Παραλειπομένων Α'

1:1 Αδαμ Σηθ Ενως

1:2 Καιναν Μαλελεηλ Ιαρεδ

1:3 Ενωχ Μαθουσαλα Λαμεχ

1:4 Νωε υἱοὶ Νωε Σημ Χαμ Ιαφεθ

1:5 υἱοὶ Ιαφεθ Γαμερ Μαγωγ Μαδαι Ιωυαν Ελισα Θοβελ Μοσοχ καὶ Θιρας

1:6 καὶ υἱοὶ Γαμερ Ασχαναζ καὶ Ριφαθ καὶ Θοργαμα

1:7 καὶ υἱοὶ Ιωυαν Ελισα καὶ Θαρσις Κίτιοι καὶ 'Ρόδιοι

1:8 καὶ υἱοὶ Χαμ Χους καὶ Μεστραιμ Φουδ καὶ Χανααν

1:9 καὶ υἱοὶ Χους Σαβα καὶ Ευιλατ καὶ Σαβαθα καὶ Ρεγμα καὶ Σεβεκαθα καὶ υἱοὶ Ρεγμα Σαβα καὶ Ουδαδαν

1:10 καὶ Χους ἐγέννησεν τὸν Νεβρωδ οὑ̃τος ἤρξατο του̃ εἰ̃ναι γίγας κυνηγὸς ἐπὶ τη̃ς γη̃ς

1:17 υἱοὶ Σημ Αιλαμ καὶ Ασσουρ καὶ Αρφαξαδ

1:24 Σαλα

1:25 Εβερ Φαλεκ Ραγαυ

1:26 Σερουχ Ναχωρ Θαρα

1:27 Αβρααμ

1:28 υἱοὶ δὲ Αβρααμ Ισαακ καὶ Ισμαηλ

1:29 αὑ̃ται δὲ αἱ γενέσεις πρωτοτόκου Ισμαηλ Ναβαιωθ καὶ Κηδαρ Ναβδεηλ Μαβσαν

1:30 Μασμα Ιδουμα Μασση Χοδδαδ Θαιμαν

1:31 Ιεττουρ Ναφες καὶ Κεδμα οὑ̃τοί εἰσιν υἱοὶ Ισμαηλ

1:32 καὶ υἱοὶ Χεττουρας παλλακη̃ς Αβρααμ καὶ ἔτεκεν αὐτω̨̃ τὸν Ζεμβραν Ιεξαν Μαδαν Μαδιαμ Σοβακ Σωε καὶ υἱοὶ Ιεξαν Σαβα καὶ Δαιδαν

1:33 καὶ υἱοὶ Μαδιαμ Γαιφα καὶ Οφερ καὶ Ενωχ καὶ Αβιδα καὶ Ελδαα πάντες οὑ̃τοι υἱοὶ Χεττουρας

1:34 καὶ ἐγέννησεν Αβρααμ τὸν Ισαακ καὶ υἱοὶ Ισαακ Ησαυ καὶ Ιακωβ

1:35 υἱοὶ Ησαυ Ελιφας καὶ Ραγουηλ καὶ Ιεουλ καὶ Ιεγλομ καὶ Κορε

1:36 υἱοὶ Ελιφας Θαιμαν καὶ Ωμαρ Σωφαρ καὶ Γοωθαμ καὶ Κενεζ καὶ τη̃ς Θαμνα Αμαληκ

1:37 καὶ υἱοὶ Ραγουηλ Ναχεθ Ζαρε Σομε καὶ Μοζε

1:38 υἱοὶ Σηιρ Λωταν Σωβαλ Σεβεγων Ανα Δησων Ωσαρ Δαισων

1:39 καὶ υἱοὶ Λωταν Χορρι καὶ Αιμαν καὶ Αιλαθ καὶ Ναμνα

1:40 υἱοὶ Σωβαλ Γωλαμ Μαναχαθ Γαιβηλ Σωβ καὶ Ωναμ υἱοὶ δὲ Σεβεγων Αια καὶ Ανα

1:41 υἱοὶ Ανα Δαισων υἱοὶ δὲ Δησων Εμερων καὶ Εσεβαν καὶ Ιεθραν καὶ Χαρραν

1:42 καὶ υἱοὶ Ωσαρ Βαλααν καὶ Ζουκαν καὶ Ιωκαν υἱοὶ Δαισων Ως καὶ Αρραν

1:43 καὶ οὑ̃τοι οἱ βασιλει̃ς αὐτω̃ν Βαλακ υἱὸς Βεωρ καὶ ὄνομα τη̨̃ πόλει αὐτου̃ Δενναβα

1:44 καὶ ἀπέθανεν Βαλακ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας

1:45 καὶ ἀπέθανεν Ιωβαβ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Ασομ ἐκ τη̃ς γη̃ς Θαιμανων

