σηων βασιλέα Εσεβων καὶ ἐξωλεθρεύσαμεν πα̃σαν πόλιν ἑξη̃ς καὶ τὰς γυναι̃κας καὶ τὰ παιδία

3:7 καὶ πάντα τὰ κτήνη καὶ τὰ σκυ̃λα τω̃ν πόλεων ἐπρονομεύσαμεν ἑαυτοι̃ς

3:8 καὶ ἐλάβομεν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ τὴν γη̃ν ἐκ χειρω̃ν δύο βασιλέων τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου ἀπὸ του̃ χειμάρρου Αρνων καὶ ἕως Αερμων

3:9 οἱ Φοίνικες ἐπονομάζουσιν τὸ Αερμων Σανιωρ καὶ ὁ Αμορραι̃ος ἐπωνόμασεν αὐτὸ Σανιρ

3:10 πα̃σαι πόλεις Μισωρ καὶ πα̃σα Γαλααδ καὶ πα̃σα Βασαν ἕως Σελχα καὶ Εδραϊν πόλεις βασιλείας του̃ Ωγ ἐν τη̨̃ Βασαν

3:11 ὅτι πλὴν Ωγ βασιλεὺς Βασαν κατελείφθη ἀπὸ τω̃ν Ραφαϊν ἰδοὺ ἡ κλίνη αὐτου̃ κλίνη σιδηρα̃ ἰδοὺ αὕτη ἐν τη̨̃ ἄκρα̨ τω̃ν υἱω̃ν Αμμων ἐννέα πηχω̃ν τὸ μη̃κος αὐτη̃ς καὶ τεσσάρων πηχω̃ν τὸ εὐ̃ρος αὐτη̃ς ἐν πήχει ἀνδρός

3:12 καὶ τὴν γη̃ν ἐκείνην ἐκληρονομήσαμεν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀπὸ Αροηρ ἥ ἐστιν ἐπὶ του̃ χείλους χειμάρρου Αρνων καὶ τὸ ἥμισυ ὄρους Γαλααδ καὶ τὰς πόλεις αὐτου̃ ἔδωκα τω̨̃ Ρουβην καὶ τω̨̃ Γαδ

3:13 καὶ τὸ κατάλοιπον του̃ Γαλααδ καὶ πα̃σαν τὴν Βασαν βασιλείαν Ωγ ἔδωκα τω̨̃ ἡμίσει φυλη̃ς Μανασση καὶ πα̃σαν περίχωρον Αργοβ πα̃σαν τὴν Βασαν ἐκείνην γη̃ Ραφαϊν λογισθήσεται

3:14 καὶ Ιαϊρ υἱὸς Μανασση ἔλαβεν πα̃σαν τὴν περίχωρον Αργοβ ἕως τω̃ν ὁρίων Γαργασι καὶ Ομαχαθι ἐπωνόμασεν αὐτὰς ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ τὴν Βασαν Αυωθ Ιαϊρ ἕως τη̃ς ἡμέρας ταύτης

3:15 καὶ τω̨̃ Μαχιρ ἔδωκα τὴν Γαλααδ

3:16 καὶ τω̨̃ Ρουβην καὶ τω̨̃ Γαδ δέδωκα ἀπὸ τη̃ς Γαλααδ ἕως χειμάρρου Αρνων μέσον του̃ χειμάρρου ὅριον καὶ ἕως του̃ Ιαβοκ ὁ χειμάρρους ὅριον τοι̃ς υἱοι̃ς Αμμαν

3:17 καὶ ἡ Αραβα καὶ ὁ Ιορδάνης ὅριον Μαχαναρεθ καὶ ἕως θαλάσσης Αραβα θαλάσσης ἁλυκη̃ς ὑπὸ Ασηδωθ τὴν Φασγα ἀνατολω̃ν

3:18 καὶ ἐνετειλάμην ὑμι̃ν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγων κύριος ὁ θεὸς ὑμω̃ν ἔδωκεν ὑμι̃ν τὴν γη̃ν ταύτην ἐν κλήρω̨ ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τω̃ν ἀδελφω̃ν ὑμω̃ν υἱω̃ν Ισραηλ πα̃ς δυνατός

3:19 πλὴν αἱ γυναι̃κες ὑμω̃ν καὶ τὰ τέκνα ὑμω̃ν καὶ τὰ κτήνη ὑμω̃ν οἰ̃δα ὅτι πολλὰ κτήνη ὑμι̃ν κατοικείτωσαν ἐν ται̃ς πόλεσιν ὑμω̃ν αἱ̃ς ἔδωκα ὑμι̃ν

3:20 ἕως ἂν καταπαύση̨ κύριος ὁ θεὸς ὑμω̃ν τοὺς ἀδελφοὺς ὑμω̃ν ὥσπερ καὶ ὑμα̃ς καὶ κατακληρονομήσουσιν καὶ οὑ̃τοι τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ἡμω̃ν δίδωσιν αὐτοι̃ς ἐν τω̨̃ πέραν του̃ Ιορδάνου καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτου̃ ἣν ἔδωκα ὑμι̃ν

3:21 καὶ τω̨̃ 'Ιησοι̃ ἐνετειλάμην ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγων οἱ ὀφθαλμοὶ ὑμω̃ν ἑωράκασιν πάντα ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμω̃ν τοι̃ς δυσὶ βασιλευ̃σι τούτοις οὕτως ποιήσει κύριος ὁ θεὸς ἡμω̃ν πάσας τὰς βασιλείας ἐφ' ἃς σὺ διαβαίνεις ἐκει̃

3:22 οὐ φοβηθήσεσθε ὅτι κύριος ὁ θεὸς ἡμω̃ν αὐτὸς πολεμήσει περὶ ὑμω̃ν

3:23 καὶ ἐδεήθην κυρίου ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγων

3:24 κύριε κύριε σὺ ἤρξω δει̃ξαι τω̨̃ σω̨̃ θεράποντι τὴν ἰσχύν σου καὶ τὴν δύναμίν σου καὶ τὴν χει̃ρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν τίς γάρ ἐστιν θεὸς ἐν τω̨̃ οὐρανω̨̃ ἢ ἐπὶ τη̃ς γη̃ς ὅστις ποιήσει καθὰ σὺ ἐποίησας καὶ κατὰ τὴν ἰσχύν σου

3:25 διαβὰς οὐ̃ν ὄψομαι τὴν γη̃ν τὴν ἀγαθὴν ταύτην τὴν οὐ̃σαν πέραν του̃ Ιορδάνου τὸ ὄρος του̃το τὸ ἀγαθὸν καὶ τὸν 'Αντιλίβανον

3:26 καὶ ὑπερει̃δεν κύριος ἐμὲ ἕνεκεν ὑμω̃ν καὶ οὐκ εἰσήκουσέν μου καὶ εἰ̃πεν κύριος πρός με ἱκανούσθω σοι μὴ προσθη̨̃ς ἔτι λαλη̃σαι τὸν λόγον του̃τον

3:27 ἀνάβηθι ἐπὶ κορυφὴν Λελαξευμένου καὶ ἀναβλέψας τοι̃ς ὀφθαλμοι̃ς κατὰ θάλασσαν καὶ βορρα̃ν καὶ λίβα καὶ ἀνατολὰς καὶ ἰδὲ τοι̃ς ὀφθαλμοι̃ς σου ὅτι οὐ διαβήση̨ τὸν Ιορδάνην του̃τον

3:28 καὶ ἔντειλαι 'Ιησοι̃ καὶ κατίσχυσον αὐτὸν καὶ παρακάλεσον αὐτόν ὅτι οὑ̃τος διαβήσεται πρὸ προσώπου του̃ λαου̃ τούτου καὶ αὐτὸς κατακληρονομήσει αὐτοι̃ς τὴν γη̃ν ἣν ἑώρακας

3:29 καὶ ἐνεκαθήμεθα ἐν νάπη̨ σύνεγγυς οἴκου Φογωρ

4:1 καὶ νυ̃ν Ισραηλ ἄκουε τω̃ν δικαιωμάτων καὶ τω̃ν κριμάτων ὅσα ἐγὼ διδάσκω ὑμα̃ς σήμερον ποιει̃ν ἵνα ζη̃τε καὶ πολυπλασιασθη̃τε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γη̃ν ἣν κύριος ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν δίδωσιν ὑμι̃ν

4:2 οὐ προσθήσετε πρὸς τὸ ῥη̃μα ὃ ἐγὼ ἐντέλλομαι ὑμι̃ν καὶ οὐκ ἀφελει̃τε ἀπ' αὐτου̃ φυλάσσεσθε τὰς ἐντολὰς κυρίου του̃ θεου̃ ὑμω̃ν ὅσα ἐγὼ ἐντέλλομαι ὑμι̃ν σήμερον

4:3 οἱ ὀφθαλμοὶ ὑμω̃ν ἑωράκασιν πάντα ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμω̃ν τω̨̃ Βεελφεγωρ ὅτι πα̃ς ἄνθρωπος ὅστις ἐπορεύθη ὀπίσω Βεελφεγωρ ἐξέτριψεν αὐτὸν κύριος ὁ θεὸς ὑμω̃ν ἐξ ὑμω̃ν

4:4 ὑμει̃ς δὲ οἱ προσκείμενοι κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν ζη̃τε πάντες ἐν τη̨̃ σήμερον

4:5 ἴδετε δέδειχα ὑμι̃ν δικαιώματα καὶ κρίσεις καθὰ ἐνετείλατό μοι κύριος ποιη̃σαι οὕτως ἐν τη̨̃ γη̨̃ εἰς ἣν ὑμει̃ς εἰσπορεύεσθε ἐκει̃ κληρονομει̃ν αὐτήν

4:6 καὶ φυλάξεσθε καὶ ποιήσετε ὅτι αὕτη ἡ σοφία ὑμω̃ν καὶ ἡ σύνεσις ἐναντίον πάντων τω̃ν ἐθνω̃ν ὅσοι ἐὰν ἀκούσωσιν πάντα τὰ δικαιώματα ταυ̃τα καὶ ἐρου̃σιν ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα του̃το

4:7 ὅτι ποι̃ον ἔθνος μέγα ὡ̨̃ ἐστιν αὐτω̨̃ θεὸς ἐγγίζων αὐτοι̃ς ὡς κύριος ὁ θεὸς ἡμω̃ν ἐν πα̃σιν οἱ̃ς ἐὰν αὐτὸν ἐπικαλεσώμεθα

4:8 καὶ ποι̃ον ἔθνος μέγα ὡ̨̃ ἐστιν αὐτω̨̃ δικαιώματα καὶ κρίματα δίκαια κατὰ πάντα τὸν νόμον του̃τον ὃν ἐγὼ δίδωμι ἐνώπιον ὑμω̃ν σήμερον

4:9 πρόσεχε σεαυτω̨̃ καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα μὴ ἐπιλάθη̨ πάντας τοὺς λόγους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου καὶ μὴ ἀποστήτωσαν ἀπὸ τη̃ς καρδίας σου πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τω̃ν υἱω̃ν σου

4:10 ἡμέραν ἣν ἔστητε ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν ἐν Χωρηβ τη̨̃ ἡμέρα̨ τη̃ς ἐκκλησίας ὅτε εἰ̃πεν κύριος πρός με ἐκκλησίασον πρός με τὸν λαόν καὶ ἀκουσάτωσαν τὰ ῥήματά μου ὅπως μάθωσιν φοβει̃σθαί με πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζω̃σιν ἐπὶ τη̃ς γη̃ς καὶ τοὺς υἱοὺς αὐτω̃ν διδάξωσιν

4:11 καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως του̃ οὐρανου̃ σκότος γνόφος θύελλα φωνὴ μεγάλη

4:12 καὶ ἐλάλησεν κύριος πρὸς ὑμα̃ς ἐκ μέσου του̃ πυρός φωνὴν ῥημάτων ὑμει̃ς ἠκούσατε καὶ ὁμοίωμα οὐκ εἴδετε ἀλλ' ἢ φωνήν

4:13 καὶ ἀνήγγειλεν ὑμι̃ν τὴν διαθήκην αὐτου̃ ἣν ἐνετείλατο ὑμι̃ν ποιει̃ν τὰ δέκα ῥήματα καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας

4:14 καὶ ἐμοὶ ἐνετείλατο κύριος ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ διδάξαι ὑμα̃ς δικαιώματα καὶ κρίσεις ποιει̃ν αὐτὰ ὑμα̃ς ἐπὶ τη̃ς γη̃ς εἰς ἣν ὑμει̃ς εἰσπορεύεσθε ἐκει̃ κληρονομει̃ν αὐτήν

4:15 καὶ φυλάξεσθε σφόδρα τὰς ψυχὰς ὑμω̃ν ὅτι οὐκ εἴδετε ὁμοίωμα ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐλάλησεν κύριος πρὸς ὑμα̃ς ἐν Χωρηβ ἐν τω̨̃ ὄρει ἐκ μέσου του̃ πυρός

4:16 μὴ ἀνομήσητε καὶ ποιήσητε ὑμι̃ν ἑαυτοι̃ς γλυπτὸν ὁμοίωμα πα̃σαν εἰκόνα ὁμοίωμα ἀρσενικου̃ ἢ θηλυκου̃

4:17 ὁμοίωμα παντὸς κτήνους τω̃ν ὄντων ἐπὶ τη̃ς γη̃ς ὁμοίωμα παντὸς ὀρνέου πτερωτου̃ ὃ πέταται ὑπὸ τὸν οὐρανόν

4:18 ὁμοίωμα παντὸς ἑρπετου̃ ὃ ἕρπει ἐπὶ τη̃ς γη̃ς ὁμοίωμα παντὸς ἰχθύος ὅσα ἐστὶν ἐν τοι̃ς ὕδασιν ὑποκάτω τη̃ς γη̃ς

4:19 καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον του̃ οὐρανου̃ πλανηθεὶς προσκυνήση̨ς αὐτοι̃ς καὶ λατρεύση̨ς αὐτοι̃ς ἃ ἀπένειμεν κύριος ὁ θεός σου αὐτὰ πα̃σιν τοι̃ς ἔθνεσιν τοι̃ς ὑποκάτω του̃ οὐρανου̃

4:20 ὑμα̃ς δὲ ἔλαβεν ὁ θεὸς καὶ ἐξήγαγεν ὑμα̃ς ἐκ τη̃ς καμίνου τη̃ς σιδηρα̃ς ἐξ Αἰγύπτου εἰ̃ναι αὐτω̨̃ λαὸν ἔγκληρον ὡς ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨

4:21 καὶ κύριος ἐθυμώθη μοι περὶ τω̃ν λεγομένων ὑφ' ὑμω̃ν καὶ ὤμοσεν ἵνα μὴ διαβω̃ τὸν Ιορδάνην του̃τον καὶ ἵνα μὴ εἰσέλθω εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεὸς δίδωσίν σοι ἐν κλήρω̨

4:22 ἐγὼ γὰρ ἀποθνή̨σκω ἐν τη̨̃ γη̨̃ ταύτη̨ καὶ οὐ διαβαίνω τὸν Ιορδάνην του̃τον ὑμει̃ς δὲ διαβαίνετε καὶ κληρονομήσετε τὴν γη̃ν τὴν ἀγαθὴν ταύτην

4:23 προσέχετε ὑμει̃ς μὴ ἐπιλάθησθε τὴν διαθήκην κυρίου του̃ θεου̃ ὑμω̃ν ἣν διέθετο πρὸς ὑμα̃ς καὶ ποιήσητε ὑμι̃ν ἑαυτοι̃ς γλυπτὸν ὁμοίωμα πάντων ὡ̃ν συνέταξεν κύριος ὁ θεός σου

4:24 ὅτι κύριος ὁ θεός σου πυ̃ρ καταναλίσκον ἐστίν θεὸς ζηλωτής

4:25 ἐὰν δὲ γεννήση̨ς υἱοὺς καὶ υἱοὺς τω̃ν υἱω̃ν σου καὶ χρονίσητε ἐπὶ τη̃ς γη̃ς καὶ ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντὸς καὶ ποιήσητε τὰ πονηρὰ ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν παροργίσαι αὐτόν

4:26 διαμαρτύρομαι ὑμι̃ν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γη̃ν ὅτι ἀπωλεία̨ ἀπολει̃σθε ἀπὸ τη̃ς γη̃ς εἰς ἣν ὑμει̃ς διαβαίνετε τὸν Ιορδάνην ἐκει̃ κληρονομη̃σαι αὐτήν οὐχὶ πολυχρονιει̃τε ἡμέρας ἐπ' αὐτη̃ς ἀλλ' ἢ ἐκτριβη̨̃ ἐκτριβήσεσθε

4:27 καὶ διασπερει̃ κύριος ὑμα̃ς ἐν πα̃σιν τοι̃ς ἔθνεσιν καὶ καταλειφθήσεσθε ὀλίγοι ἀριθμω̨̃ ἐν τοι̃ς ἔθνεσιν εἰς οὓς εἰσάξει κύριος ὑμα̃ς ἐκει̃

4:28 καὶ λατρεύσετε ἐκει̃ θεοι̃ς ἑτέροις ἔργοις χειρω̃ν ἀνθρώπων ξύλοις καὶ λίθοις οἳ οὐκ ὄψονται οὐδὲ μὴ ἀκούσωσιν οὔτε μὴ φάγωσιν οὔτε μὴ ὀσφρανθω̃σιν

4:29 καὶ ζητήσετε ἐκει̃ κύριον τὸν θεὸν ὑμω̃ν καὶ εὑρήσετε ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τη̃ς καρδίας σου καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς σου ἐν τη̨̃ θλίψει σου

4:30 καὶ εὑρήσουσίν σε πάντες οἱ λόγοι οὑ̃τοι ἐπ' ἐσχάτω̨ τω̃ν ἡμερω̃ν καὶ ἐπιστραφήση̨ πρὸς κύριον τὸν θεόν σου καὶ εἰσακούση̨ τη̃ς φωνη̃ς αὐτου̃

4:31 ὅτι θεὸς οἰκτίρμων κύριος ὁ θεός σου οὐκ ἐγκαταλείψει σε οὐδὲ μὴ ἐκτρίψει σε οὐκ ἐπιλήσεται τὴν διαθήκην τω̃ν πατέρων σου ἣν ὤμοσεν αὐτοι̃ς

4:32 ἐπερωτήσατε ἡμέρας προτέρας τὰς γενομένας προτέρας σου ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἔκτισεν ὁ θεὸς ἄνθρωπον ἐπὶ τη̃ς γη̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ οὐρανου̃ ἕως ἄκρου του̃ οὐρανου̃ εἰ γέγονεν κατὰ τὸ ῥη̃μα τὸ μέγα του̃το εἰ ἤκουσται τοιου̃το

4:33 εἰ ἀκήκοεν ἔθνος φωνὴν θεου̃ ζω̃ντος λαλου̃ντος ἐκ μέσου του̃ πυρός ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας

4:34 εἰ ἐπείρασεν ὁ θεὸς εἰσελθὼν λαβει̃ν ἑαυτω̨̃ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμω̨̃ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν πολέμω̨ καὶ ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι ὑψηλω̨̃ καὶ ἐν ὁράμασιν μεγάλοις κατὰ πάντα ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμω̃ν ἐν Αἰγύπτω̨ ἐνώπιόν σου βλέποντος

4:35 ὥστε εἰδη̃σαί σε ὅτι κύριος ὁ θεός σου οὑ̃τος θεός ἐστιν καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτου̃

4:36 ἐκ του̃ οὐρανου̃ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτου̃ παιδευ̃σαί σε καὶ ἐπὶ τη̃ς γη̃ς ἔδειξέν σοι τὸ πυ̃ρ αὐτου̃ τὸ μέγα καὶ τὰ ῥήματα αὐτου̃ ἤκουσας ἐκ μέσου του̃ πυρός

4:37 διὰ τὸ ἀγαπη̃σαι αὐτὸν τοὺς πατέρας σου καὶ ἐξελέξατο τὸ σπέρμα αὐτω̃ν μετ' αὐτοὺς ὑμα̃ς καὶ ἐξήγαγέν σε αὐτὸς ἐν τη̨̃ ἰσχύι αὐτου̃ τη̨̃ μεγάλη̨ ἐξ Αἰγύπτου

4:38 ἐξολεθρευ̃σαι ἔθνη μεγάλα καὶ ἰσχυρότερά σου πρὸ προσώπου σου εἰσαγαγει̃ν σε δου̃ναί σοι τὴν γη̃ν αὐτω̃ν κληρονομει̃ν καθὼς ἔχεις σήμερον

4:39 καὶ γνώση̨ σήμερον καὶ ἐπιστραφήση̨ τη̨̃ διανοία̨ ὅτι κύριος ὁ θεός σου οὑ̃τος θεὸς ἐν τω̨̃ οὐρανω̨̃ ἄνω καὶ ἐπὶ τη̃ς γη̃ς κάτω καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτου̃

4:40 καὶ φυλάξη̨ τὰ δικαιώματα αὐτου̃ καὶ τὰς ἐντολὰς αὐτου̃ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ἵνα εὐ̃ σοι γένηται καὶ τοι̃ς υἱοι̃ς σου μετὰ σέ ὅπως μακροήμεροι γένησθε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι πάσας τὰς ἡμέρας

4:41 τότε ἀφώρισεν Μωυση̃ς τρει̃ς πόλεις πέραν του̃ Ιορδάνου ἀπὸ ἀνατολω̃ν ἡλίου

4:42 φυγει̃ν ἐκει̃ τὸν φονευτήν ὃς ἂν φονεύση̨ τὸν πλησίον οὐκ εἰδὼς καὶ οὑ̃τος οὐ μισω̃ν αὐτὸν πρὸ τη̃ς ἐχθὲς καὶ τρίτης καὶ καταφεύξεται εἰς μίαν τω̃ν πόλεων τούτων καὶ ζήσεται

4:43 τὴν Βοσορ ἐν τη̨̃ ἐρήμω̨ ἐν τη̨̃ γη̨̃ τη̨̃ πεδινη̨̃ τω̨̃ Ρουβην καὶ τὴν Ραμωθ ἐν Γαλααδ τω̨̃ Γαδδι καὶ τὴν Γαυλων ἐν Βασαν τω̨̃ Μανασση

4:44 οὑ̃τος ὁ νόμος ὃν παρέθετο Μωυση̃ς ἐνώπιον υἱω̃ν Ισραηλ

4:45 ταυ̃τα τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐλάλησεν Μωυση̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ἐν τη̨̃ ἐρήμω̨ ἐξελθόντων αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου

4:46 ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ἐν φάραγγι ἐγγὺς οἴκου Φογωρ ἐν γη̨̃ Σηων βασιλέως τω̃ν Αμορραίων ὃς κατώ̨κει ἐν Εσεβων οὓς ἐπάταξεν Μωυση̃ς καὶ οἱ υἱοὶ Ισραηλ ἐξελθόντων αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου

4:47 καὶ ἐκληρονόμησαν τὴν γη̃ν αὐτου̃ καὶ τὴν γη̃ν Ωγ βασιλέως τη̃ς Βασαν δύο βασιλέων τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου κατ' ἀνατολὰς ἡλίου

4:48 ἀπὸ Αροηρ ἥ ἐστιν ἐπὶ του̃ χείλους χειμάρρου Αρνων καὶ ἐπὶ του̃ ὄρους του̃ Σηων ὅ ἐστιν Αερμων

4:49 πα̃σαν τὴν Αραβα πέραν του̃ Ιορδάνου κατ' ἀνατολὰς ἡλίου ὑπὸ Ασηδωθ τὴν λαξευτήν

5:1 καὶ ἐκάλεσεν Μωυση̃ς πάντα Ισραηλ καὶ εἰ̃πεν πρὸς αὐτούς ἄκουε Ισραηλ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐγὼ λαλω̃ ἐν τοι̃ς ὠσὶν ὑμω̃ν ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ καὶ μαθήσεσθε αὐτὰ καὶ φυλάξεσθε ποιει̃ν αὐτά

5:2 κύριος ὁ θεὸς ὑμω̃ν διέθετο πρὸς ὑμα̃ς διαθήκην ἐν Χωρηβ

5:3 οὐχὶ τοι̃ς πατράσιν ὑμω̃ν διέθετο κύριος τὴν διαθήκην ταύτην ἀλλ' ἢ πρὸς ὑμα̃ς ὑμει̃ς ὡ̃δε πάντες ζω̃ντες σήμερον

5:4 πρόσωπον κατὰ πρόσωπον ἐλάλησεν κύριος πρὸς ὑμα̃ς ἐν τω̨̃ ὄρει ἐκ μέσου του̃ πυρός

5:5 κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμω̃ν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀναγγει̃λαι ὑμι̃ν τὰ ῥήματα κυρίου ὅτι ἐφοβήθητε ἀπὸ προσώπου του̃ πυρὸς καὶ οὐκ ἀνέβητε εἰς τὸ ὄρος λέγων

5:6 ἐγὼ κύριος ὁ θεός σου ὁ ἐξαγαγών σε ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας

5:7 οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πρὸ προσώπου μου

5:8 οὐ ποιήσεις σεαυτω̨̃ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τω̨̃ οὐρανω̨̃ ἄνω καὶ ὅσα ἐν τη̨̃ γη̨̃ κάτω καὶ ὅσα ἐν τοι̃ς ὕδασιν ὑποκάτω τη̃ς γη̃ς

5:9 οὐ προσκυνήσεις αὐτοι̃ς οὐδὲ μὴ λατρεύση̨ς αὐτοι̃ς ὅτι ἐγώ εἰμι κύριος ὁ θεός σου θεὸς ζηλωτὴς ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοι̃ς μισου̃σίν με

5:10 καὶ ποιω̃ν ἔλεος εἰς χιλιάδας τοι̃ς ἀγαπω̃σίν με καὶ τοι̃ς φυλάσσουσιν τὰ προστάγματά μου

5:11 οὐ λήμψη̨ τὸ ὄνομα κυρίου του̃ θεου̃ σου ἐπὶ ματαίω̨ οὐ γὰρ μὴ καθαρίση̨ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτου̃ ἐπὶ ματαίω̨

5:12 φύλαξαι τὴν ἡμέραν τω̃ν σαββάτων ἁγιάζειν αὐτήν ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου

5:13 ἓξ ἡμέρας ἐργα̨̃ καὶ ποιήσεις πάντα τὰ ἔργα σου

5:14 τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ σάββατα κυρίω̨ τω̨̃ θεω̨̃ σου οὐ ποιήσεις ἐν αὐτη̨̃ πα̃ν ἔργον σὺ καὶ οἱ υἱοί σου καὶ ἡ θυγάτηρ σου ὁ παι̃ς σου καὶ ἡ παιδίσκη σου ὁ βου̃ς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πα̃ν κτη̃νός σου καὶ ὁ προσήλυτος ὁ παροικω̃ν ἐν σοί ἵνα ἀναπαύσηται ὁ παι̃ς σου καὶ ἡ παιδίσκη σου ὥσπερ καὶ σύ

5:15 καὶ μνησθήση̨ ὅτι οἰκέτης ἠ̃σθα ἐν γη̨̃ Αἰγύπτω̨ καὶ ἐξήγαγέν σε κύριος ὁ θεός σου ἐκει̃θεν ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι ὑψηλω̨̃ διὰ του̃το συνέταξέν σοι κύριος ὁ θεός σου ὥστε φυλάσσεσθαι τὴν ἡμέραν τω̃ν σαββάτων καὶ ἁγιάζειν αὐτήν

5:16 τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου ἵνα εὐ̃ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένη̨ ἐπὶ τη̃ς γη̃ς ἡ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι

5:17 οὐ μοιχεύσεις

5:18 οὐ φονεύσεις

5:19 οὐ κλέψεις

5:20 οὐ ψευδομαρτυρήσεις κατὰ του̃ πλησίον σου μαρτυρίαν ψευδη̃

5:21 οὐκ ἐπιθυμήσεις τὴν γυναι̃κα του̃ πλησίον σου οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν του̃ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτου̃ οὔτε τὸν παι̃δα αὐτου̃ οὔτε τὴν παιδίσκην αὐτου̃ οὔτε του̃ βοὸς αὐτου̃ οὔτε του̃ ὑποζυγίου αὐτου̃ οὔτε παντὸς κτήνους αὐτου̃ οὔτε ὅσα τω̨̃ πλησίον σού ἐστιν

5:22 τὰ ῥήματα ταυ̃τα ἐλάλησεν κύριος πρὸς πα̃σαν συναγωγὴν ὑμω̃ν ἐν τω̨̃ ὄρει ἐκ μέσου του̃ πυρός σκότος γνόφος θύελλα φωνὴ μεγάλη καὶ οὐ προσέθηκεν καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας καὶ ἔδωκέν μοι

5:23 καὶ ἐγένετο ὡς ἠκούσατε τὴν φωνὴν ἐκ μέσου του̃ πυρὸς καὶ τὸ ὄρος ἐκαίετο πυρί καὶ προσήλθετε πρός με πάντες οἱ ἡγούμενοι τω̃ν φυλω̃ν ὑμω̃ν καὶ ἡ γερουσία ὑμω̃ν

5:24 καὶ ἐλέγετε ἰδοὺ ἔδειξεν ἡμι̃ν κύριος ὁ θεὸς ἡμω̃ν τὴν δόξαν αὐτου̃ καὶ τὴν φωνὴν αὐτου̃ ἠκούσαμεν ἐκ μέσου του̃ πυρός ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ εἴδομεν ὅτι λαλήσει ὁ θεὸς πρὸς ἄνθρωπον καὶ ζήσεται

5:25 καὶ νυ̃ν μὴ ἀποθάνωμεν ὅτι ἐξαναλώσει ἡμα̃ς τὸ πυ̃ρ τὸ μέγα του̃το ἐὰν προσθώμεθα ἡμει̃ς ἀκου̃σαι τὴν φωνὴν κυρίου του̃ θεου̃ ἡμω̃ν ἔτι καὶ ἀποθανούμεθα

5:26 τίς γὰρ σάρξ ἥτις ἤκουσεν φωνὴν θεου̃ ζω̃ντος λαλου̃ντος ἐκ μέσου του̃ πυρὸς ὡς ἡμει̃ς καὶ ζήσεται

5:27 πρόσελθε σὺ καὶ ἄκουσον ὅσα ἐὰν εἴπη̨ κύριος ὁ θεὸς ἡμω̃ν καὶ σὺ λαλήσεις πρὸς ἡμα̃ς πάντα ὅσα ἂν λαλήση̨ κύριος ὁ θεὸς ἡμω̃ν πρὸς σέ καὶ ἀκουσόμεθα καὶ ποιήσομεν

5:28 καὶ ἤκουσεν κύριος τὴν φωνὴν τω̃ν λόγων ὑμω̃ν λαλούντων πρός με καὶ εἰ̃πεν κύριος πρός με ἤκουσα τὴν φωνὴν τω̃ν λόγων του̃ λαου̃ τούτου ὅσα ἐλάλησαν πρὸς σέ ὀρθω̃ς πάντα ὅσα ἐλάλησαν

5:29 τίς δώσει οὕτως εἰ̃ναι τὴν καρδίαν αὐτω̃ν ἐν αὐτοι̃ς ὥστε φοβει̃σθαί με καὶ φυλάσσεσθαι τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας ἵνα εὐ̃ ἠ̨̃ αὐτοι̃ς καὶ τοι̃ς υἱοι̃ς αὐτω̃ν δι' αἰω̃νος

5:30 βάδισον εἰπὸν αὐτοι̃ς ἀποστράφητε ὑμει̃ς εἰς τοὺς οἴκους ὑμω̃ν

5:31 σὺ δὲ αὐτου̃ στη̃θι μετ' ἐμου̃ καὶ λαλήσω πρὸς σὲ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα διδάξεις αὐτούς καὶ ποιείτωσαν ἐν τη̨̃ γη̨̃ ἣν ἐγὼ δίδωμι αὐτοι̃ς ἐν κλήρω̨

5:32 καὶ φυλάξεσθε ποιει̃ν ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου οὐκ ἐκκλινει̃τε εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ

5:33 κατὰ πα̃σαν τὴν ὁδόν ἣν ἐνετείλατό σοι κύριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτη̨̃ ὅπως καταπαύση̨ σε καὶ εὐ̃ σοι ἠ̨̃ καὶ μακροημερεύσητε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς κληρονομήσετε

6:1 καὶ αὑ̃ται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμω̃ν διδάξαι ὑμα̃ς ποιει̃ν οὕτως ἐν τη̨̃ γη̨̃ εἰς ἣν ὑμει̃ς εἰσπορεύεσθε ἐκει̃ κληρονομη̃σαι αὐτήν

6:2 ἵνα φοβη̃σθε κύριον τὸν θεὸν ὑμω̃ν φυλάσσεσθαι πάντα τὰ δικαιώματα αὐτου̃ καὶ τὰς ἐντολὰς αὐτου̃ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τω̃ν υἱω̃ν σου πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου ἵνα μακροημερεύσητε

6:3 καὶ ἄκουσον Ισραηλ καὶ φύλαξαι ποιει̃ν ὅπως εὐ̃ σοι ἠ̨̃ καὶ ἵνα πληθυνθη̃τε σφόδρα καθάπερ ἐλάλησεν κύριος ὁ θεὸς τω̃ν πατέρων σου δου̃ναί σοι γη̃ν ῥέουσαν γάλα καὶ μέλι

6:4 καὶ ταυ̃τα τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος τοι̃ς υἱοι̃ς Ισραηλ ἐν τη̨̃ ἐρήμω̨ ἐξελθόντων αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου ἄκουε Ισραηλ κύριος ὁ θεὸς ἡμω̃ν κύριος εἱ̃ς ἐστιν

6:5 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τη̃ς καρδίας σου καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς σου καὶ ἐξ ὅλης τη̃ς δυνάμεώς σου

6:6 καὶ ἔσται τὰ ῥήματα ταυ̃τα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν τη̨̃ καρδία̨ σου καὶ ἐν τη̨̃ ψυχη̨̃ σου

6:7 καὶ προβιβάσεις αὐτὰ τοὺς υἱούς σου καὶ λαλήσεις ἐν αὐτοι̃ς καθήμενος ἐν οἴκω̨ καὶ πορευόμενος ἐν ὁδω̨̃ καὶ κοιταζόμενος καὶ διανιστάμενος

6:8 καὶ ἀφάψεις αὐτὰ εἰς σημει̃ον ἐπὶ τη̃ς χειρός σου καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμω̃ν σου

6:9 καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τω̃ν οἰκιω̃ν ὑμω̃ν καὶ τω̃ν πυλω̃ν ὑμω̃ν

