Βασιλειων Α' (Σαμ. Α')

1:1 ἄνθρωπος ἠ̃ν ἐξ Αρμαθαιμ Σιφα ἐξ ὄρους Εφραιμ καὶ ὄνομα αὐτω̨̃ Ελκανα υἱὸς Ιερεμεηλ υἱου̃ Ηλιου υἱου̃ Θοκε ἐν Νασιβ Εφραιμ

1:2 καὶ τούτω̨ δύο γυναι̃κες ὄνομα τη̨̃ μια̨̃ Αννα καὶ ὄνομα τη̨̃ δευτέρα̨ Φεννανα καὶ ἠ̃ν τη̨̃ Φεννανα παιδία καὶ τη̨̃ Αννα οὐκ ἠ̃ν παιδίον

1:3 καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερω̃ν εἰς ἡμέρας ἐκ πόλεως αὐτου̃ ἐξ Αρμαθαιμ προσκυνει̃ν καὶ θύειν τω̨̃ κυρίω̨ θεω̨̃ σαβαωθ εἰς Σηλω καὶ ἐκει̃ Ηλι καὶ οἱ δύο υἱοὶ αὐτου̃ Οφνι καὶ Φινεες ἱερει̃ς του̃ κυρίου

1:4 καὶ ἐγενήθη ἡμέρα̨ καὶ ἔθυσεν Ελκανα καὶ ἔδωκεν τη̨̃ Φεννανα γυναικὶ αὐτου̃ καὶ τοι̃ς υἱοι̃ς αὐτη̃ς καὶ ται̃ς θυγατράσιν αὐτη̃ς μερίδας

1:5 καὶ τη̨̃ Αννα ἔδωκεν μερίδα μίαν ὅτι οὐκ ἠ̃ν αὐτη̨̃ παιδίον πλὴν ὅτι τὴν Ανναν ἠγάπα Ελκανα ὑπὲρ ταύτην καὶ κύριος ἀπέκλεισεν τὰ περὶ τὴν μήτραν αὐτη̃ς

1:6 ὅτι οὐκ ἔδωκεν αὐτη̨̃ κύριος παιδίον κατὰ τὴν θλι̃ψιν αὐτη̃ς καὶ κατὰ τὴν ἀθυμίαν τη̃ς θλίψεως αὐτη̃ς καὶ ἠθύμει διὰ του̃το ὅτι συνέκλεισεν κύριος τὰ περὶ τὴν μήτραν αὐτη̃ς του̃ μὴ δου̃ναι αὐτη̨̃ παιδίον

1:7 οὕτως ἐποίει ἐνιαυτὸν κατ' ἐνιαυτὸν ἐν τω̨̃ ἀναβαίνειν αὐτὴν εἰς οἰ̃κον κυρίου καὶ ἠθύμει καὶ ἔκλαιεν καὶ οὐκ ἤσθιεν

1:8 καὶ εἰ̃πεν αὐτη̨̃ Ελκανα ὁ ἀνὴρ αὐτη̃ς Αννα καὶ εἰ̃πεν αὐτω̨̃ ἰδοὺ ἐγώ κύριε καὶ εἰ̃πεν αὐτη̨̃ τί ἐστίν σοι ὅτι κλαίεις καὶ ἵνα τί οὐκ ἐσθίεις καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα

1:9 καὶ ἀνέστη Αννα μετὰ τὸ φαγει̃ν αὐτοὺς ἐν Σηλω καὶ κατέστη ἐνώπιον κυρίου καὶ Ηλι ὁ ἱερεὺς ἐκάθητο ἐπὶ του̃ δίφρου ἐπὶ τω̃ν φλιω̃ν ναου̃ κυρίου

1:10 καὶ αὐτὴ κατώδυνος ψυχη̨̃ καὶ προσηύξατο πρὸς κύριον καὶ κλαίουσα ἔκλαυσεν

1:11 καὶ ηὔξατο εὐχὴν κυρίω̨ λέγουσα Αδωναι κύριε ελωαι σαβαωθ ἐὰν ἐπιβλέπων ἐπιβλέψη̨ς ἐπὶ τὴν ταπείνωσιν τη̃ς δούλης σου καὶ μνησθη̨̃ς μου καὶ δω̨̃ς τη̨̃ δούλη̨ σου σπέρμα ἀνδρω̃ν καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτου̃ καὶ οἰ̃νον καὶ μέθυσμα οὐ πίεται καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτου̃

1:12 καὶ ἐγενήθη ὅτε ἐπλήθυνεν προσευχομένη ἐνώπιον κυρίου καὶ Ηλι ὁ ἱερεὺς ἐφύλαξεν τὸ στόμα αὐτη̃ς

1:13 καὶ αὐτὴ ἐλάλει ἐν τη̨̃ καρδία̨ αὐτη̃ς καὶ τὰ χείλη αὐτη̃ς ἐκινει̃το καὶ φωνὴ αὐτη̃ς οὐκ ἠκούετο καὶ ἐλογίσατο αὐτὴν Ηλι εἰς μεθύουσαν

1:14 καὶ εἰ̃πεν αὐτη̨̃ τὸ παιδάριον Ηλι ἕως πότε μεθυσθήση̨ περιελου̃ τὸν οἰ̃νόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου

1:15 καὶ ἀπεκρίθη Αννα καὶ εἰ̃πεν οὐχί κύριε γυνή ἡ̨̃ σκληρὰ ἡμέρα ἐγώ εἰμι καὶ οἰ̃νον καὶ μέθυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον κυρίου

1:16 μὴ δω̨̃ς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νυ̃ν

1:17 καὶ ἀπεκρίθη Ηλι καὶ εἰ̃πεν αὐτη̨̃ πορεύου εἰς εἰρήνην ὁ θεὸς Ισραηλ δώ̨η σοι πα̃ν αἴτημά σου ὃ ἠ̨τήσω παρ' αὐτου̃

1:18 καὶ εἰ̃πεν εὑ̃ρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοι̃ς σου καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτη̃ς καὶ εἰση̃λθεν εἰς τὸ κατάλυμα αὐτη̃ς καὶ ἔφαγεν μετὰ του̃ ἀνδρὸς αὐτη̃ς καὶ ἔπιεν καὶ τὸ πρόσωπον αὐτη̃ς οὐ συνέπεσεν ἔτι

1:19 καὶ ὀρθρίζουσιν τὸ πρωὶ καὶ προσκυνου̃σιν τω̨̃ κυρίω̨ καὶ πορεύονται τὴν ὁδὸν αὐτω̃ν καὶ εἰση̃λθεν Ελκανα εἰς τὸν οἰ̃κον αὐτου̃ Αρμαθαιμ καὶ ἔγνω τὴν Ανναν γυναι̃κα αὐτου̃ καὶ ἐμνήσθη αὐτη̃ς κύριος

1:20 καὶ συνέλαβεν καὶ ἐγενήθη τω̨̃ καιρω̨̃ τω̃ν ἡμερω̃ν καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Σαμουηλ καὶ εἰ̃πεν ὅτι παρὰ κυρίου θεου̃ σαβαωθ ἠ̨τησάμην αὐτόν

1:21 καὶ ἀνέβη ὁ ἄνθρωπος Ελκανα καὶ πα̃ς ὁ οἰ̃κος αὐτου̃ θυ̃σαι ἐν Σηλωμ τὴν θυσίαν τω̃ν ἡμερω̃ν καὶ τὰς εὐχὰς αὐτου̃ καὶ πάσας τὰς δεκάτας τη̃ς γη̃ς αὐτου̃

1:22 καὶ Αννα οὐκ ἀνέβη μετ' αὐτου̃ ὅτι εἰ̃πεν τω̨̃ ἀνδρὶ αὐτη̃ς ἕως του̃ ἀναβη̃ναι τὸ παιδάριον ἐὰν ἀπογαλακτίσω αὐτό καὶ ὀφθήσεται τω̨̃ προσώπω̨ κυρίου καὶ καθήσεται ἐκει̃ ἕως αἰω̃νος

1:23 καὶ εἰ̃πεν αὐτη̨̃ Ελκανα ὁ ἀνὴρ αὐτη̃ς ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου κάθου ἕως ἂν ἀπογαλακτίση̨ς αὐτό ἀλλὰ στήσαι κύριος τὸ ἐξελθὸν ἐκ του̃ στόματός σου καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασεν τὸν υἱὸν αὐτη̃ς ἕως ἂν ἀπογαλακτίση̨ αὐτόν

1:24 καὶ ἀνέβη μετ' αὐτου̃ εἰς Σηλωμ ἐν μόσχω̨ τριετίζοντι καὶ ἄρτοις καὶ οιφι σεμιδάλεως καὶ νεβελ οἴνου καὶ εἰση̃λθεν εἰς οἰ̃κον κυρίου ἐν Σηλωμ καὶ τὸ παιδάριον μετ' αὐτω̃ν

1:25 καὶ προσήγαγον ἐνώπιον κυρίου καὶ ἔσφαξεν ὁ πατὴρ αὐτου̃ τὴν θυσίαν ἣν ἐποίει ἐξ ἡμερω̃ν εἰς ἡμέρας τω̨̃ κυρίω̨ καὶ προσήγαγεν τὸ παιδάριον καὶ ἔσφαξεν τὸν μόσχον καὶ προσήγαγεν Αννα ἡ μήτηρ του̃ παιδαρίου πρὸς Ηλι

1:26 καὶ εἰ̃πεν ἐν ἐμοί κύριε ζη̨̃ ἡ ψυχή σου ἐγὼ ἡ γυνὴ ἡ καταστα̃σα ἐνώπιόν σου ἐν τω̨̃ προσεύξασθαι πρὸς κύριον

1:27 ὑπὲρ του̃ παιδαρίου τούτου προσηυξάμην καὶ ἔδωκέν μοι κύριος τὸ αἴτημά μου ὃ ἠ̨τησάμην παρ' αὐτου̃

1:28 κἀγὼ κιχρω̃ αὐτὸν τω̨̃ κυρίω̨ πάσας τὰς ἡμέρας ἃς ζη̨̃ αὐτός χρη̃σιν τω̨̃ κυρίω̨

2:1 καὶ εἰ̃πεν ἐστερεώθη ἡ καρδία μου ἐν κυρίω̨ ὑψώθη κέρας μου ἐν θεω̨̃ μου ἐπλατύνθη ἐπὶ ἐχθροὺς τὸ στόμα μου εὐφράνθην ἐν σωτηρία̨ σου

2:2 ὅτι οὐκ ἔστιν ἅγιος ὡς κύριος καὶ οὐκ ἔστιν δίκαιος ὡς ὁ θεὸς ἡμω̃ν οὐκ ἔστιν ἅγιος πλὴν σου̃

2:3 μὴ καυχα̃σθε καὶ μὴ λαλει̃τε ὑψηλά μὴ ἐξελθάτω μεγαλορρημοσύνη ἐκ του̃ στόματος ὑμω̃ν ὅτι θεὸς γνώσεων κύριος καὶ θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτου̃

2:4 τόξον δυνατω̃ν ἠσθένησεν καὶ ἀσθενου̃ντες περιεζώσαντο δύναμιν

2:5 πλήρεις ἄρτων ἠλαττώθησαν καὶ οἱ πεινω̃ντες παρη̃καν γη̃ν ὅτι στει̃ρα ἔτεκεν ἑπτά καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν

2:6 κύριος θανατοι̃ καὶ ζωογονει̃ κατάγει εἰς ἅ̨δου καὶ ἀνάγει

2:7 κύριος πτωχίζει καὶ πλουτίζει ταπεινοι̃ καὶ ἀνυψοι̃

2:8 ἀνιστα̨̃ ἀπὸ γη̃ς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν καθίσαι μετὰ δυναστω̃ν λαω̃ν καὶ θρόνον δόξης κατακληρονομω̃ν αὐτοι̃ς

2:9 διδοὺς εὐχὴν τω̨̃ εὐχομένω̨ καὶ εὐλόγησεν ἔτη δικαίου ὅτι οὐκ ἐν ἰσχύι δυνατὸς ἀνήρ

2:10 κύριος ἀσθενη̃ ποιήσει ἀντίδικον αὐτου̃ κύριος ἅγιος μὴ καυχάσθω ὁ φρόνιμος ἐν τη̨̃ φρονήσει αὐτου̃ καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τη̨̃ δυνάμει αὐτου̃ καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τω̨̃ πλούτω̨ αὐτου̃ ἀλλ' ἢ ἐν τούτω̨ καυχάσθω ὁ καυχώμενος συνίειν καὶ γινώσκειν τὸν κύριον καὶ ποιει̃ν κρίμα καὶ δικαιοσύνην ἐν μέσω̨ τη̃ς γη̃ς κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν αὐτὸς κρινει̃ ἄκρα γη̃ς καὶ δίδωσιν ἰσχὺν τοι̃ς βασιλευ̃σιν ἡμω̃ν καὶ ὑψώσει κέρας χριστου̃ αὐτου̃

2:11 καὶ κατέλιπον αὐτὸν ἐκει̃ ἐνώπιον κυρίου καὶ ἀπη̃λθον εἰς Αρμαθαιμ καὶ τὸ παιδάριον ἠ̃ν λειτουργω̃ν τω̨̃ προσώπω̨ κυρίου ἐνώπιον Ηλι του̃ ἱερέως

2:12 καὶ οἱ υἱοὶ Ηλι του̃ ἱερέως υἱοὶ λοιμοὶ οὐκ εἰδότες τὸν κύριον

2:13 καὶ τὸ δικαίωμα του̃ ἱερέως παρὰ του̃ λαου̃ παντὸς του̃ θύοντος καὶ ἤρχετο τὸ παιδάριον του̃ ἱερέως ὡς ἂν ἡψήθη τὸ κρέας καὶ κρεάγρα τριόδους ἐν τη̨̃ χειρὶ αὐτου̃

2:14 καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν μέγαν ἢ εἰς τὸ χαλκίον ἢ εἰς τὴν κύθραν πα̃ν ὃ ἐὰν ἀνέβη ἐν τη̨̃ κρεάγρα̨ ἐλάμβανεν ἑαυτω̨̃ ὁ ἱερεύς κατὰ τάδε ἐποίουν παντὶ Ισραηλ τοι̃ς ἐρχομένοις θυ̃σαι κυρίω̨ ἐν Σηλωμ

2:15 καὶ πρὶν θυμιαθη̃ναι τὸ στέαρ ἤρχετο τὸ παιδάριον του̃ ἱερέως καὶ ἔλεγεν τω̨̃ ἀνδρὶ τω̨̃ θύοντι δὸς κρέας ὀπτη̃σαι τω̨̃ ἱερει̃ καὶ οὐ μὴ λάβω παρὰ σου̃ ἑφθὸν ἐκ του̃ λέβητος

2:16 καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων θυμιαθήτω πρω̃τον ὡς καθήκει τὸ στέαρ καὶ λαβὲ σεαυτω̨̃ ἐκ πάντων ὡ̃ν ἐπιθυμει̃ ἡ ψυχή σου καὶ εἰ̃πεν οὐχί ὅτι νυ̃ν δώσεις καὶ ἐὰν μή λήμψομαι κραταιω̃ς

2:17 καὶ ἠ̃ν ἡ ἁμαρτία τω̃ν παιδαρίων ἐνώπιον κυρίου μεγάλη σφόδρα ὅτι ἠθέτουν τὴν θυσίαν κυρίου

2:18 καὶ Σαμουηλ ἠ̃ν λειτουργω̃ν ἐνώπιον κυρίου παιδάριον περιεζωσμένον εφουδ βαρ

2:19 καὶ διπλοΐδα μικρὰν ἐποίησεν αὐτω̨̃ ἡ μήτηρ αὐτου̃ καὶ ἀνέφερεν αὐτω̨̃ ἐξ ἡμερω̃ν εἰς ἡμέρας ἐν τω̨̃ ἀναβαίνειν αὐτὴν μετὰ του̃ ἀνδρὸς αὐτη̃ς θυ̃σαι τὴν θυσίαν τω̃ν ἡμερω̃ν

2:20 καὶ εὐλόγησεν Ηλι τὸν Ελκανα καὶ τὴν γυναι̃κα αὐτου̃ λέγων ἀποτείσαι σοι κύριος σπέρμα ἐκ τη̃ς γυναικὸς ταύτης ἀντὶ του̃ χρέους οὑ̃ ἔχρησας τω̨̃ κυρίω̨ καὶ ἀπη̃λθεν ὁ ἄνθρωπος εἰς τὸν τόπον αὐτου̃

2:21 καὶ ἐπεσκέψατο κύριος τὴν Ανναν καὶ ἔτεκεν ἔτι τρει̃ς υἱοὺς καὶ δύο θυγατέρας καὶ ἐμεγαλύνθη τὸ παιδάριον Σαμουηλ ἐνώπιον κυρίου

2:22 καὶ Ηλι πρεσβύτης σφόδρα καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτου̃ τοι̃ς υἱοι̃ς Ισραηλ

2:23 καὶ εἰ̃πεν αὐτοι̃ς ἵνα τί ποιει̃τε κατὰ τὸ ῥη̃μα του̃το ὃ ἐγὼ ἀκούω ἐκ στόματος παντὸς του̃ λαου̃ κυρίου

2:24 μή τέκνα ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοή ἣν ἐγὼ ἀκούω μὴ ποιει̃τε οὕτως ὅτι οὐκ ἀγαθαὶ αἱ ἀκοαί ἃς ἐγὼ ἀκούω του̃ μὴ δουλεύειν λαὸν θεω̨̃

2:25 ἐὰν ἁμαρτάνων ἁμάρτη̨ ἀνὴρ εἰς ἄνδρα καὶ προσεύξονται ὑπὲρ αὐτου̃ πρὸς κύριον καὶ ἐὰν τω̨̃ κυρίω̨ ἁμάρτη̨ τίς προσεύξεται ὑπὲρ αὐτου̃ καὶ οὐκ ἤκουον τη̃ς φωνη̃ς του̃ πατρὸς αὐτω̃ν ὅτι βουλόμενος ἐβούλετο κύριος διαφθει̃ραι αὐτούς

2:26 καὶ τὸ παιδάριον Σαμουηλ ἐπορεύετο καὶ ἐμεγαλύνετο καὶ ἀγαθὸν καὶ μετὰ κυρίου καὶ μετὰ ἀνθρώπων

2:27 καὶ ἠ̃λθεν ἄνθρωπος θεου̃ πρὸς Ηλι καὶ εἰ̃πεν τάδε λέγει κύριος ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς οἰ̃κον πατρός σου ὄντων αὐτω̃ν ἐν γη̨̃ Αἰγύπτω̨ δούλων τω̨̃ οἴκω̨ Φαραω

2:28 καὶ ἐξελεξάμην τὸν οἰ̃κον του̃ πατρός σου ἐκ πάντων τω̃ν σκήπτρων Ισραηλ ἐμοὶ ἱερατεύειν καὶ ἀναβαίνειν ἐπὶ θυσιαστήριόν μου καὶ θυμια̃ν θυμίαμα καὶ αἴρειν εφουδ καὶ ἔδωκα τω̨̃ οἴκω̨ του̃ πατρός σου τὰ πάντα του̃ πυρὸς υἱω̃ν Ισραηλ εἰς βρω̃σιν

2:29 καὶ ἵνα τί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδει̃ ὀφθαλμω̨̃ καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογει̃σθαι ἀπαρχη̃ς πάσης θυσίας Ισραηλ ἔμπροσθέν μου

2:30 διὰ του̃το τάδε εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ εἰ̃πα ὁ οἰ̃κός σου καὶ ὁ οἰ̃κος του̃ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰω̃νος καὶ νυ̃ν φησιν κύριος μηδαμω̃ς ἐμοί ὅτι ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω καὶ ὁ ἐξουθενω̃ν με ἀτιμωθήσεται

2:31 ἰδοὺ ἡμέραι ἔρχονται καὶ ἐξολεθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου

2:32 καὶ οὐκ ἔσται σου πρεσβύτης ἐν οἴκω̨ μου πάσας τὰς ἡμέρας

2:33 καὶ ἄνδρα οὐκ ἐξολεθρεύσω σοι ἀπὸ του̃ θυσιαστηρίου μου ἐκλιπει̃ν τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ καταρρει̃ν τὴν ψυχὴν αὐτου̃ καὶ πα̃ς περισσεύων οἴκου σου πεσου̃νται ἐν ῥομφαία̨ ἀνδρω̃ν

2:34 καὶ του̃τό σοι τὸ σημει̃ον ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου τούτους Οφνι καὶ Φινεες ἐν ἡμέρα̨ μια̨̃ ἀποθανου̃νται ἀμφότεροι

2:35 καὶ ἀναστήσω ἐμαυτω̨̃ ἱερέα πιστόν ὃς πάντα τὰ ἐν τη̨̃ καρδία̨ μου καὶ τὰ ἐν τη̨̃ ψυχη̨̃ μου ποιήσει καὶ οἰκοδομήσω αὐτω̨̃ οἰ̃κον πιστόν καὶ διελεύσεται ἐνώπιον χριστου̃ μου πάσας τὰς ἡμέρας

2:36 καὶ ἔσται ὁ περισσεύων ἐν οἴκω̨ σου ἥξει προσκυνει̃ν αὐτω̨̃ ὀβολου̃ ἀργυρίου λέγων παράρριψόν με ἐπὶ μίαν τω̃ν ἱερατειω̃ν σου φαγει̃ν ἄρτον

3:1 καὶ τὸ παιδάριον Σαμουηλ ἠ̃ν λειτουργω̃ν τω̨̃ κυρίω̨ ἐνώπιον Ηλι του̃ ἱερέως καὶ ῥη̃μα κυρίου ἠ̃ν τίμιον ἐν ται̃ς ἡμέραις ἐκείναις οὐκ ἠ̃ν ὅρασις διαστέλλουσα

3:2 καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ Ηλι ἐκάθευδεν ἐν τω̨̃ τόπω̨ αὐτου̃ καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ ἤρξαντο βαρύνεσθαι καὶ οὐκ ἠδύνατο βλέπειν

3:3 καὶ ὁ λύχνος του̃ θεου̃ πρὶν ἐπισκευασθη̃ναι καὶ Σαμουηλ ἐκάθευδεν ἐν τω̨̃ ναω̨̃ οὑ̃ ἡ κιβωτὸς του̃ θεου̃

3:4 καὶ ἐκάλεσεν κύριος Σαμουηλ Σαμουηλ καὶ εἰ̃πεν ἰδοὺ ἐγώ

3:5 καὶ ἔδραμεν πρὸς Ηλι καὶ εἰ̃πεν ἰδοὺ ἐγώ ὅτι κέκληκάς με καὶ εἰ̃πεν οὐ κέκληκά σε ἀνάστρεφε κάθευδε καὶ ἀνέστρεψεν καὶ ἐκάθευδεν

3:6 καὶ προσέθετο κύριος καὶ ἐκάλεσεν Σαμουηλ Σαμουηλ καὶ ἐπορεύθη πρὸς Ηλι τὸ δεύτερον καὶ εἰ̃πεν ἰδοὺ ἐγώ ὅτι κέκληκάς με καὶ εἰ̃πεν οὐ κέκληκά σε ἀνάστρεφε κάθευδε

3:7 καὶ Σαμουηλ πρὶν ἢ γνω̃ναι θεὸν καὶ ἀποκαλυφθη̃ναι αὐτω̨̃ ῥη̃μα κυρίου

3:8 καὶ προσέθετο κύριος καλέσαι Σαμουηλ ἐν τρίτω̨ καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ηλι καὶ εἰ̃πεν ἰδοὺ ἐγώ ὅτι κέκληκάς με καὶ ἐσοφίσατο Ηλι ὅτι κύριος κέκληκεν τὸ παιδάριον

3:9 καὶ εἰ̃πεν ἀνάστρεφε κάθευδε τέκνον καὶ ἔσται ἐὰν καλέση̨ σε καὶ ἐρει̃ς λάλει κύριε ὅτι ἀκούει ὁ δου̃λός σου καὶ ἐπορεύθη Σαμουηλ καὶ ἐκοιμήθη ἐν τω̨̃ τόπω̨ αὐτου̃

3:10 καὶ ἠ̃λθεν κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ καὶ εἰ̃πεν Σαμουηλ λάλει ὅτι ἀκούει ὁ δου̃λός σου

3:11 καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ ἰδοὺ ἐγὼ ποιω̃ τὰ ῥήματά μου ἐν Ισραηλ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὠ̃τα αὐτου̃

3:12 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐπεγερω̃ ἐπὶ Ηλι πάντα ὅσα ἐλάλησα εἰς τὸν οἰ̃κον αὐτου̃ ἄρξομαι καὶ ἐπιτελέσω

3:13 καὶ ἀνήγγελκα αὐτω̨̃ ὅτι ἐκδικω̃ ἐγὼ τὸν οἰ̃κον αὐτου̃ ἕως αἰω̃νος ἐν ἀδικίαις υἱω̃ν αὐτου̃ ὅτι κακολογου̃ντες θεὸν υἱοὶ αὐτου̃ καὶ οὐκ ἐνουθέτει αὐτοὺς καὶ οὐδ' οὕτως

3:14 ὤμοσα τω̨̃ οἴκω̨ Ηλι εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ηλι ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰω̃νος

3:15 καὶ κοιμα̃ται Σαμουηλ ἕως πρωὶ καὶ ὤρθρισεν τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας οἴκου κυρίου καὶ Σαμουηλ ἐφοβήθη ἀπαγγει̃λαι τὴν ὅρασιν τω̨̃ Ηλι

3:16 καὶ εἰ̃πεν Ηλι πρὸς Σαμουηλ Σαμουηλ τέκνον καὶ εἰ̃πεν ἰδοὺ ἐγώ

3:17 καὶ εἰ̃πεν τί τὸ ῥη̃μα τὸ λαληθὲν πρὸς σέ μὴ δὴ κρύψη̨ς ἀπ' ἐμου̃ τάδε ποιήσαι σοι ὁ θεὸς καὶ τάδε προσθείη ἐὰν κρύψη̨ς ἀπ' ἐμου̃ ῥη̃μα ἐκ πάντων τω̃ν λόγων τω̃ν λαληθέντων σοι ἐν τοι̃ς ὠσίν σου

3:18 καὶ ἀπήγγειλεν Σαμουηλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ' αὐτου̃ καὶ εἰ̃πεν Ηλι κύριος αὐτός τὸ ἀγαθὸν ἐνώπιον αὐτου̃ ποιήσει

3:19 καὶ ἐμεγαλύνθη Σαμουηλ καὶ ἠ̃ν κύριος μετ' αὐτου̃ καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τω̃ν λόγων αὐτου̃ ἐπὶ τὴν γη̃ν

3:20 καὶ ἔγνωσαν πα̃ς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὅτι πιστὸς Σαμουηλ εἰς προφήτην τω̨̃ κυρίω̨

3:21 καὶ προσέθετο κύριος δηλωθη̃ναι ἐν Σηλωμ ὅτι ἀπεκαλύφθη κύριος πρὸς Σαμουηλ καὶ ἐπιστεύθη Σαμουηλ προφήτης γενέσθαι τω̨̃ κυρίω̨ εἰς πάντα Ισραηλ ἀπ' ἄκρων τη̃ς γη̃ς καὶ ἕως ἄκρων καὶ Ηλι πρεσβύτης σφόδρα καὶ οἱ υἱοὶ αὐτου̃ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ἡ ὁδὸς αὐτω̃ν ἐνώπιον κυρίου

4:1 καὶ ἐγενήθη ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἐξη̃λθεν Ισραηλ εἰς ἀπάντησιν αὐτοι̃ς εἰς πόλεμον καὶ παρεμβάλλουσιν ἐπὶ Αβενεζερ καὶ οἱ ἀλλόφυλοι παρεμβάλλουσιν ἐν Αφεκ

4:2 καὶ παρατάσσονται οἱ ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἔκλινεν ὁ πόλεμος καὶ ἔπταισεν ἀνὴρ Ισραηλ ἐνώπιον ἀλλοφύλων καὶ ἐπλήγησαν ἐν τη̨̃ παρατάξει ἐν ἀγρω̨̃ τέσσαρες χιλιάδες ἀνδρω̃ν

4:3 καὶ ἠ̃λθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν καὶ εἰ̃παν οἱ πρεσβύτεροι Ισραηλ κατὰ τί ἔπταισεν ἡμα̃ς κύριος σήμερον ἐνώπιον ἀλλοφύλων λάβωμεν τὴν κιβωτὸν του̃ θεου̃ ἡμω̃ν ἐκ Σηλωμ καὶ ἐξελθέτω ἐν μέσω̨ ἡμω̃ν καὶ σώσει ἡμα̃ς ἐκ χειρὸς ἐχθρω̃ν ἡμω̃ν

4:4 καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλωμ καὶ αἴρουσιν ἐκει̃θεν τὴν κιβωτὸν κυρίου καθημένου χερουβιμ καὶ ἀμφότεροι οἱ υἱοὶ Ηλι μετὰ τη̃ς κιβωτου̃ Οφνι καὶ Φινεες

4:5 καὶ ἐγενήθη ὡς ἠ̃λθεν κιβωτὸς κυρίου εἰς τὴν παρεμβολήν καὶ ἀνέκραξεν πα̃ς Ισραηλ φωνη̨̃ μεγάλη̨ καὶ ἤχησεν ἡ γη̃

4:6 καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τη̃ς κραυγη̃ς καὶ εἰ̃πον οἱ ἀλλόφυλοι τίς ἡ κραυγὴ ἡ μεγάλη αὕτη ἐν παρεμβολη̨̃ τω̃ν Εβραίων καὶ ἔγνωσαν ὅτι κιβωτὸς κυρίου ἥκει εἰς τὴν παρεμβολήν

4:7 καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι καὶ εἰ̃πον οὑ̃τοι οἱ θεοὶ ἥκασιν πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν οὐαὶ ἡμι̃ν ἐξελου̃ ἡμα̃ς κύριε σήμερον ὅτι οὐ γέγονεν τοιαύτη ἐχθὲς καὶ τρίτην

4:8 οὐαὶ ἡμι̃ν τίς ἐξελει̃ται ἡμα̃ς ἐκ χειρὸς τω̃ν θεω̃ν τω̃ν στερεω̃ν τούτων οὑ̃τοι οἱ θεοὶ οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάση̨ πληγη̨̃ καὶ ἐν τη̨̃ ἐρήμω̨

4:9 κραταιου̃σθε καὶ γίνεσθε εἰς ἄνδρας ἀλλόφυλοι μήποτε δουλεύσητε τοι̃ς Εβραίοις καθὼς ἐδούλευσαν ἡμι̃ν καὶ ἔσεσθε εἰς ἄνδρας καὶ πολεμήσατε αὐτούς

4:10 καὶ ἐπολέμησαν αὐτούς καὶ πταίει ἀνὴρ Ισραηλ καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτου̃ καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα καὶ ἔπεσαν ἐξ Ισραηλ τριάκοντα χιλιάδες ταγμάτων

4:11 καὶ κιβωτὸς θεου̃ ἐλήμφθη καὶ ἀμφότεροι υἱοὶ Ηλι ἀπέθανον Οφνι καὶ Φινεες

4:12 καὶ ἔδραμεν ἀνὴρ Ιεμιναι̃ος ἐκ τη̃ς παρατάξεως καὶ ἠ̃λθεν εἰς Σηλωμ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ τὰ ἱμάτια αὐτου̃ διερρηγότα καὶ γη̃ ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃

4:13 καὶ ἠ̃λθεν καὶ ἰδοὺ Ηλι ἐκάθητο ἐπὶ του̃ δίφρου παρὰ τὴν πύλην σκοπεύων τὴν ὁδόν ὅτι ἠ̃ν ἡ καρδία αὐτου̃ ἐξεστηκυι̃α περὶ τη̃ς κιβωτου̃ του̃ θεου̃ καὶ ὁ ἄνθρωπος εἰση̃λθεν εἰς τὴν πόλιν ἀπαγγει̃λαι καὶ ἀνεβόησεν ἡ πόλις

4:14 καὶ ἤκουσεν Ηλι τὴν φωνὴν τη̃ς βοη̃ς καὶ εἰ̃πεν τίς ἡ βοὴ τη̃ς φωνη̃ς ταύτης καὶ ὁ ἄνθρωπος σπεύσας εἰση̃λθεν καὶ ἀπήγγειλεν τω̨̃ Ηλι

4:15 καὶ Ηλι υἱὸς ἐνενήκοντα ἐτω̃ν καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ ἐπανέστησαν καὶ οὐκ ἔβλεπεν καὶ εἰ̃πεν Ηλὶ τοι̃ς ἀνδράσιν τοι̃ς περιεστηκόσιν αὐτω̨̃ τίς ἡ φωνὴ του̃ ἤχους τούτου

4:16 καὶ ὁ ἀνὴρ σπεύσας προση̃λθεν πρὸς Ηλι καὶ εἰ̃πεν αὐτω̨̃ ἐγώ εἰμι ὁ ἥκων ἐκ τη̃ς παρεμβολη̃ς κἀγὼ πέφευγα ἐκ τη̃ς παρατάξεως σήμερον καὶ εἰ̃πεν τί τὸ γεγονὸς ῥη̃μα τέκνον