1:46 καὶ ἀπέθανεν Ασομ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Αδαδ υἱὸς Βαραδ ὁ πατάξας Μαδιαμ ἐν τω̨̃ πεδίω̨ Μωαβ καὶ ὄνομα τη̨̃ πόλει αὐτου̃ Γεθθαιμ

1:47 καὶ ἀπέθανεν Αδαδ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Σαμαα ἐκ Μασεκκας

1:48 καὶ ἀπέθανεν Σαμαα καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Σαουλ ἐκ Ροωβωθ τη̃ς παρὰ ποταμόν

1:49 καὶ ἀπέθανεν Σαουλ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Βαλαεννων υἱὸς Αχοβωρ

1:50 καὶ ἀπέθανεν Βαλαεννων υἱὸς Αχοβωρ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Αδαδ υἱὸς Βαραδ καὶ ὄνομα τη̨̃ πόλει αὐτου̃ Φογωρ

1:51 καὶ ἀπέθανεν Αδαδ καὶ ἠ̃σαν ἡγεμόνες Εδωμ ἡγεμὼν Θαμανα ἡγεμὼν Γωλα ἡγεμὼν Ιεθετ

1:52 ἡγεμὼν Ελιβαμας ἡγεμὼν Ηλας ἡγεμὼν Φινων

1:53 ἡγεμὼν Κενεζ ἡγεμὼν Θαιμαν ἡγεμὼν Μαβσαρ

1:54 ἡγεμὼν Μεγεδιηλ ἡγεμὼν Ηραμ οὑ̃τοι ἡγεμόνες Εδωμ

2:1 ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Ισραηλ Ρουβην Συμεων Λευι Ιουδα Ισσαχαρ Ζαβουλων

2:2 Δαν Ιωσηφ Βενιαμιν Νεφθαλι Γαδ Ασηρ

2:3 υἱοὶ Ιουδα Ηρ Αυναν Σηλων τρει̃ς ἐγεννήθησαν αὐτω̨̃ ἐκ τη̃ς θυγατρὸς Σαυας τη̃ς Χαναανίτιδος καὶ ἠ̃ν Ηρ ὁ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου καὶ ἀπέκτεινεν αὐτόν

2:4 καὶ Θαμαρ ἡ νύμφη αὐτου̃ ἔτεκεν αὐτω̨̃ τὸν Φαρες καὶ τὸν Ζαρα πάντες υἱοὶ Ιουδα πέντε

2:5 υἱοὶ Φαρες Αρσων καὶ Ιεμουηλ

2:6 καὶ υἱοὶ Ζαρα Ζαμβρι καὶ Αιθαν καὶ Αιμαν καὶ Χαλχαλ καὶ Δαρα πάντες πέντε

2:7 καὶ υἱοὶ Χαρμι Αχαρ ὁ ἐμποδοστάτης Ισραηλ ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα

2:8 καὶ υἱοὶ Αιθαν Αζαρια

2:9 καὶ υἱοὶ Εσερων οἳ ἐτέχθησαν αὐτω̨̃ ὁ Ιραμεηλ καὶ ὁ Ραμ καὶ ὁ Χαλεβ καὶ Αραμ

2:10 καὶ Αραμ ἐγέννησεν τὸν Αμιναδαβ καὶ Αμιναδαβ ἐγέννησεν τὸν Ναασσων ἄρχοντα του̃ οἴκου Ιουδα

2:11 καὶ Ναασσων ἐγέννησεν τὸν Σαλμων καὶ Σαλμων ἐγέννησεν τὸν Βοος

2:12 καὶ Βοος ἐγέννησεν τὸν Ωβηδ καὶ Ωβηδ ἐγέννησεν τὸν Ιεσσαι

2:13 καὶ Ιεσσαι ἐγέννησεν τὸν πρωτότοκον αὐτου̃ Ελιαβ Αμιναδαβ ὁ δεύτερος Σαμαα ὁ τρίτος

2:14 Ναθαναηλ ὁ τέταρτος Ραδδαι ὁ πέμπτος

2:15 Ασομ ὁ ἕκτος Δαυιδ ὁ ἕβδομος

2:16 καὶ ἀδελφὴ αὐτω̃ν Σαρουια καὶ Αβιγαια καὶ υἱοὶ Σαρουια Αβεσσα καὶ Ιωαβ καὶ Ασαηλ τρει̃ς

2:17 καὶ Αβιγαια ἐγέννησεν τὸν Αμεσσα καὶ πατὴρ Αμεσσα Ιοθορ ὁ Ισμαηλίτης

2:18 καὶ Χαλεβ υἱὸς Εσερων ἐγέννησεν τὴν Γαζουβα γυναι̃κα καὶ τὴν Ιεριωθ καὶ οὑ̃τοι υἱοὶ αὐτη̃ς Ιωασαρ καὶ Σωβαβ καὶ Ορνα