6:10 καὶ ἔσται ὅταν εἰσαγάγη̨ σε κύριος ὁ θεός σου εἰς τὴν γη̃ν ἣν ὤμοσεν τοι̃ς πατράσιν σου τω̨̃ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δου̃ναί σοι πόλεις μεγάλας καὶ καλάς ἃς οὐκ ὠ̨κοδόμησας

6:11 οἰκίας πλήρεις πάντων ἀγαθω̃ν ἃς οὐκ ἐνέπλησας λάκκους λελατομημένους οὓς οὐκ ἐξελατόμησας ἀμπελω̃νας καὶ ἐλαιω̃νας οὓς οὐ κατεφύτευσας καὶ φαγὼν καὶ ἐμπλησθεὶς

6:12 πρόσεχε σεαυτω̨̃ μὴ ἐπιλάθη̨ κυρίου του̃ θεου̃ σου του̃ ἐξαγαγόντος σε ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας

6:13 κύριον τὸν θεόν σου φοβηθήση̨ καὶ αὐτω̨̃ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήση̨ καὶ τω̨̃ ὀνόματι αὐτου̃ ὀμη̨̃

6:14 οὐ πορεύσεσθε ὀπίσω θεω̃ν ἑτέρων ἀπὸ τω̃ν θεω̃ν τω̃ν ἐθνω̃ν τω̃ν περικύκλω̨ ὑμω̃ν

6:15 ὅτι θεὸς ζηλωτὴς κύριος ὁ θεός σου ἐν σοί μὴ ὀργισθεὶς θυμωθη̨̃ κύριος ὁ θεός σου ἐν σοὶ καὶ ἐξολεθρεύση̨ σε ἀπὸ προσώπου τη̃ς γη̃ς

6:16 οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου ὃν τρόπον ἐξεπειράσασθε ἐν τω̨̃ Πειρασμω̨̃

6:17 φυλάσσων φυλάξη̨ τὰς ἐντολὰς κυρίου του̃ θεου̃ σου τὰ μαρτύρια καὶ τὰ δικαιώματα ὅσα ἐνετείλατό σοι

6:18 καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν ἵνα εὐ̃ σοι γένηται καὶ εἰσέλθη̨ς καὶ κληρονομήση̨ς τὴν γη̃ν τὴν ἀγαθήν ἣν ὤμοσεν κύριος τοι̃ς πατράσιν ὑμω̃ν

6:19 ἐκδιω̃ξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου καθὰ ἐλάλησεν

6:20 καὶ ἔσται ὅταν ἐρωτήση̨ σε ὁ υἱός σου αὔριον λέγων τί ἐστιν τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμω̃ν ἡμι̃ν

6:21 καὶ ἐρει̃ς τω̨̃ υἱω̨̃ σου οἰκέται ἠ̃μεν τω̨̃ Φαραω ἐν γη̨̃ Αἰγύπτω̨ καὶ ἐξήγαγεν ἡμα̃ς κύριος ἐκει̃θεν ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι ὑψηλω̨̃

6:22 καὶ ἔδωκεν κύριος σημει̃α καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτω̨ ἐν Φαραω καὶ ἐν τω̨̃ οἴκω̨ αὐτου̃ ἐνώπιον ἡμω̃ν

6:23 καὶ ἡμα̃ς ἐξήγαγεν ἐκει̃θεν ἵνα εἰσαγάγη̨ ἡμα̃ς δου̃ναι ἡμι̃ν τὴν γη̃ν ταύτην ἣν ὤμοσεν δου̃ναι τοι̃ς πατράσιν ἡμω̃ν

6:24 καὶ ἐνετείλατο ἡμι̃ν κύριος ποιει̃ν πάντα τὰ δικαιώματα ταυ̃τα φοβει̃σθαι κύριον τὸν θεὸν ἡμω̃ν ἵνα εὐ̃ ἠ̨̃ ἡμι̃ν πάσας τὰς ἡμέρας ἵνα ζω̃μεν ὥσπερ καὶ σήμερον

6:25 καὶ ἐλεημοσύνη ἔσται ἡμι̃ν ἐὰν φυλασσώμεθα ποιει̃ν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον κυρίου του̃ θεου̃ ἡμω̃ν καθὰ ἐνετείλατο ἡμι̃ν κύριος

7:1 ἐὰν δὲ εἰσαγάγη̨ σε κύριος ὁ θεός σου εἰς τὴν γη̃ν εἰς ἣν εἰσπορεύη̨ ἐκει̃ κληρονομη̃σαι καὶ ἐξαρει̃ ἔθνη μεγάλα ἀπὸ προσώπου σου τὸν Χετται̃ον καὶ Γεργεσαι̃ον καὶ Αμορραι̃ον καὶ Χαναναι̃ον καὶ Φερεζαι̃ον καὶ Ευαι̃ον καὶ Ιεβουσαι̃ον ἑπτὰ ἔθνη πολλὰ καὶ ἰσχυρότερα ὑμω̃ν

7:2 καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τὰς χει̃ράς σου καὶ πατάξεις αὐτούς ἀφανισμω̨̃ ἀφανιει̃ς αὐτούς οὐ διαθήση̨ πρὸς αὐτοὺς διαθήκην οὐδὲ μὴ ἐλεήσητε αὐτούς

7:3 οὐδὲ μὴ γαμβρεύσητε πρὸς αὐτούς τὴν θυγατέρα σου οὐ δώσεις τω̨̃ υἱω̨̃ αὐτου̃ καὶ τὴν θυγατέρα αὐτου̃ οὐ λήμψη̨ τω̨̃ υἱω̨̃ σου

7:4 ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ' ἐμου̃ καὶ λατρεύσει θεοι̃ς ἑτέροις καὶ ὀργισθήσεται θυμω̨̃ κύριος εἰς ὑμα̃ς καὶ ἐξολεθρεύσει σε τὸ τάχος

7:5 ἀλλ' οὕτως ποιήσετε αὐτοι̃ς τοὺς βωμοὺς αὐτω̃ν καθελει̃τε καὶ τὰς στήλας αὐτω̃ν συντρίψετε καὶ τὰ ἄλση αὐτω̃ν ἐκκόψετε καὶ τὰ γλυπτὰ τω̃ν θεω̃ν αὐτω̃ν κατακαύσετε πυρί

7:6 ὅτι λαὸς ἅγιος εἰ̃ κυρίω̨ τω̨̃ θεω̨̃ σου καὶ σὲ προείλατο κύριος ὁ θεός σου εἰ̃ναί σε αὐτω̨̃ λαὸν περιούσιον παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ προσώπου τη̃ς γη̃ς

7:7 οὐχ ὅτι πολυπληθει̃τε παρὰ πάντα τὰ ἔθνη προείλατο κύριος ὑμα̃ς καὶ ἐξελέξατο ὑμα̃ς ὑμει̃ς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη

7:8 ἀλλὰ παρὰ τὸ ἀγαπα̃ν κύριον ὑμα̃ς καὶ διατηρω̃ν τὸν ὅρκον ὃν ὤμοσεν τοι̃ς πατράσιν ὑμω̃ν ἐξήγαγεν κύριος ὑμα̃ς ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι ὑψηλω̨̃ καὶ ἐλυτρώσατο ἐξ οἴκου δουλείας ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου

7:9 καὶ γνώση̨ ὅτι κύριος ὁ θεός σου οὑ̃τος θεός θεὸς πιστός ὁ φυλάσσων διαθήκην καὶ ἔλεος τοι̃ς ἀγαπω̃σιν αὐτὸν καὶ τοι̃ς φυλάσσουσιν τὰς ἐντολὰς αὐτου̃ εἰς χιλίας γενεὰς

7:10 καὶ ἀποδιδοὺς τοι̃ς μισου̃σιν κατὰ πρόσωπον ἐξολεθρευ̃σαι αὐτούς καὶ οὐχὶ βραδυνει̃ τοι̃ς μισου̃σιν κατὰ πρόσωπον ἀποδώσει αὐτοι̃ς

7:11 καὶ φυλάξη̨ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ταυ̃τα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιει̃ν

7:12 καὶ ἔσται ἡνίκα ἂν ἀκούσητε πάντα τὰ δικαιώματα ταυ̃τα καὶ φυλάξητε καὶ ποιήσητε αὐτά καὶ διαφυλάξει κύριος ὁ θεός σού σοι τὴν διαθήκην καὶ τὸ ἔλεος ὃ ὤμοσεν τοι̃ς πατράσιν ὑμω̃ν

7:13 καὶ ἀγαπήσει σε καὶ εὐλογήσει σε καὶ πληθυνει̃ σε καὶ εὐλογήσει τὰ ἔκγονα τη̃ς κοιλίας σου καὶ τὸν καρπὸν τη̃ς γη̃ς σου τὸν σι̃τόν σου καὶ τὸν οἰ̃νόν σου καὶ τὸ ἔλαιόν σου τὰ βουκόλια τω̃ν βοω̃ν σου καὶ τὰ ποίμνια τω̃ν προβάτων σου ἐπὶ τη̃ς γη̃ς ἡ̃ς ὤμοσεν κύριος τοι̃ς πατράσιν σου δου̃ναί σοι

7:14 εὐλογητὸς ἔση̨ παρὰ πάντα τὰ ἔθνη οὐκ ἔσται ἐν ὑμι̃ν ἄγονος οὐδὲ στει̃ρα καὶ ἐν τοι̃ς κτήνεσίν σου

7:15 καὶ περιελει̃ κύριος ἀπὸ σου̃ πα̃σαν μαλακίαν καὶ πάσας νόσους Αἰγύπτου τὰς πονηράς ἃς ἑώρακας καὶ ὅσα ἔγνως οὐκ ἐπιθήσει ἐπὶ σὲ καὶ ἐπιθήσει αὐτὰ ἐπὶ πάντας τοὺς μισου̃ντάς σε

7:16 καὶ φάγη̨ πάντα τὰ σκυ̃λα τω̃ν ἐθνω̃ν ἃ κύριος ὁ θεός σου δίδωσίν σοι οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ' αὐτοι̃ς καὶ οὐ λατρεύσεις τοι̃ς θεοι̃ς αὐτω̃ν ὅτι σκω̃λον του̃τό ἐστίν σοι

7:17 ἐὰν δὲ λέγη̨ς ἐν τη̨̃ διανοία̨ σου ὅτι πολὺ τὸ ἔθνος του̃το ἢ ἐγώ πω̃ς δυνήσομαι ἐξολεθρευ̃σαι αὐτούς

7:18 οὐ φοβηθήση̨ αὐτούς μνεία̨ μνησθήση̨ ὅσα ἐποίησεν κύριος ὁ θεός σου τω̨̃ Φαραω καὶ πα̃σι τοι̃ς Αἰγυπτίοις

7:19 τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς εἴδοσαν οἱ ὀφθαλμοί σου τὰ σημει̃α καὶ τὰ τέρατα τὰ μεγάλα ἐκει̃να τὴν χει̃ρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν ὡς ἐξήγαγέν σε κύριος ὁ θεός σου οὕτως ποιήσει κύριος ὁ θεὸς ἡμω̃ν πα̃σιν τοι̃ς ἔθνεσιν οὓς σὺ φοβη̨̃ ἀπὸ προσώπου αὐτω̃ν

7:20 καὶ τὰς σφηκίας ἀποστελει̃ κύριος ὁ θεός σου εἰς αὐτούς ἕως ἂν ἐκτριβω̃σιν οἱ καταλελειμμένοι καὶ οἱ κεκρυμμένοι ἀπὸ σου̃

7:21 οὐ τρωθήση̨ ἀπὸ προσώπου αὐτω̃ν ὅτι κύριος ὁ θεός σου ἐν σοί θεὸς μέγας καὶ κραταιός

7:22 καὶ καταναλώσει κύριος ὁ θεός σου τὰ ἔθνη ταυ̃τα ἀπὸ προσώπου σου κατὰ μικρὸν μικρόν οὐ δυνήση̨ ἐξαναλω̃σαι αὐτοὺς τὸ τάχος ἵνα μὴ γένηται ἡ γη̃ ἔρημος καὶ πληθυνθη̨̃ ἐπὶ σὲ τὰ θηρία τὰ ἄγρια

7:23 καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τὰς χει̃ράς σου καὶ ἀπολέσει αὐτοὺς ἀπωλεία̨ μεγάλη̨ ἕως ἂν ἐξολεθρεύση̨ αὐτούς

7:24 καὶ παραδώσει τοὺς βασιλει̃ς αὐτω̃ν εἰς τὰς χει̃ρας ὑμω̃ν καὶ ἀπολει̃ται τὸ ὄνομα αὐτω̃ν ἐκ του̃ τόπου ἐκείνου οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπόν σου ἕως ἂν ἐξολεθρεύση̨ς αὐτούς

7:25 τὰ γλυπτὰ τω̃ν θεω̃ν αὐτω̃ν κατακαύσετε πυρί οὐκ ἐπιθυμήσεις ἀργύριον οὐδὲ χρυσίον ἀπ' αὐτω̃ν καὶ οὐ λήμψη̨ σεαυτω̨̃ μὴ πταίση̨ς δι' αὐτό ὅτι βδέλυγμα κυρίω̨ τω̨̃ θεω̨̃ σού ἐστιν

7:26 καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἰ̃κόν σου καὶ ἔση̨ ἀνάθημα ὥσπερ του̃το προσοχθίσματι προσοχθιει̃ς καὶ βδελύγματι βδελύξη̨ ὅτι ἀνάθημά ἐστιν

8:1 πάσας τὰς ἐντολάς ἃς ἐγὼ ἐντέλλομαι ὑμι̃ν σήμερον φυλάξεσθε ποιει̃ν ἵνα ζη̃τε καὶ πολυπλασιασθη̃τε καὶ εἰσέλθητε καὶ κληρονομήσητε τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ὑμω̃ν ὤμοσεν τοι̃ς πατράσιν ὑμω̃ν

8:2 καὶ μνησθήση̨ πα̃σαν τὴν ὁδόν ἣν ἤγαγέν σε κύριος ὁ θεός σου ἐν τη̨̃ ἐρήμω̨ ὅπως ἂν κακώση̨ σε καὶ ἐκπειράση̨ σε καὶ διαγνωσθη̨̃ τὰ ἐν τη̨̃ καρδία̨ σου εἰ φυλάξη̨ τὰς ἐντολὰς αὐτου̃ ἢ οὔ

8:3 καὶ ἐκάκωσέν σε καὶ ἐλιμαγχόνησέν σε καὶ ἐψώμισέν σε τὸ μαννα ὃ οὐκ εἴδησαν οἱ πατέρες σου ἵνα ἀναγγείλη̨ σοι ὅτι οὐκ ἐπ' ἄρτω̨ μόνω̨ ζήσεται ὁ ἄνθρωπος ἀλλ' ἐπὶ παντὶ ῥήματι τω̨̃ ἐκπορευομένω̨ διὰ στόματος θεου̃ ζήσεται ὁ ἄνθρωπος

8:4 τὰ ἱμάτιά σου οὐ κατετρίβη ἀπὸ σου̃ οἱ πόδες σου οὐκ ἐτυλώθησαν ἰδοὺ τεσσαράκοντα ἔτη

8:5 καὶ γνώση̨ τη̨̃ καρδία̨ σου ὅτι ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν αὐτου̃ οὕτως κύριος ὁ θεός σου παιδεύσει σε

8:6 καὶ φυλάξη̨ τὰς ἐντολὰς κυρίου του̃ θεου̃ σου πορεύεσθαι ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ καὶ φοβει̃σθαι αὐτόν

8:7 ὁ γὰρ κύριος ὁ θεός σου εἰσάγει σε εἰς γη̃ν ἀγαθὴν καὶ πολλήν οὑ̃ χείμαρροι ὑδάτων καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τω̃ν πεδίων καὶ διὰ τω̃ν ὀρέων

8:8 γη̃ πυρου̃ καὶ κριθη̃ς ἄμπελοι συκαι̃ ῥόαι γη̃ ἐλαίας ἐλαίου καὶ μέλιτος

8:9 γη̃ ἐφ' ἡ̃ς οὐ μετὰ πτωχείας φάγη̨ τὸν ἄρτον σου καὶ οὐκ ἐνδεηθήση̨ οὐδὲν ἐπ' αὐτη̃ς γη̃ ἡ̃ς οἱ λίθοι σίδηρος καὶ ἐκ τω̃ν ὀρέων αὐτη̃ς μεταλλεύσεις χαλκόν

8:10 καὶ φάγη̨ καὶ ἐμπλησθήση̨ καὶ εὐλογήσεις κύριον τὸν θεόν σου ἐπὶ τη̃ς γη̃ς τη̃ς ἀγαθη̃ς ἡ̃ς ἔδωκέν σοι

8:11 πρόσεχε σεαυτω̨̃ μὴ ἐπιλάθη̨ κυρίου του̃ θεου̃ σου του̃ μὴ φυλάξαι τὰς ἐντολὰς αὐτου̃ καὶ τὰ κρίματα καὶ τὰ δικαιώματα αὐτου̃ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον

8:12 μὴ φαγὼν καὶ ἐμπλησθεὶς καὶ οἰκίας καλὰς οἰκοδομήσας καὶ κατοικήσας ἐν αὐται̃ς

8:13 καὶ τω̃ν βοω̃ν σου καὶ τω̃ν προβάτων σου πληθυνθέντων σοι ἀργυρίου καὶ χρυσίου πληθυνθέντος σοι καὶ πάντων ὅσων σοι ἔσται πληθυνθέντων σοι

8:14 ὑψωθη̨̃ς τη̨̃ καρδία̨ καὶ ἐπιλάθη̨ κυρίου του̃ θεου̃ σου του̃ ἐξαγαγόντος σε ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας

8:15 του̃ ἀγαγόντος σε διὰ τη̃ς ἐρήμου τη̃ς μεγάλης καὶ τη̃ς φοβερα̃ς ἐκείνης οὑ̃ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα οὑ̃ οὐκ ἠ̃ν ὕδωρ του̃ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος

8:16 του̃ ψωμίσαντός σε τὸ μαννα ἐν τη̨̃ ἐρήμω̨ ὃ οὐκ εἴδησαν οἱ πατέρες σου ἵνα κακώση̨ σε καὶ ἐκπειράση̨ σε καὶ εὐ̃ σε ποιήση̨ ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν σου

8:17 μὴ εἴπη̨ς ἐν τη̨̃ καρδία̨ σου ἡ ἰσχύς μου καὶ τὸ κράτος τη̃ς χειρός μου ἐποίησέν μοι τὴν δύναμιν τὴν μεγάλην ταύτην

8:18 καὶ μνησθήση̨ κυρίου του̃ θεου̃ σου ὅτι αὐτός σοι δίδωσιν ἰσχὺν του̃ ποιη̃σαι δύναμιν καὶ ἵνα στήση̨ τὴν διαθήκην αὐτου̃ ἣν ὤμοσεν κύριος τοι̃ς πατράσιν σου ὡς σήμερον

8:19 καὶ ἔσται ἐὰν λήθη̨ ἐπιλάθη̨ κυρίου του̃ θεου̃ σου καὶ πορευθη̨̃ς ὀπίσω θεω̃ν ἑτέρων καὶ λατρεύση̨ς αὐτοι̃ς καὶ προσκυνήση̨ς αὐτοι̃ς διαμαρτύρομαι ὑμι̃ν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γη̃ν ὅτι ἀπωλεία̨ ἀπολει̃σθε

8:20 καθὰ καὶ τὰ λοιπὰ ἔθνη ὅσα κύριος ἀπολλύει πρὸ προσώπου ὑμω̃ν οὕτως ἀπολει̃σθε ἀνθ' ὡ̃ν οὐκ ἠκούσατε τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ὑμω̃ν

9:1 ἄκουε Ισραηλ σὺ διαβαίνεις σήμερον τὸν Ιορδάνην εἰσελθει̃ν κληρονομη̃σαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μα̃λλον ἢ ὑμει̃ς πόλεις μεγάλας καὶ τειχήρεις ἕως του̃ οὐρανου̃

9:2 λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη υἱοὺς Ενακ οὓς σὺ οἰ̃σθα καὶ σὺ ἀκήκοας τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱω̃ν Ενακ

9:3 καὶ γνώση̨ σήμερον ὅτι κύριος ὁ θεός σου οὑ̃τος προπορεύεται πρὸ προσώπου σου πυ̃ρ καταναλίσκον ἐστίν οὑ̃τος ἐξολεθρεύσει αὐτούς καὶ οὑ̃τος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἀπολει̃ς αὐτούς καθάπερ εἰ̃πέν σοι κύριος

9:4 μὴ εἴπη̨ς ἐν τη̨̃ καρδία̨ σου ἐν τω̨̃ ἐξαναλω̃σαι κύριον τὸν θεόν σου τὰ ἔθνη ταυ̃τα ἀπὸ προσώπου σου λέγων διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέν με κύριος κληρονομη̃σαι τὴν γη̃ν τὴν ἀγαθὴν ταύτην ἀλλὰ διὰ τὴν ἀσέβειαν τω̃ν ἐθνω̃ν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς πρὸ προσώπου σου

9:5 οὐχὶ διὰ τὴν δικαιοσύνην σου οὐδὲ διὰ τὴν ὁσιότητα τη̃ς καρδίας σου σὺ εἰσπορεύη̨ κληρονομη̃σαι τὴν γη̃ν αὐτω̃ν ἀλλὰ διὰ τὴν ἀσέβειαν τω̃ν ἐθνω̃ν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἵνα στήση̨ τὴν διαθήκην αὐτου̃ ἣν ὤμοσεν τοι̃ς πατράσιν ὑμω̃ν τω̨̃ Αβρααμ καὶ τω̨̃ Ισαακ καὶ τω̨̃ Ιακωβ

9:6 καὶ γνώση̨ σήμερον ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου κύριος ὁ θεός σου δίδωσίν σοι τὴν γη̃ν τὴν ἀγαθὴν ταύτην κληρονομη̃σαι ὅτι λαὸς σκληροτράχηλος εἰ̃

9:7 μνήσθητι μὴ ἐπιλάθη̨ ὅσα παρώξυνας κύριον τὸν θεόν σου ἐν τη̨̃ ἐρήμω̨ ἀφ' ἡ̃ς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου ἕως ἤλθετε εἰς τὸν τόπον του̃τον ἀπειθου̃ντες διετελει̃τε τὰ πρὸς κύριον

9:8 καὶ ἐν Χωρηβ παρωξύνατε κύριον καὶ ἐθυμώθη κύριος ἐφ' ὑμι̃ν ἐξολεθρευ̃σαι ὑμα̃ς

9:9 ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβει̃ν τὰς πλάκας τὰς λιθίνας πλάκας διαθήκης ἃς διέθετο κύριος πρὸς ὑμα̃ς καὶ κατεγινόμην ἐν τω̨̃ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον

9:10 καὶ ἔδωκεν κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας γεγραμμένας ἐν τω̨̃ δακτύλω̨ του̃ θεου̃ καὶ ἐπ' αὐται̃ς ἐγέγραπτο πάντες οἱ λόγοι οὓς ἐλάλησεν κύριος πρὸς ὑμα̃ς ἐν τω̨̃ ὄρει ἡμέρα̨ ἐκκλησίας

9:11 καὶ ἐγένετο διὰ τεσσαράκοντα ἡμερω̃ν καὶ τεσσαράκοντα νυκτω̃ν ἔδωκεν κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας πλάκας διαθήκης

9:12 καὶ εἰ̃πεν κύριος πρός με ἀνάστηθι κατάβηθι τὸ τάχος ἐντευ̃θεν ὅτι ἠνόμησεν ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γη̃ς Αἰγύπτου παρέβησαν ταχὺ ἐκ τη̃ς ὁδου̃ ἡ̃ς ἐνετείλω αὐτοι̃ς ἐποίησαν ἑαυτοι̃ς χώνευμα

9:13 καὶ εἰ̃πεν κύριος πρός με λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς λέγων ἑώρακα τὸν λαὸν του̃τον καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστιν

9:14 ἔασόν με ἐξολεθρευ̃σαι αὐτούς καὶ ἐξαλείψω τὸ ὄνομα αὐτω̃ν ὑποκάτωθεν του̃ οὐρανου̃ καὶ ποιήσω σὲ εἰς ἔθνος μέγα καὶ ἰσχυρὸν καὶ πολὺ μα̃λλον ἢ του̃το

9:15 καὶ ἐπιστρέψας κατέβην ἐκ του̃ ὄρους καὶ τὸ ὄρος ἐκαίετο πυρί καὶ αἱ δύο πλάκες ἐπὶ ται̃ς δυσὶ χερσίν μου

9:16 καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν καὶ ἐποιήσατε ὑμι̃ν ἑαυτοι̃ς χωνευτὸν καὶ παρέβητε ἀπὸ τη̃ς ὁδου̃ ἡ̃ς ἐνετείλατο ὑμι̃ν κύριος

9:17 καὶ ἐπιλαβόμενος τω̃ν δύο πλακω̃ν ἔρριψα αὐτὰς ἀπὸ τω̃ν δύο χειρω̃ν μου καὶ συνέτριψα ἐναντίον ὑμω̃ν

9:18 καὶ ἐδεήθην ἐναντίον κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον περὶ πασω̃ν τω̃ν ἁμαρτιω̃ν ὑμω̃ν ὡ̃ν ἡμάρτετε ποιη̃σαι τὸ πονηρὸν ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν παροξυ̃ναι αὐτόν

9:19 καὶ ἔκφοβός εἰμι διὰ τὴν ὀργὴν καὶ τὸν θυμόν ὅτι παρωξύνθη κύριος ἐφ' ὑμι̃ν ἐξολεθρευ̃σαι ὑμα̃ς καὶ εἰσήκουσεν κύριος ἐμου̃ καὶ ἐν τω̨̃ καιρω̨̃ τούτω̨

9:20 καὶ ἐπὶ Ααρων ἐθυμώθη κύριος σφόδρα ἐξολεθρευ̃σαι αὐτόν καὶ ηὐξάμην καὶ περὶ Ααρων ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨

9:21 καὶ τὴν ἁμαρτίαν ὑμω̃ν ἣν ἐποιήσατε τὸν μόσχον ἔλαβον αὐτὸν καὶ κατέκαυσα αὐτὸν ἐν πυρὶ καὶ συνέκοψα αὐτὸν καταλέσας σφόδρα ἕως οὑ̃ ἐγένετο λεπτόν καὶ ἐγενήθη ὡσεὶ κονιορτός καὶ ἔρριψα τὸν κονιορτὸν εἰς τὸν χειμάρρουν τὸν καταβαίνοντα ἐκ του̃ ὄρους

9:22 καὶ ἐν τω̨̃ 'Εμπυρισμω̨̃ καὶ ἐν τω̨̃ Πειρασμω̨̃ καὶ ἐν τοι̃ς Μνήμασιν τη̃ς ἐπιθυμίας παροξύνοντες ἠ̃τε κύριον τὸν θεὸν ὑμω̃ν

9:23 καὶ ὅτε ἐξαπέστειλεν κύριος ὑμα̃ς ἐκ Καδης Βαρνη λέγων ἀνάβητε καὶ κληρονομήσατε τὴν γη̃ν ἣν δίδωμι ὑμι̃ν καὶ ἠπειθήσατε τω̨̃ ῥήματι κυρίου του̃ θεου̃ ὑμω̃ν καὶ οὐκ ἐπιστεύσατε αὐτω̨̃ καὶ οὐκ εἰσηκούσατε τη̃ς φωνη̃ς αὐτου̃

9:24 ἀπειθου̃ντες ἠ̃τε τὰ πρὸς κύριον ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἐγνώσθη ὑμι̃ν

9:25 καὶ ἐδεήθην ἐναντίον κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ὅσας ἐδεήθην εἰ̃πεν γὰρ κύριος ἐξολεθρευ̃σαι ὑμα̃ς

9:26 καὶ εὐξάμην πρὸς τὸν θεὸν καὶ εἰ̃πα κύριε κύριε βασιλευ̃ τω̃ν θεω̃ν μὴ ἐξολεθρεύση̨ς τὸν λαόν σου καὶ τὴν μερίδα σου ἣν ἐλυτρώσω ἐν τη̨̃ ἰσχύι σου τη̨̃ μεγάλη̨ οὓς ἐξήγαγες ἐκ γη̃ς Αἰγύπτου ἐν τη̨̃ ἰσχύι σου τη̨̃ μεγάλη̨ καὶ ἐν τη̨̃ χειρί σου τη̨̃ κραταια̨̃ καὶ ἐν τω̨̃ βραχίονί σου τω̨̃ ὑψηλω̨̃

9:27 μνήσθητι Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τω̃ν θεραπόντων σου οἱ̃ς ὤμοσας κατὰ σεαυτου̃ μὴ ἐπιβλέψη̨ς ἐπὶ τὴν σκληρότητα του̃ λαου̃ τούτου καὶ τὰ ἀσεβήματα καὶ τὰ ἁμαρτήματα αὐτω̃ν

9:28 μὴ εἴπωσιν οἱ κατοικου̃ντες τὴν γη̃ν ὅθεν ἐξήγαγες ἡμα̃ς ἐκει̃θεν λέγοντες παρὰ τὸ μὴ δύνασθαι κύριον εἰσαγαγει̃ν αὐτοὺς εἰς τὴν γη̃ν ἣν εἰ̃πεν αὐτοι̃ς καὶ παρὰ τὸ μιση̃σαι αὐτοὺς ἐξήγαγεν αὐτοὺς ἀποκτει̃ναι ἐν τη̨̃ ἐρήμω̨

9:29 καὶ οὑ̃τοι λαός σου καὶ κλη̃ρός σου οὓς ἐξήγαγες ἐκ γη̃ς Αἰγύπτου ἐν τη̨̃ ἰσχύι σου τη̨̃ μεγάλη̨ καὶ ἐν τω̨̃ βραχίονί σου τω̨̃ ὑψηλω̨̃

10:1 ἐν ἐκείνω̨ τω̨̃ καιρω̨̃ εἰ̃πεν κύριος πρός με λάξευσον σεαυτω̨̃ δύο πλάκας λιθίνας ὥσπερ τὰς πρώτας καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ποιήσεις σεαυτω̨̃ κιβωτὸν ξυλίνην

10:2 καὶ γράψω ἐπὶ τὰς πλάκας τὰ ῥήματα ἃ ἠ̃ν ἐν ται̃ς πλαξὶν ται̃ς πρώταις ἃς συνέτριψας καὶ ἐμβαλει̃ς αὐτὰς εἰς τὴν κιβωτόν

10:3 καὶ ἐποίησα κιβωτὸν ἐκ ξύλων ἀσήπτων καὶ ἐλάξευσα τὰς δύο πλάκας τὰς λιθίνας ὡς αἱ πρω̃ται καὶ ἀνέβην εἰς τὸ ὄρος καὶ αἱ δύο πλάκες ἐπὶ ται̃ς χερσίν μου

10:4 καὶ ἔγραψεν ἐπὶ τὰς πλάκας κατὰ τὴν γραφὴν τὴν πρώτην τοὺς δέκα λόγους οὓς ἐλάλησεν κύριος πρὸς ὑμα̃ς ἐν τω̨̃ ὄρει ἐκ μέσου του̃ πυρός καὶ ἔδωκεν αὐτὰς κύριος ἐμοί

10:5 καὶ ἐπιστρέψας κατέβην ἐκ του̃ ὄρους καὶ ἐνέβαλον τὰς πλάκας εἰς τὴν κιβωτόν ἣν ἐποίησα καὶ ἠ̃σαν ἐκει̃ καθὰ ἐνετείλατό μοι κύριος

10:6 καὶ οἱ υἱοὶ Ισραηλ ἀπη̃ραν ἐκ Βηρωθ υἱω̃ν Ιακιμ Μισαδαι ἐκει̃ ἀπέθανεν Ααρων καὶ ἐτάφη ἐκει̃ καὶ ἱεράτευσεν Ελεαζαρ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

10:7 ἐκει̃θεν ἀπη̃ραν εἰς Γαδγαδ καὶ ἀπὸ Γαδγαδ εἰς Ετεβαθα γη̃ χείμαρροι ὑδάτων

10:8 ἐν ἐκείνω̨ τω̨̃ καιρω̨̃ διέστειλεν κύριος τὴν φυλὴν τὴν Λευι αἴρειν τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου παρεστάναι ἔναντι κυρίου λειτουργει̃ν καὶ ἐπεύχεσθαι ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ ἕως τη̃ς ἡμέρας ταύτης

10:9 διὰ του̃το οὐκ ἔστιν τοι̃ς Λευίταις μερὶς καὶ κλη̃ρος ἐν τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν κύριος αὐτὸς κλη̃ρος αὐτου̃ καθὰ εἰ̃πεν αὐτω̨̃

10:10 κἀγὼ εἱστήκειν ἐν τω̨̃ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας καὶ εἰσήκουσεν κύριος ἐμου̃ καὶ ἐν τω̨̃ καιρω̨̃ τούτω̨ καὶ οὐκ ἠθέλησεν κύριος ἐξολεθρευ̃σαι ὑμα̃ς

10:11 καὶ εἰ̃πεν κύριος πρός με βάδιζε ἄπαρον ἐναντίον του̃ λαου̃ τούτου καὶ εἰσπορευέσθωσαν καὶ κληρονομείτωσαν τὴν γη̃ν ἣν ὤμοσα τοι̃ς πατράσιν αὐτω̃ν δου̃ναι αὐτοι̃ς

10:12 καὶ νυ̃ν Ισραηλ τί κύριος ὁ θεός σου αἰτει̃ται παρὰ σου̃ ἀλλ' ἢ φοβει̃σθαι κύριον τὸν θεόν σου πορεύεσθαι ἐν πάσαις ται̃ς ὁδοι̃ς αὐτου̃ καὶ ἀγαπα̃ν αὐτὸν καὶ λατρεύειν κυρίω̨ τω̨̃ θεω̨̃ σου ἐξ ὅλης τη̃ς καρδίας σου καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς σου

10:13 φυλάσσεσθαι τὰς ἐντολὰς κυρίου του̃ θεου̃ σου καὶ τὰ δικαιώματα αὐτου̃ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἵνα εὐ̃ σοι ἠ̨̃

10:14 ἰδοὺ κυρίου του̃ θεου̃ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς του̃ οὐρανου̃ ἡ γη̃ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτη̨̃

10:15 πλὴν τοὺς πατέρας ὑμω̃ν προείλατο κύριος ἀγαπα̃ν αὐτοὺς καὶ ἐξελέξατο τὸ σπέρμα αὐτω̃ν μετ' αὐτοὺς ὑμα̃ς παρὰ πάντα τὰ ἔθνη κατὰ τὴν ἡμέραν ταύτην