4:17 καὶ ἀπεκρίθη τὸ παιδάριον καὶ εἰ̃πεν πέφευγεν ἀνὴρ Ισραηλ ἐκ προσώπου ἀλλοφύλων καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τω̨̃ λαω̨̃ καὶ ἀμφότεροι οἱ υἱοί σου τεθνήκασιν καὶ ἡ κιβωτὸς του̃ θεου̃ ἐλήμφθη

4:18 καὶ ἐγένετο ὡς ἐμνήσθη τη̃ς κιβωτου̃ του̃ θεου̃ καὶ ἔπεσεν ἀπὸ του̃ δίφρου ὀπισθίως ἐχόμενος τη̃ς πύλης καὶ συνετρίβη ὁ νω̃τος αὐτου̃ καὶ ἀπέθανεν ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη

4:19 καὶ νύμφη αὐτου̃ γυνὴ Φινεες συνειληφυι̃α του̃ τεκει̃ν καὶ ἤκουσεν τὴν ἀγγελίαν ὅτι ἐλήμφθη ἡ κιβωτὸς του̃ θεου̃ καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτη̃ς καὶ ὁ ἀνὴρ αὐτη̃ς καὶ ὤκλασεν καὶ ἔτεκεν ὅτι ἐπεστράφησαν ἐπ' αὐτὴν ὠδι̃νες αὐτη̃ς

4:20 καὶ ἐν τω̨̃ καιρω̨̃ αὐτη̃ς ἀποθνή̨σκει καὶ εἰ̃πον αὐτη̨̃ αἱ γυναι̃κες αἱ παρεστηκυι̃αι αὐτη̨̃ μὴ φοβου̃ ὅτι υἱὸν τέτοκας καὶ οὐκ ἀπεκρίθη καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτη̃ς

4:21 καὶ ἐκάλεσεν τὸ παιδάριον Οὐαὶ βαρχαβωθ ὑπὲρ τη̃ς κιβωτου̃ του̃ θεου̃ καὶ ὑπὲρ του̃ πενθερου̃ αὐτη̃ς καὶ ὑπὲρ του̃ ἀνδρὸς αὐτη̃ς

4:22 καὶ εἰ̃παν ἀπώ̨κισται δόξα Ισραηλ ἐν τω̨̃ λημφθη̃ναι τὴν κιβωτὸν κυρίου

5:1 καὶ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν του̃ θεου̃ καὶ εἰσήνεγκαν αὐτὴν ἐξ Αβεννεζερ εἰς 'Άζωτον

5:2 καὶ ἔλαβον ἀλλόφυλοι τὴν κιβωτὸν κυρίου καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἰ̃κον Δαγων καὶ παρέστησαν αὐτὴν παρὰ Δαγων

5:3 καὶ ὤρθρισαν οἱ 'Αζώτιοι καὶ εἰση̃λθον εἰς οἰ̃κον Δαγων καὶ εἰ̃δον καὶ ἰδοὺ Δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτου̃ ἐνώπιον κιβωτου̃ του̃ θεου̃ καὶ ἤγειραν τὸν Δαγων καὶ κατέστησαν εἰς τὸν τόπον αὐτου̃ καὶ ἐβαρύνθη χεὶρ κυρίου ἐπὶ τοὺς 'Αζωτίους καὶ ἐβασάνισεν αὐτοὺς καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτω̃ν τὴν 'Άζωτον καὶ τὰ ὅρια αὐτη̃ς

5:4 καὶ ἐγένετο ὅτε ὤρθρισαν τὸ πρωί καὶ ἰδοὺ Δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτου̃ ἐνώπιον κιβωτου̃ διαθήκης κυρίου καὶ ἡ κεφαλὴ Δαγων καὶ ἀμφότερα τὰ ἴχνη χειρω̃ν αὐτου̃ ἀφη̨ρημένα ἐπὶ τὰ ἐμπρόσθια αμαφεθ ἕκαστον καὶ ἀμφότεροι οἱ καρποὶ τω̃ν χειρω̃ν αὐτου̃ πεπτωκότες ἐπὶ τὸ πρόθυρον πλὴν ἡ ῥάχις Δαγων ὑπελείφθη

5:5 διὰ του̃το οὐκ ἐπιβαίνουσιν οἱ ἱερει̃ς Δαγων καὶ πα̃ς ὁ εἰσπορευόμενος εἰς οἰ̃κον Δαγων ἐπὶ βαθμὸν οἴκου Δαγων ἐν 'Αζώτω̨ ἕως τη̃ς ἡμέρας ταύτης ὅτι ὑπερβαίνοντες ὑπερβαίνουσιν

5:6 καὶ ἐβαρύνθη χεὶρ κυρίου ἐπὶ 'Άζωτον καὶ ἐπήγαγεν αὐτοι̃ς καὶ ἐξέζεσεν αὐτοι̃ς εἰς τὰς ναυ̃ς καὶ μέσον τη̃ς χώρας αὐτη̃ς ἀνεφύησαν μύες καὶ ἐγένετο σύγχυσις θανάτου μεγάλη ἐν τη̨̃ πόλει

5:7 καὶ εἰ̃δον οἱ ἄνδρες 'Αζώτου ὅτι οὕτως καὶ λέγουσιν ὅτι οὐ καθήσεται κιβωτὸς του̃ θεου̃ Ισραηλ μεθ' ἡμω̃ν ὅτι σκληρὰ χεὶρ αὐτου̃ ἐφ' ἡμα̃ς καὶ ἐπὶ Δαγων θεὸν ἡμω̃ν

5:8 καὶ ἀποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τω̃ν ἀλλοφύλων πρὸς αὐτοὺς καὶ λέγουσιν τί ποιήσωμεν κιβωτω̨̃ θεου̃ Ισραηλ καὶ λέγουσιν οἱ Γεθθαι̃οι μετελθέτω κιβωτὸς του̃ θεου̃ πρὸς ἡμα̃ς καὶ μετη̃λθεν κιβωτὸς του̃ θεου̃ εἰς Γεθθα

5:9 καὶ ἐγενήθη μετὰ τὸ μετελθει̃ν αὐτὴν καὶ γίνεται χεὶρ κυρίου ἐν τη̨̃ πόλει τάραχος μέγας σφόδρα καὶ ἐπάταξεν τοὺς ἄνδρας τη̃ς πόλεως ἀπὸ μικρου̃ ἕως μεγάλου καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτω̃ν καὶ ἐποίησαν ἑαυτοι̃ς οἱ Γεθθαι̃οι ἕδρας

5:10 καὶ ἐξαποστέλλουσιν τὴν κιβωτὸν του̃ θεου̃ εἰς 'Ασκαλω̃να καὶ ἐγενήθη ὡς εἰση̃λθεν κιβωτὸς θεου̃ εἰς 'Ασκαλω̃να καὶ ἐβόησαν οἱ 'Ασκαλωνι̃ται λέγοντες τί ἀπεστρέψατε πρὸς ἡμα̃ς τὴν κιβωτὸν του̃ θεου̃ Ισραηλ θανατω̃σαι ἡμα̃ς καὶ τὸν λαὸν ἡμω̃ν

5:11 καὶ ἐξαποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τω̃ν ἀλλοφύλων καὶ εἰ̃πον ἐξαποστείλατε τὴν κιβωτὸν του̃ θεου̃ Ισραηλ καὶ καθισάτω εἰς τὸν τόπον αὐτη̃ς καὶ οὐ μὴ θανατώση̨ ἡμα̃ς καὶ τὸν λαὸν ἡμω̃ν ὅτι ἐγενήθη σύγχυσις θανάτου ἐν ὅλη̨ τη̨̃ πόλει βαρει̃α σφόδρα ὡς εἰση̃λθεν κιβωτὸς θεου̃ Ισραηλ ἐκει̃

5:12 καὶ οἱ ζω̃ντες καὶ οὐκ ἀποθανόντες ἐπλήγησαν εἰς τὰς ἕδρας καὶ ἀνέβη ἡ κραυγὴ τη̃ς πόλεως εἰς τὸν οὐρανόν

6:1 καὶ ἠ̃ν ἡ κιβωτὸς ἐν ἀγρω̨̃ τω̃ν ἀλλοφύλων ἑπτὰ μη̃νας καὶ ἐξέζεσεν ἡ γη̃ αὐτω̃ν μύας

6:2 καὶ καλου̃σιν ἀλλόφυλοι τοὺς ἱερει̃ς καὶ τοὺς μάντεις καὶ τοὺς ἐπαοιδοὺς αὐτω̃ν λέγοντες τί ποιήσωμεν τη̨̃ κιβωτω̨̃ κυρίου γνωρίσατε ἡμι̃ν ἐν τίνι ἀποστελου̃μεν αὐτὴν εἰς τὸν τόπον αὐτη̃ς

6:3 καὶ εἰ̃παν εἰ ἐξαπεστέλλετε ὑμει̃ς τὴν κιβωτὸν διαθήκης κυρίου θεου̃ Ισραηλ μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν ἀλλὰ ἀποδιδόντες ἀπόδοτε αὐτη̨̃ τη̃ς βασάνου καὶ τότε ἰαθήσεσθε καὶ ἐξιλασθήσεται ὑμι̃ν μὴ οὐκ ἀποστη̨̃ ἡ χεὶρ αὐτου̃ ἀφ' ὑμω̃ν

6:4 καὶ λέγουσιν τί τὸ τη̃ς βασάνου ἀποδώσομεν αὐτη̨̃ καὶ εἰ̃παν κατ' ἀριθμὸν τω̃ν σατραπω̃ν τω̃ν ἀλλοφύλων πέντε ἕδρας χρυσα̃ς ὅτι πται̃σμα ἓν ὑμι̃ν καὶ τοι̃ς ἄρχουσιν ὑμω̃ν καὶ τω̨̃ λαω̨̃

6:5 καὶ μυ̃ς χρυσου̃ς ὁμοίωμα τω̃ν μυω̃ν ὑμω̃ν τω̃ν διαφθειρόντων τὴν γη̃ν καὶ δώσετε τω̨̃ κυρίω̨ δόξαν ὅπως κουφίση̨ τὴν χει̃ρα αὐτου̃ ἀφ' ὑμω̃ν καὶ ἀπὸ τω̃ν θεω̃ν ὑμω̃ν καὶ ἀπὸ τη̃ς γη̃ς ὑμω̃ν

6:6 καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμω̃ν ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραω τὴν καρδίαν αὐτω̃ν οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοι̃ς ἐξαπέστειλαν αὐτούς καὶ ἀπη̃λθον

6:7 καὶ νυ̃ν λάβετε καὶ ποιήσατε ἅμαξαν καινὴν καὶ δύο βόας πρωτοτοκούσας ἄνευ τω̃ν τέκνων καὶ ζεύξατε τὰς βόας ἐν τη̨̃ ἁμάξη̨ καὶ ἀπαγάγετε τὰ τέκνα ἀπὸ ὄπισθεν αὐτω̃ν εἰς οἰ̃κον

6:8 καὶ λήμψεσθε τὴν κιβωτὸν καὶ θήσετε αὐτὴν ἐπὶ τὴν ἅμαξαν καὶ τὰ σκεύη τὰ χρυσα̃ ἀποδώσετε αὐτη̨̃ τη̃ς βασάνου καὶ θήσετε ἐν θέματι βερσεχθαν ἐκ μέρους αὐτη̃ς καὶ ἐξαποστελει̃τε αὐτὴν καὶ ἀπελάσατε αὐτήν καὶ ἀπελεύσεται

6:9 καὶ ὄψεσθε εἰ εἰς ὁδὸν ὁρίων αὐτη̃ς πορεύσεται κατὰ Βαιθσαμυς αὐτὸς πεποίηκεν ἡμι̃ν τὴν κακίαν ταύτην τὴν μεγάλην καὶ ἐὰν μή καὶ γνωσόμεθα ὅτι οὐ χεὶρ αὐτου̃ ἡ̃πται ἡμω̃ν ἀλλὰ σύμπτωμα του̃το γέγονεν ἡμι̃ν

6:10 καὶ ἐποίησαν οἱ ἀλλόφυλοι οὕτως καὶ ἔλαβον δύο βόας πρωτοτοκούσας καὶ ἔζευξαν αὐτὰς ἐν τη̨̃ ἁμάξη̨ καὶ τὰ τέκνα αὐτω̃ν ἀπεκώλυσαν εἰς οἰ̃κον

6:11 καὶ ἔθεντο τὴν κιβωτὸν ἐπὶ τὴν ἅμαξαν καὶ τὸ θέμα εργαβ καὶ τοὺς μυ̃ς τοὺς χρυσου̃ς

6:12 καὶ κατεύθυναν αἱ βόες ἐν τη̨̃ ὁδω̨̃ εἰς ὁδὸν Βαιθσαμυς ἐν τρίβω̨ ἑνὶ ἐπορεύοντο καὶ ἐκοπίων καὶ οὐ μεθίσταντο δεξιὰ οὐδὲ ἀριστερά καὶ οἱ σατράπαι τω̃ν ἀλλοφύλων ἐπορεύοντο ὀπίσω αὐτη̃ς ἕως ὁρίων Βαιθσαμυς

6:13 καὶ οἱ ἐν Βαιθσαμυς ἐθέριζον θερισμὸν πυρω̃ν ἐν κοιλάδι καὶ ἠ̃ραν ὀφθαλμοὺς αὐτω̃ν καὶ εἰ̃δον κιβωτὸν κυρίου καὶ ηὐφράνθησαν εἰς ἀπάντησιν αὐτη̃ς

6:14 καὶ ἡ ἅμαξα εἰση̃λθεν εἰς ἀγρὸν Ωσηε τὸν ἐν Βαιθσαμυς καὶ ἔστησαν ἐκει̃ παρ' αὐτη̨̃ λίθον μέγαν καὶ σχίζουσιν τὰ ξύλα τη̃ς ἁμάξης καὶ τὰς βόας ἀνήνεγκαν εἰς ὁλοκαύτωσιν τω̨̃ κυρίω̨

6:15 καὶ οἱ Λευι̃ται ἀνήνεγκαν τὴν κιβωτὸν του̃ κυρίου καὶ τὸ θέμα εργαβ μετ' αὐτη̃ς καὶ τὰ ἐπ' αὐτη̃ς σκεύη τὰ χρυσα̃ καὶ ἔθεντο ἐπὶ του̃ λίθου του̃ μεγάλου καὶ οἱ ἄνδρες Βαιθσαμυς ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ θυσίας ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τω̨̃ κυρίω̨

6:16 καὶ οἱ πέντε σατράπαι τω̃ν ἀλλοφύλων ἑώρων καὶ ἀνέστρεψαν εἰς 'Ασκαλω̃να τη̨̃ ἡμέρα̨ ἐκείνη̨

6:17 καὶ αὑ̃ται αἱ ἕδραι αἱ χρυσαι̃ ἃς ἀπέδωκαν οἱ ἀλλόφυλοι τη̃ς βασάνου τω̨̃ κυρίω̨ τη̃ς 'Αζώτου μίαν τη̃ς Γάζης μίαν τη̃ς 'Ασκαλω̃νος μίαν τη̃ς Γεθ μίαν τη̃ς Ακκαρων μίαν

6:18 καὶ μυ̃ς οἱ χρυσοι̃ κατ' ἀριθμὸν πασω̃ν πόλεων τω̃ν ἀλλοφύλων τω̃ν πέντε σατραπω̃ν ἐκ πόλεως ἐστερεωμένης καὶ ἕως κώμης του̃ Φερεζαίου καὶ ἕως λίθου του̃ μεγάλου οὑ̃ ἐπέθηκαν ἐπ' αὐτου̃ τὴν κιβωτὸν διαθήκης κυρίου του̃ ἐν ἀγρω̨̃ Ωσηε του̃ Βαιθσαμυσίτου

6:19 καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ Ιεχονιου ἐν τοι̃ς ἀνδράσιν Βαιθσαμυς ὅτι εἰ̃δαν κιβωτὸν κυρίου καὶ ἐπάταξεν ἐν αὐτοι̃ς ἑβδομήκοντα ἄνδρας καὶ πεντήκοντα χιλιάδας ἀνδρω̃ν καὶ ἐπένθησεν ὁ λαός ὅτι ἐπάταξεν κύριος ἐν τω̨̃ λαω̨̃ πληγὴν μεγάλην σφόδρα

6:20 καὶ εἰ̃παν οἱ ἄνδρες οἱ ἐκ Βαιθσαμυς τίς δυνήσεται διελθει̃ν ἐνώπιον κυρίου του̃ ἁγίου τούτου καὶ πρὸς τίνα ἀναβήσεται κιβωτὸς κυρίου ἀφ' ἡμω̃ν

6:21 καὶ ἀποστέλλουσιν ἀγγέλους πρὸς τοὺς κατοικου̃ντας Καριαθιαριμ λέγοντες ἀπεστρόφασιν ἀλλόφυλοι τὴν κιβωτὸν κυρίου κατάβητε καὶ ἀναγάγετε αὐτὴν πρὸς ἑαυτούς

7:1 καὶ ἔρχονται οἱ ἄνδρες Καριαθιαριμ καὶ ἀνάγουσιν τὴν κιβωτὸν διαθήκης κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἰ̃κον Αμιναδαβ τὸν ἐν τω̨̃ βουνω̨̃ καὶ τὸν Ελεαζαρ υἱὸν αὐτου̃ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης κυρίου

7:2 καὶ ἐγενήθη ἀφ' ἡ̃ς ἡμέρας ἠ̃ν ἡ κιβωτὸς ἐν Καριαθιαριμ ἐπλήθυναν αἱ ἡμέραι καὶ ἐγένοντο εἴκοσι ἔτη καὶ ἐπέβλεψεν πα̃ς οἰ̃κος Ισραηλ ὀπίσω κυρίου

7:3 καὶ εἰ̃πεν Σαμουηλ πρὸς πάντα οἰ̃κον Ισραηλ λέγων εἰ ἐν ὅλη̨ καρδία̨ ὑμω̃ν ὑμει̃ς ἐπιστρέφετε πρὸς κύριον περιέλετε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμω̃ν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμω̃ν πρὸς κύριον καὶ δουλεύσατε αὐτω̨̃ μόνω̨ καὶ ἐξελει̃ται ὑμα̃ς ἐκ χειρὸς ἀλλοφύλων

7:4 καὶ περιει̃λον οἱ υἱοὶ Ισραηλ τὰς Βααλιμ καὶ τὰ ἄλση Ασταρωθ καὶ ἐδούλευσαν κυρίω̨ μόνω̨

7:5 καὶ εἰ̃πεν Σαμουηλ ἀθροίσατε πάντα Ισραηλ εἰς Μασσηφαθ καὶ προσεύξομαι περὶ ὑμω̃ν πρὸς κύριον

7:6 καὶ συνήχθησαν εἰς Μασσηφαθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον κυρίου ἐπὶ τὴν γη̃ν καὶ ἐνήστευσαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ εἰ̃παν ἡμαρτήκαμεν ἐνώπιον κυρίου καὶ ἐδίκαζεν Σαμουηλ τοὺς υἱοὺς Ισραηλ εἰς Μασσηφαθ

7:7 καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Μασσηφαθ καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ισραηλ καὶ ἀκούουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων

7:8 καὶ εἰ̃παν οἱ υἱοὶ Ισραηλ πρὸς Σαμουηλ μὴ παρασιωπήση̨ς ἀφ' ἡμω̃ν του̃ μὴ βοα̃ν πρὸς κύριον θεόν σου καὶ σώσει ἡμα̃ς ἐκ χειρὸς ἀλλοφύλων

7:9 καὶ ἔλαβεν Σαμουηλ ἄρνα γαλαθηνὸν ἕνα καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τω̨̃ λαω̨̃ τω̨̃ κυρίω̨ καὶ ἐβόησεν Σαμουηλ πρὸς κύριον περὶ Ισραηλ καὶ ἐπήκουσεν αὐτου̃ κύριος

7:10 καὶ ἠ̃ν Σαμουηλ ἀναφέρων τὴν ὁλοκαύτωσιν καὶ ἀλλόφυλοι προση̃γον εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἐβρόντησεν κύριος ἐν φωνη̨̃ μεγάλη̨ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐπὶ τοὺς ἀλλοφύλους καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ισραηλ

7:11 καὶ ἐξη̃λθαν ἄνδρες Ισραηλ ἐκ Μασσηφαθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω του̃ Βαιθχορ

7:12 καὶ ἔλαβεν Σαμουηλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφαθ καὶ ἀνὰ μέσον τη̃ς παλαια̃ς καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Αβενεζερ λίθος του̃ βοηθου̃ καὶ εἰ̃πεν ἕως ἐνταυ̃θα ἐβοήθησεν ἡμι̃ν κύριος

7:13 καὶ ἐταπείνωσεν κύριος τοὺς ἀλλοφύλους καὶ οὐ προσέθεντο ἔτι προσελθει̃ν εἰς ὅριον Ισραηλ καὶ ἐγενήθη χεὶρ κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας του̃ Σαμουηλ

7:14 καὶ ἀπεδόθησαν αἱ πόλεις ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τω̃ν υἱω̃ν Ισραηλ καὶ ἀπέδωκαν αὐτὰς τω̨̃ Ισραηλ ἀπὸ 'Ασκαλω̃νος ἕως Αζοβ καὶ τὸ ὅριον Ισραηλ ἀφείλαντο ἐκ χειρὸς ἀλλοφύλων καὶ ἠ̃ν εἰρήνη ἀνὰ μέσον Ισραηλ καὶ ἀνὰ μέσον του̃ Αμορραίου

7:15 καὶ ἐδίκαζεν Σαμουηλ τὸν Ισραηλ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃

7:16 καὶ ἐπορεύετο κατ' ἐνιαυτὸν ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθηλ καὶ τὴν Γαλγαλα καὶ τὴν Μασσηφαθ καὶ ἐδίκαζεν τὸν Ισραηλ ἐν πα̃σι τοι̃ς ἡγιασμένοις τούτοις

7:17 ἡ δὲ ἀποστροφὴ αὐτου̃ εἰς Αρμαθαιμ ὅτι ἐκει̃ ἠ̃ν ὁ οἰ̃κος αὐτου̃ καὶ ἐδίκαζεν ἐκει̃ τὸν Ισραηλ καὶ ὠ̨κοδόμησεν ἐκει̃ θυσιαστήριον τω̨̃ κυρίω̨

8:1 καὶ ἐγένετο ὡς ἐγήρασεν Σαμουηλ καὶ κατέστησεν τοὺς υἱοὺς αὐτου̃ δικαστὰς τω̨̃ Ισραηλ

8:2 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν αὐτου̃ πρωτότοκος Ιωηλ καὶ ὄνομα του̃ δευτέρου Αβια δικασταὶ ἐν Βηρσαβεε

8:3 καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτου̃ ἐν ὁδω̨̃ αὐτου̃ καὶ ἐξέκλιναν ὀπίσω τη̃ς συντελείας καὶ ἐλάμβανον δω̃ρα καὶ ἐξέκλινον δικαιώματα

8:4 καὶ συναθροίζονται ἄνδρες Ισραηλ καὶ παραγίνονται εἰς Αρμαθαιμ πρὸς Σαμουηλ

8:5 καὶ εἰ̃παν αὐτω̨̃ ἰδοὺ σὺ γεγήρακας καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τη̨̃ ὁδω̨̃ σου καὶ νυ̃ν κατάστησον ἐφ' ἡμα̃ς βασιλέα δικάζειν ἡμα̃ς καθὰ καὶ τὰ λοιπὰ ἔθνη

8:6 καὶ ἠ̃ν πονηρὸν τὸ ῥη̃μα ἐν ὀφθαλμοι̃ς Σαμουηλ ὡς εἰ̃παν δὸς ἡμι̃ν βασιλέα δικάζειν ἡμα̃ς καὶ προσηύξατο Σαμουηλ πρὸς κύριον

8:7 καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ ἄκουε τη̃ς φωνη̃ς του̃ λαου̃ καθὰ ἂν λαλήσωσίν σοι ὅτι οὐ σὲ ἐξουθενήκασιν ἀλλ' ἢ ἐμὲ ἐξουδενώκασιν του̃ μὴ βασιλεύειν ἐπ' αὐτω̃ν

8:8 κατὰ πάντα τὰ ποιήματα ἃ ἐποίησάν μοι ἀφ' ἡ̃ς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἐγκατέλιπόν με καὶ ἐδούλευον θεοι̃ς ἑτέροις οὕτως αὐτοὶ ποιου̃σιν καὶ σοί

8:9 καὶ νυ̃ν ἄκουε τη̃ς φωνη̃ς αὐτω̃ν πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρη̨ αὐτοι̃ς καὶ ἀπαγγελει̃ς αὐτοι̃ς τὸ δικαίωμα του̃ βασιλέως ὃς βασιλεύσει ἐπ' αὐτούς

8:10 καὶ εἰ̃πεν Σαμουηλ πα̃ν τὸ ῥη̃μα κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτου̃ντας παρ' αὐτου̃ βασιλέα

8:11 καὶ εἰ̃πεν του̃το ἔσται τὸ δικαίωμα του̃ βασιλέως ὃς βασιλεύσει ἐφ' ὑμα̃ς τοὺς υἱοὺς ὑμω̃ν λήμψεται καὶ θήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτου̃ καὶ ἱππευ̃σιν αὐτου̃ καὶ προτρέχοντας τω̃ν ἁρμάτων αὐτου̃

8:12 καὶ θέσθαι αὐτοὺς ἑαυτω̨̃ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ θερίζειν θερισμὸν αὐτου̃ καὶ τρυγα̃ν τρυγητὸν αὐτου̃ καὶ ποιει̃ν σκεύη πολεμικὰ αὐτου̃ καὶ σκεύη ἁρμάτων αὐτου̃

8:13 καὶ τὰς θυγατέρας ὑμω̃ν λήμψεται εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας

8:14 καὶ τοὺς ἀγροὺς ὑμω̃ν καὶ τοὺς ἀμπελω̃νας ὑμω̃ν καὶ τοὺς ἐλαιω̃νας ὑμω̃ν τοὺς ἀγαθοὺς λήμψεται καὶ δώσει τοι̃ς δούλοις αὐτου̃

8:15 καὶ τὰ σπέρματα ὑμω̃ν καὶ τοὺς ἀμπελω̃νας ὑμω̃ν ἀποδεκατώσει καὶ δώσει τοι̃ς εὐνούχοις αὐτου̃ καὶ τοι̃ς δούλοις αὐτου̃

8:16 καὶ τοὺς δούλους ὑμω̃ν καὶ τὰς δούλας ὑμω̃ν καὶ τὰ βουκόλια ὑμω̃ν τὰ ἀγαθὰ καὶ τοὺς ὄνους ὑμω̃ν λήμψεται καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτου̃

8:17 καὶ τὰ ποίμνια ὑμω̃ν ἀποδεκατώσει καὶ ὑμει̃ς ἔσεσθε αὐτω̨̃ δου̃λοι

8:18 καὶ βοήσεσθε ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ προσώπου βασιλέως ὑμω̃ν οὑ̃ ἐξελέξασθε ἑαυτοι̃ς καὶ οὐκ ἐπακούσεται κύριος ὑμω̃ν ἐν ται̃ς ἡμέραις ἐκείναις ὅτι ὑμει̃ς ἐξελέξασθε ἑαυτοι̃ς βασιλέα

8:19 καὶ οὐκ ἠβούλετο ὁ λαὸς ἀκου̃σαι του̃ Σαμουηλ καὶ εἰ̃παν αὐτω̨̃ οὐχί ἀλλ' ἢ βασιλεὺς ἔσται ἐφ' ἡμα̃ς

8:20 καὶ ἐσόμεθα καὶ ἡμει̃ς κατὰ πάντα τὰ ἔθνη καὶ δικάσει ἡμα̃ς βασιλεὺς ἡμω̃ν καὶ ἐξελεύσεται ἔμπροσθεν ἡμω̃ν καὶ πολεμήσει τὸν πόλεμον ἡμω̃ν

8:21 καὶ ἤκουσεν Σαμουηλ πάντας τοὺς λόγους του̃ λαου̃ καὶ ἐλάλησεν αὐτοὺς εἰς τὰ ὠ̃τα κυρίου

8:22 καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ ἄκουε τη̃ς φωνη̃ς αὐτω̃ν καὶ βασίλευσον αὐτοι̃ς βασιλέα καὶ εἰ̃πεν Σαμουηλ πρὸς ἄνδρας Ισραηλ ἀποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτου̃

9:1 καὶ ἠ̃ν ἀνὴρ ἐξ υἱω̃ν Βενιαμιν καὶ ὄνομα αὐτω̨̃ Κις υἱὸς Αβιηλ υἱου̃ Σαρεδ υἱου̃ Βαχιρ υἱου̃ Αφεκ υἱου̃ ἀνδρὸς Ιεμιναίου ἀνὴρ δυνατός

9:2 καὶ τούτω̨ υἱός καὶ ὄνομα αὐτω̨̃ Σαουλ εὐμεγέθης ἀνὴρ ἀγαθός καὶ οὐκ ἠ̃ν ἐν υἱοι̃ς Ισραηλ ἀγαθὸς ὑπὲρ αὐτόν ὑπὲρ ὠμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πα̃σαν τὴν γη̃ν

9:3 καὶ ἀπώλοντο αἱ ὄνοι Κις πατρὸς Σαουλ καὶ εἰ̃πεν Κις πρὸς Σαουλ τὸν υἱὸν αὐτου̃ λαβὲ μετὰ σεαυτου̃ ἓν τω̃ν παιδαρίων καὶ ἀνάστητε καὶ πορεύθητε καὶ ζητήσατε τὰς ὄνους

9:4 καὶ διη̃λθον δι' ὄρους Εφραιμ καὶ διη̃λθον διὰ τη̃ς γη̃ς Σελχα καὶ οὐχ εὑ̃ρον καὶ διη̃λθον διὰ τη̃ς γη̃ς Εασακεμ καὶ οὐκ ἠ̃ν καὶ διη̃λθον διὰ τη̃ς γη̃ς Ιακιμ καὶ οὐχ εὑ̃ρον

9:5 αὐτω̃ν ἐλθόντων εἰς τὴν Σιφ καὶ Σαουλ εἰ̃πεν τω̨̃ παιδαρίω̨ αὐτου̃ τω̨̃ μετ' αὐτου̃ δευ̃ρο καὶ ἀναστρέψωμεν μὴ ἀνεὶς ὁ πατήρ μου τὰς ὄνους φροντίζη̨ περὶ ἡμω̃ν

9:6 καὶ εἰ̃πεν αὐτω̨̃ τὸ παιδάριον ἰδοὺ δὴ ἄνθρωπος του̃ θεου̃ ἐν τη̨̃ πόλει ταύτη̨ καὶ ὁ ἄνθρωπος ἔνδοξος πα̃ν ὃ ἐὰν λαλήση̨ παραγινόμενον παρέσται καὶ νυ̃ν πορευθω̃μεν ὅπως ἀπαγγείλη̨ ἡμι̃ν τὴν ὁδὸν ἡμω̃ν ἐφ' ἣν ἐπορεύθημεν ἐπ' αὐτήν

9:7 καὶ εἰ̃πεν Σαουλ τω̨̃ παιδαρίω̨ αὐτου̃ τω̨̃ μετ' αὐτου̃ καὶ ἰδοὺ πορευσόμεθα καὶ τί οἴσομεν τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τω̃ν ἀγγείων ἡμω̃ν καὶ πλει̃ον οὐκ ἔστιν μεθ' ἡμω̃ν εἰσενεγκει̃ν τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ τὸ ὑπάρχον ἡμι̃ν

9:8 καὶ προσέθετο τὸ παιδάριον ἀποκριθη̃ναι τω̨̃ Σαουλ καὶ εἰ̃πεν ἰδοὺ εὕρηται ἐν τη̨̃ χειρί μου τέταρτον σίκλου ἀργυρίου καὶ δώσεις τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ καὶ ἀπαγγελει̃ ἡμι̃ν τὴν ὁδὸν ἡμω̃ν

9:9 καὶ ἔμπροσθεν ἐν Ισραηλ τάδε ἔλεγεν ἕκαστος ἐν τω̨̃ πορεύεσθαι ἐπερωτα̃ν τὸν θεόν δευ̃ρο πορευθω̃μεν πρὸς τὸν βλέποντα ὅτι τὸν προφήτην ἐκάλει ὁ λαὸς ἔμπροσθεν ὁ βλέπων

9:10 καὶ εἰ̃πεν Σαουλ πρὸς τὸ παιδάριον αὐτου̃ ἀγαθὸν τὸ ῥη̃μα δευ̃ρο καὶ πορευθω̃μεν καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν οὑ̃ ἠ̃ν ἐκει̃ ὁ ἄνθρωπος του̃ θεου̃

9:11 αὐτω̃ν ἀναβαινόντων τὴν ἀνάβασιν τη̃ς πόλεως καὶ αὐτοὶ εὑρίσκουσιν τὰ κοράσια ἐξεληλυθότα ὑδρεύσασθαι ὕδωρ καὶ λέγουσιν αὐται̃ς εἰ ἔστιν ἐνταυ̃θα ὁ βλέπων