2:19 καὶ ἀπέθανεν Γαζουβα καὶ ἔλαβεν ἑαυτω̨̃ Χαλεβ τὴν Εφραθ καὶ ἔτεκεν αὐτω̨̃ τὸν Ωρ

2:20 καὶ Ωρ ἐγέννησεν τὸν Ουρι καὶ Ουρι ἐγέννησεν τὸν Βεσελεηλ

2:21 καὶ μετὰ ταυ̃τα εἰση̃λθεν Εσερων πρὸς τὴν θυγατέρα Μαχιρ πατρὸς Γαλααδ καὶ οὑ̃τος ἔλαβεν αὐτήν καὶ αὐτὸς ἑξήκοντα ἠ̃ν ἐτω̃ν καὶ ἔτεκεν αὐτω̨̃ τὸν Σεγουβ

2:22 καὶ Σεγουβ ἐγέννησεν τὸν Ιαϊρ καὶ ἠ̃σαν αὐτω̨̃ εἴκοσι τρει̃ς πόλεις ἐν τη̨̃ Γαλααδ

2:23 καὶ ἔλαβεν Γεδσουρ καὶ Αραμ τὰς κώμας Ιαϊρ ἐξ αὐτω̃ν τὴν Καναθ καὶ τὰς κώμας αὐτη̃ς ἑξήκοντα πόλεις πα̃σαι αὑ̃ται υἱω̃ν Μαχιρ πατρὸς Γαλααδ

2:24 καὶ μετὰ τὸ ἀποθανει̃ν Εσερων ἠ̃λθεν Χαλεβ εἰς Εφραθα καὶ ἡ γυνὴ Εσερων Αβια καὶ ἔτεκεν αὐτω̨̃ τὸν Ασχωδ πατέρα Θεκωε

2:25 καὶ ἠ̃σαν υἱοὶ Ιερεμεηλ πρωτοτόκου Εσερων ὁ πρωτότοκος Ραμ καὶ Βαανα καὶ Αραν καὶ Ασομ ἀδελφὸς αὐτου̃

2:26 καὶ ἠ̃ν γυνὴ ἑτέρα τω̨̃ Ιερεμεηλ καὶ ὄνομα αὐτη̨̃ Αταρα αὕτη ἐστὶν μήτηρ Οζομ

2:27 καὶ ἠ̃σαν υἱοὶ Ραμ πρωτοτόκου Ιερεμεηλ Μαας καὶ Ιαμιν καὶ Ακορ

2:28 καὶ ἠ̃σαν υἱοὶ Οζομ Σαμαι καὶ Ιαδαε καὶ υἱοὶ Σαμαι Ναδαβ καὶ Αβισουρ

2:29 καὶ ὄνομα τη̃ς γυναικὸς Αβισουρ Αβιχαιλ καὶ ἔτεκεν αὐτω̨̃ τὸν Αχαβαρ καὶ τὸν Μωλιδ

2:30 υἱοὶ Ναδαβ Σαλαδ καὶ Αφφαιμ καὶ ἀπέθανεν Σαλαδ οὐκ ἔχων τέκνα

2:31 καὶ υἱοὶ Αφφαιμ Ισεμιηλ καὶ υἱοὶ Ισεμιηλ Σωσαν καὶ υἱοὶ Σωσαν Αχλαι

2:32 καὶ υἱοὶ Ιαδαε Αχισαμαι Ιεθερ Ιωναθαν καὶ ἀπέθανεν Ιεθερ οὐκ ἔχων τέκνα

2:33 καὶ υἱοὶ Ιωναθαν Φαλεθ καὶ Οζαζα οὑ̃τοι ἠ̃σαν υἱοὶ Ιερεμεηλ

2:34 καὶ οὐκ ἠ̃σαν τω̨̃ Σωσαν υἱοί ἀλλ' ἢ θυγατέρες καὶ τω̨̃ Σωσαν παι̃ς Αἰγύπτιος καὶ ὄνομα αὐτω̨̃ Ιωχηλ

2:35 καὶ ἔδωκεν Σωσαν τὴν θυγατέρα αὐτου̃ τω̨̃ Ιωχηλ παιδὶ αὐτου̃ εἰς γυναι̃κα καὶ ἔτεκεν αὐτω̨̃ τὸν Εθθι