10:16 καὶ περιτεμει̃σθε τὴν σκληροκαρδίαν ὑμω̃ν καὶ τὸν τράχηλον ὑμω̃ν οὐ σκληρυνει̃τε ἔτι

10:17 ὁ γὰρ κύριος ὁ θεὸς ὑμω̃ν οὑ̃τος θεὸς τω̃ν θεω̃ν καὶ κύριος τω̃ν κυρίων ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ ὁ φοβερός ὅστις οὐ θαυμάζει πρόσωπον οὐδ' οὐ μὴ λάβη̨ δω̃ρον

10:18 ποιω̃ν κρίσιν προσηλύτω̨ καὶ ὀρφανω̨̃ καὶ χήρα̨ καὶ ἀγαπα̨̃ τὸν προσήλυτον δου̃ναι αὐτω̨̃ ἄρτον καὶ ἱμάτιον

10:19 καὶ ἀγαπήσετε τὸν προσήλυτον προσήλυτοι γὰρ ἠ̃τε ἐν γη̨̃ Αἰγύπτω̨

10:20 κύριον τὸν θεόν σου φοβηθήση̨ καὶ αὐτω̨̃ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήση̨ καὶ τω̨̃ ὀνόματι αὐτου̃ ὀμη̨̃

10:21 οὑ̃τος καύχημά σου καὶ οὑ̃τος θεός σου ὅστις ἐποίησεν ἐν σοὶ τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταυ̃τα ἃ εἴδοσαν οἱ ὀφθαλμοί σου

10:22 ἐν ἑβδομήκοντα ψυχαι̃ς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον νυνὶ δὲ ἐποίησέν σε κύριος ὁ θεός σου ὡσεὶ τὰ ἄστρα του̃ οὐρανου̃ τω̨̃ πλήθει

11:1 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου καὶ φυλάξη̨ τὰ φυλάγματα αὐτου̃ καὶ τὰ δικαιώματα αὐτου̃ καὶ τὰς κρίσεις αὐτου̃ πάσας τὰς ἡμέρας

11:2 καὶ γνώσεσθε σήμερον ὅτι οὐχὶ τὰ παιδία ὑμω̃ν ὅσοι οὐκ οἴδασιν οὐδὲ εἴδοσαν τὴν παιδείαν κυρίου του̃ θεου̃ σου καὶ τὰ μεγαλει̃α αὐτου̃ καὶ τὴν χει̃ρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλὸν

11:3 καὶ τὰ σημει̃α αὐτου̃ καὶ τὰ τέρατα αὐτου̃ ὅσα ἐποίησεν ἐν μέσω̨ Αἰγύπτου Φαραω βασιλει̃ Αἰγύπτου καὶ πάση̨ τη̨̃ γη̨̃ αὐτου̃

11:4 καὶ ὅσα ἐποίησεν τὴν δύναμιν τω̃ν Αἰγυπτίων τὰ ἅρματα αὐτω̃ν καὶ τὴν ἵππον αὐτω̃ν ὡς ἐπέκλυσεν τὸ ὕδωρ τη̃ς θαλάσσης τη̃ς ἐρυθρα̃ς ἐπὶ προσώπου αὐτω̃ν καταδιωκόντων αὐτω̃ν ἐκ τω̃ν ὀπίσω ὑμω̃ν καὶ ἀπώλεσεν αὐτοὺς κύριος ἕως τη̃ς σήμερον ἡμέρας

11:5 καὶ ὅσα ἐποίησεν ὑμι̃ν ἐν τη̨̃ ἐρήμω̨ ἕως ἤλθετε εἰς τὸν τόπον του̃τον

11:6 καὶ ὅσα ἐποίησεν τω̨̃ Δαθαν καὶ Αβιρων υἱοι̃ς Ελιαβ υἱου̃ Ρουβην οὓς ἀνοίξασα ἡ γη̃ τὸ στόμα αὐτη̃ς κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτω̃ν καὶ τὰς σκηνὰς αὐτω̃ν καὶ πα̃σαν αὐτω̃ν τὴν ὑπόστασιν τὴν μετ' αὐτω̃ν ἐν μέσω̨ παντὸς Ισραηλ

11:7 ὅτι οἱ ὀφθαλμοὶ ὑμω̃ν ἑώρακαν πάντα τὰ ἔργα κυρίου τὰ μεγάλα ὅσα ἐποίησεν ὑμι̃ν σήμερον

11:8 καὶ φυλάξεσθε πάσας τὰς ἐντολὰς αὐτου̃ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ἵνα ζη̃τε καὶ πολυπλασιασθη̃τε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γη̃ν εἰς ἣν ὑμει̃ς διαβαίνετε τὸν Ιορδάνην ἐκει̃ κληρονομη̃σαι αὐτήν

11:9 ἵνα μακροημερεύσητε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς ὤμοσεν κύριος τοι̃ς πατράσιν ὑμω̃ν δου̃ναι αὐτοι̃ς καὶ τω̨̃ σπέρματι αὐτω̃ν μετ' αὐτούς γη̃ν ῥέουσαν γάλα καὶ μέλι

11:10 ἔστιν γὰρ ἡ γη̃ εἰς ἣν εἰσπορεύη̨ ἐκει̃ κληρονομη̃σαι αὐτήν οὐχ ὥσπερ ἡ γη̃ Αἰγύπτου ἐστίν ὅθεν ἐκπεπόρευσθε ἐκει̃θεν ὅταν σπείρωσιν τὸν σπόρον καὶ ποτίζωσιν τοι̃ς ποσὶν ὡσεὶ κη̃πον λαχανείας

11:11 ἡ δὲ γη̃ εἰς ἣν εἰσπορεύη̨ ἐκει̃ κληρονομη̃σαι αὐτήν γη̃ ὀρεινὴ καὶ πεδινή ἐκ του̃ ὑετου̃ του̃ οὐρανου̃ πίεται ὕδωρ

11:12 γη̃ ἣν κύριος ὁ θεός σου ἐπισκοπει̃ται αὐτήν διὰ παντὸς οἱ ὀφθαλμοὶ κυρίου του̃ θεου̃ σου ἐπ' αὐτη̃ς ἀπ' ἀρχη̃ς του̃ ἐνιαυτου̃ καὶ ἕως συντελείας του̃ ἐνιαυτου̃

11:13 ἐὰν δὲ ἀκοη̨̃ εἰσακούσητε πάσας τὰς ἐντολὰς αὐτου̃ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ἀγαπα̃ν κύριον τὸν θεόν σου καὶ λατρεύειν αὐτω̨̃ ἐξ ὅλης τη̃ς καρδίας σου καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς σου

11:14 καὶ δώσει τὸν ὑετὸν τη̨̃ γη̨̃ σου καθ' ὥραν πρόιμον καὶ ὄψιμον καὶ εἰσοίσεις τὸν σι̃τόν σου καὶ τὸν οἰ̃νόν σου καὶ τὸ ἔλαιόν σου

11:15 καὶ δώσει χορτάσματα ἐν τοι̃ς ἀγροι̃ς σου τοι̃ς κτήνεσίν σου καὶ φαγὼν καὶ ἐμπλησθεὶς

11:16 πρόσεχε σεαυτω̨̃ μὴ πλατυνθη̨̃ ἡ καρδία σου καὶ παραβη̃τε καὶ λατρεύσητε θεοι̃ς ἑτέροις καὶ προσκυνήσητε αὐτοι̃ς

11:17 καὶ θυμωθεὶς ὀργη̨̃ κύριος ἐφ' ὑμι̃ν καὶ συσχη̨̃ τὸν οὐρανόν καὶ οὐκ ἔσται ὑετός καὶ ἡ γη̃ οὐ δώσει τὸν καρπὸν αὐτη̃ς καὶ ἀπολει̃σθε ἐν τάχει ἀπὸ τη̃ς γη̃ς τη̃ς ἀγαθη̃ς ἡ̃ς ἔδωκεν ὁ κύριος ὑμι̃ν

11:18 καὶ ἐμβαλει̃τε τὰ ῥήματα ταυ̃τα εἰς τὴν καρδίαν ὑμω̃ν καὶ εἰς τὴν ψυχὴν ὑμω̃ν καὶ ἀφάψετε αὐτὰ εἰς σημει̃ον ἐπὶ τη̃ς χειρὸς ὑμω̃ν καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμω̃ν ὑμω̃ν

11:19 καὶ διδάξετε αὐτὰ τὰ τέκνα ὑμω̃ν λαλει̃ν αὐτὰ καθημένους ἐν οἴκω̨ καὶ πορευομένους ἐν ὁδω̨̃ καὶ κοιταζομένους καὶ διανισταμένους

11:20 καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τω̃ν οἰκιω̃ν ὑμω̃ν καὶ τω̃ν πυλω̃ν ὑμω̃ν

11:21 ἵνα πολυημερεύσητε καὶ αἱ ἡμέραι τω̃ν υἱω̃ν ὑμω̃ν ἐπὶ τη̃ς γη̃ς ἡ̃ς ὤμοσεν κύριος τοι̃ς πατράσιν ὑμω̃ν δου̃ναι αὐτοι̃ς καθὼς αἱ ἡμέραι του̃ οὐρανου̃ ἐπὶ τη̃ς γη̃ς

11:22 καὶ ἔσται ἐὰν ἀκοη̨̃ ἀκούσητε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιει̃ν ἀγαπα̃ν κύριον τὸν θεὸν ἡμω̃ν καὶ πορεύεσθαι ἐν πάσαις ται̃ς ὁδοι̃ς αὐτου̃ καὶ προσκολλα̃σθαι αὐτω̨̃

11:23 καὶ ἐκβαλει̃ κύριος πάντα τὰ ἔθνη ταυ̃τα ἀπὸ προσώπου ὑμω̃ν καὶ κληρονομήσετε ἔθνη μεγάλα καὶ ἰσχυρότερα μα̃λλον ἢ ὑμει̃ς

11:24 πάντα τὸν τόπον οὑ̃ ἐὰν πατήση̨ τὸ ἴχνος του̃ ποδὸς ὑμω̃ν ὑμι̃ν ἔσται ἀπὸ τη̃ς ἐρήμου καὶ 'Αντιλιβάνου καὶ ἀπὸ του̃ ποταμου̃ του̃ μεγάλου ποταμου̃ Εὐφράτου καὶ ἕως τη̃ς θαλάσσης τη̃ς ἐπὶ δυσμω̃ν ἔσται τὰ ὅριά σου

11:25 οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπον ὑμω̃ν τὸν τρόμον ὑμω̃ν καὶ τὸν φόβον ὑμω̃ν ἐπιθήσει κύριος ὁ θεὸς ὑμω̃ν ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς ἐφ' ἡ̃ς ἐὰν ἐπιβη̃τε ἐπ' αὐτη̃ς ὃν τρόπον ἐλάλησεν κύριος πρὸς ὑμα̃ς

11:26 ἰδοὺ ἐγὼ δίδωμι ἐνώπιον ὑμω̃ν σήμερον εὐλογίαν καὶ κατάραν

11:27 τὴν εὐλογίαν ἐὰν ἀκούσητε τὰς ἐντολὰς κυρίου του̃ θεου̃ ὑμω̃ν ἃς ἐγὼ ἐντέλλομαι ὑμι̃ν σήμερον

11:28 καὶ τὰς κατάρας ἐὰν μὴ ἀκούσητε τὰς ἐντολὰς κυρίου του̃ θεου̃ ὑμω̃ν ὅσας ἐγὼ ἐντέλλομαι ὑμι̃ν σήμερον καὶ πλανηθη̃τε ἀπὸ τη̃ς ὁδου̃ ἡ̃ς ἐνετειλάμην ὑμι̃ν πορευθέντες λατρεύειν θεοι̃ς ἑτέροις οὓς οὐκ οἴδατε

11:29 καὶ ἔσται ὅταν εἰσαγάγη̨ σε κύριος ὁ θεός σου εἰς τὴν γη̃ν εἰς ἣν διαβαίνεις ἐκει̃ κληρονομη̃σαι αὐτήν καὶ δώσεις τὴν εὐλογίαν ἐπ' ὄρος Γαριζιν καὶ τὴν κατάραν ἐπ' ὄρος Γαιβαλ

11:30 οὐκ ἰδοὺ ταυ̃τα πέραν του̃ Ιορδάνου ὀπίσω ὁδὸν δυσμω̃ν ἡλίου ἐν γη̨̃ Χανααν τὸ κατοικου̃ν ἐπὶ δυσμω̃ν ἐχόμενον του̃ Γολγολ πλησίον τη̃ς δρυὸς τη̃ς ὑψηλη̃ς

11:31 ὑμει̃ς γὰρ διαβαίνετε τὸν Ιορδάνην εἰσελθόντες κληρονομη̃σαι τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ὑμω̃ν δίδωσιν ὑμι̃ν ἐν κλήρω̨ πάσας τὰς ἡμέρας καὶ κληρονομήσετε αὐτὴν καὶ κατοικήσετε ἐν αὐτη̨̃

11:32 καὶ φυλάξεσθε του̃ ποιει̃ν πάντα τὰ προστάγματα αὐτου̃ καὶ τὰς κρίσεις ταύτας ὅσας ἐγὼ δίδωμι ἐνώπιον ὑμω̃ν σήμερον

12:1 καὶ ταυ̃τα τὰ προστάγματα καὶ αἱ κρίσεις ἃς φυλάξετε του̃ ποιει̃ν ἐπὶ τη̃ς γη̃ς ἡ̃ς κύριος ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν δίδωσιν ὑμι̃ν ἐν κλήρω̨ πάσας τὰς ἡμέρας ἃς ὑμει̃ς ζη̃τε ἐπὶ τη̃ς γη̃ς

12:2 ἀπωλεία̨ ἀπολει̃τε πάντας τοὺς τόπους ἐν οἱ̃ς ἐλάτρευσαν ἐκει̃ τοι̃ς θεοι̃ς αὐτω̃ν οὓς ὑμει̃ς κληρονομει̃τε αὐτούς ἐπὶ τω̃ν ὀρέων τω̃ν ὑψηλω̃ν καὶ ἐπὶ τω̃ν θινω̃ν καὶ ὑποκάτω δένδρου δασέος

12:3 καὶ κατασκάψετε τοὺς βωμοὺς αὐτω̃ν καὶ συντρίψετε τὰς στήλας αὐτω̃ν καὶ τὰ ἄλση αὐτω̃ν ἐκκόψετε καὶ τὰ γλυπτὰ τω̃ν θεω̃ν αὐτω̃ν κατακαύσετε πυρί καὶ ἀπολει̃ται τὸ ὄνομα αὐτω̃ν ἐκ του̃ τόπου ἐκείνου

12:4 οὐ ποιήσετε οὕτως κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν

12:5 ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεὸς ὑμω̃ν ἐν μια̨̃ τω̃ν φυλω̃ν ὑμω̃ν ἐπονομάσαι τὸ ὄνομα αὐτου̃ ἐκει̃ ἐπικληθη̃ναι καὶ ἐκζητήσετε καὶ εἰσελεύσεσθε ἐκει̃

12:6 καὶ οἴσετε ἐκει̃ τὰ ὁλοκαυτώματα ὑμω̃ν καὶ τὰ θυσιάσματα ὑμω̃ν καὶ τὰς ἀπαρχὰς ὑμω̃ν καὶ τὰς εὐχὰς ὑμω̃ν καὶ τὰ ἑκούσια ὑμω̃ν καὶ τὰ πρωτότοκα τω̃ν βοω̃ν ὑμω̃ν καὶ τω̃ν προβάτων ὑμω̃ν

12:7 καὶ φάγεσθε ἐκει̃ ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν καὶ εὐφρανθήσεσθε ἐπὶ πα̃σιν οὑ̃ ἂν τὴν χει̃ρα ἐπιβάλητε ὑμει̃ς καὶ οἱ οἰ̃κοι ὑμω̃ν καθότι εὐλόγησέν σε κύριος ὁ θεός σου

12:8 οὐ ποιήσετε πάντα ἃ ἡμει̃ς ποιου̃μεν ὡ̃δε σήμερον ἕκαστος τὸ ἀρεστὸν ἐνώπιον αὐτου̃

12:9 οὐ γὰρ ἥκατε ἕως του̃ νυ̃ν εἰς τὴν κατάπαυσιν καὶ εἰς τὴν κληρονομίαν ἣν κύριος ὁ θεὸς ὑμω̃ν δίδωσιν ὑμι̃ν

12:10 καὶ διαβήσεσθε τὸν Ιορδάνην καὶ κατοικήσετε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς κύριος ὁ θεὸς ὑμω̃ν κατακληρονομει̃ ὑμι̃ν καὶ καταπαύσει ὑμα̃ς ἀπὸ πάντων τω̃ν ἐχθρω̃ν ὑμω̃ν τω̃ν κύκλω̨ καὶ κατοικήσετε μετὰ ἀσφαλείας

12:11 καὶ ἔσται ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεὸς ὑμω̃ν ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃ ἐκει̃ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμι̃ν σήμερον τὰ ὁλοκαυτώματα ὑμω̃ν καὶ τὰ θυσιάσματα ὑμω̃ν καὶ τὰ ἐπιδέκατα ὑμω̃ν καὶ τὰς ἀπαρχὰς τω̃ν χειρω̃ν ὑμω̃ν καὶ τὰ δόματα ὑμω̃ν καὶ πα̃ν ἐκλεκτὸν τω̃ν δώρων ὑμω̃ν ὅσα ἐὰν εὔξησθε τω̨̃ θεω̨̃ ὑμω̃ν

12:12 καὶ εὐφρανθήσεσθε ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν ὑμει̃ς καὶ οἱ υἱοὶ ὑμω̃ν καὶ αἱ θυγατέρες ὑμω̃ν οἱ παι̃δες ὑμω̃ν καὶ αἱ παιδίσκαι ὑμω̃ν καὶ ὁ Λευίτης ὁ ἐπὶ τω̃ν πυλω̃ν ὑμω̃ν ὅτι οὐκ ἔστιν αὐτω̨̃ μερὶς οὐδὲ κλη̃ρος μεθ' ὑμω̃ν

12:13 πρόσεχε σεαυτω̨̃ μὴ ἀνενέγκη̨ς τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπω̨ οὑ̃ ἐὰν ἴδη̨ς

12:14 ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐν μια̨̃ τω̃ν φυλω̃ν σου ἐκει̃ ἀνοίσεις τὰ ὁλοκαυτώματά σου καὶ ἐκει̃ ποιήσεις πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον

12:15 ἀλλ' ἢ ἐν πάση̨ ἐπιθυμία̨ σου θύσεις καὶ φάγη̨ κρέα κατὰ τὴν εὐλογίαν κυρίου του̃ θεου̃ σου ἣν ἔδωκέν σοι ἐν πάση̨ πόλει ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτὸ ὡς δορκάδα ἢ ἔλαφον

12:16 πλὴν τὸ αἱ̃μα οὐ φάγεσθε ἐπὶ τὴν γη̃ν ἐκχεει̃τε αὐτὸ ὡς ὕδωρ

12:17 οὐ δυνήση̨ φαγει̃ν ἐν ται̃ς πόλεσίν σου τὸ ἐπιδέκατον του̃ σίτου σου καὶ του̃ οἴνου σου καὶ του̃ ἐλαίου σου τὰ πρωτότοκα τω̃ν βοω̃ν σου καὶ τω̃ν προβάτων σου καὶ πάσας εὐχάς ὅσας ἂν εὔξησθε καὶ τὰς ὁμολογίας ὑμω̃ν καὶ τὰς ἀπαρχὰς τω̃ν χειρω̃ν ὑμω̃ν

12:18 ἀλλ' ἢ ἐναντίον κυρίου του̃ θεου̃ σου φάγη̨ αὐτὰ ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτω̨̃ σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου ὁ παι̃ς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ προσήλυτος ὁ ἐν ται̃ς πόλεσιν ὑμω̃ν καὶ εὐφρανθήση̨ ἐναντίον κυρίου του̃ θεου̃ σου ἐπὶ πάντα οὑ̃ ἂν ἐπιβάλη̨ς τὴν χει̃ρά σου

12:19 πρόσεχε σεαυτω̨̃ μὴ ἐγκαταλίπη̨ς τὸν Λευίτην πάντα τὸν χρόνον ὅσον ἐὰν ζη̨̃ς ἐπὶ τη̃ς γη̃ς

12:20 ἐὰν δὲ ἐμπλατύνη̨ κύριος ὁ θεός σου τὰ ὅριά σου καθάπερ ἐλάλησέν σοι καὶ ἐρει̃ς φάγομαι κρέα ἐὰν ἐπιθυμήση̨ ἡ ψυχή σου ὥστε φαγει̃ν κρέα ἐν πάση̨ ἐπιθυμία̨ τη̃ς ψυχη̃ς σου φάγη̨ κρέα

12:21 ἐὰν δὲ μακρότερον ἀπέχη̨ σου ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃ καὶ θύσεις ἀπὸ τω̃ν βοω̃ν σου καὶ ἀπὸ τω̃ν προβάτων σου ὡ̃ν ἂν δω̨̃ ὁ θεός σοι ὃν τρόπον ἐνετειλάμην σοι καὶ φάγη̨ ἐν ται̃ς πόλεσίν σου κατὰ τὴν ἐπιθυμίαν τη̃ς ψυχη̃ς σου

12:22 ὡς ἔσθεται ἡ δορκὰς καὶ ἡ ἔλαφος οὕτως φάγη̨ αὐτό ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται

12:23 πρόσεχε ἰσχυρω̃ς του̃ μὴ φαγει̃ν αἱ̃μα ὅτι τὸ αἱ̃μα αὐτου̃ ψυχή οὐ βρωθήσεται ἡ ψυχὴ μετὰ τω̃ν κρεω̃ν

12:24 οὐ φάγεσθε ἐπὶ τὴν γη̃ν ἐκχεει̃τε αὐτὸ ὡς ὕδωρ

12:25 οὐ φάγη̨ αὐτό ἵνα εὐ̃ σοι γένηται καὶ τοι̃ς υἱοι̃ς σου μετὰ σέ ἐὰν ποιήση̨ς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου του̃ θεου̃ σου

12:26 πλὴν τὰ ἅγιά σου ἐὰν γένηταί σοι καὶ τὰς εὐχάς σου λαβὼν ἥξεις εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃

12:27 καὶ ποιήσεις τὰ ὁλοκαυτώματά σου τὰ κρέα ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον κυρίου του̃ θεου̃ σου τὸ δὲ αἱ̃μα τω̃ν θυσιω̃ν σου προσχεει̃ς πρὸς τὴν βάσιν του̃ θυσιαστηρίου κυρίου του̃ θεου̃ σου τὰ δὲ κρέα φάγη̨

12:28 φυλάσσου καὶ ἄκουε καὶ ποιήσεις πάντας τοὺς λόγους οὓς ἐγὼ ἐντέλλομαί σοι ἵνα εὐ̃ σοι γένηται καὶ τοι̃ς υἱοι̃ς σου δι' αἰω̃νος ἐὰν ποιήση̨ς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου του̃ θεου̃ σου

12:29 ἐὰν δὲ ἐξολεθρεύση̨ κύριος ὁ θεός σου τὰ ἔθνη εἰς οὓς σὺ εἰσπορεύη̨ ἐκει̃ κληρονομη̃σαι τὴν γη̃ν αὐτω̃ν ἀπὸ προσώπου σου καὶ κατακληρονομήση̨ς αὐτοὺς καὶ κατοικήση̨ς ἐν τη̨̃ γη̨̃ αὐτω̃ν

12:30 πρόσεχε σεαυτω̨̃ μὴ ἐκζητήση̨ς ἐπακολουθη̃σαι αὐτοι̃ς μετὰ τὸ ἐξολεθρευθη̃ναι αὐτοὺς ἀπὸ προσώπου σου οὐ μὴ ἐκζητήση̨ς τοὺς θεοὺς αὐτω̃ν λέγων πω̃ς ποιου̃σιν τὰ ἔθνη ταυ̃τα τοι̃ς θεοι̃ς αὐτω̃ν ποιήσω κἀγώ

12:31 οὐ ποιήσεις οὕτως κυρίω̨ τω̨̃ θεω̨̃ σου τὰ γὰρ βδελύγματα ἃ κύριος ἐμίσησεν ἐποίησαν τοι̃ς θεοι̃ς αὐτω̃ν ὅτι τοὺς υἱοὺς αὐτω̃ν καὶ τὰς θυγατέρας αὐτω̃ν κατακαίουσιν ἐν πυρὶ τοι̃ς θεοι̃ς αὐτω̃ν

13:1 πα̃ν ῥη̃μα ὃ ἐγὼ ἐντέλλομαί σοι σήμερον του̃το φυλάξη̨ ποιει̃ν οὐ προσθήσεις ἐπ' αὐτὸ οὐδὲ ἀφελει̃ς ἀπ' αὐτου̃

13:2 ἐὰν δὲ ἀναστη̨̃ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος ἐνύπνιον καὶ δω̨̃ σοι σημει̃ον ἢ τέρας

13:3 καὶ ἔλθη̨ τὸ σημει̃ον ἢ τὸ τέρας ὃ ἐλάλησεν πρὸς σὲ λέγων πορευθω̃μεν καὶ λατρεύσωμεν θεοι̃ς ἑτέροις οὓς οὐκ οἴδατε

13:4 οὐκ ἀκούσεσθε τω̃ν λόγων του̃ προφήτου ἐκείνου ἢ του̃ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκει̃νο ὅτι πειράζει κύριος ὁ θεὸς ὑμα̃ς εἰδέναι εἰ ἀγαπα̃τε κύριον τὸν θεὸν ὑμω̃ν ἐξ ὅλης τη̃ς καρδίας ὑμω̃ν καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς ὑμω̃ν

13:5 ὀπίσω κυρίου του̃ θεου̃ ὑμω̃ν πορεύεσθε καὶ αὐτὸν φοβηθήσεσθε καὶ τὰς ἐντολὰς αὐτου̃ φυλάξεσθε καὶ τη̃ς φωνη̃ς αὐτου̃ ἀκούσεσθε καὶ αὐτω̨̃ προστεθήσεσθε

13:6 καὶ ὁ προφήτης ἐκει̃νος ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκει̃νος ἀποθανει̃ται ἐλάλησεν γὰρ πλανη̃σαί σε ἀπὸ κυρίου του̃ θεου̃ σου του̃ ἐξαγαγόντος σε ἐκ γη̃ς Αἰγύπτου του̃ λυτρωσαμένου σε ἐκ τη̃ς δουλείας ἐξω̃σαί σε ἐκ τη̃ς ὁδου̃ ἡ̃ς ἐνετείλατό σοι κύριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτη̨̃ καὶ ἀφανιει̃ς τὸν πονηρὸν ἐξ ὑμω̃ν αὐτω̃ν

13:7 ἐὰν δὲ παρακαλέση̨ σε ὁ ἀδελφός σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου ἢ ὁ υἱός σου ἢ ἡ θυγάτηρ σου ἢ ἡ γυνὴ ἡ ἐν κόλπω̨ σου ἢ ὁ φίλος ὁ ἴσος τη̃ς ψυχη̃ς σου λάθρα̨ λέγων βαδίσωμεν καὶ λατρεύσωμεν θεοι̃ς ἑτέροις οὓς οὐκ ἤ̨δεις σὺ καὶ οἱ πατέρες σου

13:8 ἀπὸ τω̃ν θεω̃ν τω̃ν ἐθνω̃ν τω̃ν περικύκλω̨ ὑμω̃ν τω̃ν ἐγγιζόντων σοι ἢ τω̃ν μακρὰν ἀπὸ σου̃ ἀπ' ἄκρου τη̃ς γη̃ς ἕως ἄκρου τη̃ς γη̃ς

13:9 οὐ συνθελήσεις αὐτω̨̃ καὶ οὐκ εἰσακούση̨ αὐτου̃ καὶ οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ' αὐτω̨̃ οὐκ ἐπιποθήσεις ἐπ' αὐτω̨̃ οὐδ' οὐ μὴ σκεπάση̨ς αὐτόν

13:10 ἀναγγέλλων ἀναγγελει̃ς περὶ αὐτου̃ αἱ χει̃ρές σου ἔσονται ἐπ' αὐτὸν ἐν πρώτοις ἀποκτει̃ναι αὐτόν καὶ αἱ χει̃ρες παντὸς του̃ λαου̃ ἐπ' ἐσχάτω̨

13:11 καὶ λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις καὶ ἀποθανει̃ται ὅτι ἐζήτησεν ἀποστη̃σαί σε ἀπὸ κυρίου του̃ θεου̃ σου του̃ ἐξαγαγόντος σε ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας

13:12 καὶ πα̃ς Ισραηλ ἀκούσας φοβηθήσεται καὶ οὐ προσθήσουσιν ἔτι ποιη̃σαι κατὰ τὸ ῥη̃μα τὸ πονηρὸν του̃το ἐν ὑμι̃ν

13:13 ἐὰν δὲ ἀκούση̨ς ἐν μια̨̃ τω̃ν πόλεών σου ὡ̃ν κύριος ὁ θεός σου δίδωσίν σοι κατοικει̃ν σε ἐκει̃ λεγόντων

13:14 ἐξήλθοσαν ἄνδρες παράνομοι ἐξ ὑμω̃ν καὶ ἀπέστησαν πάντας τοὺς κατοικου̃ντας τὴν πόλιν αὐτω̃ν λέγοντες πορευθω̃μεν καὶ λατρεύσωμεν θεοι̃ς ἑτέροις οὓς οὐκ ἤ̨δειτε

13:15 καὶ ἐρωτήσεις καὶ ἐραυνήσεις σφόδρα καὶ ἰδοὺ ἀληθὴς σαφω̃ς ὁ λόγος γεγένηται τὸ βδέλυγμα του̃το ἐν ὑμι̃ν

13:16 ἀναιρω̃ν ἀνελει̃ς πάντας τοὺς κατοικου̃ντας ἐν τη̨̃ πόλει ἐκείνη̨ ἐν φόνω̨ μαχαίρας ἀναθέματι ἀναθεματιει̃τε αὐτὴν καὶ πάντα τὰ ἐν αὐτη̨̃

13:17 καὶ πάντα τὰ σκυ̃λα αὐτη̃ς συνάξεις εἰς τὰς διόδους αὐτη̃ς καὶ ἐμπρήσεις τὴν πόλιν ἐν πυρὶ καὶ πάντα τὰ σκυ̃λα αὐτη̃ς πανδημεὶ ἐναντίον κυρίου του̃ θεου̃ σου καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰω̃να οὐκ ἀνοικοδομηθήσεται ἔτι

13:18 οὐ προσκολληθήσεται ἐν τη̨̃ χειρί σου οὐδὲν ἀπὸ του̃ ἀναθέματος ἵνα ἀποστραφη̨̃ κύριος ἀπὸ θυμου̃ τη̃ς ὀργη̃ς αὐτου̃ καὶ δώσει σοι ἔλεος καὶ ἐλεήσει σε καὶ πληθυνει̃ σε ὃν τρόπον ὤμοσεν κύριος τοι̃ς πατράσιν σου

13:19 ἐὰν ἀκούση̨ς τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτου̃ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιει̃ν τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου του̃ θεου̃ σου

14:1 υἱοί ἐστε κυρίου του̃ θεου̃ ὑμω̃ν οὐ φοιβήσετε οὐκ ἐπιθήσετε φαλάκρωμα ἀνὰ μέσον τω̃ν ὀφθαλμω̃ν ὑμω̃ν ἐπὶ νεκρω̨̃

14:2 ὅτι λαὸς ἅγιος εἰ̃ κυρίω̨ τω̨̃ θεω̨̃ σου καὶ σὲ ἐξελέξατο κύριος ὁ θεός σου γενέσθαι σε αὐτω̨̃ λαὸν περιούσιον ἀπὸ πάντων τω̃ν ἐθνω̃ν τω̃ν ἐπὶ προσώπου τη̃ς γη̃ς

14:3 οὐ φάγεσθε πα̃ν βδέλυγμα

14:4 ταυ̃τα τὰ κτήνη ἃ φάγεσθε μόσχον ἐκ βοω̃ν καὶ ἀμνὸν ἐκ προβάτων καὶ χίμαρον ἐξ αἰγω̃ν

14:5 ἔλαφον καὶ δορκάδα καὶ βούβαλον καὶ τραγέλαφον καὶ πύγαργον ὄρυγα καὶ καμηλοπάρδαλιν

14:6 πα̃ν κτη̃νος διχηλου̃ν ὁπλὴν καὶ ὀνυχιστη̃ρας ὀνυχίζον δύο χηλω̃ν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοι̃ς κτήνεσιν ταυ̃τα φάγεσθε

14:7 καὶ ταυ̃τα οὐ φάγεσθε ἀπὸ τω̃ν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τω̃ν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστη̃ρας τὸν κάμηλον καὶ δασύποδα καὶ χοιρογρύλλιον ὅτι ἀνάγουσιν μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχηλου̃σιν ἀκάθαρτα ταυ̃τα ὑμι̃ν ἐστιν

14:8 καὶ τὸν ὑ̃ν ὅτι διχηλει̃ ὁπλὴν του̃το καὶ ὀνυχίζει ὄνυχας ὁπλη̃ς καὶ του̃το μηρυκισμὸν οὐ μαρυκα̃ται ἀκάθαρτον του̃το ὑμι̃ν ἀπὸ τω̃ν κρεω̃ν αὐτω̃ν οὐ φάγεσθε καὶ τω̃ν θνησιμαίων αὐτω̃ν οὐχ ἅψεσθε

14:9 καὶ ταυ̃τα φάγεσθε ἀπὸ πάντων τω̃ν ἐν τοι̃ς ὕδασιν πάντα ὅσα ἐστὶν ἐν αὐτοι̃ς πτερύγια καὶ λεπίδες φάγεσθε

14:10 καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοι̃ς πτερύγια καὶ λεπίδες οὐ φάγεσθε ἀκάθαρτα ὑμι̃ν ἐστιν

14:11 πα̃ν ὄρνεον καθαρὸν φάγεσθε

14:12 καὶ ταυ̃τα οὐ φάγεσθε ἀπ' αὐτω̃ν τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον

14:13 καὶ τὸν γύπα καὶ τὸν ἰκτι̃να καὶ τὰ ὅμοια αὐτω̨̃

14:14 καὶ πάντα κόρακα καὶ τὰ ὅμοια αὐτω̨̃

14:15 καὶ στρουθὸν καὶ γλαυ̃κα καὶ λάρον

14:16 καὶ ἐρωδιὸν καὶ κύκνον καὶ ἰ̃βιν

14:17 καὶ καταράκτην καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτω̨̃ καὶ ἔποπα καὶ νυκτικόρακα

