Βασιλειων Β' (Σαμ. Β')

1:1 καὶ ἐγένετο μετὰ τὸ ἀποθανει̃ν Σαουλ καὶ Δαυιδ ἀνέστρεψεν τύπτων τὸν Αμαληκ καὶ ἐκάθισεν Δαυιδ ἐν Σεκελακ ἡμέρας δύο

1:2 καὶ ἐγενήθη τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ καὶ ἰδοὺ ἀνὴρ ἠ̃λθεν ἐκ τη̃ς παρεμβολη̃ς ἐκ του̃ λαου̃ Σαουλ καὶ τὰ ἱμάτια αὐτου̃ διερρωγότα καὶ γη̃ ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ ἐγένετο ἐν τω̨̃ εἰσελθει̃ν αὐτὸν πρὸς Δαυιδ καὶ ἔπεσεν ἐπὶ τὴν γη̃ν καὶ προσεκύνησεν αὐτω̨̃

1:3 καὶ εἰ̃πεν αὐτω̨̃ Δαυιδ πόθεν σὺ παραγίνη̨ καὶ εἰ̃πεν πρὸς αὐτόν ἐκ τη̃ς παρεμβολη̃ς Ισραηλ ἐγὼ διασέσω̨σμαι

1:4 καὶ εἰ̃πεν αὐτω̨̃ Δαυιδ τίς ὁ λόγος οὑ̃τος ἀπάγγειλόν μοι καὶ εἰ̃πεν ὅτι ἔφυγεν ὁ λαὸς ἐκ του̃ πολέμου καὶ πεπτώκασι πολλοὶ ἐκ του̃ λαου̃ καὶ ἀπέθανον καὶ ἀπέθανεν καὶ Σαουλ καὶ Ιωναθαν ὁ υἱὸς αὐτου̃ ἀπέθανεν

1:5 καὶ εἰ̃πεν Δαυιδ τω̨̃ παιδαρίω̨ τω̨̃ ἀπαγγέλλοντι αὐτω̨̃ πω̃ς οἰ̃δας ὅτι τέθνηκεν Σαουλ καὶ Ιωναθαν ὁ υἱὸς αὐτου̃

1:6 καὶ εἰ̃πεν τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτω̨̃ περιπτώματι περιέπεσον ἐν τω̨̃ ὄρει τω̨̃ Γελβουε καὶ ἰδοὺ Σαουλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτου̃ καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνη̃ψαν αὐτω̨̃

1:7 καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτου̃ καὶ εἰ̃δέν με καὶ ἐκάλεσέν με καὶ εἰ̃πα ἰδοὺ ἐγώ

1:8 καὶ εἰ̃πέν μοι τίς εἰ̃ σύ καὶ εἰ̃πα Αμαληκίτης ἐγώ εἰμι

1:9 καὶ εἰ̃πεν πρός με στη̃θι δὴ ἐπάνω μου καὶ θανάτωσόν με ὅτι κατέσχεν με σκότος δεινόν ὅτι πα̃σα ἡ ψυχή μου ἐν ἐμοί

1:10 καὶ ἐπέστην ἐπ' αὐτὸν καὶ ἐθανάτωσα αὐτόν ὅτι ἤ̨δειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσει̃ν αὐτόν καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ τὸν χλιδω̃να τὸν ἐπὶ του̃ βραχίονος αὐτου̃ καὶ ἐνήνοχα αὐτὰ τω̨̃ κυρίω̨ μου ὡ̃δε

1:11 καὶ ἐκράτησεν Δαυιδ τω̃ν ἱματίων αὐτου̃ καὶ διέρρηξεν αὐτά καὶ πάντες οἱ ἄνδρες οἱ μετ' αὐτου̃ διέρρηξαν τὰ ἱμάτια αὐτω̃ν

1:12 καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναθαν τὸν υἱὸν αὐτου̃ καὶ ἐπὶ τὸν λαὸν Ιουδα καὶ ἐπὶ τὸν οἰ̃κον Ισραηλ ὅτι ἐπλήγησαν ἐν ῥομφαία̨

1:13 καὶ εἰ̃πεν Δαυιδ τω̨̃ παιδαρίω̨ τω̨̃ ἀπαγγέλλοντι αὐτω̨̃ πόθεν εἰ̃ σύ καὶ εἰ̃πεν υἱὸς ἀνδρὸς παροίκου Αμαληκίτου ἐγώ εἰμι

1:14 καὶ εἰ̃πεν αὐτω̨̃ Δαυιδ πω̃ς οὐκ ἐφοβήθης ἐπενεγκει̃ν χει̃ρά σου διαφθει̃ραι τὸν χριστὸν κυρίου

1:15 καὶ ἐκάλεσεν Δαυιδ ἓν τω̃ν παιδαρίων αὐτου̃ καὶ εἰ̃πεν προσελθὼν ἀπάντησον αὐτω̨̃ καὶ ἐπάταξεν αὐτόν καὶ ἀπέθανεν

1:16 καὶ εἰ̃πεν Δαυιδ πρὸς αὐτόν τὸ αἱ̃μά σου ἐπὶ τὴν κεφαλήν σου ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σου̃ λέγων ὅτι ἐγὼ ἐθανάτωσα τὸν χριστὸν κυρίου

1:17 καὶ ἐθρήνησεν Δαυιδ τὸν θρη̃νον του̃τον ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναθαν τὸν υἱὸν αὐτου̃

1:18 καὶ εἰ̃πεν του̃ διδάξαι τοὺς υἱοὺς Ιουδα ἰδοὺ γέγραπται ἐπὶ βιβλίου του̃ εὐθου̃ς

1:19 στήλωσον Ισραηλ ὑπὲρ τω̃ν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιω̃ν πω̃ς ἔπεσαν δυνατοί

1:20 μὴ ἀναγγείλητε ἐν Γεθ καὶ μὴ εὐαγγελίσησθε ἐν ται̃ς ἐξόδοις 'Ασκαλω̃νος μήποτε εὐφρανθω̃σιν θυγατέρες ἀλλοφύλων μήποτε ἀγαλλιάσωνται θυγατέρες τω̃ν ἀπεριτμήτων

1:21 ὄρη τὰ ἐν Γελβουε μὴ καταβη̨̃ δρόσος καὶ μὴ ὑετὸς ἐφ' ὑμα̃ς καὶ ἀγροὶ ἀπαρχω̃ν ὅτι ἐκει̃ προσωχθίσθη θυρεὸς δυνατω̃ν θυρεὸς Σαουλ οὐκ ἐχρίσθη ἐν ἐλαίω̨

1:22 ἀφ' αἵματος τραυματιω̃ν ἀπὸ στέατος δυνατω̃ν τόξον Ιωναθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω καὶ ῥομφαία Σαουλ οὐκ ἀνέκαμψεν κενή

1:23 Σαουλ καὶ Ιωναθαν οἱ ἠγαπημένοι καὶ ὡραι̃οι οὐ διακεχωρισμένοι εὐπρεπει̃ς ἐν τη̨̃ ζωη̨̃ αὐτω̃ν καὶ ἐν τω̨̃ θανάτω̨ αὐτω̃ν οὐ διεχωρίσθησαν ὑπὲρ ἀετοὺς κου̃φοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν

1:24 θυγατέρες Ισραηλ ἐπὶ Σαουλ κλαύσατε τὸν ἐνδιδύσκοντα ὑμα̃ς κόκκινα μετὰ κόσμου ὑμω̃ν τὸν ἀναφέροντα κόσμον χρυσου̃ν ἐπὶ τὰ ἐνδύματα ὑμω̃ν

1:25 πω̃ς ἔπεσαν δυνατοὶ ἐν μέσω̨ του̃ πολέμου Ιωναθαν ἐπὶ τὰ ὕψη σου τραυματίας

1:26 ἀλγω̃ ἐπὶ σοί ἄδελφέ μου Ιωναθαν ὡραιώθης μοι σφόδρα ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικω̃ν

1:27 πω̃ς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά

2:1 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἐπηρώτησεν Δαυιδ ἐν κυρίω̨ λέγων εἰ ἀναβω̃ εἰς μίαν τω̃ν πόλεων Ιουδα καὶ εἰ̃πεν κύριος πρὸς αὐτόν ἀνάβηθι καὶ εἰ̃πεν Δαυιδ που̃ ἀναβω̃ καὶ εἰ̃πεν εἰς Χεβρων

2:2 καὶ ἀνέβη ἐκει̃ Δαυιδ εἰς Χεβρων καὶ ἀμφότεραι αἱ γυναι̃κες αὐτου̃ Αχινοομ ἡ Ιεζραηλι̃τις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ του̃ Καρμηλίου

2:3 καὶ οἱ ἄνδρες οἱ μετ' αὐτου̃ ἕκαστος καὶ ὁ οἰ̃κος αὐτου̃ καὶ κατώ̨κουν ἐν ται̃ς πόλεσιν Χεβρων

2:4 καὶ ἔρχονται ἄνδρες τη̃ς Ιουδαίας καὶ χρίουσιν τὸν Δαυιδ ἐκει̃ του̃ βασιλεύειν ἐπὶ τὸν οἰ̃κον Ιουδα καὶ ἀπήγγειλαν τω̨̃ Δαυιδ λέγοντες ὅτι οἱ ἄνδρες Ιαβις τη̃ς Γαλααδίτιδος ἔθαψαν τὸν Σαουλ

2:5 καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ιαβις τη̃ς Γαλααδίτιδος καὶ εἰ̃πεν πρὸς αὐτούς εὐλογημένοι ὑμει̃ς τω̨̃ κυρίω̨ ὅτι πεποιήκατε τὸ ἔλεος του̃το ἐπὶ τὸν κύριον ὑμω̃ν ἐπὶ Σαουλ τὸν χριστὸν κυρίου καὶ ἐθάψατε αὐτὸν καὶ Ιωναθαν τὸν υἱὸν αὐτου̃

2:6 καὶ νυ̃ν ποιήσαι κύριος μεθ' ὑμω̃ν ἔλεος καὶ ἀλήθειαν καί γε ἐγὼ ποιήσω μεθ' ὑμω̃ν τὰ ἀγαθὰ ταυ̃τα ὅτι ἐποιήσατε τὸ ῥη̃μα του̃το

2:7 καὶ νυ̃ν κραταιούσθωσαν αἱ χει̃ρες ὑμω̃ν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς ὅτι τέθνηκεν ὁ κύριος ὑμω̃ν Σαουλ καί γε ἐμὲ κέχρικεν ὁ οἰ̃κος Ιουδα ἐφ' ἑαυτοὺς εἰς βασιλέα

2:8 καὶ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος του̃ Σαουλ ἔλαβεν τὸν Ιεβοσθε υἱὸν Σαουλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τη̃ς παρεμβολη̃ς εἰς Μαναεμ

2:9 καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδι̃τιν καὶ ἐπὶ τὸν Θασιρι καὶ ἐπὶ τὸν Ιεζραελ καὶ ἐπὶ τὸν Εφραιμ καὶ ἐπὶ τὸν Βενιαμιν καὶ ἐπὶ πάντα Ισραηλ

2:10 τεσσαράκοντα ἐτω̃ν Ιεβοσθε υἱὸς Σαουλ ὅτε ἐβασίλευσεν ἐπὶ τὸν Ισραηλ καὶ δύο ἔτη ἐβασίλευσεν πλὴν του̃ οἴκου Ιουδα οἳ ἠ̃σαν ὀπίσω Δαυιδ

2:11 καὶ ἐγένοντο αἱ ἡμέραι ἃς Δαυιδ ἐβασίλευσεν ἐν Χεβρων ἐπὶ τὸν οἰ̃κον Ιουδα ἑπτὰ ἔτη καὶ ἓξ μη̃νας

2:12 καὶ ἐξη̃λθεν Αβεννηρ υἱὸς Νηρ καὶ οἱ παι̃δες Ιεβοσθε υἱου̃ Σαουλ ἐκ Μαναεμ εἰς Γαβαων

2:13 καὶ Ιωαβ υἱὸς Σαρουιας καὶ οἱ παι̃δες Δαυιδ ἐξήλθοσαν ἐκ Χεβρων καὶ συναντω̃σιν αὐτοι̃ς ἐπὶ τὴν κρήνην τὴν Γαβαων ἐπὶ τὸ αὐτό καὶ ἐκάθισαν οὑ̃τοι ἐπὶ τὴν κρήνην τὴν Γαβαων ἐντευ̃θεν καὶ οὑ̃τοι ἐπὶ τὴν κρήνην ἐντευ̃θεν

2:14 καὶ εἰ̃πεν Αβεννερ πρὸς Ιωαβ ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμω̃ν καὶ εἰ̃πεν Ιωαβ ἀναστήτωσαν

2:15 καὶ ἀνέστησαν καὶ παρη̃λθον ἐν ἀριθμω̨̃ τω̃ν παίδων Βενιαμιν δώδεκα τω̃ν Ιεβοσθε υἱου̃ Σαουλ καὶ δώδεκα ἐκ τω̃ν παίδων Δαυιδ

2:16 καὶ ἐκράτησαν ἕκαστος τη̨̃ χειρὶ τὴν κεφαλὴν του̃ πλησίον αὐτου̃ καὶ μάχαιρα αὐτου̃ εἰς πλευρὰν του̃ πλησίον αὐτου̃ καὶ πίπτουσιν κατὰ τὸ αὐτό καὶ ἐκλήθη τὸ ὄνομα του̃ τόπου ἐκείνου μερὶς τω̃ν ἐπιβούλων ἥ ἐστιν ἐν Γαβαων

2:17 καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἔπταισεν Αβεννηρ καὶ ἄνδρες Ισραηλ ἐνώπιον παίδων Δαυιδ

2:18 καὶ ἐγένοντο ἐκει̃ τρει̃ς υἱοὶ Σαρουιας Ιωαβ καὶ Αβεσσα καὶ Ασαηλ καὶ Ασαηλ κου̃φος τοι̃ς ποσὶν αὐτου̃ ὡσεὶ μία δορκὰς ἐν ἀγρω̨̃

2:19 καὶ κατεδίωξεν Ασαηλ ὀπίσω Αβεννηρ καὶ οὐκ ἐξέκλινεν του̃ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν Αβεννηρ

2:20 καὶ ἐπέβλεψεν Αβεννηρ εἰς τὰ ὀπίσω αὐτου̃ καὶ εἰ̃πεν εἰ σὺ εἰ̃ αὐτὸς Ασαηλ καὶ εἰ̃πεν ἐγώ εἰμι

2:21 καὶ εἰ̃πεν αὐτω̨̃ Αβεννηρ ἔκκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ καὶ κάτασχε σαυτω̨̃ ἓν τω̃ν παιδαρίων καὶ λαβὲ σεαυτω̨̃ τὴν πανοπλίαν αὐτου̃ καὶ οὐκ ἠθέλησεν Ασαηλ ἐκκλι̃ναι ἐκ τω̃ν ὄπισθεν αὐτου̃

2:22 καὶ προσέθετο ἔτι Αβεννηρ λέγων τω̨̃ Ασαηλ ἀπόστηθι ἀπ' ἐμου̃ ἵνα μὴ πατάξω σε εἰς τὴν γη̃ν καὶ πω̃ς ἀρω̃ τὸ πρόσωπόν μου πρὸς Ιωαβ καὶ που̃ ἐστιν ταυ̃τα ἐπίστρεφε πρὸς Ιωαβ τὸν ἀδελφόν σου

2:23 καὶ οὐκ ἐβούλετο του̃ ἀποστη̃ναι καὶ τύπτει αὐτὸν Αβεννηρ ἐν τω̨̃ ὀπίσω του̃ δόρατος ἐπὶ τὴν ψόαν καὶ διεξη̃λθεν τὸ δόρυ ἐκ τω̃ν ὀπίσω αὐτου̃ καὶ πίπτει ἐκει̃ καὶ ἀποθνή̨σκει ὑποκάτω αὐτου̃ καὶ ἐγένετο πα̃ς ὁ ἐρχόμενος ἕως του̃ τόπου οὑ̃ ἔπεσεν ἐκει̃ Ασαηλ καὶ ἀπέθανεν καὶ ὑφίστατο

2:24 καὶ κατεδίωξεν Ιωαβ καὶ Αβεσσα ὀπίσω Αβεννηρ καὶ ὁ ἥλιος ἔδυνεν καὶ αὐτοὶ εἰση̃λθον ἕως του̃ βουνου̃ Αμμαν ὅ ἐστιν ἐπὶ προσώπου γαι ὁδὸν ἔρημον Γαβαων

2:25 καὶ συναθροίζονται υἱοὶ Βενιαμιν οἱ ὀπίσω Αβεννηρ καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνου̃ ἑνός

2:26 καὶ ἐκάλεσεν Αβεννηρ Ιωαβ καὶ εἰ̃πεν μὴ εἰς νι̃κος καταφάγεται ἡ ῥομφαία ἠ̃ οὐκ οἰ̃δας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα καὶ ἕως πότε οὐ μὴ εἴπη̨ς τω̨̃ λαω̨̃ ἀναστρέφειν ἀπὸ ὄπισθεν τω̃ν ἀδελφω̃ν ἡμω̃ν

2:27 καὶ εἰ̃πεν Ιωαβ ζη̨̃ κύριος ὅτι εἰ μὴ ἐλάλησας διότι τότε ἐκ πρωίθεν ἀνέβη ὁ λαὸς ἕκαστος κατόπισθεν του̃ ἀδελφου̃ αὐτου̃

2:28 καὶ ἐσάλπισεν Ιωαβ τη̨̃ σάλπιγγι καὶ ἀπέστησαν πα̃ς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω του̃ Ισραηλ καὶ οὐ προσέθεντο ἔτι του̃ πολεμει̃ν

2:29 καὶ Αβεννηρ καὶ οἱ ἄνδρες αὐτου̃ ἀπη̃λθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν

2:30 καὶ Ιωαβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ του̃ Αβεννηρ καὶ συνήθροισεν πάντα τὸν λαόν καὶ ἐπεσκέπησαν τω̃ν παίδων Δαυιδ ἐννεακαίδεκα ἄνδρες καὶ Ασαηλ

2:31 καὶ οἱ παι̃δες Δαυιδ ἐπάταξαν τω̃ν υἱω̃ν Βενιαμιν τω̃ν ἀνδρω̃ν Αβεννηρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ' αὐτου̃

2:32 καὶ αἴρουσιν τὸν Ασαηλ καὶ θάπτουσιν αὐτὸν ἐν τω̨̃ τάφω̨ του̃ πατρὸς αὐτου̃ ἐν Βαιθλεεμ καὶ ἐπορεύθη Ιωαβ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτου̃ ὅλην τὴν νύκτα καὶ διέφαυσεν αὐτοι̃ς ἐν Χεβρων

3:1 καὶ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον του̃ οἴκου Σαουλ καὶ ἀνὰ μέσον του̃ οἴκου Δαυιδ καὶ ὁ οἰ̃κος Δαυιδ ἐπορεύετο καὶ ἐκραταιου̃το καὶ ὁ οἰ̃κος Σαουλ ἐπορεύετο καὶ ἠσθένει

3:2 καὶ ἐτέχθησαν τω̨̃ Δαυιδ υἱοὶ ἐν Χεβρων καὶ ἠ̃ν ὁ πρωτότοκος αὐτου̃ Αμνων τη̃ς Αχινοομ τη̃ς Ιεζραηλίτιδος

3:3 καὶ ὁ δεύτερος αὐτου̃ Δαλουια τη̃ς Αβιγαιας τη̃ς Καρμηλίας καὶ ὁ τρίτος Αβεσσαλωμ υἱὸς Μααχα θυγατρὸς Θολμι βασιλέως Γεσιρ

3:4 καὶ ὁ τέταρτος Ορνια υἱὸς Φεγγιθ καὶ ὁ πέμπτος Σαβατια τη̃ς Αβιταλ

3:5 καὶ ὁ ἕκτος Ιεθερααμ τη̃ς Αιγλα γυναικὸς Δαυιδ οὑ̃τοι ἐτέχθησαν τω̨̃ Δαυιδ ἐν Χεβρων

3:6 καὶ ἐγένετο ἐν τω̨̃ εἰ̃ναι τὸν πόλεμον ἀνὰ μέσον του̃ οἴκου Σαουλ καὶ ἀνὰ μέσον του̃ οἴκου Δαυιδ καὶ Αβεννηρ ἠ̃ν κρατω̃ν του̃ οἰ̃κου Σαουλ

3:7 καὶ τω̨̃ Σαουλ παλλακὴ Ρεσφα θυγάτηρ Ιαλ καὶ εἰ̃πεν Μεμφιβοσθε υἱὸς Σαουλ πρὸς Αβεννηρ τί ὅτι εἰση̃λθες πρὸς τὴν παλλακὴν του̃ πατρός μου

3:8 καὶ ἐθυμώθη σφόδρα Αβεννηρ περὶ του̃ λόγου Μεμφιβοσθε καὶ εἰ̃πεν Αβεννηρ πρὸς αὐτόν μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι ἐποίησα ἔλεος σήμερον μετὰ του̃ οἴκου Σαουλ του̃ πατρός σου καὶ περὶ ἀδελφω̃ν καὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἰ̃κον Δαυιδ καὶ ἐπιζητει̃ς ἐπ' ἐμὲ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον

3:9 τάδε ποιήσαι ὁ θεὸς τω̨̃ Αβεννηρ καὶ τάδε προσθείη αὐτω̨̃ ὅτι καθὼς ὤμοσεν κύριος τω̨̃ Δαυιδ ὅτι οὕτως ποιήσω αὐτω̨̃ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨

3:10 περιελει̃ν τὴν βασιλείαν ἀπὸ του̃ οἴκου Σαουλ καὶ του̃ ἀναστη̃σαι τὸν θρόνον Δαυιδ ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸν Ιουδαν ἀπὸ Δαν ἕως Βηρσαβεε

3:11 καὶ οὐκ ἠδυνάσθη ἔτι Μεμφιβοσθε ἀποκριθη̃ναι τω̨̃ Αβεννηρ ῥη̃μα ἀπὸ του̃ φοβει̃σθαι αὐτόν

3:12 καὶ ἀπέστειλεν Αβεννηρ ἀγγέλους πρὸς Δαυιδ εἰς Θαιλαμ οὑ̃ ἠ̃ν παραχρη̃μα λέγων διάθου διαθήκην σου μετ' ἐμου̃ καὶ ἰδοὺ ἡ χείρ μου μετὰ σου̃ του̃ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἰ̃κον Ισραηλ

3:13 καὶ εἰ̃πεν Δαυιδ ἐγὼ καλω̃ς διαθήσομαι πρὸς σὲ διαθήκην πλὴν λόγον ἕνα ἐγὼ αἰτου̃μαι παρὰ σου̃ λέγων οὐκ ὄψει τὸ πρόσωπόν μου ἐὰν μὴ ἀγάγη̨ς τὴν Μελχολ θυγατέρα Σαουλ παραγινομένου σου ἰδει̃ν τὸ πρόσωπόν μου

3:14 καὶ ἐξαπέστειλεν Δαυιδ πρὸς Μεμφιβοσθε υἱὸν Σαουλ ἀγγέλους λέγων ἀπόδος μοι τὴν γυναι̃κά μου τὴν Μελχολ ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων

3:15 καὶ ἀπέστειλεν Μεμφιβοσθε καὶ ἔλαβεν αὐτὴν παρὰ του̃ ἀνδρὸς αὐτη̃ς παρὰ Φαλτιηλ υἱου̃ Σελλης

3:16 καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτη̃ς μετ' αὐτη̃ς κλαίων ὀπίσω αὐτη̃ς ἕως Βαρακιμ καὶ εἰ̃πεν πρὸς αὐτὸν Αβεννηρ πορεύου ἀνάστρεφε καὶ ἀνέστρεψεν

3:17 καὶ εἰ̃πεν Αβεννηρ πρὸς τοὺς πρεσβυτέρους Ισραηλ λέγων ἐχθὲς καὶ τρίτην ἐζητει̃τε τὸν Δαυιδ βασιλεύειν ἐφ' ὑμω̃ν

3:18 καὶ νυ̃ν ποιήσατε ὅτι κύριος ἐλάλησεν περὶ Δαυιδ λέγων ἐν χειρὶ του̃ δούλου μου Δαυιδ σώσω τὸν Ισραηλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πάντων τω̃ν ἐχθρω̃ν αὐτω̃ν

3:19 καὶ ἐλάλησεν Αβεννηρ ἐν τοι̃ς ὠσὶν Βενιαμιν καὶ ἐπορεύθη Αβεννηρ του̃ λαλη̃σαι εἰς τὰ ὠ̃τα του̃ Δαυιδ εἰς Χεβρων πάντα ὅσα ἤρεσεν ἐν ὀφθαλμοι̃ς Ισραηλ καὶ ἐν ὀφθαλμοι̃ς παντὸς οἴκου Βενιαμιν

3:20 καὶ ἠ̃λθεν Αβεννηρ πρὸς Δαυιδ εἰς Χεβρων καὶ μετ' αὐτου̃ εἴκοσι ἄνδρες καὶ ἐποίησεν Δαυιδ τω̨̃ Αβεννηρ καὶ τοι̃ς ἀνδράσιν τοι̃ς μετ' αὐτου̃ πότον

3:21 καὶ εἰ̃πεν Αβεννηρ πρὸς Δαυιδ ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ισραηλ καὶ διαθήσομαι μετὰ σου̃ διαθήκην καὶ βασιλεύσεις ἐπὶ πα̃σιν οἱ̃ς ἐπιθυμει̃ ἡ ψυχή σου καὶ ἀπέστειλεν Δαυιδ τὸν Αβεννηρ καὶ ἐπορεύθη ἐν εἰρήνη̨

3:22 καὶ ἰδοὺ οἱ παι̃δες Δαυιδ καὶ Ιωαβ παρεγίνοντο ἐκ τη̃ς ἐξοδίας καὶ σκυ̃λα πολλὰ ἔφερον μετ' αὐτω̃ν καὶ Αβεννηρ οὐκ ἠ̃ν μετὰ Δαυιδ εἰς Χεβρων ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνη̨

3:23 καὶ Ιωαβ καὶ πα̃σα ἡ στρατιὰ αὐτου̃ ἤχθησαν καὶ ἀπηγγέλη τω̨̃ Ιωαβ λέγοντες ἥκει Αβεννηρ υἱὸς Νηρ πρὸς Δαυιδ καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπη̃λθεν ἐν εἰρήνη̨

3:24 καὶ εἰση̃λθεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ εἰ̃πεν τί του̃το ἐποίησας ἰδοὺ ἠ̃λθεν Αβεννηρ πρὸς σέ καὶ ἵνα τί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνη̨

3:25 ἠ̃ οὐκ οἰ̃δας τὴν κακίαν Αβεννηρ υἱου̃ Νηρ ὅτι ἀπατη̃σαί σε παρεγένετο καὶ γνω̃ναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνω̃ναι ἅπαντα ὅσα σὺ ποιει̃ς

3:26 καὶ ἀνέστρεψεν Ιωαβ ἀπὸ του̃ Δαυιδ καὶ ἀπέστειλεν ἀγγέλους ὀπίσω Αβεννηρ καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ του̃ φρέατος του̃ Σεϊραμ καὶ Δαυιδ οὐκ ἤ̨δει

3:27 καὶ ἐπέστρεψεν Αβεννηρ εἰς Χεβρων καὶ ἐξέκλινεν αὐτὸν Ιωαβ ἐκ πλαγίων τη̃ς πύλης λαλη̃σαι πρὸς αὐτὸν ἐνεδρεύων καὶ ἐπάταξεν αὐτὸν ἐκει̃ ἐπὶ τὴν ψόαν καὶ ἀπέθανεν ἐν τω̨̃ αἵματι Ασαηλ του̃ ἀδελφου̃ Ιωαβ

3:28 καὶ ἤκουσεν Δαυιδ μετὰ ταυ̃τα καὶ εἰ̃πεν ἀθω̨̃ός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ κυρίου ἕως αἰω̃νος ἀπὸ τω̃ν αἱμάτων Αβεννηρ υἱου̃ Νηρ

3:29 καταντησάτωσαν ἐπὶ κεφαλὴν Ιωαβ καὶ ἐπὶ πάντα τὸν οἰ̃κον του̃ πατρὸς αὐτου̃ καὶ μὴ ἐκλίποι ἐκ του̃ οἴκου Ιωαβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατω̃ν σκυτάλης καὶ πίπτων ἐν ῥομφαία̨ καὶ ἐλασσούμενος ἄρτοις

3:30 Ιωαβ δὲ καὶ Αβεσσα ὁ ἀδελφὸς αὐτου̃ διεπαρετηρου̃ντο τὸν Αβεννηρ ἀνθ' ὡ̃ν ἐθανάτωσεν τὸν Ασαηλ τὸν ἀδελφὸν αὐτω̃ν ἐν Γαβαων ἐν τω̨̃ πολέμω̨

3:31 καὶ εἰ̃πεν Δαυιδ πρὸς Ιωαβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ' αὐτου̃ διαρρήξατε τὰ ἱμάτια ὑμω̃ν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἔμπροσθεν Αβεννηρ καὶ ὁ βασιλεὺς Δαυιδ ἐπορεύετο ὀπίσω τη̃ς κλίνης