9:12 καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοι̃ς καὶ λέγουσιν αὐτοι̃ς ἔστιν ἰδοὺ κατὰ πρόσωπον ὑμω̃ν νυ̃ν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν πόλιν ὅτι θυσία σήμερον τω̨̃ λαω̨̃ ἐν Βαμα

9:13 ὡς ἂν εἰσέλθητε τὴν πόλιν οὕτως εὑρήσετε αὐτὸν ἐν τη̨̃ πόλει πρὶν ἀναβη̃ναι αὐτὸν εἰς Βαμα του̃ φαγει̃ν ὅτι οὐ μὴ φάγη̨ ὁ λαὸς ἕως του̃ εἰσελθει̃ν αὐτόν ὅτι οὑ̃τος εὐλογει̃ τὴν θυσίαν καὶ μετὰ ταυ̃τα ἐσθίουσιν οἱ ξένοι καὶ νυ̃ν ἀνάβητε ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν

9:14 καὶ ἀναβαίνουσιν τὴν πόλιν αὐτω̃ν εἰσπορευομένων εἰς μέσον τη̃ς πόλεως καὶ ἰδοὺ Σαμουηλ ἐξη̃λθεν εἰς ἀπάντησιν αὐτω̃ν του̃ ἀναβη̃ναι εἰς Βαμα

9:15 καὶ κύριος ἀπεκάλυψεν τὸ ὠτίον Σαμουηλ ἡμέρα̨ μια̨̃ ἔμπροσθεν του̃ ἐλθει̃ν πρὸς αὐτὸν Σαουλ λέγων

9:16 ὡς ὁ καιρὸς αὔριον ἀποστελω̃ πρὸς σὲ ἄνδρα ἐκ γη̃ς Βενιαμιν καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν του̃ λαου̃ μου ὅτι ἠ̃λθεν βοὴ αὐτω̃ν πρός με

9:17 καὶ Σαμουηλ εἰ̃δεν τὸν Σαουλ καὶ κύριος ἀπεκρίθη αὐτω̨̃ ἰδοὺ ὁ ἄνθρωπος ὃν εἰ̃πά σοι οὑ̃τος ἄρξει ἐν τω̨̃ λαω̨̃ μου

9:18 καὶ προσήγαγεν Σαουλ πρὸς Σαμουηλ εἰς μέσον τη̃ς πόλεως καὶ εἰ̃πεν ἀπάγγειλον δὴ ποι̃ος ὁ οἰ̃κος του̃ βλέποντος

9:19 καὶ ἀπεκρίθη Σαμουηλ τω̨̃ Σαουλ καὶ εἰ̃πεν ἐγώ εἰμι αὐτός ἀνάβηθι ἔμπροσθέν μου εἰς Βαμα καὶ φάγε μετ' ἐμου̃ σήμερον καὶ ἐξαποστελω̃ σε πρωὶ καὶ πάντα τὰ ἐν τη̨̃ καρδία̨ σου ἀπαγγελω̃ σοι

9:20 καὶ περὶ τω̃ν ὄνων σου τω̃ν ἀπολωλυιω̃ν σήμερον τριταίων μὴ θη̨̃ς τὴν καρδίαν σου αὐται̃ς ὅτι εὕρηνται καὶ τίνι τὰ ὡραι̃α του̃ Ισραηλ οὐ σοὶ καὶ τω̨̃ οἴκω̨ του̃ πατρός σου

9:21 καὶ ἀπεκρίθη Σαουλ καὶ εἰ̃πεν οὐχὶ ἀνδρὸς υἱὸς Ιεμιναίου ἐγώ εἰμι του̃ μικρου̃ σκήπτρου φυλη̃ς Ισραηλ καὶ τη̃ς φυλη̃ς τη̃ς ἐλαχίστης ἐξ ὅλου σκήπτρου Βενιαμιν καὶ ἵνα τί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ῥη̃μα του̃το

9:22 καὶ ἔλαβεν Σαμουηλ τὸν Σαουλ καὶ τὸ παιδάριον αὐτου̃ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κατάλυμα καὶ ἔθετο αὐτοι̃ς τόπον ἐν πρώτοις τω̃ν κεκλημένων ὡσεὶ ἑβδομήκοντα ἀνδρω̃ν

9:23 καὶ εἰ̃πεν Σαμουηλ τω̨̃ μαγείρω̨ δός μοι τὴν μερίδα ἣν ἔδωκά σοι ἣν εἰ̃πά σοι θει̃ναι αὐτὴν παρὰ σοί

9:24 καὶ ὕψωσεν ὁ μάγειρος τὴν κωλέαν καὶ παρέθηκεν αὐτὴν ἐνώπιον Σαουλ καὶ εἰ̃πεν Σαμουηλ τω̨̃ Σαουλ ἰδοὺ ὑπόλειμμα παράθες αὐτὸ ἐνώπιόν σου καὶ φάγε ὅτι εἰς μαρτύριον τέθειταί σοι παρὰ τοὺς ἄλλους ἀπόκνιζε καὶ ἔφαγεν Σαουλ μετὰ Σαμουηλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨

9:25 καὶ κατέβη ἐκ τη̃ς Βαμα ἐν τη̨̃ πόλει καὶ διέστρωσαν τω̨̃ Σαουλ ἐπὶ τω̨̃ δώματι

9:26 καὶ ἐκοιμήθη καὶ ἐγένετο ὡς ἀνέβαινεν ὁ ὄρθρος καὶ ἐκάλεσεν Σαμουηλ τὸν Σαουλ ἐπὶ τω̨̃ δώματι λέγων ἀνάστα καὶ ἐξαποστελω̃ σε καὶ ἀνέστη Σαουλ καὶ ἐξη̃λθεν αὐτὸς καὶ Σαμουηλ ἕως ἔξω

9:27 αὐτω̃ν καταβαινόντων εἰς μέρος τη̃ς πόλεως καὶ Σαμουηλ εἰ̃πεν τω̨̃ Σαουλ εἰπὸν τω̨̃ νεανίσκω̨ καὶ διελθέτω ἔμπροσθεν ἡμω̃ν καὶ σὺ στη̃θι ὡς σήμερον καὶ ἄκουσον ῥη̃μα θεου̃

10:1 καὶ ἔλαβεν Σαμουηλ τὸν φακὸν του̃ ἐλαίου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ ἐφίλησεν αὐτὸν καὶ εἰ̃πεν αὐτω̨̃ οὐχὶ κέχρικέν σε κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτου̃ ἐπὶ Ισραηλ καὶ σὺ ἄρξεις ἐν λαω̨̃ κυρίου καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρω̃ν αὐτου̃ κυκλόθεν καὶ του̃τό σοι τὸ σημει̃ον ὅτι ἔχρισέν σε κύριος ἐπὶ κληρονομίαν αὐτου̃ εἰς ἄρχοντα

10:2 ὡς ἂν ἀπέλθη̨ς σήμερον ἀπ' ἐμου̃ καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοι̃ς τάφοις Ραχηλ ἐν τω̨̃ ὁρίω̨ Βενιαμιν ἁλλομένους μεγάλα καὶ ἐρου̃σίν σοι εὕρηνται αἱ ὄνοι ἃς ἐπορεύθητε ζητει̃ν καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥη̃μα τω̃ν ὄνων καὶ ἐδαψιλεύσατο δι' ὑμα̃ς λέγων τί ποιήσω ὑπὲρ του̃ υἱου̃ μου

10:3 καὶ ἀπελεύσει ἐκει̃θεν καὶ ἐπέκεινα ἥξεις ἕως τη̃ς δρυὸς Θαβωρ καὶ εὑρήσεις ἐκει̃ τρει̃ς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν θεὸν εἰς Βαιθηλ ἕνα αἴροντα τρία αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγει̃α ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου

10:4 καὶ ἐρωτήσουσίν σε τὰ εἰς εἰρήνην καὶ δώσουσίν σοι δύο ἀπαρχὰς ἄρτων καὶ λήμψη̨ ἐκ τη̃ς χειρὸς αὐτω̃ν

10:5 καὶ μετὰ ταυ̃τα εἰσελεύση̨ εἰς τὸν βουνὸν του̃ θεου̃ οὑ̃ ἐστιν ἐκει̃ τὸ ἀνάστημα τω̃ν ἀλλοφύλων ἐκει̃ Νασιβ ὁ ἀλλόφυλος καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκει̃ εἰς τὴν πόλιν καὶ ἀπαντήσεις χορω̨̃ προφητω̃ν καταβαινόντων ἐκ τη̃ς Βαμα καὶ ἔμπροσθεν αὐτω̃ν νάβλα καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα καὶ αὐτοὶ προφητεύοντες

10:6 καὶ ἐφαλει̃ται ἐπὶ σὲ πνευ̃μα κυρίου καὶ προφητεύσεις μετ' αὐτω̃ν καὶ στραφήση̨ εἰς ἄνδρα ἄλλον

10:7 καὶ ἔσται ὅταν ἥξει τὰ σημει̃α ταυ̃τα ἐπὶ σέ ποίει πάντα ὅσα ἐὰν εὕρη̨ ἡ χείρ σου ὅτι θεὸς μετὰ σου̃

10:8 καὶ καταβήση̨ ἔμπροσθεν τη̃ς Γαλγαλα καὶ ἰδοὺ καταβαίνω πρὸς σὲ ἀνενεγκει̃ν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς ἑπτὰ ἡμέρας διαλείψεις ἕως του̃ ἐλθει̃ν με πρὸς σέ καὶ γνωρίσω σοι ἃ ποιήσεις

10:9 καὶ ἐγενήθη ὥστε ἐπιστραφη̃ναι τω̨̃ ὤμω̨ αὐτου̃ ἀπελθει̃ν ἀπὸ Σαμουηλ μετέστρεψεν αὐτω̨̃ ὁ θεὸς καρδίαν ἄλλην καὶ ἠ̃λθεν πάντα τὰ σημει̃α ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨

10:10 καὶ ἔρχεται ἐκει̃θεν εἰς τὸν βουνόν καὶ ἰδοὺ χορὸς προφητω̃ν ἐξ ἐναντίας αὐτου̃ καὶ ἥλατο ἐπ' αὐτὸν πνευ̃μα θεου̃ καὶ ἐπροφήτευσεν ἐν μέσω̨ αὐτω̃ν

10:11 καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτην καὶ εἰ̃δον καὶ ἰδοὺ αὐτὸς ἐν μέσω̨ τω̃ν προφητω̃ν καὶ εἰ̃πεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ τί του̃το τὸ γεγονὸς τω̨̃ υἱω̨̃ Κις ἠ̃ καὶ Σαουλ ἐν προφήταις

10:12 καὶ ἀπεκρίθη τις αὐτω̃ν καὶ εἰ̃πεν καὶ τίς πατὴρ αὐτου̃ διὰ του̃το ἐγενήθη εἰς παραβολήν ἠ̃ καὶ Σαουλ ἐν προφήταις

10:13 καὶ συνετέλεσεν προφητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν

10:14 καὶ εἰ̃πεν ὁ οἰκει̃ος αὐτου̃ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτου̃ που̃ ἐπορεύθητε καὶ εἰ̃παν ζητει̃ν τὰς ὄνους καὶ εἴδαμεν ὅτι οὐκ εἰσίν καὶ εἰσήλθομεν πρὸς Σαμουηλ

10:15 καὶ εἰ̃πεν ὁ οἰκει̃ος πρὸς Σαουλ ἀπάγγειλον δή μοι τί εἰ̃πέν σοι Σαμουηλ

10:16 καὶ εἰ̃πεν Σαουλ πρὸς τὸν οἰκει̃ον αὐτου̃ ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι τὸ δὲ ῥη̃μα τη̃ς βασιλείας οὐκ ἀπήγγειλεν αὐτω̨̃

10:17 καὶ παρήγγειλεν Σαμουηλ παντὶ τω̨̃ λαω̨̃ πρὸς κύριον εἰς Μασσηφα

10:18 καὶ εἰ̃πεν πρὸς υἱοὺς Ισραηλ τάδε εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ λέγων ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμα̃ς ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐκ πασω̃ν τω̃ν βασιλειω̃ν τω̃ν θλιβουσω̃ν ὑμα̃ς

10:19 καὶ ὑμει̃ς σήμερον ἐξουθενήκατε τὸν θεόν ὃς αὐτός ἐστιν ὑμω̃ν σωτὴρ ἐκ πάντων τω̃ν κακω̃ν ὑμω̃ν καὶ θλίψεων ὑμω̃ν καὶ εἴπατε οὐχί ἀλλ' ἢ ὅτι βασιλέα στήσεις ἐφ' ἡμω̃ν καὶ νυ̃ν κατάστητε ἐνώπιον κυρίου κατὰ τὰ σκη̃πτρα ὑμω̃ν καὶ κατὰ τὰς φυλὰς ὑμω̃ν

10:20 καὶ προσήγαγεν Σαμουηλ πάντα τὰ σκη̃πτρα Ισραηλ καὶ κατακληρου̃ται σκη̃πτρον Βενιαμιν

10:21 καὶ προσάγει σκη̃πτρον Βενιαμιν εἰς φυλάς καὶ κατακληρου̃ται φυλὴ Ματταρι καὶ προσάγουσιν τὴν φυλὴν Ματταρι εἰς ἄνδρας καὶ κατακληρου̃ται Σαουλ υἱὸς Κις καὶ ἐζήτει αὐτόν καὶ οὐχ εὑρίσκετο

10:22 καὶ ἐπηρώτησεν Σαμουηλ ἔτι ἐν κυρίω̨ εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταυ̃θα καὶ εἰ̃πεν κύριος ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοι̃ς σκεύεσιν

10:23 καὶ ἔδραμεν καὶ λαμβάνει αὐτὸν ἐκει̃θεν καὶ κατέστησεν ἐν μέσω̨ του̃ λαου̃ καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπὲρ ὠμίαν καὶ ἐπάνω

10:24 καὶ εἰ̃πεν Σαμουηλ πρὸς πάντα τὸν λαόν εἰ ἑοράκατε ὃν ἐκλέλεκται ἑαυτω̨̃ κύριος ὅτι οὐκ ἔστιν αὐτω̨̃ ὅμοιος ἐν πα̃σιν ὑμι̃ν καὶ ἔγνωσαν πα̃ς ὁ λαὸς καὶ εἰ̃παν ζήτω ὁ βασιλεύς

10:25 καὶ εἰ̃πεν Σαμουηλ πρὸς τὸν λαὸν τὸ δικαίωμα του̃ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίω̨ καὶ ἔθηκεν ἐνώπιον κυρίου καὶ ἐξαπέστειλεν Σαμουηλ πάντα τὸν λαόν καὶ ἀπη̃λθεν ἕκαστος εἰς τὸν τόπον αὐτου̃

10:26 καὶ Σαουλ ἀπη̃λθεν εἰς τὸν οἰ̃κον αὐτου̃ εἰς Γαβαα καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων ὡ̃ν ἥψατο κύριος καρδίας αὐτω̃ν μετὰ Σαουλ

10:27 καὶ υἱοὶ λοιμοὶ εἰ̃παν τί σώσει ἡμα̃ς οὑ̃τος καὶ ἠτίμασαν αὐτὸν καὶ οὐκ ἤνεγκαν αὐτω̨̃ δω̃ρα

11:1 καὶ ἐγενήθη ὡς μετὰ μη̃να καὶ ἀνέβη Ναας ὁ Αμμανίτης καὶ παρεμβάλλει ἐπὶ Ιαβις Γαλααδ καὶ εἰ̃πον πάντες οἱ ἄνδρες Ιαβις πρὸς Ναας τὸν Αμμανίτην διάθου ἡμι̃ν διαθήκην καὶ δουλεύσομέν σοι

11:2 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ναας ὁ Αμμανίτης ἐν ταύτη̨ διαθήσομαι ὑμι̃ν διαθήκην ἐν τω̨̃ ἐξορύξαι ὑμω̃ν πάντα ὀφθαλμὸν δεξιόν καὶ θήσομαι ὄνειδος ἐπὶ Ισραηλ

11:3 καὶ λέγουσιν αὐτω̨̃ οἱ ἄνδρες Ιαβις ἄνες ἡμι̃ν ἑπτὰ ἡμέρας καὶ ἀποστελου̃μεν ἀγγέλους εἰς πα̃ν ὅριον Ισραηλ ἐὰν μὴ ἠ̨̃ ὁ σώ̨ζων ἡμα̃ς ἐξελευσόμεθα πρὸς ὑμα̃ς

11:4 καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαα πρὸς Σαουλ καὶ λαλου̃σιν τοὺς λόγους εἰς τὰ ὠ̃τα του̃ λαου̃ καὶ ἠ̃ραν πα̃ς ὁ λαὸς τὴν φωνὴν αὐτω̃ν καὶ ἔκλαυσαν

11:5 καὶ ἰδοὺ Σαουλ ἤρχετο μετὰ τὸ πρωὶ ἐξ ἀγρου̃ καὶ εἰ̃πεν Σαουλ τί ὅτι κλαίει ὁ λαός καὶ διηγου̃νται αὐτω̨̃ τὰ ῥήματα τω̃ν υἱω̃ν Ιαβις

11:6 καὶ ἐφήλατο πνευ̃μα κυρίου ἐπὶ Σαουλ ὡς ἤκουσεν τὰ ῥήματα ταυ̃τα καὶ ἐθυμώθη ἐπ' αὐτοὺς ὀργὴ αὐτου̃ σφόδρα

11:7 καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πα̃ν ὅριον Ισραηλ ἐν χειρὶ ἀγγέλων λέγων ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαουλ καὶ ὀπίσω Σαμουηλ κατὰ τάδε ποιήσουσιν τοι̃ς βουσὶν αὐτου̃ καὶ ἐπη̃λθεν ἔκστασις κυρίου ἐπὶ τὸν λαὸν Ισραηλ καὶ ἐβόησαν ὡς ἀνὴρ εἱ̃ς

11:8 καὶ ἐπισκέπτεται αὐτοὺς Αβιεζεκ ἐν Βαμα πα̃ν ἄνδρα Ισραηλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας Ιουδα ἑβδομήκοντα χιλιάδας

11:9 καὶ εἰ̃πεν τοι̃ς ἀγγέλοις τοι̃ς ἐρχομένοις τάδε ἐρει̃τε τοι̃ς ἀνδράσιν Ιαβις αὔριον ὑμι̃ν ἡ σωτηρία διαθερμάναντος του̃ ἡλίου καὶ ἠ̃λθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσιν τοι̃ς ἀνδράσιν Ιαβις καὶ εὐφράνθησαν

11:10 καὶ εἰ̃παν οἱ ἄνδρες Ιαβις πρὸς Ναας τὸν Αμμανίτην αὔριον ἐξελευσόμεθα πρὸς ὑμα̃ς καὶ ποιήσετε ἡμι̃ν τὸ ἀγαθὸν ἐνώπιον ὑμω̃ν

11:11 καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαουλ τὸν λαὸν εἰς τρει̃ς ἀρχάς καὶ εἰσπορεύονται μέσον τη̃ς παρεμβολη̃ς ἐν φυλακη̨̃ τη̨̃ πρωινη̨̃ καὶ ἔτυπτον τοὺς υἱοὺς Αμμων ἕως διεθερμάνθη ἡ ἡμέρα καὶ ἐγενήθησαν οἱ ὑπολελειμμένοι διεσπάρησαν καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοι̃ς δύο κατὰ τὸ αὐτό

11:12 καὶ εἰ̃πεν ὁ λαὸς πρὸς Σαμουηλ τίς ὁ εἴπας ὅτι Σαουλ οὐ βασιλεύσει ἡμω̃ν παράδος τοὺς ἄνδρας καὶ θανατώσομεν αὐτούς

11:13 καὶ εἰ̃πεν Σαουλ οὐκ ἀποθανει̃ται οὐδεὶς ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ὅτι σήμερον κύριος ἐποίησεν σωτηρίαν ἐν Ισραηλ

11:14 καὶ εἰ̃πεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων πορευθω̃μεν εἰς Γαλγαλα καὶ ἐγκαινίσωμεν ἐκει̃ τὴν βασιλείαν

11:15 καὶ ἐπορεύθη πα̃ς ὁ λαὸς εἰς Γαλγαλα καὶ ἔχρισεν Σαμουηλ ἐκει̃ τὸν Σαουλ εἰς βασιλέα ἐνώπιον κυρίου ἐν Γαλγαλοις καὶ ἔθυσεν ἐκει̃ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον κυρίου καὶ εὐφράνθη Σαμουηλ καὶ πα̃ς Ισραηλ ὥστε λίαν

12:1 καὶ εἰ̃πεν Σαμουηλ πρὸς πάντα ἄνδρα Ισραηλ ἰδοὺ ἤκουσα φωνη̃ς ὑμω̃ν εἰς πάντα ὅσα εἴπατέ μοι καὶ ἐβασίλευσα ἐφ' ὑμα̃ς βασιλέα

12:2 καὶ νυ̃ν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμω̃ν κἀγὼ γεγήρακα καὶ καθήσομαι καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμι̃ν κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμω̃ν ἐκ νεότητός μου καὶ ἕως τη̃ς ἡμέρας ταύτης

12:3 ἰδοὺ ἐγώ ἀποκρίθητε κατ' ἐμου̃ ἐνώπιον κυρίου καὶ ἐνώπιον χριστου̃ αὐτου̃ μόσχον τίνος εἴληφα ἢ ὄνον τίνος εἴληφα ἢ τίνα κατεδυνάστευσα ὑμω̃ν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα ἀποκρίθητε κατ' ἐμου̃ καὶ ἀποδώσω ὑμι̃ν

12:4 καὶ εἰ̃παν πρὸς Σαμουηλ οὐκ ἠδίκησας ἡμα̃ς καὶ οὐ κατεδυνάστευσας καὶ οὐκ ἔθλασας ἡμα̃ς καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν

12:5 καὶ εἰ̃πεν Σαμουηλ πρὸς τὸν λαόν μάρτυς κύριος ἐν ὑμι̃ν καὶ μάρτυς χριστὸς αὐτου̃ σήμερον ἐν ταύτη̨ τη̨̃ ἡμέρα̨ ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐθέν καὶ εἰ̃παν μάρτυς

12:6 καὶ εἰ̃πεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων μάρτυς κύριος ὁ ποιήσας τὸν Μωυση̃ν καὶ τὸν Ααρων ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμω̃ν ἐξ Αἰγύπτου

12:7 καὶ νυ̃ν κατάστητε καὶ δικάσω ὑμα̃ς ἐνώπιον κυρίου καὶ ἀπαγγελω̃ ὑμι̃ν τὴν πα̃σαν δικαιοσύνην κυρίου ἃ ἐποίησεν ἐν ὑμι̃ν καὶ ἐν τοι̃ς πατράσιν ὑμω̃ν

12:8 ὡς εἰση̃λθεν Ιακωβ καὶ οἱ υἱοὶ αὐτου̃ εἰς Αἴγυπτον καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος καὶ ἐβόησαν οἱ πατέρες ἡμω̃ν πρὸς κύριον καὶ ἀπέστειλεν κύριος τὸν Μωυση̃ν καὶ τὸν Ααρων καὶ ἐξήγαγεν τοὺς πατέρας ἡμω̃ν ἐξ Αἰγύπτου καὶ κατώ̨κισεν αὐτοὺς ἐν τω̨̃ τόπω̨ τούτω̨

12:9 καὶ ἐπελάθοντο κυρίου του̃ θεου̃ αὐτω̃ν καὶ ἀπέδοτο αὐτοὺς εἰς χει̃ρας Σισαρα ἀρχιστρατήγου Ιαβιν βασιλέως Ασωρ καὶ εἰς χει̃ρας ἀλλοφύλων καὶ εἰς χει̃ρας βασιλέως Μωαβ καὶ ἐπολέμησαν ἐν αὐτοι̃ς

12:10 καὶ ἐβόησαν πρὸς κύριον καὶ ἔλεγον ἡμάρτομεν ὅτι ἐγκατελίπομεν τὸν κύριον καὶ ἐδουλεύσαμεν τοι̃ς Βααλιμ καὶ τοι̃ς ἄλσεσιν καὶ νυ̃ν ἐξελου̃ ἡμα̃ς ἐκ χειρὸς ἐχθρω̃ν ἡμω̃ν καὶ δουλεύσομέν σοι

12:11 καὶ ἀπέστειλεν κύριος τὸν Ιεροβααλ καὶ τὸν Βαρακ καὶ τὸν Ιεφθαε καὶ τὸν Σαμουηλ καὶ ἐξείλατο ὑμα̃ς ἐκ χειρὸς ἐχθρω̃ν ὑμω̃ν τω̃ν κυκλόθεν καὶ κατω̨κει̃τε πεποιθότες

12:12 καὶ εἴδετε ὅτι Ναας βασιλεὺς υἱω̃ν Αμμων ἠ̃λθεν ἐφ' ὑμα̃ς καὶ εἴπατε οὐχί ἀλλ' ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ' ἡμω̃ν καὶ κύριος ὁ θεὸς ἡμω̃ν βασιλεὺς ἡμω̃ν

12:13 καὶ νυ̃ν ἰδοὺ ὁ βασιλεύς ὃν ἐξελέξασθε καὶ ἰδοὺ δέδωκεν κύριος ἐφ' ὑμα̃ς βασιλέα

12:14 ἐὰν φοβηθη̃τε τὸν κύριον καὶ δουλεύσητε αὐτω̨̃ καὶ ἀκούσητε τη̃ς φωνη̃ς αὐτου̃ καὶ μὴ ἐρίσητε τω̨̃ στόματι κυρίου καὶ ἠ̃τε καὶ ὑμει̃ς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ' ὑμω̃ν ὀπίσω κυρίου πορευόμενοι

12:15 ἐὰν δὲ μὴ ἀκούσητε τη̃ς φωνη̃ς κυρίου καὶ ἐρίσητε τω̨̃ στόματι κυρίου καὶ ἔσται χεὶρ κυρίου ἐπὶ ὑμα̃ς καὶ ἐπὶ τὸν βασιλέα ὑμω̃ν

12:16 καὶ νυ̃ν κατάστητε καὶ ἴδετε τὸ ῥη̃μα τὸ μέγα του̃το ὃ ὁ κύριος ποιήσει ἐν ὀφθαλμοι̃ς ὑμω̃ν

12:17 οὐχὶ θερισμὸς πυρω̃ν σήμερον ἐπικαλέσομαι κύριον καὶ δώσει φωνὰς καὶ ὑετόν καὶ γνω̃τε καὶ ἴδετε ὅτι ἡ κακία ὑμω̃ν μεγάλη ἣν ἐποιήσατε ἐνώπιον κυρίου αἰτήσαντες ἑαυτοι̃ς βασιλέα

12:18 καὶ ἐπεκαλέσατο Σαμουηλ τὸν κύριον καὶ ἔδωκεν κύριος φωνὰς καὶ ὑετὸν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἐφοβήθησαν πα̃ς ὁ λαὸς τὸν κύριον σφόδρα καὶ τὸν Σαμουηλ

12:19 καὶ εἰ̃παν πα̃ς ὁ λαὸς πρὸς Σαμουηλ πρόσευξαι ὑπὲρ τω̃ν δούλων σου πρὸς κύριον θεόν σου καὶ οὐ μὴ ἀποθάνωμεν ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμω̃ν κακίαν αἰτήσαντες ἑαυτοι̃ς βασιλέα

12:20 καὶ εἰ̃πεν Σαμουηλ πρὸς τὸν λαόν μὴ φοβει̃σθε ὑμει̃ς πεποιήκατε τὴν πα̃σαν κακίαν ταύτην πλὴν μὴ ἐκκλίνητε ἀπὸ ὄπισθεν κυρίου καὶ δουλεύσατε τω̨̃ κυρίω̨ ἐν ὅλη̨ καρδία̨ ὑμω̃ν

12:21 καὶ μὴ παραβη̃τε ὀπίσω τω̃ν μηθὲν ὄντων οἳ οὐ περανου̃σιν οὐθὲν καὶ οἳ οὐκ ἐξελου̃νται ὅτι οὐθέν εἰσιν

12:22 ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτου̃ διὰ τὸ ὄνομα αὐτου̃ τὸ μέγα ὅτι ἐπιεικέως κύριος προσελάβετο ὑμα̃ς αὑτω̨̃ εἰς λαόν

12:23 καὶ ἐμοὶ μηδαμω̃ς του̃ ἁμαρτει̃ν τω̨̃ κυρίω̨ ἀνιέναι του̃ προσεύχεσθαι περὶ ὑμω̃ν καὶ δουλεύσω τω̨̃ κυρίω̨ καὶ δείξω ὑμι̃ν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθει̃αν

12:24 πλὴν φοβει̃σθε τὸν κύριον καὶ δουλεύσατε αὐτω̨̃ ἐν ἀληθεία̨ καὶ ἐν ὅλη̨ καρδία̨ ὑμω̃ν ὅτι εἴδετε ἃ ἐμεγάλυνεν μεθ' ὑμω̃ν

12:25 καὶ ἐὰν κακία̨ κακοποιήσητε καὶ ὑμει̃ς καὶ ὁ βασιλεὺς ὑμω̃ν προστεθήσεσθε

13:2 καὶ ἐκλέγεται Σαουλ ἑαυτω̨̃ τρει̃ς χιλιάδας ἀνδρω̃ν ἐκ τω̃ν ἀνδρω̃ν Ισραηλ καὶ ἠ̃σαν μετὰ Σαουλ δισχίλιοι ἐν Μαχεμας καὶ ἐν τω̨̃ ὄρει Βαιθηλ χίλιοι ἠ̃σαν μετὰ Ιωναθαν ἐν Γαβεε του̃ Βενιαμιν καὶ τὸ κατάλοιπον του̃ λαου̃ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκήνωμα αὐτου̃

13:3 καὶ ἐπάταξεν Ιωναθαν τὸν Νασιβ τὸν ἀλλόφυλον τὸν ἐν τω̨̃ βουνω̨̃ καὶ ἀκούουσιν οἱ ἀλλόφυλοι καὶ Σαουλ σάλπιγγι σαλπίζει εἰς πα̃σαν τὴν γη̃ν λέγων ἠθετήκασιν οἱ δου̃λοι

13:4 καὶ πα̃ς Ισραηλ ἤκουσεν λεγόντων πέπαικεν Σαουλ τὸν Νασιβ τὸν ἀλλόφυλον καὶ ἠ̨σχύνθησαν Ισραηλ ἐν τοι̃ς ἀλλοφύλοις καὶ ἀνεβόησαν ὁ λαὸς ὀπίσω Σαουλ ἐν Γαλγαλοις

13:5 καὶ οἱ ἀλλόφυλοι συνάγονται εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἀναβαίνουσιν ἐπὶ Ισραηλ τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἓξ χιλιάδες ἱππέων καὶ λαὸς ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν τω̨̃ πλήθει καὶ ἀναβαίνουσιν καὶ παρεμβάλλουσιν ἐν Μαχεμας ἐξ ἐναντίας Βαιθων κατὰ νότου

13:6 καὶ ἀνὴρ Ισραηλ εἰ̃δεν ὅτι στενω̃ς αὐτω̨̃ μὴ προσάγειν αὐτόν καὶ ἐκρύβη ὁ λαὸς ἐν τοι̃ς σπηλαίοις καὶ ἐν ται̃ς μάνδραις καὶ ἐν ται̃ς πέτραις καὶ ἐν τοι̃ς βόθροις καὶ ἐν τοι̃ς λάκκοις

13:7 καὶ οἱ διαβαίνοντες διέβησαν τὸν Ιορδάνην εἰς γη̃ν Γαδ καὶ Γαλααδ καὶ Σαουλ ἔτι ἠ̃ν ἐν Γαλγαλοις καὶ πα̃ς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτου̃

13:8 καὶ διέλιπεν ἑπτὰ ἡμέρας τω̨̃ μαρτυρίω̨ ὡς εἰ̃πεν Σαμουηλ καὶ οὐ παρεγένετο Σαμουηλ εἰς Γαλγαλα καὶ διεσπάρη ὁ λαὸς αὐτου̃ ἀπ' αὐτου̃

13:9 καὶ εἰ̃πεν Σαουλ προσαγάγετε ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς καὶ ἀνήνεγκεν τὴν ὁλοκαύτωσιν

13:10 καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναφέρων τὴν ὁλοκαύτωσιν καὶ Σαμουηλ παραγίνεται καὶ ἐξη̃λθεν Σαουλ εἰς ἀπάντησιν αὐτω̨̃ εὐλογη̃σαι αὐτόν

13:11 καὶ εἰ̃πεν Σαμουηλ τί πεποίηκας καὶ εἰ̃πεν Σαουλ ὅτι εἰ̃δον ὡς διεσπάρη ὁ λαὸς ἀπ' ἐμου̃ καὶ σὺ οὐ παρεγένου ὡς διετάξω ἐν τω̨̃ μαρτυρίω̨ τω̃ν ἡμερω̃ν καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς Μαχεμας

13:12 καὶ εἰ̃πα νυ̃ν καταβήσονται οἱ ἀλλόφυλοι πρός με εἰς Γαλγαλα καὶ του̃ προσώπου του̃ κυρίου οὐκ ἐδεήθην καὶ ἐνεκρατευσάμην καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν

13:13 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Σαουλ μεματαίωταί σοι ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου ἣν ἐνετείλατό σοι κύριος ὡς νυ̃ν ἡτοίμασεν κύριος τὴν βασιλείαν σου ἕως αἰω̃νος ἐπὶ Ισραηλ

13:14 καὶ νυ̃ν ἡ βασιλεία σου οὐ στήσεται καὶ ζητήσει κύριος ἑαυτω̨̃ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτου̃ καὶ ἐντελει̃ται κύριος αὐτω̨̃ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτου̃ ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι κύριος

13:15 καὶ ἀνέστη Σαμουηλ καὶ ἀπη̃λθεν ἐκ Γαλγαλων εἰς ὁδὸν αὐτου̃ καὶ τὸ κατάλειμμα του̃ λαου̃ ἀνέβη ὀπίσω Σαουλ εἰς ἀπάντησιν ὀπίσω του̃ λαου̃ του̃ πολεμιστου̃ αὐτω̃ν παραγενομένων ἐκ Γαλγαλων εἰς Γαβαα Βενιαμιν καὶ ἐπεσκέψατο Σαουλ τὸν λαὸν τὸν εὑρεθέντα μετ' αὐτου̃ ὡς ἑξακοσίους ἄνδρας

13:16 καὶ Σαουλ καὶ Ιωναθαν υἱὸς αὐτου̃ καὶ ὁ λαὸς οἱ εὑρεθέντες μετ' αὐτω̃ν ἐκάθισαν ἐν Γαβεε Βενιαμιν καὶ ἔκλαιον καὶ οἱ ἀλλόφυλοι παρεμβεβλήκεισαν εἰς Μαχεμας

13:17 καὶ ἐξη̃λθεν διαφθείρων ἐξ ἀγρου̃ ἀλλοφύλων τρισὶν ἀρχαι̃ς ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γοφερα ἐπὶ γη̃ν Σωγαλ

13:18 καὶ ἡ μία ἀρχὴ ἐπιβλέπουσα ὁδὸν Βαιθωρων καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γαβεε τὴν εἰσκύπτουσαν ἐπὶ Γαι τὴν Σαβιν

13:19 καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάση̨ γη̨̃ Ισραηλ ὅτι εἰ̃πον οἱ ἀλλόφυλοι μὴ ποιήσωσιν οἱ Εβραι̃οι ῥομφαίαν καὶ δόρυ

13:20 καὶ κατέβαινον πα̃ς Ισραηλ εἰς γη̃ν ἀλλοφύλων χαλκεύειν ἕκαστος τὸ θέριστρον αὐτου̃ καὶ τὸ σκευ̃ος αὐτου̃ καὶ ἕκαστος τὴν ἀξίνην αὐτου̃ καὶ τὸ δρέπανον αὐτου̃

13:21 καὶ ἠ̃ν ὁ τρυγητὸς ἕτοιμος του̃ θερίζειν τὰ δὲ σκεύη ἠ̃ν τρει̃ς σίκλοι εἰς τὸν ὀδόντα καὶ τη̨̃ ἀξίνη̨ καὶ τω̨̃ δρεπάνω̨ ὑπόστασις ἠ̃ν ἡ αὐτή

13:22 καὶ ἐγενήθη ἐν ται̃ς ἡμέραις του̃ πολέμου Μαχεμας καὶ οὐχ εὑρέθη ῥομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς του̃ λαου̃ του̃ μετὰ Σαουλ καὶ μετὰ Ιωναθαν καὶ εὑρέθη τω̨̃ Σαουλ καὶ τω̨̃ Ιωναθαν υἱω̨̃ αὐτου̃

13:23 καὶ ἐξη̃λθεν ἐξ ὑποστάσεως τω̃ν ἀλλοφύλων τὴν ἐν τω̨̃ πέραν Μαχεμας

14:1 καὶ γίνεται ἡμέρα καὶ εἰ̃πεν Ιωναθαν υἱὸς Σαουλ τω̨̃ παιδαρίω̨ τω̨̃ αἴροντι τὰ σκεύη αὐτου̃ δευ̃ρο καὶ διαβω̃μεν εἰς μεσσαβ τω̃ν ἀλλοφύλων τὴν ἐν τω̨̃ πέραν ἐκείνω̨ καὶ τω̨̃ πατρὶ αὐτου̃ οὐκ ἀπήγγειλεν

14:2 καὶ Σαουλ ἐκάθητο ἐπ' ἄκρου του̃ βουνου̃ ὑπὸ τὴν ῥόαν τὴν ἐν Μαγδων καὶ ἠ̃σαν μετ' αὐτου̃ ὡς ἑξακόσιοι ἄνδρες

14:3 καὶ Αχια υἱὸς Αχιτωβ ἀδελφου̃ Ιωχαβηδ υἱου̃ Φινεες υἱου̃ Ηλι ἱερεὺς του̃ θεου̃ ἐν Σηλωμ αἴρων εφουδ καὶ ὁ λαὸς οὐκ ἤ̨δει ὅτι πεπόρευται Ιωναθαν

14:4 καὶ ἀνὰ μέσον τη̃ς διαβάσεως οὑ̃ ἐζήτει Ιωναθαν διαβη̃ναι εἰς τὴν ὑπόστασιν τω̃ν ἀλλοφύλων καὶ ἀκρωτήριον πέτρας ἔνθεν καὶ ἀκρωτήριον πέτρας ἔνθεν ὄνομα τω̨̃ ἑνὶ Βαζες καὶ ὄνομα τω̨̃ ἄλλω̨ Σεννα

14:5 ἡ ὁδὸς ἡ μία ἀπὸ βορρα̃ ἐρχομένω̨ Μαχμας καὶ ἡ ὁδὸς ἡ ἄλλη ἀπὸ νότου ἐρχομένω̨ Γαβεε

14:6 καὶ εἰ̃πεν Ιωναθαν πρὸς τὸ παιδάριον τὸ αἰ̃ρον τὰ σκεύη αὐτου̃ δευ̃ρο διαβω̃μεν εἰς μεσσαβ τω̃ν ἀπεριτμήτων τούτων εἴ τι ποιήσαι ἡμι̃ν κύριος ὅτι οὐκ ἔστιν τω̨̃ κυρίω̨ συνεχόμενον σώ̨ζειν ἐν πολλοι̃ς ἢ ἐν ὀλίγοις

14:7 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ αἴρων τὰ σκεύη αὐτου̃ ποίει πα̃ν ὃ ἐὰν ἡ καρδία σου ἐκκλίνη̨ ἰδοὺ ἐγὼ μετὰ σου̃ ὡς ἡ καρδία σου̃ καρδία μου̃

14:8 καὶ εἰ̃πεν Ιωναθαν ἰδοὺ ἡμει̃ς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς

14:9 ἐὰν τάδε εἴπωσιν πρὸς ἡμα̃ς ἀπόστητε ἐκει̃ ἕως ἂν ἀπαγγείλωμεν ὑμι̃ν καὶ στησόμεθα ἐφ' ἑαυτοι̃ς καὶ οὐ μὴ ἀναβω̃μεν ἐπ' αὐτούς

14:10 καὶ ἐὰν τάδε εἴπωσιν πρὸς ἡμα̃ς ἀνάβητε πρὸς ἡμα̃ς καὶ ἀναβησόμεθα ὅτι παραδέδωκεν αὐτοὺς κύριος εἰς τὰς χει̃ρας ἡμω̃ν του̃το ἡμι̃ν τὸ σημει̃ον

14:11 καὶ εἰση̃λθον ἀμφότεροι εἰς μεσσαβ τω̃ν ἀλλοφύλων καὶ λέγουσιν οἱ ἀλλόφυλοι ἰδοὺ οἱ Εβραι̃οι ἐκπορεύονται ἐκ τω̃ν τρωγλω̃ν αὐτω̃ν οὑ̃ ἐκρύβησαν ἐκει̃

14:12 καὶ ἀπεκρίθησαν οἱ ἄνδρες μεσσαβ πρὸς Ιωναθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτου̃ καὶ λέγουσιν ἀνάβητε πρὸς ἡμα̃ς καὶ γνωριου̃μεν ὑμι̃ν ῥη̃μα καὶ εἰ̃πεν Ιωναθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτου̃ ἀνάβηθι ὀπίσω μου ὅτι παρέδωκεν αὐτοὺς κύριος εἰς χει̃ρας Ισραηλ

14:13 καὶ ἀνέβη Ιωναθαν ἐπὶ τὰς χει̃ρας αὐτου̃ καὶ ἐπὶ τοὺς πόδας αὐτου̃ καὶ ὁ αἴρων τὰ σκεύη αὐτου̃ μετ' αὐτου̃ καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ιωναθαν καὶ ἐπάταξεν αὐτούς καὶ ὁ αἴρων τὰ σκεύη αὐτου̃ ἐπεδίδου ὀπίσω αὐτου̃

14:14 καὶ ἐγενήθη ἡ πληγὴ ἡ πρώτη ἣν ἐπάταξεν Ιωναθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτου̃ ὡς εἴκοσι ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξιν του̃ πεδίου

14:15 καὶ ἐγενήθη ἔκστασις ἐν τη̨̃ παρεμβολη̨̃ καὶ ἐν ἀγρω̨̃ καὶ πα̃ς ὁ λαὸς οἱ ἐν μεσσαβ καὶ οἱ διαφθείροντες ἐξέστησαν καὶ αὐτοὶ οὐκ ἤθελον ποιει̃ν καὶ ἐθάμβησεν ἡ γη̃ καὶ ἐγενήθη ἔκστασις παρὰ κυρίου

14:16 καὶ εἰ̃δον οἱ σκοποὶ του̃ Σαουλ ἐν Γαβεε Βενιαμιν καὶ ἰδοὺ ἡ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν

14:17 καὶ εἰ̃πεν Σαουλ τω̨̃ λαω̨̃ τω̨̃ μετ' αὐτου̃ ἐπισκέψασθε δὴ καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμω̃ν καὶ ἐπεσκέψαντο καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ιωναθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτου̃

14:18 καὶ εἰ̃πεν Σαουλ τω̨̃ Αχια προσάγαγε τὸ εφουδ ὅτι αὐτὸς ἠ̃ρεν τὸ εφουδ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐνώπιον Ισραηλ

14:19 καὶ ἐγενήθη ὡς ἐλάλει Σαουλ πρὸς τὸν ἱερέα καὶ ὁ ἠ̃χος ἐν τη̨̃ παρεμβολη̨̃ τω̃ν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνεν καὶ εἰ̃πεν Σαουλ πρὸς τὸν ἱερέα συνάγαγε τὰς χει̃ράς σου

14:20 καὶ ἀνεβόησεν Σαουλ καὶ πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ καὶ ἔρχονται ἕως του̃ πολέμου καὶ ἰδοὺ ἐγένετο ῥομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτου̃ σύγχυσις μεγάλη σφόδρα

14:21 καὶ οἱ δου̃λοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τω̃ν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράφησαν καὶ αὐτοὶ εἰ̃ναι μετὰ Ισραηλ τω̃ν μετὰ Σαουλ καὶ Ιωναθαν

14:22 καὶ πα̃ς Ισραηλ οἱ κρυπτόμενοι ἐν τω̨̃ ὄρει Εφραιμ καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι καὶ συνάπτουσιν καὶ αὐτοὶ ὀπίσω αὐτω̃ν εἰς πόλεμον

14:23 καὶ ἔσωσεν κύριος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τὸν Ισραηλ καὶ ὁ πόλεμος διη̃λθεν τὴν Βαιθων καὶ πα̃ς ὁ λαὸς ἠ̃ν μετὰ Σαουλ ὡς δέκα χιλιάδες ἀνδρω̃ν καὶ ἠ̃ν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τω̨̃ ὄρει Εφραιμ

14:24 καὶ Σαουλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἀρα̃ται τω̨̃ λαω̨̃ λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον ἕως ἑσπέρας καὶ ἐκδικήσω τὸν ἐχθρόν μου καὶ οὐκ ἐγεύσατο πα̃ς ὁ λαὸς ἄρτου

14:25 καὶ πα̃σα ἡ γη̃ ἠρίστα καὶ ιααρ δρυμὸς ἠ̃ν μελισσω̃νος κατὰ πρόσωπον του̃ ἀγρου̃

14:26 καὶ εἰση̃λθεν ὁ λαὸς εἰς τὸν μελισσω̃να καὶ ἰδοὺ ἐπορεύετο λαλω̃ν καὶ ἰδοὺ οὐκ ἠ̃ν ἐπιστρέφων τὴν χει̃ρα αὐτου̃ εἰς τὸ στόμα αὐτου̃ ὅτι ἐφοβήθη ὁ λαὸς τὸν ὅρκον κυρίου

14:27 καὶ Ιωναθαν οὐκ ἀκηκόει ἐν τω̨̃ ὁρκίζειν τὸν πατέρα αὐτου̃ τὸν λαόν καὶ ἐξέτεινεν τὸ ἄκρον του̃ σκήπτρου αὐτου̃ του̃ ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον του̃ μέλιτος καὶ ἐπέστρεψεν τὴν χει̃ρα αὐτου̃ εἰς τὸ στόμα αὐτου̃ καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτου̃

14:28 καὶ ἀπεκρίθη εἱ̃ς ἐκ του̃ λαου̃ καὶ εἰ̃πεν ὁρκίσας ὥρκισεν ὁ πατήρ σου τὸν λαὸν λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον σήμερον καὶ ἐξελύθη ὁ λαός

14:29 καὶ ἔγνω Ιωναθαν καὶ εἰ̃πεν ἀπήλλαχεν ὁ πατήρ μου τὴν γη̃ν ἰδὲ δὴ ὅτι εἰ̃δον οἱ ὀφθαλμοί μου ὅτι ἐγευσάμην βραχὺ του̃ μέλιτος τούτου

14:30 ἀλλ' ὅτι εἰ ἔφαγεν ἔσθων ὁ λαὸς σήμερον τω̃ν σκύλων τω̃ν ἐχθρω̃ν αὐτω̃ν ὡ̃ν εὑ̃ρεν ὅτι νυ̃ν ἂν μείζων ἠ̃ν ἡ πληγὴ ἐν τοι̃ς ἀλλοφύλοις

14:31 καὶ ἐπάταξεν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ τω̃ν ἀλλοφύλων ἐν Μαχεμας καὶ ἐκοπίασεν ὁ λαὸς σφόδρα

14:32 καὶ ἐκλίθη ὁ λαὸς εἰς τὰ σκυ̃λα καὶ ἔλαβεν ὁ λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοω̃ν καὶ ἔσφαξεν ἐπὶ τὴν γη̃ν καὶ ἤσθιεν ὁ λαὸς σὺν τω̨̃ αἵματι

14:33 καὶ ἀπηγγέλη τω̨̃ Σαουλ λέγοντες ἡμάρτηκεν ὁ λαὸς τω̨̃ κυρίω̨ φαγὼν σὺν τω̨̃ αἵματι καὶ εἰ̃πεν Σαουλ ἐν Γεθθεμ κυλίσατέ μοι λίθον ἐνταυ̃θα μέγαν

14:34 καὶ εἰ̃πεν Σαουλ διασπάρητε ἐν τω̨̃ λαω̨̃ καὶ εἴπατε αὐτοι̃ς προσαγαγει̃ν ἐνταυ̃θα ἕκαστος τὸν μόσχον αὐτου̃ καὶ ἕκαστος τὸ πρόβατον αὐτου̃ καὶ σφαζέτω ἐπὶ τούτου καὶ οὐ μὴ ἁμάρτητε τω̨̃ κυρίω̨ του̃ ἐσθίειν σὺν τω̨̃ αἵματι καὶ προση̃γεν πα̃ς ὁ λαὸς ἕκαστος τὸ ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἔσφαζον ἐκει̃

14:35 καὶ ὠ̨κοδόμησεν ἐκει̃ Σαουλ θυσιαστήριον τω̨̃ κυρίω̨ του̃το ἤρξατο Σαουλ οἰκοδομη̃σαι θυσιαστήριον τω̨̃ κυρίω̨

14:36 καὶ εἰ̃πεν Σαουλ καταβω̃μεν ὀπίσω τω̃ν ἀλλοφύλων τὴν νύκτα καὶ διαρπάσωμεν ἐν αὐτοι̃ς ἕως διαφαύση̨ ἡ ἡμέρα καὶ μὴ ὑπολίπωμεν ἐν αὐτοι̃ς ἄνδρα καὶ εἰ̃παν πα̃ν τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει καὶ εἰ̃πεν ὁ ἱερεύς προσέλθωμεν ἐνταυ̃θα πρὸς τὸν θεόν

14:37 καὶ ἐπηρώτησεν Σαουλ τὸν θεόν εἰ καταβω̃ ὀπίσω τω̃ν ἀλλοφύλων εἰ παραδώσεις αὐτοὺς εἰς χει̃ρας Ισραηλ καὶ οὐκ ἀπεκρίθη αὐτω̨̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨

14:38 καὶ εἰ̃πεν Σαουλ προσαγάγετε ἐνταυ̃θα πάσας τὰς γωνίας του̃ Ισραηλ καὶ γνω̃τε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον

14:39 ὅτι ζη̨̃ κύριος ὁ σώσας τὸν Ισραηλ ὅτι ἐὰν ἀποκριθη̨̃ κατὰ Ιωναθαν του̃ υἱου̃ μου θανάτω̨ ἀποθανει̃ται καὶ οὐκ ἠ̃ν ὁ ἀποκρινόμενος ἐκ παντὸς του̃ λαου̃

14:40 καὶ εἰ̃πεν παντὶ Ισραηλ ὑμει̃ς ἔσεσθε εἰς δουλείαν καὶ ἐγὼ καὶ Ιωναθαν ὁ υἱός μου ἐσόμεθα εἰς δουλείαν καὶ εἰ̃πεν ὁ λαὸς πρὸς Σαουλ τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει

14:41 καὶ εἰ̃πεν Σαουλ κύριε ὁ θεὸς Ισραηλ τί ὅτι οὐκ ἀπεκρίθης τω̨̃ δούλω̨ σου σήμερον εἰ ἐν ἐμοὶ ἢ ἐν Ιωναθαν τω̨̃ υἱω̨̃ μου ἡ ἀδικία κύριε ὁ θεὸς Ισραηλ δὸς δήλους καὶ ἐὰν τάδε εἴπη̨ς ἐν τω̨̃ λαω̨̃ σου Ισραηλ δὸς δὴ ὁσιότητα καὶ κληρου̃ται Ιωναθαν καὶ Σαουλ καὶ ὁ λαὸς ἐξη̃λθεν

14:42 καὶ εἰ̃πεν Σαουλ βάλετε ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον Ιωναθαν του̃ υἱου̃ μου ὃν ἂν κατακληρώσηται κύριος ἀποθανέτω καὶ εἰ̃πεν ὁ λαὸς πρὸς Σαουλ οὐκ ἔστιν τὸ ῥη̃μα του̃το καὶ κατεκράτησεν Σαουλ του̃ λαου̃ καὶ βάλλουσιν ἀνὰ μέσον αὐτου̃ καὶ ἀνὰ μέσον Ιωναθαν του̃ υἱου̃ αὐτου̃ καὶ κατακληρου̃ται Ιωναθαν

14:43 καὶ εἰ̃πεν Σαουλ πρὸς Ιωναθαν ἀπάγγειλόν μοι τί πεποίηκας καὶ ἀπήγγειλεν αὐτω̨̃ Ιωναθαν καὶ εἰ̃πεν γευσάμενος ἐγευσάμην ἐν ἄκρω̨ τω̨̃ σκήπτρω̨ τω̨̃ ἐν τη̨̃ χειρί μου βραχὺ μέλι ἰδοὺ ἐγὼ ἀποθνή̨σκω

14:44 καὶ εἰ̃πεν αὐτω̨̃ Σαουλ τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη ὅτι θανάτω̨ ἀποθανη̨̃ σήμερον

14:45 καὶ εἰ̃πεν ὁ λαὸς πρὸς Σαουλ εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν Ισραηλ ζη̨̃ κύριος εἰ πεσει̃ται τη̃ς τριχὸς τη̃ς κεφαλη̃ς αὐτου̃ ἐπὶ τὴν γη̃ν ὅτι ὁ λαὸς του̃ θεου̃ ἐποίησεν τὴν ἡμέραν ταύτην καὶ προσηύξατο ὁ λαὸς περὶ Ιωναθαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ οὐκ ἀπέθανεν

14:46 καὶ ἀνέβη Σαουλ ἀπὸ ὄπισθεν τω̃ν ἀλλοφύλων καὶ οἱ ἀλλόφυλοι ἀπη̃λθον εἰς τὸν τόπον αὐτω̃ν

14:47 καὶ Σαουλ κατακληρου̃ται ἔργον ἐπὶ Ισραηλ καὶ ἐπολέμει κύκλω̨ πάντας τοὺς ἐχθροὺς αὐτου̃ εἰς τὸν Μωαβ καὶ εἰς τοὺς υἱοὺς Αμμων καὶ εἰς τοὺς υἱοὺς Εδωμ καὶ εἰς τὸν Βαιθεωρ καὶ εἰς βασιλέα Σουβα καὶ εἰς τοὺς ἀλλοφύλους οὑ̃ ἂν ἐστράφη ἐσώ̨ζετο

14:48 καὶ ἐποίησεν δύναμιν καὶ ἐπάταξεν τὸν Αμαληκ καὶ ἐξείλατο τὸν Ισραηλ ἐκ χειρὸς τω̃ν καταπατούντων αὐτόν

14:49 καὶ ἠ̃σαν υἱοὶ Σαουλ Ιωναθαν καὶ Ιεσσιου καὶ Μελχισα καὶ ὀνόματα τω̃ν δύο θυγατέρων αὐτου̃ ὄνομα τη̨̃ πρωτοτόκω̨ Μεροβ καὶ ὄνομα τη̨̃ δευτέρα̨ Μελχολ

14:50 καὶ ὄνομα τη̨̃ γυναικὶ αὐτου̃ Αχινοομ θυγάτηρ Αχιμαας καὶ ὄνομα τω̨̃ ἀρχιστρατήγω̨ Αβεννηρ υἱὸς Νηρ υἱου̃ οἰκείου Σαουλ

14:51 καὶ Κις πατὴρ Σαουλ καὶ Νηρ πατὴρ Αβεννηρ υἱὸς Ιαμιν υἱου̃ Αβιηλ

14:52 καὶ ἠ̃ν ὁ πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαουλ καὶ ἰδὼν Σαουλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν

15:1 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Σαουλ ἐμὲ ἀπέστειλεν κύριος χρι̃σαί σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ νυ̃ν ἄκουε τη̃ς φωνη̃ς κυρίου

15:2 τάδε εἰ̃πεν κύριος σαβαωθ νυ̃ν ἐκδικήσω ἃ ἐποίησεν Αμαληκ τω̨̃ Ισραηλ ὡς ἀπήντησεν αὐτω̨̃ ἐν τη̨̃ ὁδω̨̃ ἀναβαίνοντος αὐτου̃ ἐξ Αἰγύπτου

15:3 καὶ νυ̃ν πορεύου καὶ πατάξεις τὸν Αμαληκ καὶ Ιεριμ καὶ πάντα τὰ αὐτου̃ καὶ οὐ περιποιήση̨ ἐξ αὐτου̃ καὶ ἐξολεθρεύσεις αὐτὸν καὶ ἀναθεματιει̃ς αὐτὸν καὶ πάντα τὰ αὐτου̃ καὶ οὐ φείση̨ ἀπ' αὐτου̃ καὶ ἀποκτενει̃ς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου

15:4 καὶ παρήγγειλεν Σαουλ τω̨̃ λαω̨̃ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγαλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν Ιουδαν τριάκοντα χιλιάδας ταγμάτων

15:5 καὶ ἠ̃λθεν Σαουλ ἕως τω̃ν πόλεων Αμαληκ καὶ ἐνήδρευσεν ἐν τω̨̃ χειμάρρω̨

15:6 καὶ εἰ̃πεν Σαουλ πρὸς τὸν Κιναι̃ον ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου του̃ Αμαληκίτου μὴ προσθω̃ σε μετ' αὐτου̃ καὶ σὺ ἐποίησας ἔλεος μετὰ τω̃ν υἱω̃ν Ισραηλ ἐν τω̨̃ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου καὶ ἐξέκλινεν ὁ Κιναι̃ος ἐκ μέσου Αμαληκ

15:7 καὶ ἐπάταξεν Σαουλ τὸν Αμαληκ ἀπὸ Ευιλατ ἕως Σουρ ἐπὶ προσώπου Αἰγύπτου

15:8 καὶ συνέλαβεν τὸν Αγαγ βασιλέα Αμαληκ ζω̃ντα καὶ πάντα τὸν λαὸν Ιεριμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας

15:9 καὶ περιεποιήσατο Σαουλ καὶ πα̃ς ὁ λαὸς τὸν Αγαγ ζω̃ντα καὶ τὰ ἀγαθὰ τω̃ν ποιμνίων καὶ τω̃ν βουκολίων καὶ τω̃ν ἐδεσμάτων καὶ τω̃ν ἀμπελώνων καὶ πάντων τω̃ν ἀγαθω̃ν καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεθρευ̃σαι καὶ πα̃ν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέθρευσαν

15:10 καὶ ἐγενήθη ῥη̃μα κυρίου πρὸς Σαμουηλ λέγων

15:11 παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαουλ εἰς βασιλέα ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν καὶ ἠθύμησεν Σαμουηλ καὶ ἐβόησεν πρὸς κύριον ὅλην τὴν νύκτα

15:12 καὶ ὤρθρισεν Σαμουηλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ισραηλ πρωί καὶ ἀπηγγέλη τω̨̃ Σαμουηλ λέγοντες ἥκει Σαουλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτω̨̃ χει̃ρα καὶ ἐπέστρεψεν τὸ ἅρμα καὶ κατέβη εἰς Γαλγαλα πρὸς Σαουλ καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τω̨̃ κυρίω̨ τὰ πρω̃τα τω̃ν σκύλων ὡ̃ν ἤνεγκεν ἐξ Αμαληκ

15:13 καὶ παρεγένετο Σαμουηλ πρὸς Σαουλ καὶ εἰ̃πεν αὐτω̨̃ Σαουλ εὐλογητὸς σὺ τω̨̃ κυρίω̨ ἔστησα πάντα ὅσα ἐλάλησεν κύριος

15:14 καὶ εἰ̃πεν Σαμουηλ καὶ τίς ἡ φωνὴ του̃ ποιμνίου τούτου ἐν τοι̃ς ὠσίν μου καὶ φωνὴ τω̃ν βοω̃ν ὡ̃ν ἐγὼ ἀκούω

15:15 καὶ εἰ̃πεν Σαουλ ἐξ Αμαληκ ἤνεγκα αὐτά ἃ περιεποιήσατο ὁ λαός τὰ κράτιστα του̃ ποιμνίου καὶ τω̃ν βοω̃ν ὅπως τυθη̨̃ τω̨̃ κυρίω̨ θεω̨̃ σου καὶ τὰ λοιπὰ ἐξωλέθρευσα

15:16 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Σαουλ ἄνες καὶ ἀπαγγελω̃ σοι ἃ ἐλάλησεν κύριος πρός με τὴν νύκτα καὶ εἰ̃πεν αὐτω̨̃ λάλησον

15:17 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Σαουλ οὐχὶ μικρὸς σὺ εἰ̃ ἐνώπιον αὐτου̃ ἡγούμενος σκήπτρου φυλη̃ς Ισραηλ καὶ ἔχρισέν σε κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ

15:18 καὶ ἀπέστειλέν σε κύριος ἐν ὁδω̨̃ καὶ εἰ̃πέν σοι πορεύθητι καὶ ἐξολέθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ τὸν Αμαληκ καὶ πολεμήσεις αὐτούς ἕως συντελέση̨ς αὐτούς

15:19 καὶ ἵνα τί οὐκ ἤκουσας τη̃ς φωνη̃ς κυρίου ἀλλ' ὥρμησας του̃ θέσθαι ἐπὶ τὰ σκυ̃λα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον κυρίου

15:20 καὶ εἰ̃πεν Σαουλ πρὸς Σαμουηλ διὰ τὸ ἀκου̃σαί με τη̃ς φωνη̃ς του̃ λαου̃ καὶ ἐπορεύθην ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἀπέστειλέν με κύριος καὶ ἤγαγον τὸν Αγαγ βασιλέα Αμαληκ καὶ τὸν Αμαληκ ἐξωλέθρευσα

15:21 καὶ ἔλαβεν ὁ λαὸς τω̃ν σκύλων ποίμνια καὶ βουκόλια τὰ πρω̃τα του̃ ἐξολεθρεύματος θυ̃σαι ἐνώπιον κυρίου θεου̃ ἡμω̃ν ἐν Γαλγαλοις

15:22 καὶ εἰ̃πεν Σαμουηλ εἰ θελητὸν τω̨̃ κυρίω̨ ὁλοκαυτώματα καὶ θυσίαι ὡς τὸ ἀκου̃σαι φωνη̃ς κυρίου ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴ καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριω̃ν

15:23 ὅτι ἁμαρτία οἰώνισμά ἐστιν ὀδύνην καὶ πόνους θεραφιν ἐπάγουσιν ὅτι ἐξουδένωσας τὸ ῥη̃μα κυρίου καὶ ἐξουδενώσει σε κύριος μὴ εἰ̃ναι βασιλέα ἐπὶ Ισραηλ

15:24 καὶ εἰ̃πεν Σαουλ πρὸς Σαμουηλ ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον κυρίου καὶ τὸ ῥη̃μά σου ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τη̃ς φωνη̃ς αὐτω̃ν

15:25 καὶ νυ̃ν ἀ̃ρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ' ἐμου̃ καὶ προσκυνήσω κυρίω̨ τω̨̃ θεω̨̃ σου

15:26 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Σαουλ οὐκ ἀναστρέφω μετὰ σου̃ ὅτι ἐξουδένωσας τὸ ῥη̃μα κυρίου καὶ ἐξουδενώσει σε κύριος του̃ μὴ εἰ̃ναι βασιλέα ἐπὶ τὸν Ισραηλ

15:27 καὶ ἀπέστρεψεν Σαμουηλ τὸ πρόσωπον αὐτου̃ του̃ ἀπελθει̃ν καὶ ἐκράτησεν Σαουλ του̃ πτερυγίου τη̃ς διπλοΐδος αὐτου̃ καὶ διέρρηξεν αὐτό

15:28 καὶ εἰ̃πεν πρὸς αὐτὸν Σαμουηλ διέρρηξεν κύριος τὴν βασιλείαν Ισραηλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τω̨̃ πλησίον σου τω̨̃ ἀγαθω̨̃ ὑπὲρ σέ

15:29 καὶ διαιρεθήσεται Ισραηλ εἰς δύο καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει ὅτι οὐχ ὡς ἄνθρωπός ἐστιν του̃ μετανοη̃σαι αὐτός

15:30 καὶ εἰ̃πεν Σαουλ ἡμάρτηκα ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ισραηλ καὶ ἐνώπιον λαου̃ μου καὶ ἀνάστρεψον μετ' ἐμου̃ καὶ προσκυνήσω τω̨̃ κυρίω̨ θεω̨̃ σου

15:31 καὶ ἀνέστρεψεν Σαμουηλ ὀπίσω Σαουλ καὶ προσεκύνησεν τω̨̃ κυρίω̨

15:32 καὶ εἰ̃πεν Σαμουηλ προσαγάγετέ μοι τὸν Αγαγ βασιλέα Αμαληκ καὶ προση̃λθεν πρὸς αὐτὸν Αγαγ τρέμων καὶ εἰ̃πεν Αγαγ εἰ οὕτως πικρὸς ὁ θάνατος

15:33 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Αγαγ καθότι ἠτέκνωσεν γυναι̃κας ἡ ῥομφαία σου οὕτως ἀτεκνωθήσεται ἐκ γυναικω̃ν ἡ μήτηρ σου καὶ ἔσφαξεν Σαμουηλ τὸν Αγαγ ἐνώπιον κυρίου ἐν Γαλγαλ

15:34 καὶ ἀπη̃λθεν Σαμουηλ εἰς Αρμαθαιμ καὶ Σαουλ ἀνέβη εἰς τὸν οἰ̃κον αὐτου̃ εἰς Γαβαα

15:35 καὶ οὐ προσέθετο Σαμουηλ ἔτι ἰδει̃ν τὸν Σαουλ ἕως ἡμέρας θανάτου αὐτου̃ ὅτι ἐπένθει Σαμουηλ ἐπὶ Σαουλ καὶ κύριος μετεμελήθη ὅτι ἐβασίλευσεν τὸν Σαουλ ἐπὶ Ισραηλ

16:1 καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ ἕως πότε σὺ πενθει̃ς ἐπὶ Σαουλ κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ Ισραηλ πλη̃σον τὸ κέρας σου ἐλαίου καὶ δευ̃ρο ἀποστείλω σε πρὸς Ιεσσαι ἕως εἰς Βηθλεεμ ὅτι ἑόρακα ἐν τοι̃ς υἱοι̃ς αὐτου̃ ἐμοὶ βασιλεύειν