14:18 καὶ πελεκα̃να καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτω̨̃ καὶ πορφυρίωνα καὶ νυκτερίδα

14:19 πάντα τὰ ἑρπετὰ τω̃ν πετεινω̃ν ἀκάθαρτα ταυ̃τά ἐστιν ὑμι̃ν οὐ φάγεσθε ἀπ' αὐτω̃ν

14:20 πα̃ν πετεινὸν καθαρὸν φάγεσθε

14:21 πα̃ν θνησιμαι̃ον οὐ φάγεσθε τω̨̃ παροίκω̨ τω̨̃ ἐν ται̃ς πόλεσίν σου δοθήσεται καὶ φάγεται ἢ ἀποδώση̨ τω̨̃ ἀλλοτρίω̨ ὅτι λαὸς ἅγιος εἰ̃ κυρίω̨ τω̨̃ θεω̨̃ σου οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτου̃

14:22 δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος του̃ σπέρματός σου τὸ γένημα του̃ ἀγρου̃ σου ἐνιαυτὸν κατ' ἐνιαυτόν

14:23 καὶ φάγη̨ αὐτὸ ἔναντι κυρίου του̃ θεου̃ σου ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃ οἴσετε τὰ ἐπιδέκατα του̃ σίτου σου καὶ του̃ οἴνου σου καὶ του̃ ἐλαίου σου τὰ πρωτότοκα τω̃ν βοω̃ν σου καὶ τω̃ν προβάτων σου ἵνα μάθη̨ς φοβει̃σθαι κύριον τὸν θεόν σου πάσας τὰς ἡμέρας

14:24 ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σου̃ ἡ ὁδὸς καὶ μὴ δύνη̨ ἀναφέρειν αὐτά ὅτι μακρὰν ἀπὸ σου̃ ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃ ὅτι εὐλογήσει σε κύριος ὁ θεός σου

14:25 καὶ ἀποδώση̨ αὐτὰ ἀργυρίου καὶ λήμψη̨ τὸ ἀργύριον ἐν ται̃ς χερσίν σου καὶ πορεύση̨ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν

14:26 καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντός οὑ̃ ἐὰν ἐπιθυμη̨̃ ἡ ψυχή σου ἐπὶ βουσὶ ἢ ἐπὶ προβάτοις ἐπὶ οἴνω̨ ἢ ἐπὶ σικερα ἢ ἐπὶ παντός οὑ̃ ἐὰν ἐπιθυμη̨̃ ἡ ψυχή σου καὶ φάγη̨ ἐκει̃ ἐναντίον κυρίου του̃ θεου̃ σου καὶ εὐφρανθήση̨ σὺ καὶ ὁ οἰ̃κός σου

14:27 καὶ ὁ Λευίτης ὁ ἐν ται̃ς πόλεσίν σου ὅτι οὐκ ἔστιν αὐτω̨̃ μερὶς οὐδὲ κλη̃ρος μετὰ σου̃

14:28 μετὰ τρία ἔτη ἐξοίσεις πα̃ν τὸ ἐπιδέκατον τω̃ν γενημάτων σου ἐν τω̨̃ ἐνιαυτω̨̃ ἐκείνω̨ θήσεις αὐτὸ ἐν ται̃ς πόλεσίν σου

14:29 καὶ ἐλεύσεται ὁ λευίτης ὅτι οὐκ ἔστιν αὐτω̨̃ μερὶς οὐδὲ κλη̃ρος μετὰ σου̃ καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ται̃ς πόλεσίν σου καὶ φάγονται καὶ ἐμπλησθήσονται ἵνα εὐλογήση̨ σε κύριος ὁ θεός σου ἐν πα̃σιν τοι̃ς ἔργοις οἱ̃ς ἐὰν ποιη̨̃ς

15:1 δι' ἑπτὰ ἐτω̃ν ποιήσεις ἄφεσιν

15:2 καὶ οὕτως τὸ πρόσταγμα τη̃ς ἀφέσεως ἀφήσεις πα̃ν χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις ὅτι ἐπικέκληται ἄφεσις κυρίω̨ τω̨̃ θεω̨̃ σου

15:3 τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ἠ̨̃ σοι παρ' αὐτω̨̃ του̃ ἀδελφου̃ σου ἄφεσιν ποιήσεις του̃ χρέους σου

15:4 ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεής ὅτι εὐλογω̃ν εὐλογήσει σε κύριος ὁ θεός σου ἐν τη̨̃ γη̨̃ ἡ̨̃ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρω̨ κατακληρονομη̃σαι αὐτήν

15:5 ἐὰν δὲ ἀκοη̨̃ εἰσακούσητε τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ὑμω̃ν φυλάσσειν καὶ ποιει̃ν πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον

15:6 ὅτι κύριος ὁ θεός σου εὐλόγησέν σε ὃν τρόπον ἐλάλησέν σοι καὶ δανιει̃ς ἔθνεσιν πολλοι̃ς σὺ δὲ οὐ δανιη̨̃ καὶ ἄρξεις σὺ ἐθνω̃ν πολλω̃ν σου̃ δὲ οὐκ ἄρξουσιν

15:7 ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς τω̃ν ἀδελφω̃ν σου ἐν μια̨̃ τω̃ν πόλεων σου ἐν τη̨̃ γη̨̃ ἡ̨̃ κύριος ὁ θεός σου δίδωσίν σοι οὐκ ἀποστέρξεις τὴν καρδίαν σου οὐδ' οὐ μὴ συσφίγξη̨ς τὴν χει̃ρά σου ἀπὸ του̃ ἀδελφου̃ σου του̃ ἐπιδεομένου

15:8 ἀνοίγων ἀνοίξεις τὰς χει̃ράς σου αὐτω̨̃ δάνειον δανιει̃ς αὐτω̨̃ ὅσον ἐπιδέεται καθ' ὅσον ἐνδεει̃ται

15:9 πρόσεχε σεαυτω̨̃ μὴ γένηται ῥη̃μα κρυπτὸν ἐν τη̨̃ καρδία̨ σου ἀνόμημα λέγων ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον ἔτος τη̃ς ἀφέσεως καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τω̨̃ ἀδελφω̨̃ σου τω̨̃ ἐπιδεομένω̨ καὶ οὐ δώσεις αὐτω̨̃ καὶ βοήσεται κατὰ σου̃ πρὸς κύριον καὶ ἔσται ἐν σοὶ ἁμαρτία μεγάλη

15:10 διδοὺς δώσεις αὐτω̨̃ καὶ δάνειον δανιει̃ς αὐτω̨̃ ὅσον ἐπιδέεται καὶ οὐ λυπηθήση̨ τη̨̃ καρδία̨ σου διδόντος σου αὐτω̨̃ ὅτι διὰ τὸ ῥη̃μα του̃το εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πα̃σιν τοι̃ς ἔργοις καὶ ἐν πα̃σιν οὑ̃ ἂν ἐπιβάλη̨ς τὴν χει̃ρά σου

15:11 οὐ γὰρ μὴ ἐκλίπη̨ ἐνδεὴς ἀπὸ τη̃ς γη̃ς διὰ του̃το ἐγώ σοι ἐντέλλομαι ποιει̃ν τὸ ῥη̃μα του̃το λέγων ἀνοίγων ἀνοίξεις τὰς χει̃ράς σου τω̨̃ ἀδελφω̨̃ σου τω̨̃ πένητι καὶ τω̨̃ ἐπιδεομένω̨ τω̨̃ ἐπὶ τη̃ς γη̃ς σου

15:12 ἐὰν δὲ πραθη̨̃ σοι ὁ ἀδελφός σου ὁ Εβραι̃ος ἢ ἡ Εβραία δουλεύσει σοι ἓξ ἔτη καὶ τω̨̃ ἑβδόμω̨ ἐξαποστελει̃ς αὐτὸν ἐλεύθερον ἀπὸ σου̃

15:13 ὅταν δὲ ἐξαποστέλλη̨ς αὐτὸν ἐλεύθερον ἀπὸ σου̃ οὐκ ἐξαποστελει̃ς αὐτὸν κενόν

15:14 ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τω̃ν προβάτων σου καὶ ἀπὸ του̃ σίτου σου καὶ ἀπὸ τη̃ς ληνου̃ σου καθὰ εὐλόγησέν σε κύριος ὁ θεός σου δώσεις αὐτω̨̃

15:15 καὶ μνησθήση̨ ὅτι οἰκέτης ἠ̃σθα ἐν γη̨̃ Αἰγύπτου καὶ ἐλυτρώσατό σε κύριος ὁ θεός σου ἐκει̃θεν διὰ του̃το ἐγώ σοι ἐντέλλομαι ποιει̃ν τὸ ῥη̃μα του̃το

15:16 ἐὰν δὲ λέγη̨ πρὸς σέ οὐκ ἐξελεύσομαι ἀπὸ σου̃ ὅτι ἠγάπηκέν σε καὶ τὴν οἰκίαν σου ὅτι εὐ̃ αὐτω̨̃ ἐστιν παρὰ σοί

15:17 καὶ λήμψη̨ τὸ ὀπήτιον καὶ τρυπήσεις τὸ ὠτίον αὐτου̃ πρὸς τὴν θύραν καὶ ἔσται σοι οἰκέτης εἰς τὸν αἰω̃να καὶ τὴν παιδίσκην σου ποιήσεις ὡσαύτως

15:18 οὐ σκληρὸν ἔσται ἐναντίον σου ἐξαποστελλομένων αὐτω̃ν ἐλευθέρων ἀπὸ σου̃ ὅτι ἐφέτιον μισθὸν του̃ μισθωτου̃ ἐδούλευσέν σοι ἓξ ἔτη καὶ εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πα̃σιν οἱ̃ς ἐὰν ποιη̨̃ς

15:19 πα̃ν πρωτότοκον ὃ ἐὰν τεχθη̨̃ ἐν τοι̃ς βουσίν σου καὶ ἐν τοι̃ς προβάτοις σου τὰ ἀρσενικά ἁγιάσεις κυρίω̨ τω̨̃ θεω̨̃ σου οὐκ ἐργα̨̃ ἐν τω̨̃ πρωτοτόκω̨ μόσχω̨ σου καὶ οὐ μὴ κείρη̨ς τὸ πρωτότοκον τω̃ν προβάτων σου

15:20 ἔναντι κυρίου φάγη̨ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτου̃ ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου σὺ καὶ ὁ οἰ̃κός σου

15:21 ἐὰν δὲ ἠ̨̃ ἐν αὐτω̨̃ μω̃μος χωλὸν ἢ τυφλὸν ἢ καὶ πα̃ς μω̃μος πονηρός οὐ θύσεις αὐτὸ κυρίω̨ τω̨̃ θεω̨̃ σου

15:22 ἐν ται̃ς πόλεσίν σου φάγη̨ αὐτό ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται ὡς δορκάδα ἢ ἔλαφον

15:23 πλὴν τὸ αἱ̃μα οὐ φάγεσθε ἐπὶ τὴν γη̃ν ἐκχεει̃ς αὐτὸ ὡς ὕδωρ

16:1 φύλαξαι τὸν μη̃να τω̃ν νέων καὶ ποιήσεις τὸ πασχα κυρίω̨ τω̨̃ θεω̨̃ σου ὅτι ἐν τω̨̃ μηνὶ τω̃ν νέων ἐξη̃λθες ἐξ Αἰγύπτου νυκτός

16:2 καὶ θύσεις τὸ πασχα κυρίω̨ τω̨̃ θεω̨̃ σου πρόβατα καὶ βόας ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃

16:3 οὐ φάγη̨ ἐπ' αὐτου̃ ζύμην ἑπτὰ ἡμέρας φάγη̨ ἐπ' αὐτου̃ ἄζυμα ἄρτον κακώσεως ὅτι ἐν σπουδη̨̃ ἐξήλθετε ἐξ Αἰγύπτου ἵνα μνησθη̃τε τὴν ἡμέραν τη̃ς ἐξοδίας ὑμω̃ν ἐκ γη̃ς Αἰγύπτου πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς ὑμω̃ν

16:4 οὐκ ὀφθήσεταί σοι ζύμη ἐν πα̃σι τοι̃ς ὁρίοις σου ἑπτὰ ἡμέρας καὶ οὐ κοιμηθήσεται ἀπὸ τω̃ν κρεω̃ν ὡ̃ν ἐὰν θύση̨ς τὸ ἑσπέρας τη̨̃ ἡμέρα̨ τη̨̃ πρώτη̨ εἰς τὸ πρωί

16:5 οὐ δυνήση̨ θυ̃σαι τὸ πασχα ἐν οὐδεμια̨̃ τω̃ν πόλεών σου ὡ̃ν κύριος ὁ θεός σου δίδωσίν σοι

16:6 ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃ θύσεις τὸ πασχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου ἐν τω̨̃ καιρω̨̃ ὡ̨̃ ἐξη̃λθες ἐξ Αἰγύπτου

16:7 καὶ ἑψήσεις καὶ ὀπτήσεις καὶ φάγη̨ ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν καὶ ἀποστραφήση̨ τὸ πρωὶ καὶ ἀπελεύση̨ εἰς τοὺς οἴκους σου

16:8 ἓξ ἡμέρας φάγη̨ ἄζυμα καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἐξόδιον ἑορτὴ κυρίω̨ τω̨̃ θεω̨̃ σου οὐ ποιήσεις ἐν αὐτη̨̃ πα̃ν ἔργον πλὴν ὅσα ποιηθήσεται ψυχη̨̃

16:9 ἑπτὰ ἑβδομάδας ὁλοκλήρους ἐξαριθμήσεις σεαυτω̨̃ ἀρξαμένου σου δρέπανον ἐπ' ἀμητὸν ἄρξη̨ ἐξαριθμη̃σαι ἑπτὰ ἑβδομάδας

16:10 καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων κυρίω̨ τω̨̃ θεω̨̃ σου καθότι ἡ χείρ σου ἰσχύει ὅσα ἂν δω̨̃ σοι καθότι ηὐλόγησέν σε κύριος ὁ θεός σου

16:11 καὶ εὐφρανθήση̨ ἐναντίον κυρίου του̃ θεου̃ σου σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου ὁ παι̃ς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ Λευίτης ὁ ἐν ται̃ς πόλεσίν σου καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ὑμι̃ν ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃

16:12 καὶ μνησθήση̨ ὅτι οἰκέτης ἠ̃σθα ἐν γη̨̃ Αἰγύπτω̨ καὶ φυλάξη̨ καὶ ποιήσεις τὰς ἐντολὰς ταύτας

16:13 ἑορτὴν σκηνω̃ν ποιήσεις σεαυτω̨̃ ἑπτὰ ἡμέρας ἐν τω̨̃ συναγαγει̃ν σε ἐκ του̃ ἅλωνός σου καὶ ἀπὸ τη̃ς ληνου̃ σου

16:14 καὶ εὐφρανθήση̨ ἐν τη̨̃ ἑορτη̨̃ σου σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου ὁ παι̃ς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ Λευίτης καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ οὐ̃σα ἐν ται̃ς πόλεσίν σου

16:15 ἑπτὰ ἡμέρας ἑορτάσεις κυρίω̨ τω̨̃ θεω̨̃ σου ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτω̨̃ ἐὰν δὲ εὐλογήση̨ σε κύριος ὁ θεός σου ἐν πα̃σιν τοι̃ς γενήμασίν σου καὶ ἐν παντὶ ἔργω̨ τω̃ν χειρω̃ν σου καὶ ἔση̨ εὐφραινόμενος

16:16 τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃ ὀφθήσεται πα̃ν ἀρσενικόν σου ἐναντίον κυρίου του̃ θεου̃ σου ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἐὰν ἐκλέξηται αὐτὸν κύριος ἐν τη̨̃ ἑορτη̨̃ τω̃ν ἀζύμων καὶ ἐν τη̨̃ ἑορτη̨̃ τω̃ν ἑβδομάδων καὶ ἐν τη̨̃ ἑορτη̨̃ τη̃ς σκηνοπηγίας οὐκ ὀφθήση̨ ἐνώπιον κυρίου του̃ θεου̃ σου κενός

16:17 ἕκαστος κατὰ δύναμιν τω̃ν χειρω̃ν ὑμω̃ν κατὰ τὴν εὐλογίαν κυρίου του̃ θεου̃ σου ἣν ἔδωκέν σοι

16:18 κριτὰς καὶ γραμματοεισαγωγει̃ς καταστήσεις σεαυτω̨̃ ἐν πάσαις ται̃ς πόλεσίν σου αἱ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι κατὰ φυλάς καὶ κρινου̃σιν τὸν λαὸν κρίσιν δικαίαν

16:19 οὐκ ἐκκλινου̃σιν κρίσιν οὐκ ἐπιγνώσονται πρόσωπον οὐδὲ λήμψονται δω̃ρον τὰ γὰρ δω̃ρα ἐκτυφλοι̃ ὀφθαλμοὺς σοφω̃ν καὶ ἐξαίρει λόγους δικαίων

16:20 δικαίως τὸ δίκαιον διώξη̨ ἵνα ζη̃τε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γη̃ν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι

16:21 οὐ φυτεύσεις σεαυτω̨̃ ἄλσος πα̃ν ξύλον παρὰ τὸ θυσιαστήριον κυρίου του̃ θεου̃ σου ὃ ποιήσεις σεαυτω̨̃

16:22 οὐ στήσεις σεαυτω̨̃ στήλην ἃ ἐμίσησεν κύριος ὁ θεός σου

17:1 οὐ θύσεις κυρίω̨ τω̨̃ θεω̨̃ σου μόσχον ἢ πρόβατον ἐν ὡ̨̃ ἐστιν ἐν αὐτω̨̃ μω̃μος πα̃ν ῥη̃μα πονηρόν ὅτι βδέλυγμα κυρίω̨ τω̨̃ θεω̨̃ σού ἐστιν

17:2 ἐὰν δὲ εὑρεθη̨̃ ἐν σοὶ ἐν μια̨̃ τω̃ν πόλεών σου ὡ̃ν κύριος ὁ θεός σου δίδωσίν σοι ἀνὴρ ἢ γυνή ὅστις ποιήσει τὸ πονηρὸν ἐναντίον κυρίου του̃ θεου̃ σου παρελθει̃ν τὴν διαθήκην αὐτου̃

17:3 καὶ ἐλθόντες λατρεύσωσιν θεοι̃ς ἑτέροις καὶ προσκυνήσωσιν αὐτοι̃ς τω̨̃ ἡλίω̨ ἢ τη̨̃ σελήνη̨ ἢ παντὶ τω̃ν ἐκ του̃ κόσμου του̃ οὐρανου̃ ἃ οὐ προσέταξεν

17:4 καὶ ἀναγγελη̨̃ σοι καὶ ἐκζητήσεις σφόδρα καὶ ἰδοὺ ἀληθω̃ς γέγονεν τὸ ῥη̃μα γεγένηται τὸ βδέλυγμα του̃το ἐν Ισραηλ

17:5 καὶ ἐξάξεις τὸν ἄνθρωπον ἐκει̃νον ἢ τὴν γυναι̃κα ἐκείνην καὶ λιθοβολήσετε αὐτοὺς ἐν λίθοις καὶ τελευτήσουσιν

17:6 ἐπὶ δυσὶν μάρτυσιν ἢ ἐπὶ τρισὶν μάρτυσιν ἀποθανει̃ται ὁ ἀποθνή̨σκων οὐκ ἀποθανει̃ται ἐφ' ἑνὶ μάρτυρι

17:7 καὶ ἡ χεὶρ τω̃ν μαρτύρων ἔσται ἐπ' αὐτω̨̃ ἐν πρώτοις θανατω̃σαι αὐτόν καὶ ἡ χεὶρ παντὸς του̃ λαου̃ ἐπ' ἐσχάτων καὶ ἐξαρει̃ς τὸν πονηρὸν ἐξ ὑμω̃ν αὐτω̃ν

17:8 ἐὰν δὲ ἀδυνατήση̨ ἀπὸ σου̃ ῥη̃μα ἐν κρίσει ἀνὰ μέσον αἱ̃μα αἵματος καὶ ἀνὰ μέσον κρίσις κρίσεως καὶ ἀνὰ μέσον ἁφὴ ἁφη̃ς καὶ ἀνὰ μέσον ἀντιλογία ἀντιλογίας ῥήματα κρίσεως ἐν ται̃ς πόλεσιν ὑμω̃ν καὶ ἀναστὰς ἀναβήση̨ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃

17:9 καὶ ἐλεύση̨ πρὸς τοὺς ἱερει̃ς τοὺς Λευίτας καὶ πρὸς τὸν κριτήν ὃς ἂν γένηται ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐκζητήσαντες ἀναγγελου̃σίν σοι τὴν κρίσιν

17:10 καὶ ποιήσεις κατὰ τὸ πρα̃γμα ὃ ἐὰν ἀναγγείλωσίν σοι ἐκ του̃ τόπου οὑ̃ ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃ καὶ φυλάξη̨ σφόδρα ποιη̃σαι κατὰ πάντα ὅσα ἐὰν νομοθετηθη̨̃ σοι

17:11 κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν ἣν ἂν εἴπωσίν σοι ποιήσεις οὐκ ἐκκλινει̃ς ἀπὸ του̃ ῥήματος οὑ̃ ἐὰν ἀναγγείλωσίν σοι δεξιὰ οὐδὲ ἀριστερά

17:12 καὶ ὁ ἄνθρωπος ὃς ἂν ποιήση̨ ἐν ὑπερηφανία̨ του̃ μὴ ὑπακου̃σαι του̃ ἱερέως του̃ παρεστηκότος λειτουργει̃ν ἐπὶ τω̨̃ ὀνόματι κυρίου του̃ θεου̃ σου ἢ του̃ κριτου̃ ὃς ἂν ἠ̨̃ ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἀποθανει̃ται ὁ ἄνθρωπος ἐκει̃νος καὶ ἐξαρει̃ς τὸν πονηρὸν ἐξ Ισραηλ

17:13 καὶ πα̃ς ὁ λαὸς ἀκούσας φοβηθήσεται καὶ οὐκ ἀσεβήσει ἔτι

17:14 ἐὰν δὲ εἰσέλθη̨ς εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρω̨ καὶ κληρονομήση̨ς αὐτὴν καὶ κατοικήση̨ς ἐπ' αὐτη̃ς καὶ εἴπη̨ς καταστήσω ἐπ' ἐμαυτὸν ἄρχοντα καθὰ καὶ τὰ λοιπὰ ἔθνη τὰ κύκλω̨ μου

17:15 καθιστω̃ν καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν ἐκ τω̃ν ἀδελφω̃ν σου καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα οὐ δυνήση̨ καταστη̃σαι ἐπὶ σεαυτὸν ἄνθρωπον ἀλλότριον ὅτι οὐκ ἀδελφός σού ἐστιν

17:16 διότι οὐ πληθυνει̃ ἑαυτω̨̃ ἵππον οὐδὲ μὴ ἀποστρέψη̨ τὸν λαὸν εἰς Αἴγυπτον ὅπως πληθύνη̨ ἑαυτω̨̃ ἵππον ὁ δὲ κύριος εἰ̃πεν οὐ προσθήσετε ἀποστρέψαι τη̨̃ ὁδω̨̃ ταύτη̨ ἔτι

17:17 καὶ οὐ πληθυνει̃ ἑαυτω̨̃ γυναι̃κας οὐδὲ μεταστήσεται αὐτου̃ ἡ καρδία καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνει̃ ἑαυτω̨̃ σφόδρα

17:18 καὶ ἔσται ὅταν καθίση̨ ἐπὶ τη̃ς ἀρχη̃ς αὐτου̃ καὶ γράψει ἑαυτω̨̃ τὸ δευτερονόμιον του̃το εἰς βιβλίον παρὰ τω̃ν ἱερέων τω̃ν Λευιτω̃ν

17:19 καὶ ἔσται μετ' αὐτου̃ καὶ ἀναγνώσεται ἐν αὐτω̨̃ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃ ἵνα μάθη̨ φοβει̃σθαι κύριον τὸν θεὸν αὐτου̃ φυλάσσεσθαι πάσας τὰς ἐντολὰς ταύτας καὶ τὰ δικαιώματα ταυ̃τα ποιει̃ν

17:20 ἵνα μὴ ὑψωθη̨̃ ἡ καρδία αὐτου̃ ἀπὸ τω̃ν ἀδελφω̃ν αὐτου̃ ἵνα μὴ παραβη̨̃ ἀπὸ τω̃ν ἐντολω̃ν δεξιὰ ἢ ἀριστερά ὅπως ἂν μακροχρονίση̨ ἐπὶ τη̃ς ἀρχη̃ς αὐτου̃ αὐτὸς καὶ οἱ υἱοὶ αὐτου̃ ἐν τοι̃ς υἱοι̃ς Ισραηλ

18:1 οὐκ ἔσται τοι̃ς ἱερευ̃σιν τοι̃ς Λευίταις ὅλη̨ φυλη̨̃ Λευι μερὶς οὐδὲ κλη̃ρος μετὰ Ισραηλ καρπώματα κυρίου ὁ κλη̃ρος αὐτω̃ν φάγονται αὐτά

18:2 κλη̃ρος δὲ οὐκ ἔσται αὐτοι̃ς ἐν τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν κύριος αὐτὸς κλη̃ρος αὐτου̃ καθότι εἰ̃πεν αὐτω̨̃

18:3 καὶ αὕτη ἡ κρίσις τω̃ν ἱερέων τὰ παρὰ του̃ λαου̃ παρὰ τω̃ν θυόντων τὰ θύματα ἐάν τε μόσχον ἐάν τε πρόβατον καὶ δώσει τω̨̃ ἱερει̃ τὸν βραχίονα καὶ τὰ σιαγόνια καὶ τὸ ἔνυστρον

18:4 καὶ τὰς ἀπαρχὰς του̃ σίτου σου καὶ του̃ οἴνου σου καὶ του̃ ἐλαίου σου καὶ τὴν ἀπαρχὴν τω̃ν κουρω̃ν τω̃ν προβάτων σου δώσεις αὐτω̨̃

18:5 ὅτι αὐτὸν ἐξελέξατο κύριος ὁ θεός σου ἐκ πασω̃ν τω̃ν φυλω̃ν σου παρεστάναι ἔναντι κυρίου του̃ θεου̃ σου λειτουργει̃ν καὶ εὐλογει̃ν ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ αὐτὸς καὶ οἱ υἱοὶ αὐτου̃ ἐν τοι̃ς υἱοι̃ς Ισραηλ

18:6 ἐὰν δὲ παραγένηται ὁ Λευίτης ἐκ μια̃ς τω̃ν πόλεων ὑμω̃ν ἐκ πάντων τω̃ν υἱω̃ν Ισραηλ οὑ̃ αὐτὸς παροικει̃ καθότι ἐπιθυμει̃ ἡ ψυχὴ αὐτου̃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος

18:7 καὶ λειτουργήσει τω̨̃ ὀνόματι κυρίου του̃ θεου̃ αὐτου̃ ὥσπερ πάντες οἱ ἀδελφοὶ αὐτου̃ οἱ Λευι̃ται οἱ παρεστηκότες ἐκει̃ ἔναντι κυρίου

18:8 μερίδα μεμερισμένην φάγεται πλὴν τη̃ς πράσεως τη̃ς κατὰ πατριάν

18:9 ἐὰν δὲ εἰσέλθη̨ς εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι οὐ μαθήση̨ ποιει̃ν κατὰ τὰ βδελύγματα τω̃ν ἐθνω̃ν ἐκείνων

18:10 οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτου̃ ἢ τὴν θυγατέρα αὐτου̃ ἐν πυρί μαντευόμενος μαντείαν κληδονιζόμενος καὶ οἰωνιζόμενος φαρμακός

18:11 ἐπαείδων ἐπαοιδήν ἐγγαστρίμυθος καὶ τερατοσκόπος ἐπερωτω̃ν τοὺς νεκρούς

18:12 ἔστιν γὰρ βδέλυγμα κυρίω̨ τω̨̃ θεω̨̃ σου πα̃ς ποιω̃ν ταυ̃τα ἕνεκεν γὰρ τω̃ν βδελυγμάτων τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ σου̃

18:13 τέλειος ἔση̨ ἐναντίον κυρίου του̃ θεου̃ σου

18:14 τὰ γὰρ ἔθνη ταυ̃τα οὓς σὺ κατακληρονομει̃ς αὐτούς οὑ̃τοι κληδόνων καὶ μαντειω̃ν ἀκούσονται σοὶ δὲ οὐχ οὕτως ἔδωκεν κύριος ὁ θεός σου

18:15 προφήτην ἐκ τω̃ν ἀδελφω̃ν σου ὡς ἐμὲ ἀναστήσει σοι κύριος ὁ θεός σου αὐτου̃ ἀκούσεσθε

18:16 κατὰ πάντα ὅσα ἠ̨τήσω παρὰ κυρίου του̃ θεου̃ σου ἐν Χωρηβ τη̨̃ ἡμέρα̨ τη̃ς ἐκκλησίας λέγοντες οὐ προσθήσομεν ἀκου̃σαι τὴν φωνὴν κυρίου του̃ θεου̃ ἡμω̃ν καὶ τὸ πυ̃ρ τὸ μέγα του̃το οὐκ ὀψόμεθα ἔτι οὐδὲ μὴ ἀποθάνωμεν

18:17 καὶ εἰ̃πεν κύριος πρός με ὀρθω̃ς πάντα ὅσα ἐλάλησαν

18:18 προφήτην ἀναστήσω αὐτοι̃ς ἐκ τω̃ν ἀδελφω̃ν αὐτω̃ν ὥσπερ σὲ καὶ δώσω τὸ ῥη̃μά μου ἐν τω̨̃ στόματι αὐτου̃ καὶ λαλήσει αὐτοι̃ς καθότι ἂν ἐντείλωμαι αὐτω̨̃

18:19 καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούση̨ ὅσα ἐὰν λαλήση̨ ὁ προφήτης ἐπὶ τω̨̃ ὀνόματί μου ἐγὼ ἐκδικήσω ἐξ αὐτου̃

18:20 πλὴν ὁ προφήτης ὃς ἂν ἀσεβήση̨ λαλη̃σαι ἐπὶ τω̨̃ ὀνόματί μου ῥη̃μα ὃ οὐ προσέταξα λαλη̃σαι καὶ ὃς ἂν λαλήση̨ ἐπ' ὀνόματι θεω̃ν ἑτέρων ἀποθανει̃ται ὁ προφήτης ἐκει̃νος

18:21 ἐὰν δὲ εἴπη̨ς ἐν τη̨̃ καρδία̨ σου πω̃ς γνωσόμεθα τὸ ῥη̃μα ὃ οὐκ ἐλάλησεν κύριος

18:22 ὅσα ἐὰν λαλήση̨ ὁ προφήτης ἐπὶ τω̨̃ ὀνόματι κυρίου καὶ μὴ γένηται τὸ ῥη̃μα καὶ μὴ συμβη̨̃ του̃το τὸ ῥη̃μα ὃ οὐκ ἐλάλησεν κύριος ἐν ἀσεβεία̨ ἐλάλησεν ὁ προφήτης ἐκει̃νος οὐκ ἀφέξεσθε αὐτου̃

19:1 ἐὰν δὲ ἀφανίση̨ κύριος ὁ θεός σου τὰ ἔθνη ἃ ὁ θεός σου δίδωσίν σοι τὴν γη̃ν αὐτω̃ν καὶ κατακληρονομήσητε αὐτοὺς καὶ κατοικήσητε ἐν ται̃ς πόλεσιν αὐτω̃ν καὶ ἐν τοι̃ς οἴκοις αὐτω̃ν

19:2 τρει̃ς πόλεις διαστελει̃ς σεαυτω̨̃ ἐν μέσω̨ τη̃ς γη̃ς σου ἡ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι

19:3 στόχασαί σοι τὴν ὁδὸν καὶ τριμεριει̃ς τὰ ὅρια τη̃ς γη̃ς σου ἣν καταμερίζει σοι κύριος ὁ θεός σου καὶ ἔσται καταφυγὴ ἐκει̃ παντὶ φονευτη̨̃

19:4 του̃το δὲ ἔσται τὸ πρόσταγμα του̃ φονευτου̃ ὃς ἂν φύγη̨ ἐκει̃ καὶ ζήσεται ὃς ἂν πατάξη̨ τὸν πλησίον αὐτου̃ ἀκουσίως καὶ οὑ̃τος οὐ μισω̃ν αὐτὸν πρὸ τη̃ς ἐχθὲς καὶ πρὸ τη̃ς τρίτης

19:5 καὶ ὃς ἂν εἰσέλθη̨ μετὰ του̃ πλησίον εἰς τὸν δρυμὸν συναγαγει̃ν ξύλα καὶ ἐκκρουσθη̨̃ ἡ χεὶρ αὐτου̃ τη̨̃ ἀξίνη̨ κόπτοντος τὸ ξύλον καὶ ἐκπεσὸν τὸ σιδήριον ἀπὸ του̃ ξύλου τύχη̨ του̃ πλησίον καὶ ἀποθάνη̨ οὑ̃τος καταφεύξεται εἰς μίαν τω̃ν πόλεων τούτων καὶ ζήσεται

19:6 ἵνα μὴ διώξας ὁ ἀγχιστεύων του̃ αἵματος ὀπίσω του̃ φονεύσαντος ὅτι παρατεθέρμανται τη̨̃ καρδία̨ καὶ καταλάβη̨ αὐτόν ἐὰν μακροτέρα ἠ̨̃ ἡ ὁδός καὶ πατάξη̨ αὐτου̃ τὴν ψυχήν καὶ ἀποθάνη̨ καὶ τούτω̨ οὐκ ἔστιν κρίσις θανάτου ὅτι οὐ μισω̃ν ἠ̃ν αὐτὸν πρὸ τη̃ς ἐχθὲς καὶ πρὸ τη̃ς τρίτης

19:7 διὰ του̃το ἐγώ σοι ἐντέλλομαι τὸ ῥη̃μα του̃το λέγων τρει̃ς πόλεις διαστελει̃ς σεαυτω̨̃

19:8 ἐὰν δὲ ἐμπλατύνη̨ κύριος ὁ θεός σου τὰ ὅριά σου ὃν τρόπον ὤμοσεν τοι̃ς πατράσιν σου καὶ δω̨̃ σοι κύριος πα̃σαν τὴν γη̃ν ἣν εἰ̃πεν δου̃ναι τοι̃ς πατράσιν σου