2:36 καὶ Εθθι ἐγέννησεν τὸν Ναθαν καὶ Ναθαν ἐγέννησεν τὸν Ζαβεδ

2:37 καὶ Ζαβεδ ἐγέννησεν τὸν Αφαληλ καὶ Αφαληλ ἐγέννησεν τὸν Ωβηδ

2:38 καὶ Ωβηδ ἐγέννησεν τὸν Ιηου καὶ Ιηου ἐγέννησεν τὸν Αζαριαν

2:39 καὶ Αζαριας ἐγέννησεν τὸν Χελλης καὶ Χελλης ἐγέννησεν τὸν Ελεασα

2:40 καὶ Ελεασα ἐγέννησεν τὸν Σοσομαι καὶ Σοσομαι ἐγέννησεν τὸν Σαλουμ

2:41 καὶ Σαλουμ ἐγέννησεν τὸν Ιεχεμιαν καὶ Ιεχεμιας ἐγέννησεν τὸν Ελισαμα

2:42 καὶ υἱοὶ Χαλεβ ἀδελφου̃ Ιερεμεηλ Μαρισα ὁ πρωτότοκος αὐτου̃ οὑ̃τος πατὴρ Ζιφ καὶ υἱοὶ Μαρισα πατρὸς Χεβρων

2:43 καὶ υἱοὶ Χεβρων Κορε καὶ Θαπους καὶ Ρεκομ καὶ Σεμαα

2:44 καὶ Σεμαα ἐγέννησεν τὸν Ραεμ πατέρα Ιερκααν καὶ Ιερκααν ἐγέννησεν τὸν Σαμαι

2:45 καὶ υἱὸς αὐτου̃ Μαων καὶ Μαων πατὴρ Βαιθσουρ

2:46 καὶ Γαιφα ἡ παλλακὴ Χαλεβ ἐγέννησεν τὸν Αρραν καὶ τὸν Μωσα καὶ τὸν Γεζουε καὶ Αρραν ἐγέννησεν τὸν Γεζουε

2:47 καὶ υἱοὶ Ιαδαι Ραγεμ καὶ Ιωαθαμ καὶ Γηρσωμ καὶ Φαλετ καὶ Γαιφα καὶ Σαγαφ

2:48 καὶ ἡ παλλακὴ Χαλεβ Μωχα ἐγέννησεν τὸν Σαβερ καὶ τὸν Θαρχνα

2:49 καὶ ἐγέννησεν Σαγαφ πατέρα Μαρμηνα καὶ τὸν Σαου πατέρα Μαχαβηνα καὶ πατέρα Γαιβαα καὶ θυγάτηρ Χαλεβ Ασχα

2:50 οὑ̃τοι ἠ̃σαν υἱοὶ Χαλεβ υἱοὶ Ωρ πρωτοτόκου Εφραθα Σωβαλ πατὴρ Καριαθιαριμ

2:51 Σαλωμων πατὴρ Βαιθλαεμ Αριμ πατὴρ Βαιθγεδωρ

2:52 καὶ ἠ̃σαν υἱοὶ τω̨̃ Σωβαλ πατρὶ Καριαθιαριμ Αραα Εσι Αμμανιθ

2:53 Εμοσφεως πόλις Ιαϊρ Αιθαλιμ καὶ Μιφιθιμ καὶ Ησαμαθιμ καὶ Ημασαραϊμ ἐκ τούτων ἐξήλθοσαν οἱ Σαραθαι̃οι καὶ οἱ Εσθαωλαι̃οι

2:54 υἱοὶ Σαλωμων Βαιθλαεμ Νετωφαθι Αταρωθ οἴκου Ιωαβ καὶ ἥμισυ τη̃ς Μαναθι Ησαρεϊ

2:55 πατριαὶ γραμματέων κατοικου̃ντες Ιαβες Θαργαθιιμ Σαμαθιιμ Σωκαθιιμ οὑ̃τοι οἱ Κιναι̃οι οἱ ἐλθόντες ἐκ Μεσημα πατρὸς οἴκου Ρηχαβ

3:1 καὶ οὑ̃τοι ἠ̃σαν υἱοὶ Δαυιδ οἱ τεχθέντες αὐτω̨̃ ἐν Χεβρων ὁ πρωτότοκος Αμνων τη̨̃ Αχινααμ τη̨̃ Ιεζραηλίτιδι ὁ δεύτερος Δανιηλ τη̨̃ Αβιγαια τη̨̃ Καρμηλία̨

3:2 ὁ τρίτος Αβεσσαλωμ υἱὸς Μωχα θυγατρὸς Θολμαι βασιλέως Γεδσουρ ὁ τέταρτος Αδωνια υἱὸς Αγγιθ

3:3 ὁ πέμπτος Σαφατια τη̃ς Αβιταλ ὁ ἕκτος Ιεθρααμ τη̨̃ Αγλα γυναικὶ αὐτου̃

3:4 ἓξ ἐγεννήθησαν αὐτω̨̃ ἐν Χεβρων καὶ ἐβασίλευσεν ἐκει̃ ἑπτὰ ἔτη καὶ ἑξάμηνον καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ

3:5 καὶ οὑ̃τοι ἐτέχθησαν αὐτω̨̃ ἐν Ιερουσαλημ Σαμαα Σωβαβ Ναθαν καὶ Σαλωμων τέσσαρες τη̨̃ Βηρσαβεε θυγατρὶ Αμιηλ

3:6 καὶ Ιβααρ καὶ Ελισαμα καὶ Ελιφαλετ

3:7 καὶ Ναγε καὶ Ναφαγ καὶ Ιανουε

3:8 καὶ Ελισαμα καὶ Ελιαδα καὶ Ελιφαλετ ἐννέα

3:9 πάντες υἱοὶ Δαυιδ πλὴν τω̃ν υἱω̃ν τω̃ν παλλακω̃ν καὶ Θημαρ ἀδελφὴ αὐτω̃ν

3:10 υἱοὶ Σαλωμων Ροβοαμ Αβια υἱὸς αὐτου̃ Ασα υἱὸς αὐτου̃ Ιωσαφατ υἱὸς αὐτου̃

3:11 Ιωραμ υἱὸς αὐτου̃ Οχοζια υἱὸς αὐτου̃ Ιωας υἱὸς αὐτου̃

3:12 Αμασιας υἱὸς αὐτου̃ Αζαρια υἱὸς αὐτου̃ Ιωαθαν υἱὸς αὐτου̃

3:13 Αχαζ υἱὸς αὐτου̃ Εζεκιας υἱὸς αὐτου̃ Μανασσης υἱὸς αὐτου̃

3:14 Αμων υἱὸς αὐτου̃ Ιωσια υἱὸς αὐτου̃

3:15 καὶ υἱοὶ Ιωσια πρωτότοκος Ιωαναν ὁ δεύτερος Ιωακιμ ὁ τρίτος Σεδεκια ὁ τέταρτος Σαλουμ

3:16 καὶ υἱοὶ Ιωακιμ Ιεχονιας υἱὸς αὐτου̃ Σεδεκιας υἱὸς αὐτου̃

3:17 καὶ υἱοὶ Ιεχονια-ασιρ Σαλαθιηλ υἱὸς αὐτου̃

3:18 Μελχιραμ καὶ Φαδαιας καὶ Σανεσαρ καὶ Ιεκεμια καὶ Ωσαμω καὶ Δενεθι

3:19 καὶ υἱοὶ Σαλαθιηλ Ζοροβαβελ καὶ Σεμεϊ καὶ υἱοὶ Ζοροβαβελ Μοσολλαμος καὶ Ανανια καὶ Σαλωμιθ ἀδελφὴ αὐτω̃ν

3:20 καὶ Ασουβε καὶ Οολ καὶ Βαραχια καὶ Ασαδια καὶ Ασοβαεσδ πέντε

3:21 καὶ υἱοὶ Ανανια Φαλλετια καὶ Ισαια υἱὸς αὐτου̃ Ραφαια υἱὸς αὐτου̃ Ορνα υἱὸς αὐτου̃ Αβδια υἱὸς αὐτου̃ Σεχενια υἱὸς αὐτου̃

3:22 καὶ υἱὸς Σεχενια Σαμαια καὶ υἱοὶ Σαμαια Χαττους καὶ Ιωηλ καὶ Μαρι καὶ Νωαδια καὶ Σαφαθ ἕξ

3:23 καὶ υἱοὶ Νωαδια Ελιθεναν καὶ Εζεκια καὶ Εζρικαμ τρει̃ς

3:24 καὶ υἱοὶ Ελιθεναν Οδουια καὶ Ελιασιβ καὶ Φαλαια καὶ Ακουν καὶ Ιωαναν καὶ Δαλαια καὶ Ανανι ἑπτά

4:1 καὶ υἱοὶ Ιουδα Φαρες Αρσων καὶ Χαρμι καὶ Ωρ Σουβαλ

4:2 καὶ Ραια υἱὸς αὐτου̃ καὶ Σουβαλ ἐγέννησεν τὸν Ιεθ καὶ Ιεθ ἐγέννησεν τὸν Αχιμι καὶ τὸν Λααδ αὑ̃ται αἱ γενέσεις του̃ Σαραθι

4:3 καὶ οὑ̃τοι υἱοὶ Αιταμ Ιεζραηλ καὶ Ραγμα καὶ Ιαβας καὶ ὄνομα ἀδελφη̃ς αὐτω̃ν Εσηλεββων

4:4 καὶ Φανουηλ πατὴρ Γεδωρ καὶ Αζηρ πατὴρ Ωσαν οὑ̃τοι υἱοὶ Ωρ του̃ πρωτοτόκου Εφραθα πατρὸς Βαιθλαεμ

4:5 καὶ τω̨̃ Σαουρ πατρὶ Θεκωε ἠ̃σαν δύο γυναι̃κες Αωδα καὶ Θοαδα

4:6 καὶ ἔτεκεν αὐτω̨̃ Αωδα τὸν Ωχαζαμ καὶ τὸν Ηφαδ καὶ τὸν Θαιμαν καὶ τὸν Ασθηραν πάντες οὑ̃τοι υἱοὶ Αωδας