3:32 καὶ θάπτουσιν τὸν Αβεννηρ εἰς Χεβρων καὶ ἠ̃ρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτου̃ καὶ ἔκλαυσεν ἐπὶ του̃ τάφου αὐτου̃ καὶ ἔκλαυσεν πα̃ς ὁ λαὸς ἐπὶ Αβεννηρ

3:33 καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ Αβεννηρ καὶ εἰ̃πεν εἰ κατὰ τὸν θάνατον Ναβαλ ἀποθανει̃ται Αβεννηρ

3:34 αἱ χει̃ρές σου οὐκ ἐδέθησαν οἱ πόδες σου οὐκ ἐν πέδαις οὐ προσήγαγεν ὡς Ναβαλ ἐνώπιον υἱω̃ν ἀδικίας ἔπεσας καὶ συνήχθη πα̃ς ὁ λαὸς του̃ κλαυ̃σαι αὐτόν

3:35 καὶ ἠ̃λθεν πα̃ς ὁ λαὸς περιδειπνη̃σαι τὸν Δαυιδ ἄρτοις ἔτι οὔσης ἡμέρας καὶ ὤμοσεν Δαυιδ λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη ὅτι ἐὰν μὴ δύη̨ ὁ ἥλιος οὐ μὴ γεύσωμαι ἄρτου ἢ ἀπὸ παντός τινος

3:36 καὶ ἔγνω πα̃ς ὁ λαός καὶ ἤρεσεν ἐνώπιον αὐτω̃ν πάντα ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον του̃ λαου̃

3:37 καὶ ἔγνω πα̃ς ὁ λαὸς καὶ πα̃ς Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅτι οὐκ ἐγένετο παρὰ του̃ βασιλέως θανατω̃σαι τὸν Αβεννηρ υἱὸν Νηρ

3:38 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς τοὺς παι̃δας αὐτου̃ οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐν τω̨̃ Ισραηλ

3:39 καὶ ὅτι ἐγώ εἰμι σήμερον συγγενὴς καὶ καθεσταμένος ὑπὸ βασιλέως οἱ δὲ ἄνδρες οὑ̃τοι υἱοὶ Σαρουιας σκληρότεροί μού εἰσιν ἀνταποδω̨̃ κύριος τω̨̃ ποιου̃ντι πονηρὰ κατὰ τὴν κακίαν αὐτου̃

4:1 καὶ ἤκουσεν Μεμφιβοσθε υἱὸς Σαουλ ὅτι τέθνηκεν Αβεννηρ ἐν Χεβρων καὶ ἐξελύθησαν αἱ χει̃ρες αὐτου̃ καὶ πάντες οἱ ἄνδρες Ισραηλ παρείθησαν

4:2 καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τω̨̃ Μεμφιβοσθε υἱω̨̃ Σαουλ ὄνομα τω̨̃ ἑνὶ Βαανα καὶ ὄνομα τω̨̃ δευτέρω̨ Ρηχαβ υἱοὶ Ρεμμων του̃ Βηρωθαίου ἐκ τω̃ν υἱω̃ν Βενιαμιν ὅτι Βηρωθ ἐλογίζετο τοι̃ς υἱοι̃ς Βενιαμιν

4:3 καὶ ἀπέδρασαν οἱ Βηρωθαι̃οι εἰς Γεθθαιμ καὶ ἠ̃σαν ἐκει̃ παροικου̃ντες ἕως τη̃ς ἡμέρας ταύτης

4:4 καὶ τω̨̃ Ιωναθαν υἱω̨̃ Σαουλ υἱὸς πεπληγὼς τοὺς πόδας υἱὸς ἐτω̃ν πέντε οὑ̃τος ἐν τω̨̃ ἐλθει̃ν τὴν ἀγγελίαν Σαουλ καὶ Ιωναθαν του̃ υἱου̃ αὐτου̃ ἐξ Ιεζραελ καὶ ἠ̃ρεν αὐτὸν ἡ τιθηνὸς αὐτου̃ καὶ ἔφυγεν καὶ ἐγένετο ἐν τω̨̃ σπεύδειν αὐτὴν καὶ ἀναχωρει̃ν καὶ ἔπεσεν καὶ ἐχωλάνθη καὶ ὄνομα αὐτω̨̃ Μεμφιβοσθε

4:5 καὶ ἐπορεύθησαν υἱοὶ Ρεμμων του̃ Βηρωθαίου Ρεκχα καὶ Βαανα καὶ εἰση̃λθον ἐν τω̨̃ καύματι τη̃ς ἡμέρας εἰς οἰ̃κον Μεμφιβοσθε καὶ αὐτὸς ἐκάθευδεν ἐν τη̨̃ κοίτη̨ τη̃ς μεσημβρίας

4:6 καὶ ἰδοὺ ἡ θυρωρὸς του̃ οἴκου ἐκάθαιρεν πυροὺς καὶ ἐνύσταξεν καὶ ἐκάθευδεν καὶ Ρεκχα καὶ Βαανα οἱ ἀδελφοὶ διέλαθον

4:7 καὶ εἰση̃λθον εἰς τὸν οἰ̃κον καὶ Μεμφιβοσθε ἐκάθευδεν ἐπὶ τη̃ς κλίνης αὐτου̃ ἐν τω̨̃ κοιτω̃νι αὐτου̃ καὶ τύπτουσιν αὐτὸν καὶ θανατου̃σιν καὶ ἀφαιρου̃σιν τὴν κεφαλὴν αὐτου̃ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτου̃ καὶ ἀπη̃λθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα

4:8 καὶ ἤνεγκαν τὴν κεφαλὴν Μεμφιβοσθε τω̨̃ Δαυιδ εἰς Χεβρων καὶ εἰ̃παν πρὸς τὸν βασιλέα ἰδοὺ ἡ κεφαλὴ Μεμφιβοσθε υἱου̃ Σαουλ του̃ ἐχθρου̃ σου ὃς ἐζήτει τὴν ψυχήν σου καὶ ἔδωκεν κύριος τω̨̃ κυρίω̨ βασιλει̃ ἐκδίκησιν τω̃ν ἐχθρω̃ν αὐτου̃ ὡς ἡ ἡμέρα αὕτη ἐκ Σαουλ του̃ ἐχθρου̃ σου καὶ ἐκ του̃ σπέρματος αὐτου̃

4:9 καὶ ἀπεκρίθη Δαυιδ τω̨̃ Ρεκχα καὶ τω̨̃ Βαανα ἀδελφω̨̃ αὐτου̃ υἱοι̃ς Ρεμμων του̃ Βηρωθαίου καὶ εἰ̃πεν αὐτοι̃ς ζη̨̃ κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως

4:10 ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκεν Σαουλ καὶ αὐτὸς ἠ̃ν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα ἐν Σεκελακ ὡ̨̃ ἔδει με δου̃ναι εὐαγγέλια

4:11 καὶ νυ̃ν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τω̨̃ οἴκω̨ αὐτου̃ ἐπὶ τη̃ς κοίτης αὐτου̃ καὶ νυ̃ν ἐκζητήσω τὸ αἱ̃μα αὐτου̃ ἐκ χειρὸς ὑμω̃ν καὶ ἐξολεθρεύσω ὑμα̃ς ἐκ τη̃ς γη̃ς

4:12 καὶ ἐνετείλατο Δαυιδ τοι̃ς παιδαρίοις αὐτου̃ καὶ ἀποκτέννουσιν αὐτοὺς καὶ κολοβου̃σιν τὰς χει̃ρας αὐτω̃ν καὶ τοὺς πόδας αὐτω̃ν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τη̃ς κρήνης ἐν Χεβρων καὶ τὴν κεφαλὴν Μεμφιβοσθε ἔθαψαν ἐν τω̨̃ τάφω̨ Αβεννηρ υἱου̃ Νηρ

5:1 καὶ παραγίνονται πα̃σαι αἱ φυλαὶ Ισραηλ πρὸς Δαυιδ εἰς Χεβρων καὶ εἰ̃παν αὐτω̨̃ ἰδοὺ ὀστα̃ σου καὶ σάρκες σου ἡμει̃ς

5:2 καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως ἐφ' ἡμι̃ν σὺ ἠ̃σθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ καὶ εἰ̃πεν κύριος πρὸς σέ σὺ ποιμανει̃ς τὸν λαόν μου τὸν Ισραηλ καὶ σὺ ἔσει εἰς ἡγούμενον ἐπὶ τὸν Ισραηλ

5:3 καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ισραηλ πρὸς τὸν βασιλέα εἰς Χεβρων καὶ διέθετο αὐτοι̃ς ὁ βασιλεὺς Δαυιδ διαθήκην ἐν Χεβρων ἐνώπιον κυρίου καὶ χρίουσιν τὸν Δαυιδ εἰς βασιλέα ἐπὶ πάντα Ισραηλ

5:4 υἱὸς τριάκοντα ἐτω̃ν Δαυιδ ἐν τω̨̃ βασιλευ̃σαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν

5:5 ἑπτὰ ἔτη καὶ ἓξ μη̃νας ἐβασίλευσεν ἐν Χεβρων ἐπὶ τὸν Ιουδαν καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ισραηλ καὶ Ιουδαν ἐν Ιερουσαλημ

5:6 καὶ ἀπη̃λθεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ εἰς Ιερουσαλημ πρὸς τὸν Ιεβουσαι̃ον τὸν κατοικου̃ντα τὴν γη̃ν καὶ ἐρρέθη τω̨̃ Δαυιδ οὐκ εἰσελεύσει ὡ̃δε ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοί λέγοντες ὅτι οὐκ εἰσελεύσεται Δαυιδ ὡ̃δε

5:7 καὶ κατελάβετο Δαυιδ τὴν περιοχὴν Σιων αὕτη ἡ πόλις του̃ Δαυιδ

5:8 καὶ εἰ̃πεν Δαυιδ τη̨̃ ἡμέρα̨ ἐκείνη̨ πα̃ς τύπτων Ιεβουσαι̃ον ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισου̃ντας τὴν ψυχὴν Δαυιδ διὰ του̃το ἐρου̃σιν τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἰ̃κον κυρίου

5:9 καὶ ἐκάθισεν Δαυιδ ἐν τη̨̃ περιοχη̨̃ καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυιδ καὶ ὠ̨κοδόμησεν τὴν πόλιν κύκλω̨ ἀπὸ τη̃ς ἄκρας καὶ τὸν οἰ̃κον αὐτου̃

5:10 καὶ ἐπορεύετο Δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος καὶ κύριος παντοκράτωρ μετ' αὐτου̃

5:11 καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καὶ τέκτονας λίθων καὶ ὠ̨κοδόμησαν οἰ̃κον τω̨̃ Δαυιδ

5:12 καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμασεν αὐτὸν κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ ὅτι ἐπήρθη ἡ βασιλεία αὐτου̃ διὰ τὸν λαὸν αὐτου̃ Ισραηλ

5:13 καὶ ἔλαβεν Δαυιδ ἔτι γυναι̃κας καὶ παλλακὰς ἐξ Ιερουσαλημ μετὰ τὸ ἐλθει̃ν αὐτὸν ἐκ Χεβρων καὶ ἐγένοντο τω̨̃ Δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες

5:14 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν γεννηθέντων αὐτω̨̃ ἐν Ιερουσαλημ Σαμμους καὶ Σωβαβ καὶ Ναθαν καὶ Σαλωμων

5:15 καὶ Εβεαρ καὶ Ελισους καὶ Ναφεκ καὶ Ιεφιες

5:16 καὶ Ελισαμα καὶ Ελιδαε καὶ Ελιφαλαθ

5:16a Σαμαε Ιεσσιβαθ Ναθαν Γαλαμααν Ιεβααρ Θεησους Ελφαλατ Ναγεδ Ναφεκ Ιαναθα Λεασαμυς Βααλιμαθ Ελιφαλαθ

5:17 καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι κέχρισται Δαυιδ βασιλεὺς ἐπὶ Ισραηλ καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητει̃ν τὸν Δαυιδ καὶ ἤκουσεν Δαυιδ καὶ κατέβη εἰς τὴν περιοχήν

5:18 καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τω̃ν τιτάνων

5:19 καὶ ἠρώτησεν Δαυιδ διὰ κυρίου λέγων εἰ ἀναβω̃ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χει̃ράς μου καὶ εἰ̃πεν κύριος πρὸς Δαυιδ ἀνάβαινε ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χει̃ράς σου

5:20 καὶ ἠ̃λθεν Δαυιδ ἐκ τω̃ν ἐπάνω διακοπω̃ν καὶ ἔκοψεν τοὺς ἀλλοφύλους ἐκει̃ καὶ εἰ̃πεν Δαυιδ διέκοψεν κύριος τοὺς ἐχθρούς μου τοὺς ἀλλοφύλους ἐνώπιον ἐμου̃ ὡς διακόπτεται ὕδατα διὰ του̃το ἐκλήθη τὸ ὄνομα του̃ τόπου ἐκείνου ἐπάνω διακοπω̃ν

5:21 καὶ καταλιμπάνουσιν ἐκει̃ τοὺς θεοὺς αὐτω̃ν καὶ ἐλάβοσαν αὐτοὺς Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτου̃

5:22 καὶ προσέθεντο ἔτι ἀλλόφυλοι του̃ ἀναβη̃ναι καὶ συνέπεσαν ἐν τη̨̃ κοιλάδι τω̃ν τιτάνων

5:23 καὶ ἐπηρώτησεν Δαυιδ διὰ κυρίου καὶ εἰ̃πεν κύριος οὐκ ἀναβήσει εἰς συνάντησιν αὐτω̃ν ἀποστρέφου ἀπ' αὐτω̃ν καὶ παρέσει αὐτοι̃ς πλησίον του̃ κλαυθμω̃νος

5:24 καὶ ἔσται ἐν τω̨̃ ἀκου̃σαί σε τὴν φωνὴν του̃ συγκλεισμου̃ του̃ ἄλσους του̃ κλαυθμω̃νος τότε καταβήσει πρὸς αὐτούς ὅτι τότε ἐξελεύσεται κύριος ἔμπροσθέν σου κόπτειν ἐν τω̨̃ πολέμω̨ τω̃ν ἀλλοφύλων

5:25 καὶ ἐποίησεν Δαυιδ καθὼς ἐνετείλατο αὐτω̨̃ κύριος καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους ἀπὸ Γαβαων ἕως τη̃ς γη̃ς Γαζηρα

6:1 καὶ συνήγαγεν ἔτι Δαυιδ πάντα νεανίαν ἐξ Ισραηλ ὡς ἑβδομήκοντα χιλιάδας

6:2 καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυιδ καὶ πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ ἀπὸ τω̃ν ἀρχόντων Ιουδα ἐν ἀναβάσει του̃ ἀναγαγει̃ν ἐκει̃θεν τὴν κιβωτὸν του̃ θεου̃ ἐφ' ἣν ἐπεκλήθη τὸ ὄνομα κυρίου τω̃ν δυνάμεων καθημένου ἐπὶ τω̃ν Χερουβιν ἐπ' αὐτη̃ς

6:3 καὶ ἐπεβίβασεν τὴν κιβωτὸν κυρίου ἐφ' ἅμαξαν καινὴν καὶ ἠ̃ρεν αὐτὴν ἐξ οἴκου Αμιναδαβ του̃ ἐν τω̨̃ βουνω̨̃ καὶ Οζα καὶ οἱ ἀδελφοὶ αὐτου̃ υἱοὶ Αμιναδαβ ἠ̃γον τὴν ἅμαξαν

6:4 σὺν τη̨̃ κιβωτω̨̃ καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἐπορεύοντο ἔμπροσθεν τη̃ς κιβωτου̃

6:5 καὶ Δαυιδ καὶ οἱ υἱοὶ Ισραηλ παίζοντες ἐνώπιον κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύι καὶ ἐν ὠ̨δαι̃ς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοι̃ς

6:6 καὶ παραγίνονται ἕως ἅλω Νωδαβ καὶ ἐξέτεινεν Οζα τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὴν κιβωτὸν του̃ θεου̃ κατασχει̃ν αὐτὴν καὶ ἐκράτησεν αὐτήν ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος του̃ κατασχει̃ν αὐτήν

6:7 καὶ ἐθυμώθη κύριος τω̨̃ Οζα καὶ ἔπαισεν αὐτὸν ἐκει̃ ὁ θεός καὶ ἀπέθανεν ἐκει̃ παρὰ τὴν κιβωτὸν του̃ κυρίου ἐνώπιον του̃ θεου̃

6:8 καὶ ἠθύμησεν Δαυιδ ὑπὲρ οὑ̃ διέκοψεν κύριος διακοπὴν ἐν τω̨̃ Οζα καὶ ἐκλήθη ὁ τόπος ἐκει̃νος διακοπὴ Οζα ἕως τη̃ς ἡμέρας ταύτης

6:9 καὶ ἐφοβήθη Δαυιδ τὸν κύριον ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγων πω̃ς εἰσελεύσεται πρός με ἡ κιβωτὸς κυρίου

6:10 καὶ οὐκ ἐβούλετο Δαυιδ του̃ ἐκκλι̃ναι πρὸς αὑτὸν τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὴν πόλιν Δαυιδ καὶ ἀπέκλινεν αὐτὴν Δαυιδ εἰς οἰ̃κον Αβεδδαρα του̃ Γεθθαίου

6:11 καὶ ἐκάθισεν ἡ κιβωτὸς του̃ κυρίου εἰς οἰ̃κον Αβεδδαρα του̃ Γεθθαίου μη̃νας τρει̃ς καὶ εὐλόγησεν κύριος ὅλον τὸν οἰ̃κον Αβεδδαρα καὶ πάντα τὰ αὐτου̃

6:12 καὶ ἀπηγγέλη τω̨̃ βασιλει̃ Δαυιδ λέγοντες ηὐλόγησεν κύριος τὸν οἰ̃κον Αβεδδαρα καὶ πάντα τὰ αὐτου̃ ἕνεκεν τη̃ς κιβωτου̃ του̃ θεου̃ καὶ ἐπορεύθη Δαυιδ καὶ ἀνήγαγεν τὴν κιβωτὸν του̃ κυρίου ἐκ του̃ οἴκου Αβεδδαρα εἰς τὴν πόλιν Δαυιδ ἐν εὐφροσύνη̨

6:13 καὶ ἠ̃σαν μετ' αὐτω̃ν αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροὶ καὶ θυ̃μα μόσχος καὶ ἄρνα

6:14 καὶ Δαυιδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον κυρίου καὶ ὁ Δαυιδ ἐνδεδυκὼς στολὴν ἔξαλλον

6:15 καὶ Δαυιδ καὶ πα̃ς ὁ οἰ̃κος Ισραηλ ἀνήγαγον τὴν κιβωτὸν κυρίου μετὰ κραυγη̃ς καὶ μετὰ φωνη̃ς σάλπιγγος

6:16 καὶ ἐγένετο τη̃ς κιβωτου̃ παραγινομένης ἕως πόλεως Δαυιδ καὶ Μελχολ ἡ θυγάτηρ Σαουλ διέκυπτεν διὰ τη̃ς θυρίδος καὶ εἰ̃δεν τὸν βασιλέα Δαυιδ ὀρχούμενον καὶ ἀνακρουόμενον ἐνώπιον κυρίου καὶ ἐξουδένωσεν αὐτὸν ἐν τη̨̃ καρδία̨ αὐτη̃ς

6:17 καὶ φέρουσιν τὴν κιβωτὸν του̃ κυρίου καὶ ἀνέθηκαν αὐτὴν εἰς τὸν τόπον αὐτη̃ς εἰς μέσον τη̃ς σκηνη̃ς ἡ̃ς ἔπηξεν αὐτη̨̃ Δαυιδ καὶ ἀνήνεγκεν Δαυιδ ὁλοκαυτώματα ἐνώπιον κυρίου καὶ εἰρηνικάς

6:18 καὶ συνετέλεσεν Δαυιδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου τω̃ν δυνάμεων

6:19 καὶ διεμέρισεν παντὶ τω̨̃ λαω̨̃ εἰς πα̃σαν τὴν δύναμιν του̃ Ισραηλ ἀπὸ Δαν ἕως Βηρσαβεε ἀπὸ ἀνδρὸς ἕως γυναικὸς ἑκάστω̨ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου καὶ ἀπη̃λθεν πα̃ς ὁ λαὸς ἕκαστος εἰς τὸν οἰ̃κον αὐτου̃

6:20 καὶ ἐπέστρεψεν Δαυιδ εὐλογη̃σαι τὸν οἰ̃κον αὐτου̃ καὶ ἐξη̃λθεν Μελχολ ἡ θυγάτηρ Σαουλ εἰς ἀπάντησιν Δαυιδ καὶ εὐλόγησεν αὐτὸν καὶ εἰ̃πεν τί δεδόξασται σήμερον ὁ βασιλεὺς Ισραηλ ὃς ἀπεκαλύφθη σήμερον ἐν ὀφθαλμοι̃ς παιδισκω̃ν τω̃ν δούλων ἑαυτου̃ καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἱ̃ς τω̃ν ὀρχουμένων

6:21 καὶ εἰ̃πεν Δαυιδ πρὸς Μελχολ ἐνώπιον κυρίου ὀρχήσομαι εὐλογητὸς κύριος ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἰ̃κον αὐτου̃ του̃ καταστη̃σαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτου̃ ἐπὶ τὸν Ισραηλ καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον κυρίου

6:22 καὶ ἀποκαλυφθήσομαι ἔτι οὕτως καὶ ἔσομαι ἀχρει̃ος ἐν ὀφθαλμοι̃ς σου καὶ μετὰ τω̃ν παιδισκω̃ν ὡ̃ν εἰ̃πάς με δοξασθη̃ναι

6:23 καὶ τη̨̃ Μελχολ θυγατρὶ Σαουλ οὐκ ἐγένετο παιδίον ἕως τη̃ς ἡμέρας του̃ ἀποθανει̃ν αὐτήν

7:1 καὶ ἐγένετο ὅτε ἐκάθισεν ὁ βασιλεὺς ἐν τω̨̃ οἴκω̨ αὐτου̃ καὶ κύριος κατεκληρονόμησεν αὐτὸν κύκλω̨ ἀπὸ πάντων τω̃ν ἐχθρω̃ν αὐτου̃ τω̃ν κύκλω̨

7:2 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Ναθαν τὸν προφήτην ἰδοὺ δὴ ἐγὼ κατοικω̃ ἐν οἴκω̨ κεδρίνω̨ καὶ ἡ κιβωτὸς του̃ θεου̃ κάθηται ἐν μέσω̨ τη̃ς σκηνη̃ς

7:3 καὶ εἰ̃πεν Ναθαν πρὸς τὸν βασιλέα πάντα ὅσα ἂν ἐν τη̨̃ καρδία̨ σου βάδιζε καὶ ποίει ὅτι κύριος μετὰ σου̃

7:4 καὶ ἐγένετο τη̨̃ νυκτὶ ἐκείνη̨ καὶ ἐγένετο ῥη̃μα κυρίου πρὸς Ναθαν λέγων

7:5 πορεύου καὶ εἰπὸν πρὸς τὸν δου̃λόν μου Δαυιδ τάδε λέγει κύριος οὐ σὺ οἰκοδομήσεις μοι οἰ̃κον του̃ κατοικη̃σαί με

7:6 ὅτι οὐ κατώ̨κηκα ἐν οἴκω̨ ἀφ' ἡ̃ς ἡμέρας ἀνήγαγον ἐξ Αἰγύπτου τοὺς υἱοὺς Ισραηλ ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἤμην ἐμπεριπατω̃ν ἐν καταλύματι καὶ ἐν σκηνη̨̃

7:7 ἐν πα̃σιν οἱ̃ς διη̃λθον ἐν παντὶ Ισραηλ εἰ λαλω̃ν ἐλάλησα πρὸς μίαν φυλὴν του̃ Ισραηλ ὡ̨̃ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ισραηλ λέγων τί ὅτι οὐκ ὠ̨κοδομήκατέ μοι οἰ̃κον κέδρινον

7:8 καὶ νυ̃ν τάδε ἐρει̃ς τω̨̃ δούλω̨ μου Δαυιδ τάδε λέγει κύριος παντοκράτωρ ἔλαβόν σε ἐκ τη̃ς μάνδρας τω̃ν προβάτων του̃ εἰ̃ναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν Ισραηλ

7:9 καὶ ἤμην μετὰ σου̃ ἐν πα̃σιν οἱ̃ς ἐπορεύου καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τω̃ν μεγάλων τω̃ν ἐπὶ τη̃ς γη̃ς

7:10 καὶ θήσομαι τόπον τω̨̃ λαω̨̃ μου τω̨̃ Ισραηλ καὶ καταφυτεύσω αὐτόν καὶ κατασκηνώσει καθ' ἑαυτὸν καὶ οὐ μεριμνήσει οὐκέτι καὶ οὐ προσθήσει υἱὸς ἀδικίας του̃ ταπεινω̃σαι αὐτὸν καθὼς ἀπ' ἀρχη̃ς

7:11 ἀπὸ τω̃ν ἡμερω̃ν ὡ̃ν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ ἀναπαύσω σε ἀπὸ πάντων τω̃ν ἐχθρω̃ν σου καὶ ἀπαγγελει̃ σοι κύριος ὅτι οἰ̃κον οἰκοδομήσεις αὐτω̨̃

7:12 καὶ ἔσται ἐὰν πληρωθω̃σιν αἱ ἡμέραι σου καὶ κοιμηθήση̨ μετὰ τω̃ν πατέρων σου καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ ὃς ἔσται ἐκ τη̃ς κοιλίας σου καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτου̃

7:13 αὐτὸς οἰκοδομήσει μοι οἰ̃κον τω̨̃ ὀνόματί μου καὶ ἀνορθώσω τὸν θρόνον αὐτου̃ ἕως εἰς τὸν αἰω̃να

7:14 ἐγὼ ἔσομαι αὐτω̨̃ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν καὶ ἐὰν ἔλθη̨ ἡ ἀδικία αὐτου̃ καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδω̨ ἀνδρω̃ν καὶ ἐν ἁφαι̃ς υἱω̃ν ἀνθρώπων

7:15 τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτου̃ καθὼς ἀπέστησα ἀφ' ὡ̃ν ἀπέστησα ἐκ προσώπου μου

7:16 καὶ πιστωθήσεται ὁ οἰ̃κος αὐτου̃ καὶ ἡ βασιλεία αὐτου̃ ἕως αἰω̃νος ἐνώπιον ἐμου̃ καὶ ὁ θρόνος αὐτου̃ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰω̃να

7:17 κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πα̃σαν τὴν ὅρασιν ταύτην οὕτως ἐλάλησεν Ναθαν πρὸς Δαυιδ

7:18 καὶ εἰση̃λθεν ὁ βασιλεὺς Δαυιδ καὶ ἐκάθισεν ἐνώπιον κυρίου καὶ εἰ̃πεν τίς εἰμι ἐγώ κύριέ μου κύριε καὶ τίς ὁ οἰ̃κός μου ὅτι ἠγάπηκάς με ἕως τούτων

7:19 καὶ κατεσμικρύνθη μικρὸν ἐνώπιόν σου κύριέ μου κύριε καὶ ἐλάλησας ὑπὲρ του̃ οἴκου του̃ δούλου σου εἰς μακράν οὑ̃τος δὲ ὁ νόμος του̃ ἀνθρώπου κύριέ μου κύριε

7:20 καὶ τί προσθήσει Δαυιδ ἔτι του̃ λαλη̃σαι πρὸς σέ καὶ νυ̃ν σὺ οἰ̃δας τὸν δου̃λόν σου κύριέ μου κύριε

7:21 διὰ τὸν λόγον σου πεποίηκας καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πα̃σαν τὴν μεγαλωσύνην ταύτην γνωρίσαι τω̨̃ δούλω̨ σου

7:22 ἕνεκεν του̃ μεγαλυ̃ναί σε κύριέ μου κύριε ὅτι οὐκ ἔστιν ὡς σὺ καὶ οὐκ ἔστιν θεὸς πλὴν σου̃ ἐν πα̃σιν οἱ̃ς ἠκούσαμεν ἐν τοι̃ς ὠσὶν ἡμω̃ν

7:23 καὶ τίς ὡς ὁ λαός σου Ισραηλ ἔθνος ἄλλο ἐν τη̨̃ γη̨̃ ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς του̃ λυτρώσασθαι αὐτω̨̃ λαὸν του̃ θέσθαι σε ὄνομα του̃ ποιη̃σαι μεγαλωσύνην καὶ ἐπιφάνειαν του̃ ἐκβαλει̃ν σε ἐκ προσώπου του̃ λαου̃ σου οὑ̃ ἐλυτρώσω σεαυτω̨̃ ἐξ Αἰγύπτου ἔθνη καὶ σκηνώματα

7:24 καὶ ἡτοίμασας σεαυτω̨̃ τὸν λαόν σου Ισραηλ λαὸν ἕως αἰω̃νος καὶ σύ κύριε ἐγένου αὐτοι̃ς εἰς θεόν