16:2 καὶ εἰ̃πεν Σαμουηλ πω̃ς πορευθω̃ καὶ ἀκούσεται Σαουλ καὶ ἀποκτενει̃ με καὶ εἰ̃πεν κύριος δάμαλιν βοω̃ν λαβὲ ἐν τη̨̃ χειρί σου καὶ ἐρει̃ς θυ̃σαι τω̨̃ κυρίω̨ ἥκω

16:3 καὶ καλέσεις τὸν Ιεσσαι εἰς τὴν θυσίαν καὶ γνωριω̃ σοι ἃ ποιήσεις καὶ χρίσεις ὃν ἐὰν εἴπω πρὸς σέ

16:4 καὶ ἐποίησεν Σαμουηλ πάντα ἃ ἐλάλησεν αὐτω̨̃ κύριος καὶ ἠ̃λθεν εἰς Βηθλεεμ καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τη̃ς πόλεως τη̨̃ ἀπαντήσει αὐτου̃ καὶ εἰ̃παν εἰρήνη ἡ εἴσοδός σου ὁ βλέπων

16:5 καὶ εἰ̃πεν εἰρήνη θυ̃σαι τω̨̃ κυρίω̨ ἥκω ἁγιάσθητε καὶ εὐφράνθητε μετ' ἐμου̃ σήμερον καὶ ἡγίασεν τὸν Ιεσσαι καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν

16:6 καὶ ἐγενήθη ἐν τω̨̃ αὐτοὺς εἰσιέναι καὶ εἰ̃δεν τὸν Ελιαβ καὶ εἰ̃πεν ἀλλὰ καὶ ἐνώπιον κυρίου χριστὸς αὐτου̃

16:7 καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ μὴ ἐπιβλέψη̨ς ἐπὶ τὴν ὄψιν αὐτου̃ μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτου̃ ὅτι ἐξουδένωκα αὐτόν ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος ὄψεται ὁ θεός ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν

16:8 καὶ ἐκάλεσεν Ιεσσαι τὸν Αμιναδαβ καὶ παρη̃λθεν κατὰ πρόσωπον Σαμουηλ καὶ εἰ̃πεν οὐδὲ του̃τον ἐξελέξατο κύριος

16:9 καὶ παρήγαγεν Ιεσσαι τὸν Σαμα καὶ εἰ̃πεν καὶ ἐν τούτω̨ οὐκ ἐξελέξατο κύριος

16:10 καὶ παρήγαγεν Ιεσσαι τοὺς ἑπτὰ υἱοὺς αὐτου̃ ἐνώπιον Σαμουηλ καὶ εἰ̃πεν Σαμουηλ οὐκ ἐξελέξατο κύριος ἐν τούτοις

16:11 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Ιεσσαι ἐκλελοίπασιν τὰ παιδάρια καὶ εἰ̃πεν ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τω̨̃ ποιμνίω̨ καὶ εἰ̃πεν Σαμουηλ πρὸς Ιεσσαι ἀπόστειλον καὶ λαβὲ αὐτόν ὅτι οὐ μὴ κατακλιθω̃μεν ἕως του̃ ἐλθει̃ν αὐτόν

16:12 καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν αὐτόν καὶ οὑ̃τος πυρράκης μετὰ κάλλους ὀφθαλμω̃ν καὶ ἀγαθὸς ὁράσει κυρίω̨ καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ ἀνάστα καὶ χρι̃σον τὸν Δαυιδ ὅτι οὑ̃τος ἀγαθός ἐστιν

16:13 καὶ ἔλαβεν Σαμουηλ τὸ κέρας του̃ ἐλαίου καὶ ἔχρισεν αὐτὸν ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν αὐτου̃ καὶ ἐφήλατο πνευ̃μα κυρίου ἐπὶ Δαυιδ ἀπὸ τη̃ς ἡμέρας ἐκείνης καὶ ἐπάνω καὶ ἀνέστη Σαμουηλ καὶ ἀπη̃λθεν εἰς Αρμαθαιμ

16:14 καὶ πνευ̃μα κυρίου ἀπέστη ἀπὸ Σαουλ καὶ ἔπνιγεν αὐτὸν πνευ̃μα πονηρὸν παρὰ κυρίου

16:15 καὶ εἰ̃παν οἱ παι̃δες Σαουλ πρὸς αὐτόν ἰδοὺ δὴ πνευ̃μα κυρίου πονηρὸν πνίγει σε

16:16 εἰπάτωσαν δὴ οἱ δου̃λοί σου ἐνώπιόν σου καὶ ζητησάτωσαν τω̨̃ κυρίω̨ ἡμω̃ν ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρα̨ καὶ ἔσται ἐν τω̨̃ εἰ̃ναι πνευ̃μα πονηρὸν ἐπὶ σοὶ καὶ ψαλει̃ ἐν τη̨̃ κινύρα̨ αὐτου̃ καὶ ἀγαθόν σοι ἔσται καὶ ἀναπαύσει σε

16:17 καὶ εἰ̃πεν Σαουλ πρὸς τοὺς παι̃δας αὐτου̃ ἴδετε δή μοι ἄνδρα ὀρθω̃ς ψάλλοντα καὶ εἰσαγάγετε αὐτὸν πρὸς ἐμέ

16:18 καὶ ἀπεκρίθη εἱ̃ς τω̃ν παιδαρίων αὐτου̃ καὶ εἰ̃πεν ἰδοὺ ἑόρακα υἱὸν τω̨̃ Ιεσσαι Βηθλεεμίτην καὶ αὐτὸν εἰδότα ψαλμόν καὶ ὁ ἀνὴρ συνετός καὶ ὁ ἀνὴρ πολεμιστὴς καὶ σοφὸς λόγω̨ καὶ ἀνὴρ ἀγαθὸς τω̨̃ εἴδει καὶ κύριος μετ' αὐτου̃

16:19 καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους πρὸς Ιεσσαι λέγων ἀπόστειλον πρός με τὸν υἱόν σου Δαυιδ τὸν ἐν τω̨̃ ποιμνίω̨ σου

16:20 καὶ ἔλαβεν Ιεσσαι γομορ ἄρτων καὶ ἀσκὸν οἴνου καὶ ἔριφον αἰγω̃ν ἕνα καὶ ἐξαπέστειλεν ἐν χειρὶ Δαυιδ του̃ υἱου̃ αὐτου̃ πρὸς Σαουλ

16:21 καὶ εἰση̃λθεν Δαυιδ πρὸς Σαουλ καὶ παρειστήκει ἐνώπιον αὐτου̃ καὶ ἠγάπησεν αὐτὸν σφόδρα καὶ ἐγενήθη αὐτω̨̃ αἴρων τὰ σκεύη αὐτου̃

16:22 καὶ ἀπέστειλεν Σαουλ πρὸς Ιεσσαι λέγων παριστάσθω δὴ Δαυιδ ἐνώπιον ἐμου̃ ὅτι εὑ̃ρεν χάριν ἐν ὀφθαλμοι̃ς μου

16:23 καὶ ἐγενήθη ἐν τω̨̃ εἰ̃ναι πνευ̃μα πονηρὸν ἐπὶ Σαουλ καὶ ἐλάμβανεν Δαυιδ τὴν κινύραν καὶ ἔψαλλεν ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἀνέψυχεν Σαουλ καὶ ἀγαθὸν αὐτω̨̃ καὶ ἀφίστατο ἀπ' αὐτου̃ τὸ πνευ̃μα τὸ πονηρόν

17:1 καὶ συνάγουσιν ἀλλόφυλοι τὰς παρεμβολὰς αὐτω̃ν εἰς πόλεμον καὶ συνάγονται εἰς Σοκχωθ τη̃ς Ιουδαίας καὶ παρεμβάλλουσιν ἀνὰ μέσον Σοκχωθ καὶ ἀνὰ μέσον Αζηκα ἐν Εφερμεμ

17:2 καὶ Σαουλ καὶ οἱ ἄνδρες Ισραηλ συνάγονται καὶ παρεμβάλλουσιν ἐν τη̨̃ κοιλάδι αὐτοὶ παρατάσσονται εἰς πόλεμον ἐξ ἐναντίας ἀλλοφύλων

17:3 καὶ ἀλλόφυλοι ἵστανται ἐπὶ του̃ ὄρους ἐνταυ̃θα καὶ Ισραηλ ἵσταται ἐπὶ του̃ ὄρους ἐνταυ̃θα καὶ ὁ αὐλὼν ἀνὰ μέσον αὐτω̃ν

17:4 καὶ ἐξη̃λθεν ἀνὴρ δυνατὸς ἐκ τη̃ς παρατάξεως τω̃ν ἀλλοφύλων Γολιαθ ὄνομα αὐτω̨̃ ἐκ Γεθ ὕψος αὐτου̃ τεσσάρων πήχεων καὶ σπιθαμη̃ς

17:5 καὶ περικεφαλαία ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ θώρακα ἁλυσιδωτὸν αὐτὸς ἐνδεδυκώς καὶ ὁ σταθμὸς του̃ θώρακος αὐτου̃ πέντε χιλιάδες σίκλων χαλκου̃ καὶ σιδήρου

17:6 καὶ κνημι̃δες χαλκαι̃ ἐπάνω τω̃ν σκελω̃ν αὐτου̃ καὶ ἀσπὶς χαλκη̃ ἀνὰ μέσον τω̃ν ὤμων αὐτου̃

17:7 καὶ ὁ κοντὸς του̃ δόρατος αὐτου̃ ὡσεὶ μέσακλον ὑφαινόντων καὶ ἡ λόγχη αὐτου̃ ἑξακοσίων σίκλων σιδήρου καὶ ὁ αἴρων τὰ ὅπλα αὐτου̃ προεπορεύετο αὐτου̃

17:8 καὶ ἔστη καὶ ἀνεβόησεν εἰς τὴν παράταξιν Ισραηλ καὶ εἰ̃πεν αὐτοι̃ς τί ἐκπορεύεσθε παρατάξασθαι πολέμω̨ ἐξ ἐναντίας ἡμω̃ν οὐκ ἐγώ εἰμι ἀλλόφυλος καὶ ὑμει̃ς Εβραι̃οι του̃ Σαουλ ἐκλέξασθε ἑαυτοι̃ς ἄνδρα καὶ καταβήτω πρός με

17:9 καὶ ἐὰν δυνηθη̨̃ πρὸς ἐμὲ πολεμη̃σαι καὶ ἐὰν πατάξη̨ με καὶ ἐσόμεθα ὑμι̃ν εἰς δούλους ἐὰν δὲ ἐγὼ δυνηθω̃ καὶ πατάξω αὐτόν ἔσεσθε ἡμι̃ν εἰς δούλους καὶ δουλεύσετε ἡμι̃ν

17:10 καὶ εἰ̃πεν ὁ ἀλλόφυλος ἰδοὺ ἐγὼ ὠνείδισα τὴν παράταξιν Ισραηλ σήμερον ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ δότε μοι ἄνδρα καὶ μονομαχήσομεν ἀμφότεροι

17:11 καὶ ἤκουσεν Σαουλ καὶ πα̃ς Ισραηλ τὰ ῥήματα του̃ ἀλλοφύλου ταυ̃τα καὶ ἐξέστησαν καὶ ἐφοβήθησαν σφόδρα

17:32 καὶ εἰ̃πεν Δαυιδ πρὸς Σαουλ μὴ δὴ συμπεσέτω ἡ καρδία του̃ κυρίου μου ἐπ' αὐτόν ὁ δου̃λός σου πορεύσεται καὶ πολεμήσει μετὰ του̃ ἀλλοφύλου τούτου

17:33 καὶ εἰ̃πεν Σαουλ πρὸς Δαυιδ οὐ μὴ δυνήση̨ πορευθη̃ναι πρὸς τὸν ἀλλόφυλον του̃ πολεμει̃ν μετ' αὐτου̃ ὅτι παιδάριον εἰ̃ σύ καὶ αὐτὸς ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτου̃

17:34 καὶ εἰ̃πεν Δαυιδ πρὸς Σαουλ ποιμαίνων ἠ̃ν ὁ δου̃λός σου τω̨̃ πατρὶ αὐτου̃ ἐν τω̨̃ ποιμνίω̨ καὶ ὅταν ἤρχετο ὁ λέων καὶ ἡ ἄρκος καὶ ἐλάμβανεν πρόβατον ἐκ τη̃ς ἀγέλης

17:35 καὶ ἐξεπορευόμην ὀπίσω αὐτου̃ καὶ ἐπάταξα αὐτὸν καὶ ἐξέσπασα ἐκ του̃ στόματος αὐτου̃ καὶ εἰ ἐπανίστατο ἐπ' ἐμέ καὶ ἐκράτησα του̃ φάρυγγος αὐτου̃ καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτόν

17:36 καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δου̃λός σου καὶ τὸν λέοντα καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς ἓν τούτων οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτὸν καὶ ἀφελω̃ σήμερον ὄνειδος ἐξ Ισραηλ διότι τίς ὁ ἀπερίτμητος οὑ̃τος ὃς ὠνείδισεν παράταξιν θεου̃ ζω̃ντος

17:37 κύριος ὃς ἐξείλατό με ἐκ χειρὸς του̃ λέοντος καὶ ἐκ χειρὸς τη̃ς ἄρκου αὐτὸς ἐξελει̃ταί με ἐκ χειρὸς του̃ ἀλλοφύλου του̃ ἀπεριτμήτου τούτου καὶ εἰ̃πεν Σαουλ πρὸς Δαυιδ πορεύου καὶ ἔσται κύριος μετὰ σου̃

17:38 καὶ ἐνέδυσεν Σαουλ τὸν Δαυιδ μανδύαν καὶ περικεφαλαίαν χαλκη̃ν περὶ τὴν κεφαλὴν αὐτου̃

17:39 καὶ ἔζωσεν τὸν Δαυιδ τὴν ῥομφαίαν αὐτου̃ ἐπάνω του̃ μανδύου αὐτου̃ καὶ ἐκοπίασεν περιπατήσας ἅπαξ καὶ δίς καὶ εἰ̃πεν Δαυιδ πρὸς Σαουλ οὐ μὴ δύνωμαι πορευθη̃ναι ἐν τούτοις ὅτι οὐ πεπείραμαι καὶ ἀφαιρου̃σιν αὐτὰ ἀπ' αὐτου̃

17:40 καὶ ἔλαβεν τὴν βακτηρίαν αὐτου̃ ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἐξελέξατο ἑαυτω̨̃ πέντε λίθους λείους ἐκ του̃ χειμάρρου καὶ ἔθετο αὐτοὺς ἐν τω̨̃ καδίω̨ τω̨̃ ποιμενικω̨̃ τω̨̃ ὄντι αὐτω̨̃ εἰς συλλογὴν καὶ σφενδόνην αὐτου̃ ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ προση̃λθεν πρὸς τὸν ἄνδρα τὸν ἀλλόφυλον

17:42 καὶ εἰ̃δεν Γολιαδ τὸν Δαυιδ καὶ ἠτίμασεν αὐτόν ὅτι αὐτὸς ἠ̃ν παιδάριον καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμω̃ν

17:43 καὶ εἰ̃πεν ὁ ἀλλόφυλος πρὸς Δαυιδ ὡσεὶ κύων ἐγώ εἰμι ὅτι σὺ ἔρχη̨ ἐπ' ἐμὲ ἐν ῥάβδω̨ καὶ λίθοις καὶ εἰ̃πεν Δαυιδ οὐχί ἀλλ' ἢ χείρω κυνός καὶ κατηράσατο ὁ ἀλλόφυλος τὸν Δαυιδ ἐν τοι̃ς θεοι̃ς αὐτου̃

17:44 καὶ εἰ̃πεν ὁ ἀλλόφυλος πρὸς Δαυιδ δευ̃ρο πρός με καὶ δώσω τὰς σάρκας σου τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ τοι̃ς κτήνεσιν τη̃ς γη̃ς

17:45 καὶ εἰπεν Δαυιδ πρὸς τὸν ἀλλόφυλον σὺ ἔρχη̨ πρός με ἐν ῥομφαία̨ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι κἀγὼ πορεύομαι πρὸς σὲ ἐν ὀνόματι κυρίου σαβαωθ θεου̃ παρατάξεως Ισραηλ ἣν ὠνείδισας σήμερον

17:46 καὶ ἀποκλείσει σε κύριος σήμερον εἰς τὴν χει̃ρά μου καὶ ἀποκτενω̃ σε καὶ ἀφελω̃ τὴν κεφαλήν σου ἀπὸ σου̃ καὶ δώσω τὰ κω̃λά σου καὶ τὰ κω̃λα παρεμβολη̃ς ἀλλοφύλων ἐν ταύτη̨ τη̨̃ ἡμέρα̨ τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ γνώσεται πα̃σα ἡ γη̃ ὅτι ἔστιν θεὸς ἐν Ισραηλ

17:47 καὶ γνώσεται πα̃σα ἡ ἐκκλησία αὕτη ὅτι οὐκ ἐν ῥομφαία̨ καὶ δόρατι σώ̨ζει κύριος ὅτι του̃ κυρίου ὁ πόλεμος καὶ παραδώσει κύριος ὑμα̃ς εἰς χει̃ρας ἡμω̃ν

17:48 καὶ ἀνέστη ὁ ἀλλόφυλος καὶ ἐπορεύθη εἰς συνάντησιν Δαυιδ

17:49 καὶ ἐξέτεινεν Δαυιδ τὴν χει̃ρα αὐτου̃ εἰς τὸ κάδιον καὶ ἔλαβεν ἐκει̃θεν λίθον ἕνα καὶ ἐσφενδόνησεν καὶ ἐπάταξεν τὸν ἀλλόφυλον ἐπὶ τὸ μέτωπον αὐτου̃ καὶ διέδυ ὁ λίθος διὰ τη̃ς περικεφαλαίας εἰς τὸ μέτωπον αὐτου̃ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτου̃ ἐπὶ τὴν γη̃ν

17:51 καὶ ἔδραμεν Δαυιδ καὶ ἐπέστη ἐπ' αὐτὸν καὶ ἔλαβεν τὴν ῥομφαίαν αὐτου̃ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἀφει̃λεν τὴν κεφαλὴν αὐτου̃ καὶ εἰ̃δον οἱ ἀλλόφυλοι ὅτι τέθνηκεν ὁ δυνατὸς αὐτω̃ν καὶ ἔφυγον

17:52 καὶ ἀνίστανται ἄνδρες Ισραηλ καὶ Ιουδα καὶ ἠλάλαξαν καὶ κατεδίωξαν ὀπίσω αὐτω̃ν ἕως εἰσόδου Γεθ καὶ ἕως τη̃ς πύλης 'Ασκαλω̃νος καὶ ἔπεσαν τραυματίαι τω̃ν ἀλλοφύλων ἐν τη̨̃ ὁδω̨̃ τω̃ν πυλω̃ν καὶ ἕως Γεθ καὶ ἕως Ακκαρων

17:53 καὶ ἀνέστρεψαν ἄνδρες Ισραηλ ἐκκλίνοντες ὀπίσω τω̃ν ἀλλοφύλων καὶ κατεπάτουν τὰς παρεμβολὰς αὐτω̃ν

17:54 καὶ ἔλαβεν Δαυιδ τὴν κεφαλὴν του̃ ἀλλοφύλου καὶ ἤνεγκεν αὐτὴν εἰς Ιερουσαλημ καὶ τὰ σκεύη αὐτου̃ ἔθηκεν ἐν τω̨̃ σκηνώματι αὐτου̃

18:6 καὶ ἐξη̃λθον αἱ χορεύουσαι εἰς συνάντησιν Δαυιδ ἐκ πασω̃ν πόλεων Ισραηλ ἐν τυμπάνοις καὶ ἐν χαρμοσύνη̨ καὶ ἐν κυμβάλοις

18:7 καὶ ἐξη̃ρχον αἱ γυναι̃κες καὶ ἔλεγον ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτου̃ καὶ Δαυιδ ἐν μυριάσιν αὐτου̃

18:8 καὶ πονηρὸν ἐφάνη τὸ ῥη̃μα ἐν ὀφθαλμοι̃ς Σαουλ περὶ του̃ λόγου τούτου καὶ εἰ̃πεν τω̨̃ Δαυιδ ἔδωκαν τὰς μυριάδας καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας

18:9 καὶ ἠ̃ν Σαουλ ὑποβλεπόμενος τὸν Δαυιδ ἀπὸ τη̃ς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα

18:12 καὶ ἐφοβήθη Σαουλ ἀπὸ προσώπου Δαυιδ

18:13 καὶ ἀπέστησεν αὐτὸν ἀπ' αὐτου̃ καὶ κατέστησεν αὐτὸν ἑαυτω̨̃ χιλίαρχον καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν του̃ λαου̃

18:14 καὶ ἠ̃ν Δαυιδ ἐν πάσαις ται̃ς ὁδοι̃ς αὐτου̃ συνίων καὶ κύριος μετ' αὐτου̃

18:15 καὶ εἰ̃δεν Σαουλ ὡς αὐτὸς συνίει σφόδρα καὶ εὐλαβει̃το ἀπὸ προσώπου αὐτου̃

18:16 καὶ πα̃ς Ισραηλ καὶ Ιουδας ἠγάπα τὸν Δαυιδ ὅτι αὐτὸς ἐξεπορεύετο καὶ εἰσεπορεύετο πρὸ προσώπου του̃ λαου̃

18:20 καὶ ἠγάπησεν Μελχολ ἡ θυγάτηρ Σαουλ τὸν Δαυιδ καὶ ἀπηγγέλη Σαουλ καὶ ηὐθύνθη ἐν ὀφθαλμοι̃ς αὐτου̃

18:21 καὶ εἰ̃πεν Σαουλ δώσω αὐτὴν αὐτω̨̃ καὶ ἔσται αὐτω̨̃ εἰς σκάνδαλον καὶ ἠ̃ν ἐπὶ Σαουλ χεὶρ ἀλλοφύλων

18:22 καὶ ἐνετείλατο Σαουλ τοι̃ς παισὶν αὐτου̃ λέγων λαλήσατε ὑμει̃ς λάθρα̨ τω̨̃ Δαυιδ λέγοντες ἰδοὺ ὁ βασιλεὺς θέλει ἐν σοί καὶ πάντες οἱ παι̃δες αὐτου̃ ἀγαπω̃σίν σε καὶ σὺ ἐπιγάμβρευσον τω̨̃ βασιλει̃

18:23 καὶ ἐλάλησαν οἱ παι̃δες Σαουλ εἰς τὰ ὠ̃τα Δαυιδ τὰ ῥήματα ταυ̃τα καὶ εἰ̃πεν Δαυιδ εἰ κου̃φον ἐν ὀφθαλμοι̃ς ὑμω̃ν ἐπιγαμβρευ̃σαι βασιλει̃ κἀγὼ ἀνὴρ ταπεινὸς καὶ οὐχὶ ἔνδοξος

18:24 καὶ ἀπήγγειλαν οἱ παι̃δες Σαουλ αὐτω̨̃ κατὰ τὰ ῥήματα ταυ̃τα ἃ ἐλάλησεν Δαυιδ

18:25 καὶ εἰ̃πεν Σαουλ τάδε ἐρει̃τε τω̨̃ Δαυιδ οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι ἀλλ' ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων ἐκδικη̃σαι εἰς ἐχθροὺς του̃ βασιλέως καὶ Σαουλ ἐλογίσατο αὐτὸν ἐμβαλει̃ν εἰς χει̃ρας τω̃ν ἀλλοφύλων

18:26 καὶ ἀπαγγέλλουσιν οἱ παι̃δες Σαουλ τω̨̃ Δαυιδ τὰ ῥήματα ταυ̃τα καὶ εὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοι̃ς Δαυιδ ἐπιγαμβρευ̃σαι τω̨̃ βασιλει̃

18:27 καὶ ἀνέστη Δαυιδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτου̃ καὶ ἐπάταξεν ἐν τοι̃ς ἀλλοφύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκεν τὰς ἀκροβυστίας αὐτω̃ν τω̨̃ βασιλει̃ καὶ ἐπιγαμβρεύεται τω̨̃ βασιλει̃ καὶ δίδωσιν αὐτω̨̃ τὴν Μελχολ θυγατέρα αὐτου̃ αὐτω̨̃ εἰς γυναι̃κα

18:28 καὶ εἰ̃δεν Σαουλ ὅτι κύριος μετὰ Δαυιδ καὶ πα̃ς Ισραηλ ἠγάπα αὐτόν

18:29 καὶ προσέθετο εὐλαβει̃σθαι ἀπὸ Δαυιδ ἔτι

19:1 καὶ ἐλάλησεν Σαουλ πρὸς Ιωναθαν τὸν υἱὸν αὐτου̃ καὶ πρὸς πάντας τοὺς παι̃δας αὐτου̃ θανατω̃σαι τὸν Δαυιδ καὶ Ιωναθαν υἱὸς Σαουλ ἡ̨ρει̃το τὸν Δαυιδ σφόδρα

19:2 καὶ ἀπήγγειλεν Ιωναθαν τω̨̃ Δαυιδ λέγων Σαουλ ζητει̃ θανατω̃σαί σε φύλαξαι οὐ̃ν αὔριον πρωὶ καὶ κρύβηθι καὶ κάθισον κρυβη̨̃

19:3 καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος του̃ πατρός μου ἐν ἀγρω̨̃ οὑ̃ ἐὰν ἠ̨̃ς ἐκει̃ καὶ ἐγὼ λαλήσω περὶ σου̃ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι ὅ τι ἐὰν ἠ̨̃ καὶ ἀπαγγελω̃ σοι

19:4 καὶ ἐλάλησεν Ιωναθαν περὶ Δαυιδ ἀγαθὰ πρὸς Σαουλ τὸν πατέρα αὐτου̃ καὶ εἰ̃πεν πρὸς αὐτόν μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δου̃λόν σου Δαυιδ ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ καὶ τὰ ποιήματα αὐτου̃ ἀγαθὰ σφόδρα

19:5 καὶ ἔθετο τὴν ψυχὴν αὐτου̃ ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην καὶ πα̃ς Ισραηλ εἰ̃δον καὶ ἐχάρησαν καὶ ἵνα τί ἁμαρτάνεις εἰς αἱ̃μα ἀθω̨̃ον θανατω̃σαι τὸν Δαυιδ δωρεάν

19:6 καὶ ἤκουσεν Σαουλ τη̃ς φωνη̃ς Ιωναθαν καὶ ὤμοσεν Σαουλ λέγων ζη̨̃ κύριος εἰ ἀποθανει̃ται

19:7 καὶ ἐκάλεσεν Ιωναθαν τὸν Δαυιδ καὶ ἀπήγγειλεν αὐτω̨̃ πάντα τὰ ῥήματα ταυ̃τα καὶ εἰσήγαγεν Ιωναθαν τὸν Δαυιδ πρὸς Σαουλ καὶ ἠ̃ν ἐνώπιον αὐτου̃ ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν

19:8 καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Σαουλ καὶ κατίσχυσεν Δαυιδ καὶ ἐπολέμησεν τοὺς ἀλλοφύλους καὶ ἐπάταξεν ἐν αὐτοι̃ς πληγὴν μεγάλην σφόδρα καὶ ἔφυγον ἐκ προσώπου αὐτου̃

19:9 καὶ ἐγένετο πνευ̃μα θεου̃ πονηρὸν ἐπὶ Σαουλ καὶ αὐτὸς ἐν οἴκω̨ καθεύδων καὶ δόρυ ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ Δαυιδ ἔψαλλεν ἐν ται̃ς χερσὶν αὐτου̃

19:10 καὶ ἐζήτει Σαουλ πατάξαι τὸ δόρυ εἰς Δαυιδ καὶ ἀπέστη Δαυιδ ἐκ προσώπου Σαουλ καὶ ἐπάταξεν τὸ δόρυ εἰς τὸν τοι̃χον καὶ Δαυιδ ἀνεχώρησεν καὶ διεσώθη

19:11 καὶ ἐγενήθη ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους εἰς οἰ̃κον Δαυιδ φυλάξαι αὐτὸν του̃ θανατω̃σαι αὐτὸν πρωί καὶ ἀπήγγειλεν τω̨̃ Δαυιδ Μελχολ ἡ γυνὴ αὐτου̃ λέγουσα ἐὰν μὴ σὺ σώση̨ς τὴν ψυχὴν σαυτου̃ τὴν νύκτα ταύτην αὔριον θανατωθήση̨

19:12 καὶ κατάγει ἡ Μελχολ τὸν Δαυιδ διὰ τη̃ς θυρίδος καὶ ἀπη̃λθεν καὶ ἔφυγεν καὶ σώ̨ζεται

19:13 καὶ ἔλαβεν ἡ Μελχολ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην καὶ ἡ̃παρ τω̃ν αἰγω̃ν ἔθετο πρὸς κεφαλη̃ς αὐτου̃ καὶ ἐκάλυψεν αὐτὰ ἱματίω̨

19:14 καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβει̃ν τὸν Δαυιδ καὶ λέγουσιν ἐνοχλει̃σθαι αὐτόν

19:15 καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυιδ λέγων ἀγάγετε αὐτὸν ἐπὶ τη̃ς κλίνης πρός με του̃ θανατω̃σαι αὐτόν

19:16 καὶ ἔρχονται οἱ ἄγγελοι καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τη̃ς κλίνης καὶ ἡ̃παρ τω̃ν αἰγω̃ν πρὸς κεφαλη̃ς αὐτου̃

19:17 καὶ εἰ̃πεν Σαουλ τη̨̃ Μελχολ ἵνα τί οὕτως παρελογίσω με καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ διεσώθη καὶ εἰ̃πεν Μελχολ τω̨̃ Σαουλ αὐτὸς εἰ̃πεν ἐξαπόστειλόν με εἰ δὲ μή θανατώσω σε

19:18 καὶ Δαυιδ ἔφυγεν καὶ διεσώθη καὶ παραγίνεται πρὸς Σαμουηλ εἰς Αρμαθαιμ καὶ ἀπαγγέλλει αὐτω̨̃ πάντα ὅσα ἐποίησεν αὐτω̨̃ Σαουλ καὶ ἐπορεύθη Δαυιδ καὶ Σαμουηλ καὶ ἐκάθισαν ἐν Ναυαθ ἐν Ραμα

19:19 καὶ ἀπηγγέλη τω̨̃ Σαουλ λέγοντες ἰδοὺ Δαυιδ ἐν Ναυαθ ἐν Ραμα

19:20 καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβει̃ν τὸν Δαυιδ καὶ εἰ̃δαν τὴν ἐκκλησίαν τω̃ν προφητω̃ν καὶ Σαμουηλ εἱστήκει καθεστηκὼς ἐπ' αὐτω̃ν καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους του̃ Σαουλ πνευ̃μα θεου̃ καὶ προφητεύουσιν

19:21 καὶ ἀπηγγέλη τω̨̃ Σαουλ καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους καὶ ἐπροφήτευσαν καὶ αὐτοί καὶ προσέθετο Σαουλ ἀποστει̃λαι ἀγγέλους τρίτους καὶ ἐπροφήτευσαν καὶ αὐτοί

19:22 καὶ ἐθυμώθη ὀργη̨̃ Σαουλ καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Αρμαθαιμ καὶ ἔρχεται ἕως του̃ φρέατος του̃ ἅλω του̃ ἐν τω̨̃ Σεφι καὶ ἠρώτησεν καὶ εἰ̃πεν που̃ Σαμουηλ καὶ Δαυιδ καὶ εἰ̃παν ἰδοὺ ἐν Ναυαθ ἐν Ραμα

19:23 καὶ ἐπορεύθη ἐκει̃θεν εἰς Ναυαθ ἐν Ραμα καὶ ἐγενήθη καὶ ἐπ' αὐτω̨̃ πνευ̃μα θεου̃ καὶ ἐπορεύετο προφητεύων ἕως του̃ ἐλθει̃ν αὐτὸν εἰς Ναυαθ ἐν Ραμα

19:24 καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτου̃ καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτω̃ν καὶ ἔπεσεν γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα διὰ του̃το ἔλεγον εἰ καὶ Σαουλ ἐν προφήταις

20:1 καὶ ἀπέδρα Δαυιδ ἐκ Ναυαθ ἐν Ραμα καὶ ἔρχεται ἐνώπιον Ιωναθαν καὶ εἰ̃πεν τί πεποίηκα καὶ τί τὸ ἀδίκημά μου καὶ τί ἡμάρτηκα ἐνώπιον του̃ πατρός σου ὅτι ἐπιζητει̃ τὴν ψυχήν μου

20:2 καὶ εἰ̃πεν αὐτω̨̃ Ιωναθαν μηδαμω̃ς σοι οὐ μὴ ἀποθάνη̨ς ἰδοὺ οὐ μὴ ποιήση̨ ὁ πατήρ μου ῥη̃μα μέγα ἢ μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου καὶ τί ὅτι κρύψει ὁ πατήρ μου τὸ ῥη̃μα του̃το οὐκ ἔστιν του̃το