19:9 ἐὰν ἀκούση̨ς ποιει̃ν πάσας τὰς ἐντολὰς ταύτας ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἀγαπα̃ν κύριον τὸν θεόν σου πορεύεσθαι ἐν πάσαις ται̃ς ὁδοι̃ς αὐτου̃ πάσας τὰς ἡμέρας καὶ προσθήσεις σεαυτω̨̃ ἔτι τρει̃ς πόλεις πρὸς τὰς τρει̃ς ταύτας

19:10 καὶ οὐκ ἐκχυθήσεται αἱ̃μα ἀναίτιον ἐν τη̨̃ γη̨̃ σου ἡ̨̃ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρω̨ καὶ οὐκ ἔσται ἐν σοὶ αἵματι ἔνοχος

19:11 ἐὰν δὲ γένηται ἄνθρωπος μισω̃ν τὸν πλησίον καὶ ἐνεδρεύση̨ αὐτὸν καὶ ἐπαναστη̨̃ ἐπ' αὐτὸν καὶ πατάξη̨ αὐτου̃ ψυχήν καὶ ἀπεθάνη̨ καὶ φύγη̨ εἰς μίαν τω̃ν πόλεων τούτων

19:12 καὶ ἀποστελου̃σιν ἡ γερουσία τη̃ς πόλεως αὐτου̃ καὶ λήμψονται αὐτὸν ἐκει̃θεν καὶ παραδώσουσιν αὐτὸν εἰς χει̃ρας τω̨̃ ἀγχιστεύοντι του̃ αἵματος καὶ ἀποθανει̃ται

19:13 οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ' αὐτω̨̃ καὶ καθαριει̃ς τὸ αἱ̃μα τὸ ἀναίτιον ἐξ Ισραηλ καὶ εὐ̃ σοι ἔσται

19:14 οὐ μετακινήσεις ὅρια του̃ πλησίον σου ἃ ἔστησαν οἱ πατέρες σου ἐν τη̨̃ κληρονομία̨ σου ἡ̨̃ κατεκληρονομήθης ἐν τη̨̃ γη̨̃ ἡ̨̃ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρω̨

19:15 οὐκ ἐμμενει̃ μάρτυς εἱ̃ς μαρτυρη̃σαι κατὰ ἀνθρώπου κατὰ πα̃σαν ἀδικίαν καὶ κατὰ πα̃ν ἁμάρτημα καὶ κατὰ πα̃σαν ἁμαρτίαν ἣν ἂν ἁμάρτη̨ ἐπὶ στόματος δύο μαρτύρων καὶ ἐπὶ στόματος τριω̃ν μαρτύρων σταθήσεται πα̃ν ῥη̃μα

19:16 ἐὰν δὲ καταστη̨̃ μάρτυς ἄδικος κατὰ ἀνθρώπου καταλέγων αὐτου̃ ἀσέβειαν

19:17 καὶ στήσονται οἱ δύο ἄνθρωποι οἱ̃ς ἐστιν αὐτοι̃ς ἡ ἀντιλογία ἔναντι κυρίου καὶ ἔναντι τω̃ν ἱερέων καὶ ἔναντι τω̃ν κριτω̃ν οἳ ἐὰν ὠ̃σιν ἐν ται̃ς ἡμέραις ἐκείναις

19:18 καὶ ἐξετάσωσιν οἱ κριταὶ ἀκριβω̃ς καὶ ἰδοὺ μάρτυς ἄδικος ἐμαρτύρησεν ἄδικα ἀντέστη κατὰ του̃ ἀδελφου̃ αὐτου̃

19:19 καὶ ποιήσετε αὐτω̨̃ ὃν τρόπον ἐπονηρεύσατο ποιη̃σαι κατὰ του̃ ἀδελφου̃ αὐτου̃ καὶ ἐξαρει̃ς τὸν πονηρὸν ἐξ ὑμω̃ν αὐτω̃ν

19:20 καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται καὶ οὐ προσθήσουσιν ἔτι ποιη̃σαι κατὰ τὸ ῥη̃μα τὸ πονηρὸν του̃το ἐν ὑμι̃ν

19:21 οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ' αὐτω̨̃ ψυχὴν ἀντὶ ψυχη̃ς ὀφθαλμὸν ἀντὶ ὀφθαλμου̃ ὀδόντα ἀντὶ ὀδόντος χει̃ρα ἀντὶ χειρός πόδα ἀντὶ ποδός

20:1 ἐὰν δὲ ἐξέλθη̨ς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἴδη̨ς ἵππον καὶ ἀναβάτην καὶ λαὸν πλείονά σου οὐ φοβηθήση̨ ἀπ' αὐτω̃ν ὅτι κύριος ὁ θεός σου μετὰ σου̃ ὁ ἀναβιβάσας σε ἐκ γη̃ς Αἰγύπτου

20:2 καὶ ἔσται ὅταν ἐγγίση̨ς τω̨̃ πολέμω̨ καὶ προσεγγίσας ὁ ἱερεὺς λαλήσει τω̨̃ λαω̨̃

20:3 καὶ ἐρει̃ πρὸς αὐτούς ἄκουε Ισραηλ ὑμει̃ς προσπορεύεσθε σήμερον εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς ὑμω̃ν μὴ ἐκλυέσθω ἡ καρδία ὑμω̃ν μὴ φοβει̃σθε μηδὲ θραύεσθε μηδὲ ἐκκλίνητε ἀπὸ προσώπου αὐτω̃ν

20:4 ὅτι κύριος ὁ θεὸς ὑμω̃ν ὁ προπορευόμενος μεθ' ὑμω̃ν συνεκπολεμη̃σαι ὑμι̃ν τοὺς ἐχθροὺς ὑμω̃ν διασω̃σαι ὑμα̃ς

20:5 καὶ λαλήσουσιν οἱ γραμματει̃ς πρὸς τὸν λαὸν λέγοντες τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν καὶ οὐκ ἐνεκαίνισεν αὐτήν πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτου̃ μὴ ἀποθάνη̨ ἐν τω̨̃ πολέμω̨ καὶ ἄνθρωπος ἕτερος ἐγκαινιει̃ αὐτήν

20:6 καὶ τίς ὁ ἄνθρωπος ὅστις ἐφύτευσεν ἀμπελω̃να καὶ οὐκ εὐφράνθη ἐξ αὐτου̃ πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτου̃ μὴ ἀποθάνη̨ ἐν τω̨̃ πολέμω̨ καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτου̃

20:7 καὶ τίς ὁ ἄνθρωπος ὅστις μεμνήστευται γυναι̃κα καὶ οὐκ ἔλαβεν αὐτήν πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτου̃ μὴ ἀποθάνη̨ ἐν τω̨̃ πολέμω̨ καὶ ἄνθρωπος ἕτερος λήμψεται αὐτήν

20:8 καὶ προσθήσουσιν οἱ γραμματει̃ς λαλη̃σαι πρὸς τὸν λαὸν καὶ ἐρου̃σιν τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τη̨̃ καρδία̨ πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτου̃ ἵνα μὴ δειλιάνη̨ τὴν καρδίαν του̃ ἀδελφου̃ αὐτου̃ ὥσπερ ἡ αὐτου̃

20:9 καὶ ἔσται ὅταν παύσωνται οἱ γραμματει̃ς λαλου̃ντες πρὸς τὸν λαόν καὶ καταστήσουσιν ἄρχοντας τη̃ς στρατια̃ς προηγουμένους του̃ λαου̃

20:10 ἐὰν δὲ προσέλθη̨ς πρὸς πόλιν ἐκπολεμη̃σαι αὐτήν καὶ ἐκκαλέση̨ αὐτοὺς μετ' εἰρήνης

20:11 ἐὰν μὲν εἰρηνικὰ ἀποκριθω̃σίν σοι καὶ ἀνοίξωσίν σοι ἔσται πα̃ς ὁ λαὸς οἱ εὑρεθέντες ἐν αὐτη̨̃ ἔσονταί σοι φορολόγητοι καὶ ὑπήκοοί σου

20:12 ἐὰν δὲ μὴ ὑπακούσωσίν σοι καὶ ποιήσωσιν πρὸς σὲ πόλεμον περικαθιει̃ς αὐτήν

20:13 καὶ παραδώσει αὐτὴν κύριος ὁ θεός σου εἰς τὰς χει̃ράς σου καὶ πατάξεις πα̃ν ἀρσενικὸν αὐτη̃ς ἐν φόνω̨ μαχαίρας

20:14 πλὴν τω̃ν γυναικω̃ν καὶ τη̃ς ἀποσκευη̃ς καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἂν ὑπάρχη̨ ἐν τη̨̃ πόλει καὶ πα̃σαν τὴν ἀπαρτίαν προνομεύσεις σεαυτω̨̃ καὶ φάγη̨ πα̃σαν τὴν προνομὴν τω̃ν ἐχθρω̃ν σου ὡ̃ν κύριος ὁ θεός σου δίδωσίν σοι

20:15 οὕτως ποιήσεις πάσας τὰς πόλεις τὰς μακρὰν οὔσας ἀπὸ σου̃ σφόδρα αἳ οὐχὶ ἐκ τω̃ν πόλεων τω̃ν ἐθνω̃ν τούτων

20:16 ἰδοὺ δὲ ἀπὸ τω̃ν πόλεων τω̃ν ἐθνω̃ν τούτων ὡ̃ν κύριος ὁ θεός σου δίδωσίν σοι κληρονομει̃ν τὴν γη̃ν αὐτω̃ν οὐ ζωγρήσετε ἀπ' αὐτω̃ν πα̃ν ἐμπνέον

20:17 ἀλλ' ἢ ἀναθέματι ἀναθεματιει̃τε αὐτούς τὸν Χετται̃ον καὶ Αμορραι̃ον καὶ Χαναναι̃ον καὶ Φερεζαι̃ον καὶ Ευαι̃ον καὶ Ιεβουσαι̃ον καὶ Γεργεσαι̃ον ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου

20:18 ἵνα μὴ διδάξωσιν ὑμα̃ς ποιει̃ν πάντα τὰ βδελύγματα αὐτω̃ν ὅσα ἐποίησαν τοι̃ς θεοι̃ς αὐτω̃ν καὶ ἁμαρτήσεσθε ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν

20:19 ἐὰν δὲ περικαθίση̨ς περὶ πόλιν ἡμέρας πλείους ἐκπολεμη̃σαι αὐτὴν εἰς κατάλημψιν αὐτη̃ς οὐχὶ ἐξολεθρεύσεις τὰ δένδρα αὐτη̃ς ἐπιβαλει̃ν ἐπ' αὐτὰ σίδηρον ἀλλ' ἢ ἀπ' αὐτου̃ φάγη̨ αὐτὸ δὲ οὐκ ἐκκόψεις μὴ ἄνθρωπος τὸ ξύλον τὸ ἐν τω̨̃ ἀγρω̨̃ εἰσελθει̃ν ἀπὸ προσώπου σου εἰς τὸν χάρακα

20:20 ἀλλὰ ξύλον ὃ ἐπίστασαι ὅτι οὐ καρπόβρωτόν ἐστιν του̃το ἐξολεθρεύσεις καὶ ἐκκόψεις καὶ οἰκοδομήσεις χαράκωσιν ἐπὶ τὴν πόλιν ἥτις ποιει̃ πρὸς σὲ τὸν πόλεμον ἕως ἂν παραδοθη̨̃

21:1 ἐὰν δὲ εὑρεθη̨̃ τραυματίας ἐν τη̨̃ γη̨̃ ἡ̨̃ κύριος ὁ θεός σου δίδωσίν σοι κληρονομη̃σαι πεπτωκὼς ἐν τω̨̃ πεδίω̨ καὶ οὐκ οἴδασιν τὸν πατάξαντα

21:2 ἐξελεύσεται ἡ γερουσία σου καὶ οἱ κριταί σου καὶ ἐκμετρήσουσιν ἐπὶ τὰς πόλεις τὰς κύκλω̨ του̃ τραυματίου

21:3 καὶ ἔσται ἡ πόλις ἡ ἐγγίζουσα τω̨̃ τραυματία̨ καὶ λήμψεται ἡ γερουσία τη̃ς πόλεως ἐκείνης δάμαλιν ἐκ βοω̃ν ἥτις οὐκ εἴργασται καὶ ἥτις οὐχ εἵλκυσεν ζυγόν

21:4 καὶ καταβιβάσουσιν ἡ γερουσία τη̃ς πόλεως ἐκείνης τὴν δάμαλιν εἰς φάραγγα τραχει̃αν ἥτις οὐκ εἴργασται οὐδὲ σπείρεται καὶ νευροκοπήσουσιν τὴν δάμαλιν ἐν τη̨̃ φάραγγι

21:5 καὶ προσελεύσονται οἱ ἱερει̃ς οἱ Λευι̃ται ὅτι αὐτοὺς ἐπέλεξεν κύριος ὁ θεός σου παρεστηκέναι αὐτω̨̃ καὶ εὐλογει̃ν ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ καὶ ἐπὶ τω̨̃ στόματι αὐτω̃ν ἔσται πα̃σα ἀντιλογία καὶ πα̃σα ἁφή

21:6 καὶ πα̃σα ἡ γερουσία τη̃ς πόλεως ἐκείνης οἱ ἐγγίζοντες τω̨̃ τραυματία̨ νίψονται τὰς χει̃ρας ἐπὶ τὴν κεφαλὴν τη̃ς δαμάλεως τη̃ς νενευροκοπημένης ἐν τη̨̃ φάραγγι

21:7 καὶ ἀποκριθέντες ἐρου̃σιν αἱ χει̃ρες ἡμω̃ν οὐκ ἐξέχεαν τὸ αἱ̃μα του̃το καὶ οἱ ὀφθαλμοὶ ἡμω̃ν οὐχ ἑωράκασιν

21:8 ἵλεως γενου̃ τω̨̃ λαω̨̃ σου Ισραηλ οὓς ἐλυτρώσω κύριε ἐκ γη̃ς Αἰγύπτου ἵνα μὴ γένηται αἱ̃μα ἀναίτιον ἐν τω̨̃ λαω̨̃ σου Ισραηλ καὶ ἐξιλασθήσεται αὐτοι̃ς τὸ αἱ̃μα

21:9 σὺ δὲ ἐξαρει̃ς τὸ αἱ̃μα τὸ ἀναίτιον ἐξ ὑμω̃ν αὐτω̃ν ἐὰν ποιήση̨ς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἔναντι κυρίου του̃ θεου̃ σου

21:10 ἐὰν δὲ ἐξελθὼν εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ παραδω̨̃ σοι κύριος ὁ θεός σου εἰς τὰς χει̃ράς σου καὶ προνομεύσεις τὴν προνομὴν αὐτω̃ν

21:11 καὶ ἴδη̨ς ἐν τη̨̃ προνομη̨̃ γυναι̃κα καλὴν τω̨̃ εἴδει καὶ ἐνθυμηθη̨̃ς αὐτη̃ς καὶ λάβη̨ς αὐτὴν σαυτω̨̃ γυναι̃κα

21:12 καὶ εἰσάξεις αὐτὴν ἔνδον εἰς τὴν οἰκίαν σου καὶ ξυρήσεις τὴν κεφαλὴν αὐτη̃ς καὶ περιονυχιει̃ς αὐτὴν

21:13 καὶ περιελει̃ς τὰ ἱμάτια τη̃ς αἰχμαλωσίας αὐτη̃ς ἀπ' αὐτη̃ς καὶ καθίεται ἐν τη̨̃ οἰκία̨ σου καὶ κλαύσεται τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας καὶ μετὰ ταυ̃τα εἰσελεύση̨ πρὸς αὐτὴν καὶ συνοικισθήση̨ αὐτη̨̃ καὶ ἔσται σου γυνή

21:14 καὶ ἔσται ἐὰν μὴ θέλη̨ς αὐτήν ἐξαποστελει̃ς αὐτὴν ἐλευθέραν καὶ πράσει οὐ πραθήσεται ἀργυρίου οὐκ ἀθετήσεις αὐτήν διότι ἐταπείνωσας αὐτήν

21:15 ἐὰν δὲ γένωνται ἀνθρώπω̨ δύο γυναι̃κες μία αὐτω̃ν ἠγαπημένη καὶ μία αὐτω̃ν μισουμένη καὶ τέκωσιν αὐτω̨̃ ἡ ἠγαπημένη καὶ ἡ μισουμένη καὶ γένηται υἱὸς πρωτότοκος τη̃ς μισουμένης

21:16 καὶ ἔσται ἡ̨̃ ἂν ἡμέρα̨ κατακληροδοτη̨̃ τοι̃ς υἱοι̃ς αὐτου̃ τὰ ὑπάρχοντα αὐτου̃ οὐ δυνήσεται πρωτοτοκευ̃σαι τω̨̃ υἱω̨̃ τη̃ς ἠγαπημένης ὑπεριδὼν τὸν υἱὸν τη̃ς μισουμένης τὸν πρωτότοκον

21:17 ἀλλὰ τὸν πρωτότοκον υἱὸν τη̃ς μισουμένης ἐπιγνώσεται δου̃ναι αὐτω̨̃ διπλα̃ ἀπὸ πάντων ὡ̃ν ἂν εὑρεθη̨̃ αὐτω̨̃ ὅτι οὑ̃τός ἐστιν ἀρχὴ τέκνων αὐτου̃ καὶ τούτω̨ καθήκει τὰ πρωτοτόκια

21:18 ἐὰν δέ τινι ἠ̨̃ υἱὸς ἀπειθὴς καὶ ἐρεθιστὴς οὐχ ὑπακούων φωνὴν πατρὸς καὶ φωνὴν μητρὸς καὶ παιδεύσωσιν αὐτὸν καὶ μὴ εἰσακούη̨ αὐτω̃ν

21:19 καὶ συλλαβόντες αὐτὸν ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ αὐτου̃ καὶ ἐξάξουσιν αὐτὸν ἐπὶ τὴν γερουσίαν τη̃ς πόλεως αὐτου̃ καὶ ἐπὶ τὴν πύλην του̃ τόπου αὐτου̃

21:20 καὶ ἐρου̃σιν τοι̃ς ἀνδράσιν τη̃ς πόλεως αὐτω̃ν ὁ υἱὸς ἡμω̃ν οὑ̃τος ἀπειθει̃ καὶ ἐρεθίζει οὐχ ὑπακούει τη̃ς φωνη̃ς ἡμω̃ν συμβολοκοπω̃ν οἰνοφλυγει̃

21:21 καὶ λιθοβολήσουσιν αὐτὸν οἱ ἄνδρες τη̃ς πόλεως αὐτου̃ ἐν λίθοις καὶ ἀποθανει̃ται καὶ ἐξαρει̃ς τὸν πονηρὸν ἐξ ὑμω̃ν αὐτω̃ν καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται

21:22 ἐὰν δὲ γένηται ἔν τινι ἁμαρτία κρίμα θανάτου καὶ ἀποθάνη̨ καὶ κρεμάσητε αὐτὸν ἐπὶ ξύλου

21:23 οὐκ ἐπικοιμηθήσεται τὸ σω̃μα αὐτου̃ ἐπὶ του̃ ξύλου ἀλλὰ ταφη̨̃ θάψετε αὐτὸν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅτι κεκατηραμένος ὑπὸ θεου̃ πα̃ς κρεμάμενος ἐπὶ ξύλου καὶ οὐ μιανει̃τε τὴν γη̃ν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρω̨

22:1 μὴ ἰδὼν τὸν μόσχον του̃ ἀδελφου̃ σου ἢ τὸ πρόβατον αὐτου̃ πλανώμενα ἐν τη̨̃ ὁδω̨̃ ὑπερίδη̨ς αὐτά ἀποστροφη̨̃ ἀποστρέψεις αὐτὰ τω̨̃ ἀδελφω̨̃ σου καὶ ἀποδώσεις αὐτω̨̃

22:2 ἐὰν δὲ μὴ ἐγγίζη̨ ὁ ἀδελφός σου πρὸς σὲ μηδὲ ἐπίστη̨ αὐτόν συνάξεις αὐτὰ ἔνδον εἰς τὴν οἰκίαν σου καὶ ἔσται μετὰ σου̃ ἕως ἂν ζητήση̨ αὐτὰ ὁ ἀδελφός σου καὶ ἀποδώσεις αὐτω̨̃

22:3 οὕτως ποιήσεις τὸν ὄνον αὐτου̃ καὶ οὕτως ποιήσεις τὸ ἱμάτιον αὐτου̃ καὶ οὕτως ποιήσεις κατὰ πα̃σαν ἀπώλειαν του̃ ἀδελφου̃ σου ὅσα ἐὰν ἀπόληται παρ' αὐτου̃ καὶ εὕρη̨ς οὐ δυνήση̨ ὑπεριδει̃ν

22:4 οὐκ ὄψη̨ τὸν ὄνον του̃ ἀδελφου̃ σου ἢ τὸν μόσχον αὐτου̃ πεπτωκότας ἐν τη̨̃ ὁδω̨̃ μὴ ὑπερίδη̨ς αὐτούς ἀνιστω̃ν ἀναστήσεις μετ' αὐτου̃

22:5 οὐκ ἔσται σκεύη ἀνδρὸς ἐπὶ γυναικί οὐδὲ μὴ ἐνδύσηται ἀνὴρ στολὴν γυναικείαν ὅτι βδέλυγμα κυρίω̨ τω̨̃ θεω̨̃ σού ἐστιν πα̃ς ποιω̃ν ταυ̃τα

22:6 ἐὰν δὲ συναντήση̨ς νοσσια̨̃ ὀρνέων πρὸ προσώπου σου ἐν τη̨̃ ὁδω̨̃ ἢ ἐπὶ παντὶ δένδρει ἢ ἐπὶ τη̃ς γη̃ς νεοσσοι̃ς ἢ ὠ̨οι̃ς καὶ ἡ μήτηρ θάλπη̨ ἐπὶ τω̃ν νεοσσω̃ν ἢ ἐπὶ τω̃ν ὠ̨ω̃ν οὐ λήμψη̨ τὴν μητέρα μετὰ τω̃ν τέκνων

22:7 ἀποστολη̨̃ ἀποστελει̃ς τὴν μητέρα τὰ δὲ παιδία λήμψη̨ σεαυτω̨̃ ἵνα εὐ̃ σοι γένηται καὶ πολυήμερος ἔση̨

22:8 ἐὰν δὲ οἰκοδομήση̨ς οἰκίαν καινήν καὶ ποιήσεις στεφάνην τω̨̃ δώματί σου καὶ οὐ ποιήσεις φόνον ἐν τη̨̃ οἰκία̨ σου ἐὰν πέση̨ ὁ πεσὼν ἀπ' αὐτου̃

22:9 οὐ κατασπερει̃ς τὸν ἀμπελω̃νά σου διάφορον ἵνα μὴ ἁγιασθη̨̃ τὸ γένημα καὶ τὸ σπέρμα ὃ ἐὰν σπείρη̨ς μετὰ του̃ γενήματος του̃ ἀμπελω̃νός σου

22:10 οὐκ ἀροτριάσεις ἐν μόσχω̨ καὶ ὄνω̨ ἐπὶ τὸ αὐτό

22:11 οὐκ ἐνδύση̨ κίβδηλον ἔρια καὶ λίνον ἐν τω̨̃ αὐτω̨̃

22:12 στρεπτὰ ποιήσεις σεαυτω̨̃ ἐπὶ τω̃ν τεσσάρων κρασπέδων τω̃ν περιβολαίων σου ἃ ἐὰν περιβάλη̨ ἐν αὐτοι̃ς

22:13 ἐὰν δέ τις λάβη̨ γυναι̃κα καὶ συνοικήση̨ αὐτη̨̃ καὶ μισήση̨ αὐτὴν

22:14 καὶ ἐπιθη̨̃ αὐτη̨̃ προφασιστικοὺς λόγους καὶ κατενέγκη̨ αὐτη̃ς ὄνομα πονηρὸν καὶ λέγη̨ τὴν γυναι̃κα ταύτην εἴληφα καὶ προσελθὼν αὐτη̨̃ οὐχ εὕρηκα αὐτη̃ς παρθένια

22:15 καὶ λαβὼν ὁ πατὴρ τη̃ς παιδὸς καὶ ἡ μήτηρ ἐξοίσουσιν τὰ παρθένια τη̃ς παιδὸς πρὸς τὴν γερουσίαν ἐπὶ τὴν πύλην

22:16 καὶ ἐρει̃ ὁ πατὴρ τη̃ς παιδὸς τη̨̃ γερουσία̨ τὴν θυγατέρα μου ταύτην δέδωκα τω̨̃ ἀνθρώπω̨ τούτω̨ γυναι̃κα καὶ μισήσας αὐτὴν

22:17 αὐτὸς νυ̃ν ἐπιτίθησιν αὐτη̨̃ προφασιστικοὺς λόγους λέγων οὐχ εὕρηκα τη̨̃ θυγατρί σου παρθένια καὶ ταυ̃τα τὰ παρθένια τη̃ς θυγατρός μου καὶ ἀναπτύξουσιν τὸ ἱμάτιον ἐναντίον τη̃ς γερουσίας τη̃ς πόλεως

22:18 καὶ λήμψεται ἡ γερουσία τη̃ς πόλεως ἐκείνης τὸν ἄνθρωπον ἐκει̃νον καὶ παιδεύσουσιν αὐτὸν

22:19 καὶ ζημιώσουσιν αὐτὸν ἑκατὸν σίκλους καὶ δώσουσιν τω̨̃ πατρὶ τη̃ς νεάνιδος ὅτι ἐξήνεγκεν ὄνομα πονηρὸν ἐπὶ παρθένον Ισραηλι̃τιν καὶ αὐτου̃ ἔσται γυνή οὐ δυνήσεται ἐξαποστει̃λαι αὐτὴν τὸν ἅπαντα χρόνον

22:20 ἐὰν δὲ ἐπ' ἀληθείας γένηται ὁ λόγος οὑ̃τος καὶ μὴ εὑρεθη̨̃ παρθένια τη̨̃ νεάνιδι

22:21 καὶ ἐξάξουσιν τὴν νεα̃νιν ἐπὶ τὰς θύρας οἴκου πατρὸς αὐτη̃ς καὶ λιθοβολήσουσιν αὐτὴν οἱ ἄνδρες τη̃ς πόλεως αὐτη̃ς ἐν λίθοις καὶ ἀποθανει̃ται ὅτι ἐποίησεν ἀφροσύνην ἐν υἱοι̃ς Ισραηλ ἐκπορνευ̃σαι τὸν οἰ̃κον του̃ πατρὸς αὐτη̃ς καὶ ἐξαρει̃ς τὸν πονηρὸν ἐξ ὑμω̃ν αὐτω̃ν

22:22 ἐὰν δὲ εὑρεθη̨̃ ἄνθρωπος κοιμώμενος μετὰ γυναικὸς συνω̨κισμένης ἀνδρί ἀποκτενει̃τε ἀμφοτέρους τὸν ἄνδρα τὸν κοιμώμενον μετὰ τη̃ς γυναικὸς καὶ τὴν γυναι̃κα καὶ ἐξαρει̃ς τὸν πονηρὸν ἐξ Ισραηλ

22:23 ἐὰν δὲ γένηται παι̃ς παρθένος μεμνηστευμένη ἀνδρὶ καὶ εὑρὼν αὐτὴν ἄνθρωπος ἐν πόλει κοιμηθη̨̃ μετ' αὐτη̃ς

22:24 ἐξάξετε ἀμφοτέρους ἐπὶ τὴν πύλην τη̃ς πόλεως αὐτω̃ν καὶ λιθοβοληθήσονται ἐν λίθοις καὶ ἀποθανου̃νται τὴν νεα̃νιν ὅτι οὐκ ἐβόησεν ἐν τη̨̃ πόλει καὶ τὸν ἄνθρωπον ὅτι ἐταπείνωσεν τὴν γυναι̃κα του̃ πλησίον καὶ ἐξαρει̃ς τὸν πονηρὸν ἐξ ὑμω̃ν αὐτω̃ν

22:25 ἐὰν δὲ ἐν πεδίω̨ εὕρη̨ ἄνθρωπος τὴν παι̃δα τὴν μεμνηστευμένην καὶ βιασάμενος κοιμηθη̨̃ μετ' αὐτη̃ς ἀποκτενει̃τε τὸν ἄνθρωπον τὸν κοιμώμενον μετ' αὐτη̃ς μόνον

22:26 καὶ τη̨̃ νεάνιδι οὐ ποιήσετε οὐδέν οὐκ ἔστιν τη̨̃ νεάνιδι ἁμάρτημα θανάτου ὅτι ὡς εἴ τις ἐπαναστη̨̃ ἄνθρωπος ἐπὶ τὸν πλησίον καὶ φονεύση̨ αὐτου̃ ψυχήν οὕτως τὸ πρα̃γμα του̃το

22:27 ὅτι ἐν τω̨̃ ἀγρω̨̃ εὑ̃ρεν αὐτήν ἐβόησεν ἡ νεα̃νις ἡ μεμνηστευμένη καὶ ὁ βοηθήσων οὐκ ἠ̃ν αὐτη̨̃

22:28 ἐὰν δέ τις εὕρη̨ τὴν παι̃δα τὴν παρθένον ἥτις οὐ μεμνήστευται καὶ βιασάμενος κοιμηθη̨̃ μετ' αὐτη̃ς καὶ εὑρεθη̨̃

22:29 δώσει ὁ ἄνθρωπος ὁ κοιμηθεὶς μετ' αὐτη̃ς τω̨̃ πατρὶ τη̃ς νεάνιδος πεντήκοντα δίδραχμα ἀργυρίου καὶ αὐτου̃ ἔσται γυνή ἀνθ' ὡ̃ν ἐταπείνωσεν αὐτήν οὐ δυνήσεται ἐξαποστει̃λαι αὐτὴν τὸν ἅπαντα χρόνον

23:1 οὐ λήμψεται ἄνθρωπος τὴν γυναι̃κα του̃ πατρὸς αὐτου̃ καὶ οὐκ ἀποκαλύψει συγκάλυμμα του̃ πατρὸς αὐτου̃

23:2 οὐκ εἰσελεύσεται θλαδίας καὶ ἀποκεκομμένος εἰς ἐκκλησίαν κυρίου

23:3 οὐκ εἰσελεύσεται ἐκ πόρνης εἰς ἐκκλησίαν κυρίου

23:4 οὐκ εἰσελεύσεται Αμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν κυρίου καὶ ἕως δεκάτης γενεα̃ς οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν κυρίου καὶ ἕως εἰς τὸν αἰω̃να

23:5 παρὰ τὸ μὴ συναντη̃σαι αὐτοὺς ὑμι̃ν μετὰ ἄρτων καὶ ὕδατος ἐν τη̨̃ ὁδω̨̃ ἐκπορευομένων ὑμω̃ν ἐξ Αἰγύπτου καὶ ὅτι ἐμισθώσαντο ἐπὶ σὲ τὸν Βαλααμ υἱὸν Βεωρ ἐκ τη̃ς Μεσοποταμίας καταράσασθαί σε

23:6 καὶ οὐκ ἠθέλησεν κύριος ὁ θεός σου εἰσακου̃σαι του̃ Βαλααμ καὶ μετέστρεψεν κύριος ὁ θεός σου τὰς κατάρας εἰς εὐλογίαν ὅτι ἠγάπησέν σε κύριος ὁ θεός σου

23:7 οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοι̃ς καὶ συμφέροντα αὐτοι̃ς πάσας τὰς ἡμέρας σου εἰς τὸν αἰω̃να

23:8 οὐ βδελύξη̨ Ιδουμαι̃ον ὅτι ἀδελφός σού ἐστιν οὐ βδελύξη̨ Αἰγύπτιον ὅτι πάροικος ἐγένου ἐν τη̨̃ γη̨̃ αὐτου̃

23:9 υἱοὶ ἐὰν γενηθω̃σιν αὐτοι̃ς γενεὰ τρίτη εἰσελεύσονται εἰς ἐκκλησίαν κυρίου

23:10 ἐὰν δὲ ἐξέλθη̨ς παρεμβαλει̃ν ἐπὶ τοὺς ἐχθρούς σου καὶ φυλάξη̨ ἀπὸ παντὸς ῥήματος πονηρου̃

23:11 ἐὰν ἠ̨̃ ἐν σοὶ ἄνθρωπος ὃς οὐκ ἔσται καθαρὸς ἐκ ῥύσεως αὐτου̃ νυκτός καὶ ἐξελεύσεται ἔξω τη̃ς παρεμβολη̃ς καὶ οὐκ εἰσελεύσεται εἰς τὴν παρεμβολήν

23:12 καὶ ἔσται τὸ πρὸς ἑσπέραν λούσεται τὸ σω̃μα αὐτου̃ ὕδατι καὶ δεδυκότος ἡλίου εἰσελεύσεται εἰς τὴν παρεμβολήν

23:13 καὶ τόπος ἔσται σοι ἔξω τη̃ς παρεμβολη̃ς καὶ ἐξελεύση̨ ἐκει̃ ἔξω

23:14 καὶ πάσσαλος ἔσται σοι ἐπὶ τη̃ς ζώνης σου καὶ ἔσται ὅταν διακαθιζάνη̨ς ἔξω καὶ ὀρύξεις ἐν αὐτω̨̃ καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου ἐν αὐτω̨̃

23:15 ὅτι κύριος ὁ θεός σου ἐμπεριπατει̃ ἐν τη̨̃ παρεμβολη̨̃ σου ἐξελέσθαι σε καὶ παραδου̃ναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου καὶ ἔσται ἡ παρεμβολή σου ἁγία καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος καὶ ἀποστρέψει ἀπὸ σου̃

23:16 οὐ παραδώσεις παι̃δα τω̨̃ κυρίω̨ αὐτου̃ ὃς προστέθειταί σοι παρὰ του̃ κυρίου αὐτου̃

23:17 μετὰ σου̃ κατοικήσει ἐν ὑμι̃ν κατοικήσει ἐν παντὶ τόπω̨ οὑ̃ ἐὰν ἀρέση̨ αὐτω̨̃ οὐ θλίψεις αὐτόν

23:18 οὐκ ἔσται πόρνη ἀπὸ θυγατέρων Ισραηλ καὶ οὐκ ἔσται πορνεύων ἀπὸ υἱω̃ν Ισραηλ οὐκ ἔσται τελεσφόρος ἀπὸ θυγατέρων Ισραηλ καὶ οὐκ ἔσται τελισκόμενος ἀπὸ υἱω̃ν Ισραηλ

23:19 οὐ προσοίσεις μίσθωμα πόρνης οὐδὲ ἄλλαγμα κυνὸς εἰς τὸν οἰ̃κον κυρίου του̃ θεου̃ σου πρὸς πα̃σαν εὐχήν ὅτι βδέλυγμα κυρίω̨ τω̨̃ θεω̨̃ σού ἐστιν καὶ ἀμφότερα