7:25 καὶ νυ̃ν κύριέ μου κύριε τὸ ῥη̃μα ὃ ἐλάλησας περὶ του̃ δούλου σου καὶ του̃ οἴκου αὐτου̃ πίστωσον ἕως αἰω̃νος κύριε παντοκράτωρ θεὲ του̃ Ισραηλ καὶ νυ̃ν καθὼς ἐλάλησας

7:26 μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰω̃νος

7:27 κύριε παντοκράτωρ θεὸς Ισραηλ ἀπεκάλυψας τὸ ὠτίον του̃ δούλου σου λέγων οἰ̃κον οἰκοδομήσω σοι διὰ του̃το εὑ̃ρεν ὁ δου̃λός σου τὴν καρδίαν ἑαυτου̃ του̃ προσεύξασθαι πρὸς σὲ τὴν προσευχὴν ταύτην

7:28 καὶ νυ̃ν κύριέ μου κύριε σὺ εἰ̃ ὁ θεός καὶ οἱ λόγοι σου ἔσονται ἀληθινοί καὶ ἐλάλησας ὑπὲρ του̃ δούλου σου τὰ ἀγαθὰ ταυ̃τα

7:29 καὶ νυ̃ν ἄρξαι καὶ εὐλόγησον τὸν οἰ̃κον του̃ δούλου σου του̃ εἰ̃ναι εἰς τὸν αἰω̃να ἐνώπιόν σου ὅτι σὺ εἰ̃ κύριέ μου κύριε ἐλάλησας καὶ ἀπὸ τη̃ς εὐλογίας σου εὐλογηθήσεται ὁ οἰ̃κος του̃ δούλου σου εἰς τὸν αἰω̃να

8:1 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς καὶ ἔλαβεν Δαυιδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τω̃ν ἀλλοφύλων

8:2 καὶ ἐπάταξεν Δαυιδ τὴν Μωαβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γη̃ν καὶ ἐγένετο τὰ δύο σχοινίσματα του̃ θανατω̃σαι καὶ τὰ δύο σχοινίσματα ἐζώγρησεν καὶ ἐγένετο Μωαβ τω̨̃ Δαυιδ εἰς δούλους φέροντας ξένια

8:3 καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ υἱὸν Ρααβ βασιλέα Σουβα πορευομένου αὐτου̃ ἐπιστη̃σαι τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὸν ποταμὸν Εὐφράτην

8:4 καὶ προκατελάβετο Δαυιδ τω̃ν αὐτου̃ χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρω̃ν πεζω̃ν καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτω̃ν ἑκατὸν ἅρματα

8:5 καὶ παραγίνεται Συρία Δαμασκου̃ βοηθη̃σαι τω̨̃ Αδρααζαρ βασιλει̃ Σουβα καὶ ἐπάταξεν Δαυιδ ἐν τω̨̃ Σύρω̨ εἴκοσι δύο χιλιάδας ἀνδρω̃ν

8:6 καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρία̨ τη̨̃ κατὰ Δαμασκόν καὶ ἐγένετο ὁ Σύρος τω̨̃ Δαυιδ εἰς δούλους φέροντας ξένια καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πα̃σιν οἱ̃ς ἐπορεύετο

8:7 καὶ ἔλαβεν Δαυιδ τοὺς χλιδω̃νας τοὺς χρυσου̃ς οἳ ἠ̃σαν ἐπὶ τω̃ν παίδων τω̃ν Αδρααζαρ βασιλέως Σουβα καὶ ἤνεγκεν αὐτὰ εἰς Ιερουσαλημ καὶ ἔλαβεν αὐτὰ Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐν τω̨̃ ἀναβη̃ναι αὐτὸν εἰς Ιερουσαλημ ἐν ἡμέραις Ροβοαμ υἱου̃ Σολομω̃ντος

8:8 καὶ ἐκ τη̃ς Μασβακ ἐκ τω̃ν ἐκλεκτω̃ν πόλεων του̃ Αδρααζαρ ἔλαβεν ὁ βασιλεὺς Δαυιδ χαλκὸν πολὺν σφόδρα ἐν αὐτω̨̃ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκη̃ν καὶ τοὺς στύλους καὶ τοὺς λουτη̃ρας καὶ πάντα τὰ σκεύη

8:9 καὶ ἤκουσεν Θοου ὁ βασιλεὺς Ημαθ ὅτι ἐπάταξεν Δαυιδ πα̃σαν τὴν δύναμιν Αδρααζαρ

8:10 καὶ ἀπέστειλεν Θοου Ιεδδουραν τὸν υἱὸν αὐτου̃ πρὸς βασιλέα Δαυιδ ἐρωτη̃σαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογη̃σαι αὐτὸν ὑπὲρ οὑ̃ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν ὅτι ἀντικείμενος ἠ̃ν τω̨̃ Αδρααζαρ καὶ ἐν ται̃ς χερσὶν αὐτου̃ ἠ̃σαν σκεύη ἀργυρα̃ καὶ σκεύη χρυσα̃ καὶ σκεύη χαλκα̃

8:11 καὶ ταυ̃τα ἡγίασεν ὁ βασιλεὺς Δαυιδ τω̨̃ κυρίω̨ μετὰ του̃ ἀργυρίου καὶ μετὰ του̃ χρυσίου οὑ̃ ἡγίασεν ἐκ πασω̃ν τω̃ν πόλεων ὡ̃ν κατεδυνάστευσεν

8:12 ἐκ τη̃ς Ιδουμαίας καὶ ἐκ τη̃ς γη̃ς Μωαβ καὶ ἐκ τω̃ν υἱω̃ν Αμμων καὶ ἐκ τω̃ν ἀλλοφύλων καὶ ἐξ Αμαληκ καὶ ἐκ τω̃ν σκύλων Αδρααζαρ υἱου̃ Ρααβ βασιλέως Σουβα

8:13 καὶ ἐποίησεν Δαυιδ ὄνομα καὶ ἐν τω̨̃ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν Ιδουμαίαν ἐν Γαιμελε εἰς ὀκτωκαίδεκα χιλιάδας

8:14 καὶ ἔθετο ἐν τη̨̃ Ιδουμαία̨ φρουράν ἐν πάση̨ τη̨̃ Ιδουμαία̨ καὶ ἐγένοντο πάντες οἱ Ιδουμαι̃οι δου̃λοι τω̨̃ βασιλει̃ καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πα̃σιν οἱ̃ς ἐπορεύετο

8:15 καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ Ισραηλ καὶ ἠ̃ν Δαυιδ ποιω̃ν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτου̃

8:16 καὶ Ιωαβ υἱὸς Σαρουιας ἐπὶ τη̃ς στρατια̃ς καὶ Ιωσαφατ υἱὸς Αχια ἐπὶ τω̃ν ὑπομνημάτων

8:17 καὶ Σαδδουκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερει̃ς καὶ Ασα ὁ γραμματεύς

8:18 καὶ Βαναιας υἱὸς Ιωδαε σύμβουλος καὶ ὁ Χελεθθι καὶ ὁ Φελεττι καὶ υἱοὶ Δαυιδ αὐλάρχαι ἠ̃σαν

9:1 καὶ εἰ̃πεν Δαυιδ εἰ ἔστιν ἔτι ὑπολελειμμένος τω̨̃ οἴκω̨ Σαουλ καὶ ποιήσω μετ' αὐτου̃ ἔλεος ἕνεκεν Ιωναθαν

9:2 καὶ ἐκ του̃ οἴκου Σαουλ παι̃ς ἠ̃ν καὶ ὄνομα αὐτω̨̃ Σιβα καὶ καλου̃σιν αὐτὸν πρὸς Δαυιδ καὶ εἰ̃πεν πρὸς αὐτὸν ὁ βασιλεύς εἰ σὺ εἰ̃ Σιβα καὶ εἰ̃πεν ἐγὼ δου̃λος σός

9:3 καὶ εἰ̃πεν ὁ βασιλεύς εἰ ὑπολέλειπται ἐκ του̃ οἴκου Σαουλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ' αὐτου̃ ἔλεος θεου̃ καὶ εἰ̃πεν Σιβα πρὸς τὸν βασιλέα ἔτι ἔστιν υἱὸς τω̨̃ Ιωναθαν πεπληγὼς τοὺς πόδας

9:4 καὶ εἰ̃πεν ὁ βασιλεύς που̃ οὑ̃τος καὶ εἰ̃πεν Σιβα πρὸς τὸν βασιλέα ἰδοὺ ἐν οἴκω̨ Μαχιρ υἱου̃ Αμιηλ ἐκ τη̃ς Λαδαβαρ

9:5 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Δαυιδ καὶ ἔλαβεν αὐτὸν ἐκ του̃ οἴκου Μαχιρ υἱου̃ Αμιηλ ἐκ τη̃ς Λαδαβαρ

9:6 καὶ παραγίνεται Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱου̃ Σαουλ πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτου̃ καὶ προσεκύνησεν αὐτω̨̃ καὶ εἰ̃πεν αὐτω̨̃ Δαυιδ Μεμφιβοσθε καὶ εἰ̃πεν ἰδοὺ ὁ δου̃λός σου

9:7 καὶ εἰ̃πεν αὐτω̨̃ Δαυιδ μὴ φοβου̃ ὅτι ποιω̃ν ποιήσω μετὰ σου̃ ἔλεος διὰ Ιωναθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαουλ πατρὸς του̃ πατρός σου καὶ σὺ φάγη̨ ἄρτον ἐπὶ τη̃ς τραπέζης μου διὰ παντός

9:8 καὶ προσεκύνησεν Μεμφιβοσθε καὶ εἰ̃πεν τίς εἰμι ὁ δου̃λός σου ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί

9:9 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σιβα τὸ παιδάριον Σαουλ καὶ εἰ̃πεν πρὸς αὐτόν πάντα ὅσα ἐστὶν τω̨̃ Σαουλ καὶ ὅλω̨ τω̨̃ οἴκω̨ αὐτου̃ δέδωκα τω̨̃ υἱω̨̃ του̃ κυρίου σου

9:10 καὶ ἐργα̨̃ αὐτω̨̃ τὴν γη̃ν σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δου̃λοί σου καὶ εἰσοίσεις τω̨̃ υἱω̨̃ του̃ κυρίου σου ἄρτους καὶ ἔδεται αὐτούς καὶ Μεμφιβοσθε υἱὸς του̃ κυρίου σου φάγεται διὰ παντὸς ἄρτον ἐπὶ τη̃ς τραπέζης μου καὶ τω̨̃ Σιβα ἠ̃σαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δου̃λοι

9:11 καὶ εἰ̃πεν Σιβα πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τω̨̃ δούλω̨ αὐτου̃ οὕτως ποιήσει ὁ δου̃λός σου καὶ Μεμφιβοσθε ἤσθιεν ἐπὶ τη̃ς τραπέζης Δαυιδ καθὼς εἱ̃ς τω̃ν υἱω̃ν του̃ βασιλέως

9:12 καὶ τω̨̃ Μεμφιβοσθε υἱὸς μικρὸς καὶ ὄνομα αὐτω̨̃ Μιχα καὶ πα̃σα ἡ κατοίκησις του̃ οἴκου Σιβα δου̃λοι του̃ Μεμφιβοσθε

9:13 καὶ Μεμφιβοσθε κατώ̨κει ἐν Ιερουσαλημ ὅτι ἐπὶ τη̃ς τραπέζης του̃ βασιλέως διὰ παντὸς ἤσθιεν καὶ αὐτὸς ἠ̃ν χωλὸς ἀμφοτέροις τοι̃ς ποσὶν αὐτου̃

10:1 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἀπέθανεν βασιλεὺς υἱω̃ν Αμμων καὶ ἐβασίλευσεν Αννων υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

10:2 καὶ εἰ̃πεν Δαυιδ ποιήσω ἔλεος μετὰ Αννων υἱου̃ Ναας ὃν τρόπον ἐποίησεν ὁ πατὴρ αὐτου̃ μετ' ἐμου̃ ἔλεος καὶ ἀπέστειλεν Δαυιδ παρακαλέσαι αὐτὸν ἐν χειρὶ τω̃ν δούλων αὐτου̃ περὶ του̃ πατρὸς αὐτου̃ καὶ παρεγένοντο οἱ παι̃δες Δαυιδ εἰς τὴν γη̃ν υἱω̃ν Αμμων

10:3 καὶ εἰ̃πον οἱ ἄρχοντες υἱω̃ν Αμμων πρὸς Αννων τὸν κύριον αὐτω̃ν μὴ παρὰ τὸ δοξάζειν Δαυιδ τὸν πατέρα σου ἐνώπιόν σου ὅτι ἀπέστειλέν σοι παρακαλου̃ντας ἀλλ' οὐχὶ ὅπως ἐρευνήσωσιν τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ του̃ κατασκέψασθαι αὐτὴν ἀπέστειλεν Δαυιδ τοὺς παι̃δας αὐτου̃ πρὸς σέ

10:4 καὶ ἔλαβεν Αννων τοὺς παι̃δας Δαυιδ καὶ ἐξύρησεν τοὺς πώγωνας αὐτω̃ν καὶ ἀπέκοψεν τοὺς μανδύας αὐτω̃ν ἐν τω̨̃ ἡμίσει ἕως τω̃ν ἰσχίων αὐτω̃ν καὶ ἐξαπέστειλεν αὐτούς

10:5 καὶ ἀνήγγειλαν τω̨̃ Δαυιδ ὑπὲρ τω̃ν ἀνδρω̃ν καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτω̃ν ὅτι ἠ̃σαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα καὶ εἰ̃πεν ὁ βασιλεύς καθίσατε ἐν Ιεριχω ἕως του̃ ἀνατει̃λαι τοὺς πώγωνας ὑμω̃ν καὶ ἐπιστραφήσεσθε

10:6 καὶ εἰ̃δαν οἱ υἱοὶ Αμμων ὅτι κατη̨σχύνθησαν ὁ λαὸς Δαυιδ καὶ ἀπέστειλαν οἱ υἱοὶ Αμμων καὶ ἐμισθώσαντο τὴν Συρίαν Βαιθροωβ εἴκοσι χιλιάδας πεζω̃ν καὶ τὸν βασιλέα Μααχα χιλίους ἄνδρας καὶ Ιστωβ δώδεκα χιλιάδας ἀνδρω̃ν

10:7 καὶ ἤκουσεν Δαυιδ καὶ ἀπέστειλεν τὸν Ιωαβ καὶ πα̃σαν τὴν δύναμιν τοὺς δυνατούς

10:8 καὶ ἐξη̃λθαν οἱ υἱοὶ Αμμων καὶ παρετάξαντο πόλεμον παρὰ τη̨̃ θύρα̨ τη̃ς πύλης καὶ Συρία Σουβα καὶ Ροωβ καὶ Ιστωβ καὶ Μααχα μόνοι ἐν ἀγρω̨̃

10:9 καὶ εἰ̃δεν Ιωαβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον του̃ πολέμου ἐκ του̃ κατὰ πρόσωπον ἐξ ἐναντίας καὶ ἐκ του̃ ὄπισθεν καὶ ἐπέλεξεν ἐκ πάντων τω̃ν νεανίσκων Ισραηλ καὶ παρετάξαντο ἐξ ἐναντίας Συρίας

10:10 καὶ τὸ κατάλοιπον του̃ λαου̃ ἔδωκεν ἐν χειρὶ Αβεσσα του̃ ἀδελφου̃ αὐτου̃ καὶ παρετάξαντο ἐξ ἐναντίας υἱω̃ν Αμμων

10:11 καὶ εἰ̃πεν ἐὰν κραταιωθη̨̃ Συρία ὑπὲρ ἐμέ καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν καὶ ἐὰν υἱοὶ Αμμων κραταιωθω̃σιν ὑπὲρ σέ καὶ ἐσόμεθα του̃ σω̃σαί σε

10:12 ἀνδρίζου καὶ κραταιωθω̃μεν ὑπὲρ του̃ λαου̃ ἡμω̃ν καὶ περὶ τω̃ν πόλεων του̃ θεου̃ ἡμω̃ν καὶ κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς αὐτου̃

10:13 καὶ προση̃λθεν Ιωαβ καὶ ὁ λαὸς αὐτου̃ μετ' αὐτου̃ εἰς πόλεμον πρὸς Συρίαν καὶ ἔφυγαν ἀπὸ προσώπου αὐτου̃

10:14 καὶ οἱ υἱοὶ Αμμων εἰ̃δαν ὅτι ἔφυγεν Συρία καὶ ἔφυγαν ἀπὸ προσώπου Αβεσσα καὶ εἰση̃λθαν εἰς τὴν πόλιν καὶ ἀνέστρεψεν Ιωαβ ἀπὸ τω̃ν υἱω̃ν Αμμων καὶ παρεγένοντο εἰς Ιερουσαλημ

10:15 καὶ εἰ̃δεν Συρία ὅτι ἔπταισεν ἔμπροσθεν Ισραηλ καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό

10:16 καὶ ἀπέστειλεν Αδρααζαρ καὶ συνήγαγεν τὴν Συρίαν τὴν ἐκ του̃ πέραν του̃ ποταμου̃ Χαλαμακ καὶ παρεγένοντο Αιλαμ καὶ Σωβακ ἄρχων τη̃ς δυνάμεως Αδρααζαρ ἔμπροσθεν αὐτω̃ν

10:17 καὶ ἀνηγγέλη τω̨̃ Δαυιδ καὶ συνήγαγεν τὸν πάντα Ισραηλ καὶ διέβη τὸν Ιορδάνην καὶ παρεγένοντο εἰς Αιλαμ καὶ παρετάξατο Συρία ἀπέναντι Δαυιδ καὶ ἐπολέμησαν μετ' αὐτου̃

10:18 καὶ ἔφυγεν Συρία ἀπὸ προσώπου Ισραηλ καὶ ἀνει̃λεν Δαυιδ ἐκ τη̃ς Συρίας ἑπτακόσια ἅρματα καὶ τεσσαράκοντα χιλιάδας ἱππέων καὶ τὸν Σωβακ τὸν ἄρχοντα τη̃ς δυνάμεως αὐτου̃ ἐπάταξεν καὶ ἀπέθανεν ἐκει̃

10:19 καὶ εἰ̃δαν πάντες οἱ βασιλει̃ς οἱ δου̃λοι Αδρααζαρ ὅτι ἔπταισαν ἔμπροσθεν Ισραηλ καὶ ηὐτομόλησαν μετὰ Ισραηλ καὶ ἐδούλευσαν αὐτοι̃ς καὶ ἐφοβήθη Συρία του̃ σω̃σαι ἔτι τοὺς υἱοὺς Αμμων

11:1 καὶ ἐγένετο ἐπιστρέψαντος του̃ ἐνιαυτου̃ εἰς τὸν καιρὸν τη̃ς ἐξοδίας τω̃ν βασιλέων καὶ ἀπέστειλεν Δαυιδ τὸν Ιωαβ καὶ τοὺς παι̃δας αὐτου̃ μετ' αὐτου̃ καὶ τὸν πάντα Ισραηλ καὶ διέφθειραν τοὺς υἱοὺς Αμμων καὶ διεκάθισαν ἐπὶ Ραββαθ καὶ Δαυιδ ἐκάθισεν ἐν Ιερουσαλημ

11:2 καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυιδ ἀπὸ τη̃ς κοίτης αὐτου̃ καὶ περιεπάτει ἐπὶ του̃ δώματος του̃ οἴκου του̃ βασιλέως καὶ εἰ̃δεν γυναι̃κα λουομένην ἀπὸ του̃ δώματος καὶ ἡ γυνὴ καλὴ τω̨̃ εἴδει σφόδρα

11:3 καὶ ἀπέστειλεν Δαυιδ καὶ ἐζήτησεν τὴν γυναι̃κα καὶ εἰ̃πεν οὐχὶ αὕτη Βηρσαβεε θυγάτηρ Ελιαβ γυνὴ Ουριου του̃ Χετταίου

11:4 καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν καὶ εἰση̃λθεν πρὸς αὐτόν καὶ ἐκοιμήθη μετ' αὐτη̃ς καὶ αὐτὴ ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτη̃ς καὶ ἀπέστρεψεν εἰς τὸν οἰ̃κον αὐτη̃ς

11:5 καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή καὶ ἀποστείλασα ἀπήγγειλεν τω̨̃ Δαυιδ καὶ εἰ̃πεν ἐγώ εἰμι ἐν γαστρὶ ἔχω

11:6 καὶ ἀπέστειλεν Δαυιδ πρὸς Ιωαβ λέγων ἀπόστειλον πρός με τὸν Ουριαν τὸν Χετται̃ον καὶ ἀπέστειλεν Ιωαβ τὸν Ουριαν πρὸς Δαυιδ

11:7 καὶ παραγίνεται Ουριας καὶ εἰση̃λθεν πρὸς αὐτόν καὶ ἐπηρώτησεν Δαυιδ εἰς εἰρήνην Ιωαβ καὶ εἰς εἰρήνην του̃ λαου̃ καὶ εἰς εἰρήνην του̃ πολέμου

11:8 καὶ εἰ̃πεν Δαυιδ τω̨̃ Ουρια κατάβηθι εἰς τὸν οἰ̃κόν σου καὶ νίψαι τοὺς πόδας σου καὶ ἐξη̃λθεν Ουριας ἐξ οἴκου του̃ βασιλέως καὶ ἐξη̃λθεν ὀπίσω αὐτου̃ ἄρσις του̃ βασιλέως

11:9 καὶ ἐκοιμήθη Ουριας παρὰ τη̨̃ θύρα̨ του̃ βασιλέως μετὰ τω̃ν δούλων του̃ κυρίου αὐτου̃ καὶ οὐ κατέβη εἰς τὸν οἰ̃κον αὐτου̃

11:10 καὶ ἀνήγγειλαν τω̨̃ Δαυιδ λέγοντες ὅτι οὐ κατέβη Ουριας εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ εἰ̃πεν Δαυιδ πρὸς Ουριαν οὐχὶ ἐξ ὁδου̃ σὺ ἔρχη̨ τί ὅτι οὐ κατέβης εἰς τὸν οἰ̃κόν σου

11:11 καὶ εἰ̃πεν Ουριας πρὸς Δαυιδ ἡ κιβωτὸς καὶ Ισραηλ καὶ Ιουδας κατοικου̃σιν ἐν σκηναι̃ς καὶ ὁ κύριός μου Ιωαβ καὶ οἱ δου̃λοι του̃ κυρίου μου ἐπὶ πρόσωπον του̃ ἀγρου̃ παρεμβάλλουσιν καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἰ̃κόν μου φαγει̃ν καὶ πιει̃ν καὶ κοιμηθη̃ναι μετὰ τη̃ς γυναικός μου πω̃ς ζη̨̃ ἡ ψυχή σου εἰ ποιήσω τὸ ῥη̃μα του̃το

11:12 καὶ εἰ̃πεν Δαυιδ πρὸς Ουριαν κάθισον ἐνταυ̃θα καί γε σήμερον καὶ αὔριον ἐξαποστελω̃ σε καὶ ἐκάθισεν Ουριας ἐν Ιερουσαλημ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ τη̨̃ ἐπαύριον

11:13 καὶ ἐκάλεσεν αὐτὸν Δαυιδ καὶ ἔφαγεν ἐνώπιον αὐτου̃ καὶ ἔπιεν καὶ ἐμέθυσεν αὐτόν καὶ ἐξη̃λθεν ἑσπέρας του̃ κοιμηθη̃ναι ἐπὶ τη̃ς κοίτης αὐτου̃ μετὰ τω̃ν δούλων του̃ κυρίου αὐτου̃ καὶ εἰς τὸν οἰ̃κον αὐτου̃ οὐ κατέβη

11:14 καὶ ἐγένετο πρωὶ καὶ ἔγραψεν Δαυιδ βιβλίον πρὸς Ιωαβ καὶ ἀπέστειλεν ἐν χειρὶ Ουριου

11:15 καὶ ἔγραψεν ἐν τω̨̃ βιβλίω̨ λέγων εἰσάγαγε τὸν Ουριαν ἐξ ἐναντίας του̃ πολέμου του̃ κραταιου̃ καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτου̃ καὶ πληγήσεται καὶ ἀποθανει̃ται

11:16 καὶ ἐγενήθη ἐν τω̨̃ φυλάσσειν Ιωαβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκεν τὸν Ουριαν εἰς τὸν τόπον οὑ̃ ἤ̨δει ὅτι ἄνδρες δυνάμεως ἐκει̃

11:17 καὶ ἐξη̃λθον οἱ ἄνδρες τη̃ς πόλεως καὶ ἐπολέμουν μετὰ Ιωαβ καὶ ἔπεσαν ἐκ του̃ λαου̃ ἐκ τω̃ν δούλων Δαυιδ καὶ ἀπέθανεν καί γε Ουριας ὁ Χετται̃ος

11:18 καὶ ἀπέστειλεν Ιωαβ καὶ ἀπήγγειλεν τω̨̃ βασιλει̃ πάντας τοὺς λόγους του̃ πολέμου

11:19 καὶ ἐνετείλατο τω̨̃ ἀγγέλω̨ λέγων ἐν τω̨̃ συντελέσαι σε πάντας τοὺς λόγους του̃ πολέμου λαλη̃σαι πρὸς τὸν βασιλέα

11:20 καὶ ἔσται ἐὰν ἀναβη̨̃ ὁ θυμὸς του̃ βασιλέως καὶ εἴπη̨ σοι τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμη̃σαι οὐκ ἤ̨δειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν του̃ τείχους

11:21 τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ οὐχὶ γυνὴ ἔρριψεν ἐπ' αὐτὸν κλάσμα μύλου ἐπάνωθεν του̃ τείχους καὶ ἀπέθανεν ἐν Θαμασι ἵνα τί προσηγάγετε πρὸς τὸ τει̃χος καὶ ἐρει̃ς καί γε Ουριας ὁ δου̃λός σου ὁ Χετται̃ος ἀπέθανεν

11:22 καὶ ἐπορεύθη ὁ ἄγγελος Ιωαβ πρὸς τὸν βασιλέα εἰς Ιερουσαλημ καὶ παρεγένετο καὶ ἀπήγγειλεν τω̨̃ Δαυιδ πάντα ὅσα ἀπήγγειλεν αὐτω̨̃ Ιωαβ πάντα τὰ ῥήματα του̃ πολέμου καὶ ἐθυμώθη Δαυιδ πρὸς Ιωαβ καὶ εἰ̃πεν πρὸς τὸν ἄγγελον ἵνα τί προσηγάγετε πρὸς τὴν πόλιν του̃ πολεμη̃σαι οὐκ ἤ̨δειτε ὅτι πληγήσεσθε ἀπὸ του̃ τείχους τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ οὐχὶ γυνὴ ἔρριψεν ἐπ' αὐτὸν κλάσμα μύλου ἀπὸ του̃ τείχους καὶ ἀπέθανεν ἐν Θαμασι ἵνα τί προσηγάγετε πρὸς τὸ τει̃χος

11:23 καὶ εἰ̃πεν ὁ ἄγγελος πρὸς Δαυιδ ὅτι ἐκραταίωσαν ἐφ' ἡμα̃ς οἱ ἄνδρες καὶ ἐξη̃λθαν ἐφ' ἡμα̃ς εἰς τὸν ἀγρόν καὶ ἐγενήθημεν ἐπ' αὐτοὺς ἕως τη̃ς θύρας τη̃ς πύλης

11:24 καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παι̃δάς σου ἀπάνωθεν του̃ τείχους καὶ ἀπέθαναν τω̃ν παίδων του̃ βασιλέως καί γε ὁ δου̃λός σου Ουριας ὁ Χετται̃ος ἀπέθανεν

11:25 καὶ εἰ̃πεν Δαυιδ πρὸς τὸν ἄγγελον τάδε ἐρει̃ς πρὸς Ιωαβ μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοι̃ς σου τὸ ῥη̃μα του̃το ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα κραταίωσον τὸν πόλεμόν σου πρὸς τὴν πόλιν καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτόν

11:26 καὶ ἤκουσεν ἡ γυνὴ Ουριου ὅτι ἀπέθανεν Ουριας ὁ ἀνὴρ αὐτη̃ς καὶ ἐκόψατο τὸν ἄνδρα αὐτη̃ς

11:27 καὶ διη̃λθεν τὸ πένθος καὶ ἀπέστειλεν Δαυιδ καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ ἐγενήθη αὐτω̨̃ εἰς γυναι̃κα καὶ ἔτεκεν αὐτω̨̃ υἱόν καὶ πονηρὸν ἐφάνη τὸ ῥη̃μα ὃ ἐποίησεν Δαυιδ ἐν ὀφθαλμοι̃ς κυρίου

12:1 καὶ ἀπέστειλεν κύριος τὸν Ναθαν τὸν προφήτην πρὸς Δαυιδ καὶ εἰση̃λθεν πρὸς αὐτὸν καὶ εἰ̃πεν αὐτω̨̃ δύο ἠ̃σαν ἄνδρες ἐν πόλει μια̨̃ εἱ̃ς πλούσιος καὶ εἱ̃ς πένης