20:3 καὶ ἀπεκρίθη Δαυιδ τω̨̃ Ιωναθαν καὶ εἰ̃πεν γινώσκων οἰ̃δεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοι̃ς σου καὶ εἰ̃πεν μὴ γνώτω του̃το Ιωναθαν μὴ οὐ βούληται ἀλλὰ ζη̨̃ κύριος καὶ ζη̨̃ ἡ ψυχή σου ὅτι καθὼς εἰ̃πον ἐμπέπλησται ἀνὰ μέσον μου καὶ του̃ θανάτου

20:4 καὶ εἰ̃πεν Ιωναθαν πρὸς Δαυιδ τί ἐπιθυμει̃ ἡ ψυχή σου καὶ τί ποιήσω σοι

20:5 καὶ εἰ̃πεν Δαυιδ πρὸς Ιωναθαν ἰδοὺ δὴ νεομηνία αὔριον καὶ ἐγὼ καθίσας οὐ καθήσομαι μετὰ του̃ βασιλέως φαγει̃ν καὶ ἐξαποστελει̃ς με καὶ κρυβήσομαι ἐν τω̨̃ πεδίω̨ ἕως δείλης

20:6 ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατήρ σου καὶ ἐρει̃ς παραιτούμενος παρη̨τήσατο ἀπ' ἐμου̃ Δαυιδ δραμει̃ν ἕως εἰς Βηθλεεμ τὴν πόλιν αὐτου̃ ὅτι θυσία τω̃ν ἡμερω̃ν ἐκει̃ ὅλη̨ τη̨̃ φυλη̨̃

20:7 ἐὰν τάδε εἴπη̨ ἀγαθω̃ς εἰρήνη τω̨̃ δούλω̨ σου καὶ ἐὰν σκληρω̃ς ἀποκριθη̨̃ σοι γνω̃θι ὅτι συντετέλεσται ἡ κακία παρ' αὐτου̃

20:8 καὶ ποιήσεις ἔλεος μετὰ του̃ δούλου σου ὅτι εἰσήγαγες εἰς διαθήκην κυρίου τὸν δου̃λόν σου μετὰ σεαυτου̃ καὶ εἰ ἔστιν ἀδικία ἐν τω̨̃ δούλω̨ σου θανάτωσόν με σύ καὶ ἕως του̃ πατρός σου ἵνα τί οὕτως εἰσάγεις με

20:9 καὶ εἰ̃πεν Ιωναθαν μηδαμω̃ς σοι ὅτι ἐὰν γινώσκων γνω̃ ὅτι συντετέλεσται ἡ κακία παρὰ του̃ πατρός μου του̃ ἐλθει̃ν ἐπὶ σέ καὶ ἐὰν μή εἰς τὰς πόλεις σου ἐγὼ ἀπαγγελω̃ σοι

20:10 καὶ εἰ̃πεν Δαυιδ πρὸς Ιωναθαν τίς ἀπαγγελει̃ μοι ἐὰν ἀποκριθη̨̃ ὁ πατήρ σου σκληρω̃ς

20:11 καὶ εἰ̃πεν Ιωναθαν πρὸς Δαυιδ πορεύου καὶ μένε εἰς ἀγρόν καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν

20:12 καὶ εἰ̃πεν Ιωναθαν πρὸς Δαυιδ κύριος ὁ θεὸς Ισραηλ οἰ̃δεν ὅτι ἀνακρινω̃ τὸν πατέρα μου ὡς ἂν ὁ καιρὸς τρισσω̃ς καὶ ἰδοὺ ἀγαθὸν ἠ̨̃ περὶ Δαυιδ καὶ οὐ μὴ ἀποστείλω πρὸς σὲ εἰς ἀγρόν

20:13 τάδε ποιήσαι ὁ θεὸς τω̨̃ Ιωναθαν καὶ τάδε προσθείη ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου καὶ ἐξαποστελω̃ σε καὶ ἀπελεύση̨ εἰς εἰρήνην καὶ ἔσται κύριος μετὰ σου̃ καθὼς ἠ̃ν μετὰ του̃ πατρός μου

20:14 καὶ μὲν ἔτι μου ζω̃ντος καὶ ποιήσεις ἔλεος μετ' ἐμου̃ καὶ ἐὰν θανάτω̨ ἀποθάνω

20:15 οὐκ ἐξαρει̃ς ἔλεός σου ἀπὸ του̃ οἴκου μου ἕως του̃ αἰω̃νος καὶ εἰ μὴ ἐν τω̨̃ ἐξαίρειν κύριον τοὺς ἐχθροὺς Δαυιδ ἕκαστον ἀπὸ προσώπου τη̃ς γη̃ς

20:16 ἐξαρθη̃ναι τὸ ὄνομα του̃ Ιωναθαν ἀπὸ του̃ οἴκου Δαυιδ καὶ ἐκζητήσαι κύριος ἐχθροὺς του̃ Δαυιδ

20:17 καὶ προσέθετο ἔτι Ιωναθαν ὀμόσαι τω̨̃ Δαυιδ ὅτι ἠγάπησεν ψυχὴν ἀγαπω̃ντος αὐτόν

20:18 καὶ εἰ̃πεν Ιωναθαν αὔριον νουμηνία καὶ ἐπισκεπήση̨ ὅτι ἐπισκεπήσεται καθέδρα σου

20:19 καὶ τρισσεύσεις καὶ ἐπισκέψη̨ καὶ ἥξεις εἰς τὸν τόπον σου οὑ̃ ἐκρύβης ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἐργασίμη̨ καὶ καθήση̨ παρὰ τὸ εργαβ ἐκει̃νο

20:20 καὶ ἐγὼ τρισσεύσω ται̃ς σχίζαις ἀκοντίζων ἐκπέμπων εἰς τὴν αματταρι

20:21 καὶ ἰδοὺ ἀποστελω̃ τὸ παιδάριον λέγων δευ̃ρο εὑρέ μοι τὴν σχίζαν ἐὰν εἴπω λέγων τω̨̃ παιδαρίω̨ ὡ̃δε ἡ σχίζα ἀπὸ σου̃ καὶ ὡ̃δε λαβὲ αὐτήν παραγίνου ὅτι εἰρήνη σοι καὶ οὐκ ἔστιν λόγος ζη̨̃ κύριος

20:22 ἐὰν τάδε εἴπω τω̨̃ νεανίσκω̨ ὡ̃δε ἡ σχίζα ἀπὸ σου̃ καὶ ἐπέκεινα πορεύου ὅτι ἐξαπέσταλκέν σε κύριος

20:23 καὶ τὸ ῥη̃μα ὃ ἐλαλήσαμεν ἐγὼ καὶ σύ ἰδοὺ κύριος μάρτυς ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ ἕως αἰω̃νος

20:24 καὶ κρύπτεται Δαυιδ ἐν ἀγρω̨̃ καὶ παραγίνεται ὁ μήν καὶ ἔρχεται ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν του̃ φαγει̃ν

20:25 καὶ ἐκάθισεν ὁ βασιλεὺς ἐπὶ τὴν καθέδραν αὐτου̃ ὡς ἅπαξ καὶ ἅπαξ ἐπὶ τη̃ς καθέδρας παρὰ τοι̃χον καὶ προέφθασεν τὸν Ιωναθαν καὶ ἐκάθισεν Αβεννηρ ἐκ πλαγίων Σαουλ καὶ ἐπεσκέπη ὁ τόπος Δαυιδ

20:26 καὶ οὐκ ἐλάλησεν Σαουλ οὐδὲν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅτι εἰ̃πεν σύμπτωμα φαίνεται μὴ καθαρὸς εἰ̃ναι ὅτι οὐ κεκαθάρισται

20:27 καὶ ἐγενήθη τη̨̃ ἐπαύριον του̃ μηνὸς τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ καὶ ἐπεσκέπη ὁ τόπος του̃ Δαυιδ καὶ εἰ̃πεν Σαουλ πρὸς Ιωναθαν τὸν υἱὸν αὐτου̃ τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ιεσσαι καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν

20:28 καὶ ἀπεκρίθη Ιωναθαν τω̨̃ Σαουλ καὶ εἰ̃πεν αὐτω̨̃ παρή̨τηται Δαυιδ παρ' ἐμου̃ ἕως εἰς Βηθλεεμ τὴν πόλιν αὐτου̃ πορευθη̃ναι

20:29 καὶ εἰ̃πεν ἐξαπόστειλον δή με ὅτι θυσία τη̃ς φυλη̃ς ἡμι̃ν ἐν τη̨̃ πόλει καὶ ἐνετείλαντο πρός με οἱ ἀδελφοί μου καὶ νυ̃ν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοι̃ς σου διασωθήσομαι δὴ καὶ ὄψομαι τοὺς ἀδελφούς μου διὰ του̃το οὐ παραγέγονεν ἐπὶ τὴν τράπεζαν του̃ βασιλέως

20:30 καὶ ἐθυμώθη ὀργη̨̃ Σαουλ ἐπὶ Ιωναθαν σφόδρα καὶ εἰ̃πεν αὐτω̨̃ υἱὲ κορασίων αὐτομολούντων οὐ γὰρ οἰ̃δα ὅτι μέτοχος εἰ̃ σὺ τω̨̃ υἱω̨̃ Ιεσσαι εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου

20:31 ὅτι πάσας τὰς ἡμέρας ἃς ὁ υἱὸς Ιεσσαι ζη̨̃ ἐπὶ τη̃ς γη̃ς οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου νυ̃ν οὐ̃ν ἀποστείλας λαβὲ τὸν νεανίαν ὅτι υἱὸς θανάτου οὑ̃τος

20:32 καὶ ἀπεκρίθη Ιωναθαν τω̨̃ Σαουλ ἵνα τί ἀποθνή̨σκει τί πεποίηκεν

20:33 καὶ ἐπη̃ρεν Σαουλ τὸ δόρυ ἐπὶ Ιωναθαν του̃ θανατω̃σαι αὐτόν καὶ ἔγνω Ιωναθαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ του̃ πατρὸς αὐτου̃ θανατω̃σαι τὸν Δαυιδ

20:34 καὶ ἀνεπήδησεν Ιωναθαν ἀπὸ τη̃ς τραπέζης ἐν ὀργη̨̃ θυμου̃ καὶ οὐκ ἔφαγεν ἐν τη̨̃ δευτέρα̨ του̃ μηνὸς ἄρτον ὅτι ἐθραύσθη ἐπὶ τὸν Δαυιδ ὅτι συνετέλεσεν ἐπ' αὐτὸν ὁ πατὴρ αὐτου̃

20:35 καὶ ἐγενήθη πρωὶ καὶ ἐξη̃λθεν Ιωναθαν εἰς ἀγρόν καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυιδ καὶ παιδάριον μικρὸν μετ' αὐτου̃

20:36 καὶ εἰ̃πεν τω̨̃ παιδαρίω̨ δράμε εὑρέ μοι τὰς σχίζας ἐν αἱ̃ς ἐγὼ ἀκοντίζω καὶ τὸ παιδάριον ἔδραμε καὶ αὐτὸς ἠκόντιζε τη̨̃ σχίζη̨ καὶ παρήγαγεν αὐτήν

20:37 καὶ ἠ̃λθεν τὸ παιδάριον ἕως του̃ τόπου τη̃ς σχίζης οὑ̃ ἠκόντιζεν Ιωναθαν καὶ ἀνεβόησεν Ιωναθαν ὀπίσω του̃ νεανίου καὶ εἰ̃πεν ἐκει̃ ἡ σχίζα ἀπὸ σου̃ καὶ ἐπέκεινα

20:38 καὶ ἀνεβόησεν Ιωναθαν ὀπίσω του̃ παιδαρίου αὐτου̃ λέγων ταχύνας σπευ̃σον καὶ μὴ στη̨̃ς καὶ ἀνέλεξεν τὸ παιδάριον Ιωναθαν τὰς σχίζας πρὸς τὸν κύριον αὐτου̃

20:39 καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐθέν πάρεξ Ιωναθαν καὶ Δαυιδ ἔγνωσαν τὸ ῥη̃μα

20:40 καὶ Ιωναθαν ἔδωκεν τὰ σκεύη αὐτου̃ ἐπὶ τὸ παιδάριον αὐτου̃ καὶ εἰ̃πεν τω̨̃ παιδαρίω̨ αὐτου̃ πορεύου εἴσελθε εἰς τὴν πόλιν

20:41 καὶ ὡς εἰση̃λθεν τὸ παιδάριον καὶ Δαυιδ ἀνέστη ἀπὸ του̃ εργαβ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτου̃ καὶ προσεκύνησεν αὐτω̨̃ τρίς καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτου̃ καὶ ἔκλαυσεν ἕκαστος τω̨̃ πλησίον αὐτου̃ ἕως συντελείας μεγάλης

20:42 καὶ εἰ̃πεν Ιωναθαν πορεύου εἰς εἰρήνην καὶ ὡς ὀμωμόκαμεν ἡμει̃ς ἀμφότεροι ἐν ὀνόματι κυρίου λέγοντες κύριος ἔσται μάρτυς ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ καὶ ἀνὰ μέσον του̃ σπέρματός μου καὶ ἀνὰ μέσον του̃ σπέρματός σου ἕως αἰω̃νος

21:1 καὶ ἀνέστη Δαυιδ καὶ ἀπη̃λθεν καὶ Ιωναθαν εἰση̃λθεν εἰς τὴν πόλιν

21:2 καὶ ἔρχεται Δαυιδ εἰς Νομβα πρὸς Αβιμελεχ τὸν ἱερέα καὶ ἐξέστη Αβιμελεχ τη̨̃ ἀπαντήσει αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σου̃

21:3 καὶ εἰ̃πεν Δαυιδ τω̨̃ ἱερει̃ ὁ βασιλεὺς ἐντέταλταί μοι ῥη̃μα σήμερον καὶ εἰ̃πέν μοι μηδεὶς γνώτω τὸ ῥη̃μα περὶ οὑ̃ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὑ̃ ἐντέταλμαί σοι καὶ τοι̃ς παιδαρίοις διαμεμαρτύρημαι ἐν τω̨̃ τόπω̨ τω̨̃ λεγομένω̨ θεου̃ πίστις Φελλανι Αλεμωνι

21:4 καὶ νυ̃ν εἰ εἰσὶν ὑπὸ τὴν χει̃ρά σου πέντε ἄρτοι δὸς εἰς χει̃ρά μου τὸ εὑρεθέν

21:5 καὶ ἀπεκρίθη ὁ ἱερεὺς τω̨̃ Δαυιδ καὶ εἰ̃πεν οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χει̃ρά μου ὅτι ἀλλ' ἢ ἄρτοι ἅγιοι εἰσίν εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός καὶ φάγεται

21:6 καὶ ἀπεκρίθη Δαυιδ τω̨̃ ἱερει̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν ἐν τω̨̃ ἐξελθει̃ν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδάρια ἡγνισμένα καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου

21:7 καὶ ἔδωκεν αὐτω̨̃ Αβιμελεχ ὁ ἱερεὺς τοὺς ἄρτους τη̃ς προθέσεως ὅτι οὐκ ἠ̃ν ἐκει̃ ἄρτος ὅτι ἀλλ' ἢ ἄρτοι του̃ προσώπου οἱ ἀφη̨ρημένοι ἐκ προσώπου κυρίου παρατεθη̃ναι ἄρτον θερμὸν ἡ̨̃ ἡμέρα̨ ἔλαβεν αὐτούς

21:8 καὶ ἐκει̃ ἠ̃ν ἓν τω̃ν παιδαρίων του̃ Σαουλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ συνεχόμενος νεεσσαραν ἐνώπιον κυρίου καὶ ὄνομα αὐτω̨̃ Δωηκ ὁ Σύρος νέμων τὰς ἡμιόνους Σαουλ

21:9 καὶ εἰ̃πεν Δαυιδ πρὸς Αβιμελεχ ἰδὲ εἰ ἔστιν ἐνταυ̃θα ὑπὸ τὴν χει̃ρά σου δόρυ ἢ ῥομφαία ὅτι τὴν ῥομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τη̨̃ χειρί μου ὅτι ἠ̃ν τὸ ῥη̃μα του̃ βασιλέως κατὰ σπουδήν

21:10 καὶ εἰ̃πεν ὁ ἱερεύς ἰδοὺ ἡ ῥομφαία Γολιαθ του̃ ἀλλοφύλου ὃν ἐπάταξας ἐν τη̨̃ κοιλάδι Ηλα καὶ αὐτὴ ἐνειλημένη ἐν ἱματίω̨ εἰ ταύτην λήμψη̨ σεαυτω̨̃ λαβέ ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταυ̃θα καὶ εἰ̃πεν Δαυιδ ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή δός μοι αὐτήν

21:11 καὶ ἔδωκεν αὐτὴν αὐτω̨̃ καὶ ἀνέστη Δαυιδ καὶ ἔφυγεν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ προσώπου Σαουλ καὶ ἠ̃λθεν Δαυιδ πρὸς Αγχους βασιλέα Γεθ

21:12 καὶ εἰ̃παν οἱ παι̃δες Αγχους πρὸς αὐτόν οὐχὶ οὑ̃τος Δαυιδ ὁ βασιλεὺς τη̃ς γη̃ς οὐχὶ τούτω̨ ἐξη̃ρχον αἱ χορεύουσαι λέγουσαι ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτου̃ καὶ Δαυιδ ἐν μυριάσιν αὐτου̃

21:13 καὶ ἔθετο Δαυιδ τὰ ῥήματα ἐν τη̨̃ καρδία̨ αὐτου̃ καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου Αγχους βασιλέως Γεθ

21:14 καὶ ἠλλοίωσεν τὸ πρόσωπον αὐτου̃ ἐνώπιον αὐτου̃ καὶ προσεποιήσατο ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἐτυμπάνιζεν ἐπὶ ται̃ς θύραις τη̃ς πόλεως καὶ παρεφέρετο ἐν ται̃ς χερσὶν αὐτου̃ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τη̃ς πύλης καὶ τὰ σίελα αὐτου̃ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτου̃

21:15 καὶ εἰ̃πεν Αγχους πρὸς τοὺς παι̃δας αὐτου̃ ἰδοὺ ἴδετε ἄνδρα ἐπίλημπτον ἵνα τί εἰσηγάγετε αὐτὸν πρός με

21:16 ἠ̃ ἐλαττου̃μαι ἐπιλήμπτων ἐγώ ὅτι εἰσαγειόχατε αὐτὸν ἐπιλημπτεύεσθαι πρός με οὑ̃τος οὐκ εἰσελεύσεται εἰς οἰκίαν

22:1 καὶ ἀπη̃λθεν ἐκει̃θεν Δαυιδ καὶ διεσώθη καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Οδολλαμ καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτου̃ καὶ ὁ οἰ̃κος του̃ πατρὸς αὐτου̃ καὶ καταβαίνουσιν πρὸς αὐτὸν ἐκει̃

22:2 καὶ συνήγοντο πρὸς αὐτὸν πα̃ς ἐν ἀνάγκη̨ καὶ πα̃ς ὑπόχρεως καὶ πα̃ς κατώδυνος ψυχη̨̃ καὶ ἠ̃ν ἐπ' αὐτω̃ν ἡγούμενος καὶ ἠ̃σαν μετ' αὐτου̃ ὡς τετρακόσιοι ἄνδρες

22:3 καὶ ἀπη̃λθεν Δαυιδ ἐκει̃θεν εἰς Μασσηφα τη̃ς Μωαβ καὶ εἰ̃πεν πρὸς βασιλέα Μωαβ γινέσθωσαν δὴ ὁ πατήρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί ἕως ὅτου γνω̃ τί ποιήσει μοι ὁ θεός

22:4 καὶ παρεκάλεσεν τὸ πρόσωπον του̃ βασιλέως Μωαβ καὶ κατώ̨κουν μετ' αὐτου̃ πάσας τὰς ἡμέρας ὄντος του̃ Δαυιδ ἐν τη̨̃ περιοχη̨̃

22:5 καὶ εἰ̃πεν Γαδ ὁ προφήτης πρὸς Δαυιδ μὴ κάθου ἐν τη̨̃ περιοχη̨̃ πορεύου καὶ ἥξεις εἰς γη̃ν Ιουδα καὶ ἐπορεύθη Δαυιδ καὶ ἠ̃λθεν καὶ ἐκάθισεν ἐν πόλει Σαριχ

22:6 καὶ ἤκουσεν Σαουλ ὅτι ἔγνωσται Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτου̃ καὶ Σαουλ ἐκάθητο ἐν τω̨̃ βουνω̨̃ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ραμα καὶ τὸ δόρυ ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ πάντες οἱ παι̃δες αὐτου̃ παρειστήκεισαν αὐτω̨̃

22:7 καὶ εἰ̃πεν Σαουλ πρὸς τοὺς παι̃δας αὐτου̃ τοὺς παρεστηκότας αὐτω̨̃ καὶ εἰ̃πεν αὐτοι̃ς ἀκούσατε δή υἱοὶ Βενιαμιν εἰ ἀληθω̃ς πα̃σιν ὑμι̃ν δώσει ὁ υἱὸς Ιεσσαι ἀγροὺς καὶ ἀμπελω̃νας καὶ πάντας ὑμα̃ς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους

22:8 ὅτι σύγκεισθε πάντες ὑμει̃ς ἐπ' ἐμέ καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τω̨̃ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ του̃ υἱου̃ Ιεσσαι καὶ οὐκ ἔστιν πονω̃ν περὶ ἐμου̃ ἐξ ὑμω̃ν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δου̃λόν μου ἐπ' ἐμὲ εἰς ἐχθρὸν ὡς ἡ ἡμέρα αὕτη

22:9 καὶ ἀποκρίνεται Δωηκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαουλ καὶ εἰ̃πεν ἑόρακα τὸν υἱὸν Ιεσσαι παραγινόμενον εἰς Νομβα πρὸς Αβιμελεχ υἱὸν Αχιτωβ τὸν ἱερέα

22:10 καὶ ἠρώτα αὐτω̨̃ διὰ του̃ θεου̃ καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτω̨̃ καὶ τὴν ῥομφαίαν Γολιαδ του̃ ἀλλοφύλου ἔδωκεν αὐτω̨̃

22:11 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Αβιμελεχ υἱὸν Αχιτωβ καὶ πάντας τοὺς υἱοὺς του̃ πατρὸς αὐτου̃ τοὺς ἱερει̃ς τοὺς ἐν Νομβα καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα

22:12 καὶ εἰ̃πεν Σαουλ ἄκουε δή υἱὲ Αχιτωβ καὶ εἰ̃πεν ἰδοὺ ἐγώ λάλει κύριε

22:13 καὶ εἰ̃πεν αὐτω̨̃ Σαουλ ἵνα τί συνέθου κατ' ἐμου̃ σὺ καὶ ὁ υἱὸς Ιεσσαι δου̃ναί σε αὐτω̨̃ ἄρτον καὶ ῥομφαίαν καὶ ἐρωτα̃ν αὐτω̨̃ διὰ του̃ θεου̃ θέσθαι αὐτὸν ἐπ' ἐμὲ εἰς ἐχθρὸν ὡς ἡ ἡμέρα αὕτη

22:14 καὶ ἀπεκρίθη τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν καὶ τίς ἐν πα̃σιν τοι̃ς δούλοις σου ὡς Δαυιδ πιστὸς καὶ γαμβρὸς του̃ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τω̨̃ οἴκω̨ σου

22:15 ἠ̃ σήμερον ἠ̃ργμαι ἐρωτα̃ν αὐτω̨̃ διὰ του̃ θεου̃ μηδαμω̃ς μὴ δότω ὁ βασιλεὺς κατὰ του̃ δούλου αὐτου̃ λόγον καὶ ἐφ' ὅλον τὸν οἰ̃κον του̃ πατρός μου ὅτι οὐκ ἤ̨δει ὁ δου̃λος ὁ σὸς ἐν πα̃σιν τούτοις ῥη̃μα μικρὸν ἢ μέγα

22:16 καὶ εἰ̃πεν ὁ βασιλεὺς Σαουλ θανάτω̨ ἀποθανη̨̃ Αβιμελεχ σὺ καὶ πα̃ς ὁ οἰ̃κος του̃ πατρός σου

22:17 καὶ εἰ̃πεν ὁ βασιλεὺς τοι̃ς παρατρέχουσιν τοι̃ς ἐφεστηκόσιν ἐπ' αὐτόν προσαγάγετε καὶ θανατου̃τε τοὺς ἱερει̃ς του̃ κυρίου ὅτι ἡ χεὶρ αὐτω̃ν μετὰ Δαυιδ καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτός καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου καὶ οὐκ ἐβουλήθησαν οἱ παι̃δες του̃ βασιλέως ἐπενεγκει̃ν τὰς χει̃ρας αὐτω̃ν ἀπαντη̃σαι εἰς τοὺς ἱερει̃ς κυρίου

22:18 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Δωηκ ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερει̃ς καὶ ἐπεστράφη Δωηκ ὁ Σύρος καὶ ἐθανάτωσεν τοὺς ἱερει̃ς κυρίου ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τριακοσίους καὶ πέντε ἄνδρας πάντας αἴροντας εφουδ

22:19 καὶ τὴν Νομβα τὴν πόλιν τω̃ν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικός ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου

22:20 καὶ διασώ̨ζεται υἱὸς εἱ̃ς τω̨̃ Αβιμελεχ υἱω̨̃ Αχιτωβ καὶ ὄνομα αὐτω̨̃ Αβιαθαρ καὶ ἔφυγεν ὀπίσω Δαυιδ

22:21 καὶ ἀπήγγειλεν Αβιαθαρ τω̨̃ Δαυιδ ὅτι ἐθανάτωσεν Σαουλ πάντας τοὺς ἱερει̃ς του̃ κυρίου

22:22 καὶ εἰ̃πεν Δαυιδ τω̨̃ Αβιαθαρ ἤιδειν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅτι Δωηκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελει̃ τω̨̃ Σαουλ ἐγώ εἰμι αἴτιος τω̃ν ψυχω̃ν οἴκου του̃ πατρός σου

22:23 κάθου μετ' ἐμου̃ μὴ φοβου̃ ὅτι οὑ̃ ἐὰν ζητω̃ τη̨̃ ψυχη̨̃ μου τόπον ζητήσω καὶ τη̨̃ ψυχη̨̃ σου ὅτι πεφύλαξαι σὺ παρ' ἐμοί

23:1 καὶ ἀπηγγέλη τω̨̃ Δαυιδ λέγοντες ἰδοὺ οἱ ἀλλόφυλοι πολεμου̃σιν ἐν τη̨̃ Κεϊλα καὶ αὐτοὶ διαρπάζουσιν καταπατου̃σιν τοὺς ἅλω

23:2 καὶ ἐπηρώτησεν Δαυιδ διὰ του̃ κυρίου λέγων εἰ πορευθω̃ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους καὶ εἰ̃πεν κύριος πορεύου καὶ πατάξεις ἐν τοι̃ς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κεϊλα

23:3 καὶ εἰ̃παν οἱ ἄνδρες του̃ Δαυιδ πρὸς αὐτόν ἰδοὺ ἡμει̃ς ἐνταυ̃θα ἐν τη̨̃ Ιουδαία̨ φοβούμεθα καὶ πω̃ς ἔσται ἐὰν πορευθω̃μεν εἰς Κεϊλα εἰς τὰ σκυ̃λα τω̃ν ἀλλοφύλων εἰσπορευσόμεθα

23:4 καὶ προσέθετο Δαυιδ ἐρωτη̃σαι ἔτι διὰ του̃ κυρίου καὶ ἀπεκρίθη αὐτω̨̃ κύριος καὶ εἰ̃πεν πρὸς αὐτόν ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλα ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χει̃ράς σου

23:5 καὶ ἐπορεύθη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτου̃ εἰς Κεϊλα καὶ ἐπολέμησεν ἐν τοι̃ς ἀλλοφύλοις καὶ ἔφυγον ἐκ προσώπου αὐτου̃ καὶ ἀπήγαγεν τὰ κτήνη αὐτω̃ν καὶ ἐπάταξεν ἐν αὐτοι̃ς πληγὴν μεγάλην καὶ ἔσωσεν Δαυιδ τοὺς κατοικου̃ντας Κεϊλα

23:6 καὶ ἐγένετο ἐν τω̨̃ φυγει̃ν Αβιαθαρ υἱὸν Αβιμελεχ πρὸς Δαυιδ καὶ αὐτὸς μετὰ Δαυιδ εἰς Κεϊλα κατέβη ἔχων εφουδ ἐν τη̨̃ χειρὶ αὐτου̃

23:7 καὶ ἀπηγγέλη τω̨̃ Σαουλ ὅτι ἥκει Δαυιδ εἰς Κεϊλα καὶ εἰ̃πεν Σαουλ πέπρακεν αὐτὸν ὁ θεὸς εἰς χει̃ράς μου ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρω̃ν καὶ μοχλω̃ν

23:8 καὶ παρήγγειλεν Σαουλ παντὶ τω̨̃ λαω̨̃ εἰς πόλεμον καταβαίνειν εἰς Κεϊλα συνέχειν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτου̃

23:9 καὶ ἔγνω Δαυιδ ὅτι οὐ παρασιωπα̨̃ Σαουλ περὶ αὐτου̃ τὴν κακίαν καὶ εἰ̃πεν Δαυιδ πρὸς Αβιαθαρ τὸν ἱερέα προσάγαγε τὸ εφουδ κυρίου

23:10 καὶ εἰ̃πεν Δαυιδ κύριε ὁ θεὸς Ισραηλ ἀκούων ἀκήκοεν ὁ δου̃λός σου ὅτι ζητει̃ Σαουλ ἐλθει̃ν ἐπὶ Κεϊλα διαφθει̃ραι τὴν πόλιν δι' ἐμέ

23:11 εἰ ἀποκλεισθήσεται καὶ νυ̃ν εἰ καταβήσεται Σαουλ καθὼς ἤκουσεν ὁ δου̃λός σου κύριε ὁ θεὸς Ισραηλ ἀπάγγειλον τω̨̃ δούλω̨ σου καὶ εἰ̃πεν κύριος ἀποκλεισθήσεται

23:13 καὶ ἀνέστη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτου̃ ὡς τετρακόσιοι καὶ ἐξη̃λθον ἐκ Κεϊλα καὶ ἐπορεύοντο οὑ̃ ἐὰν ἐπορεύθησαν καὶ τω̨̃ Σαουλ ἀπηγγέλη ὅτι διασέσωται Δαυιδ ἐκ Κεϊλα καὶ ἀνη̃κεν του̃ ἐξελθει̃ν

23:14 καὶ ἐκάθισεν Δαυιδ ἐν τη̨̃ ἐρήμω̨ ἐν Μασερεμ ἐν τοι̃ς στενοι̃ς καὶ ἐκάθητο ἐν τη̨̃ ἐρήμω̨ ἐν τω̨̃ ὄρει Ζιφ ἐν τη̨̃ γη̨̃ τη̨̃ αὐχμώδει καὶ ἐζήτει αὐτὸν Σαουλ πάσας τὰς ἡμέρας καὶ οὐ παρέδωκεν αὐτὸν κύριος εἰς τὰς χει̃ρας αὐτου̃

23:15 καὶ εἰ̃δεν Δαυιδ ὅτι ἐξέρχεται Σαουλ του̃ ζητει̃ν τὸν Δαυιδ καὶ Δαυιδ ἐν τω̨̃ ὄρει τω̨̃ αὐχμώδει ἐν τη̨̃ Καινη̨̃ Ζιφ

23:16 καὶ ἀνέστη Ιωναθαν υἱὸς Σαουλ καὶ ἐπορεύθη πρὸς Δαυιδ εἰς Καινὴν καὶ ἐκραταίωσεν τὰς χει̃ρας αὐτου̃ ἐν κυρίω̨

23:17 καὶ εἰ̃πεν πρὸς αὐτόν μὴ φοβου̃ ὅτι οὐ μὴ εὕρη̨ σε ἡ χεὶρ Σαουλ του̃ πατρός μου καὶ σὺ βασιλεύσεις ἐπὶ Ισραηλ καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον καὶ Σαουλ ὁ πατήρ μου οἰ̃δεν οὕτως

23:18 καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον κυρίου καὶ ἐκάθητο Δαυιδ ἐν Καινη̨̃ καὶ Ιωναθαν ἀπη̃λθεν εἰς οἰ̃κον αὐτου̃

23:19 καὶ ἀνέβησαν οἱ Ζιφαι̃οι ἐκ τη̃ς αὐχμώδους πρὸς Σαουλ ἐπὶ τὸν βουνὸν λέγοντες οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ' ἡμι̃ν ἐν Μεσσαρα ἐν τοι̃ς στενοι̃ς ἐν τη̨̃ Καινη̨̃ ἐν τω̨̃ βουνω̨̃ του̃ Εχελα του̃ ἐκ δεξιω̃ν του̃ Ιεσσαιμουν

23:20 καὶ νυ̃ν πα̃ν τὸ πρὸς ψυχὴν του̃ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμα̃ς κεκλείκασιν αὐτὸν εἰς τὰς χει̃ρας του̃ βασιλέως