4:7 καὶ υἱοὶ Θοαδα Σαρεθ καὶ Σααρ καὶ Εθναν

4:8 καὶ Κως ἐγέννησεν τὸν Ενωβ καὶ τὸν Σαβηβα καὶ γεννήσεις ἀδελφου̃ Ρηχαβ υἱου̃ Ιαριμ

4:9 καὶ ἠ̃ν Ιγαβης ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτου̃ καὶ ἡ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ιγαβης λέγουσα ἔτεκον ὡς γαβης

4:10 καὶ ἐπεκαλέσατο Ιγαβης τὸν θεὸν Ισραηλ λέγων ἐὰν εὐλογω̃ν εὐλογήση̨ς με καὶ πληθύνη̨ς τὰ ὅριά μου καὶ ἠ̨̃ ἡ χείρ σου μετ' ἐμου̃ καὶ ποιήσεις γνω̃σιν του̃ μὴ ταπεινω̃σαί με καὶ ἐπήγαγεν ὁ θεὸς πάντα ὅσα ἠ̨τήσατο

4:11 καὶ Χαλεβ πατὴρ Ασχα ἐγέννησεν τὸν Μαχιρ οὑ̃τος πατὴρ Ασσαθων

4:12 καὶ Ασσαθων ἐγέννησεν τὸν Βαθρεφαν καὶ τὸν Φεσσηε καὶ τὸν Θανα πατέρα πόλεως Ναας ἀδελφου̃ Εσελων του̃ Κενεζι οὑ̃τοι ἄνδρες Ρηφα

4:13 καὶ υἱοὶ Κενεζ Γοθονιηλ καὶ Σαραια καὶ υἱοὶ Γοθονιηλ Αθαθ

4:14 καὶ Μαναθι ἐγέννησεν τὸν Γοφερα καὶ Σαραια ἐγέννησεν τὸν Ιωαβ πατέρα Αγεαδδαϊρ ὅτι τέκτονες ἠ̃σαν

4:15 καὶ υἱοὶ Χαλεβ υἱου̃ Ιεφοννη Ηρα Αλα καὶ Νοομ καὶ υἱοὶ Αλα Κενεζ

4:16 καὶ υἱὸς αὐτου̃ Γεσεηλ Αμηαχι καὶ Ζαφα καὶ Ζαιρα καὶ Εσεραηλ

4:17 καὶ υἱοὶ Εσρι Ιεθερ Μωραδ καὶ Αφερ καὶ Ιαλων καὶ ἐγέννησεν Ιεθερ τὸν Μαρων καὶ τὸν Σεμαι καὶ τὸν Μαρεθ πατέρα Εσθεμων

4:18 καὶ ἡ γυνὴ αὐτου̃ αὕτη Αδια ἔτεκεν τὸν Ιαρεδ πατέρα Γεδωρ καὶ τὸν Αβερ πατέρα Σωχων καὶ τὸν Ιεκθιηλ πατέρα Ζανω καὶ οὑ̃τοι υἱοὶ Γελια θυγατρὸς Φαραω ἣν ἔλαβεν Μωρηδ

4:19 καὶ υἱοὶ γυναικὸς τη̃ς Ιδουιας ἀδελφη̃ς Ναχεμ καὶ Δαλια πατὴρ Κεϊλα καὶ Σεμειων πατὴρ Ιωμαν καὶ υἱοὶ Ναημ πατρὸς Κεϊλα Αγαρμι καὶ Εσθεμωη Μαχαθι

4:20 καὶ υἱοὶ Σεμιων Αμνων καὶ Ρανα υἱὸς Αναν καὶ Θιλων καὶ υἱοὶ Ισεϊ Ζωαθ καὶ υἱοὶ Ζωαθ

4:21 υἱοὶ Σηλωμ υἱου̃ Ιουδα Ηρ πατὴρ Ληχα καὶ Λααδα πατὴρ Μαρησα καὶ γενέσεις οἰκιω̃ν εφραθ αβακ τω̨̃ οἴκω̨ Εσοβα

4:22 καὶ Ιωακιμ καὶ ἄνδρες Χωζηβα καὶ Ιωας καὶ Σαραφ οἳ κατώ̨κησαν ἐν Μωαβ καὶ ἀπέστρεψεν αὐτοὺς αβεδηριν αθουκιιν

4:23 οὑ̃τοι κεραμει̃ς οἱ κατοικου̃ντες ἐν Ναταϊμ καὶ Γαδηρα μετὰ του̃ βασιλέως ἐν τη̨̃ βασιλεία̨ αὐτου̃ ἐνίσχυσαν καὶ κατώ̨κησαν ἐκει̃