12:2 καὶ τω̨̃ πλουσίω̨ ἠ̃ν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα

12:3 καὶ τω̨̃ πένητι οὐδὲν ἀλλ' ἢ ἀμνὰς μία μικρά ἣν ἐκτήσατο καὶ περιεποιήσατο καὶ ἐξέθρεψεν αὐτήν καὶ ἡδρύνθη μετ' αὐτου̃ καὶ μετὰ τω̃ν υἱω̃ν αὐτου̃ ἐπὶ τὸ αὐτό ἐκ του̃ ἄρτου αὐτου̃ ἤσθιεν καὶ ἐκ του̃ ποτηρίου αὐτου̃ ἔπινεν καὶ ἐν τω̨̃ κόλπω̨ αὐτου̃ ἐκάθευδεν καὶ ἠ̃ν αὐτω̨̃ ὡς θυγάτηρ

12:4 καὶ ἠ̃λθεν πάροδος τω̨̃ ἀνδρὶ τω̨̃ πλουσίω̨ καὶ ἐφείσατο λαβει̃ν ἐκ τω̃ν ποιμνίων αὐτου̃ καὶ ἐκ τω̃ν βουκολίων αὐτου̃ του̃ ποιη̃σαι τω̨̃ ξένω̨ ὁδοιπόρω̨ ἐλθόντι πρὸς αὐτὸν καὶ ἔλαβεν τὴν ἀμνάδα του̃ πένητος καὶ ἐποίησεν αὐτὴν τω̨̃ ἀνδρὶ τω̨̃ ἐλθόντι πρὸς αὐτόν

12:5 καὶ ἐθυμώθη ὀργη̨̃ Δαυιδ σφόδρα τω̨̃ ἀνδρί καὶ εἰ̃πεν Δαυιδ πρὸς Ναθαν ζη̨̃ κύριος ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας του̃το

12:6 καὶ τὴν ἀμνάδα ἀποτείσει ἑπταπλασίονα ἀνθ' ὡ̃ν ὅτι ἐποίησεν τὸ ῥη̃μα του̃το καὶ περὶ οὑ̃ οὐκ ἐφείσατο

12:7 καὶ εἰ̃πεν Ναθαν πρὸς Δαυιδ σὺ εἰ̃ ὁ ἀνὴρ ὁ ποιήσας του̃το τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐγώ εἰμι ἔχρισά σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαουλ

12:8 καὶ ἔδωκά σοι τὸν οἰ̃κον του̃ κυρίου σου καὶ τὰς γυναι̃κας του̃ κυρίου σου ἐν τω̨̃ κόλπω̨ σου καὶ ἔδωκά σοι τὸν οἰ̃κον Ισραηλ καὶ Ιουδα καὶ εἰ μικρόν ἐστιν προσθήσω σοι κατὰ ταυ̃τα

12:9 τί ὅτι ἐφαύλισας τὸν λόγον κυρίου του̃ ποιη̃σαι τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς αὐτου̃ τὸν Ουριαν τὸν Χετται̃ον ἐπάταξας ἐν ῥομφαία̨ καὶ τὴν γυναι̃κα αὐτου̃ ἔλαβες σεαυτω̨̃ εἰς γυναι̃κα καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαία̨ υἱω̃ν Αμμων

12:10 καὶ νυ̃ν οὐκ ἀποστήσεται ῥομφαία ἐκ του̃ οἴκου σου ἕως αἰω̃νος ἀνθ' ὡ̃ν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναι̃κα του̃ Ουριου του̃ Χετταίου του̃ εἰ̃ναί σοι εἰς γυναι̃κα

12:11 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ του̃ οἴκου σου καὶ λήμψομαι τὰς γυναι̃κάς σου κατ' ὀφθαλμούς σου καὶ δώσω τω̨̃ πλησίον σου καὶ κοιμηθήσεται μετὰ τω̃ν γυναικω̃ν σου ἐναντίον του̃ ἡλίου τούτου

12:12 ὅτι σὺ ἐποίησας κρυβη̨̃ κἀγὼ ποιήσω τὸ ῥη̃μα του̃το ἐναντίον παντὸς Ισραηλ καὶ ἀπέναντι τούτου του̃ ἡλίου

12:13 καὶ εἰ̃πεν Δαυιδ τω̨̃ Ναθαν ἡμάρτηκα τω̨̃ κυρίω̨ καὶ εἰ̃πεν Ναθαν πρὸς Δαυιδ καὶ κύριος παρεβίβασεν τὸ ἁμάρτημά σου οὐ μὴ ἀποθάνη̨ς

12:14 πλὴν ὅτι παροξύνων παρώξυνας τοὺς ἐχθροὺς κυρίου ἐν τω̨̃ ῥήματι τούτω̨ καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτω̨ ἀποθανει̃ται

12:15 καὶ ἀπη̃λθεν Ναθαν εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ ἔθραυσεν κύριος τὸ παιδίον ὃ ἔτεκεν ἡ γυνὴ Ουριου τω̨̃ Δαυιδ καὶ ἠρρώστησεν

12:16 καὶ ἐζήτησεν Δαυιδ τὸν θεὸν περὶ του̃ παιδαρίου καὶ ἐνήστευσεν Δαυιδ νηστείαν καὶ εἰση̃λθεν καὶ ηὐλίσθη ἐν σάκκω̨ ἐπὶ τη̃ς γη̃ς

12:17 καὶ ἀνέστησαν ἐπ' αὐτὸν οἱ πρεσβύτεροι του̃ οἴκου αὐτου̃ του̃ ἐγει̃ραι αὐτὸν ἀπὸ τη̃ς γη̃ς καὶ οὐκ ἠθέλησεν καὶ οὐ συνέφαγεν αὐτοι̃ς ἄρτον

12:18 καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἀπέθανε τὸ παιδάριον καὶ ἐφοβήθησαν οἱ δου̃λοι Δαυιδ ἀναγγει̃λαι αὐτω̨̃ ὅτι τέθνηκεν τὸ παιδάριον ὅτι εἰ̃παν ἰδοὺ ἐν τω̨̃ ἔτι τὸ παιδάριον ζη̃ν ἐλαλήσαμεν πρὸς αὐτόν καὶ οὐκ εἰσήκουσεν τη̃ς φωνη̃ς ἡμω̃ν καὶ πω̃ς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκεν τὸ παιδάριον καὶ ποιήσει κακά

12:19 καὶ συνη̃κεν Δαυιδ ὅτι οἱ παι̃δες αὐτου̃ ψιθυρίζουσιν καὶ ἐνόησεν Δαυιδ ὅτι τέθνηκεν τὸ παιδάριον καὶ εἰ̃πεν Δαυιδ πρὸς τοὺς παι̃δας αὐτου̃ εἰ τέθνηκεν τὸ παιδάριον καὶ εἰ̃παν τέθνηκεν

12:20 καὶ ἀνέστη Δαυιδ ἐκ τη̃ς γη̃ς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξεν τὰ ἱμάτια αὐτου̃ καὶ εἰση̃λθεν εἰς τὸν οἰ̃κον του̃ θεου̃ καὶ προσεκύνησεν αὐτω̨̃ καὶ εἰση̃λθεν εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ ἤ̨τησεν ἄρτον φαγει̃ν καὶ παρέθηκαν αὐτω̨̃ ἄρτον καὶ ἔφαγεν

12:21 καὶ εἰ̃παν οἱ παι̃δες αὐτου̃ πρὸς αὐτόν τί τὸ ῥη̃μα του̃το ὃ ἐποίησας ἕνεκα του̃ παιδαρίου ἔτι ζω̃ντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις καὶ ἡνίκα ἀπέθανεν τὸ παιδάριον ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας

12:22 καὶ εἰ̃πεν Δαυιδ ἐν τω̨̃ τὸ παιδάριον ἔτι ζη̃ν ἐνήστευσα καὶ ἔκλαυσα ὅτι εἰ̃πα τίς οἰ̃δεν εἰ ἐλεήσει με κύριος καὶ ζήσεται τὸ παιδάριον

12:23 καὶ νυ̃ν τέθνηκεν ἵνα τί του̃το ἐγὼ νηστεύω μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸ ἔτι ἐγὼ πορεύσομαι πρὸς αὐτόν καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με

12:24 καὶ παρεκάλεσεν Δαυιδ Βηρσαβεε τὴν γυναι̃κα αὐτου̃ καὶ εἰση̃λθεν πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ' αὐτη̃ς καὶ συνέλαβεν καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Σαλωμων καὶ κύριος ἠγάπησεν αὐτόν

12:25 καὶ ἀπέστειλεν ἐν χειρὶ Ναθαν του̃ προφήτου καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ιδεδι ἕνεκεν κυρίου

12:26 καὶ ἐπολέμησεν Ιωαβ ἐν Ραββαθ υἱω̃ν Αμμων καὶ κατέλαβεν τὴν πόλιν τη̃ς βασιλείας

12:27 καὶ ἀπέστειλεν Ιωαβ ἀγγέλους πρὸς Δαυιδ καὶ εἰ̃πεν ἐπολέμησα ἐν Ραββαθ καὶ κατελαβόμην τὴν πόλιν τω̃ν ὑδάτων

12:28 καὶ νυ̃ν συνάγαγε τὸ κατάλοιπον του̃ λαου̃ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβου̃ αὐτήν ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθη̨̃ τὸ ὄνομά μου ἐπ' αὐτήν

12:29 καὶ συνήγαγεν Δαυιδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς Ραββαθ καὶ ἐπολέμησεν ἐν αὐτη̨̃ καὶ κατελάβετο αὐτήν

12:30 καὶ ἔλαβεν τὸν στέφανον Μελχολ του̃ βασιλέως αὐτω̃ν ἀπὸ τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ ὁ σταθμὸς αὐτου̃ τάλαντον χρυσίου καὶ λίθου τιμίου καὶ ἠ̃ν ἐπὶ τη̃ς κεφαλη̃ς Δαυιδ καὶ σκυ̃λα τη̃ς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα

12:31 καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτη̨̃ ἐξήγαγεν καὶ ἔθηκεν ἐν τω̨̃ πρίονι καὶ ἐν τοι̃ς τριβόλοις τοι̃ς σιδηροι̃ς καὶ διήγαγεν αὐτοὺς διὰ του̃ πλινθείου καὶ οὕτως ἐποίησεν πάσαις ται̃ς πόλεσιν υἱω̃ν Αμμων καὶ ἐπέστρεψεν Δαυιδ καὶ πα̃ς ὁ λαὸς εἰς Ιερουσαλημ

13:1 καὶ ἐγενήθη μετὰ ταυ̃τα καὶ τω̨̃ Αβεσσαλωμ υἱω̨̃ Δαυιδ ἀδελφὴ καλὴ τω̨̃ εἴδει σφόδρα καὶ ὄνομα αὐτη̨̃ Θημαρ καὶ ἠγάπησεν αὐτὴν Αμνων υἱὸς Δαυιδ

13:2 καὶ ἐθλίβετο Αμνων ὥστε ἀρρωστει̃ν διὰ Θημαρ τὴν ἀδελφὴν αὐτου̃ ὅτι παρθένος ἠ̃ν αὐτή καὶ ὑπέρογκον ἐν ὀφθαλμοι̃ς Αμνων του̃ ποιη̃σαί τι αὐτη̨̃

13:3 καὶ ἠ̃ν τω̨̃ Αμνων ἑται̃ρος καὶ ὄνομα αὐτω̨̃ Ιωναδαβ υἱὸς Σαμαα του̃ ἀδελφου̃ Δαυιδ καὶ Ιωναδαβ ἀνὴρ σοφὸς σφόδρα

13:4 καὶ εἰ̃πεν αὐτω̨̃ τί σοι ὅτι σὺ οὕτως ἀσθενής υἱὲ του̃ βασιλέως τὸ πρωὶ πρωί οὐκ ἀπαγγελει̃ς μοι καὶ εἰ̃πεν αὐτω̨̃ Αμνων Θημαρ τὴν ἀδελφὴν Αβεσσαλωμ του̃ ἀδελφου̃ μου ἐγὼ ἀγαπω̃

13:5 καὶ εἰ̃πεν αὐτω̨̃ Ιωναδαβ κοιμήθητι ἐπὶ τη̃ς κοίτης σου καὶ μαλακίσθητι καὶ εἰσελεύσεται ὁ πατήρ σου του̃ ἰδει̃ν σε καὶ ἐρει̃ς πρὸς αὐτόν ἐλθέτω δὴ Θημαρ ἡ ἀδελφή μου καὶ ψωμισάτω με καὶ ποιησάτω κατ' ὀφθαλμούς μου βρω̃μα ὅπως ἴδω καὶ φάγω ἐκ τω̃ν χειρω̃ν αὐτη̃ς

13:6 καὶ ἐκοιμήθη Αμνων καὶ ἠρρώστησεν καὶ εἰση̃λθεν ὁ βασιλεὺς ἰδει̃ν αὐτόν καὶ εἰ̃πεν Αμνων πρὸς τὸν βασιλέα ἐλθέτω δὴ Θημαρ ἡ ἀδελφή μου πρός με καὶ κολλυρισάτω ἐν ὀφθαλμοι̃ς μου δύο κολλυρίδας καὶ φάγομαι ἐκ τη̃ς χειρὸς αὐτη̃ς

13:7 καὶ ἀπέστειλεν Δαυιδ πρὸς Θημαρ εἰς τὸν οἰ̃κον λέγων πορεύθητι δὴ εἰς τὸν οἰ̃κον Αμνων του̃ ἀδελφου̃ σου καὶ ποίησον αὐτω̨̃ βρω̃μα

13:8 καὶ ἐπορεύθη Θημαρ εἰς τὸν οἰ̃κον Αμνων ἀδελφου̃ αὐτη̃ς καὶ αὐτὸς κοιμώμενος καὶ ἔλαβεν τὸ σται̃ς καὶ ἐφύρασεν καὶ ἐκολλύρισεν κατ' ὀφθαλμοὺς αὐτου̃ καὶ ἥψησεν τὰς κολλυρίδας

13:9 καὶ ἔλαβεν τὸ τήγανον καὶ κατεκένωσεν ἐνώπιον αὐτου̃ καὶ οὐκ ἠθέλησεν φαγει̃ν καὶ εἰ̃πεν Αμνων ἐξαγάγετε πάντα ἄνδρα ἐπάνωθέν μου καὶ ἐξήγαγον πάντα ἄνδρα ἀπὸ ἐπάνωθεν αὐτου̃

13:10 καὶ εἰ̃πεν Αμνων πρὸς Θημαρ εἰσένεγκε τὸ βρω̃μα εἰς τὸ ταμίειον καὶ φάγομαι ἐκ τη̃ς χειρός σου καὶ ἔλαβεν Θημαρ τὰς κολλυρίδας ἃς ἐποίησεν καὶ εἰσήνεγκεν τω̨̃ Αμνων ἀδελφω̨̃ αὐτη̃ς εἰς τὸν κοιτω̃να

13:11 καὶ προσήγαγεν αὐτω̨̃ του̃ φαγει̃ν καὶ ἐπελάβετο αὐτη̃ς καὶ εἰ̃πεν αὐτη̨̃ δευ̃ρο κοιμήθητι μετ' ἐμου̃ ἀδελφή μου

13:12 καὶ εἰ̃πεν αὐτω̨̃ μή ἄδελφέ μου μὴ ταπεινώση̨ς με διότι οὐ ποιηθήσεται οὕτως ἐν Ισραηλ μὴ ποιήση̨ς τὴν ἀφροσύνην ταύτην

13:13 καὶ ἐγὼ που̃ ἀποίσω τὸ ὄνειδός μου καὶ σὺ ἔση̨ ὡς εἱ̃ς τω̃ν ἀφρόνων ἐν Ισραηλ καὶ νυ̃ν λάλησον δὴ πρὸς τὸν βασιλέα ὅτι οὐ μὴ κωλύση̨ με ἀπὸ σου̃

13:14 καὶ οὐκ ἠθέλησεν Αμνων του̃ ἀκου̃σαι τη̃ς φωνη̃ς αὐτη̃ς καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν καὶ ἐταπείνωσεν αὐτὴν καὶ ἐκοιμήθη μετ' αὐτη̃ς

13:15 καὶ ἐμίσησεν αὐτὴν Αμνων μι̃σος μέγα σφόδρα ὅτι μέγα τὸ μι̃σος ὃ ἐμίσησεν αὐτήν ὑπὲρ τὴν ἀγάπην ἣν ἠγάπησεν αὐτήν καὶ εἰ̃πεν αὐτη̨̃ Αμνων ἀνάστηθι καὶ πορεύου

13:16 καὶ εἰ̃πεν αὐτω̨̃ Θημαρ μή ἄδελφε ὅτι μεγάλη ἡ κακία ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην ἣν ἐποίησας μετ' ἐμου̃ του̃ ἐξαποστει̃λαί με καὶ οὐκ ἠθέλησεν Αμνων ἀκου̃σαι τη̃ς φωνη̃ς αὐτη̃ς

13:17 καὶ ἐκάλεσεν τὸ παιδάριον αὐτου̃ τὸν προεστηκότα του̃ οἴκου αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἐξαποστείλατε δὴ ταύτην ἀπ' ἐμου̃ ἔξω καὶ ἀπόκλεισον τὴν θύραν ὀπίσω αὐτη̃ς

13:18 καὶ ἐπ' αὐτη̃ς ἠ̃ν χιτὼν καρπωτός ὅτι οὕτως ἐνεδιδύσκοντο αἱ θυγατέρες του̃ βασιλέως αἱ παρθένοι τοὺς ἐπενδύτας αὐτω̃ν καὶ ἐξήγαγεν αὐτὴν ὁ λειτουργὸς αὐτου̃ ἔξω καὶ ἀπέκλεισεν τὴν θύραν ὀπίσω αὐτη̃ς

13:19 καὶ ἔλαβεν Θημαρ σποδὸν καὶ ἐπέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτη̃ς καὶ τὸν χιτω̃να τὸν καρπωτὸν τὸν ἐπ' αὐτη̃ς διέρρηξεν καὶ ἐπέθηκεν τὰς χει̃ρας αὐτη̃ς ἐπὶ τὴν κεφαλὴν αὐτη̃ς καὶ ἐπορεύθη πορευομένη καὶ κράζουσα

13:20 καὶ εἰ̃πεν πρὸς αὐτὴν Αβεσσαλωμ ὁ ἀδελφὸς αὐτη̃ς μὴ Αμνων ὁ ἀδελφός σου ἐγένετο μετὰ σου̃ καὶ νυ̃ν ἀδελφή μου κώφευσον ὅτι ἀδελφός σού ἐστιν μὴ θη̨̃ς τὴν καρδίαν σου του̃ λαλη̃σαι εἰς τὸ ῥη̃μα του̃το καὶ ἐκάθισεν Θημαρ χηρεύουσα ἐν οἴκω̨ Αβεσσαλωμ του̃ ἀδελφου̃ αὐτη̃ς

13:21 καὶ ἤκουσεν ὁ βασιλεὺς Δαυιδ πάντας τοὺς λόγους τούτους καὶ ἐθυμώθη σφόδρα καὶ οὐκ ἐλύπησεν τὸ πνευ̃μα Αμνων του̃ υἱου̃ αὐτου̃ ὅτι ἠγάπα αὐτόν ὅτι πρωτότοκος αὐτου̃ ἠ̃ν

13:22 καὶ οὐκ ἐλάλησεν Αβεσσαλωμ μετὰ Αμνων ἀπὸ πονηρου̃ ἕως ἀγαθου̃ ὅτι ἐμίσει Αβεσσαλωμ τὸν Αμνων ἐπὶ λόγου οὑ̃ ἐταπείνωσεν Θημαρ τὴν ἀδελφὴν αὐτου̃

13:23 καὶ ἐγένετο εἰς διετηρίδα ἡμερω̃ν καὶ ἠ̃σαν κείροντες τω̨̃ Αβεσσαλωμ ἐν Βελασωρ τη̨̃ ἐχόμενα Εφραιμ καὶ ἐκάλεσεν Αβεσσαλωμ πάντας τοὺς υἱοὺς του̃ βασιλέως

13:24 καὶ ἠ̃λθεν Αβεσσαλωμ πρὸς τὸν βασιλέα καὶ εἰ̃πεν ἰδοὺ δὴ κείρουσιν τω̨̃ δούλω̨ σου πορευθήτω δὴ ὁ βασιλεὺς καὶ οἱ παι̃δες αὐτου̃ μετὰ του̃ δούλου σου

13:25 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Αβεσσαλωμ μὴ δή υἱέ μου μὴ πορευθω̃μεν πάντες ἡμει̃ς καὶ οὐ μὴ καταβαρυνθω̃μεν ἐπὶ σέ καὶ ἐβιάσατο αὐτόν καὶ οὐκ ἠθέλησεν του̃ πορευθη̃ναι καὶ εὐλόγησεν αὐτόν

13:26 καὶ εἰ̃πεν Αβεσσαλωμ καὶ εἰ μή πορευθήτω δὴ μεθ' ἡμω̃ν Αμνων ὁ ἀδελφός μου καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς ἵνα τί πορευθη̨̃ μετὰ σου̃

13:27 καὶ ἐβιάσατο αὐτὸν Αβεσσαλωμ καὶ ἀπέστειλεν μετ' αὐτου̃ τὸν Αμνων καὶ πάντας τοὺς υἱοὺς του̃ βασιλέως καὶ ἐποίησεν Αβεσσαλωμ πότον κατὰ τὸν πότον του̃ βασιλέως

13:28 καὶ ἐνετείλατο Αβεσσαλωμ τοι̃ς παιδαρίοις αὐτου̃ λέγων ἴδετε ὡς ἂν ἀγαθυνθη̨̃ ἡ καρδία Αμνων ἐν τω̨̃ οἴνω̨ καὶ εἴπω πρὸς ὑμα̃ς πατάξατε τὸν Αμνων καὶ θανατώσατε αὐτόν μὴ φοβηθη̃τε ὅτι οὐχὶ ἐγώ εἰμι ἐντέλλομαι ὑμι̃ν ἀνδρίζεσθε καὶ γίνεσθε εἰς υἱοὺς δυνάμεως

13:29 καὶ ἐποίησαν τὰ παιδάρια Αβεσσαλωμ τω̨̃ Αμνων καθὰ ἐνετείλατο αὐτοι̃ς Αβεσσαλωμ καὶ ἀνέστησαν πάντες οἱ υἱοὶ του̃ βασιλέως καὶ ἐπεκάθισαν ἀνὴρ ἐπὶ τὴν ἡμίονον αὐτου̃ καὶ ἔφυγαν

13:30 καὶ ἐγένετο αὐτω̃ν ὄντων ἐν τη̨̃ ὁδω̨̃ καὶ ἡ ἀκοὴ ἠ̃λθεν πρὸς Δαυιδ λέγων ἐπάταξεν Αβεσσαλωμ πάντας τοὺς υἱοὺς του̃ βασιλέως καὶ οὐ κατελείφθη ἐξ αὐτω̃ν οὐδὲ εἱ̃ς

13:31 καὶ ἀνέστη ὁ βασιλεὺς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτου̃ καὶ ἐκοιμήθη ἐπὶ τὴν γη̃ν καὶ πάντες οἱ παι̃δες αὐτου̃ οἱ περιεστω̃τες αὐτω̨̃ διέρρηξαν τὰ ἱμάτια αὐτω̃ν

13:32 καὶ ἀπεκρίθη Ιωναδαβ υἱὸς Σαμαα ἀδελφου̃ Δαυιδ καὶ εἰ̃πεν μὴ εἰπάτω ὁ κύριός μου ὁ βασιλεὺς ὅτι πάντα τὰ παιδάρια τοὺς υἱοὺς του̃ βασιλέως ἐθανάτωσεν ὅτι Αμνων μονώτατος ἀπέθανεν ὅτι ἐπὶ στόματος Αβεσσαλωμ ἠ̃ν κείμενος ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἐταπείνωσεν Θημαρ τὴν ἀδελφὴν αὐτου̃

13:33 καὶ νυ̃ν μὴ θέσθω ὁ κύριός μου ὁ βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτου̃ ῥη̃μα λέγων πάντες οἱ υἱοὶ του̃ βασιλέως ἀπέθαναν ὅτι ἀλλ' ἢ Αμνων μονώτατος ἀπέθανεν

13:34 καὶ ἀπέδρα Αβεσσαλωμ καὶ ἠ̃ρεν τὸ παιδάριον ὁ σκοπὸς τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ εἰ̃δεν καὶ ἰδοὺ λαὸς πολὺς πορευόμενος ἐν τη̨̃ ὁδω̨̃ ὄπισθεν αὐτου̃ ἐκ πλευρα̃ς του̃ ὄρους ἐν τη̨̃ καταβάσει καὶ παρεγένετο ὁ σκοπὸς καὶ ἀπήγγειλεν τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν ἄνδρας ἑώρακα ἐκ τη̃ς ὁδου̃ τη̃ς Ωρωνην ἐκ μέρους του̃ ὄρους

13:35 καὶ εἰ̃πεν Ιωναδαβ πρὸς τὸν βασιλέα ἰδοὺ οἱ υἱοὶ του̃ βασιλέως πάρεισιν κατὰ τὸν λόγον του̃ δούλου σου οὕτως ἐγένετο

13:36 καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλω̃ν καὶ ἰδοὺ οἱ υἱοὶ του̃ βασιλέως ἠ̃λθαν καὶ ἐπη̃ραν τὴν φωνὴν αὐτω̃ν καὶ ἔκλαυσαν καί γε ὁ βασιλεὺς καὶ πάντες οἱ παι̃δες αὐτου̃ ἔκλαυσαν κλαυθμὸν μέγαν σφόδρα

13:37 καὶ Αβεσσαλωμ ἔφυγεν καὶ ἐπορεύθη πρὸς Θολμαι υἱὸν Εμιουδ βασιλέα Γεδσουρ εἰς γη̃ν Μαχαδ καὶ ἐπένθησεν ὁ βασιλεὺς Δαυιδ ἐπὶ τὸν υἱὸν αὐτου̃ πάσας τὰς ἡμέρας

13:38 καὶ Αβεσσαλωμ ἀπέδρα καὶ ἐπορεύθη εἰς Γεδσουρ καὶ ἠ̃ν ἐκει̃ ἔτη τρία

13:39 καὶ ἐκόπασεν τὸ πνευ̃μα του̃ βασιλέως του̃ ἐξελθει̃ν ὀπίσω Αβεσσαλωμ ὅτι παρεκλήθη ἐπὶ Αμνων ὅτι ἀπέθανεν

14:1 καὶ ἔγνω Ιωαβ υἱὸς Σαρουιας ὅτι ἡ καρδία του̃ βασιλέως ἐπὶ Αβεσσαλωμ

14:2 καὶ ἀπέστειλεν Ιωαβ εἰς Θεκωε καὶ ἔλαβεν ἐκει̃θεν γυναι̃κα σοφὴν καὶ εἰ̃πεν πρὸς αὐτήν πένθησον δὴ καὶ ἔνδυσαι ἱμάτια πενθικὰ καὶ μὴ ἀλείψη̨ ἔλαιον καὶ ἔση̨ ὡς γυνὴ πενθου̃σα ἐπὶ τεθνηκότι του̃το ἡμέρας πολλὰς

14:3 καὶ ἐλεύση̨ πρὸς τὸν βασιλέα καὶ λαλήσεις πρὸς αὐτὸν κατὰ τὸ ῥη̃μα του̃το καὶ ἔθηκεν Ιωαβ τοὺς λόγους ἐν τω̨̃ στόματι αὐτη̃ς

14:4 καὶ εἰση̃λθεν ἡ γυνὴ ἡ Θεκωι̃τις πρὸς τὸν βασιλέα καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτη̃ς εἰς τὴν γη̃ν καὶ προσεκύνησεν αὐτω̨̃ καὶ εἰ̃πεν Σω̃σον βασιλευ̃ σω̃σον

14:5 καὶ εἰ̃πεν πρὸς αὐτὴν ὁ βασιλεύς τί ἐστίν σοι ἡ δὲ εἰ̃πεν καὶ μάλα γυνὴ χήρα ἐγώ εἰμι καὶ ἀπέθανεν ὁ ἀνήρ μου

14:6 καί γε τη̨̃ δούλη̨ σου δύο υἱοί καὶ ἐμαχέσαντο ἀμφότεροι ἐν τω̨̃ ἀγρω̨̃ καὶ οὐκ ἠ̃ν ὁ ἐξαιρούμενος ἀνὰ μέσον αὐτω̃ν καὶ ἔπαισεν ὁ εἱ̃ς τὸν ἀδελφὸν αὐτου̃ καὶ ἐθανάτωσεν αὐτόν

14:7 καὶ ἰδοὺ ἐπανέστη ὅλη ἡ πατριὰ πρὸς τὴν δούλην σου καὶ εἰ̃παν δὸς τὸν παίσαντα τὸν ἀδελφὸν αὐτου̃ καὶ θανατώσομεν αὐτὸν ἀντὶ τη̃ς ψυχη̃ς του̃ ἀδελφου̃ αὐτου̃ οὑ̃ ἀπέκτεινεν καὶ ἐξαρου̃μεν καί γε τὸν κληρονόμον ὑμω̃ν καὶ σβέσουσιν τὸν ἄνθρακά μου τὸν καταλειφθέντα ὥστε μὴ θέσθαι τω̨̃ ἀνδρί μου κατάλειμμα καὶ ὄνομα ἐπὶ προσώπου τη̃ς γη̃ς