23:21 καὶ εἰ̃πεν αὐτοι̃ς Σαουλ εὐλογημένοι ὑμει̃ς τω̨̃ κυρίω̨ ὅτι ἐπονέσατε περὶ ἐμου̃

23:22 πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνω̃τε τὸν τόπον αὐτου̃ οὑ̃ ἔσται ὁ ποὺς αὐτου̃ ἐν τάχει ἐκει̃ οὑ̃ εἴπατε μήποτε πανουργεύσηται

23:23 καὶ ἴδετε καὶ γνω̃τε καὶ πορευσόμεθα μεθ' ὑμω̃ν καὶ ἔσται εἰ ἔστιν ἐπὶ τη̃ς γη̃ς καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν Ιουδα

23:24 καὶ ἀνέστησαν οἱ Ζιφαι̃οι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαουλ καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ ἐν τη̨̃ ἐρήμω̨ τη̨̃ Μααν καθ' ἑσπέραν ἐκ δεξιω̃ν του̃ Ιεσσαιμουν

23:25 καὶ ἐπορεύθη Σαουλ καὶ οἱ ἄνδρες αὐτου̃ ζητει̃ν αὐτόν καὶ ἀπήγγειλαν τω̨̃ Δαυιδ καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τη̨̃ ἐρήμω̨ Μααν καὶ ἤκουσεν Σαουλ καὶ κατεδίωξεν ὀπίσω Δαυιδ εἰς τὴν ἔρημον Μααν

23:26 καὶ πορεύονται Σαουλ καὶ οἱ ἄνδρες αὐτου̃ ἐκ μέρους του̃ ὄρους τούτου καὶ ἠ̃ν Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ ἐκ μέρους του̃ ὄρους τούτου καὶ ἠ̃ν Δαυιδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαουλ καὶ Σαουλ καὶ οἱ ἄνδρες αὐτου̃ παρενέβαλον ἐπὶ Δαυιδ καὶ τοὺς ἄνδρας αὐτου̃ συλλαβει̃ν αὐτούς

23:27 καὶ ἄγγελος πρὸς Σαουλ ἠ̃λθεν λέγων σπευ̃δε καὶ δευ̃ρο ὅτι ἐπέθεντο οἱ ἀλλόφυλοι ἐπὶ τὴν γη̃ν

23:28 καὶ ἀνέστρεψεν Σαουλ μὴ καταδιώκειν ὀπίσω Δαυιδ καὶ ἐπορεύθη εἰς συνάντησιν τω̃ν ἀλλοφύλων διὰ του̃το ἐπεκλήθη ὁ τόπος ἐκει̃νος Πέτρα ἡ μερισθει̃σα

24:1 καὶ ἀνέβη Δαυιδ ἐκει̃θεν καὶ ἐκάθισεν ἐν τοι̃ς στενοι̃ς Εγγαδδι

24:2 καὶ ἐγενήθη ὡς ἀνέστρεψεν Σαουλ ἀπὸ ὄπισθεν τω̃ν ἀλλοφύλων καὶ ἀπηγγέλη αὐτω̨̃ λεγόντων ὅτι Δαυιδ ἐν τη̨̃ ἐρήμω̨ Εγγαδδι

24:3 καὶ ἔλαβεν μεθ' ἑαυτου̃ τρει̃ς χιλιάδας ἀνδρω̃ν ἐκλεκτοὺς ἐκ παντὸς Ισραηλ καὶ ἐπορεύθη ζητει̃ν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτου̃ ἐπὶ πρόσωπον Σαδαιεμ

24:4 καὶ ἠ̃λθεν εἰς τὰς ἀγέλας τω̃ν ποιμνίων τὰς ἐπὶ τη̃ς ὁδου̃ καὶ ἠ̃ν ἐκει̃ σπήλαιον καὶ Σαουλ εἰση̃λθεν παρασκευάσασθαι καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ ἐσώτερον του̃ σπηλαίου ἐκάθηντο

24:5 καὶ εἰ̃πον οἱ ἄνδρες Δαυιδ πρὸς αὐτόν ἰδοὺ ἡ ἡμέρα αὕτη ἣν εἰ̃πεν κύριος πρὸς σὲ παραδου̃ναι τὸν ἐχθρόν σου εἰς τὰς χει̃ράς σου καὶ ποιήσεις αὐτω̨̃ ὡς ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου καὶ ἀνέστη Δαυιδ καὶ ἀφει̃λεν τὸ πτερύγιον τη̃ς διπλοΐδος τη̃ς Σαουλ λαθραίως

24:6 καὶ ἐγενήθη μετὰ ταυ̃τα καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτόν ὅτι ἀφει̃λεν τὸ πτερύγιον τη̃ς διπλοΐδος αὐτου̃

24:7 καὶ εἰ̃πεν Δαυιδ πρὸς τοὺς ἄνδρας αὐτου̃ μηδαμω̃ς μοι παρὰ κυρίου εἰ ποιήσω τὸ ῥη̃μα του̃το τω̨̃ κυρίω̨ μου τω̨̃ χριστω̨̃ κυρίου ἐπενέγκαι χει̃ρά μου ἐπ' αὐτόν ὅτι χριστὸς κυρίου ἐστὶν οὑ̃τος

24:8 καὶ ἔπεισεν Δαυιδ τοὺς ἄνδρας αὐτου̃ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοι̃ς ἀναστάντας θανατω̃σαι τὸν Σαουλ καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ὁδόν

24:9 καὶ ἀνέστη Δαυιδ ὀπίσω αὐτου̃ ἐκ του̃ σπηλαίου καὶ ἐβόησεν Δαυιδ ὀπίσω Σαουλ λέγων κύριε βασιλευ̃ καὶ ἐπέβλεψεν Σαουλ εἰς τὰ ὀπίσω αὐτου̃ καὶ ἔκυψεν Δαυιδ ἐπὶ πρόσωπον αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ προσεκύνησεν αὐτω̨̃

24:10 καὶ εἰ̃πεν Δαυιδ πρὸς Σαουλ ἵνα τί ἀκούεις τω̃ν λόγων του̃ λαου̃ λεγόντων ἰδοὺ Δαυιδ ζητει̃ τὴν ψυχήν σου

24:11 ἰδοὺ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ἑοράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χει̃ρά μου ἐν τω̨̃ σπηλαίω̨ καὶ οὐκ ἠβουλήθην ἀποκτει̃ναί σε καὶ ἐφεισάμην σου καὶ εἰ̃πα οὐκ ἐποίσω χει̃ρά μου ἐπὶ κύριόν μου ὅτι χριστὸς κυρίου οὑ̃τός ἐστιν

24:12 καὶ ἰδοὺ τὸ πτερύγιον τη̃ς διπλοΐδος σου ἐν τη̨̃ χειρί μου ἐγὼ ἀφή̨ρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε καὶ γνω̃θι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστιν κακία ἐν τη̨̃ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις καὶ οὐχ ἡμάρτηκα εἰς σέ καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβει̃ν αὐτήν

24:13 δικάσαι κύριος ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ καὶ ἐκδικήσαι με κύριος ἐκ σου̃ καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σοί

24:14 καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ

24:15 καὶ νυ̃ν ὀπίσω τίνος σὺ ἐκπορεύη̨ βασιλευ̃ Ισραηλ ὀπίσω τίνος καταδιώκεις σύ ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός

24:16 γένοιτο κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον σου̃ ἴδοι κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου

24:17 καὶ ἐγένετο ὡς συνετέλεσεν Δαυιδ τὰ ῥήματα ταυ̃τα λαλω̃ν πρὸς Σαουλ καὶ εἰ̃πεν Σαουλ ἠ̃ φωνή σου αὕτη τέκνον Δαυιδ καὶ ἠ̃ρεν τὴν φωνὴν αὐτου̃ Σαουλ καὶ ἔκλαυσεν

24:18 καὶ εἰ̃πεν Σαουλ πρὸς Δαυιδ δίκαιος σὺ ὑπὲρ ἐμέ ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά

24:19 καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθά ὡς ἀπέκλεισέν με κύριος σήμερον εἰς χει̃ράς σου καὶ οὐκ ἀπέκτεινάς με

24:20 καὶ ὅτι εἰ εὕροιτό τις τὸν ἐχθρὸν αὐτου̃ ἐν θλίψει καὶ ἐκπέμψαι αὐτὸν ἐν ὁδω̨̃ ἀγαθη̨̃ καὶ κύριος ἀνταποτείσει αὐτω̨̃ ἀγαθά καθὼς πεποίηκας σήμερον

24:21 καὶ νυ̃ν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις καὶ στήσεται ἐν χερσίν σου βασιλεία Ισραηλ

24:22 καὶ νυ̃ν ὄμοσόν μοι ἐν κυρίω̨ ὅτι οὐκ ἐξολεθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου καὶ οὐκ ἀφανιει̃ς τὸ ὄνομά μου ἐκ του̃ οἴκου του̃ πατρός μου

24:23 καὶ ὤμοσεν Δαυιδ τω̨̃ Σαουλ καὶ ἀπη̃λθεν Σαουλ εἰς τὸν τόπον αὐτου̃ καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ ἀνέβησαν εἰς τὴν Μεσσαρα στενήν

25:1 καὶ ἀπέθανεν Σαμουηλ καὶ συναθροίζονται πα̃ς Ισραηλ καὶ κόπτονται αὐτὸν καὶ θάπτουσιν αὐτὸν ἐν οἴκω̨ αὐτου̃ ἐν Αρμαθαιμ καὶ ἀνέστη Δαυιδ καὶ κατέβη εἰς τὴν ἔρημον Μααν

25:2 καὶ ἠ̃ν ἄνθρωπος ἐν τη̨̃ Μααν καὶ τὰ ποίμνια αὐτου̃ ἐν τω̨̃ Καρμήλω̨ καὶ ὁ ἄνθρωπος μέγας σφόδρα καὶ τούτω̨ ποίμνια τρισχίλια καὶ αἰ̃γες χίλιαι καὶ ἐγενήθη ἐν τω̨̃ κείρειν τὸ ποίμνιον αὐτου̃ ἐν τω̨̃ Καρμήλω̨

25:3 καὶ ὄνομα τω̨̃ ἀνθρώπω̨ Ναβαλ καὶ ὄνομα τη̨̃ γυναικὶ αὐτου̃ Αβιγαια καὶ ἡ γυνὴ αὐτου̃ ἀγαθὴ συνέσει καὶ καλὴ τω̨̃ εἴδει σφόδρα καὶ ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασιν καὶ ὁ ἄνθρωπος κυνικός

25:4 καὶ ἤκουσεν Δαυιδ ἐν τη̨̃ ἐρήμω̨ ὅτι κείρει Ναβαλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτου̃

25:5 καὶ Δαυιδ ἀπέστειλεν δέκα παιδάρια καὶ εἰ̃πεν τοι̃ς παιδαρίοις ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Ναβαλ καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τω̨̃ ὀνόματί μου εἰς εἰρήνην

25:6 καὶ ἐρει̃τε τάδε εἰς ὥρας καὶ σὺ ὑγιαίνων καὶ ὁ οἰ̃κός σου καὶ πάντα τὰ σὰ ὑγιαίνοντα

25:7 καὶ νυ̃ν ἰδοὺ ἀκήκοα ὅτι κείρουσίν σοι νυ̃ν οἱ ποιμένες σου οἳ ἠ̃σαν μεθ' ἡμω̃ν ἐν τη̨̃ ἐρήμω̨ καὶ οὐκ ἀπεκωλύσαμεν αὐτοὺς καὶ οὐκ ἐνετειλάμεθα αὐτοι̃ς οὐθὲν πάσας τὰς ἡμέρας ὄντων αὐτω̃ν ἐν Καρμήλω̨

25:8 ἐρώτησον τὰ παιδάριά σου καὶ ἀπαγγελου̃σίν σοι καὶ εὑρέτωσαν τὰ παιδάρια χάριν ἐν ὀφθαλμοι̃ς σου ὅτι ἐφ' ἡμέραν ἀγαθὴν ἥκομεν δὸς δὴ ὃ ἐὰν εὕρη̨ ἡ χείρ σου τω̨̃ υἱω̨̃ σου τω̨̃ Δαυιδ

25:9 καὶ ἔρχονται τὰ παιδάρια καὶ λαλου̃σιν τοὺς λόγους τούτους πρὸς Ναβαλ κατὰ πάντα τὰ ῥήματα ταυ̃τα ἐν τω̨̃ ὀνόματι Δαυιδ καὶ ἀνεπήδησεν

25:10 καὶ ἀπεκρίθη Ναβαλ τοι̃ς παισὶν Δαυιδ καὶ εἰ̃πεν τίς ὁ Δαυιδ καὶ τίς ὁ υἱὸς Ιεσσαι σήμερον πεπληθυμμένοι εἰσὶν οἱ δου̃λοι ἀναχωρου̃ντες ἕκαστος ἐκ προσώπου του̃ κυρίου αὐτου̃

25:11 καὶ λήμψομαι τοὺς ἄρτους μου καὶ τὸν οἰ̃νόν μου καὶ τὰ θύματά μου ἃ τέθυκα τοι̃ς κείρουσίν μου τὰ πρόβατα καὶ δώσω αὐτὰ ἀνδράσιν οἱ̃ς οὐκ οἰ̃δα πόθεν εἰσίν

25:12 καὶ ἀπεστράφησαν τὰ παιδάρια Δαυιδ εἰς ὁδὸν αὐτω̃ν καὶ ἀνέστρεψαν καὶ ἠ̃λθον καὶ ἀνήγγειλαν τω̨̃ Δαυιδ κατὰ τὰ ῥήματα ταυ̃τα

25:13 καὶ εἰ̃πεν Δαυιδ τοι̃ς ἀνδράσιν αὐτου̃ ζώσασθε ἕκαστος τὴν ῥομφαίαν αὐτου̃ καὶ ἀνέβησαν ὀπίσω Δαυιδ ὡς τετρακόσιοι ἄνδρες καὶ οἱ διακόσιοι ἐκάθισαν μετὰ τω̃ν σκευω̃ν

25:14 καὶ τη̨̃ Αβιγαια γυναικὶ Ναβαλ ἀπήγγειλεν ἓν τω̃ν παιδαρίων λέγων ἰδοὺ Δαυιδ ἀπέστειλεν ἀγγέλους ἐκ τη̃ς ἐρήμου εὐλογη̃σαι τὸν κύριον ἡμω̃ν καὶ ἐξέκλινεν ἀπ' αὐτω̃ν

25:15 καὶ οἱ ἄνδρες ἀγαθοὶ ἡμι̃ν σφόδρα οὐκ ἀπεκώλυσαν ἡμα̃ς οὐδὲ ἐνετείλαντο ἡμι̃ν πάσας τὰς ἡμέρας ἃς ἠ̃μεν παρ' αὐτοι̃ς καὶ ἐν τω̨̃ εἰ̃ναι ἡμα̃ς ἐν ἀγρω̨̃

25:16 ὡς τει̃χος ἠ̃σαν περὶ ἡμα̃ς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν πάσας τὰς ἡμέρας ἃς ἤμεθα παρ' αὐτοι̃ς ποιμαίνοντες τὸ ποίμνιον

25:17 καὶ νυ̃ν γνω̃θι καὶ ἰδὲ τί σὺ ποιήσεις ὅτι συντετέλεσται ἡ κακία εἰς τὸν κύριον ἡμω̃ν καὶ εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ οὑ̃τος υἱὸς λοιμός καὶ οὐκ ἔστιν λαλη̃σαι πρὸς αὐτόν

25:18 καὶ ἔσπευσεν Αβιγαια καὶ ἔλαβεν διακοσίους ἄρτους καὶ δύο ἀγγει̃α οἴνου καὶ πέντε πρόβατα πεποιημένα καὶ πέντε οιφι ἀλφίτου καὶ γομορ ἓν σταφίδος καὶ διακοσίας παλάθας καὶ ἔθετο ἐπὶ τοὺς ὄνους

25:19 καὶ εἰ̃πεν τοι̃ς παιδαρίοις αὐτη̃ς προπορεύεσθε ἔμπροσθέν μου καὶ ἰδοὺ ἐγὼ ὀπίσω ὑμω̃ν παραγίνομαι καὶ τω̨̃ ἀνδρὶ αὐτη̃ς οὐκ ἀπήγγειλεν

25:20 καὶ ἐγενήθη αὐτη̃ς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπη̨ του̃ ὄρους καὶ ἰδοὺ Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ κατέβαινον εἰς συνάντησιν αὐτη̃ς καὶ ἀπήντησεν αὐτοι̃ς

25:21 καὶ Δαυιδ εἰ̃πεν ἴσως εἰς ἄδικον πεφύλακα πάντα τὰ αὐτου̃ ἐν τη̨̃ ἐρήμω̨ καὶ οὐκ ἐνετειλάμεθα λαβει̃ν ἐκ πάντων τω̃ν αὐτου̃ οὐθέν καὶ ἀνταπέδωκέν μοι πονηρὰ ἀντὶ ἀγαθω̃ν

25:22 τάδε ποιήσαι ὁ θεὸς τω̨̃ Δαυιδ καὶ τάδε προσθείη εἰ ὑπολείψομαι ἐκ πάντων τω̃ν του̃ Ναβαλ ἕως πρωὶ οὐρου̃ντα πρὸς τοι̃χον

25:23 καὶ εἰ̃δεν Αβιγαια τὸν Δαυιδ καὶ ἔσπευσεν καὶ κατεπήδησεν ἀπὸ τη̃ς ὄνου καὶ ἔπεσεν ἐνώπιον Δαυιδ ἐπὶ πρόσωπον αὐτη̃ς καὶ προσεκύνησεν αὐτω̨̃ ἐπὶ τὴν γη̃ν

25:24 ἐπὶ τοὺς πόδας αὐτου̃ καὶ εἰ̃πεν ἐν ἐμοί κύριέ μου ἡ ἀδικία λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὠ̃τά σου καὶ ἄκουσον τη̃ς δούλης σου λόγον

25:25 μὴ δὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτου̃ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν του̃τον ὅτι κατὰ τὸ ὄνομα αὐτου̃ οὕτως ἐστίν Ναβαλ ὄνομα αὐτω̨̃ καὶ ἀφροσύνη μετ' αὐτου̃ καὶ ἐγὼ ἡ δούλη σου οὐκ εἰ̃δον τὰ παιδάριά σου ἃ ἀπέστειλας

25:26 καὶ νυ̃ν κύριε ζη̨̃ κύριος καὶ ζη̨̃ ἡ ψυχή σου καθὼς ἐκώλυσέν σε κύριος του̃ μὴ ἐλθει̃ν εἰς αἱ̃μα ἀθω̨̃ον καὶ σώ̨ζειν τὴν χει̃ρά σού σοι καὶ νυ̃ν γένοιντο ὡς Ναβαλ οἱ ἐχθροί σου καὶ οἱ ζητου̃ντες τω̨̃ κυρίω̨ μου κακά

25:27 καὶ νυ̃ν λαβὲ τὴν εὐλογίαν ταύτην ἣν ἐνήνοχεν ἡ δούλη σου τω̨̃ κυρίω̨ μου καὶ δώσεις τοι̃ς παιδαρίοις τοι̃ς παρεστηκόσιν τω̨̃ κυρίω̨ μου

25:28 ἀ̃ρον δὴ τὸ ἀνόμημα τη̃ς δούλης σου ὅτι ποιω̃ν ποιήσει κύριος τω̨̃ κυρίω̨ μου οἰ̃κον πιστόν ὅτι πόλεμον κυρίου ὁ κύριός μου πολεμει̃ καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε

25:29 καὶ ἀναστήσεται ἄνθρωπος καταδιώκων σε καὶ ζητω̃ν τὴν ψυχήν σου καὶ ἔσται ἡ ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεσμω̨̃ τη̃ς ζωη̃ς παρὰ κυρίω̨ τω̨̃ θεω̨̃ καὶ ψυχὴν ἐχθρω̃ν σου σφενδονήσεις ἐν μέσω̨ τη̃ς σφενδόνης

25:30 καὶ ἔσται ὅτι ποιήσει κύριος τω̨̃ κυρίω̨ μου πάντα ὅσα ἐλάλησεν ἀγαθὰ ἐπὶ σέ καὶ ἐντελει̃ταί σοι κύριος εἰς ἡγούμενον ἐπὶ Ισραηλ

25:31 καὶ οὐκ ἔσται σοι του̃το βδελυγμὸς καὶ σκάνδαλον τω̨̃ κυρίω̨ μου ἐκχέαι αἱ̃μα ἀθω̨̃ον δωρεὰν καὶ σω̃σαι χει̃ρα κυρίου μου αὐτω̨̃ καὶ ἀγαθώσει κύριος τω̨̃ κυρίω̨ μου καὶ μνησθήση̨ τη̃ς δούλης σου ἀγαθω̃σαι αὐτη̨̃

25:32 καὶ εἰ̃πεν Δαυιδ τη̨̃ Αβιγαια εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ὃς ἀπέστειλέν σε σήμερον ἐν ταύτη̨ εἰς ἀπάντησίν μου

25:33 καὶ εὐλογητὸς ὁ τρόπος σου καὶ εὐλογημένη σὺ ἡ ἀποκωλύσασά με σήμερον ἐν ταύτη̨ μὴ ἐλθει̃ν εἰς αἵματα καὶ σω̃σαι χει̃ρά μου ἐμοί

25:34 πλὴν ὅτι ζη̨̃ κύριος ὁ θεὸς Ισραηλ ὃς ἀπεκώλυσέν με σήμερον του̃ κακοποιη̃σαί σε ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰς ἀπάντησίν μοι τότε εἰ̃πα εἰ ὑπολειφθήσεται τω̨̃ Ναβαλ ἕως φωτὸς του̃ πρωὶ οὐρω̃ν πρὸς τοι̃χον

25:35 καὶ ἔλαβεν Δαυιδ ἐκ χειρὸς αὐτη̃ς πάντα ἃ ἔφερεν αὐτω̨̃ καὶ εἰ̃πεν αὐτη̨̃ ἀνάβηθι εἰς εἰρήνην εἰς οἰ̃κόν σου βλέπε ἤκουσα τη̃ς φωνη̃ς σου καὶ ἡ̨ρέτισα τὸ πρόσωπόν σου

25:36 καὶ παρεγενήθη Αβιγαια πρὸς Ναβαλ καὶ ἰδοὺ αὐτω̨̃ πότος ἐν οἴκω̨ αὐτου̃ ὡς πότος βασιλέως καὶ ἡ καρδία Ναβαλ ἀγαθὴ ἐπ' αὐτόν καὶ αὐτὸς μεθύων ἕως σφόδρα καὶ οὐκ ἀπήγγειλεν αὐτω̨̃ ῥη̃μα μικρὸν ἢ μέγα ἕως φωτὸς του̃ πρωί

25:37 καὶ ἐγένετο πρωί ὡς ἐξένηψεν ἀπὸ του̃ οἴνου Ναβαλ ἀπήγγειλεν αὐτω̨̃ ἡ γυνὴ αὐτου̃ τὰ ῥήματα ταυ̃τα καὶ ἐναπέθανεν ἡ καρδία αὐτου̃ ἐν αὐτω̨̃ καὶ αὐτὸς γίνεται ὡς λίθος

25:38 καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι καὶ ἐπάταξεν κύριος τὸν Ναβαλ καὶ ἀπέθανεν

25:39 καὶ ἤκουσεν Δαυιδ καὶ εἰ̃πεν εὐλογητὸς κύριος ὃς ἔκρινεν τὴν κρίσιν του̃ ὀνειδισμου̃ μου ἐκ χειρὸς Ναβαλ καὶ τὸν δου̃λον αὐτου̃ περιεποιήσατο ἐκ χειρὸς κακω̃ν καὶ τὴν κακίαν Ναβαλ ἀπέστρεψεν κύριος εἰς κεφαλὴν αὐτου̃ καὶ ἀπέστειλεν Δαυιδ καὶ ἐλάλησεν περὶ Αβιγαιας λαβει̃ν αὐτὴν ἑαυτω̨̃ εἰς γυναι̃κα

25:40 καὶ ἠ̃λθον οἱ παι̃δες Δαυιδ πρὸς Αβιγαιαν εἰς Κάρμηλον καὶ ἐλάλησαν αὐτη̨̃ λέγοντες Δαυιδ ἀπέστειλεν ἡμα̃ς πρὸς σὲ λαβει̃ν σε αὐτω̨̃ εἰς γυναι̃κα

25:41 καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γη̃ν ἐπὶ πρόσωπον καὶ εἰ̃πεν ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τω̃ν παίδων σου

25:42 καὶ ἀνέστη Αβιγαια καὶ ἐπέβη ἐπὶ τὴν ὄνον καὶ πέντε κοράσια ἠκολούθουν αὐτη̨̃ καὶ ἐπορεύθη ὀπίσω τω̃ν παίδων Δαυιδ καὶ γίνεται αὐτω̨̃ εἰς γυναι̃κα

25:43 καὶ τὴν Αχινααμ ἔλαβεν Δαυιδ ἐξ Ιεζραελ καὶ ἀμφότεραι ἠ̃σαν αὐτω̨̃ γυναι̃κες

25:44 καὶ Σαουλ ἔδωκεν Μελχολ τὴν θυγατέρα αὐτου̃ τὴν γυναι̃κα Δαυιδ τω̨̃ Φαλτι υἱω̨̃ Λαις τω̨̃ ἐκ Ρομμα

26:1 καὶ ἔρχονται οἱ Ζιφαι̃οι ἐκ τη̃ς αὐχμώδους πρὸς τὸν Σαουλ εἰς τὸν βουνὸν λέγοντες ἰδοὺ Δαυιδ σκεπάζεται μεθ' ἡμω̃ν ἐν τω̨̃ βουνω̨̃ του̃ Εχελα του̃ κατὰ πρόσωπον του̃ Ιεσσαιμουν

26:2 καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ἔρημον Ζιφ καὶ μετ' αὐτου̃ τρει̃ς χιλιάδες ἀνδρω̃ν ἐκλεκτοὶ ἐξ Ισραηλ ζητει̃ν τὸν Δαυιδ ἐν τη̨̃ ἐρήμω̨ Ζιφ

26:3 καὶ παρενέβαλεν Σαουλ ἐν τω̨̃ βουνω̨̃ του̃ Εχελα ἐπὶ προσώπου του̃ Ιεσσαιμουν ἐπὶ τη̃ς ὁδου̃ καὶ Δαυιδ ἐκάθισεν ἐν τη̨̃ ἐρήμω̨ καὶ εἰ̃δεν Δαυιδ ὅτι ἥκει Σαουλ ὀπίσω αὐτου̃ εἰς τὴν ἔρημον

26:4 καὶ ἀπέστειλεν Δαυιδ κατασκόπους καὶ ἔγνω ὅτι ἥκει Σαουλ ἕτοιμος ἐκ Κεϊλα

26:5 καὶ ἀνέστη Δαυιδ λάθρα̨ καὶ εἰσπορεύεται εἰς τὸν τόπον οὑ̃ ἐκάθευδεν ἐκει̃ Σαουλ καὶ ἐκει̃ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος αὐτου̃ καὶ Σαουλ ἐκάθευδεν ἐν λαμπήνη̨ καὶ ὁ λαὸς παρεμβεβληκὼς κύκλω̨ αὐτου̃

26:6 καὶ ἀπεκρίθη Δαυιδ καὶ εἰ̃πεν πρὸς Αχιμελεχ τὸν Χετται̃ον καὶ πρὸς Αβεσσα υἱὸν Σαρουιας ἀδελφὸν Ιωαβ λέγων τίς εἰσελεύσεται μετ' ἐμου̃ πρὸς Σαουλ εἰς τὴν παρεμβολήν καὶ εἰ̃πεν Αβεσσα ἐγὼ εἰσελεύσομαι μετὰ σου̃

26:7 καὶ εἰσπορεύεται Δαυιδ καὶ Αβεσσα εἰς τὸν λαὸν τὴν νύκτα καὶ ἰδοὺ Σαουλ καθεύδων ὕπνω̨ ἐν λαμπήνη̨ καὶ τὸ δόρυ ἐμπεπηγὸς εἰς τὴν γη̃ν πρὸς κεφαλη̃ς αὐτου̃ καὶ Αβεννηρ καὶ ὁ λαὸς αὐτου̃ ἐκάθευδεν κύκλω̨ αὐτου̃

26:8 καὶ εἰ̃πεν Αβεσσα πρὸς Δαυιδ ἀπέκλεισεν σήμερον κύριος τὸν ἐχθρόν σου εἰς τὰς χει̃ράς σου καὶ νυ̃ν πατάξω αὐτὸν τω̨̃ δόρατι εἰς τὴν γη̃ν ἅπαξ καὶ οὐ δευτερώσω αὐτω̨̃

26:9 καὶ εἰ̃πεν Δαυιδ πρὸς Αβεσσα μὴ ταπεινώση̨ς αὐτόν ὅτι τίς ἐποίσει χει̃ρα αὐτου̃ ἐπὶ χριστὸν κυρίου καὶ ἀθω̨ωθήσεται

26:10 καὶ εἰ̃πεν Δαυιδ ζη̨̃ κύριος ἐὰν μὴ κύριος παίση̨ αὐτόν ἢ ἡ ἡμέρα αὐτου̃ ἔλθη̨ καὶ ἀποθάνη̨ ἢ εἰς πόλεμον καταβη̨̃ καὶ προστεθη̨̃

26:11 μηδαμω̃ς μοι παρὰ κυρίου ἐπενεγκει̃ν χει̃ρά μου ἐπὶ χριστὸν κυρίου καὶ νυ̃ν λαβὲ δὴ τὸ δόρυ ἀπὸ πρὸς κεφαλη̃ς αὐτου̃ καὶ τὸν φακὸν του̃ ὕδατος καὶ ἀπέλθωμεν καθ' ἑαυτούς

26:12 καὶ ἔλαβεν Δαυιδ τὸ δόρυ καὶ τὸν φακὸν του̃ ὕδατος ἀπὸ πρὸς κεφαλη̃ς αὐτου̃ καὶ ἀπη̃λθον καθ' ἑαυτούς καὶ οὐκ ἠ̃ν ὁ βλέπων καὶ οὐκ ἠ̃ν ὁ γινώσκων καὶ οὐκ ἠ̃ν ὁ ἐξεγειρόμενος πάντες ὑπνου̃ντες ὅτι θάμβος κυρίου ἐπέπεσεν ἐπ' αὐτούς

26:13 καὶ διέβη Δαυιδ εἰς τὸ πέραν καὶ ἔστη ἐπὶ τὴν κορυφὴν του̃ ὄρους μακρόθεν καὶ πολλὴ ἡ ὁδὸς ἀνὰ μέσον αὐτω̃ν

26:14 καὶ προσεκαλέσατο Δαυιδ τὸν λαὸν καὶ τω̨̃ Αβεννηρ ἐλάλησεν λέγων οὐκ ἀποκριθήσει Αβεννηρ καὶ ἀπεκρίθη Αβεννηρ καὶ εἰ̃πεν τίς εἰ̃ σὺ ὁ καλω̃ν με

26:15 καὶ εἰ̃πεν Δαυιδ πρὸς Αβεννηρ οὐκ ἀνὴρ σύ καὶ τίς ὡς σὺ ἐν Ισραηλ καὶ διὰ τί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα ὅτι εἰση̃λθεν εἱ̃ς ἐκ του̃ λαου̃ διαφθει̃ραι τὸν βασιλέα κύριόν σου

26:16 καὶ οὐκ ἀγαθὸν τὸ ῥη̃μα του̃το ὃ πεποίηκας ζη̨̃ κύριος ὅτι υἱοὶ θανατώσεως ὑμει̃ς οἱ φυλάσσοντες τὸν βασιλέα κύριον ὑμω̃ν τὸν χριστὸν κυρίου καὶ νυ̃ν ἰδὲ δή τὸ δόρυ του̃ βασιλέως καὶ ὁ φακὸς του̃ ὕδατος που̃ ἐστιν τὰ πρὸς κεφαλη̃ς αὐτου̃

26:17 καὶ ἐπέγνω Σαουλ τὴν φωνὴν του̃ Δαυιδ καὶ εἰ̃πεν ἠ̃ φωνή σου αὕτη τέκνον Δαυιδ καὶ εἰ̃πεν Δαυιδ δου̃λός σου κύριε βασιλευ̃

26:18 καὶ εἰ̃πεν ἵνα τί του̃το καταδιώκει ὁ κύριός μου ὀπίσω του̃ δούλου αὐτου̃ ὅτι τί ἡμάρτηκα καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα

26:19 καὶ νυ̃ν ἀκουσάτω δὴ ὁ κύριός μου ὁ βασιλεὺς τὸ ῥη̃μα του̃ δούλου αὐτου̃ εἰ ὁ θεὸς ἐπισείει σε ἐπ' ἐμέ ὀσφρανθείη θυσίας σου καὶ εἰ υἱοὶ ἀνθρώπων ἐπικατάρατοι οὑ̃τοι ἐνώπιον κυρίου ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίσθαι ἐν κληρονομία̨ κυρίου λέγοντες πορεύου δούλευε θεοι̃ς ἑτέροις