23:20 οὐκ ἐκτοκιει̃ς τω̨̃ ἀδελφω̨̃ σου τόκον ἀργυρίου καὶ τόκον βρωμάτων καὶ τόκον παντὸς πράγματος οὑ̃ ἂν ἐκδανείση̨ς

23:21 τω̨̃ ἀλλοτρίω̨ ἐκτοκιει̃ς τω̨̃ δὲ ἀδελφω̨̃ σου οὐκ ἐκτοκιει̃ς ἵνα εὐλογήση̨ σε κύριος ὁ θεός σου ἐν πα̃σι τοι̃ς ἔργοις σου ἐπὶ τη̃ς γη̃ς εἰς ἣν εἰσπορεύη̨ ἐκει̃ κληρονομη̃σαι αὐτήν

23:22 ἐὰν δὲ εὔξη̨ εὐχὴν κυρίω̨ τω̨̃ θεω̨̃ σου οὐ χρονιει̃ς ἀποδου̃ναι αὐτήν ὅτι ἐκζητω̃ν ἐκζητήσει κύριος ὁ θεός σου παρὰ σου̃ καὶ ἔσται ἐν σοὶ ἁμαρία

23:23 ἐὰν δὲ μὴ θέλη̨ς εὔξασθαι οὐκ ἔστιν ἐν σοὶ ἁμαρτία

23:24 τὰ ἐκπορευόμενα διὰ τω̃ν χειλέων σου φυλάξη̨ καὶ ποιήσεις ὃν τρόπον εὔξω κυρίω̨ τω̨̃ θεω̨̃ σου δόμα ὃ ἐλάλησας τω̨̃ στόματί σου

23:25 ἐὰν δὲ εἰσέλθη̨ς εἰς ἀμητὸν του̃ πλησίον σου καὶ συλλέξεις ἐν ται̃ς χερσίν σου στάχυς καὶ δρέπανον οὐ μὴ ἐπιβάλη̨ς ἐπὶ τὸν ἀμητὸν του̃ πλησίον σου

23:26 ἐὰν δὲ εἰσέλθη̨ς εἰς τὸν ἀμπελω̃να του̃ πλησίον σου φάγη̨ σταφυλὴν ὅσον ψυχήν σου ἐμπλησθη̃ναι εἰς δὲ ἄγγος οὐκ ἐμβαλει̃ς

24:1 ἐὰν δέ τις λάβη̨ γυναι̃κα καὶ συνοικήση̨ αὐτη̨̃ καὶ ἔσται ἐὰν μὴ εὕρη̨ χάριν ἐναντίον αὐτου̃ ὅτι εὑ̃ρεν ἐν αὐτη̨̃ ἄσχημον πρα̃γμα καὶ γράψει αὐτη̨̃ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς χει̃ρας αὐτη̃ς καὶ ἐξαποστελει̃ αὐτὴν ἐκ τη̃ς οἰκίας αὐτου̃

24:2 καὶ ἀπελθου̃σα γένηται ἀνδρὶ ἑτέρω̨

24:3 καὶ μισήση̨ αὐτὴν ὁ ἀνὴρ ὁ ἔσχατος καὶ γράψει αὐτη̨̃ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς χει̃ρας αὐτη̃ς καὶ ἐξαποστελει̃ αὐτὴν ἐκ τη̃ς οἰκίας αὐτου̃ ἢ ἀποθάνη̨ ὁ ἀνὴρ ὁ ἔσχατος ὃς ἔλαβεν αὐτὴν ἑαυτω̨̃ γυναι̃κα

24:4 οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερος ὁ ἐξαποστείλας αὐτὴν ἐπαναστρέψας λαβει̃ν αὐτὴν ἑαυτω̨̃ γυναι̃κα μετὰ τὸ μιανθη̃ναι αὐτήν ὅτι βδέλυγμά ἐστιν ἐναντίον κυρίου του̃ θεου̃ σου καὶ οὐ μιανει̃τε τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ὑμω̃ν δίδωσιν ὑμι̃ν ἐν κλήρω̨

24:5 ἐὰν δέ τις λάβη̨ γυναι̃κα προσφάτως οὐκ ἐξελεύσεται εἰς τὸν πόλεμον καὶ οὐκ ἐπιβληθήσεται αὐτω̨̃ οὐδὲν πρα̃γμα ἀθω̨̃ος ἔσται ἐν τη̨̃ οἰκία̨ αὐτου̃ ἐνιαυτὸν ἕνα εὐφρανει̃ τὴν γυναι̃κα αὐτου̃ ἣν ἔλαβεν

24:6 οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον ὅτι ψυχὴν οὑ̃τος ἐνεχυράζει

24:7 ἐὰν δὲ ἁλω̨̃ ἄνθρωπος κλέπτων ψυχὴν τω̃ν ἀδελφω̃ν αὐτου̃ τω̃ν υἱω̃ν Ισραηλ καὶ καταδυναστεύσας αὐτὸν ἀποδω̃ται ἀποθανει̃ται ὁ κλέπτης ἐκει̃νος καὶ ἐξαρει̃ς τὸν πονηρὸν ἐξ ὑμω̃ν αὐτω̃ν

24:8 πρόσεχε σεαυτω̨̃ ἐν τη̨̃ ἁφη̨̃ τη̃ς λέπρας φυλάξη̨ σφόδρα ποιει̃ν κατὰ πάντα τὸν νόμον ὃν ἐὰν ἀναγγείλωσιν ὑμι̃ν οἱ ἱερει̃ς οἱ Λευι̃ται ὃν τρόπον ἐνετειλάμην ὑμι̃ν φυλάξασθε ποιει̃ν

24:9 μνήσθητι ὅσα ἐποίησεν κύριος ὁ θεός σου τη̨̃ Μαριαμ ἐν τη̨̃ ὁδω̨̃ ἐκπορευομένων ὑμω̃ν ἐξ Αἰγύπτου

24:10 ἐὰν ὀφείλημα ἠ̨̃ ἐν τω̨̃ πλησίον σου ὀφείλημα ὁτιου̃ν οὐκ εἰσελεύση̨ εἰς τὴν οἰκίαν αὐτου̃ ἐνεχυράσαι τὸ ἐνέχυρον

24:11 ἔξω στήση̨ καὶ ὁ ἄνθρωπος οὑ̃ τὸ δάνειόν σού ἐστιν ἐν αὐτω̨̃ ἐξοίσει σοι τὸ ἐνέχυρον ἔξω

24:12 ἐὰν δὲ ὁ ἄνθρωπος πένηται οὐ κοιμηθήση̨ ἐν τω̨̃ ἐνεχύρω̨ αὐτου̃

24:13 ἀποδόσει ἀποδώσεις τὸ ἐνέχυρον αὐτου̃ περὶ δυσμὰς ἡλίου καὶ κοιμηθήσεται ἐν τω̨̃ ἱματίω̨ αὐτου̃ καὶ εὐλογήσει σε καὶ ἔσται σοι ἐλεημοσύνη ἐναντίον κυρίου του̃ θεου̃ σου

24:14 οὐκ ἀπαδικήσεις μισθὸν πένητος καὶ ἐνδεου̃ς ἐκ τω̃ν ἀδελφω̃ν σου ἢ ἐκ τω̃ν προσηλύτων τω̃ν ἐν ται̃ς πόλεσίν σου

24:15 αὐθημερὸν ἀποδώσεις τὸν μισθὸν αὐτου̃ οὐκ ἐπιδύσεται ὁ ἥλιος ἐπ' αὐτω̨̃ ὅτι πένης ἐστὶν καὶ ἐν αὐτω̨̃ ἔχει τὴν ἐλπίδα καὶ οὐ καταβοήσεται κατὰ σου̃ πρὸς κύριον καὶ ἔσται ἐν σοὶ ἁμαρτία

24:16 οὐκ ἀποθανου̃νται πατέρες ὑπὲρ τέκνων καὶ υἱοὶ οὐκ ἀποθανου̃νται ὑπὲρ πατέρων ἕκαστος τη̨̃ ἑαυτου̃ ἁμαρτία̨ ἀποθανει̃ται

24:17 οὐκ ἐκκλινει̃ς κρίσιν προσηλύτου καὶ ὀρφανου̃ καὶ χήρας καὶ οὐκ ἐνεχυράσεις ἱμάτιον χήρας

24:18 καὶ μνησθήση̨ ὅτι οἰκέτης ἠ̃σθα ἐν γη̨̃ Αἰγύπτω̨ καὶ ἐλυτρώσατό σε κύριος ὁ θεός σου ἐκει̃θεν διὰ του̃το ἐγώ σοι ἐντέλλομαι ποιει̃ν τὸ ῥη̃μα του̃το

24:19 ἐὰν δὲ ἀμήση̨ς ἀμητὸν ἐν τω̨̃ ἀγρω̨̃ σου καὶ ἐπιλάθη̨ δράγμα ἐν τω̨̃ ἀγρω̨̃ σου οὐκ ἐπαναστραφήση̨ λαβει̃ν αὐτό τω̨̃ πτωχω̨̃ καὶ τω̨̃ προσηλύτω̨ καὶ τω̨̃ ὀρφανω̨̃ καὶ τη̨̃ χήρα̨ ἔσται ἵνα εὐλογήση̨ σε κύριος ὁ θεός σου ἐν πα̃σι τοι̃ς ἔργοις τω̃ν χειρω̃ν σου

24:20 ἐὰν δὲ ἐλαιαλογήση̨ς οὐκ ἐπαναστρέψεις καλαμήσασθαι τὰ ὀπίσω σου τω̨̃ προσηλύτω̨ καὶ τω̨̃ ὀρφανω̨̃ καὶ τη̨̃ χήρα̨ ἔσται καὶ μνησθήση̨ ὅτι οἰκέτης ἠ̃σθα ἐν γη̨̃ Αἰγύπτω̨ διὰ του̃το ἐγώ σοι ἐντέλλομαι ποιει̃ν τὸ ῥη̃μα του̃το

24:21 ἐὰν δὲ τρυγήση̨ς τὸν ἀμπελω̃νά σου οὐκ ἐπανατρυγήσεις αὐτὸν τὰ ὀπίσω σου τω̨̃ προσηλύτω̨ καὶ τω̨̃ ὀρφανω̨̃ καὶ τη̨̃ χήρα̨ ἔσται

24:22 καὶ μνησθήση̨ ὅτι οἰκέτης ἠ̃σθα ἐν γη̨̃ Αἰγύπτω̨ διὰ του̃το ἐγώ σοι ἐντέλλομαι ποιει̃ν τὸ ῥη̃μα του̃το

25:1 ἐὰν δὲ γένηται ἀντιλογία ἀνὰ μέσον ἀνθρώπων καὶ προσέλθωσιν εἰς κρίσιν καὶ κρίνωσιν καὶ δικαιώσωσιν τὸν δίκαιον καὶ καταγνω̃σιν του̃ ἀσεβου̃ς

25:2 καὶ ἔσται ἐὰν ἄξιος ἠ̨̃ πληγω̃ν ὁ ἀσεβω̃ν καὶ καθιει̃ς αὐτὸν ἔναντι τω̃ν κριτω̃ν καὶ μαστιγώσουσιν αὐτὸν ἐναντίον αὐτω̃ν κατὰ τὴν ἀσέβειαν αὐτου̃ ἀριθμω̨̃

25:3 τεσσαράκοντα μαστιγώσουσιν αὐτόν οὐ προσθήσουσιν ἐὰν δὲ προσθω̃σιν μαστιγω̃σαι αὐτὸν ὑπὲρ ταύτας τὰς πληγὰς πλείους ἀσχημονήσει ὁ ἀδελφός σου ἐναντίον σου

25:4 οὐ φιμώσεις βου̃ν ἀλοω̃ντα

25:5 ἐὰν δὲ κατοικω̃σιν ἀδελφοὶ ἐπὶ τὸ αὐτὸ καὶ ἀποθάνη̨ εἱ̃ς ἐξ αὐτω̃ν σπέρμα δὲ μὴ ἠ̨̃ αὐτω̨̃ οὐκ ἔσται ἡ γυνὴ του̃ τεθνηκότος ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι ὁ ἀδελφὸς του̃ ἀνδρὸς αὐτη̃ς εἰσελεύσεται πρὸς αὐτὴν καὶ λήμψεται αὐτὴν ἑαυτω̨̃ γυναι̃κα καὶ συνοικήσει αὐτη̨̃

25:6 καὶ ἔσται τὸ παιδίον ὃ ἐὰν τέκη̨ κατασταθήσεται ἐκ του̃ ὀνόματος του̃ τετελευτηκότος καὶ οὐκ ἐξαλειφθήσεται τὸ ὄνομα αὐτου̃ ἐξ Ισραηλ

25:7 ἐὰν δὲ μὴ βούληται ὁ ἄνθρωπος λαβει̃ν τὴν γυναι̃κα του̃ ἀδελφου̃ αὐτου̃ καὶ ἀναβήσεται ἡ γυνὴ ἐπὶ τὴν πύλην ἐπὶ τὴν γερουσίαν καὶ ἐρει̃ οὐ θέλει ὁ ἀδελφὸς του̃ ἀνδρός μου ἀναστη̃σαι τὸ ὄνομα του̃ ἀδελφου̃ αὐτου̃ ἐν Ισραηλ οὐκ ἠθέλησεν ὁ ἀδελφὸς του̃ ἀνδρός μου

25:8 καὶ καλέσουσιν αὐτὸν ἡ γερουσία τη̃ς πόλεως αὐτου̃ καὶ ἐρου̃σιν αὐτω̨̃ καὶ στὰς εἴπη̨ οὐ βούλομαι λαβει̃ν αὐτήν

25:9 καὶ προσελθου̃σα ἡ γυνὴ του̃ ἀδελφου̃ αὐτου̃ ἔναντι τη̃ς γερουσίας καὶ ὑπολύσει τὸ ὑπόδημα αὐτου̃ τὸ ἓν ἀπὸ του̃ ποδὸς αὐτου̃ καὶ ἐμπτύσεται εἰς τὸ πρόσωπον αὐτου̃ καὶ ἀποκριθει̃σα ἐρει̃ οὕτως ποιήσουσιν τω̨̃ ἀνθρώπω̨ ὃς οὐκ οἰκοδομήσει τὸν οἰ̃κον του̃ ἀδελφου̃ αὐτου̃

25:10 καὶ κληθήσεται τὸ ὄνομα αὐτου̃ ἐν Ισραηλ οἰ̃κος του̃ ὑπολυθέντος τὸ ὑπόδημα

25:11 ἐὰν δὲ μάχωνται ἄνθρωποι ἐπὶ τὸ αὐτό ἄνθρωπος μετὰ του̃ ἀδελφου̃ αὐτου̃ καὶ προσέλθη̨ γυνὴ ἑνὸς αὐτω̃ν ἐξελέσθαι τὸν ἄνδρα αὐτη̃ς ἐκ χειρὸς του̃ τύπτοντος αὐτὸν καὶ ἐκτείνασα τὴν χει̃ρα ἐπιλάβηται τω̃ν διδύμων αὐτου̃

25:12 ἀποκόψεις τὴν χει̃ρα αὐτη̃ς οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ' αὐτη̨̃

25:13 οὐκ ἔσται ἐν τω̨̃ μαρσίππω̨ σου στάθμιον καὶ στάθμιον μέγα ἢ μικρόν

25:14 οὐκ ἔσται ἐν τη̨̃ οἰκία̨ σου μέτρον καὶ μέτρον μέγα ἢ μικρόν

25:15 στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι καὶ μέτρον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι ἵνα πολυήμερος γένη̨ ἐπὶ τη̃ς γη̃ς ἡ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρω̨

25:16 ὅτι βδέλυγμα κυρίω̨ τω̨̃ θεω̨̃ σου πα̃ς ποιω̃ν ταυ̃τα πα̃ς ποιω̃ν ἄδικον

25:17 μνήσθητι ὅσα ἐποίησέν σοι Αμαληκ ἐν τη̨̃ ὁδω̨̃ ἐκπορευομένου σου ἐξ Αἰγύπτου

25:18 πω̃ς ἀντέστη σοι ἐν τη̨̃ ὁδω̨̃ καὶ ἔκοψέν σου τὴν οὐραγίαν τοὺς κοπιω̃ντας ὀπίσω σου σὺ δὲ ἐπείνας καὶ ἐκοπίας καὶ οὐκ ἐφοβήθη τὸν θεόν

25:19 καὶ ἔσται ἡνίκα ἐὰν καταπαύση̨ σε κύριος ὁ θεός σου ἀπὸ πάντων τω̃ν ἐχθρω̃ν σου τω̃ν κύκλω̨ σου ἐν τη̨̃ γη̨̃ ἡ̨̃ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρω̨ κατακληρονομη̃σαι ἐξαλείψεις τὸ ὄνομα Αμαληκ ἐκ τη̃ς ὑπὸ τὸν οὐρανὸν καὶ οὐ μὴ ἐπιλάθη̨

26:1 καὶ ἔσται ἐὰν εἰσέλθη̨ς εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρω̨ καὶ κατακληρονομήση̨ς αὐτὴν καὶ κατοικήση̨ς ἐπ' αὐτη̃ς

26:2 καὶ λήμψη̨ ἀπὸ τη̃ς ἀπαρχη̃ς τω̃ν καρπω̃ν τη̃ς γη̃ς σου ἡ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι καὶ ἐμβαλει̃ς εἰς κάρταλλον καὶ πορεύση̨ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃

26:3 καὶ ἐλεύση̨ πρὸς τὸν ἱερέα ὃς ἐὰν ἠ̨̃ ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐρει̃ς πρὸς αὐτόν ἀναγγέλλω σήμερον κυρίω̨ τω̨̃ θεω̨̃ μου ὅτι εἰσελήλυθα εἰς τὴν γη̃ν ἣν ὤμοσεν κύριος τοι̃ς πατράσιν ἡμω̃ν δου̃ναι ἡμι̃ν

26:4 καὶ λήμψεται ὁ ἱερεὺς τὸν κάρταλλον ἐκ τω̃ν χειρω̃ν σου καὶ θήσει αὐτὸν ἀπέναντι του̃ θυσιαστηρίου κυρίου του̃ θεου̃ σου

26:5 καὶ ἀποκριθήση̨ καὶ ἐρει̃ς ἔναντι κυρίου του̃ θεου̃ σου Συρίαν ἀπέβαλεν ὁ πατήρ μου καὶ κατέβη εἰς Αἴγυπτον καὶ παρώ̨κησεν ἐκει̃ ἐν ἀριθμω̨̃ βραχει̃ καὶ ἐγένετο ἐκει̃ εἰς ἔθνος μέγα καὶ πλη̃θος πολὺ καὶ μέγα

26:6 καὶ ἐκάκωσαν ἡμα̃ς οἱ Αἰγύπτιοι καὶ ἐταπείνωσαν ἡμα̃ς καὶ ἐπέθηκαν ἡμι̃ν ἔργα σκληρά

26:7 καὶ ἀνεβοήσαμεν πρὸς κύριον τὸν θεὸν τω̃ν πατέρων ἡμω̃ν καὶ εἰσήκουσεν κύριος τη̃ς φωνη̃ς ἡμω̃ν καὶ εἰ̃δεν τὴν ταπείνωσιν ἡμω̃ν καὶ τὸν μόχθον ἡμω̃ν καὶ τὸν θλιμμὸν ἡμω̃ν

26:8 καὶ ἐξήγαγεν ἡμα̃ς κύριος ἐξ Αἰγύπτου αὐτὸς ἐν ἰσχύι μεγάλη̨ καὶ ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι αὐτου̃ τω̨̃ ὑψηλω̨̃ καὶ ἐν ὁράμασιν μεγάλοις καὶ ἐν σημείοις καὶ ἐν τέρασιν

26:9 καὶ εἰσήγαγεν ἡμα̃ς εἰς τὸν τόπον του̃τον καὶ ἔδωκεν ἡμι̃ν τὴν γη̃ν ταύτην γη̃ν ῥέουσαν γάλα καὶ μέλι

26:10 καὶ νυ̃ν ἰδοὺ ἐνήνοχα τὴν ἀπαρχὴν τω̃ν γενημάτων τη̃ς γη̃ς ἡ̃ς ἔδωκάς μοι κύριε γη̃ν ῥέουσαν γάλα καὶ μέλι καὶ ἀφήσεις αὐτὰ ἀπέναντι κυρίου του̃ θεου̃ σου καὶ προσκυνήσεις ἐκει̃ ἔναντι κυρίου του̃ θεου̃ σου

26:11 καὶ εὐφρανθήση̨ ἐν πα̃σιν τοι̃ς ἀγαθοι̃ς οἱ̃ς ἔδωκέν σοι κύριος ὁ θεός σου καὶ τη̨̃ οἰκία̨ σου σὺ καὶ ὁ Λευίτης καὶ ὁ προσήλυτος ὁ ἐν σοί

26:12 ἐὰν δὲ συντελέση̨ς ἀποδεκατω̃σαι πα̃ν τὸ ἐπιδέκατον τω̃ν γενημάτων τη̃ς γη̃ς σου ἐν τω̨̃ ἔτει τω̨̃ τρίτω̨ τὸ δεύτερον ἐπιδέκατον δώσεις τω̨̃ Λευίτη̨ καὶ τω̨̃ προσηλύτω̨ καὶ τω̨̃ ὀρφανω̨̃ καὶ τη̨̃ χήρα̨ καὶ φάγονται ἐν ται̃ς πόλεσίν σου καὶ ἐμπλησθήσονται

26:13 καὶ ἐρει̃ς ἐναντίον κυρίου του̃ θεου̃ σου ἐξεκάθαρα τὰ ἅγια ἐκ τη̃ς οἰκίας μου καὶ ἔδωκα αὐτὰ τω̨̃ Λευίτη̨ καὶ τω̨̃ προσηλύτω̨ καὶ τω̨̃ ὀρφανω̨̃ καὶ τη̨̃ χήρα̨ κατὰ πάσας τὰς ἐντολάς ἃς ἐνετείλω μοι οὐ παρη̃λθον τὴν ἐντολήν σου καὶ οὐκ ἐπελαθόμην

26:14 καὶ οὐκ ἔφαγον ἐν ὀδύνη̨ μου ἀπ' αὐτω̃ν οὐκ ἐκάρπωσα ἀπ' αὐτω̃ν εἰς ἀκάθαρτον οὐκ ἔδωκα ἀπ' αὐτω̃ν τω̨̃ τεθνηκότι ὑπήκουσα τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ μου ἐποίησα καθὰ ἐνετείλω μοι

26:15 κάτιδε ἐκ του̃ οἴκου του̃ ἁγίου σου ἐκ του̃ οὐρανου̃ καὶ εὐλόγησον τὸν λαόν σου τὸν Ισραηλ καὶ τὴν γη̃ν ἣν ἔδωκας αὐτοι̃ς καθὰ ὤμοσας τοι̃ς πατράσιν ἡμω̃ν δου̃ναι ἡμι̃ν γη̃ν ῥέουσαν γάλα καὶ μέλι

26:16 ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ κύριος ὁ θεός σου ἐνετείλατό σοι ποιη̃σαι πάντα τὰ δικαιώματα ταυ̃τα καὶ τὰ κρίματα καὶ φυλάξεσθε καὶ ποιήσετε αὐτὰ ἐξ ὅλης τη̃ς καρδίας ὑμω̃ν καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς ὑμω̃ν

26:17 τὸν θεὸν εἵλου σήμερον εἰ̃ναί σου θεὸν καὶ πορεύεσθαι ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ καὶ φυλάσσεσθαι τὰ δικαιώματα καὶ τὰ κρίματα αὐτου̃ καὶ ὑπακούειν τη̃ς φωνη̃ς αὐτου̃

26:18 καὶ κύριος εἵλατό σε σήμερον γενέσθαι σε αὐτω̨̃ λαὸν περιούσιον καθάπερ εἰ̃πέν σοι φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτου̃

26:19 καὶ εἰ̃ναί σε ὑπεράνω πάντων τω̃ν ἐθνω̃ν ὡς ἐποίησέν σε ὀνομαστὸν καὶ καύχημα καὶ δόξαστόν εἰ̃ναί σε λαὸν ἅγιον κυρίω̨ τω̨̃ θεω̨̃ σου καθὼς ἐλάλησεν

27:1 καὶ προσέταξεν Μωυση̃ς καὶ ἡ γερουσία Ισραηλ λέγων φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαι ὑμι̃ν σήμερον

27:2 καὶ ἔσται ἡ̨̃ ἂν ἡμέρα̨ διαβη̃τε τὸν Ιορδάνην εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι καὶ στήσεις σεαυτω̨̃ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονία̨

27:3 καὶ γράψεις ἐπὶ τω̃ν λίθων πάντας τοὺς λόγους του̃ νόμου τούτου ὡς ἂν διαβη̃τε τὸν Ιορδάνην ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεὸς τω̃ν πατέρων σου δίδωσίν σοι γη̃ν ῥέουσαν γάλα καὶ μέλι ὃν τρόπον εἰ̃πεν κύριος ὁ θεὸς τω̃ν πατέρων σού σοι

27:4 καὶ ἔσται ὡς ἂν διαβη̃τε τὸν Ιορδάνην στήσετε τοὺς λίθους τούτους οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν ὄρει Γαιβαλ καὶ κονιάσεις αὐτοὺς κονία̨

27:5 καὶ οἰκοδομήσεις ἐκει̃ θυσιαστήριον κυρίω̨ τω̨̃ θεω̨̃ σου θυσιαστήριον ἐκ λίθων οὐκ ἐπιβαλει̃ς ἐπ' αὐτοὺς σίδηρον

27:6 λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον κυρίω̨ τω̨̃ θεω̨̃ σου καὶ ἀνοίσεις ἐπ' αὐτὸ ὁλοκαυτώματα κυρίω̨ τω̨̃ θεω̨̃ σου

27:7 καὶ θύσεις ἐκει̃ θυσίαν σωτηρίου κυρίω̨ τω̨̃ θεω̨̃ σου καὶ φάγη̨ καὶ ἐμπλησθήση̨ καὶ εὐφρανθήση̨ ἐναντίον κυρίου του̃ θεου̃ σου

27:8 καὶ γράψεις ἐπὶ τω̃ν λίθων πάντα τὸν νόμον του̃τον σαφω̃ς σφόδρα

27:9 καὶ ἐλάλησεν Μωυση̃ς καὶ οἱ ἱερει̃ς οἱ Λευι̃ται παντὶ Ισραηλ λέγοντες σιώπα καὶ ἄκουε Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ γέγονας εἰς λαὸν κυρίω̨ τω̨̃ θεω̨̃ σου

27:10 καὶ εἰσακούση̨ τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτου̃ καὶ τὰ δικαιώματα αὐτου̃ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον

27:11 καὶ ἐνετείλατο Μωυση̃ς τω̨̃ λαω̨̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγων

27:12 οὑ̃τοι στήσονται εὐλογει̃ν τὸν λαὸν ἐν ὄρει Γαριζιν διαβάντες τὸν Ιορδάνην Συμεων Λευι Ιουδας Ισσαχαρ Ιωσηφ καὶ Βενιαμιν

27:13 καὶ οὑ̃τοι στήσονται ἐπὶ τη̃ς κατάρας ἐν ὄρει Γαιβαλ Ρουβην Γαδ καὶ Ασηρ Ζαβουλων Δαν καὶ Νεφθαλι

27:14 καὶ ἀποκριθέντες οἱ Λευι̃ται ἐρου̃σιν παντὶ Ισραηλ φωνη̨̃ μεγάλη̨

27:15 ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν βδέλυγμα κυρίω̨ ἔργον χειρω̃ν τεχνίτου καὶ θήσει αὐτὸ ἐν ἀποκρύφω̨ καὶ ἀποκριθεὶς πα̃ς ὁ λαὸς ἐρου̃σιν γένοιτο

27:16 ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτου̃ ἢ μητέρα αὐτου̃ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο

27:17 ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια του̃ πλησίον καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο

27:18 ἐπικατάρατος ὁ πλανω̃ν τυφλὸν ἐν ὁδω̨̃ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο

27:19 ἐπικατάρατος ὃς ἂν ἐκκλίνη̨ κρίσιν προσηλύτου καὶ ὀρφανου̃ καὶ χήρας καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο

27:20 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς του̃ πατρὸς αὐτου̃ ὅτι ἀπεκάλυψεν συγκάλυμμα του̃ πατρὸς αὐτου̃ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο

27:21 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο

27:22 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφη̃ς ἐκ πατρὸς ἢ ἐκ μητρὸς αὐτου̃ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο

27:23 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερα̃ς αὐτου̃ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφη̃ς γυναικὸς αὐτου̃ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο

27:24 ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον αὐτου̃ δόλω̨ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο

27:25 ἐπικατάρατος ὃς ἂν λάβη̨ δω̃ρα πατάξαι ψυχὴν αἵματος ἀθώ̨ου καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο

27:26 ἐπικατάρατος πα̃ς ἄνθρωπος ὃς οὐκ ἐμμενει̃ ἐν πα̃σιν τοι̃ς λόγοις του̃ νόμου τούτου του̃ ποιη̃σαι αὐτούς καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο

28:1 καὶ ἔσται ὡς ἂν διαβη̃τε τὸν Ιορδάνην εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ὑμω̃ν δίδωσιν ὑμι̃ν ἐὰν ἀκοη̨̃ εἰσακούσητε τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ὑμω̃ν φυλάσσειν καὶ ποιει̃ν πάσας τὰς ἐντολὰς αὐτου̃ ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον καὶ δώσει σε κύριος ὁ θεός σου ὑπεράνω πάντων τω̃ν ἐθνω̃ν τη̃ς γη̃ς

28:2 καὶ ἥξουσιν ἐπὶ σὲ πα̃σαι αἱ εὐλογίαι αὑ̃ται καὶ εὑρήσουσίν σε ἐὰν ἀκοη̨̃ ἀκούση̨ς τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου

28:3 εὐλογημένος σὺ ἐν πόλει καὶ εὐλογημένος σὺ ἐν ἀγρω̨̃

28:4 εὐλογημένα τὰ ἔκγονα τη̃ς κοιλίας σου καὶ τὰ γενήματα τη̃ς γη̃ς σου τὰ βουκόλια τω̃ν βοω̃ν σου καὶ τὰ ποίμνια τω̃ν προβάτων σου

28:5 εὐλογημέναι αἱ ἀποθη̃καί σου καὶ τὰ ἐγκαταλείμματά σου

28:6 εὐλογημένος σὺ ἐν τω̨̃ εἰσπορεύεσθαί σε καὶ εὐλογημένος σὺ ἐν τω̨̃ ἐκπορεύεσθαί σε

28:7 παραδω̨̃ κύριος ὁ θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου ὁδω̨̃ μια̨̃ ἐξελεύσονται πρὸς σὲ καὶ ἐν ἑπτὰ ὁδοι̃ς φεύξονται ἀπὸ προσώπου σου

28:8 ἀποστείλαι κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοι̃ς ταμιείοις σου καὶ ἐν πα̃σιν οὑ̃ ἂν ἐπιβάλη̨ς τὴν χει̃ρά σου ἐπὶ τη̃ς γη̃ς ἡ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι

28:9 ἀναστήσαι σε κύριος ὁ θεός σου ἑαυτω̨̃ λαὸν ἅγιον ὃν τρόπον ὤμοσεν τοι̃ς πατράσιν σου ἐὰν εἰσακούση̨ς τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου καὶ πορευθη̨̃ς ἐν ται̃ς ὁδοι̃ς αὐτου̃

28:10 καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τη̃ς γη̃ς ὅτι τὸ ὄνομα κυρίου ἐπικέκληταί σοι καὶ φοβηθήσονταί σε

28:11 καὶ πληθυνει̃ σε κύριος ὁ θεός σου εἰς ἀγαθὰ ἐπὶ τοι̃ς ἐκγόνοις τη̃ς κοιλίας σου καὶ ἐπὶ τοι̃ς γενήμασιν τη̃ς γη̃ς σου καὶ ἐπὶ τοι̃ς ἐκγόνοις τω̃ν κτηνω̃ν σου ἐπὶ τη̃ς γη̃ς ἡ̃ς ὤμοσεν κύριος τοι̃ς πατράσιν σου δου̃ναί σοι

28:12 ἀνοίξαι σοι κύριος τὸν θησαυρὸν αὐτου̃ τὸν ἀγαθόν τὸν οὐρανόν δου̃ναι τὸν ὑετὸν τη̨̃ γη̨̃ σου ἐπὶ καιρου̃ αὐτου̃ εὐλογη̃σαι πάντα τὰ ἔργα τω̃ν χειρω̃ν σου καὶ δανιει̃ς ἔθνεσιν πολλοι̃ς σὺ δὲ οὐ δανιη̨̃ καὶ ἄρξεις σὺ ἐθνω̃ν πολλω̃ν σου̃ δὲ οὐκ ἄρξουσιν

28:13 καταστήσαι σε κύριος ὁ θεός σου εἰς κεφαλὴν καὶ μὴ εἰς οὐράν καὶ ἔση̨ τότε ἐπάνω καὶ οὐκ ἔση̨ ὑποκάτω ἐὰν ἀκούση̨ς τω̃ν ἐντολω̃ν κυρίου του̃ θεου̃ σου ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον φυλάσσειν καὶ ποιει̃ν

28:14 οὐ παραβήση̨ ἀπὸ πάντων τω̃ν λόγων ὡ̃ν ἐγὼ ἐντέλλομαί σοι σήμερον δεξιὰ οὐδὲ ἀριστερὰ πορεύεσθαι ὀπίσω θεω̃ν ἑτέρων λατρεύειν αὐτοι̃ς

28:15 καὶ ἔσται ἐὰν μὴ εἰσακούση̨ς τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου φυλάσσειν καὶ ποιει̃ν πάσας τὰς ἐντολὰς αὐτου̃ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον καὶ ἐλεύσονται ἐπὶ σὲ πα̃σαι αἱ κατάραι αὑ̃ται καὶ καταλήμψονταί σε

28:16 ἐπικατάρατος σὺ ἐν πόλει καὶ ἐπικατάρατος σὺ ἐν ἀγρω̨̃

28:17 ἐπικατάρατοι αἱ ἀποθη̃καί σου καὶ τὰ ἐγκαταλείμματά σου

28:18 ἐπικατάρατα τὰ ἔκγονα τη̃ς κοιλίας σου καὶ τὰ γενήματα τη̃ς γη̃ς σου τὰ βουκόλια τω̃ν βοω̃ν σου καὶ τὰ ποίμνια τω̃ν προβάτων σου