14:8 καὶ εἰ̃πεν ὁ βασιλεύς ὑγιαίνουσα βάδιζε εἰς τὸν οἰ̃κόν σου κἀγὼ ἐντελου̃μαι περὶ σου̃

14:9 καὶ εἰ̃πεν ἡ γυνὴ ἡ Θεκωι̃τις πρὸς τὸν βασιλέα ἐπ' ἐμέ κύριέ μου βασιλευ̃ ἡ ἀνομία καὶ ἐπὶ τὸν οἰ̃κον του̃ πατρός μου καὶ ὁ βασιλεὺς καὶ ὁ θρόνος αὐτου̃ ἀθω̨̃ος

14:10 καὶ εἰ̃πεν ὁ βασιλεύς τίς ὁ λαλω̃ν πρὸς σέ καὶ ἄξεις αὐτὸν πρὸς ἐμέ καὶ οὐ προσθήσει ἔτι ἅψασθαι αὐτου̃

14:11 καὶ εἰ̃πεν μνημονευσάτω δὴ ὁ βασιλεὺς τὸν κύριον θεὸν αὐτου̃ πληθυνθη̃ναι ἀγχιστέα του̃ αἵματος του̃ διαφθει̃ραι καὶ οὐ μὴ ἐξάρωσιν τὸν υἱόν μου καὶ εἰ̃πεν ζη̨̃ κύριος εἰ πεσει̃ται ἀπὸ τη̃ς τριχὸς του̃ υἱου̃ σου ἐπὶ τὴν γη̃ν

14:12 καὶ εἰ̃πεν ἡ γυνή λαλησάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα ῥη̃μα καὶ εἰ̃πεν λάλησον

14:13 καὶ εἰ̃πεν ἡ γυνή ἵνα τί ἐλογίσω τοιου̃το ἐπὶ λαὸν θεου̃ ἠ̃ ἐκ στόματος του̃ βασιλέως ὁ λόγος οὑ̃τος ὡς πλημμέλεια του̃ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτου̃

14:14 ὅτι θανάτω̨ ἀποθανούμεθα καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταφερόμενον ἐπὶ τη̃ς γη̃ς ὃ οὐ συναχθήσεται καὶ λήμψεται ὁ θεὸς ψυχήν καὶ λογιζόμενος του̃ ἐξω̃σαι ἀπ' αὐτου̃ ἐξωσμένον

14:15 καὶ νυ̃ν ὃ ἠ̃λθον λαλη̃σαι πρὸς τὸν βασιλέα τὸν κύριόν μου τὸ ῥη̃μα του̃το ὅτι ὄψεταί με ὁ λαός καὶ ἐρει̃ ἡ δούλη σου λαλησάτω δὴ πρὸς τὸν βασιλέα εἴ πως ποιήσει ὁ βασιλεὺς τὸ ῥη̃μα τη̃ς δούλης αὐτου̃

14:16 ὅτι ἀκούσει ὁ βασιλεὺς ῥύσασθαι τὴν δούλην αὐτου̃ ἐκ χειρὸς του̃ ἀνδρὸς του̃ ζητου̃ντος ἐξα̃ραί με καὶ τὸν υἱόν μου ἀπὸ κληρονομίας θεου̃

14:17 καὶ εἰ̃πεν ἡ γυνή εἴη δὴ ὁ λόγος του̃ κυρίου μου του̃ βασιλέως εἰς θυσίαν ὅτι καθὼς ἄγγελος θεου̃ οὕτως ὁ κύριός μου ὁ βασιλεὺς του̃ ἀκούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν καὶ κύριος ὁ θεός σου ἔσται μετὰ σου̃

14:18 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἰ̃πεν πρὸς τὴν γυναι̃κα μὴ δὴ κρύψη̨ς ἀπ' ἐμου̃ ῥη̃μα ὃ ἐγὼ ἐπερωτω̃ σε καὶ εἰ̃πεν ἡ γυνή λαλησάτω δὴ ὁ κύριός μου ὁ βασιλεύς

14:19 καὶ εἰ̃πεν ὁ βασιλεύς μὴ ἡ χεὶρ Ιωαβ ἐν παντὶ τούτω̨ μετὰ σου̃ καὶ εἰ̃πεν ἡ γυνὴ τω̨̃ βασιλει̃ ζη̨̃ ἡ ψυχή σου κύριέ μου βασιλευ̃ εἰ ἔστιν εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ ἐκ πάντων ὡ̃ν ἐλάλησεν ὁ κύριός μου ὁ βασιλεύς ὅτι ὁ δου̃λός σου Ιωαβ αὐτὸς ἐνετείλατό μοι καὶ αὐτὸς ἔθετο ἐν τω̨̃ στόματι τη̃ς δούλης σου πάντας τοὺς λόγους τούτους

14:20 ἕνεκεν του̃ περιελθει̃ν τὸ πρόσωπον του̃ ῥήματος τούτου ἐποίησεν ὁ δου̃λός σου Ιωαβ τὸν λόγον του̃τον καὶ ὁ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου του̃ θεου̃ του̃ γνω̃ναι πάντα τὰ ἐν τη̨̃ γη̨̃

14:21 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Ιωαβ ἰδοὺ δὴ ἐποίησά σοι κατὰ τὸν λόγον σου του̃τον πορεύου ἐπίστρεψον τὸ παιδάριον τὸν Αβεσσαλωμ

14:22 καὶ ἔπεσεν Ιωαβ ἐπὶ πρόσωπον αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ προσεκύνησεν καὶ εὐλόγησεν τὸν βασιλέα καὶ εἰ̃πεν Ιωαβ σήμερον ἔγνω ὁ δου̃λός σου ὅτι εὑ̃ρον χάριν ἐν ὀφθαλμοι̃ς σου κύριέ μου βασιλευ̃ ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον του̃ δούλου αὐτου̃

14:23 καὶ ἀνέστη Ιωαβ καὶ ἐπορεύθη εἰς Γεδσουρ καὶ ἤγαγεν τὸν Αβεσσαλωμ εἰς Ιερουσαλημ

14:24 καὶ εἰ̃πεν ὁ βασιλεύς ἀποστραφήτω εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω καὶ ἀπέστρεψεν Αβεσσαλωμ εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ τὸ πρόσωπον του̃ βασιλέως οὐκ εἰ̃δεν

14:25 καὶ ὡς Αβεσσαλωμ οὐκ ἠ̃ν ἀνὴρ ἐν παντὶ Ισραηλ αἰνετὸς σφόδρα ἀπὸ ἴχνους ποδὸς αὐτου̃ καὶ ἕως κορυφη̃ς αὐτου̃ οὐκ ἠ̃ν ἐν αὐτω̨̃ μω̃μος

14:26 καὶ ἐν τω̨̃ κείρεσθαι αὐτὸν τὴν κεφαλὴν αὐτου̃ καὶ ἐγένετο ἀπ' ἀρχη̃ς ἡμερω̃ν εἰς ἡμέρας ὡς ἂν ἐκείρετο ὅτι κατεβαρύνετο ἐπ' αὐτόν καὶ κειρόμενος αὐτὴν ἔστησεν τὴν τρίχα τη̃ς κεφαλη̃ς αὐτου̃ διακοσίους σίκλους ἐν τω̨̃ σίκλω̨ τω̨̃ βασιλικω̨̃

14:27 καὶ ἐτέχθησαν τω̨̃ Αβεσσαλωμ τρει̃ς υἱοὶ καὶ θυγάτηρ μία καὶ ὄνομα αὐτη̨̃ Θημαρ αὕτη ἠ̃ν γυνὴ καλὴ σφόδρα καὶ γίνεται γυνὴ τω̨̃ Ροβοαμ υἱω̨̃ Σαλωμων καὶ τίκτει αὐτω̨̃ τὸν Αβια

14:28 καὶ ἐκάθισεν Αβεσσαλωμ ἐν Ιερουσαλημ δύο ἔτη ἡμερω̃ν καὶ τὸ πρόσωπον του̃ βασιλέως οὐκ εἰ̃δεν

14:29 καὶ ἀπέστειλεν Αβεσσαλωμ πρὸς Ιωαβ του̃ ἀποστει̃λαι αὐτὸν πρὸς τὸν βασιλέα καὶ οὐκ ἠθέλησεν ἐλθει̃ν πρὸς αὐτόν καὶ ἀπέστειλεν ἐκ δευτέρου πρὸς αὐτόν καὶ οὐκ ἠθέλησεν παραγενέσθαι

14:30 καὶ εἰ̃πεν Αβεσσαλωμ πρὸς τοὺς παι̃δας αὐτου̃ ἴδετε ἡ μερὶς ἐν ἀγρω̨̃ του̃ Ιωαβ ἐχόμενά μου καὶ αὐτω̨̃ κριθαὶ ἐκει̃ πορεύεσθε καὶ ἐμπρήσατε αὐτὴν ἐν πυρί καὶ ἐνέπρησαν αὐτὰς οἱ παι̃δες Αβεσσαλωμ καὶ παραγίνονται οἱ δου̃λοι Ιωαβ πρὸς αὐτὸν διερρηχότες τὰ ἱμάτια αὐτω̃ν καὶ εἰ̃παν ἐνεπύρισαν οἱ δου̃λοι Αβεσσαλωμ τὴν μερίδα ἐν πυρί

14:31 καὶ ἀνέστη Ιωαβ καὶ ἠ̃λθεν πρὸς Αβεσσαλωμ εἰς τὸν οἰ̃κον καὶ εἰ̃πεν πρὸς αὐτόν ἵνα τί οἱ παι̃δές σου ἐνεπύρισαν τὴν μερίδα τὴν ἐμὴν ἐν πυρί

14:32 καὶ εἰ̃πεν Αβεσσαλωμ πρὸς Ιωαβ ἰδοὺ ἀπέστειλα πρὸς σὲ λέγων ἡ̃κε ὡ̃δε καὶ ἀποστελω̃ σε πρὸς τὸν βασιλέα λέγων ἵνα τί ἠ̃λθον ἐκ Γεδσουρ ἀγαθόν μοι ἠ̃ν του̃ ἔτι εἰ̃ναί με ἐκει̃ καὶ νυ̃ν ἰδοὺ τὸ πρόσωπον του̃ βασιλέως οὐκ εἰ̃δον εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία καὶ θανάτωσόν με

14:33 καὶ εἰση̃λθεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτω̨̃ καὶ ἐκάλεσεν τὸν Αβεσσαλωμ καὶ εἰση̃λθεν πρὸς τὸν βασιλέα καὶ προσεκύνησεν αὐτω̨̃ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτου̃ ἐπὶ τὴν γη̃ν κατὰ πρόσωπον του̃ βασιλέως καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Αβεσσαλωμ

15:1 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἐποίησεν ἑαυτω̨̃ Αβεσσαλωμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτου̃

15:2 καὶ ὤρθρισεν Αβεσσαλωμ καὶ ἔστη ἀνὰ χει̃ρα τη̃ς ὁδου̃ τη̃ς πύλης καὶ ἐγένετο πα̃ς ἀνήρ ὡ̨̃ ἐγένετο κρίσις ἠ̃λθεν πρὸς τὸν βασιλέα εἰς κρίσιν καὶ ἐβόησεν πρὸς αὐτὸν Αβεσσαλωμ καὶ ἔλεγεν αὐτω̨̃ ἐκ ποίας πόλεως σὺ εἰ̃ καὶ εἰ̃πεν ὁ ἀνήρ ἐκ μια̃ς φυλω̃ν Ισραηλ ὁ δου̃λός σου

15:3 καὶ εἰ̃πεν πρὸς αὐτὸν Αβεσσαλωμ ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι καὶ ἀκούων οὐκ ἔστιν σοι παρὰ του̃ βασιλέως

15:4 καὶ εἰ̃πεν Αβεσσαλωμ τίς με καταστήσει κριτὴν ἐν τη̨̃ γη̨̃ καὶ ἐπ' ἐμὲ ἐλεύσεται πα̃ς ἀνήρ ὡ̨̃ ἐὰν ἠ̨̃ ἀντιλογία καὶ κρίσις καὶ δικαιώσω αὐτόν

15:5 καὶ ἐγένετο ἐν τω̨̃ ἐγγίζειν ἄνδρα του̃ προσκυνη̃σαι αὐτω̨̃ καὶ ἐξέτεινεν τὴν χει̃ρα αὐτου̃ καὶ ἐπελαμβάνετο αὐτου̃ καὶ κατεφίλησεν αὐτόν

15:6 καὶ ἐποίησεν Αβεσσαλωμ κατὰ τὸ ῥη̃μα του̃το παντὶ Ισραηλ τοι̃ς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα καὶ ἰδιοποιει̃το Αβεσσαλωμ τὴν καρδίαν ἀνδρω̃ν Ισραηλ

15:7 καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτω̃ν καὶ εἰ̃πεν Αβεσσαλωμ πρὸς τὸν πατέρα αὐτου̃ πορεύσομαι δὴ καὶ ἀποτείσω τὰς εὐχάς μου ἃς ηὐξάμην τω̨̃ κυρίω̨ ἐν Χεβρων

15:8 ὅτι εὐχὴν ηὔξατο ὁ δου̃λός σου ἐν τω̨̃ οἰκει̃ν με ἐν Γεδσουρ ἐν Συρία̨ λέγων ἐὰν ἐπιστρέφων ἐπιστρέψη̨ με κύριος εἰς Ιερουσαλημ καὶ λατρεύσω τω̨̃ κυρίω̨

15:9 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς βάδιζε εἰς εἰρήνην καὶ ἀναστὰς ἐπορεύθη εἰς Χεβρων

15:10 καὶ ἀπέστειλεν Αβεσσαλωμ κατασκόπους ἐν πάσαις φυλαι̃ς Ισραηλ λέγων ἐν τω̨̃ ἀκου̃σαι ὑμα̃ς τὴν φωνὴν τη̃ς κερατίνης καὶ ἐρει̃τε βεβασίλευκεν βασιλεὺς Αβεσσαλωμ ἐν Χεβρων

15:11 καὶ μετὰ Αβεσσαλωμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ιερουσαλημ κλητοὶ καὶ πορευόμενοι τη̨̃ ἁπλότητι αὐτω̃ν καὶ οὐκ ἔγνωσαν πα̃ν ῥη̃μα

15:12 καὶ ἀπέστειλεν Αβεσσαλωμ καὶ ἐκάλεσεν τὸν Αχιτοφελ τὸν Γελμωναι̃ον τὸν σύμβουλον Δαυιδ ἐκ τη̃ς πόλεως αὐτου̃ ἐκ Γωλα ἐν τω̨̃ θυσιάζειν αὐτόν καὶ ἐγένετο σύστρεμμα ἰσχυρόν καὶ ὁ λαὸς πορευόμενος καὶ πολὺς μετὰ Αβεσσαλωμ

15:13 καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς Δαυιδ λέγων ἐγενήθη ἡ καρδία ἀνδρω̃ν Ισραηλ ὀπίσω Αβεσσαλωμ

15:14 καὶ εἰ̃πεν Δαυιδ πα̃σιν τοι̃ς παισὶν αὐτου̃ τοι̃ς μετ' αὐτου̃ τοι̃ς ἐν Ιερουσαλημ ἀνάστητε καὶ φύγωμεν ὅτι οὐκ ἔστιν ἡμι̃ν σωτηρία ἀπὸ προσώπου Αβεσσαλωμ ταχύνατε του̃ πορευθη̃ναι ἵνα μὴ ταχύνη̨ καὶ καταλάβη̨ ἡμα̃ς καὶ ἐξώση̨ ἐφ' ἡμα̃ς τὴν κακίαν καὶ πατάξη̨ τὴν πόλιν στόματι μαχαίρης

15:15 καὶ εἰ̃πον οἱ παι̃δες του̃ βασιλέως πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα αἱρει̃ται ὁ κύριος ἡμω̃ν ὁ βασιλεύς ἰδοὺ οἱ παι̃δές σου

15:16 καὶ ἐξη̃λθεν ὁ βασιλεὺς καὶ πα̃ς ὁ οἰ̃κος αὐτου̃ τοι̃ς ποσὶν αὐτω̃ν καὶ ἀφη̃κεν ὁ βασιλεὺς δέκα γυναι̃κας τω̃ν παλλακω̃ν αὐτου̃ φυλάσσειν τὸν οἰ̃κον

15:17 καὶ ἐξη̃λθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παι̃δες αὐτου̃ πεζη̨̃ καὶ ἔστησαν ἐν οἴκω̨ τω̨̃ μακράν

15:18 καὶ πάντες οἱ παι̃δες αὐτου̃ ἀνὰ χει̃ρα αὐτου̃ παρη̃γον καὶ πα̃ς ὁ Χεττι καὶ πα̃ς ὁ Φελετθι καὶ ἔστησαν ἐπὶ τη̃ς ἐλαίας ἐν τη̨̃ ἐρήμω̨ καὶ πα̃ς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτου̃ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί ἑξακόσιοι ἄνδρες καὶ παρη̃σαν ἐπὶ χει̃ρα αὐτου̃ καὶ πα̃ς ὁ Χερεθθι καὶ πα̃ς ὁ Φελεθθι καὶ πάντες οἱ Γεθθαι̃οι ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοι̃ς ποσὶν αὐτω̃ν ἐκ Γεθ πορευόμενοι ἐπὶ πρόσωπον του̃ βασιλέως

15:19 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Εθθι τὸν Γεθθαι̃ον ἵνα τί πορεύη̨ καὶ σὺ μεθ' ἡμω̃ν ἐπίστρεφε καὶ οἴκει μετὰ του̃ βασιλέως ὅτι ξένος εἰ̃ σὺ καὶ ὅτι μετώ̨κηκας σὺ ἐκ του̃ τόπου σου

15:20 εἰ ἐχθὲς παραγέγονας καὶ σήμερον κινήσω σε μεθ' ἡμω̃ν καί γε μεταναστήσεις τὸν τόπον σου ἐχθὲς ἡ ἐξέλευσίς σου καὶ σήμερον μετακινήσω σε μεθ' ἡμω̃ν του̃ πορευθη̃ναι καὶ ἐγὼ πορεύσομαι οὑ̃ ἂν ἐγὼ πορευθω̃ ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σου̃ καὶ κύριος ποιήσει μετὰ σου̃ ἔλεος καὶ ἀλήθειαν

15:21 καὶ ἀπεκρίθη Εθθι τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν ζη̨̃ κύριος καὶ ζη̨̃ ὁ κύριός μου ὁ βασιλεύς ὅτι εἰς τὸν τόπον οὑ̃ ἐὰν ἠ̨̃ ὁ κύριός μου καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν ὅτι ἐκει̃ ἔσται ὁ δου̃λός σου

15:22 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Εθθι δευ̃ρο καὶ διάβαινε μετ' ἐμου̃ καὶ παρη̃λθεν Εθθι ὁ Γεθθαι̃ος καὶ πάντες οἱ παι̃δες αὐτου̃ καὶ πα̃ς ὁ ὄχλος ὁ μετ' αὐτου̃

15:23 καὶ πα̃σα ἡ γη̃ ἔκλαιεν φωνη̨̃ μεγάλη̨ καὶ πα̃ς ὁ λαὸς παρεπορεύοντο ἐν τω̨̃ χειμάρρω̨ Κεδρων καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν Κεδρων καὶ πα̃ς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδου̃ τὴν ἔρημον

15:24 καὶ ἰδοὺ καί γε Σαδωκ καὶ πάντες οἱ Λευι̃ται μετ' αὐτου̃ αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου ἀπὸ Βαιθαρ καὶ ἔστησαν τὴν κιβωτὸν του̃ θεου̃ καὶ ἀνέβη Αβιαθαρ ἕως ἐπαύσατο πα̃ς ὁ λαὸς παρελθει̃ν ἐκ τη̃ς πόλεως

15:25 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Σαδωκ ἀπόστρεψον τὴν κιβωτὸν του̃ θεου̃ εἰς τὴν πόλιν ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοι̃ς κυρίου καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτη̃ς

15:26 καὶ ἐὰν εἴπη̨ οὕτως οὐκ ἠθέληκα ἐν σοί ἰδοὺ ἐγώ εἰμι ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς αὐτου̃

15:27 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Σαδωκ τω̨̃ ἱερει̃ ἴδετε σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνη̨ καὶ Αχιμαας ὁ υἱός σου καὶ Ιωναθαν ὁ υἱὸς Αβιαθαρ οἱ δύο υἱοὶ ὑμω̃ν μεθ' ὑμω̃ν

15:28 ἴδετε ἐγώ εἰμι στρατεύομαι ἐν Αραβωθ τη̃ς ἐρήμου ἕως του̃ ἐλθει̃ν ῥη̃μα παρ' ὑμω̃ν του̃ ἀπαγγει̃λαί μοι

15:29 καὶ ἀπέστρεψεν Σαδωκ καὶ Αβιαθαρ τὴν κιβωτὸν εἰς Ιερουσαλημ καὶ ἐκάθισεν ἐκει̃

15:30 καὶ Δαυιδ ἀνέβαινεν ἐν τη̨̃ ἀναβάσει τω̃ν ἐλαιω̃ν ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος καὶ πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ ἐπεκάλυψεν ἀνὴρ τὴν κεφαλὴν αὐτου̃ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες

15:31 καὶ ἀνηγγέλη Δαυιδ λέγοντες καὶ Αχιτοφελ ἐν τοι̃ς συστρεφομένοις μετὰ Αβεσσαλωμ καὶ εἰ̃πεν Δαυιδ διασκέδασον δὴ τὴν βουλὴν Αχιτοφελ κύριε ὁ θεός μου

15:32 καὶ ἠ̃ν Δαυιδ ἐρχόμενος ἕως του̃ Ροως οὑ̃ προσεκύνησεν ἐκει̃ τω̨̃ θεω̨̃ καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτω̨̃ Χουσι ὁ Αρχι ἑται̃ρος Δαυιδ διερρηχὼς τὸν χιτω̃να αὐτου̃ καὶ γη̃ ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃

15:33 καὶ εἰ̃πεν αὐτω̨̃ Δαυιδ ἐὰν μὲν διαβη̨̃ς μετ' ἐμου̃ καὶ ἔση̨ ἐπ' ἐμὲ εἴς βάσταγμα

15:34 καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψη̨ς καὶ ἐρει̃ς τω̨̃ Αβεσσαλωμ διεληλύθασιν οἱ ἀδελφοί σου καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου καὶ νυ̃ν παι̃ς σού εἰμι βασιλευ̃ ἔασόν με ζη̃σαι παι̃ς του̃ πατρός σου ἤμην τότε καὶ ἀρτίως καὶ νυ̃ν ἐγὼ δου̃λος σός καὶ διασκεδάσεις μοι τὴν βουλὴν Αχιτοφελ

15:35 καὶ ἰδοὺ μετὰ σου̃ ἐκει̃ Σαδωκ καὶ Αβιαθαρ οἱ ἱερει̃ς καὶ ἔσται πα̃ν ῥη̃μα ὃ ἐὰν ἀκούση̨ς ἐξ οἴκου του̃ βασιλέως καὶ ἀναγγελει̃ς τω̨̃ Σαδωκ καὶ τω̨̃ Αβιαθαρ τοι̃ς ἱερευ̃σιν

15:36 ἰδοὺ ἐκει̃ μετ' αὐτω̃ν δύο υἱοὶ αὐτω̃ν Αχιμαας υἱὸς τω̨̃ Σαδωκ καὶ Ιωναθαν υἱὸς τω̨̃ Αβιαθαρ καὶ ἀποστελει̃τε ἐν χειρὶ αὐτω̃ν πρός με πα̃ν ῥη̃μα ὃ ἐὰν ἀκούσητε

15:37 καὶ εἰση̃λθεν Χουσι ὁ ἑται̃ρος Δαυιδ εἰς τὴν πόλιν καὶ Αβεσσαλωμ εἰσεπορεύετο εἰς Ιερουσαλημ

16:1 καὶ Δαυιδ παρη̃λθεν βραχύ τι ἀπὸ τη̃ς Ροως καὶ ἰδοὺ Σιβα τὸ παιδάριον Μεμφιβοσθε εἰς ἀπαντὴν αὐτου̃ καὶ ζευ̃γος ὄνων ἐπισεσαγμένων καὶ ἐπ' αὐτοι̃ς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ Νεβελ οἴνου

16:2 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Σιβα τί ταυ̃τά σοι καὶ εἰ̃πεν Σιβα τὰ ὑποζύγια τη̨̃ οἰκία̨ του̃ βασιλέως του̃ ἐπικαθη̃σθαι καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρω̃σιν τοι̃ς παιδαρίοις καὶ ὁ οἰ̃νος πιει̃ν τοι̃ς ἐκλελυμένοις ἐν τη̨̃ ἐρήμω̨

16:3 καὶ εἰ̃πεν ὁ βασιλεύς καὶ που̃ ὁ υἱὸς του̃ κυρίου σου καὶ εἰ̃πεν Σιβα πρὸς τὸν βασιλέα ἰδοὺ κάθηται ἐν Ιερουσαλημ ὅτι εἰ̃πεν σήμερον ἐπιστρέψουσίν μοι ὁ οἰ̃κος Ισραηλ τὴν βασιλείαν του̃ πατρός μου

16:4 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Σιβα ιδοὺ σοὶ πάντα ὅσα ἐστὶν τω̨̃ Μεμφιβοσθε καὶ εἰ̃πεν Σιβα προσκυνήσας εὕροιμι χάριν ἐν ὀφθαλμοι̃ς σου κύριέ μου βασιλευ̃

16:5 καὶ ἠ̃λθεν ὁ βασιλεὺς Δαυιδ ἕως Βαουριμ καὶ ἰδοὺ ἐκει̃θεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαουλ καὶ ὄνομα αὐτω̨̃ Σεμεϊ υἱὸς Γηρα ἐξη̃λθεν ἐκπορευόμενος καὶ καταρώμενος

16:6 καὶ λιθάζων ἐν λίθοις τὸν Δαυιδ καὶ πάντας τοὺς παι̃δας του̃ βασιλέως Δαυιδ καὶ πα̃ς ὁ λαὸς ἠ̃ν καὶ πάντες οἱ δυνατοὶ ἐκ δεξιω̃ν καὶ ἐξ εὐωνύμων του̃ βασιλέως

16:7 καὶ οὕτως ἔλεγεν Σεμεϊ ἐν τω̨̃ καταρα̃σθαι αὐτόν ἔξελθε ἔξελθε ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος

16:8 ἐπέστρεψεν ἐπὶ σὲ κύριος πάντα τὰ αἵματα του̃ οἴκου Σαουλ ὅτι ἐβασίλευσας ἀντ' αὐτου̃ καὶ ἔδωκεν κύριος τὴν βασιλείαν ἐν χειρὶ Αβεσσαλωμ του̃ υἱου̃ σου καὶ ἰδοὺ σὺ ἐν τη̨̃ κακία̨ σου ὅτι ἀνὴρ αἱμάτων σύ

16:9 καὶ εἰ̃πεν Αβεσσα υἱὸς Σαρουιας πρὸς τὸν βασιλέα ἵνα τί καταρα̃ται ὁ κύων ὁ τεθνηκὼς οὑ̃τος τὸν κύριόν μου τὸν βασιλέα διαβήσομαι δὴ καὶ ἀφελω̃ τὴν κεφαλὴν αὐτου̃

16:10 καὶ εἰ̃πεν ὁ βασιλεύς τί ἐμοὶ καὶ ὑμι̃ν υἱοὶ Σαρουιας ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω ὅτι κύριος εἰ̃πεν αὐτω̨̃ καταρα̃σθαι τὸν Δαυιδ καὶ τίς ἐρει̃ ὡς τί ἐποίησας οὕτως

16:11 καὶ εἰ̃πεν Δαυιδ πρὸς Αβεσσα καὶ πρὸς πάντας τοὺς παι̃δας αὐτου̃ ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τη̃ς κοιλίας μου ζητει̃ τὴν ψυχήν μου καὶ προσέτι νυ̃ν ὁ υἱὸς του̃ Ιεμινι ἄφετε αὐτὸν καταρα̃σθαι ὅτι εἰ̃πεν αὐτω̨̃ κύριος

16:12 εἴ πως ἴδοι κύριος ἐν τη̨̃ ταπεινώσει μου καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τη̃ς κατάρας αὐτου̃ τη̨̃ ἡμέρα̨ ταύτη̨

16:13 καὶ ἐπορεύθη Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ ἐν τη̨̃ ὁδω̨̃ καὶ Σεμεϊ ἐπορεύετο ἐκ πλευρα̃ς του̃ ὄρους ἐχόμενα αὐτου̃ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτου̃ καὶ τω̨̃ χοὶ̈ πάσσων

16:14 καὶ ἠ̃λθεν ὁ βασιλεὺς καὶ πα̃ς ὁ λαὸς αὐτου̃ ἐκλελυμένοι καὶ ἀνέψυξαν ἐκει̃