26:20 καὶ νυ̃ν μὴ πέσοι τὸ αἱ̃μά μου ἐπὶ τὴν γη̃ν ἐξ ἐναντίας προσώπου κυρίου ὅτι ἐξελήλυθεν ὁ βασιλεὺς Ισραηλ ζητει̃ν τὴν ψυχήν μου καθὼς καταδιώκει ὁ νυκτικόραξ ἐν τοι̃ς ὄρεσιν

26:21 καὶ εἰ̃πεν Σαουλ ἡμάρτηκα ἐπίστρεφε τέκνον Δαυιδ ὅτι οὐ κακοποιήσω σε ἀνθ' ὡ̃ν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοι̃ς σου ἐν τη̨̃ σήμερον μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα

26:22 καὶ ἀπεκρίθη Δαυιδ καὶ εἰ̃πεν ἰδοὺ τὸ δόρυ του̃ βασιλέως διελθέτω εἱ̃ς τω̃ν παιδαρίων καὶ λαβέτω αὐτό

26:23 καὶ κύριος ἐπιστρέψει ἑκάστω̨ τὰς δικαιοσύνας αὐτου̃ καὶ τὴν πίστιν αὐτου̃ ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χει̃ράς μου καὶ οὐκ ἠθέλησα ἐπενεγκει̃ν χει̃ρά μου ἐπὶ χριστὸν κυρίου

26:24 καὶ ἰδοὺ καθὼς ἐμεγαλύνθη ἡ ψυχή σου σήμερον ἐν ταύτη̨ ἐν ὀφθαλμοι̃ς μου οὕτως μεγαλυνθείη ἡ ψυχή μου ἐνώπιον κυρίου καὶ σκεπάσαι με καὶ ἐξελει̃ταί με ἐκ πάσης θλίψεως

26:25 καὶ εἰ̃πεν Σαουλ πρὸς Δαυιδ εὐλογημένος σύ τέκνον καὶ ποιω̃ν ποιήσεις καὶ δυνάμενος δυνήσει καὶ ἀπη̃λθεν Δαυιδ εἰς τὴν ὁδὸν αὐτου̃ καὶ Σαουλ ἀνέστρεψεν εἰς τὸν τόπον αὐτου̃

27:1 καὶ εἰ̃πεν Δαυιδ ἐν τη̨̃ καρδία̨ αὐτου̃ λέγων νυ̃ν προστεθήσομαι ἐν ἡμέρα̨ μια̨̃ εἰς χει̃ρας Σαουλ καὶ οὐκ ἔστιν μοι ἀγαθόν ἐὰν μὴ σωθω̃ εἰς γη̃ν ἀλλοφύλων καὶ ἀνη̨̃ Σαουλ του̃ ζητει̃ν με εἰς πα̃ν ὅριον Ισραηλ καὶ σωθήσομαι ἐκ χειρὸς αὐτου̃

27:2 καὶ ἀνέστη Δαυιδ καὶ οἱ τετρακόσιοι ἄνδρες μετ' αὐτου̃ καὶ ἐπορεύθη πρὸς Αγχους υἱὸν Αμμαχ βασιλέα Γεθ

27:3 καὶ ἐκάθισεν Δαυιδ μετὰ Αγχους ἐν Γεθ αὐτὸς καὶ οἱ ἄνδρες αὐτου̃ ἕκαστος καὶ ὁ οἰ̃κος αὐτου̃ καὶ Δαυιδ καὶ ἀμφότεραι αἱ γυναι̃κες αὐτου̃ Αχινααμ ἡ Ιεζραηλι̃τις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ του̃ Καρμηλίου

27:4 καὶ ἀνηγγέλη τω̨̃ Σαουλ ὅτι πέφευγεν Δαυιδ εἰς Γεθ καὶ οὐ προσέθετο ἔτι ζητει̃ν αὐτόν

27:5 καὶ εἰ̃πεν Δαυιδ πρὸς Αγχους εἰ δὴ εὕρηκεν ὁ δου̃λός σου χάριν ἐν ὀφθαλμοι̃ς σου δότωσαν δή μοι τόπον ἐν μια̨̃ τω̃ν πόλεων τω̃ν κατ' ἀγρὸν καὶ καθήσομαι ἐκει̃ καὶ ἵνα τί κάθηται ὁ δου̃λός σου ἐν πόλει βασιλευομένη̨ μετὰ σου̃

27:6 καὶ ἔδωκεν αὐτω̨̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τὴν Σεκελακ διὰ του̃το ἐγενήθη Σεκελακ τω̨̃ βασιλει̃ τη̃ς Ιουδαίας ἕως τη̃ς ἡμέρας ταύτης

27:7 καὶ ἐγενήθη ὁ ἀριθμὸς τω̃ν ἡμερω̃ν ὡ̃ν ἐκάθισεν Δαυιδ ἐν ἀγρω̨̃ τω̃ν ἀλλοφύλων τέσσαρας μη̃νας

27:8 καὶ ἀνέβαινεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρι καὶ ἐπὶ τὸν Αμαληκίτην καὶ ἰδοὺ ἡ γη̃ κατω̨κει̃το ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψουρ τετειχισμένων καὶ ἕως γη̃ς Αἰγύπτου

27:9 καὶ ἔτυπτε τὴν γη̃ν καὶ οὐκ ἐζωογόνει ἄνδρα καὶ γυναι̃κα καὶ ἐλάμβανεν ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμόν καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς Αγχους

27:10 καὶ εἰ̃πεν Αγχους πρὸς Δαυιδ ἐπὶ τίνα ἐπέθεσθε σήμερον καὶ εἰ̃πεν Δαυιδ πρὸς Αγχους κατὰ νότον τη̃ς Ιουδαίας καὶ κατὰ νότον Ιεσμεγα καὶ κατὰ νότον του̃ Κενεζι

27:11 καὶ ἄνδρα καὶ γυναι̃κα οὐκ ἐζωογόνησεν του̃ εἰσαγαγει̃ν εἰς Γεθ λέγων μὴ ἀναγγείλωσιν εἰς Γεθ καθ' ἡμω̃ν λέγοντες τάδε Δαυιδ ποιει̃ καὶ τόδε τὸ δικαίωμα αὐτου̃ πάσας τὰς ἡμέρας ἃς ἐκάθητο Δαυιδ ἐν ἀγρω̨̃ τω̃ν ἀλλοφύλων

27:12 καὶ ἐπιστεύθη Δαυιδ ἐν τω̨̃ Αγχους σφόδρα λέγων ἤ̨σχυνται αἰσχυνόμενος ἐν τω̨̃ λαω̨̃ αὐτου̃ ἐν Ισραηλ καὶ ἔσται μοι δου̃λος εἰς τὸν αἰω̃να

28:1 καὶ ἐγενήθη ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ται̃ς παρεμβολαι̃ς αὐτω̃ν ἐξελθει̃ν πολεμει̃ν μετὰ Ισραηλ καὶ εἰ̃πεν Αγχους πρὸς Δαυιδ γινώσκων γνώσει ὅτι μετ' ἐμου̃ ἐξελεύσει εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου

28:2 καὶ εἰ̃πεν Δαυιδ πρὸς Αγχους οὕτω νυ̃ν γνώσει ἃ ποιήσει ὁ δου̃λός σου καὶ εἰ̃πεν Αγχους πρὸς Δαυιδ οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας

28:3 καὶ Σαμουηλ ἀπέθανεν καὶ ἐκόψαντο αὐτὸν πα̃ς Ισραηλ καὶ θάπτουσιν αὐτὸν ἐν Αρμαθαιμ ἐν πόλει αὐτου̃ καὶ Σαουλ περιει̃λεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τη̃ς γη̃ς

28:4 καὶ συναθροίζονται οἱ ἀλλόφυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμαν καὶ συναθροίζει Σαουλ πάντα ἄνδρα Ισραηλ καὶ παρεμβάλλουσιν εἰς Γελβουε

28:5 καὶ εἰ̃δεν Σαουλ τὴν παρεμβολὴν τω̃ν ἀλλοφύλων καὶ ἐφοβήθη καὶ ἐξέστη ἡ καρδία αὐτου̃ σφόδρα

28:6 καὶ ἐπηρώτησεν Σαουλ διὰ κυρίου καὶ οὐκ ἀπεκρίθη αὐτω̨̃ κύριος ἐν τοι̃ς ἐνυπνίοις καὶ ἐν τοι̃ς δήλοις καὶ ἐν τοι̃ς προφήταις

28:7 καὶ εἰ̃πεν Σαουλ τοι̃ς παισὶν αὐτου̃ ζητήσατέ μοι γυναι̃κα ἐγγαστρίμυθον καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτη̨̃ καὶ εἰ̃παν οἱ παι̃δες αὐτου̃ πρὸς αὐτόν ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Αενδωρ

28:8 καὶ συνεκαλύψατο Σαουλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ' αὐτου̃ καὶ ἔρχονται πρὸς τὴν γυναι̃κα νυκτὸς καὶ εἰ̃πεν αὐτη̨̃ μάντευσαι δή μοι ἐν τω̨̃ ἐγγαστριμύθω̨ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι

28:9 καὶ εἰ̃πεν ἡ γυνὴ πρὸς αὐτόν ἰδοὺ δὴ σὺ οἰ̃δας ὅσα ἐποίησεν Σαουλ ὡς ἐξωλέθρευσεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τη̃ς γη̃ς καὶ ἵνα τί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατω̃σαι αὐτήν

28:10 καὶ ὤμοσεν αὐτη̨̃ Σαουλ λέγων ζη̨̃ κύριος εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τω̨̃ λόγω̨ τούτω̨

28:11 καὶ εἰ̃πεν ἡ γυνή τίνα ἀναγάγω σοι καὶ εἰ̃πεν τὸν Σαμουηλ ἀνάγαγέ μοι

28:12 καὶ εἰ̃δεν ἡ γυνὴ τὸν Σαμουηλ καὶ ἀνεβόησεν φωνη̨̃ μεγάλη̨ καὶ εἰ̃πεν ἡ γυνὴ πρὸς Σαουλ ἵνα τί παρελογίσω με καὶ σὺ εἰ̃ Σαουλ

28:13 καὶ εἰ̃πεν αὐτη̨̃ ὁ βασιλεύς μὴ φοβου̃ εἰπὸν τίνα ἑόρακας καὶ εἰ̃πεν αὐτω̨̃ Θεοὺς ἑόρακα ἀναβαίνοντας ἐκ τη̃ς γη̃ς

28:14 καὶ εἰ̃πεν αὐτη̨̃ τί ἔγνως καὶ εἰ̃πεν αὐτω̨̃ ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τη̃ς γη̃ς καὶ οὑ̃τος διπλοΐδα ἀναβεβλημένος καὶ ἔγνω Σαουλ ὅτι Σαμουηλ οὑ̃τος καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ προσεκύνησεν αὐτω̨̃

28:15 καὶ εἰ̃πεν Σαμουηλ ἵνα τί παρηνώχλησάς μοι ἀναβη̃ναί με καὶ εἰ̃πεν Σαουλ θλίβομαι σφόδρα καὶ οἱ ἀλλόφυλοι πολεμου̃σιν ἐν ἐμοί καὶ ὁ θεὸς ἀφέστηκεν ἀπ' ἐμου̃ καὶ οὐκ ἐπακήκοέν μοι ἔτι καὶ ἐν χειρὶ τω̃ν προφητω̃ν καὶ ἐν τοι̃ς ἐνυπνίοις καὶ νυ̃ν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω

28:16 καὶ εἰ̃πεν Σαμουηλ ἵνα τί ἐπερωτα̨̃ς με καὶ κύριος ἀφέστηκεν ἀπὸ σου̃ καὶ γέγονεν μετὰ του̃ πλησίον σου

28:17 καὶ πεποίηκεν κύριός σοι καθὼς ἐλάλησεν ἐν χειρί μου καὶ διαρρήξει κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τω̨̃ πλησίον σου τω̨̃ Δαυιδ

28:18 διότι οὐκ ἤκουσας φωνη̃ς κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργη̃ς αὐτου̃ ἐν Αμαληκ διὰ του̃το τὸ ῥη̃μα ἐποίησεν κύριός σοι τη̨̃ ἡμέρα̨ ταύτη̨

28:19 καὶ παραδώσει κύριος τὸν Ισραηλ μετὰ σου̃ εἰς χει̃ρας ἀλλοφύλων καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σου̃ πεσου̃νται καὶ τὴν παρεμβολὴν Ισραηλ δώσει κύριος εἰς χει̃ρας ἀλλοφύλων

28:20 καὶ ἔσπευσεν Σαουλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γη̃ν καὶ ἐφοβήθη σφόδρα ἀπὸ τω̃ν λόγων Σαμουηλ καὶ ἰσχὺς ἐν αὐτω̨̃ οὐκ ἠ̃ν ἔτι οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην

28:21 καὶ εἰση̃λθεν ἡ γυνὴ πρὸς Σαουλ καὶ εἰ̃δεν ὅτι ἔσπευσεν σφόδρα καὶ εἰ̃πεν πρὸς αὐτόν ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τη̃ς φωνη̃ς σου καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τη̨̃ χειρί μου καὶ ἤκουσα τοὺς λόγους οὓς ἐλάλησάς μοι

28:22 καὶ νυ̃ν ἄκουσον δὴ φωνη̃ς τη̃ς δούλης σου καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου καὶ φάγε καὶ ἔσται ἐν σοὶ ἰσχύς ὅτι πορεύση̨ ἐν ὁδω̨̃

28:23 καὶ οὐκ ἐβουλήθη φαγει̃ν καὶ παρεβιάζοντο αὐτὸν οἱ παι̃δες αὐτου̃ καὶ ἡ γυνή καὶ ἤκουσεν τη̃ς φωνη̃ς αὐτω̃ν καὶ ἀνέστη ἀπὸ τη̃ς γη̃ς καὶ ἐκάθισεν ἐπὶ τὸν δίφρον

28:24 καὶ τη̨̃ γυναικὶ ἠ̃ν δάμαλις νομὰς ἐν τη̨̃ οἰκία̨ καὶ ἔσπευσεν καὶ ἔθυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασεν καὶ ἔπεψεν ἄζυμα

28:25 καὶ προσήγαγεν ἐνώπιον Σαουλ καὶ ἐνώπιον τω̃ν παίδων αὐτου̃ καὶ ἔφαγον καὶ ἀνέστησαν καὶ ἀπη̃λθον τὴν νύκτα ἐκείνην

29:1 καὶ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτω̃ν εἰς Αφεκ καὶ Ισραηλ παρενέβαλεν ἐν Αενδωρ τη̨̃ ἐν Ιεζραελ

29:2 καὶ σατράπαι ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ παρεπορεύοντο ἐπ' ἐσχάτων μετὰ Αγχους

29:3 καὶ εἰ̃πον οἱ σατράπαι τω̃ν ἀλλοφύλων τίνες οἱ διαπορευόμενοι οὑ̃τοι καὶ εἰ̃πεν Αγχους πρὸς τοὺς στρατηγοὺς τω̃ν ἀλλοφύλων οὐχ οὑ̃τος Δαυιδ ὁ δου̃λος Σαουλ βασιλέως Ισραηλ γέγονεν μεθ' ἡμω̃ν ἡμέρας του̃το δεύτερον ἔτος καὶ οὐχ εὕρηκα ἐν αὐτω̨̃ οὐθὲν ἀφ' ἡ̃ς ἡμέρας ἐνέπεσεν πρός με καὶ ἕως τη̃ς ἡμέρας ταύτης

29:4 καὶ ἐλυπήθησαν ἐπ' αὐτω̨̃ οἱ στρατηγοὶ τω̃ν ἀλλοφύλων καὶ λέγουσιν αὐτω̨̃ ἀπόστρεψον τὸν ἄνδρα εἰς τὸν τόπον αὐτου̃ οὑ̃ κατέστησας αὐτὸν ἐκει̃ καὶ μὴ ἐρχέσθω μεθ' ἡμω̃ν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τη̃ς παρεμβολη̃ς καὶ ἐν τίνι διαλλαγήσεται οὑ̃τος τω̨̃ κυρίω̨ αὐτου̃ οὐχὶ ἐν ται̃ς κεφαλαι̃ς τω̃ν ἀνδρω̃ν ἐκείνων

29:5 οὐχ οὑ̃τος Δαυιδ ὡ̨̃ ἐξη̃ρχον ἐν χοροι̃ς λέγοντες ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτου̃ καὶ Δαυιδ ἐν μυριάσιν αὐτου̃

29:6 καὶ ἐκάλεσεν Αγχους τὸν Δαυιδ καὶ εἰ̃πεν αὐτω̨̃ ζη̨̃ κύριος ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοι̃ς μου καὶ ἡ ἔξοδός σου καὶ ἡ εἴσοδός σου μετ' ἐμου̃ ἐν τη̨̃ παρεμβολη̨̃ καὶ ὅτι οὐχ εὕρηκα κατὰ σου̃ κακίαν ἀφ' ἡ̃ς ἡμέρας ἥκεις πρός με ἕως τη̃ς σήμερον ἡμέρας καὶ ἐν ὀφθαλμοι̃ς τω̃ν σατραπω̃ν οὐκ ἀγαθὸς σύ

29:7 καὶ νυ̃ν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην καὶ οὐ μὴ ποιήσεις κακίαν ἐν ὀφθαλμοι̃ς τω̃ν σατραπω̃ν τω̃ν ἀλλοφύλων

29:8 καὶ εἰ̃πεν Δαυιδ πρὸς Αγχους τί πεποίηκά σοι καὶ τί εὑ̃ρες ἐν τω̨̃ δούλω̨ σου ἀφ' ἡ̃ς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τη̃ς ἡμέρας ταύτης ὅτι οὐ μὴ ἔλθω πολεμη̃σαι τοὺς ἐχθροὺς του̃ κυρίου μου του̃ βασιλέως

29:9 καὶ ἀπεκρίθη Αγχους πρὸς Δαυιδ οἰ̃δα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοι̃ς μου ἀλλ' οἱ σατράπαι τω̃ν ἀλλοφύλων λέγουσιν οὐχ ἥξει μεθ' ἡμω̃ν εἰς πόλεμον

29:10 καὶ νυ̃ν ὄρθρισον τὸ πρωί σὺ καὶ οἱ παι̃δες του̃ κυρίου σου οἱ ἥκοντες μετὰ σου̃ καὶ πορεύεσθε εἰς τὸν τόπον οὑ̃ κατέστησα ὑμα̃ς ἐκει̃ καὶ λόγον λοιμὸν μὴ θη̨̃ς ἐν καρδία̨ σου ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου καὶ ὀρθρίσατε ἐν τη̨̃ ὁδω̨̃ καὶ φωτισάτω ὑμι̃ν καὶ πορεύθητε

29:11 καὶ ὤρθρισεν Δαυιδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτου̃ ἀπελθει̃ν καὶ φυλάσσειν τὴν γη̃ν τω̃ν ἀλλοφύλων καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμει̃ν ἐπὶ Ισραηλ

30:1 καὶ ἐγενήθη εἰσελθόντος Δαυιδ καὶ τω̃ν ἀνδρω̃ν αὐτου̃ εἰς Σεκελακ τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ καὶ Αμαληκ ἐπέθετο ἐπὶ τὸν νότον καὶ ἐπὶ Σεκελακ καὶ ἐπάταξεν τὴν Σεκελακ καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί

30:2 καὶ τὰς γυναι̃κας καὶ πάντα τὰ ἐν αὐτη̨̃ ἀπὸ μικρου̃ ἕως μεγάλου οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναι̃κα ἀλλ' ἠ̨χμαλώτευσαν καὶ ἀπη̃λθον εἰς τὴν ὁδὸν αὐτω̃ν

30:3 καὶ ἠ̃λθεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ εἰς τὴν πόλιν καὶ ἰδοὺ ἐμπεπύρισται ἐν πυρί αἱ δὲ γυναι̃κες αὐτω̃ν καὶ οἱ υἱοὶ αὐτω̃ν καὶ αἱ θυγατέρες αὐτω̃ν ἠ̨χμαλωτευμένοι

30:4 καὶ ἠ̃ρεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ τὴν φωνὴν αὐτω̃ν καὶ ἔκλαυσαν ἕως ὅτου οὐκ ἠ̃ν ἐν αὐτοι̃ς ἰσχὺς ἔτι κλαίειν

30:5 καὶ ἀμφότεραι αἱ γυναι̃κες Δαυιδ ἠ̨χμαλωτεύθησαν Αχινοομ ἡ Ιεζραηλι̃τις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ του̃ Καρμηλίου

30:6 καὶ ἐθλίβη Δαυιδ σφόδρα ὅτι εἰ̃πεν ὁ λαὸς λιθοβολη̃σαι αὐτόν ὅτι κατώδυνος ψυχὴ παντὸς του̃ λαου̃ ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτου̃ καὶ ἐπὶ τὰς θυγατέρας αὐτου̃ καὶ ἐκραταιώθη Δαυιδ ἐν κυρίω̨ θεω̨̃ αὐτου̃

30:7 καὶ εἰ̃πεν Δαυιδ πρὸς Αβιαθαρ τὸν ἱερέα υἱὸν Αχιμελεχ προσάγαγε τὸ εφουδ

30:8 καὶ ἐπηρώτησεν Δαυιδ διὰ του̃ κυρίου λέγων εἰ καταδιώξω ὀπίσω του̃ γεδδουρ τούτου εἰ καταλήμψομαι αὐτούς καὶ εἰ̃πεν αὐτω̨̃ καταδίωκε ὅτι καταλαμβάνων καταλήμψη̨ καὶ ἐξαιρούμενος ἐξελη̨̃

30:9 καὶ ἐπορεύθη Δαυιδ αὐτὸς καὶ οἱ ἑξακόσιοι ἄνδρες μετ' αὐτου̃ καὶ ἔρχονται ἕως του̃ χειμάρρου Βοσορ καὶ οἱ περισσοὶ ἔστησαν

30:10 καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν ὑπέστησαν δὲ διακόσιοι ἄνδρες οἵτινες ἐκάθισαν πέραν του̃ χειμάρρου του̃ Βοσορ

30:11 καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρω̨̃ καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυιδ ἐν ἀγρω̨̃ καὶ διδόασιν αὐτω̨̃ ἄρτον καὶ ἔφαγεν καὶ ἐπότισαν αὐτὸν ὕδωρ

30:12 καὶ διδόασιν αὐτω̨̃ κλάσμα παλάθης καὶ ἔφαγεν καὶ κατέστη τὸ πνευ̃μα αὐτου̃ ἐν αὐτω̨̃ ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει ὕδωρ τρει̃ς ἡμέρας καὶ τρει̃ς νύκτας

30:13 καὶ εἰ̃πεν αὐτω̨̃ Δαυιδ τίνος σὺ εἰ̃ καὶ πόθεν εἰ̃ καὶ εἰ̃πεν τὸ παιδάριον τὸ Αἰγύπτιον ἐγώ εἰμι δου̃λος ἀνδρὸς Αμαληκίτου καὶ κατέλιπέν με ὁ κύριός μου ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριται̃ος

30:14 καὶ ἡμει̃ς ἐπεθέμεθα ἐπὶ νότον του̃ Χολθι καὶ ἐπὶ τὰ τη̃ς Ιουδαίας μέρη καὶ ἐπὶ νότον Χελουβ καὶ τὴν Σεκελακ ἐνεπυρίσαμεν ἐν πυρί

30:15 καὶ εἰ̃πεν πρὸς αὐτὸν Δαυιδ εἰ κατάξεις με ἐπὶ τὸ γεδδουρ του̃το καὶ εἰ̃πεν ὄμοσον δή μοι κατὰ του̃ θεου̃ μὴ θανατώσειν με καὶ μὴ παραδου̃ναί με εἰς χει̃ρας του̃ κυρίου μου καὶ κατάξω σε ἐπὶ τὸ γεδδουρ του̃το

30:16 καὶ κατήγαγεν αὐτὸν ἐκει̃ καὶ ἰδοὺ οὑ̃τοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πα̃σι τοι̃ς σκύλοις τοι̃ς μεγάλοις οἱ̃ς ἔλαβον ἐκ γη̃ς ἀλλοφύλων καὶ ἐκ γη̃ς Ιουδα

30:17 καὶ ἠ̃λθεν ἐπ' αὐτοὺς Δαυιδ καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τη̨̃ ἐπαύριον καὶ οὐκ ἐσώθη ἐξ αὐτω̃ν ἀνὴρ ὅτι ἀλλ' ἢ τετρακόσια παιδάρια ἃ ἠ̃ν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους καὶ ἔφυγον

30:18 καὶ ἀφείλατο Δαυιδ πάντα ἃ ἔλαβον οἱ Αμαληκι̃ται καὶ ἀμφοτέρας τὰς γυναι̃κας αὐτου̃ ἐξείλατο

30:19 καὶ οὐ διεφώνησεν αὐτοι̃ς ἀπὸ μικρου̃ ἕως μεγάλου καὶ ἀπὸ τω̃ν σκύλων καὶ ἕως υἱω̃ν καὶ θυγατέρων καὶ ἕως πάντων ὡ̃ν ἔλαβον αὐτω̃ν τὰ πάντα ἐπέστρεψεν Δαυιδ

30:20 καὶ ἔλαβεν Δαυιδ πάντα τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ ἀπήγαγεν ἔμπροσθεν τω̃ν σκύλων καὶ τοι̃ς σκύλοις ἐκείνοις ἐλέγετο ταυ̃τα τὰ σκυ̃λα Δαυιδ

30:21 καὶ παραγίνεται Δαυιδ πρὸς τοὺς διακοσίους ἄνδρας τοὺς ἐκλυθέντας του̃ πορεύεσθαι ὀπίσω Δαυιδ καὶ ἐκάθισεν αὐτοὺς ἐν τω̨̃ χειμάρρω̨ τω̨̃ Βοσορ καὶ ἐξη̃λθον εἰς ἀπάντησιν Δαυιδ καὶ εἰς ἀπάντησιν του̃ λαου̃ του̃ μετ' αὐτου̃ καὶ προσήγαγεν Δαυιδ ἕως του̃ λαου̃ καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην

30:22 καὶ ἀπεκρίθη πα̃ς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τω̃ν ἀνδρω̃ν τω̃ν πολεμιστω̃ν τω̃ν πορευθέντων μετὰ Δαυιδ καὶ εἰ̃παν ὅτι οὐ κατεδίωξαν μεθ' ἡμω̃ν οὐ δώσομεν αὐτοι̃ς ἐκ τω̃ν σκύλων ὡ̃ν ἐξειλάμεθα ὅτι ἀλλ' ἢ ἕκαστος τὴν γυναι̃κα αὐτου̃ καὶ τὰ τέκνα αὐτου̃ ἀπαγέσθωσαν καὶ ἀποστρεφέτωσαν

30:23 καὶ εἰ̃πεν Δαυιδ οὐ ποιήσετε οὕτως μετὰ τὸ παραδου̃ναι τὸν κύριον ἡμι̃ν καὶ φυλάξαι ἡμα̃ς καὶ παρέδωκεν κύριος τὸν γεδδουρ τὸν ἐπερχόμενον ἐφ' ἡμα̃ς εἰς χει̃ρας ἡμω̃ν

30:24 καὶ τίς ὑπακούσεται ὑμω̃ν τω̃ν λόγων τούτων ὅτι οὐχ ἡ̃ττον ὑμω̃ν εἰσιν διότι κατὰ τὴν μερίδα του̃ καταβαίνοντος εἰς πόλεμον οὕτως ἔσται ἡ μερὶς του̃ καθημένου ἐπὶ τὰ σκεύη κατὰ τὸ αὐτὸ μεριου̃νται

30:25 καὶ ἐγενήθη ἀπὸ τη̃ς ἡμέρας ἐκείνης καὶ ἐπάνω καὶ ἐγένετο εἰς πρόσταγμα καὶ εἰς δικαίωμα τω̨̃ Ισραηλ ἕως τη̃ς σήμερον

30:26 καὶ ἠ̃λθεν Δαυιδ εἰς Σεκελακ καὶ ἀπέστειλεν τοι̃ς πρεσβυτέροις Ιουδα τω̃ν σκύλων καὶ τοι̃ς πλησίον αὐτου̃ λέγων ἰδοὺ ἀπὸ τω̃ν σκύλων τω̃ν ἐχθρω̃ν κυρίου

30:27 τοι̃ς ἐν Βαιθσουρ καὶ τοι̃ς ἐν Ραμα νότου καὶ τοι̃ς ἐν Ιεθθορ

30:28 καὶ τοι̃ς ἐν Αροηρ καὶ τοι̃ς Αμμαδι καὶ τοι̃ς ἐν Σαφι καὶ τοι̃ς ἐν Εσθιε

30:28a καὶ τοι̃ς ἐν Γεθ καὶ τοι̃ς ἐν Κιναν καὶ τοι̃ς ἐν Σαφεκ καὶ τοι̃ς ἐν Θιμαθ

30:29 καὶ τοι̃ς ἐν Καρμήλω̨ καὶ τοι̃ς ἐν ται̃ς πόλεσιν του̃ Ιεραμηλι καὶ τοι̃ς ἐν ται̃ς πόλεσιν του̃ Κενεζι

30:30 καὶ τοι̃ς ἐν Ιεριμουθ καὶ τοι̃ς ἐν Βηρσαβεε καὶ τοι̃ς ἐν Νοο

30:31 καὶ τοι̃ς ἐν Χεβρων καὶ εἰς πάντας τοὺς τόπους οὓς διη̃λθεν Δαυιδ ἐκει̃ αὐτὸς καὶ οἱ ἄνδρες αὐτου̃

31:1 καὶ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ Ισραηλ καὶ ἔφυγον οἱ ἄνδρες Ισραηλ ἐκ προσώπου τω̃ν ἀλλοφύλων καὶ πίπτουσιν τραυματίαι ἐν τω̨̃ ὄρει τω̨̃ Γελβουε

31:2 καὶ συνάπτουσιν ἀλλόφυλοι τω̨̃ Σαουλ καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ιωναθαν καὶ τὸν Αμιναδαβ καὶ τὸν Μελχισα υἱοὺς Σαουλ

31:3 καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαουλ καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταί ἄνδρες τοξόται καὶ ἐτραυματίσθη εἰς τὰ ὑποχόνδρια

31:4 καὶ εἰ̃πεν Σαουλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτου̃ σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτη̨̃ μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὑ̃τοι καὶ ἀποκεντήσωσίν με καὶ ἐμπαίξωσίν μοι καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτου̃ ὅτι ἐφοβήθη σφόδρα καὶ ἔλαβεν Σαουλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ' αὐτήν

31:5 καὶ εἰ̃δεν ὁ αἴρων τὰ σκεύη αὐτου̃ ὅτι τέθνηκεν Σαουλ καὶ ἐπέπεσεν καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτου̃ καὶ ἀπέθανεν μετ' αὐτου̃

31:6 καὶ ἀπέθανεν Σαουλ καὶ οἱ τρει̃ς υἱοὶ αὐτου̃ καὶ ὁ αἴρων τὰ σκεύη αὐτου̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ κατὰ τὸ αὐτό

31:7 καὶ εἰ̃δον οἱ ἄνδρες Ισραηλ οἱ ἐν τω̨̃ πέραν τη̃ς κοιλάδος καὶ οἱ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ὅτι ἔφυγον οἱ ἄνδρες Ισραηλ καὶ ὅτι τέθνηκεν Σαουλ καὶ οἱ υἱοὶ αὐτου̃ καὶ καταλείπουσιν τὰς πόλεις αὐτω̃ν καὶ φεύγουσιν καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικου̃σιν ἐν αὐται̃ς

31:8 καὶ ἐγενήθη τη̨̃ ἐπαύριον καὶ ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς καὶ εὑρίσκουσιν τὸν Σαουλ καὶ τοὺς τρει̃ς υἱοὺς αὐτου̃ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβουε

31:9 καὶ ἀποστρέφουσιν αὐτὸν καὶ ἐξέδυσαν τὰ σκεύη αὐτου̃ καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γη̃ν ἀλλοφύλων κύκλω̨ εὐαγγελίζοντες τοι̃ς εἰδώλοις αὐτω̃ν καὶ τω̨̃ λαω̨̃ αὐτω̃ν

31:10 καὶ ἀνέθηκαν τὰ σκεύη αὐτου̃ εἰς τὸ 'Ασταρτει̃ον καὶ τὸ σω̃μα αὐτου̃ κατέπηξαν ἐν τω̨̃ τείχει Βαιθσαν

31:11 καὶ ἀκούουσιν οἱ κατοικου̃ντες Ιαβις τη̃ς Γαλααδίτιδος ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τω̨̃ Σαουλ

31:12 καὶ ἀνέστησαν πα̃ς ἀνὴρ δυνάμεως καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα καὶ ἔλαβον τὸ σω̃μα Σαουλ καὶ τὸ σω̃μα Ιωναθαν του̃ υἱου̃ αὐτου̃ ἀπὸ τείχους Βαιθσαν καὶ φέρουσιν αὐτοὺς εἰς Ιαβις καὶ κατακαίουσιν αὐτοὺς ἐκει̃

31:13 καὶ λαμβάνουσιν τὰ ὀστα̃ αὐτω̃ν καὶ θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν Ιαβις καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας

.