28:19 ἐπικατάρατος σὺ ἐν τω̨̃ ἐκπορεύεσθαί σε καὶ ἐπικατάρατος σὺ ἐν τω̨̃ εἰσπορεύεσθαί σε

28:20 ἐξαποστείλαι κύριός σοι τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐπὶ πάντα οὑ̃ ἂν ἐπιβάλη̨ς τὴν χει̃ρά σου ὅσα ἐὰν ποιήση̨ς ἕως ἂν ἐξολεθρεύση̨ σε καὶ ἕως ἂν ἀπολέση̨ σε ἐν τάχει διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου διότι ἐγκατέλιπές με

28:21 προσκολλήσαι κύριος εἰς σὲ τὸν θάνατον ἕως ἂν ἐξαναλώση̨ σε ἀπὸ τη̃ς γη̃ς εἰς ἣν σὺ εἰσπορεύη̨ ἐκει̃ κληρονομη̃σαι αὐτήν

28:22 πατάξαι σε κύριος ἀπορία̨ καὶ πυρετω̨̃ καὶ ῥίγει καὶ ἐρεθισμω̨̃ καὶ φόνω̨ καὶ ἀνεμοφθορία̨ καὶ τη̨̃ ὤχρα̨ καὶ καταδιώξονταί σε ἕως ἂν ἀπολέσωσίν σε

28:23 καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλη̃ς σου χαλκου̃ς καὶ ἡ γη̃ ἡ ὑποκάτω σου σιδηρα̃

28:24 δώ̨η κύριος τὸν ὑετὸν τη̨̃ γη̨̃ σου κονιορτόν καὶ χου̃ς ἐκ του̃ οὐρανου̃ καταβήσεται ἐπὶ σέ ἕως ἂν ἐκτρίψη̨ σε καὶ ἕως ἂν ἀπολέση̨ σε

28:25 δώ̨η σε κύριος ἐπικοπὴν ἐναντίον τω̃ν ἐχθρω̃ν σου ἐν ὁδω̨̃ μια̨̃ ἐξελεύση̨ πρὸς αὐτοὺς καὶ ἐν ἑπτὰ ὁδοι̃ς φεύξη̨ ἀπὸ προσώπου αὐτω̃ν καὶ ἔση̨ ἐν διασπορα̨̃ ἐν πάσαις ται̃ς βασιλείαις τη̃ς γη̃ς

28:26 καὶ ἔσονται οἱ νεκροὶ ὑμω̃ν κατάβρωμα τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ οὐκ ἔσται ὁ ἀποσοβω̃ν

28:27 πατάξαι σε κύριος ἐν ἕλκει Αἰγυπτίω̨ ἐν ται̃ς ἕδραις καὶ ψώρα̨ ἀγρία̨ καὶ κνήφη̨ ὥστε μὴ δύνασθαί σε ἰαθη̃ναι

28:28 πατάξαι σε κύριος παραπληξία̨ καὶ ἀορασία̨ καὶ ἐκστάσει διανοίας

28:29 καὶ ἔση̨ ψηλαφω̃ν μεσημβρίας ὡσεὶ ψηλαφήσαι ὁ τυφλὸς ἐν τω̨̃ σκότει καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου καὶ ἔση̨ τότε ἀδικούμενος καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας καὶ οὐκ ἔσται σοι ὁ βοηθω̃ν

28:30 γυναι̃κα λήμψη̨ καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν οἰκίαν οἰκοδομήσεις καὶ οὐκ οἰκήσεις ἐν αὐτη̨̃ ἀμπελω̃να φυτεύσεις καὶ οὐ τρυγήσεις αὐτόν

28:31 ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου καὶ οὐ φάγη̨ ἐξ αὐτου̃ ὁ ὄνος σου ἡρπασμένος ἀπὸ σου̃ καὶ οὐκ ἀποδοθήσεταί σοι τὰ πρόβατά σου δεδομένα τοι̃ς ἐχθροι̃ς σου καὶ οὐκ ἔσται σοι ὁ βοηθω̃ν

28:32 οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου δεδομέναι ἔθνει ἑτέρω̨ καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτά καὶ οὐκ ἰσχύσει ἡ χείρ σου

28:33 τὰ ἐκφόρια τη̃ς γη̃ς σου καὶ πάντας τοὺς πόνους σου φάγεται ἔθνος ὃ οὐκ ἐπίστασαι καὶ ἔση̨ ἀδικούμενος καὶ τεθραυσμένος πάσας τὰς ἡμέρας

28:34 καὶ ἔση̨ παράπληκτος διὰ τὰ ὁράματα τω̃ν ὀφθαλμω̃ν σου ἃ βλέψη̨

28:35 πατάξαι σε κύριος ἐν ἕλκει πονηρω̨̃ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας ὥστε μὴ δύνασθαί σε ἰαθη̃ναι ἀπὸ ἴχνους τω̃ν ποδω̃ν σου ἕως τη̃ς κορυφη̃ς σου

28:36 ἀπαγάγοι κύριός σε καὶ τοὺς ἄρχοντάς σου οὓς ἐὰν καταστήση̨ς ἐπὶ σεαυτόν εἰς ἔθνος ὃ οὐκ ἐπίστασαι σὺ καὶ οἱ πατέρες σου καὶ λατρεύσεις ἐκει̃ θεοι̃ς ἑτέροις ξύλοις καὶ λίθοις

28:37 καὶ ἔση̨ ἐκει̃ ἐν αἰνίγματι καὶ παραβολη̨̃ καὶ διηγήματι ἐν πα̃σιν τοι̃ς ἔθνεσιν εἰς οὓς ἂν ἀπαγάγη̨ σε κύριος ἐκει̃

28:38 σπέρμα πολὺ ἐξοίσεις εἰς τὸ πεδίον καὶ ὀλίγα εἰσοίσεις ὅτι κατέδεται αὐτὰ ἡ ἀκρίς

28:39 ἀμπελω̃να φυτεύσεις καὶ κατεργα̨̃ καὶ οἰ̃νον οὐ πίεσαι οὐδὲ εὐφρανθήση̨ ἐξ αὐτου̃ ὅτι καταφάγεται αὐτὰ ὁ σκώληξ

28:40 ἐλαι̃αι ἔσονταί σοι ἐν πα̃σι τοι̃ς ὁρίοις σου καὶ ἔλαιον οὐ χρίση̨ ὅτι ἐκρυήσεται ἡ ἐλαία σου

28:41 υἱοὺς καὶ θυγατέρας γεννήσεις καὶ οὐκ ἔσονταί σοι ἀπελεύσονται γὰρ ἐν αἰχμαλωσία̨

28:42 πάντα τὰ ξύλινά σου καὶ τὰ γενήματα τη̃ς γη̃ς σου ἐξαναλώσει ἡ ἐρυσίβη

28:43 ὁ προσήλυτος ὅς ἐστιν ἐν σοί ἀναβήσεται ἐπὶ σὲ ἄνω ἄνω σὺ δὲ καταβήση̨ κάτω κάτω

28:44 οὑ̃τος δανιει̃ σοι σὺ δὲ τούτω̨ οὐ δανιει̃ς οὑ̃τος ἔσται κεφαλή σὺ δὲ ἔση̨ οὐρά

28:45 καὶ ἐλεύσονται ἐπὶ σὲ πα̃σαι αἱ κατάραι αὑ̃ται καὶ καταδιώξονταί σε καὶ καταλήμψονταί σε ἕως ἂν ἐξολεθρεύση̨ σε καὶ ἕως ἂν ἀπολέση̨ σε ὅτι οὐκ εἰσήκουσας τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου φυλάξαι τὰς ἐντολὰς αὐτου̃ καὶ τὰ δικαιώματα αὐτου̃ ὅσα ἐνετείλατό σοι

28:46 καὶ ἔσται ἐν σοὶ σημει̃α καὶ τέρατα καὶ ἐν τω̨̃ σπέρματί σου ἕως του̃ αἰω̃νος

28:47 ἀνθ' ὡ̃ν οὐκ ἐλάτρευσας κυρίω̨ τω̨̃ θεω̨̃ σου ἐν εὐφροσύνη̨ καὶ ἀγαθη̨̃ καρδία̨ διὰ τὸ πλη̃θος πάντων

28:48 καὶ λατρεύσεις τοι̃ς ἐχθροι̃ς σου οὓς ἐπαποστελει̃ κύριος ἐπὶ σέ ἐν λιμω̨̃ καὶ ἐν δίψει καὶ ἐν γυμνότητι καὶ ἐν ἐκλείψει πάντων καὶ ἐπιθήσει κλοιὸν σιδηρου̃ν ἐπὶ τὸν τράχηλόν σου ἕως ἂν ἐξολεθρεύση̨ σε

28:49 ἐπάξει κύριος ἐπὶ σὲ ἔθνος μακρόθεν ἀπ' ἐσχάτου τη̃ς γη̃ς ὡσεὶ ὅρμημα ἀετου̃ ἔθνος ὃ οὐκ ἀκούση̨ τη̃ς φωνη̃ς αὐτου̃

28:50 ἔθνος ἀναιδὲς προσώπω̨ ὅστις οὐ θαυμάσει πρόσωπον πρεσβύτου καὶ νέον οὐκ ἐλεήσει

28:51 καὶ κατέδεται τὰ ἔκγονα τω̃ν κτηνω̃ν σου καὶ τὰ γενήματα τη̃ς γη̃ς σου ὥστε μὴ καταλιπει̃ν σοι σι̃τον οἰ̃νον ἔλαιον τὰ βουκόλια τω̃ν βοω̃ν σου καὶ τὰ ποίμνια τω̃ν προβάτων σου ἕως ἂν ἀπολέση̨ σε

28:52 καὶ ἐκτρίψη̨ σε ἐν πάσαις ται̃ς πόλεσίν σου ἕως ἂν καθαιρεθω̃σιν τὰ τείχη σου τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά ἐφ' οἱ̃ς σὺ πέποιθας ἐπ' αὐτοι̃ς ἐν πάση̨ τη̨̃ γη̨̃ σου καὶ θλίψει σε ἐν πάσαις ται̃ς πόλεσίν σου αἱ̃ς ἔδωκέν σοι κύριος ὁ θεός σου

28:53 καὶ φάγη̨ τὰ ἔκγονα τη̃ς κοιλίας σου κρέα υἱω̃ν σου καὶ θυγατέρων σου ὅσα ἔδωκέν σοι κύριος ὁ θεός σου ἐν τη̨̃ στενοχωρία̨ σου καὶ ἐν τη̨̃ θλίψει σου ἡ̨̃ θλίψει σε ὁ ἐχθρός σου

28:54 ὁ ἁπαλὸς ἐν σοὶ καὶ ὁ τρυφερὸς σφόδρα βασκανει̃ τω̨̃ ὀφθαλμω̨̃ τὸν ἀδελφὸν καὶ τὴν γυναι̃κα τὴν ἐν τω̨̃ κόλπω̨ αὐτου̃ καὶ τὰ καταλελειμμένα τέκνα ἃ ἂν καταλειφθη̨̃

28:55 ὥστε δου̃ναι ἑνὶ αὐτω̃ν ἀπὸ τω̃ν σαρκω̃ν τω̃ν τέκνων αὐτου̃ ὡ̃ν ἂν κατέσθη̨ διὰ τὸ μὴ καταλειφθη̃ναι αὐτω̨̃ μηθὲν ἐν τη̨̃ στενοχωρία̨ σου καὶ ἐν τη̨̃ θλίψει σου ἡ̨̃ ἂν θλίψωσίν σε οἱ ἐχθροί σου ἐν πάσαις ται̃ς πόλεσίν σου

28:56 καὶ ἡ ἁπαλὴ ἐν ὑμι̃ν καὶ ἡ τρυφερὰ σφόδρα ἡ̃ς οὐχὶ πει̃ραν ἔλαβεν ὁ ποὺς αὐτη̃ς βαίνειν ἐπὶ τη̃ς γη̃ς διὰ τὴν τρυφερότητα καὶ διὰ τὴν ἁπαλότητα βασκανει̃ τω̨̃ ὀφθαλμω̨̃ αὐτη̃ς τὸν ἄνδρα αὐτη̃ς τὸν ἐν τω̨̃ κόλπω̨ αὐτη̃ς καὶ τὸν υἱὸν καὶ τὴν θυγατέρα αὐτη̃ς

28:57 καὶ τὸ χόριον αὐτη̃ς τὸ ἐξελθὸν διὰ τω̃ν μηρω̃ν αὐτη̃ς καὶ τὸ τέκνον ὃ ἂν τέκη̨ καταφάγεται γὰρ αὐτὰ διὰ τὴν ἔνδειαν πάντων κρυφη̨̃ ἐν τη̨̃ στενοχωρία̨ σου καὶ ἐν τη̨̃ θλίψει σου ἡ̨̃ θλίψει σε ὁ ἐχθρός σου ἐν πάσαις ται̃ς πόλεσίν σου

28:58 ἐὰν μὴ εἰσακούσητε ποιει̃ν πάντα τὰ ῥήματα του̃ νόμου τούτου τὰ γεγραμμένα ἐν τω̨̃ βιβλίω̨ τούτω̨ φοβει̃σθαι τὸ ὄνομα τὸ ἔντιμον καὶ τὸ θαυμαστὸν του̃το κύριον τὸν θεόν σου

28:59 καὶ παραδοξάσει κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς του̃ σπέρματός σου πληγὰς μεγάλας καὶ θαυμαστάς καὶ νόσους πονηρὰς καὶ πιστὰς

28:60 καὶ ἐπιστρέψει ἐπὶ σὲ πα̃σαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηράν ἣν διευλαβου̃ ἀπὸ προσώπου αὐτω̃ν καὶ κολληθήσονται ἐν σοί

28:61 καὶ πα̃σαν μαλακίαν καὶ πα̃σαν πληγὴν τὴν μὴ γεγραμμένην ἐν τω̨̃ βιβλίω̨ του̃ νόμου τούτου ἐπάξει κύριος ἐπὶ σέ ἕως ἂν ἐξολεθρεύση̨ σε

28:62 καὶ καταλειφθήσεσθε ἐν ἀριθμω̨̃ βραχει̃ ἀνθ' ὡ̃ν ὅτι ἠ̃τε ὡσεὶ τὰ ἄστρα του̃ οὐρανου̃ τω̨̃ πλήθει ὅτι οὐκ εἰσηκούσατε τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ὑμω̃ν

28:63 καὶ ἔσται ὃν τρόπον εὐφράνθη κύριος ἐφ' ὑμι̃ν εὐ̃ ποιη̃σαι ὑμα̃ς καὶ πληθυ̃ναι ὑμα̃ς οὕτως εὐφρανθήσεται κύριος ἐφ' ὑμι̃ν ἐξολεθρευ̃σαι ὑμα̃ς καὶ ἐξαρθήσεσθε ἀπὸ τη̃ς γη̃ς εἰς ἣν ὑμει̃ς εἰσπορεύεσθε ἐκει̃ κληρονομη̃σαι αὐτήν

28:64 καὶ διασπερει̃ σε κύριος ὁ θεός σου εἰς πάντα τὰ ἔθνη ἀπ' ἄκρου τη̃ς γη̃ς ἕως ἄκρου τη̃ς γη̃ς καὶ δουλεύσεις ἐκει̃ θεοι̃ς ἑτέροις ξύλοις καὶ λίθοις οὓς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου

28:65 ἀλλὰ καὶ ἐν τοι̃ς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε οὐδ' οὐ μὴ γένηται στάσις τω̨̃ ἴχνει του̃ ποδός σου καὶ δώσει σοι κύριος ἐκει̃ καρδίαν ἀθυμου̃σαν καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν

28:66 καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τω̃ν ὀφθαλμω̃ν σου καὶ φοβηθήση̨ ἡμέρας καὶ νυκτὸς καὶ οὐ πιστεύσεις τη̨̃ ζωη̨̃ σου

28:67 τὸ πρωὶ ἐρει̃ς πω̃ς ἂν γένοιτο ἑσπέρα καὶ τὸ ἑσπέρας ἐρει̃ς πω̃ς ἂν γένοιτο πρωί ἀπὸ του̃ φόβου τη̃ς καρδίας σου ἃ φοβηθήση̨ καὶ ἀπὸ τω̃ν ὁραμάτων τω̃ν ὀφθαλμω̃ν σου ὡ̃ν ὄψη̨

28:68 καὶ ἀποστρέψει σε κύριος εἰς Αἴγυπτον ἐν πλοίοις καὶ ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ εἰ̃πα οὐ προσθήσεσθε ἔτι ἰδει̃ν αὐτήν καὶ πραθήσεσθε ἐκει̃ τοι̃ς ἐχθροι̃ς ὑμω̃ν εἰς παι̃δας καὶ παιδίσκας καὶ οὐκ ἔσται ὁ κτώμενος

28:69 οὑ̃τοι οἱ λόγοι τη̃ς διαθήκης οὓς ἐνετείλατο κύριος Μωυση̨̃ στη̃σαι τοι̃ς υἱοι̃ς Ισραηλ ἐν γη̨̃ Μωαβ πλὴν τη̃ς διαθήκης ἡ̃ς διέθετο αὐτοι̃ς ἐν Χωρηβ

29:1 καὶ ἐκάλεσεν Μωυση̃ς πάντας τοὺς υἱοὺς Ισραηλ καὶ εἰ̃πεν πρὸς αὐτούς ὑμει̃ς ἑωράκατε πάντα ὅσα ἐποίησεν κύριος ἐν γη̨̃ Αἰγύπτω̨ ἐνώπιον ὑμω̃ν Φαραω καὶ τοι̃ς θεράπουσιν αὐτου̃ καὶ πάση̨ τη̨̃ γη̨̃ αὐτου̃

29:2 τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου τὰ σημει̃α καὶ τὰ τέρατα τὰ μεγάλα ἐκει̃να

29:3 καὶ οὐκ ἔδωκεν κύριος ὁ θεὸς ὑμι̃ν καρδίαν εἰδέναι καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὠ̃τα ἀκούειν ἕως τη̃ς ἡμέρας ταύτης

29:4 καὶ ἤγαγεν ὑμα̃ς τεσσαράκοντα ἔτη ἐν τη̨̃ ἐρήμω̨ οὐκ ἐπαλαιώθη τὰ ἱμάτια ὑμω̃ν καὶ τὰ ὑποδήματα ὑμω̃ν οὐ κατετρίβη ἀπὸ τω̃ν ποδω̃ν ὑμω̃ν

29:5 ἄρτον οὐκ ἐφάγετε οἰ̃νον καὶ σικερα οὐκ ἐπίετε ἵνα γνω̃τε ὅτι οὑ̃τος κύριος ὁ θεὸς ὑμω̃ν

29:6 καὶ ἤλθετε ἕως του̃ τόπου τούτου καὶ ἐξη̃λθεν Σηων βασιλεὺς Εσεβων καὶ Ωγ βασιλεὺς τη̃ς Βασαν εἰς συνάντησιν ἡμι̃ν ἐν πολέμω̨ καὶ ἐπατάξαμεν αὐτοὺς

29:7 καὶ ἐλάβομεν τὴν γη̃ν αὐτω̃ν καὶ ἔδωκα αὐτὴν ἐν κλήρω̨ τω̨̃ Ρουβην καὶ τω̨̃ Γαδδι καὶ τω̨̃ ἡμίσει φυλη̃ς Μανασση

29:8 καὶ φυλάξεσθε ποιει̃ν πάντας τοὺς λόγους τη̃ς διαθήκης ταύτης ἵνα συνη̃τε πάντα ὅσα ποιήσετε

29:9 ὑμει̃ς ἑστήκατε πάντες σήμερον ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν οἱ ἀρχίφυλοι ὑμω̃ν καὶ ἡ γερουσία ὑμω̃ν καὶ οἱ κριταὶ ὑμω̃ν καὶ οἱ γραμματοεισαγωγει̃ς ὑμω̃ν πα̃ς ἀνὴρ Ισραηλ

29:10 αἱ γυναι̃κες ὑμω̃ν καὶ τὰ ἔκγονα ὑμω̃ν καὶ ὁ προσήλυτος ὁ ἐν μέσω̨ τη̃ς παρεμβολη̃ς ὑμω̃ν ἀπὸ ξυλοκόπου ὑμω̃ν καὶ ἕως ὑδροφόρου ὑμω̃ν

29:11 παρελθει̃ν ἐν τη̨̃ διαθήκη̨ κυρίου του̃ θεου̃ σου καὶ ἐν ται̃ς ἀραι̃ς αὐτου̃ ὅσα κύριος ὁ θεός σου διατίθεται πρὸς σὲ σήμερον

29:12 ἵνα στήση̨ σε αὐτω̨̃ εἰς λαόν καὶ αὐτὸς ἔσται σου θεός ὃν τρόπον εἰ̃πέν σοι καὶ ὃν τρόπον ὤμοσεν τοι̃ς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ

29:13 καὶ οὐχ ὑμι̃ν μόνοις ἐγὼ διατίθεμαι τὴν διαθήκην ταύτην καὶ τὴν ἀρὰν ταύτην

29:14 ἀλλὰ καὶ τοι̃ς ὡ̃δε οὐ̃σι μεθ' ἡμω̃ν σήμερον ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν καὶ τοι̃ς μὴ οὐ̃σιν μεθ' ἡμω̃ν ὡ̃δε σήμερον

29:15 ὅτι ὑμει̃ς οἴδατε ὡς κατω̨κήσαμεν ἐν γη̨̃ Αἰγύπτω̨ καὶ παρήλθομεν ἐν μέσω̨ τω̃ν ἐθνω̃ν οὓς παρήλθετε

29:16 καὶ εἴδετε τὰ βδελύγματα αὐτω̃ν καὶ τὰ εἴδωλα αὐτω̃ν ξύλον καὶ λίθον ἀργύριον καὶ χρυσίον ἅ ἐστιν παρ' αὐτοι̃ς

29:17 μή τίς ἐστιν ἐν ὑμι̃ν ἀνὴρ ἢ γυνὴ ἢ πατριὰ ἢ φυλή τίνος ἡ διάνοια ἐξέκλινεν ἀπὸ κυρίου του̃ θεου̃ ὑμω̃ν πορεύεσθαι λατρεύειν τοι̃ς θεοι̃ς τω̃ν ἐθνω̃ν ἐκείνων μή τίς ἐστιν ἐν ὑμι̃ν ῥίζα ἄνω φύουσα ἐν χολη̨̃ καὶ πικρία̨

29:18 καὶ ἔσται ἐὰν ἀκούση̨ τὰ ῥήματα τη̃ς ἀρα̃ς ταύτης καὶ ἐπιφημίσηται ἐν τη̨̃ καρδία̨ αὐτου̃ λέγων ὅσιά μοι γένοιτο ὅτι ἐν τη̨̃ ἀποπλανήσει τη̃ς καρδίας μου πορεύσομαι ἵνα μὴ συναπολέση̨ ὁ ἁμαρτωλὸς τὸν ἀναμάρτητον

29:19 οὐ μὴ θελήση̨ ὁ θεὸς εὐιλατευ̃σαι αὐτω̨̃ ἀλλ' ἢ τότε ἐκκαυθήσεται ὀργὴ κυρίου καὶ ὁ ζη̃λος αὐτου̃ ἐν τω̨̃ ἀνθρώπω̨ ἐκείνω̨ καὶ κολληθήσονται ἐν αὐτω̨̃ πα̃σαι αἱ ἀραὶ τη̃ς διαθήκης ταύτης αἱ γεγραμμέναι ἐν τω̨̃ βιβλίω̨ του̃ νόμου τούτου καὶ ἐξαλείψει κύριος τὸ ὄνομα αὐτου̃ ἐκ τη̃ς ὑπὸ τὸν οὐρανόν

29:20 καὶ διαστελει̃ αὐτὸν κύριος εἰς κακὰ ἐκ πάντων τω̃ν υἱω̃ν Ισραηλ κατὰ πάσας τὰς ἀρὰς τη̃ς διαθήκης τὰς γεγραμμένας ἐν τω̨̃ βιβλίω̨ του̃ νόμου τούτου

29:21 καὶ ἐρου̃σιν ἡ γενεὰ ἡ ἑτέρα οἱ υἱοὶ ὑμω̃ν οἳ ἀναστήσονται μεθ' ὑμα̃ς καὶ ὁ ἀλλότριος ὃς ἂν ἔλθη̨ ἐκ γη̃ς μακρόθεν καὶ ὄψονται τὰς πληγὰς τη̃ς γη̃ς ἐκείνης καὶ τὰς νόσους αὐτη̃ς ἃς ἀπέστειλεν κύριος ἐπ' αὐτήν

29:22 θει̃ον καὶ ἅλα κατακεκαυμένον πα̃σα ἡ γη̃ αὐτη̃ς οὐ σπαρήσεται οὐδὲ ἀνατελει̃ οὐδὲ μὴ ἀναβη̨̃ ἐπ' αὐτὴν πα̃ν χλωρόν ὥσπερ κατεστράφη Σοδομα καὶ Γομορρα Αδαμα καὶ Σεβωιμ ἃς κατέστρεψεν κύριος ἐν θυμω̨̃ καὶ ὀργη̨̃

29:23 καὶ ἐρου̃σιν πάντα τὰ ἔθνη διὰ τί ἐποίησεν κύριος οὕτως τη̨̃ γη̨̃ ταύτη̨ τίς ὁ θυμὸς τη̃ς ὀργη̃ς ὁ μέγας οὑ̃τος

29:24 καὶ ἐρου̃σιν ὅτι κατελίποσαν τὴν διαθήκην κυρίου του̃ θεου̃ τω̃ν πατέρων αὐτω̃ν ἃ διέθετο τοι̃ς πατράσιν αὐτω̃ν ὅτε ἐξήγαγεν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου

29:25 καὶ πορευθέντες ἐλάτρευσαν θεοι̃ς ἑτέροις καὶ προσεκύνησαν αὐτοι̃ς οἱ̃ς οὐκ ἠπίσταντο οὐδὲ διένειμεν αὐτοι̃ς

29:26 καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐπὶ τὴν γη̃ν ἐκείνην ἐπαγαγει̃ν ἐπ' αὐτὴν κατὰ πάσας τὰς κατάρας τὰς γεγραμμένας ἐν τω̨̃ βιβλίω̨ του̃ νόμου τούτου

29:27 καὶ ἐξη̃ρεν αὐτοὺς κύριος ἀπὸ τη̃ς γη̃ς αὐτω̃ν ἐν θυμω̨̃ καὶ ὀργη̨̃ καὶ παροξυσμω̨̃ μεγάλω̨ σφόδρα καὶ ἐξέβαλεν αὐτοὺς εἰς γη̃ν ἑτέραν ὡσεὶ νυ̃ν

29:28 τὰ κρυπτὰ κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν τὰ δὲ φανερὰ ἡμι̃ν καὶ τοι̃ς τέκνοις ἡμω̃ν εἰς τὸν αἰω̃να ποιει̃ν πάντα τὰ ῥήματα του̃ νόμου τούτου

30:1 καὶ ἔσται ὡς ἂν ἔλθωσιν ἐπὶ σὲ πάντα τὰ ῥήματα ταυ̃τα ἡ εὐλογία καὶ ἡ κατάρα ἣν ἔδωκα πρὸ προσώπου σου καὶ δέξη̨ εἰς τὴν καρδίαν σου ἐν πα̃σιν τοι̃ς ἔθνεσιν οὑ̃ ἐάν σε διασκορπίση̨ κύριος ἐκει̃

30:2 καὶ ἐπιστραφήση̨ ἐπὶ κύριον τὸν θεόν σου καὶ ὑπακούση̨ τη̃ς φωνη̃ς αὐτου̃ κατὰ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐξ ὅλης τη̃ς καρδίας σου καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς σου

30:3 καὶ ἰάσεται κύριος τὰς ἁμαρτίας σου καὶ ἐλεήσει σε καὶ πάλιν συνάξει σε ἐκ πάντων τω̃ν ἐθνω̃ν εἰς οὓς διεσκόρπισέν σε κύριος ἐκει̃

30:4 ἐὰν ἠ̨̃ ἡ διασπορά σου ἀπ' ἄκρου του̃ οὐρανου̃ ἕως ἄκρου του̃ οὐρανου̃ ἐκει̃θεν συνάξει σε κύριος ὁ θεός σου καὶ ἐκει̃θεν λήμψεταί σε κύριος ὁ θεός σου

30:5 καὶ εἰσάξει σε κύριος ὁ θεός σου εἰς τὴν γη̃ν ἣν ἐκληρονόμησαν οἱ πατέρες σου καὶ κληρονομήσεις αὐτήν καὶ εὐ̃ σε ποιήσει καὶ πλεοναστόν σε ποιήσει ὑπὲρ τοὺς πατέρας σου

30:6 καὶ περικαθαριει̃ κύριος τὴν καρδίαν σου καὶ τὴν καρδίαν του̃ σπέρματός σου ἀγαπα̃ν κύριον τὸν θεόν σου ἐξ ὅλης τη̃ς καρδίας σου καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς σου ἵνα ζη̨̃ς σύ

30:7 καὶ δώσει κύριος ὁ θεός σου τὰς ἀρὰς ταύτας ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἐπὶ τοὺς μισου̃ντάς σε οἳ ἐδίωξάν σε

30:8 καὶ σὺ ἐπιστραφήση̨ καὶ εἰσακούση̨ τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου καὶ ποιήσεις τὰς ἐντολὰς αὐτου̃ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον

30:9 καὶ πολυωρήσει σε κύριος ὁ θεός σου ἐν παντὶ ἔργω̨ τω̃ν χειρω̃ν σου ἐν τοι̃ς ἐκγόνοις τη̃ς κοιλίας σου καὶ ἐν τοι̃ς γενήμασιν τη̃ς γη̃ς σου καὶ ἐν τοι̃ς ἐκγόνοις τω̃ν κτηνω̃ν σου ὅτι ἐπιστρέψει κύριος ὁ θεός σου εὐφρανθη̃ναι ἐπὶ σὲ εἰς ἀγαθά καθότι ηὐφράνθη ἐπὶ τοι̃ς πατράσιν σου

30:10 ἐὰν εἰσακούση̨ς τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου φυλάσσεσθαι καὶ ποιει̃ν πάσας τὰς ἐντολὰς αὐτου̃ καὶ τὰ δικαιώματα αὐτου̃ καὶ τὰς κρίσεις αὐτου̃ τὰς γεγραμμένας ἐν τω̨̃ βιβλίω̨ του̃ νόμου τούτου ἐὰν ἐπιστραφη̨̃ς ἐπὶ κύριον τὸν θεόν σου ἐξ ὅλης τη̃ς καρδίας σου καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς σου

30:11 ὅτι ἡ ἐντολὴ αὕτη ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον οὐχ ὑπέρογκός ἐστιν οὐδὲ μακρὰν ἀπὸ σου̃

30:12 οὐκ ἐν τω̨̃ οὐρανω̨̃ ἄνω ἐστὶν λέγων τίς ἀναβήσεται ἡμι̃ν εἰς τὸν οὐρανὸν καὶ λήμψεται αὐτὴν ἡμι̃ν καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν

30:13 οὐδὲ πέραν τη̃ς θαλάσσης ἐστὶν λέγων τίς διαπεράσει ἡμι̃ν εἰς τὸ πέραν τη̃ς θαλάσσης καὶ λήμψεται ἡμι̃ν αὐτήν καὶ ἀκουστὴν ἡμι̃ν ποιήσει αὐτήν καὶ ποιήσομεν

30:14 ἔστιν σου ἐγγὺς τὸ ῥη̃μα σφόδρα ἐν τω̨̃ στόματί σου καὶ ἐν τη̨̃ καρδία̨ σου καὶ ἐν ται̃ς χερσίν σου αὐτὸ ποιει̃ν

30:15 ἰδοὺ δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον τὸ ἀγαθὸν καὶ τὸ κακόν

30:16 ἐὰν εἰσακούση̨ς τὰς ἐντολὰς κυρίου του̃ θεου̃ σου ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἀγαπα̃ν κύριον τὸν θεόν σου πορεύεσθαι ἐν πάσαις ται̃ς ὁδοι̃ς αὐτου̃ φυλάσσεσθαι τὰ δικαιώματα αὐτου̃ καὶ τὰς κρίσεις αὐτου̃ καὶ ζήσεσθε καὶ πολλοὶ ἔσεσθε καὶ εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πάση̨ τη̨̃ γη̨̃ εἰς ἣν εἰσπορεύη̨ ἐκει̃ κληρονομη̃σαι αὐτήν

30:17 καὶ ἐὰν μεταστη̨̃ ἡ καρδία σου καὶ μὴ εἰσακούση̨ς καὶ πλανηθεὶς προσκυνήση̨ς θεοι̃ς ἑτέροις καὶ λατρεύση̨ς αὐτοι̃ς

30:18 ἀναγγέλλω σοι σήμερον ὅτι ἀπωλεία̨ ἀπολει̃σθε καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι εἰς ἣν ὑμει̃ς διαβαίνετε τὸν Ιορδάνην ἐκει̃ κληρονομη̃σαι αὐτήν

30:19 διαμαρτύρομαι ὑμι̃ν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γη̃ν τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὸ προσώπου ὑμω̃ν τὴν εὐλογίαν καὶ τὴν κατάραν ἔκλεξαι τὴν ζωήν ἵνα ζη̨̃ς σὺ καὶ τὸ σπέρμα σου

30:20 ἀγαπα̃ν κύριον τὸν θεόν σου εἰσακούειν τη̃ς φωνη̃ς αὐτου̃ καὶ ἔχεσθαι αὐτου̃ ὅτι του̃το ἡ ζωή σου καὶ ἡ μακρότης τω̃ν ἡμερω̃ν σου κατοικει̃ν σε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς ὤμοσεν κύριος τοι̃ς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δου̃ναι αὐτοι̃ς

31:1 καὶ συνετέλεσεν Μωυση̃ς λαλω̃ν πάντας τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ισραηλ

31:2 καὶ εἰ̃πεν πρὸς αὐτούς ἑκατὸν καὶ εἴκοσι ἐτω̃ν ἐγώ εἰμι σήμερον οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι κύριος δὲ εἰ̃πεν πρός με οὐ διαβήση̨ τὸν Ιορδάνην του̃τον

31:3 κύριος ὁ θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου αὐτὸς ἐξολεθρεύσει τὰ ἔθνη ταυ̃τα ἀπὸ προσώπου σου καὶ κατακληρονομήσεις αὐτούς καὶ 'Ιησου̃ς ὁ προπορευόμενος πρὸ προσώπου σου καθὰ ἐλάλησεν κύριος