16:15 καὶ Αβεσσαλωμ καὶ πα̃ς ἀνὴρ Ισραηλ εἰση̃λθον εἰς Ιερουσαλημ καὶ Αχιτοφελ μετ' αὐτου̃

16:16 καὶ ἐγενήθη ἡνίκα ἠ̃λθεν Χουσι ὁ Αρχι ἑται̃ρος Δαυιδ πρὸς Αβεσσαλωμ καὶ εἰ̃πεν Χουσι πρὸς Αβεσσαλωμ ζήτω ὁ βασιλεύς

16:17 καὶ εἰ̃πεν Αβεσσαλωμ πρὸς Χουσι του̃το τὸ ἔλεός σου μετὰ του̃ ἑταίρου σου ἵνα τί οὐκ ἀπη̃λθες μετὰ του̃ ἑταίρου σου

16:18 καὶ εἰ̃πεν Χουσι πρὸς Αβεσσαλωμ οὐχί ἀλλὰ κατόπισθεν οὑ̃ ἐξελέξατο κύριος καὶ ὁ λαὸς οὑ̃τος καὶ πα̃ς ἀνὴρ Ισραηλ αὐτω̨̃ ἔσομαι καὶ μετ' αὐτου̃ καθήσομαι

16:19 καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω οὐχὶ ἐνώπιον του̃ υἱου̃ αὐτου̃ καθάπερ ἐδούλευσα ἐνώπιον του̃ πατρός σου οὕτως ἔσομαι ἐνώπιόν σου

16:20 καὶ εἰ̃πεν Αβεσσαλωμ πρὸς Αχιτοφελ φέρετε ἑαυτοι̃ς βουλὴν τί ποιήσωμεν

16:21 καὶ εἰ̃πεν Αχιτοφελ πρὸς Αβεσσαλωμ εἴσελθε πρὸς τὰς παλλακὰς του̃ πατρός σου ἃς κατέλιπεν φυλάσσειν τὸν οἰ̃κον αὐτου̃ καὶ ἀκούσεται πα̃ς Ισραηλ ὅτι κατή̨σχυνας τὸν πατέρα σου καὶ ἐνισχύσουσιν αἱ χει̃ρες πάντων τω̃ν μετὰ σου̃

16:22 καὶ ἔπηξαν τὴν σκηνὴν τω̨̃ Αβεσσαλωμ ἐπὶ τὸ δω̃μα καὶ εἰση̃λθεν Αβεσσαλωμ πρὸς τὰς παλλακὰς του̃ πατρὸς αὐτου̃ κατ' ὀφθαλμοὺς παντὸς Ισραηλ

16:23 καὶ ἡ βουλὴ Αχιτοφελ ἣν ἐβουλεύσατο ἐν ται̃ς ἡμέραις ται̃ς πρώταις ὃν τρόπον ἐπερωτήση̨ ἐν λόγω̨ του̃ θεου̃ οὕτως πα̃σα ἡ βουλὴ του̃ Αχιτοφελ καί γε τω̨̃ Δαυιδ καί γε τω̨̃ Αβεσσαλωμ

17:1 καὶ εἰ̃πεν Αχιτοφελ πρὸς Αβεσσαλωμ ἐπιλέξω δὴ ἐμαυτω̨̃ δώδεκα χιλιάδας ἀνδρω̃ν καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω Δαυιδ τὴν νύκτα

17:2 καὶ ἐπελεύσομαι ἐπ' αὐτόν καὶ αὐτὸς κοπιω̃ν καὶ ἐκλελυμένος χερσίν καὶ ἐκστήσω αὐτόν καὶ φεύξεται πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ καὶ πατάξω τὸν βασιλέα μονώτατον

17:3 καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρὸς σέ ὃν τρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτη̃ς πλὴν ψυχὴν ἑνὸς ἀνδρὸς σὺ ζητει̃ς καὶ παντὶ τω̨̃ λαω̨̃ ἔσται εἰρήνη

17:4 καὶ εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοι̃ς Αβεσσαλωμ καὶ ἐν ὀφθαλμοι̃ς πάντων τω̃ν πρεσβυτέρων Ισραηλ

17:5 καὶ εἰ̃πεν Αβεσσαλωμ καλέσατε δὴ καί γε τὸν Χουσι τὸν Αραχι καὶ ἀκούσωμεν τί ἐν τω̨̃ στόματι αὐτου̃ καί γε αὐτου̃

17:6 καὶ εἰση̃λθεν Χουσι πρὸς Αβεσσαλωμ καὶ εἰ̃πεν Αβεσσαλωμ πρὸς αὐτὸν λέγων κατὰ τὸ ῥη̃μα του̃το ἐλάλησεν Αχιτοφελ εἰ ποιήσομεν κατὰ τὸν λόγον αὐτου̃ εἰ δὲ μή σὺ λάλησον

17:7 καὶ εἰ̃πεν Χουσι πρὸς Αβεσσαλωμ οὐκ ἀγαθὴ αὕτη ἡ βουλή ἣν ἐβουλεύσατο Αχιτοφελ τὸ ἅπαξ του̃το

17:8 καὶ εἰ̃πεν Χουσι σὺ οἰ̃δας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτου̃ ὅτι δυνατοί εἰσιν σφόδρα καὶ κατάπικροι τη̨̃ ψυχη̨̃ αὐτω̃ν ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρω̨̃ καὶ ὡς ὑ̃ς τραχει̃α ἐν τω̨̃ πεδίω̨ καὶ ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς καὶ οὐ μὴ καταλύση̨ τὸν λαόν

17:9 ἰδοὺ γὰρ αὐτὸς νυ̃ν κέκρυπται ἐν ἑνὶ τω̃ν βουνω̃ν ἢ ἐν ἑνὶ τω̃ν τόπων καὶ ἔσται ἐν τω̨̃ ἐπιπεσει̃ν αὐτοι̃ς ἐν ἀρχη̨̃ καὶ ἀκούση̨ ὁ ἀκούων καὶ εἴπη̨ ἐγενήθη θραυ̃σις ἐν τω̨̃ λαω̨̃ τω̨̃ ὀπίσω Αβεσσαλωμ

17:10 καί γε αὐτὸς υἱὸς δυνάμεως οὑ̃ ἡ καρδία καθὼς ἡ καρδία του̃ λέοντος τηκομένη τακήσεται ὅτι οἰ̃δεν πα̃ς Ισραηλ ὅτι δυνατὸς ὁ πατήρ σου καὶ υἱοὶ δυνάμεως οἱ μετ' αὐτου̃

17:11 ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πα̃ς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὡς ἡ ἄμμος ἡ ἐπὶ τη̃ς θαλάσσης εἰς πλη̃θος καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσω̨ αὐτω̃ν

17:12 καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τω̃ν τόπων οὑ̃ ἐὰν εὕρωμεν αὐτὸν ἐκει̃ καὶ παρεμβαλου̃μεν ἐπ' αὐτόν ὡς πίπτει ἡ δρόσος ἐπὶ τὴν γη̃ν καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτω̨̃ καὶ τοι̃ς ἀνδράσιν τοι̃ς μετ' αὐτου̃ καί γε ἕνα

17:13 καὶ ἐὰν εἰς πόλιν συναχθη̨̃ καὶ λήμψεται πα̃ς Ισραηλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία καὶ συρου̃μεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν ὅπως μὴ καταλειφθη̨̃ ἐκει̃ μηδὲ λίθος

17:14 καὶ εἰ̃πεν Αβεσσαλωμ καὶ πα̃ς ἀνὴρ Ισραηλ ἀγαθὴ ἡ βουλὴ Χουσι του̃ Αραχι ὑπὲρ τὴν βουλὴν Αχιτοφελ καὶ κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν Αχιτοφελ τὴν ἀγαθήν ὅπως ἂν ἐπαγάγη̨ κύριος ἐπὶ Αβεσσαλωμ τὰ κακὰ πάντα

17:15 καὶ εἰ̃πεν Χουσι ὁ του̃ Αραχι πρὸς Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερει̃ς οὕτως καὶ οὕτως συνεβούλευσεν Αχιτοφελ τω̨̃ Αβεσσαλωμ καὶ τοι̃ς πρεσβυτέροις Ισραηλ καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ

17:16 καὶ νυ̃ν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τω̨̃ Δαυιδ λέγοντες μὴ αὐλισθη̨̃ς τὴν νύκτα ἐν Αραβωθ τη̃ς ἐρήμου καί γε διαβαίνων σπευ̃σον μήποτε καταπίη̨ τὸν βασιλέα καὶ πάντα τὸν λαὸν τὸν μετ' αὐτου̃

17:17 καὶ Ιωναθαν καὶ Αχιμαας εἱστήκεισαν ἐν τη̨̃ πηγη̨̃ Ρωγηλ καὶ ἐπορεύθη ἡ παιδίσκη καὶ ἀνήγγειλεν αὐτοι̃ς καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσιν τω̨̃ βασιλει̃ Δαυιδ ὅτι οὐκ ἐδύναντο ὀφθη̃ναι του̃ εἰσελθει̃ν εἰς τὴν πόλιν

17:18 καὶ εἰ̃δεν αὐτοὺς παιδάριον καὶ ἀπήγγειλεν τω̨̃ Αβεσσαλωμ καὶ ἐπορεύθησαν οἱ δύο ταχέως καὶ εἰση̃λθαν εἰς οἰκίαν ἀνδρὸς ἐν Βαουριμ καὶ αὐτω̨̃ λάκκος ἐν τη̨̃ αὐλη̨̃ καὶ κατέβησαν ἐκει̃

17:19 καὶ ἔλαβεν ἡ γυνὴ καὶ διεπέτασεν τὸ ἐπικάλυμμα ἐπὶ πρόσωπον του̃ λάκκου καὶ ἔψυξεν ἐπ' αὐτω̨̃ Αραφωθ καὶ οὐκ ἐγνώσθη ῥη̃μα

17:20 καὶ ἠ̃λθαν οἱ παι̃δες Αβεσσαλωμ πρὸς τὴν γυναι̃κα εἰς τὴν οἰκίαν καὶ εἰ̃παν που̃ Αχιμαας καὶ Ιωναθαν καὶ εἰ̃πεν αὐτοι̃ς ἡ γυνή παρη̃λθαν μικρὸν του̃ ὕδατος καὶ ἐζήτησαν καὶ οὐχ εὑ̃ραν καὶ ἀνέστρεψαν εἰς Ιερουσαλημ

17:21 ἐγένετο δὲ μετὰ τὸ ἀπελθει̃ν αὐτοὺς καὶ ἀνέβησαν ἐκ του̃ λάκκου καὶ ἐπορεύθησαν καὶ ἀνήγγειλαν τω̨̃ βασιλει̃ Δαυιδ καὶ εἰ̃παν πρὸς Δαυιδ ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμω̃ν Αχιτοφελ

17:22 καὶ ἀνέστη Δαυιδ καὶ πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ καὶ διέβησαν τὸν Ιορδάνην ἕως του̃ φωτὸς του̃ πρωί ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διη̃λθεν τὸν Ιορδάνην

17:23 καὶ Αχιτοφελ εἰ̃δεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτου̃ καὶ ἐπέσαξεν τὴν ὄνον αὐτου̃ καὶ ἀνέστη καὶ ἀπη̃λθεν εἰς τὸν οἰ̃κον αὐτου̃ εἰς τὴν πόλιν αὐτου̃ καὶ ἐνετείλατο τω̨̃ οἴκω̨ αὐτου̃ καὶ ἀπήγξατο καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν τω̨̃ τάφω̨ του̃ πατρὸς αὐτου̃

17:24 καὶ Δαυιδ διη̃λθεν εἰς Μαναϊμ καὶ Αβεσσαλωμ διέβη τὸν Ιορδάνην αὐτὸς καὶ πα̃ς ἀνὴρ Ισραηλ μετ' αὐτου̃

17:25 καὶ τὸν Αμεσσαϊ κατέστησεν Αβεσσαλωμ ἀντὶ Ιωαβ ἐπὶ τη̃ς δυνάμεως καὶ Αμεσσαϊ υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτω̨̃ Ιοθορ ὁ Ισραηλίτης οὑ̃τος εἰση̃λθεν πρὸς Αβιγαιαν θυγατέρα Ναας ἀδελφὴν Σαρουιας μητρὸς Ιωαβ

17:26 καὶ παρενέβαλεν πα̃ς Ισραηλ καὶ Αβεσσαλωμ εἰς τὴν γη̃ν Γαλααδ

17:27 καὶ ἐγένετο ἡνίκα ἠ̃λθεν Δαυιδ εἰς Μαναϊμ Ουεσβι υἱὸς Ναας ἐκ Ραββαθ υἱω̃ν Αμμων καὶ Μαχιρ υἱὸς Αμιηλ ἐκ Λωδαβαρ καὶ Βερζελλι ὁ Γαλααδίτης ἐκ Ρωγελλιμ

17:28 ἤνεγκαν δέκα κοίτας καὶ ἀμφιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον καὶ κύαμον καὶ φακὸν

17:29 καὶ μέλι καὶ βούτυρον καὶ πρόβατα καὶ Σαφφωθ βοω̃ν καὶ προσήνεγκαν τω̨̃ Δαυιδ καὶ τω̨̃ λαω̨̃ τω̨̃ μετ' αὐτου̃ φαγει̃ν ὅτι εἰ̃παν ὁ λαὸς πεινω̃ν καὶ ἐκλελυμένος καὶ διψω̃ν ἐν τη̨̃ ἐρήμω̨

18:1 καὶ ἐπεσκέψατο Δαυιδ τὸν λαὸν τὸν μετ' αὐτου̃ καὶ κατέστησεν ἐπ' αὐτω̃ν χιλιάρχους καὶ ἑκατοντάρχους

18:2 καὶ ἀπέστειλεν Δαυιδ τὸν λαόν τὸ τρίτον ἐν χειρὶ Ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ Αβεσσα υἱου̃ Σαρουιας ἀδελφου̃ Ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ Εθθι του̃ Γεθθαίου καὶ εἰ̃πεν Δαυιδ πρὸς τὸν λαόν ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ' ὑμω̃ν

18:3 καὶ εἰ̃παν οὐκ ἐξελεύση̨ ὅτι ἐὰν φυγη̨̃ φύγωμεν οὐ θήσουσιν ἐφ' ἡμα̃ς καρδίαν καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμω̃ν οὐ θήσουσιν ἐφ' ἡμα̃ς καρδίαν ὅτι σὺ ὡς ἡμει̃ς δέκα χιλιάδες καὶ νυ̃ν ἀγαθὸν ὅτι ἔση̨ ἡμι̃ν ἐν τη̨̃ πόλει βοήθεια του̃ βοηθει̃ν

18:4 καὶ εἰ̃πεν πρὸς αὐτοὺς ὁ βασιλεύς ὃ ἐὰν ἀρέση̨ ἐν ὀφθαλμοι̃ς ὑμω̃ν ποιήσω καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χει̃ρα τη̃ς πύλης καὶ πα̃ς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας

18:5 καὶ ἐνετείλατο ὁ βασιλεὺς τω̨̃ Ιωαβ καὶ τω̨̃ Αβεσσα καὶ τω̨̃ Εθθι λέγων φείσασθέ μοι του̃ παιδαρίου του̃ Αβεσσαλωμ καὶ πα̃ς ὁ λαὸς ἤκουσεν ἐντελλομένου του̃ βασιλέως πα̃σιν τοι̃ς ἄρχουσιν ὑπὲρ Αβεσσαλωμ

18:6 καὶ ἐξη̃λθεν πα̃ς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξ ἐναντίας Ισραηλ καὶ ἐγένετο ὁ πόλεμος ἐν τω̨̃ δρυμω̨̃ Εφραιμ

18:7 καὶ ἔπταισεν ἐκει̃ ὁ λαὸς Ισραηλ ἐνώπιον τω̃ν παίδων Δαυιδ καὶ ἐγένετο ἡ θραυ̃σις μεγάλη ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἴκοσι χιλιάδες ἀνδρω̃ν

18:8 καὶ ἐγένετο ἐκει̃ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς καὶ ἐπλεόνασεν ὁ δρυμὸς του̃ καταφαγει̃ν ἐκ του̃ λαου̃ ὑπὲρ οὓς κατέφαγεν ἐν τω̨̃ λαω̨̃ ἡ μάχαιρα ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨

18:9 καὶ συνήντησεν Αβεσσαλωμ ἐνώπιον τω̃ν παίδων Δαυιδ καὶ Αβεσσαλωμ ἐπιβεβηκὼς ἐπὶ του̃ ἡμιόνου αὐτου̃ καὶ εἰση̃λθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τη̃ς δρυὸς τη̃ς μεγάλης καὶ ἐκρεμάσθη ἡ κεφαλὴ αὐτου̃ ἐν τη̨̃ δρυί καὶ ἐκρεμάσθη ἀνὰ μέσον του̃ οὐρανου̃ καὶ ἀνὰ μέσον τη̃ς γη̃ς καὶ ὁ ἡμίονος ὑποκάτω αὐτου̃ παρη̃λθεν

18:10 καὶ εἰ̃δεν ἀνὴρ εἱ̃ς καὶ ἀνήγγειλεν Ιωαβ καὶ εἰ̃πεν ἰδοὺ ἑώρακα τὸν Αβεσσαλωμ κρεμάμενον ἐν τη̨̃ δρυί

18:11 καὶ εἰ̃πεν Ιωαβ τω̨̃ ἀνδρὶ τω̨̃ ἀπαγγέλλοντι καὶ ἰδοὺ ἑόρακας τί ὅτι οὐκ ἐπάταξας αὐτὸν εἰς τὴν γη̃ν καὶ ἐγὼ ἂν δεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν

18:12 εἰ̃πεν δὲ ὁ ἀνὴρ πρὸς Ιωαβ καὶ ἐγώ εἰμι ἵστημι ἐπὶ τὰς χει̃ράς μου χιλίους σίκλους ἀργυρίου οὐ μὴ ἐπιβάλω χει̃ρά μου ἐπὶ τὸν υἱὸν του̃ βασιλέως ὅτι ἐν τοι̃ς ὠσὶν ἡμω̃ν ἐνετείλατο ὁ βασιλεὺς σοὶ καὶ Αβεσσα καὶ τω̨̃ Εθθι λέγων φυλάξατέ μοι τὸ παιδάριον τὸν Αβεσσαλωμ

18:13 μὴ ποιη̃σαι ἐν τη̨̃ ψυχη̨̃ αὐτου̃ ἄδικον καὶ πα̃ς ὁ λόγος οὐ λήσεται ἀπὸ του̃ βασιλέως καὶ σὺ στήση̨ ἐξ ἐναντίας

18:14 καὶ εἰ̃πεν Ιωαβ του̃το ἐγὼ ἄρξομαι οὐχ οὕτως μενω̃ ἐνώπιόν σου καὶ ἔλαβεν Ιωαβ τρία βέλη ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἐνέπηξεν αὐτὰ ἐν τη̨̃ καρδία̨ Αβεσσαλωμ ἔτι αὐτου̃ ζω̃ντος ἐν τη̨̃ καρδία̨ τη̃ς δρυὸς

18:15 καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη Ιωαβ καὶ ἐπάταξαν τὸν Αβεσσαλωμ καὶ ἐθανάτωσαν αὐτόν

18:16 καὶ ἐσάλπισεν Ιωαβ ἐν κερατίνη̨ καὶ ἀπέστρεψεν ὁ λαὸς του̃ μὴ διώκειν ὀπίσω Ισραηλ ὅτι ἐφείδετο Ιωαβ του̃ λαου̃

18:17 καὶ ἔλαβεν τὸν Αβεσσαλωμ καὶ ἔρριψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τω̨̃ δρυμω̨̃ εἰς τὸν βόθυνον τὸν μέγαν καὶ ἐστήλωσεν ἐπ' αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα καὶ πα̃ς Ισραηλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτου̃

18:18 καὶ Αβεσσαλωμ ἔτι ζω̃ν καὶ ἔστησεν ἑαυτω̨̃ τὴν στήλην ἐν ἡ̨̃ ἐλήμφθη καὶ ἐστήλωσεν αὐτὴν λαβει̃ν τὴν στήλην τὴν ἐν τη̨̃ κοιλάδι του̃ βασιλέως ὅτι εἰ̃πεν οὐκ ἔστιν αὐτω̨̃ υἱὸς ἕνεκεν του̃ ἀναμνη̃σαι τὸ ὄνομα αὐτου̃ καὶ ἐκάλεσεν τὴν στήλην Χεὶρ Αβεσσαλωμ ἕως τη̃ς ἡμέρας ταύτης

18:19 καὶ Αχιμαας υἱὸς Σαδωκ εἰ̃πεν δράμω δὴ καὶ εὐαγγελιω̃ τω̨̃ βασιλει̃ ὅτι ἔκρινεν αὐτω̨̃ κύριος ἐκ χειρὸς τω̃ν ἐχθρω̃ν αὐτου̃

18:20 καὶ εἰ̃πεν αὐτω̨̃ Ιωαβ οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ καὶ εὐαγγελιη̨̃ ἐν ἡμέρα̨ ἄλλη̨ ἐν δὲ τη̨̃ ἡμέρα̨ ταύτη̨ οὐκ εὐαγγελιη̨̃ οὑ̃ εἵνεκεν ὁ υἱὸς του̃ βασιλέως ἀπέθανεν

18:21 καὶ εἰ̃πεν Ιωαβ τω̨̃ Χουσι βαδίσας ἀνάγγειλον τω̨̃ βασιλει̃ ὅσα εἰ̃δες καὶ προσεκύνησεν Χουσι τω̨̃ Ιωαβ καὶ ἐξη̃λθεν

18:22 καὶ προσέθετο ἔτι Αχιμαας υἱὸς Σαδωκ καὶ εἰ̃πεν πρὸς Ιωαβ καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω του̃ Χουσι καὶ εἰ̃πεν Ιωαβ ἵνα τί του̃το τρέχεις υἱέ μου δευ̃ρο οὐκ ἔστιν σοι εὐαγγελία εἰς ὠφέλειαν πορευομένω̨

18:23 καὶ εἰ̃πεν τί γὰρ ἐὰν δραμου̃μαι καὶ εἰ̃πεν αὐτω̨̃ Ιωαβ δράμε καὶ ἔδραμεν Αχιμαας ὁδὸν τὴν του̃ Κεχαρ καὶ ὑπερέβη τὸν Χουσι

18:24 καὶ Δαυιδ ἐκάθητο ἀνὰ μέσον τω̃ν δύο πυλω̃ν καὶ ἐπορεύθη ὁ σκοπὸς εἰς τὸ δω̃μα τη̃ς πύλης πρὸς τὸ τει̃χος καὶ ἐπη̃ρεν τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ εἰ̃δεν καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτου̃

18:25 καὶ ἀνεβόησεν ὁ σκοπὸς καὶ ἀπήγγειλεν τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν ὁ βασιλεύς εἰ μόνος ἐστίν εὐαγγελία ἐν τω̨̃ στόματι αὐτου̃ καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων

18:26 καὶ εἰ̃δεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τη̨̃ πύλη̨ καὶ εἰ̃πεν ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος καὶ εἰ̃πεν ὁ βασιλεύς καί γε οὑ̃τος εὐαγγελιζόμενος

18:27 καὶ εἰ̃πεν ὁ σκοπός ἐγὼ ὁρω̃ τὸν δρόμον του̃ πρώτου ὡς δρόμον Αχιμαας υἱου̃ Σαδωκ καὶ εἰ̃πεν ὁ βασιλεύς ἀνὴρ ἀγαθὸς οὑ̃τος καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται

18:28 καὶ ἐβόησεν Αχιμαας καὶ εἰ̃πεν πρὸς τὸν βασιλέα εἰρήνη καὶ προσεκύνησεν τω̨̃ βασιλει̃ ἐπὶ πρόσωπον αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ εἰ̃πεν εὐλογητὸς κύριος ὁ θεός σου ὃς ἀπέκλεισεν τοὺς ἄνδρας τοὺς μισου̃ντας τὴν χει̃ρα αὐτω̃ν ἐν τω̨̃ κυρίω̨ μου τω̨̃ βασιλει̃

18:29 καὶ εἰ̃πεν ὁ βασιλεύς εἰρήνη τω̨̃ παιδαρίω̨ τω̨̃ Αβεσσαλωμ καὶ εἰ̃πεν Αχιμαας εἰ̃δον τὸ πλη̃θος τὸ μέγα του̃ ἀποστει̃λαι τὸν δου̃λον του̃ βασιλέως Ιωαβ καὶ τὸν δου̃λόν σου καὶ οὐκ ἔγνων τί ἐκει̃

18:30 καὶ εἰ̃πεν ὁ βασιλεύς ἐπίστρεψον στηλώθητι ὡ̃δε καὶ ἐπεστράφη καὶ ἔστη

18:31 καὶ ἰδοὺ ὁ Χουσι παρεγένετο καὶ εἰ̃πεν τω̨̃ βασιλει̃ εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς ὅτι ἔκρινέν σοι κύριος σήμερον ἐκ χειρὸς πάντων τω̃ν ἐπεγειρομένων ἐπὶ σέ

18:32 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς τὸν Χουσι εἰ εἰρήνη τω̨̃ παιδαρίω̨ τω̨̃ Αβεσσαλωμ καὶ εἰ̃πεν ὁ Χουσι γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὶ του̃ κυρίου μου του̃ βασιλέως καὶ πάντες ὅσοι ἐπανέστησαν ἐπ' αὐτὸν εἰς κακά

19:1 καὶ ἐταράχθη ὁ βασιλεὺς καὶ ἀνέβη εἰς τὸ ὑπερω̨̃ον τη̃ς πύλης καὶ ἔκλαυσεν καὶ οὕτως εἰ̃πεν ἐν τω̨̃ πορεύεσθαι αὐτόν υἱέ μου Αβεσσαλωμ υἱέ μου υἱέ μου Αβεσσαλωμ τίς δώ̨η τὸν θάνατόν μου ἀντὶ σου̃ ἐγὼ ἀντὶ σου̃ Αβεσσαλωμ υἱέ μου υἱέ μου

19:2 καὶ ἀνηγγέλη τω̨̃ Ιωαβ λέγοντες ἰδοὺ ὁ βασιλεὺς κλαίει καὶ πενθει̃ ἐπὶ Αβεσσαλωμ

19:3 καὶ ἐγένετο ἡ σωτηρία ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἰς πένθος παντὶ τω̨̃ λαω̨̃ ὅτι ἤκουσεν ὁ λαὸς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγων ὅτι λυπει̃ται ὁ βασιλεὺς ἐπὶ τω̨̃ υἱω̨̃ αὐτου̃

19:4 καὶ διεκλέπτετο ὁ λαὸς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ του̃ εἰσελθει̃ν εἰς τὴν πόλιν καθὼς διακλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τω̨̃ αὐτοὺς φεύγειν ἐν τω̨̃ πολέμω̨

19:5 καὶ ὁ βασιλεὺς ἔκρυψεν τὸ πρόσωπον αὐτου̃ καὶ ἔκραξεν ὁ βασιλεὺς φωνη̨̃ μεγάλη̨ λέγων υἱέ μου Αβεσσαλωμ Αβεσσαλωμ υἱέ μου

19:6 καὶ εἰση̃λθεν Ιωαβ πρὸς τὸν βασιλέα εἰς τὸν οἰ̃κον καὶ εἰ̃πεν κατή̨σχυνας σήμερον τὸ πρόσωπον πάντων τω̃ν δούλων σου τω̃ν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τω̃ν υἱω̃ν σου καὶ τω̃ν θυγατέρων σου καὶ τὴν ψυχὴν τω̃ν γυναικω̃ν σου καὶ τω̃ν παλλακω̃ν σου

19:7 του̃ ἀγαπα̃ν τοὺς μισου̃ντάς σε καὶ μισει̃ν τοὺς ἀγαπω̃ντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὔκ εἰσιν οἱ ἄρχοντές σου οὐδὲ παι̃δες ὅτι ἔγνωκα σήμερον ὅτι εἰ Αβεσσαλωμ ἔζη πάντες ἡμει̃ς σήμερον νεκροί ὅτι τότε τὸ εὐθὲς ἠ̃ν ἐν ὀφθαλμοι̃ς σου

19:8 καὶ νυ̃ν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τω̃ν δούλων σου ὅτι ἐν κυρίω̨ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύση̨ σήμερον εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σου̃ τὴν νύκτα ταύτην καὶ ἐπίγνωθι σεαυτω̨̃ καὶ κακόν σοι του̃το ὑπὲρ πα̃ν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως του̃ νυ̃ν

19:9 καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τη̨̃ πύλη̨ καὶ πα̃ς ὁ λαὸς ἀνήγγειλαν λέγοντες ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τη̨̃ πύλη̨ καὶ εἰση̃λθεν πα̃ς ὁ λαὸς κατὰ πρόσωπον του̃ βασιλέως καὶ Ισραηλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτου̃