4:24 υἱοὶ Συμεων Ναμουηλ καὶ Ιαμιν Ιαριβ Ζαρε Σαουλ

4:25 Σαλεμ υἱὸς αὐτου̃ Μαβασαμ υἱὸς αὐτου̃ Μασμα υἱὸς αὐτου̃

4:26 Αμουηλ υἱὸς αὐτου̃ Σαβουδ υἱὸς αὐτου̃ Ζακχουρ υἱὸς αὐτου̃ Σεμεϊ υἱὸς αὐτου̃

4:27 καὶ τω̨̃ Σεμεϊ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρει̃ς καὶ τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν οὐκ ἠ̃σαν υἱοὶ πολλοί καὶ πα̃σαι αἱ πατριαὶ αὐτω̃ν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ιουδα

4:28 καὶ κατώ̨κησαν ἐν Βηρσαβεε καὶ Σαμα καὶ Μωλαδα καὶ Εσηρσουαλ

4:29 καὶ ἐν Βαλαα καὶ Βοασομ καὶ Θουλαδ

4:30 καὶ Βαθουηλ καὶ Ερμα καὶ Σεκλαγ

4:31 καὶ Βαιθμαρχαβωθ καὶ ἥμισυ Σωσιμ καὶ οἰ̃κον Βαρουμσεωριμ αὑ̃ται πόλεις αὐτω̃ν ἕως βασιλέως Δαυιδ

4:32 καὶ ἐπαύλεις αὐτω̃ν Αιταμ καὶ Ηνρεμμων καὶ Θοκκαν καὶ Αισαν πόλεις πέντε

4:33 καὶ πα̃σαι αἱ ἐπαύλεις αὐτω̃ν κύκλω̨ τω̃ν πόλεων τούτων ἕως Βααλ αὕτη ἡ κατάσχεσις αὐτω̃ν καὶ ὁ καταλοχισμὸς αὐτω̃ν

4:34 καὶ Μοσωβαβ καὶ Ιεμολοχ καὶ Ιωσια υἱὸς Αμασια

4:35 καὶ Ιωηλ καὶ οὑ̃τος υἱὸς Ισαβια υἱὸς Σαραια υἱὸς Ασιηλ

4:36 καὶ Ελιωηναι καὶ Ιακαβα καὶ Ιασουια καὶ Ασαια καὶ Εδιηλ καὶ Ισμαηλ καὶ Βαναια

4:37 καὶ Ζουζα υἱὸς Σεφεϊ υἱου̃ Αλλων υἱου̃ Ιεδια υἱου̃ Σαμαρι υἱου̃ Σαμαιου

4:38 οὑ̃τοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ται̃ς γενέσεσιν αὐτω̃ν καὶ ἐν οἴκοις πατριω̃ν αὐτω̃ν ἐπληθύνθησαν εἰς πλη̃θος

4:39 καὶ ἐπορεύθησαν ἕως του̃ ἐλθει̃ν Γεραρα ἕως τω̃ν ἀνατολω̃ν τη̃ς Γαι του̃ ζητη̃σαι νομὰς τοι̃ς κτήνεσιν αὐτω̃ν

4:40 καὶ εὑ̃ρον νομὰς πίονας καὶ ἀγαθάς καὶ ἡ γη̃ πλατει̃α ἐναντίον αὐτω̃ν καὶ εἰρήνη καὶ ἡσυχία ὅτι ἐκ τω̃ν υἱω̃ν Χαμ τω̃ν κατοικούντων ἐκει̃ ἔμπροσθεν

4:41 καὶ ἤλθοσαν οὑ̃τοι οἱ γεγραμμένοι ἐπ' ὀνόματος ἐν ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτω̃ν καὶ τοὺς Μιναίους οὓς εὕροσαν ἐκει̃ καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τη̃ς ἡμέρας ταύτης καὶ ὤ̨κησαν ἀντ' αὐτω̃ν ὅτι νομαὶ τοι̃ς κτήνεσιν αὐτω̃ν ἐκει̃

4:42 καὶ ἐξ αὐτω̃ν ἀπὸ τω̃ν υἱω̃ν Συμεων ἐπορεύθησαν εἰς ὄρος Σηιρ ἄνδρες πεντακόσιοι καὶ Φαλεττια καὶ Νωαδια καὶ Ραφαια καὶ Οζιηλ υἱοὶ Ιεσι ἄρχοντες αὐτω̃ν

4:43 καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας του̃ Αμαληκ καὶ κατώ̨κησαν ἐκει̃ ἕως τη̃ς ἡμέρας ταύτης