31:4 καὶ ποιήσει κύριος αὐτοι̃ς καθὰ ἐποίησεν Σηων καὶ Ωγ τοι̃ς δυσὶ βασιλευ̃σιν τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου καὶ τη̨̃ γη̨̃ αὐτω̃ν καθότι ἐξωλέθρευσεν αὐτούς

31:5 καὶ παρέδωκεν αὐτοὺς κύριος ὑμι̃ν καὶ ποιήσετε αὐτοι̃ς καθότι ἐνετειλάμην ὑμι̃ν

31:6 ἀνδρίζου καὶ ἴσχυε μὴ φοβου̃ μηδὲ δειλία μηδὲ πτοηθη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν ὅτι κύριος ὁ θεός σου ὁ προπορευόμενος μεθ' ὑμω̃ν ἐν ὑμι̃ν οὐ μή σε ἀνη̨̃ οὔτε μή σε ἐγκαταλίπη̨

31:7 καὶ ἐκάλεσεν Μωυση̃ς 'Ιησου̃ν καὶ εἰ̃πεν αὐτω̨̃ ἔναντι παντὸς Ισραηλ ἀνδρίζου καὶ ἴσχυε σὺ γὰρ εἰσελεύση̨ πρὸ προσώπου του̃ λαου̃ τούτου εἰς τὴν γη̃ν ἣν ὤμοσεν κύριος τοι̃ς πατράσιν ἡμω̃ν δου̃ναι αὐτοι̃ς καὶ σὺ κατακληρονομήσεις αὐτὴν αὐτοι̃ς

31:8 καὶ κύριος ὁ συμπορευόμενος μετὰ σου̃ οὐκ ἀνήσει σε οὐδὲ μὴ ἐγκαταλίπη̨ σε μὴ φοβου̃ μηδὲ δειλία

31:9 καὶ ἔγραψεν Μωυση̃ς τὰ ῥήματα του̃ νόμου τούτου εἰς βιβλίον καὶ ἔδωκεν τοι̃ς ἱερευ̃σιν τοι̃ς υἱοι̃ς Λευι τοι̃ς αἴρουσιν τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καὶ τοι̃ς πρεσβυτέροις τω̃ν υἱω̃ν Ισραηλ

31:10 καὶ ἐνετείλατο αὐτοι̃ς Μωυση̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγων μετὰ ἑπτὰ ἔτη ἐν καιρω̨̃ ἐνιαυτου̃ ἀφέσεως ἐν ἑορτη̨̃ σκηνοπηγίας

31:11 ἐν τω̨̃ συμπορεύεσθαι πάντα Ισραηλ ὀφθη̃ναι ἐνώπιον κυρίου του̃ θεου̃ σου ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἂν ἐκλέξηται κύριος ἀναγνώσεσθε τὸν νόμον του̃τον ἐναντίον παντὸς Ισραηλ εἰς τὰ ὠ̃τα αὐτω̃ν

31:12 ἐκκλησιάσας τὸν λαόν τοὺς ἄνδρας καὶ τὰς γυναι̃κας καὶ τὰ ἔκγονα καὶ τὸν προσήλυτον τὸν ἐν ται̃ς πόλεσιν ὑμω̃ν ἵνα ἀκούσωσιν καὶ ἵνα μάθωσιν φοβει̃σθαι κύριον τὸν θεὸν ὑμω̃ν καὶ ἀκούσονται ποιει̃ν πάντας τοὺς λόγους του̃ νόμου τούτου

31:13 καὶ οἱ υἱοὶ αὐτω̃ν οἳ οὐκ οἴδασιν ἀκούσονται καὶ μαθήσονται φοβει̃σθαι κύριον τὸν θεὸν ὑμω̃ν πάσας τὰς ἡμέρας ὅσας αὐτοὶ ζω̃σιν ἐπὶ τη̃ς γη̃ς εἰς ἣν ὑμει̃ς διαβαίνετε τὸν Ιορδάνην ἐκει̃ κληρονομη̃σαι αὐτήν

31:14 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἰδοὺ ἠγγίκασιν αἱ ἡμέραι του̃ θανάτου σου κάλεσον 'Ιησου̃ν καὶ στη̃τε παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἐντελου̃μαι αὐτω̨̃ καὶ ἐπορεύθη Μωυση̃ς καὶ 'Ιησου̃ς εἰς τὴν σκηνὴν του̃ μαρτυρίου καὶ ἔστησαν παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου

31:15 καὶ κατέβη κύριος ἐν νεφέλη̨ καὶ ἔστη παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἔστη ὁ στυ̃λος τη̃ς νεφέλης παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς

31:16 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἰδοὺ σὺ κοιμα̨̃ μετὰ τω̃ν πατέρων σου καὶ ἀναστὰς ὁ λαὸς οὑ̃τος ἐκπορνεύσει ὀπίσω θεω̃ν ἀλλοτρίων τη̃ς γη̃ς εἰς ἣν οὑ̃τος εἰσπορεύεται ἐκει̃ εἰς αὐτήν καὶ ἐγκαταλείψουσίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου ἣν διεθέμην αὐτοι̃ς

31:17 καὶ ὀργισθήσομαι θυμω̨̃ εἰς αὐτοὺς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ καταλείψω αὐτοὺς καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν καὶ ἔσται κατάβρωμα καὶ εὑρήσουσιν αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις καὶ ἐρει̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ διότι οὐκ ἔστιν κύριος ὁ θεός μου ἐν ἐμοί εὕροσάν με τὰ κακὰ ταυ̃τα

31:18 ἐγὼ δὲ ἀποστροφη̨̃ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ διὰ πάσας τὰς κακίας ἃς ἐποίησαν ὅτι ἐπέστρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους

31:19 καὶ νυ̃ν γράψατε τὰ ῥήματα τη̃ς ὠ̨δη̃ς ταύτης καὶ διδάξετε αὐτὴν τοὺς υἱοὺς Ισραηλ καὶ ἐμβαλει̃τε αὐτὴν εἰς τὸ στόμα αὐτω̃ν ἵνα γένηταί μοι ἡ ὠ̨δὴ αὕτη εἰς μαρτύριον ἐν υἱοι̃ς Ισραηλ

31:20 εἰσάξω γὰρ αὐτοὺς εἰς τὴν γη̃ν τὴν ἀγαθήν ἣν ὤμοσα τοι̃ς πατράσιν αὐτω̃ν δου̃ναι αὐτοι̃ς γη̃ν ῥέουσαν γάλα καὶ μέλι καὶ φάγονται καὶ ἐμπλησθέντες κορήσουσιν καὶ ἐπιστραφήσονται ἐπὶ θεοὺς ἀλλοτρίους καὶ λατρεύσουσιν αὐτοι̃ς καὶ παροξυνου̃σίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου

31:21 καὶ ἀντικαταστήσεται ἡ ὠ̨δὴ αὕτη κατὰ πρόσωπον μαρτυρου̃σα οὐ γὰρ μὴ ἐπιλησθη̨̃ ἀπὸ στόματος αὐτω̃ν καὶ ἀπὸ στόματος του̃ σπέρματος αὐτω̃ν ἐγὼ γὰρ οἰ̃δα τὴν πονηρίαν αὐτω̃ν ὅσα ποιου̃σιν ὡ̃δε σήμερον πρὸ του̃ εἰσαγαγει̃ν με αὐτοὺς εἰς τὴν γη̃ν τὴν ἀγαθήν ἣν ὤμοσα τοι̃ς πατράσιν αὐτω̃ν

31:22 καὶ ἔγραψεν Μωυση̃ς τὴν ὠ̨δὴν ταύτην ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ισραηλ

31:23 καὶ ἐνετείλατο Μωυση̃ς 'Ιησοι̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἀνδρίζου καὶ ἴσχυε σὺ γὰρ εἰσάξεις τοὺς υἱοὺς Ισραηλ εἰς τὴν γη̃ν ἣν ὤμοσεν κύριος αὐτοι̃ς καὶ αὐτὸς ἔσται μετὰ σου̃

31:24 ἡνίκα δὲ συνετέλεσεν Μωυση̃ς γράφων πάντας τοὺς λόγους του̃ νόμου τούτου εἰς βιβλίον ἕως εἰς τέλος

31:25 καὶ ἐνετείλατο τοι̃ς Λευίταις τοι̃ς αἴρουσιν τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου λέγων

31:26 λαβόντες τὸ βιβλίον του̃ νόμου τούτου θήσετε αὐτὸ ἐκ πλαγίων τη̃ς κιβωτου̃ τη̃ς διαθήκης κυρίου του̃ θεου̃ ὑμω̃ν καὶ ἔσται ἐκει̃ ἐν σοὶ εἰς μαρτύριον

31:27 ὅτι ἐγὼ ἐπίσταμαι τὸν ἐρεθισμόν σου καὶ τὸν τράχηλόν σου τὸν σκληρόν ἔτι γὰρ ἐμου̃ ζω̃ντος μεθ' ὑμω̃ν σήμερον παραπικραίνοντες ἠ̃τε τὰ πρὸς τὸν θεόν πω̃ς οὐχὶ καὶ ἔσχατον του̃ θανάτου μου

31:28 ἐκκλησιάσατε πρός με τοὺς φυλάρχους ὑμω̃ν καὶ τοὺς πρεσβυτέρους ὑμω̃ν καὶ τοὺς κριτὰς ὑμω̃ν καὶ τοὺς γραμματοεισαγωγει̃ς ὑμω̃ν ἵνα λαλήσω εἰς τὰ ὠ̃τα αὐτω̃ν πάντας τοὺς λόγους τούτους καὶ διαμαρτύρωμαι αὐτοι̃ς τόν τε οὐρανὸν καὶ τὴν γη̃ν

31:29 οἰ̃δα γὰρ ὅτι ἔσχατον τη̃ς τελευτη̃ς μου ἀνομία̨ ἀνομήσετε καὶ ἐκκλινει̃τε ἐκ τη̃ς ὁδου̃ ἡ̃ς ἐνετειλάμην ὑμι̃ν καὶ συναντήσεται ὑμι̃ν τὰ κακὰ ἔσχατον τω̃ν ἡμερω̃ν ὅτι ποιήσετε τὸ πονηρὸν ἐναντίον κυρίου παροργίσαι αὐτὸν ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν ὑμω̃ν

31:30 καὶ ἐλάλησεν Μωυση̃ς εἰς τὰ ὠ̃τα πάσης ἐκκλησίας Ισραηλ τὰ ῥήματα τη̃ς ὠ̨δη̃ς ταύτης ἕως εἰς τέλος

32:1 πρόσεχε οὐρανέ καὶ λαλήσω καὶ ἀκουέτω γη̃ ῥήματα ἐκ στόματός μου

32:2 προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου ὡσεὶ ὄμβρος ἐπ' ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον

32:3 ὅτι ὄνομα κυρίου ἐκάλεσα δότε μεγαλωσύνην τω̨̃ θεω̨̃ ἡμω̃ν

32:4 θεός ἀληθινὰ τὰ ἔργα αὐτου̃ καὶ πα̃σαι αἱ ὁδοὶ αὐτου̃ κρίσεις θεὸς πιστός καὶ οὐκ ἔστιν ἀδικία δίκαιος καὶ ὅσιος κύριος

32:5 ἡμάρτοσαν οὐκ αὐτω̨̃ τέκνα μωμητά γενεὰ σκολιὰ καὶ διεστραμμένη

32:6 ταυ̃τα κυρίω̨ ἀνταποδίδοτε οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός οὐκ αὐτὸς οὑ̃τός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέν σε καὶ ἔκτισέν σε

32:7 μνήσθητε ἡμέρας αἰω̃νος σύνετε ἔτη γενεα̃ς γενεω̃ν ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελει̃ σοι τοὺς πρεσβυτέρους σου καὶ ἐρου̃σίν σοι

32:8 ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη ὡς διέσπειρεν υἱοὺς Αδαμ ἔστησεν ὅρια ἐθνω̃ν κατὰ ἀριθμὸν ἀγγέλων θεου̃

32:9 καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτου̃ Ιακωβ σχοίνισμα κληρονομίας αὐτου̃ Ισραηλ

32:10 αὐτάρκησεν αὐτὸν ἐν γη̨̃ ἐρήμω̨ ἐν δίψει καύματος ἐν ἀνύδρω̨ ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτὸν καὶ διεφύλαξεν αὐτὸν ὡς κόραν ὀφθαλμου̃

32:11 ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτου̃ καὶ ἐπὶ τοι̃ς νεοσσοι̃ς αὐτου̃ ἐπεπόθησεν διεὶς τὰς πτέρυγας αὐτου̃ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τω̃ν μεταφρένων αὐτου̃

32:12 κύριος μόνος ἠ̃γεν αὐτούς καὶ οὐκ ἠ̃ν μετ' αὐτω̃ν θεὸς ἀλλότριος

32:13 ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τη̃ς γη̃ς ἐψώμισεν αὐτοὺς γενήματα ἀγρω̃ν ἐθήλασαν μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεα̃ς πέτρας

32:14 βούτυρον βοω̃ν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνω̃ν καὶ κριω̃ν υἱω̃ν ταύρων καὶ τράγων μετὰ στέατος νεφρω̃ν πυρου̃ καὶ αἱ̃μα σταφυλη̃ς ἔπιον οἰ̃νον

32:15 καὶ ἔφαγεν Ιακωβ καὶ ἐνεπλήσθη καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος ἐλιπάνθη ἐπαχύνθη ἐπλατύνθη καὶ ἐγκατέλιπεν θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ θεου̃ σωτη̃ρος αὐτου̃

32:16 παρώξυνάν με ἐπ' ἀλλοτρίοις ἐν βδελύγμασιν αὐτω̃ν ἐξεπίκρανάν με

32:17 ἔθυσαν δαιμονίοις καὶ οὐ θεω̨̃ θεοι̃ς οἱ̃ς οὐκ ἤ̨δεισαν καινοὶ πρόσφατοι ἥκασιν οὓς οὐκ ἤ̨δεισαν οἱ πατέρες αὐτω̃ν

32:18 θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου θεου̃ του̃ τρέφοντός σε

32:19 καὶ εἰ̃δεν κύριος καὶ ἐζήλωσεν καὶ παρωξύνθη δι' ὀργὴν υἱω̃ν αὐτου̃ καὶ θυγατέρων

32:20 καὶ εἰ̃πεν ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν καὶ δείξω τί ἔσται αὐτοι̃ς ἐπ' ἐσχάτων ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν υἱοί οἱ̃ς οὐκ ἔστιν πίστις ἐν αὐτοι̃ς

32:21 αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεω̨̃ παρώργισάν με ἐν τοι̃ς εἰδώλοις αὐτω̃ν κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει ἐπ' ἔθνει ἀσυνέτω̨ παροργιω̃ αὐτούς

32:22 ὅτι πυ̃ρ ἐκκέκαυται ἐκ του̃ θυμου̃ μου καυθήσεται ἕως ἅ̨δου κάτω καταφάγεται γη̃ν καὶ τὰ γενήματα αὐτη̃ς φλέξει θεμέλια ὀρέων

32:23 συνάξω εἰς αὐτοὺς κακὰ καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς

32:24 τηκόμενοι λιμω̨̃ καὶ βρώσει ὀρνέων καὶ ὀπισθότονος ἀνίατος ὀδόντας θηρίων ἀποστελω̃ εἰς αὐτοὺς μετὰ θυμου̃ συρόντων ἐπὶ γη̃ς

32:25 ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τω̃ν ταμιείων φόβος νεανίσκος σὺν παρθένω̨ θηλάζων μετὰ καθεστηκότος πρεσβύτου

32:26 εἰ̃πα διασπερω̃ αὐτούς παύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτω̃ν

32:27 εἰ μὴ δι' ὀργὴν ἐχθρω̃ν ἵνα μὴ μακροχρονίσωσιν καὶ ἵνα μὴ συνεπιθω̃νται οἱ ὑπεναντίοι μὴ εἴπωσιν ἡ χεὶρ ἡμω̃ν ἡ ὑψηλὴ καὶ οὐχὶ κύριος ἐποίησεν ταυ̃τα πάντα

32:28 ὅτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστιν καὶ οὐκ ἔστιν ἐν αὐτοι̃ς ἐπιστήμη

32:29 οὐκ ἐφρόνησαν συνιέναι ταυ̃τα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον

32:30 πω̃ς διώξεται εἱ̃ς χιλίους καὶ δύο μετακινήσουσιν μυριάδας εἰ μὴ ὁ θεὸς ἀπέδοτο αὐτοὺς καὶ κύριος παρέδωκεν αὐτούς

32:31 ὅτι οὐκ ἔστιν ὡς ὁ θεὸς ἡμω̃ν οἱ θεοὶ αὐτω̃ν οἱ δὲ ἐχθροὶ ἡμω̃ν ἀνόητοι

32:32 ἐκ γὰρ ἀμπέλου Σοδομων ἡ ἄμπελος αὐτω̃ν καὶ ἡ κληματὶς αὐτω̃ν ἐκ Γομορρας ἡ σταφυλὴ αὐτω̃ν σταφυλὴ χολη̃ς βότρυς πικρίας αὐτοι̃ς

32:33 θυμὸς δρακόντων ὁ οἰ̃νος αὐτω̃ν καὶ θυμὸς ἀσπίδων ἀνίατος

32:34 οὐκ ἰδοὺ ταυ̃τα συνη̃κται παρ' ἐμοὶ καὶ ἐσφράγισται ἐν τοι̃ς θησαυροι̃ς μου

32:35 ἐν ἡμέρα̨ ἐκδικήσεως ἀνταποδώσω ἐν καιρω̨̃ ὅταν σφαλη̨̃ ὁ ποὺς αὐτω̃ν ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτω̃ν καὶ πάρεστιν ἕτοιμα ὑμι̃ν

32:36 ὅτι κρινει̃ κύριος τὸν λαὸν αὐτου̃ καὶ ἐπὶ τοι̃ς δούλοις αὐτου̃ παρακληθήσεται εἰ̃δεν γὰρ παραλελυμένους αὐτοὺς καὶ ἐκλελοιπότας ἐν ἐπαγωγη̨̃ καὶ παρειμένους

32:37 καὶ εἰ̃πεν κύριος που̃ εἰσιν οἱ θεοὶ αὐτω̃ν ἐφ' οἱ̃ς ἐπεποίθεισαν ἐπ' αὐτοι̃ς

32:38 ὡ̃ν τὸ στέαρ τω̃ν θυσιω̃ν αὐτω̃ν ἠσθίετε καὶ ἐπίνετε τὸν οἰ̃νον τω̃ν σπονδω̃ν αὐτω̃ν ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμι̃ν καὶ γενηθήτωσαν ὑμι̃ν σκεπασταί

32:39 ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμου̃ ἐγὼ ἀποκτενω̃ καὶ ζη̃ν ποιήσω πατάξω κἀγὼ ἰάσομαι καὶ οὐκ ἔστιν ὃς ἐξελει̃ται ἐκ τω̃ν χειρω̃ν μου

32:40 ὅτι ἀρω̃ εἰς τὸν οὐρανὸν τὴν χει̃ρά μου καὶ ὀμου̃μαι τη̨̃ δεξια̨̃ μου καὶ ἐρω̃ ζω̃ ἐγὼ εἰς τὸν αἰω̃να

32:41 ὅτι παροξυνω̃ ὡς ἀστραπὴν τὴν μάχαιράν μου καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου καὶ ἀνταποδώσω δίκην τοι̃ς ἐχθροι̃ς καὶ τοι̃ς μισου̃σίν με ἀνταποδώσω

32:42 μεθύσω τὰ βέλη μου ἀφ' αἵματος καὶ ἡ μάχαιρά μου καταφάγεται κρέα ἀφ' αἵματος τραυματιω̃ν καὶ αἰχμαλωσίας ἀπὸ κεφαλη̃ς ἀρχόντων ἐχθρω̃ν

32:43 εὐφράνθητε οὐρανοί ἅμα αὐτω̨̃ καὶ προσκυνησάτωσαν αὐτω̨̃ πάντες υἱοὶ θεου̃ εὐφράνθητε ἔθνη μετὰ του̃ λαου̃ αὐτου̃ καὶ ἐνισχυσάτωσαν αὐτω̨̃ πάντες ἄγγελοι θεου̃ ὅτι τὸ αἱ̃μα τω̃ν υἱω̃ν αὐτου̃ ἐκδικα̃ται καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοι̃ς ἐχθροι̃ς καὶ τοι̃ς μισου̃σιν ἀνταποδώσει καὶ ἐκκαθαριει̃ κύριος τὴν γη̃ν του̃ λαου̃ αὐτου̃

32:44 καὶ ἔγραψεν Μωυση̃ς τὴν ὠ̨δὴν ταύτην ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ισραηλ καὶ εἰση̃λθεν Μωυση̃ς καὶ ἐλάλησεν πάντας τοὺς λόγους του̃ νόμου τούτου εἰς τὰ ὠ̃τα του̃ λαου̃ αὐτὸς καὶ 'Ιησου̃ς ὁ του̃ Ναυη

32:45 καὶ συνετέλεσεν Μωυση̃ς λαλω̃ν παντὶ Ισραηλ

32:46 καὶ εἰ̃πεν πρὸς αὐτούς προσέχετε τη̨̃ καρδία̨ ἐπὶ πάντας τοὺς λόγους τούτους οὓς ἐγὼ διαμαρτύρομαι ὑμι̃ν σήμερον ἃ ἐντελει̃σθε τοι̃ς υἱοι̃ς ὑμω̃ν φυλάσσειν καὶ ποιει̃ν πάντας τοὺς λόγους του̃ νόμου τούτου

32:47 ὅτι οὐχὶ λόγος κενὸς οὑ̃τος ὑμι̃ν ὅτι αὕτη ἡ ζωὴ ὑμω̃ν καὶ ἕνεκεν του̃ λόγου τούτου μακροημερεύσετε ἐπὶ τη̃ς γη̃ς εἰς ἣν ὑμει̃ς διαβαίνετε τὸν Ιορδάνην ἐκει̃ κληρονομη̃σαι αὐτήν

32:48 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ λέγων

32:49 ἀνάβηθι εἰς τὸ ὄρος τὸ Αβαριν του̃το ὄρος Ναβαυ ὅ ἐστιν ἐν γη̨̃ Μωαβ κατὰ πρόσωπον Ιεριχω καὶ ἰδὲ τὴν γη̃ν Χανααν ἣν ἐγὼ δίδωμι τοι̃ς υἱοι̃ς Ισραηλ εἰς κατάσχεσιν

32:50 καὶ τελεύτα ἐν τω̨̃ ὄρει εἰς ὃ ἀναβαίνεις ἐκει̃ καὶ προστέθητι πρὸς τὸν λαόν σου ὃν τρόπον ἀπέθανεν Ααρων ὁ ἀδελφός σου ἐν Ωρ τω̨̃ ὄρει καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτου̃

32:51 διότι ἠπειθήσατε τω̨̃ ῥήματί μου ἐν τοι̃ς υἱοι̃ς Ισραηλ ἐπὶ του̃ ὕδατος ἀντιλογίας Καδης ἐν τη̨̃ ἐρήμω̨ Σιν διότι οὐχ ἡγιάσατέ με ἐν τοι̃ς υἱοι̃ς Ισραηλ

32:52 ὅτι ἀπέναντι ὄψη̨ τὴν γη̃ν καὶ ἐκει̃ οὐκ εἰσελεύση̨

33:1 καὶ αὕτη ἡ εὐλογία ἣν εὐλόγησεν Μωυση̃ς ἄνθρωπος του̃ θεου̃ τοὺς υἱοὺς Ισραηλ πρὸ τη̃ς τελευτη̃ς αὐτου̃

33:2 καὶ εἰ̃πεν κύριος ἐκ Σινα ἥκει καὶ ἐπέφανεν ἐκ Σηιρ ἡμι̃ν καὶ κατέσπευσεν ἐξ ὄρους Φαραν σὺν μυριάσιν Καδης ἐκ δεξιω̃ν αὐτου̃ ἄγγελοι μετ' αὐτου̃

33:3 καὶ ἐφείσατο του̃ λαου̃ αὐτου̃ καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χει̃ράς σου καὶ οὑ̃τοι ὑπὸ σέ εἰσιν καὶ ἐδέξατο ἀπὸ τω̃ν λόγων αὐτου̃

33:4 νόμον ὃν ἐνετείλατο ἡμι̃ν Μωυση̃ς κληρονομίαν συναγωγαι̃ς Ιακωβ

33:5 καὶ ἔσται ἐν τω̨̃ ἠγαπημένω̨ ἄρχων συναχθέντων ἀρχόντων λαω̃ν ἅμα φυλαι̃ς Ισραηλ

33:6 ζήτω Ρουβην καὶ μὴ ἀποθανέτω καὶ ἔστω πολὺς ἐν ἀριθμω̨̃

33:7 καὶ αὕτη Ιουδα εἰσάκουσον κύριε φωνη̃ς Ιουδα καὶ εἰς τὸν λαὸν αὐτου̃ εἰσέλθοισαν αἱ χει̃ρες αὐτου̃ διακρινου̃σιν αὐτω̨̃ καὶ βοηθὸς ἐκ τω̃ν ἐχθρω̃ν αὐτου̃ ἔση̨

33:8 καὶ τω̨̃ Λευι εἰ̃πεν δότε Λευι δήλους αὐτου̃ καὶ ἀλήθειαν αὐτου̃ τω̨̃ ἀνδρὶ τω̨̃ ὁσίω̨ ὃν ἐπείρασαν αὐτὸν ἐν πείρα̨ ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας

33:9 ὁ λέγων τω̨̃ πατρὶ καὶ τη̨̃ μητρί οὐχ ἑόρακά σε καὶ τοὺς ἀδελφοὺς αὐτου̃ οὐκ ἐπέγνω καὶ τοὺς υἱοὺς αὐτου̃ ἀπέγνω ἐφύλαξεν τὰ λόγιά σου καὶ τὴν διαθήκην σου διετήρησεν

33:10 δηλώσουσιν τὰ δικαιώματά σου τω̨̃ Ιακωβ καὶ τὸν νόμον σου τω̨̃ Ισραηλ ἐπιθήσουσιν θυμίαμα ἐν ὀργη̨̃ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου

33:11 εὐλόγησον κύριε τὴν ἰσχὺν αὐτου̃ καὶ τὰ ἔργα τω̃ν χειρω̃ν αὐτου̃ δέξαι κάταξον ὀσφὺν ἐχθρω̃ν ἐπανεστηκότων αὐτω̨̃ καὶ οἱ μισου̃ντες αὐτὸν μὴ ἀναστήτωσαν

33:12 καὶ τω̨̃ Βενιαμιν εἰ̃πεν ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς καὶ ὁ θεὸς σκιάζει ἐπ' αὐτω̨̃ πάσας τὰς ἡμέρας καὶ ἀνὰ μέσον τω̃ν ὤμων αὐτου̃ κατέπαυσεν

33:13 καὶ τω̨̃ Ιωσηφ εἰ̃πεν ἀπ' εὐλογίας κυρίου ἡ γη̃ αὐτου̃ ἀπὸ ὡρω̃ν οὐρανου̃ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγω̃ν κάτωθεν

33:14 καὶ καθ' ὥραν γενημάτων ἡλίου τροπω̃ν καὶ ἀπὸ συνόδων μηνω̃ν

33:15 καὶ ἀπὸ κορυφη̃ς ὀρέων ἀρχη̃ς καὶ ἀπὸ κορυφη̃ς βουνω̃ν ἀενάων

33:16 καὶ καθ' ὥραν γη̃ς πληρώσεως καὶ τὰ δεκτὰ τω̨̃ ὀφθέντι ἐν τω̨̃ βάτω̨ ἔλθοισαν ἐπὶ κεφαλὴν Ιωσηφ καὶ ἐπὶ κορυφη̃ς δοξασθεὶς ἐν ἀδελφοι̃ς

33:17 πρωτότοκος ταύρου τὸ κάλλος αὐτου̃ κέρατα μονοκέρωτος τὰ κέρατα αὐτου̃ ἐν αὐτοι̃ς ἔθνη κερατιει̃ ἅμα ἕως ἐπ' ἄκρου γη̃ς αὑ̃ται μυριάδες Εφραιμ καὶ αὑ̃ται χιλιάδες Μανασση

33:18 καὶ τω̨̃ Ζαβουλων εἰ̃πεν εὐφράνθητι Ζαβουλων ἐν ἐξοδία̨ σου καί Ισσαχαρ ἐν τοι̃ς σκηνώμασιν αὐτου̃

33:19 ἔθνη ἐξολεθρεύσουσιν καὶ ἐπικαλέσεσθε ἐκει̃ καὶ θύσετε θυσίαν δικαιοσύνης ὅτι πλου̃τος θαλάσσης θηλάσει σε καὶ ἐμπόρια παράλιον κατοικούντων

33:20 καὶ τω̨̃ Γαδ εἰ̃πεν εὐλογημένος ἐμπλατύνων Γαδ ὡς λέων ἀνεπαύσατο συντρίψας βραχίονα καὶ ἄρχοντα

33:21 καὶ εἰ̃δεν ἀπαρχὴν αὐτου̃ ὅτι ἐκει̃ ἐμερίσθη γη̃ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοι̃ς λαω̃ν δικαιοσύνην κύριος ἐποίησεν καὶ κρίσιν αὐτου̃ μετὰ Ισραηλ

33:22 καὶ τω̨̃ Δαν εἰ̃πεν Δαν σκύμνος λέοντος καὶ ἐκπηδήσεται ἐκ του̃ Βασαν

33:23 καὶ τω̨̃ Νεφθαλι εἰ̃πεν Νεφθαλι πλησμονὴ δεκτω̃ν καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ κυρίου θάλασσαν καὶ λίβα κληρονομήσει

33:24 καὶ τω̨̃ Ασηρ εἰ̃πεν εὐλογητὸς ἀπὸ τέκνων Ασηρ καὶ ἔσται δεκτὸς τοι̃ς ἀδελφοι̃ς αὐτου̃ βάψει ἐν ἐλαίω̨ τὸν πόδα αὐτου̃

33:25 σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτου̃ ἔσται καὶ ὡς αἱ ἡμέραι σου ἡ ἰσχύς σου

33:26 οὐκ ἔστιν ὥσπερ ὁ θεὸς του̃ ἠγαπημένου ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ ὁ μεγαλοπρεπὴς του̃ στερεώματος

33:27 καὶ σκέπασις θεου̃ ἀρχη̃ς καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων καὶ ἐκβαλει̃ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων ἀπόλοιο

33:28 καὶ κατασκηνώσει Ισραηλ πεποιθὼς μόνος ἐπὶ γη̃ς Ιακωβ ἐπὶ σίτω̨ καὶ οἴνω̨ καὶ ὁ οὐρανὸς αὐτω̨̃ συννεφὴς δρόσω̨

33:29 μακάριος σύ Ισραηλ τίς ὅμοιός σοι λαὸς σω̨ζόμενος ὑπὸ κυρίου ὑπερασπιει̃ ὁ βοηθός σου καὶ ἡ μάχαιρα καύχημά σου καὶ ψεύσονταί σε οἱ ἐχθροί σου καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτω̃ν ἐπιβήση̨

34:1 καὶ ἀνέβη Μωυση̃ς ἀπὸ Αραβωθ Μωαβ ἐπὶ τὸ ὄρος Ναβαυ ἐπὶ κορυφὴν Φασγα ἥ ἐστιν ἐπὶ προσώπου Ιεριχω καὶ ἔδειξεν αὐτω̨̃ κύριος πα̃σαν τὴν γη̃ν Γαλααδ ἕως Δαν

34:2 καὶ πα̃σαν τὴν γη̃ν Νεφθαλι καὶ πα̃σαν τὴν γη̃ν Εφραιμ καὶ Μανασση καὶ πα̃σαν τὴν γη̃ν Ιουδα ἕως τη̃ς θαλάσσης τη̃ς ἐσχάτης

34:3 καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα Ιεριχω πόλιν φοινίκων ἕως Σηγωρ

34:4 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν αὕτη ἡ γη̃ ἣν ὤμοσα Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ λέγων τω̨̃ σπέρματι ὑμω̃ν δώσω αὐτήν καὶ ἔδειξα αὐτὴν τοι̃ς ὀφθαλμοι̃ς σου καὶ ἐκει̃ οὐκ εἰσελεύση̨

34:5 καὶ ἐτελεύτησεν Μωυση̃ς οἰκέτης κυρίου ἐν γη̨̃ Μωαβ διὰ ῥήματος κυρίου

34:6 καὶ ἔθαψαν αὐτὸν ἐν Γαι ἐν γη̨̃ Μωαβ ἐγγὺς οἴκου Φογωρ καὶ οὐκ οἰ̃δεν οὐδεὶς τὴν ταφὴν αὐτου̃ ἕως τη̃ς ἡμέρας ταύτης

34:7 Μωυση̃ς δὲ ἠ̃ν ἑκατὸν καὶ εἴκοσι ἐτω̃ν ἐν τω̨̃ τελευτα̃ν αὐτόν οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτου̃ οὐδὲ ἐφθάρησαν τὰ χελύνια αὐτου̃

34:8 καὶ ἔκλαυσαν οἱ υἱοὶ Ισραηλ τὸν Μωυση̃ν ἐν Αραβωθ Μωαβ ἐπὶ του̃ Ιορδάνου κατὰ Ιεριχω τριάκοντα ἡμέρας καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμου̃ Μωυση̃

34:9 καὶ 'Ιησου̃ς υἱὸς Ναυη ἐνεπλήσθη πνεύματος συνέσεως ἐπέθηκεν γὰρ Μωυση̃ς τὰς χει̃ρας αὐτου̃ ἐπ' αὐτόν καὶ εἰσήκουσαν αὐτου̃ οἱ υἱοὶ Ισραηλ καὶ ἐποίησαν καθότι ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃

34:10 καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ισραηλ ὡς Μωυση̃ς ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον

34:11 ἐν πα̃σι τοι̃ς σημείοις καὶ τέρασιν ὃν ἀπέστειλεν αὐτὸν κύριος ποιη̃σαι αὐτὰ ἐν γη̨̃ Αἰγύπτω̨ Φαραω καὶ τοι̃ς θεράπουσιν αὐτου̃ καὶ πάση̨ τη̨̃ γη̨̃ αὐτου̃

34:12 τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χει̃ρα τὴν κραταιάν ἃ ἐποίησεν Μωυση̃ς ἔναντι παντὸς Ισραηλ

.