19:10 καὶ ἠ̃ν πα̃ς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαι̃ς Ισραηλ λέγοντες ὁ βασιλεὺς Δαυιδ ἐρρύσατο ἡμα̃ς ἀπὸ πάντων τω̃ν ἐχθρω̃ν ἡμω̃ν καὶ αὐτὸς ἐξείλατο ἡμα̃ς ἐκ χειρὸς ἀλλοφύλων καὶ νυ̃ν πέφευγεν ἀπὸ τη̃ς γη̃ς καὶ ἀπὸ τη̃ς βασιλείας αὐτου̃ ἀπὸ Αβεσσαλωμ

19:11 καὶ Αβεσσαλωμ ὃν ἐχρίσαμεν ἐφ' ἡμω̃ν ἀπέθανεν ἐν τω̨̃ πολέμω̨ καὶ νυ̃ν ἵνα τί ὑμει̃ς κωφεύετε του̃ ἐπιστρέψαι τὸν βασιλέα καὶ τὸ ῥη̃μα παντὸς Ισραηλ ἠ̃λθεν πρὸς τὸν βασιλέα

19:12 καὶ ὁ βασιλεὺς Δαυιδ ἀπέστειλεν πρὸς Σαδωκ καὶ πρὸς Αβιαθαρ τοὺς ἱερει̃ς λέγων λαλήσατε πρὸς τοὺς πρεσβυτέρους Ιουδα λέγοντες ἵνα τί γίνεσθε ἔσχατοι του̃ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ λόγος παντὸς Ισραηλ ἠ̃λθεν πρὸς τὸν βασιλέα

19:13 ἀδελφοί μου ὑμει̃ς ὀστα̃ μου καὶ σάρκες μου ὑμει̃ς καὶ ἵνα τί γίνεσθε ἔσχατοι του̃ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἰ̃κον αὐτου̃

19:14 καὶ τω̨̃ Αμεσσαϊ ἐρει̃τε οὐχὶ ὀστου̃ν μου καὶ σάρξ μου σύ καὶ νυ̃ν τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ μὴ ἄρχων δυνάμεως ἔση̨ ἐνώπιον ἐμου̃ πάσας τὰς ἡμέρας ἀντὶ Ιωαβ

19:15 καὶ ἔκλινεν τὴν καρδίαν παντὸς ἀνδρὸς Ιουδα ὡς ἀνδρὸς ἑνός καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες ἐπιστράφητι σὺ καὶ πάντες οἱ δου̃λοί σου

19:16 καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἠ̃λθεν ἕως του̃ Ιορδάνου καὶ ἄνδρες Ιουδα ἠ̃λθαν εἰς Γαλγαλα του̃ πορεύεσθαι εἰς ἀπαντὴν του̃ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν Ιορδάνην

19:17 καὶ ἐτάχυνεν Σεμεϊ υἱὸς Γηρα υἱου̃ του̃ Ιεμενι ἐκ Βαουριμ καὶ κατέβη μετὰ ἀνδρὸς Ιουδα εἰς ἀπαντὴν του̃ βασιλέως Δαυιδ

19:18 καὶ χίλιοι ἄνδρες μετ' αὐτου̃ ἐκ του̃ Βενιαμιν καὶ Σιβα τὸ παιδάριον του̃ οἴκου Σαουλ καὶ δέκα πέντε υἱοὶ αὐτου̃ μετ' αὐτου̃ καὶ εἴκοσι δου̃λοι αὐτου̃ μετ' αὐτου̃ καὶ κατεύθυναν τὸν Ιορδάνην ἔμπροσθεν του̃ βασιλέως

19:19 καὶ ἐλειτούργησαν τὴν λειτουργίαν του̃ διαβιβάσαι τὸν βασιλέα καὶ διέβη ἡ διάβασις ἐξεγει̃ραι τὸν οἰ̃κον του̃ βασιλέως καὶ του̃ ποιη̃σαι τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς αὐτου̃ καὶ Σεμεϊ υἱὸς Γηρα ἔπεσεν ἐπὶ πρόσωπον αὐτου̃ ἐνώπιον του̃ βασιλέως διαβαίνοντος αὐτου̃ τὸν Ιορδάνην

19:20 καὶ εἰ̃πεν πρὸς τὸν βασιλέα μὴ διαλογισάσθω ὁ κύριός μου ἀνομίαν καὶ μὴ μνησθη̨̃ς ὅσα ἠδίκησεν ὁ παι̃ς σου ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ὁ κύριός μου ὁ βασιλεὺς ἐξεπορεύετο ἐξ Ιερουσαλημ του̃ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτου̃

19:21 ὅτι ἔγνω ὁ δου̃λός σου ὅτι ἐγὼ ἥμαρτον καὶ ἰδοὺ ἐγὼ ἠ̃λθον σήμερον πρότερος παντὸς οἴκου Ιωσηφ του̃ καταβη̃ναι εἰς ἀπαντὴν του̃ κυρίου μου του̃ βασιλέως

19:22 καὶ ἀπεκρίθη Αβεσσα υἱὸς Σαρουιας καὶ εἰ̃πεν μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμεϊ ὅτι κατηράσατο τὸν χριστὸν κυρίου

19:23 καὶ εἰ̃πεν Δαυιδ τί ἐμοὶ καὶ ὑμι̃ν υἱοὶ Σαρουιας ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ Ισραηλ ὅτι οὐκ οἰ̃δα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν Ισραηλ

19:24 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Σεμεϊ οὐ μὴ ἀποθάνη̨ς καὶ ὤμοσεν αὐτω̨̃ ὁ βασιλεύς

19:25 καὶ Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱου̃ Σαουλ κατέβη εἰς ἀπαντὴν του̃ βασιλέως καὶ οὐκ ἐθεράπευσεν τοὺς πόδας αὐτου̃ οὐδὲ ὠνυχίσατο οὐδὲ ἐποίησεν τὸν μύστακα αὐτου̃ καὶ τὰ ἱμάτια αὐτου̃ οὐκ ἔπλυνεν ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἀπη̃λθεν ὁ βασιλεύς ἕως τη̃ς ἡμέρας ἡ̃ς αὐτὸς παρεγένετο ἐν εἰρήνη̨

19:26 καὶ ἐγένετο ὅτε εἰση̃λθεν εἰς Ιερουσαλημ εἰς ἀπάντησιν του̃ βασιλέως καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς τί ὅτι οὐκ ἐπορεύθης μετ' ἐμου̃ Μεμφιβοσθε

19:27 καὶ εἰ̃πεν πρὸς αὐτὸν Μεμφιβοσθε κύριέ μου βασιλευ̃ ὁ δου̃λός μου παρελογίσατό με ὅτι εἰ̃πεν ὁ παι̃ς σου αὐτω̨̃ ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβω̃ ἐπ' αὐτὴν καὶ πορεύσομαι μετὰ του̃ βασιλέως ὅτι χωλὸς ὁ δου̃λός σου

19:28 καὶ μεθώδευσεν ἐν τω̨̃ δούλω̨ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος του̃ θεου̃ καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου

19:29 ὅτι οὐκ ἠ̃ν πα̃ς ὁ οἰ̃κος του̃ πατρός μου ἀλλ' ἢ ὅτι ἄνδρες θανάτου τω̨̃ κυρίω̨ μου τω̨̃ βασιλει̃ καὶ ἔθηκας τὸν δου̃λόν σου ἐν τοι̃ς ἐσθίουσιν τὴν τράπεζάν σου καὶ τί ἐστίν μοι ἔτι δικαίωμα καὶ του̃ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα

19:30 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς ἵνα τί λαλει̃ς ἔτι τοὺς λόγους σου εἰ̃πον σὺ καὶ Σιβα διελει̃σθε τὸν ἀγρόν

19:31 καὶ εἰ̃πεν Μεμφιβοσθε πρὸς τὸν βασιλέα καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνη̨ εἰς τὸν οἰ̃κον αὐτου̃

19:32 καὶ Βερζελλι ὁ Γαλααδίτης κατέβη ἐκ Ρωγελλιμ καὶ διέβη μετὰ του̃ βασιλέως τὸν Ιορδάνην ἐκπέμψαι αὐτὸν τὸν Ιορδάνην

19:33 καὶ Βερζελλι ἀνὴρ πρεσβύτερος σφόδρα υἱὸς ὀγδοήκοντα ἐτω̃ν καὶ αὐτὸς διέθρεψεν τὸν βασιλέα ἐν τω̨̃ οἰκει̃ν αὐτὸν ἐν Μαναϊμ ὅτι ἀνὴρ μέγας ἐστὶν σφόδρα

19:34 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Βερζελλι σὺ διαβήση̨ μετ' ἐμου̃ καὶ διαθρέψω τὸ γη̃ράς σου μετ' ἐμου̃ ἐν Ιερουσαλημ

19:35 καὶ εἰ̃πεν Βερζελλι πρὸς τὸν βασιλέα πόσαι ἡμέραι ἐτω̃ν ζωη̃ς μου ὅτι ἀναβήσομαι μετὰ του̃ βασιλέως εἰς Ιερουσαλημ

19:36 υἱὸς ὀγδοήκοντα ἐτω̃ν ἐγώ εἰμι σήμερον μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθου̃ καὶ κακου̃ ἢ γεύσεται ὁ δου̃λός σου ἔτι ὃ φάγομαι ἢ πίομαι ἢ ἀκούσομαι ἔτι φωνὴν ἀ̨δόντων καὶ ἀ̨δουσω̃ν ἵνα τί ἔσται ἔτι ὁ δου̃λός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα

19:37 ὡς βραχὺ διαβήσεται ὁ δου̃λός σου τὸν Ιορδάνην μετὰ του̃ βασιλέως καὶ ἵνα τί ἀνταποδίδωσίν μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην

19:38 καθισάτω δὴ ὁ δου̃λός σου καὶ ἀποθανου̃μαι ἐν τη̨̃ πόλει μου παρὰ τω̨̃ τάφω̨ του̃ πατρός μου καὶ τη̃ς μητρός μου καὶ ἰδοὺ ὁ δου̃λός σου Χαμααμ διαβήσεται μετὰ του̃ κυρίου μου του̃ βασιλέως καὶ ποίησον αὐτω̨̃ τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου

19:39 καὶ εἰ̃πεν ὁ βασιλεύς μετ' ἐμου̃ διαβήτω Χαμααμ κἀγὼ ποιήσω αὐτω̨̃ τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου καὶ πάντα ὅσα ἐκλέξη̨ ἐπ' ἐμοί ποιήσω σοι

19:40 καὶ διέβη πα̃ς ὁ λαὸς τὸν Ιορδάνην καὶ ὁ βασιλεὺς διέβη καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Βερζελλι καὶ εὐλόγησεν αὐτόν καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτου̃

19:41 καὶ διέβη ὁ βασιλεὺς εἰς Γαλγαλα καὶ Χαμααμ διέβη μετ' αὐτου̃ καὶ πα̃ς ὁ λαὸς Ιουδα διαβαίνοντες μετὰ του̃ βασιλέως καί γε τὸ ἥμισυ του̃ λαου̃ Ισραηλ

19:42 καὶ ἰδοὺ πα̃ς ἀνὴρ Ισραηλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἰ̃πον πρὸς τὸν βασιλέα τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμω̃ν ἀνὴρ Ιουδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἰ̃κον αὐτου̃ τὸν Ιορδάνην καὶ πάντες ἄνδρες Δαυιδ μετ' αὐτου̃

19:43 καὶ ἀπεκρίθη πα̃ς ἀνὴρ Ιουδα πρὸς ἄνδρα Ισραηλ καὶ εἰ̃παν διότι ἐγγίζει πρός με ὁ βασιλεύς καὶ ἵνα τί οὕτως ἐθυμώθης περὶ του̃ λόγου τούτου μὴ βρώσει ἐφάγαμεν ἐκ του̃ βασιλέως ἢ δόμα ἔδωκεν ἢ ἄρσιν ἠ̃ρεν ἡμι̃ν

19:44 καὶ ἀπεκρίθη ἀνὴρ Ισραηλ τω̨̃ ἀνδρὶ Ιουδα καὶ εἰ̃πεν δέκα χει̃ρές μοι ἐν τω̨̃ βασιλει̃ καὶ πρωτότοκος ἐγὼ ἢ σύ καί γε ἐν τω̨̃ Δαυιδ εἰμὶ ὑπὲρ σέ καὶ ἵνα τί του̃το ὕβρισάς με καὶ οὐκ ἐλογίσθη ὁ λόγος μου πρω̃τός μοι του̃ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς Ιουδα ὑπὲρ τὸν λόγον ἀνδρὸς Ισραηλ

20:1 καὶ ἐκει̃ ἐπικαλούμενος υἱὸς παράνομος καὶ ὄνομα αὐτω̨̃ Σαβεε υἱὸς Βοχορι ἀνὴρ ὁ Ιεμενι καὶ ἐσάλπισεν ἐν τη̨̃ κερατίνη̨ καὶ εἰ̃πεν οὐκ ἔστιν ἡμι̃ν μερὶς ἐν Δαυιδ οὐδὲ κληρονομία ἡμι̃ν ἐν τω̨̃ υἱω̨̃ Ιεσσαι ἀνὴρ εἰς τὰ σκηνώματά σου Ισραηλ

20:2 καὶ ἀνέβη πα̃ς ἀνὴρ Ισραηλ ἀπὸ ὄπισθεν Δαυιδ ὀπίσω Σαβεε υἱου̃ Βοχορι καὶ ἀνὴρ Ιουδα ἐκολλήθη τω̨̃ βασιλει̃ αὐτω̃ν ἀπὸ του̃ Ιορδάνου καὶ ἕως Ιερουσαλημ

20:3 καὶ εἰση̃λθεν Δαυιδ εἰς τὸν οἰ̃κον αὐτου̃ εἰς Ιερουσαλημ καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναι̃κας τὰς παλλακὰς αὐτου̃ ἃς ἀφη̃κεν φυλάσσειν τὸν οἰ̃κον καὶ ἔδωκεν αὐτὰς ἐν οἴκω̨ φυλακη̃ς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰση̃λθεν καὶ ἠ̃σαν συνεχόμεναι ἕως ἡμέρας θανάτου αὐτω̃ν χη̃ραι ζω̃σαι

20:4 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Αμεσσαϊ βόησόν μοι τὸν ἄνδρα Ιουδα τρει̃ς ἡμέρας σὺ δὲ αὐτου̃ στη̃θι

20:5 καὶ ἐπορεύθη Αμεσσαϊ του̃ βοη̃σαι τὸν Ιουδαν καὶ ἐχρόνισεν ἀπὸ του̃ καιρου̃ οὑ̃ ἐτάξατο αὐτω̨̃ Δαυιδ

20:6 καὶ εἰ̃πεν Δαυιδ πρὸς Αβεσσα νυ̃ν κακοποιήσει ἡμα̃ς Σαβεε υἱὸς Βοχορι ὑπὲρ Αβεσσαλωμ καὶ νυ̃ν σὺ λαβὲ μετὰ σεαυτου̃ τοὺς παι̃δας του̃ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτου̃ μήποτε ἑαυτω̨̃ εὕρη̨ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμω̃ν

20:7 καὶ ἐξη̃λθον ὀπίσω αὐτου̃ οἱ ἄνδρες Ιωαβ καὶ ὁ Χερεθθι καὶ ὁ Φελεθθι καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξη̃λθαν ἐξ Ιερουσαλημ διω̃ξαι ὀπίσω Σαβεε υἱου̃ Βοχορι

20:8 καὶ αὐτοὶ παρὰ τω̨̃ λίθω̨ τω̨̃ μεγάλω̨ τω̨̃ ἐν Γαβαων καὶ Αμεσσαϊ εἰση̃λθεν ἔμπροσθεν αὐτω̃ν καὶ Ιωαβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτου̃ καὶ ἐπ' αὐτω̨̃ περιεζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τη̃ς ὀσφύος αὐτου̃ ἐν κολεω̨̃ αὐτη̃ς καὶ ἡ μάχαιρα ἐξη̃λθεν καὶ ἔπεσεν

20:9 καὶ εἰ̃πεν Ιωαβ τω̨̃ Αμεσσαϊ εἰ ὑγιαίνεις σύ ἀδελφέ καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ιωαβ του̃ πώγωνος Αμεσσαϊ του̃ καταφιλη̃σαι αὐτόν

20:10 καὶ Αμεσσαϊ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τη̨̃ χειρὶ Ιωαβ καὶ ἔπαισεν αὐτὸν ἐν αὐτη̨̃ Ιωαβ εἰς τὴν ψόαν καὶ ἐξεχύθη ἡ κοιλία αὐτου̃ εἰς τὴν γη̃ν καὶ οὐκ ἐδευτέρωσεν αὐτω̨̃ καὶ ἀπέθανεν καὶ Ιωαβ καὶ Αβεσσα ὁ ἀδελφὸς αὐτου̃ ἐδίωξεν ὀπίσω Σαβεε υἱου̃ Βοχορι

20:11 καὶ ἀνὴρ ἔστη ἐπ' αὐτὸν τω̃ν παιδαρίων Ιωαβ καὶ εἰ̃πεν τίς ὁ βουλόμενος Ιωαβ καὶ τίς του̃ Δαυιδ ὀπίσω Ιωαβ

20:12 καὶ Αμεσσαϊ πεφυρμένος ἐν τω̨̃ αἵματι ἐν μέσω̨ τη̃ς τρίβου καὶ εἰ̃δεν ὁ ἀνὴρ ὅτι εἱστήκει πα̃ς ὁ λαός καὶ ἀπέστρεψεν τὸν Αμεσσαϊ ἐκ τη̃ς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ' αὐτὸν ἱμάτιον καθότι εἰ̃δεν πάντα τὸν ἐρχόμενον ἐπ' αὐτὸν ἑστηκότα

20:13 ἡνίκα δὲ ἔφθασεν ἐκ τη̃ς τρίβου παρη̃λθεν πα̃ς ἀνὴρ Ισραηλ ὀπίσω Ιωαβ του̃ διω̃ξαι ὀπίσω Σαβεε υἱου̃ Βοχορι

20:14 καὶ διη̃λθεν ἐν πάσαις φυλαι̃ς Ισραηλ εἰς Αβελ καὶ εἰς Βαιθμαχα καὶ πάντες ἐν Χαρρι καὶ ἐξεκκλησιάσθησαν καὶ ἠ̃λθον κατόπισθεν αὐτου̃

20:15 καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ' αὐτὸν τὴν Αβελ καὶ τὴν Βαιθμαχα καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν καὶ ἔστη ἐν τω̨̃ προτειχίσματι καὶ πα̃ς ὁ λαὸς ὁ μετὰ Ιωαβ ἐνοου̃σαν καταβαλει̃ν τὸ τει̃χος

20:16 καὶ ἐβόησεν γυνὴ σοφὴ ἐκ του̃ τείχους καὶ εἰ̃πεν ἀκούσατε ἀκούσατε εἴπατε δὴ πρὸς Ιωαβ ἔγγισον ἕως ὡ̃δε καὶ λαλήσω πρὸς αὐτόν

20:17 καὶ προσήγγισεν πρὸς αὐτήν καὶ εἰ̃πεν ἡ γυνή εἰ σὺ εἰ̃ Ιωαβ ὁ δὲ εἰ̃πεν ἐγώ εἰ̃πεν δὲ αὐτω̨̃ ἄκουσον τοὺς λόγους τη̃ς δούλης σου καὶ εἰ̃πεν Ιωαβ ἀκούω ἐγώ εἰμι

20:18 καὶ εἰ̃πεν λέγουσα λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες ἠρωτημένος ἠρωτήθη ἐν τη̨̃ Αβελ καὶ ἐν Δαν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ του̃ Ισραηλ ἐρωτω̃ντες ἐπερωτήσουσιν ἐν Αβελ καὶ οὕτως εἰ ἐξέλιπον

20:19 ἐγώ εἰμι εἰρηνικὰ τω̃ν στηριγμάτων Ισραηλ σὺ δὲ ζητει̃ς θανατω̃σαι πόλιν καὶ μητρόπολιν ἐν Ισραηλ ἵνα τί καταποντίζεις κληρονομίαν κυρίου

20:20 καὶ ἀπεκρίθη Ιωαβ καὶ εἰ̃πεν ἵλεώς μοι ἵλεώς μοι εἰ καταποντιω̃ καὶ εἰ διαφθερω̃

20:21 οὐχ οὑ̃τος ὁ λόγος ὅτι ἀνὴρ ἐξ ὄρους Εφραιμ Σαβεε υἱὸς Βοχορι ὄνομα αὐτου̃ καὶ ἐπη̃ρεν τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὸν βασιλέα Δαυιδ δότε αὐτόν μοι μόνον καὶ ἀπελεύσομαι ἀπάνωθεν τη̃ς πόλεως καὶ εἰ̃πεν ἡ γυνὴ πρὸς Ιωαβ ἰδοὺ ἡ κεφαλὴ αὐτου̃ ῥιφήσεται πρὸς σὲ διὰ του̃ τείχους

20:22 καὶ εἰση̃λθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησεν πρὸς πα̃σαν τὴν πόλιν ἐν τη̨̃ σοφία̨ αὐτη̃ς καὶ ἀφει̃λεν τὴν κεφαλὴν Σαβεε υἱου̃ Βοχορι καὶ ἔβαλεν πρὸς Ιωαβ καὶ ἐσάλπισεν ἐν κερατίνη̨ καὶ διεσπάρησαν ἀπὸ τη̃ς πόλεως ἀνὴρ εἰς τὰ σκηνώματα αὐτου̃ καὶ Ιωαβ ἀπέστρεψεν εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα

20:23 καὶ Ιωαβ πρὸς πάση̨ τη̨̃ δυνάμει Ισραηλ καὶ Βαναιας υἱὸς Ιωδαε ἐπὶ του̃ Χερεθθι καὶ ἐπὶ του̃ Φελεθθι

20:24 καὶ Αδωνιραμ ἐπὶ του̃ φόρου καὶ Ιωσαφατ υἱὸς Αχιλουθ ἀναμιμνή̨σκων

20:25 καὶ Σουσα γραμματεύς καὶ Σαδωκ καὶ Αβιαθαρ ἱερει̃ς

20:26 καί γε Ιρας ὁ Ιαριν ἠ̃ν ἱερεὺς του̃ Δαυιδ

21:1 καὶ ἐγένετο λιμὸς ἐν ται̃ς ἡμέραις Δαυιδ τρία ἔτη ἐνιαυτὸς ἐχόμενος ἐνιαυτου̃ καὶ ἐζήτησεν Δαυιδ τὸ πρόσωπον του̃ κυρίου καὶ εἰ̃πεν κύριος ἐπὶ Σαουλ καὶ ἐπὶ τὸν οἰ̃κον αὐτου̃ ἀδικία διὰ τὸ αὐτὸν θανάτω̨ αἱμάτων περὶ οὑ̃ ἐθανάτωσεν τοὺς Γαβαωνίτας

21:2 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Δαυιδ τοὺς Γαβαωνίτας καὶ εἰ̃πεν πρὸς αὐτούς καὶ οἱ Γαβαωνι̃ται οὐχ υἱοὶ Ισραηλ εἰσίν ὅτι ἀλλ' ἢ ἐκ του̃ λείμματος του̃ Αμορραίου καὶ οἱ υἱοὶ Ισραηλ ὤμοσαν αὐτοι̃ς καὶ ἐζήτησεν Σαουλ πατάξαι αὐτοὺς ἐν τω̨̃ ζηλω̃σαι αὐτὸν τοὺς υἱοὺς Ισραηλ καὶ Ιουδα

21:3 καὶ εἰ̃πεν Δαυιδ πρὸς τοὺς Γαβαωνίτας τί ποιήσω ὑμι̃ν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν κυρίου

21:4 καὶ εἰ̃παν αὐτω̨̃ οἱ Γαβαωνι̃ται οὐκ ἔστιν ἡμι̃ν ἀργύριον καὶ χρυσίον μετὰ Σαουλ καὶ μετὰ του̃ οἴκου αὐτου̃ καὶ οὐκ ἔστιν ἡμι̃ν ἀνὴρ θανατω̃σαι ἐν Ισραηλ καὶ εἰ̃πεν τί ὑμει̃ς λέγετε καὶ ποιήσω ὑμι̃ν

21:5 καὶ εἰ̃παν πρὸς τὸν βασιλέα ὁ ἀνὴρ συνετέλεσεν ἐφ' ἡμα̃ς καὶ ἐδίωξεν ἡμα̃ς ὃς παρελογίσατο ἐξολεθρευ̃σαι ἡμα̃ς ἀφανίσωμεν αὐτὸν του̃ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίω̨ Ισραηλ

21:6 δότω ἡμι̃ν ἑπτὰ ἄνδρας ἐκ τω̃ν υἱω̃ν αὐτου̃ καὶ ἐξηλιάσωμεν αὐτοὺς τω̨̃ κυρίω̨ ἐν Γαβαων Σαουλ ἐκλεκτοὺς κυρίου καὶ εἰ̃πεν ὁ βασιλεύς ἐγὼ δώσω

21:7 καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθε υἱὸν Ιωναθαν υἱου̃ Σαουλ διὰ τὸν ὅρκον κυρίου τὸν ἀνὰ μέσον αὐτω̃ν ἀνὰ μέσον Δαυιδ καὶ ἀνὰ μέσον Ιωναθαν υἱου̃ Σαουλ

21:8 καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ρεσφα θυγατρὸς Αια οὓς ἔτεκεν τω̨̃ Σαουλ τὸν Ερμωνι καὶ τὸν Μεμφιβοσθε καὶ τοὺς πέντε υἱοὺς Μιχολ θυγατρὸς Σαουλ οὓς ἔτεκεν τω̨̃ Εσριηλ υἱω̨̃ Βερζελλι τω̨̃ Μοουλαθι

21:9 καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τω̃ν Γαβαωνιτω̃ν καὶ ἐξηλίασαν αὐτοὺς ἐν τω̨̃ ὄρει ἔναντι κυρίου καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμου̃ ἐν πρώτοις ἐν ἀρχη̨̃ θερισμου̃ κριθω̃ν

21:10 καὶ ἔλαβεν Ρεσφα θυγάτηρ Αια τὸν σάκκον καὶ ἔπηξεν αὑτη̨̃ πρὸς τὴν πέτραν ἐν ἀρχη̨̃ θερισμου̃ κριθω̃ν ἕως ἔσταξεν ἐπ' αὐτοὺς ὕδωρ ἐκ του̃ οὐρανου̃ καὶ οὐκ ἔδωκεν τὰ πετεινὰ του̃ οὐρανου̃ καταπαυ̃σαι ἐπ' αὐτοὺς ἡμέρας καὶ τὰ θηρία του̃ ἀγρου̃ νυκτός

21:11 καὶ ἀπηγγέλη τω̨̃ Δαυιδ ὅσα ἐποίησεν Ρεσφα θυγάτηρ Αια παλλακὴ Σαουλ καὶ ἐξελύθησαν καὶ κατέλαβεν αὐτοὺς Δαν υἱὸς Ιωα ἐκ τω̃ν ἀπογόνων τω̃ν γιγάντων

21:12 καὶ ἐπορεύθη Δαυιδ καὶ ἔλαβεν τὰ ὀστα̃ Σαουλ καὶ τὰ ὀστα̃ Ιωναθαν του̃ υἱου̃ αὐτου̃ παρὰ τω̃ν ἀνδρω̃ν υἱω̃ν Ιαβις Γαλααδ οἳ ἔκλεψαν αὐτοὺς ἐκ τη̃ς πλατείας Βαιθσαν ὅτι ἔστησαν αὐτοὺς ἐκει̃ οἱ ἀλλόφυλοι ἐν ἡμέρα̨ ἡ̨̃ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαουλ ἐν Γελβουε

21:13 καὶ ἀνήνεγκεν ἐκει̃θεν τὰ ὀστα̃ Σαουλ καὶ τὰ ὀστα̃ Ιωναθαν του̃ υἱου̃ αὐτου̃ καὶ συνήγαγεν τὰ ὀστα̃ τω̃ν ἐξηλιασμένων

21:14 καὶ ἔθαψαν τὰ ὀστα̃ Σαουλ καὶ τὰ ὀστα̃ Ιωναθαν του̃ υἱου̃ αὐτου̃ καὶ τω̃ν ἡλιασθέντων ἐν γη̨̃ Βενιαμιν ἐν τη̨̃ πλευρα̨̃ ἐν τω̨̃ τάφω̨ Κις του̃ πατρὸς αὐτου̃ καὶ ἐποίησαν πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς καὶ ἐπήκουσεν ὁ θεὸς τη̨̃ γη̨̃ μετὰ ταυ̃τα

21:15 καὶ ἐγενήθη ἔτι πόλεμος τοι̃ς ἀλλοφύλοις μετὰ Ισραηλ καὶ κατέβη Δαυιδ καὶ οἱ παι̃δες αὐτου̃ μετ' αὐτου̃ καὶ ἐπολέμησαν μετὰ τω̃ν ἀλλοφύλων καὶ ἐξελύθη Δαυιδ

21:16 καὶ Ιεσβι ὃς ἠ̃ν ἐν τοι̃ς ἐκγόνοις του̃ Ραφα καὶ ὁ σταθμὸς του̃ δόρατος αὐτου̃ τριακοσίων σίκλων ὁλκὴ χαλκου̃ καὶ αὐτὸς περιεζωσμένος κορύνην καὶ διενοει̃το πατάξαι τὸν Δαυιδ

21:17 καὶ ἐβοήθησεν αὐτω̨̃ Αβεσσα υἱὸς Σαρουιας καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν τότε ὤμοσαν οἱ ἄνδρες Δαυιδ λέγοντες οὐκ ἐξελεύση̨ ἔτι μεθ' ἡμω̃ν εἰς πόλεμον καὶ οὐ μὴ σβέση̨ς τὸν λύχνον Ισραηλ

21:18 καὶ ἐγενήθη μετὰ ταυ̃τα ἔτι πόλεμος ἐν Γεθ μετὰ τω̃ν ἀλλοφύλων τότε ἐπάταξεν Σεβοχα ὁ Αστατωθι τὸν Σεφ τὸν ἐν τοι̃ς ἐκγόνοις του̃ Ραφα

21:19 καὶ ἐγένετο ὁ πόλεμος ἐν Γοβ μετὰ τω̃ν ἀλλοφύλων καὶ ἐπάταξεν Ελεαναν υἱὸς Αριωργιμ ὁ Βαιθλεεμίτης τὸν Γολιαθ τὸν Γεθθαι̃ον καὶ τὸ ξύλον του̃ δόρατος αὐτου̃ ὡς ἀντίον ὑφαινόντων

21:20 καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεθ καὶ ἠ̃ν ἀνὴρ Μαδων καὶ οἱ δάκτυλοι τω̃ν χειρω̃ν αὐτου̃ καὶ οἱ δάκτυλοι τω̃ν ποδω̃ν αὐτου̃ ἓξ καὶ ἕξ εἴκοσι τέσσαρες ἀριθμω̨̃ καί γε αὐτὸς ἐτέχθη τω̨̃ Ραφα

21:21 καὶ ὠνείδισεν τὸν Ισραηλ καὶ ἐπάταξεν αὐτὸν Ιωναθαν υἱὸς Σεμεϊ ἀδελφου̃ Δαυιδ

21:22 οἱ τέσσαρες οὑ̃τοι ἐτέχθησαν ἀπόγονοι τω̃ν γιγάντων ἐν Γεθ τω̨̃ Ραφα οἰ̃κος καὶ ἔπεσαν ἐν χειρὶ Δαυιδ καὶ ἐν χειρὶ τω̃ν δούλων αὐτου̃

22:1 καὶ ἐλάλησεν Δαυιδ τω̨̃ κυρίω̨ τοὺς λόγους τη̃ς ὠ̨δη̃ς ταύτης ἐν ἡ̨̃ ἡμέρα̨ ἐξείλατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τω̃ν ἐχθρω̃ν αὐτου̃ καὶ ἐκ χειρὸς Σαουλ

22:2 καὶ εἰ̃πεν κύριε πέτρα μου καὶ ὀχύρωμά μου καὶ ἐξαιρούμενός με ἐμοί

22:3 ὁ θεός μου φύλαξ ἔσται μου πεποιθὼς ἔσομαι ἐπ' αὐτω̨̃ ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου ἀντιλήμπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου ἐξ ἀδίκου σώσεις με

22:4 αἰνετὸν ἐπικαλέσομαι κύριον καὶ ἐκ τω̃ν ἐχθρω̃ν μου σωθήσομαι

22:5 ὅτι περιέσχον με συντριμμοὶ θανάτου χείμαρροι ἀνομίας ἐθάμβησάν με

22:6 ὠδι̃νες θανάτου ἐκύκλωσάν με προέφθασάν με σκληρότητες θανάτου

22:7 ἐν τω̨̃ θλίβεσθαί με ἐπικαλέσομαι κύριον καὶ πρὸς τὸν θεόν μου βοήσομαι καὶ ἐπακούσεται ἐκ ναου̃ αὐτου̃ φωνη̃ς μου καὶ ἡ κραυγή μου ἐν τοι̃ς ὠσὶν αὐτου̃

22:8 καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γη̃ καὶ τὰ θεμέλια του̃ οὐρανου̃ συνεταράχθησαν καὶ ἐσπαράχθησαν ὅτι ἐθυμώθη κύριος αὐτοι̃ς

22:9 ἀνέβη καπνὸς ἐν τη̨̃ ὀργη̨̃ αὐτου̃ καὶ πυ̃ρ ἐκ στόματος αὐτου̃ κατέδεται ἄνθρακες ἐξεκαύθησαν ἀπ' αὐτου̃

22:10 καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη καὶ γνόφος ὑποκάτω τω̃ν ποδω̃ν αὐτου̃

22:11 καὶ ἐπεκάθισεν ἐπὶ Χερουβιν καὶ ἐπετάσθη καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου

22:12 καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτου̃ κύκλω̨ αὐτου̃ ἡ σκηνὴ αὐτου̃ σκότος ὑδάτων ἐπάχυνεν ἐν νεφέλαις ἀέρος

22:13 ἀπὸ του̃ φέγγους ἐναντίον αὐτου̃ ἐξεκαύθησαν ἄνθρακες πυρός

22:14 ἐβρόντησεν ἐξ οὐρανου̃ κύριος καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτου̃

22:15 καὶ ἀπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτούς ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς

22:16 καὶ ὤφθησαν ἀφέσεις θαλάσσης καὶ ἀπεκαλύφθη θεμέλια τη̃ς οἰκουμένης ἐν τη̨̃ ἐπιτιμήσει κυρίου ἀπὸ πνοη̃ς πνεύματος θυμου̃ αὐτου̃

22:17 ἀπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με εἵλκυσέν με ἐξ ὑδάτων πολλω̃ν

22:18 ἐρρύσατό με ἐξ ἐχθρω̃ν μου ἰσχύος ἐκ τω̃ν μισούντων με ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ

22:19 προέφθασάν με ἐν ἡμέρα̨ θλίψεώς μου καὶ ἐγένετο κύριος ἐπιστήριγμά μου

22:20 καὶ ἐξήγαγέν με εἰς πλατυσμὸν καὶ ἐξείλατό με ὅτι εὐδόκησεν ἐν ἐμοί

22:21 καὶ ἀνταπέδωκέν μοι κύριος κατὰ τὴν δικαιοσύνην μου κατὰ τὴν καθαριότητα τω̃ν χειρω̃ν μου ἀνταπέδωκέν μοι

22:22 ὅτι ἐφύλαξα ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ του̃ θεου̃ μου

22:23 ὅτι πάντα τὰ κρίματα αὐτου̃ κατεναντίον μου καὶ τὰ δικαιώματα αὐτου̃ οὐκ ἀπέστην ἀπ' αὐτω̃ν

22:24 καὶ ἔσομαι ἄμωμος αὐτω̨̃ καὶ προφυλάξομαι ἀπὸ τη̃ς ἀνομίας μου

22:25 καὶ ἀποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τω̃ν χειρω̃ν μου ἐνώπιον τω̃ν ὀφθαλμω̃ν αὐτου̃

22:26 μετὰ ὁσίου ὁσιωθήση̨ καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήση̨

22:27 καὶ μετὰ ἐκλεκτου̃ ἐκλεκτὸς ἔση̨ καὶ μετὰ στρεβλου̃ στρεβλωθήση̨

22:28 καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις

22:29 ὅτι σὺ ὁ λύχνος μου κύριε καὶ κύριος ἐκλάμψει μοι τὸ σκότος μου

22:30 ὅτι ἐν σοὶ δραμου̃μαι μονόζωνος καὶ ἐν τω̨̃ θεω̨̃ μου ὑπερβήσομαι τει̃χος

22:31 ὁ ἰσχυρός ἄμωμος ἡ ὁδὸς αὐτου̃ τὸ ῥη̃μα κυρίου κραταιόν πεπυρωμένον ὑπερασπιστής ἐστιν πα̃σιν τοι̃ς πεποιθόσιν ἐπ' αὐτω̨̃

22:32 τίς ἰσχυρὸς πλὴν κυρίου καὶ τίς κτίστης ἔσται πλὴν του̃ θεου̃ ἡμω̃ν

22:33 ὁ ἰσχυρὸς ὁ κραταιω̃ν με δυνάμει καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου

22:34 τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων καὶ ἐπὶ τὰ ὕψη ἱστω̃ν με

22:35 διδάσκων χει̃ράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκου̃ν ἐν βραχίονί μου

22:36 καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου καὶ ἡ ὑπακοή σου ἐπλήθυνέν με

22:37 εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου

22:38 διώξω ἐχθρούς μου καὶ ἀφανιω̃ αὐτοὺς καὶ οὐκ ἀναστρέψω ἕως συντελέσω αὐτούς

22:39 καὶ θλάσω αὐτούς καὶ οὐκ ἀναστήσονται καὶ πεσου̃νται ὑπὸ τοὺς πόδας μου

22:40 καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον κάμψεις τοὺς ἐπανιστανομένους μοι ὑποκάτω μου

22:41 καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νω̃τον τοὺς μισου̃ντάς με καὶ ἐθανάτωσας αὐτούς

22:42 βοήσονται καὶ οὐκ ἔστιν βοηθός πρὸς κύριον καὶ οὐχ ὑπήκουσεν αὐτω̃ν

22:43 καὶ ἐλέανα αὐτοὺς ὡς χου̃ν γη̃ς ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς

22:44 καὶ ῥύση̨ με ἐκ μάχης λαω̃ν φυλάξεις με εἰς κεφαλὴν ἐθνω̃ν λαός ὃν οὐκ ἔγνων ἐδούλευσάν μοι

22:45 υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου

22:46 υἱοὶ ἀλλότριοι ἀπορριφήσονται καὶ σφαλου̃σιν ἐκ τω̃ν συγκλεισμω̃ν αὐτω̃ν

22:47 ζη̨̃ κύριος καὶ εὐλογητὸς ὁ φύλαξ μου καὶ ὑψωθήσεται ὁ θεός μου ὁ φύλαξ τη̃ς σωτηρίας μου

22:48 ἰσχυρὸς κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί παιδεύων λαοὺς ὑποκάτω μου

22:49 καὶ ἐξάγων με ἐξ ἐχθρω̃ν μου καὶ ἐκ τω̃ν ἐπεγειρομένων μοι ὑψώσεις με ἐξ ἀνδρὸς ἀδικημάτων ῥύση̨ με

22:50 διὰ του̃το ἐξομολογήσομαί σοι κύριε ἐν τοι̃ς ἔθνεσιν καὶ ἐν τω̨̃ ὀνόματί σου ψαλω̃

22:51 μεγαλύνων σωτηρίας βασιλέως αὐτου̃ καὶ ποιω̃ν ἔλεος τω̨̃ χριστω̨̃ αὐτου̃ τω̨̃ Δαυιδ καὶ τω̨̃ σπέρματι αὐτου̃ ἕως αἰω̃νος

23:1 καὶ οὑ̃τοι οἱ λόγοι Δαυιδ οἱ ἔσχατοι πιστὸς Δαυιδ υἱὸς Ιεσσαι καὶ πιστὸς ἀνήρ ὃν ἀνέστησεν κύριος ἐπὶ χριστὸν θεου̃ Ιακωβ καὶ εὐπρεπει̃ς ψαλμοὶ Ισραηλ

23:2 πνευ̃μα κυρίου ἐλάλησεν ἐν ἐμοί καὶ ὁ λόγος αὐτου̃ ἐπὶ γλώσσης μου

23:3 λέγει ὁ θεὸς Ισραηλ ἐμοὶ ἐλάλησεν φύλαξ Ισραηλ παραβολὴν εἰπόν ἐν ἀνθρώπω̨ πω̃ς κραταιώσητε φόβον θεου̃

23:4 καὶ ἐν θεω̨̃ φωτὶ πρωίας ἀνατείλαι ἥλιος τὸ πρωὶ οὐ παρη̃λθεν ἐκ φέγγους καὶ ὡς ἐξ ὑετου̃ χλόης ἀπὸ γη̃ς

23:5 οὐ γὰρ οὕτως ὁ οἰ̃κός μου μετὰ ἰσχυρου̃ διαθήκην γὰρ αἰώνιον ἔθετό μοι ἑτοίμην ἐν παντὶ καιρω̨̃ πεφυλαγμένην ὅτι πα̃σα σωτηρία μου καὶ πα̃ν θέλημα ὅτι οὐ μὴ βλαστήση̨ ὁ παράνομος

23:6 ὥσπερ ἄκανθα ἐξωσμένη πάντες αὐτοί ὅτι οὐ χειρὶ λημφθήσονται

23:7 καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοι̃ς καὶ πλη̃ρες σιδήρου καὶ ξύλον δόρατος καὶ ἐν πυρὶ καύσει καυθήσονται αἰσχύνη̨ αὐτω̃ν

23:8 ταυ̃τα τὰ ὀνόματα τω̃ν δυνατω̃ν Δαυιδ Ιεβοσθε ὁ Χαναναι̃ος ἄρχων του̃ τρίτου ἐστίν Αδινων ὁ Ασωναι̃ος οὑ̃τος ἐσπάσατο τὴν ῥομφαίαν αὐτου̃ ἐπὶ ὀκτακοσίους τραυματίας εἰς ἅπαξ

23:9 καὶ μετ' αὐτὸν Ελεαζαρ υἱὸς πατραδέλφου αὐτου̃ υἱὸς Σουσίτου ἐν τοι̃ς τρισὶν δυνατοι̃ς οὑ̃τος ἠ̃ν μετὰ Δαυιδ ἐν Σερραν καὶ ἐν τω̨̃ ὀνειδίσαι αὐτὸν ἐν τοι̃ς ἀλλοφύλοις συνήχθησαν ἐκει̃ εἰς πόλεμον καὶ ἀνέβησαν ἀνὴρ Ισραηλ

23:10 αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοι̃ς ἀλλοφύλοις ἕως οὑ̃ ἐκοπίασεν ἡ χεὶρ αὐτου̃ καὶ προσεκολλήθη ἡ χεὶρ αὐτου̃ πρὸς τὴν μάχαιραν καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτου̃ πλὴν ἐκδιδύσκειν

23:11 καὶ μετ' αὐτὸν Σαμαια υἱὸς Ασα ὁ Αρουχαι̃ος καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία καὶ ἠ̃ν ἐκει̃ μερὶς του̃ ἀγρου̃ πλήρης φακου̃ καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων

23:12 καὶ ἐστηλώθη ἐν μέσω̨ τη̃ς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην

23:13 καὶ κατέβησαν τρει̃ς ἀπὸ τω̃ν τριάκοντα καὶ ἠ̃λθον εἰς Κασων πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ καὶ τάγμα τω̃ν ἀλλοφύλων παρενέβαλον ἐν τη̨̃ κοιλάδι Ραφαϊμ

23:14 καὶ Δαυιδ τότε ἐν τη̨̃ περιοχη̨̃ καὶ τὸ ὑπόστημα τω̃ν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ

23:15 καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἰ̃πεν τίς ποτιει̃ με ὕδωρ ἐκ του̃ λάκκου του̃ ἐν Βαιθλεεμ του̃ ἐν τη̨̃ πύλη̨ τὸ δὲ σύστημα τω̃ν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ

23:16 καὶ διέρρηξαν οἱ τρει̃ς δυνατοὶ ἐν τη̨̃ παρεμβολη̨̃ τω̃ν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ του̃ λάκκου του̃ ἐν Βαιθλεεμ του̃ ἐν τη̨̃ πύλη̨ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυιδ καὶ οὐκ ἠθέλησεν πιει̃ν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τω̨̃ κυρίω̨

23:17 καὶ εἰ̃πεν ἵλεώς μοι κύριε του̃ ποιη̃σαι του̃το εἰ αἱ̃μα τω̃ν ἀνδρω̃ν τω̃ν πορευθέντων ἐν ται̃ς ψυχαι̃ς αὐτω̃ν πίομαι καὶ οὐκ ἠθέλησεν πιει̃ν αὐτό ταυ̃τα ἐποίησαν οἱ τρει̃ς δυνατοί

23:18 καὶ Αβεσσα ἀδελφὸς Ιωαβ υἱὸς Σαρουιας αὐτὸς ἄρχων ἐν τοι̃ς τρισίν καὶ αὐτὸς ἐξήγειρεν τὸ δόρυ αὐτου̃ ἐπὶ τριακοσίους τραυματίας καὶ αὐτω̨̃ ὄνομα ἐν τοι̃ς τρισίν

23:19 ἐκ τω̃ν τριω̃ν ἐκείνων ἔνδοξος καὶ ἐγένετο αὐτοι̃ς εἰς ἄρχοντα καὶ ἕως τω̃ν τριω̃ν οὐκ ἠ̃λθεν

23:20 καὶ Βαναιας υἱὸς Ιωδαε ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεηλ καὶ αὐτὸς ἐπάταξεν τοὺς δύο υἱοὺς Αριηλ του̃ Μωαβ καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσω̨ του̃ λάκκου ἐν τη̨̃ ἡμέρα̨ τη̃ς χιόνος

23:21 αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον ἄνδρα ὁρατόν ἐν δὲ τη̨̃ χειρὶ του̃ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥάβδω̨ καὶ ἥρπασεν τὸ δόρυ ἐκ τη̃ς χειρὸς του̃ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τω̨̃ δόρατι αὐτου̃

23:22 ταυ̃τα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε καὶ αὐτω̨̃ ὄνομα ἐν τοι̃ς τρισὶν τοι̃ς δυνατοι̃ς

23:23 ἐκ τω̃ν τριω̃ν ἔνδοξος καὶ πρὸς τοὺς τρει̃ς οὐκ ἠ̃λθεν καὶ ἔταξεν αὐτὸν Δαυιδ εἰς τὰς ἀκοὰς αὐτου̃

23:24 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν δυνατω̃ν Δαυιδ βασιλέως Ασαηλ ἀδελφὸς Ιωαβ οὑ̃τος ἐν τοι̃ς τριάκοντα Ελεαναν υἱὸς Δουδι πατραδέλφου αὐτου̃ ἐν Βαιθλεεμ

23:25 Σαμαι ὁ Αρουδαι̃ος Ελικα ὁ Αρωδαι̃ος

23:26 Ελλης ὁ Φελωθι Ιρας υἱὸς Εκκας ὁ Θεκωίτης

23:27 Αβιεζερ ὁ Αναθωθίτης ἐκ τω̃ν υἱω̃ν του̃ Ασωθίτου

23:28 Σελμων ὁ Αωίτης Μοορε ὁ Νετωφαθίτης

23:29 Ελα υἱὸς Βαανα ὁ Νετωφαθίτης Εθθι υἱὸς Ριβα ἐκ Γαβαεθ υἱὸς Βενιαμιν

23:30 Βαναιας ὁ Φαραθωνίτης Ουρι ἐκ Ναχαλιγαιας

23:31 Αβιηλ υἱὸς του̃ Αραβωθίτου Αζμωθ ὁ Βαρσαμίτης

23:32 Ελιασου ὁ Σαλαβωνίτης υἱοὶ Ιασαν Ιωναθαν

23:33 Σαμμα ὁ Αρωδίτης Αχιαν υἱὸς Σαραδ ὁ Αραουρίτης

23:34 Αλιφαλεθ υἱὸς του̃ Ασβίτου υἱὸς του̃ Μααχατι Ελιαβ υἱὸς Αχιτοφελ του̃ Γελωνίτου

23:35 Ασαραι ὁ Καρμήλιος Φαραϊ ὁ Ερχι

23:36 Ιγααλ υἱὸς Ναθαν ἀπὸ δυνάμεως υἱὸς Γαδδι

23:37 Ελιε ὁ Αμμανίτης Γελωραι ὁ Βηρωθαι̃ος αἴρων τὰ σκεύη Ιωαβ υἱου̃ Σαρουιας

23:38 Ιρας ὁ Ιεθιραι̃ος Γαρηβ ὁ Ιεθιραι̃ος

23:39 Ουριας ὁ Χετται̃ος πάντες τριάκοντα καὶ ἑπτά

24:1 καὶ προσέθετο ὀργὴ κυρίου ἐκκαη̃ναι ἐν Ισραηλ καὶ ἐπέσεισεν τὸν Δαυιδ ἐν αὐτοι̃ς λέγων βάδιζε ἀρίθμησον τὸν Ισραηλ καὶ τὸν Ιουδα

24:2 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Ιωαβ ἄρχοντα τη̃ς ἰσχύος τὸν μετ' αὐτου̃ δίελθε δὴ πάσας φυλὰς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ ἐπίσκεψαι τὸν λαόν καὶ γνώσομαι τὸν ἀριθμὸν του̃ λαου̃

24:3 καὶ εἰ̃πεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ προσθείη κύριος ὁ θεός σου πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα καὶ ὀφθαλμοὶ του̃ κυρίου μου του̃ βασιλέως ὁρω̃ντες καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἵνα τί βούλεται ἐν τω̨̃ λόγω̨ τούτω̨

24:4 καὶ ὑπερίσχυσεν ὁ λόγος του̃ βασιλέως πρὸς Ιωαβ καὶ εἰς τοὺς ἄρχοντας τη̃ς δυνάμεως καὶ ἐξη̃λθεν Ιωαβ καὶ οἱ ἄρχοντες τη̃ς ἰσχύος ἐνώπιον του̃ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν Ισραηλ

24:5 καὶ διέβησαν τὸν Ιορδάνην καὶ παρενέβαλον ἐν Αροηρ ἐκ δεξιω̃ν τη̃ς πόλεως τη̃ς ἐν μέσω̨ τη̃ς φάραγγος Γαδ καὶ Ελιεζερ

24:6 καὶ ἠ̃λθον εἰς τὴν Γαλααδ καὶ εἰς γη̃ν Θαβασων ἥ ἐστιν Αδασαι καὶ παρεγένοντο εἰς Δανιδαν καὶ Ουδαν καὶ ἐκύκλωσαν εἰς Σιδω̃να

24:7 καὶ ἠ̃λθαν εἰς Μαψαρ Τύρου καὶ πάσας τὰς πόλεις του̃ Ευαίου καὶ του̃ Χαναναίου καὶ ἠ̃λθαν κατὰ νότον Ιουδα εἰς Βηρσαβεε

24:8 καὶ περιώδευσαν ἐν πάση̨ τη̨̃ γη̨̃ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνω̃ν καὶ εἴκοσι ἡμερω̃ν εἰς Ιερουσαλημ

24:9 καὶ ἔδωκεν Ιωαβ τὸν ἀριθμὸν τη̃ς ἐπισκέψεως του̃ λαου̃ πρὸς τὸν βασιλέα καὶ ἐγένετο Ισραηλ ὀκτακόσιαι χιλιάδες ἀνδρω̃ν δυνάμεως σπωμένων ῥομφαίαν καὶ ἀνὴρ Ιουδα πεντακόσιαι χιλιάδες ἀνδρω̃ν μαχητω̃ν

24:10 καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτὸν μετὰ τὸ ἀριθμη̃σαι τὸν λαόν καὶ εἰ̃πεν Δαυιδ πρὸς κύριον ἥμαρτον σφόδρα ὃ ἐποίησα νυ̃ν κύριε παραβίβασον δὴ τὴν ἀνομίαν του̃ δούλου σου ὅτι ἐμωράνθην σφόδρα

24:11 καὶ ἀνέστη Δαυιδ τὸ πρωί καὶ λόγος κυρίου ἐγένετο πρὸς Γαδ τὸν προφήτην τὸν ὁρω̃ντα Δαυιδ λέγων

24:12 πορεύθητι καὶ λάλησον πρὸς Δαυιδ λέγων τάδε λέγει κύριος τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ καὶ ἔκλεξαι σεαυτω̨̃ ἓν ἐξ αὐτω̃ν καὶ ποιήσω σοι

24:13 καὶ εἰση̃λθεν Γαδ πρὸς Δαυιδ καὶ ἀνήγγειλεν αὐτω̨̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἔκλεξαι σεαυτω̨̃ γενέσθαι εἰ ἔλθη̨ σοι τρία ἔτη λιμὸς ἐν τη̨̃ γη̨̃ σου ἢ τρει̃ς μη̃νας φεύγειν σε ἔμπροσθεν τω̃ν ἐχθρω̃ν σου καὶ ἔσονται διώκοντές σε ἢ γενέσθαι τρει̃ς ἡμέρας θάνατον ἐν τη̨̃ γη̨̃ σου νυ̃ν οὐ̃ν γνω̃θι καὶ ἰδὲ τί ἀποκριθω̃ τω̨̃ ἀποστείλαντί με ῥη̃μα

24:14 καὶ εἰ̃πεν Δαυιδ πρὸς Γαδ στενά μοι πάντοθεν σφόδρα ἐστίν ἐμπεσου̃μαι δὴ ἐν χειρὶ κυρίου ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτου̃ σφόδρα εἰς δὲ χει̃ρας ἀνθρώπου οὐ μὴ ἐμπέσω καὶ ἐξελέξατο ἑαυτω̨̃ Δαυιδ τὸν θάνατον

24:15 καὶ ἡμέραι θερισμου̃ πυρω̃ν καὶ ἔδωκεν κύριος ἐν Ισραηλ θάνατον ἀπὸ πρωίθεν ἕως ὥρας ἀρίστου καὶ ἤρξατο ἡ θραυ̃σις ἐν τω̨̃ λαω̨̃ καὶ ἀπέθανεν ἐκ του̃ λαου̃ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ἑβδομήκοντα χιλιάδες ἀνδρω̃ν

24:16 καὶ ἐξέτεινεν ὁ ἄγγελος του̃ θεου̃ τὴν χει̃ρα αὐτου̃ εἰς Ιερουσαλημ του̃ διαφθει̃ραι αὐτήν καὶ παρεκλήθη κύριος ἐπὶ τη̨̃ κακία̨ καὶ εἰ̃πεν τω̨̃ ἀγγέλω̨ τω̨̃ διαφθείροντι ἐν τω̨̃ λαω̨̃ πολὺ νυ̃ν ἄνες τὴν χει̃ρά σου καὶ ὁ ἄγγελος κυρίου ἠ̃ν παρὰ τω̨̃ ἅλω̨ Ορνα του̃ Ιεβουσαίου

24:17 καὶ εἰ̃πεν Δαυιδ πρὸς κύριον ἐν τω̨̃ ἰδει̃ν αὐτὸν τὸν ἄγγελον τύπτοντα ἐν τω̨̃ λαω̨̃ καὶ εἰ̃πεν ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα καὶ οὑ̃τοι τὰ πρόβατα τί ἐποίησαν γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τω̨̃ οἴκω̨ του̃ πατρός μου

24:18 καὶ ἠ̃λθεν Γαδ πρὸς Δαυιδ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ εἰ̃πεν αὐτω̨̃ ἀνάβηθι καὶ στη̃σον τω̨̃ κυρίω̨ θυσιαστήριον ἐν τω̨̃ ἅλωνι Ορνα του̃ Ιεβουσαίου

24:19 καὶ ἀνέβη Δαυιδ κατὰ τὸν λόγον Γαδ καθ' ὃν τρόπον ἐνετείλατο αὐτω̨̃ κύριος

24:20 καὶ διέκυψεν Ορνα καὶ εἰ̃δεν τὸν βασιλέα καὶ τοὺς παι̃δας αὐτου̃ παραπορευομένους ἐπάνω αὐτου̃ καὶ ἐξη̃λθεν Ορνα καὶ προσεκύνησεν τω̨̃ βασιλει̃ ἐπὶ πρόσωπον αὐτου̃ ἐπὶ τὴν γη̃ν

24:21 καὶ εἰ̃πεν Ορνα τί ὅτι ἠ̃λθεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δου̃λον αὐτου̃ καὶ εἰ̃πεν Δαυιδ κτήσασθαι παρὰ σου̃ τὸν ἅλωνα του̃ οἰκοδομη̃σαι θυσιαστήριον τω̨̃ κυρίω̨ καὶ συσχεθη̨̃ ἡ θραυ̃σις ἐπάνω του̃ λαου̃

24:22 καὶ εἰ̃πεν Ορνα πρὸς Δαυιδ λαβέτω καὶ ἀνενεγκέτω ὁ κύριός μου ὁ βασιλεὺς τω̨̃ κυρίω̨ τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς αὐτου̃ ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τω̃ν βοω̃ν εἰς ξύλα

24:23 τὰ πάντα ἔδωκεν Ορνα τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν Ορνα πρὸς τὸν βασιλέα κύριος ὁ θεός σου εὐλογήσαι σε

24:24 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Ορνα οὐχί ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σου̃ ἐν ἀλλάγματι καὶ οὐκ ἀνοίσω τω̨̃ κυρίω̨ θεω̨̃ μου ὁλοκαύτωμα δωρεάν καὶ ἐκτήσατο Δαυιδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίω̨ σίκλων πεντήκοντα

24:25 καὶ ὠ̨κοδόμησεν ἐκει̃ Δαυιδ θυσιαστήριον κυρίω̨ καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς καὶ προσέθηκεν Σαλωμων ἐπὶ τὸ θυσιαστήριον ἐπ' ἐσχάτω̨ ὅτι μικρὸν ἠ̃ν ἐν πρώτοις καὶ ἐπήκουσεν κύριος τη̨̃ γη̨̃ καὶ συνεσχέθη ἡ θραυ̃σις ἐπάνωθεν Ισραηλ

.