5:1 καὶ υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ ὅτι οὑ̃τος ὁ πρωτότοκος καὶ ἐν τω̨̃ ἀναβη̃ναι ἐπὶ τὴν κοίτην του̃ πατρὸς αὐτου̃ ἔδωκεν εὐλογίαν αὐτου̃ τω̨̃ υἱω̨̃ αὐτου̃ Ιωσηφ υἱω̨̃ Ισραηλ καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια

5:2 ὅτι Ιουδας δυνατὸς ἰσχύι καὶ ἐν τοι̃ς ἀδελφοι̃ς αὐτου̃ καὶ εἰς ἡγούμενον ἐξ αὐτου̃ καὶ ἡ εὐλογία του̃ Ιωσηφ

5:3 υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ Ενωχ καὶ Φαλλους Αρσων καὶ Χαρμι

5:4 υἱοὶ Ιωηλ Σεμεϊ καὶ Βαναια υἱὸς αὐτου̃ καὶ υἱοὶ Γουγ υἱου̃ Σεμεϊ

5:5 υἱὸς αὐτου̃ Μιχα υἱὸς αὐτου̃ Ρηχα υἱὸς αὐτου̃ Βααλ

5:6 υἱὸς αὐτου̃ Βεηρα ὃν μετώ̨κισεν Θαγλαθφαλνασαρ βασιλεὺς Ασσουρ οὑ̃τος ἄρχων τω̃ν Ρουβην

5:7 καὶ ἀδελφοὶ αὐτου̃ τη̨̃ πατρια̨̃ αὐτου̃ ἐν τοι̃ς καταλοχισμοι̃ς αὐτω̃ν κατὰ γενέσεις αὐτω̃ν ὁ ἄρχων Ιωηλ καὶ Ζαχαρια

5:8 καὶ Βαλεκ υἱὸς Οζουζ υἱὸς Σαμα υἱὸς Ιωηλ οὑ̃τος κατώ̨κησεν ἐν Αροηρ καὶ ἐπὶ Ναβαυ καὶ Βεελμαων

5:9 καὶ πρὸς ἀνατολὰς κατώ̨κησεν ἕως ἐρχομένων τη̃ς ἐρήμου ἀπὸ του̃ ποταμου̃ Εὐφράτου ὅτι κτήνη αὐτω̃ν πολλὰ ἐν γη̨̃ Γαλααδ

5:10 καὶ ἐν ἡμέραις Σαουλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους καὶ ἔπεσον ἐν χερσὶν αὐτω̃ν κατοικου̃ντες ἐν σκηναι̃ς ἕως πάντες κατ' ἀνατολὰς τη̃ς Γαλααδ

5:11 υἱοὶ Γαδ κατέναντι αὐτω̃ν κατώ̨κησαν ἐν τη̨̃ Βασαν ἕως Σελχα

5:12 Ιωηλ ὁ πρωτότοκος καὶ Σαφαμ ὁ δεύτερος καὶ Ιανι ὁ γραμματεὺς ἐν Βασαν

5:13 καὶ οἱ ἀδελφοὶ αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν Μιχαηλ Μοσολλαμ καὶ Σεβεε καὶ Ιωρεε καὶ Ιαχαν καὶ Ζουε καὶ Ωβηδ ἑπτά

5:14 οὑ̃τοι υἱοὶ Αβιχαιλ υἱου̃ Ουρι υἱου̃ Ιδαι υἱου̃ Γαλααδ υἱου̃ Μιχαηλ υἱου̃ Ισαι υἱου̃ Ιουρι υἱου̃ Ζαβουχαμ

5:15 υἱου̃ Αβδιηλ υἱου̃ Γουνι ἄρχων οἴκου πατριω̃ν

5:16 κατώ̨κουν ἐν Γαλααδ ἐν Βασαν καὶ ἐν ται̃ς κώμαις αὐτω̃ν καὶ πάντα τὰ περίχωρα Σαρων ἕως ἐξόδου

5:17 πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ιωαθαμ βασιλέως Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ βασιλέως Ισραηλ

5:18 υἱοὶ Ρουβην καὶ Γαδ καὶ ἥμισυ φυλη̃ς Μανασση ἐξ υἱω̃ν δυνάμεως ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν

5:19 καὶ ἐποίουν πόλεμον μετὰ τω̃ν Αγαρηνω̃ν καὶ Ιτουραίων καὶ Ναφισαίων καὶ Ναδαβαίων

5:20 καὶ κατίσχυσαν ἐπ' αὐτω̃ν καὶ ἐδόθησαν εἰς χει̃ρας αὐτω̃ν οἱ Αγαραι̃οι καὶ πάντα τὰ σκηνώματα αὐτω̃ν ὅτι πρὸς τὸν θεὸν ἐβόησαν ἐν τω̨̃ πολέμω̨ καὶ ἐπήκουσεν αὐτοι̃ς ὅτι ἤλπισαν ἐπ' αὐτόν

5:21 καὶ ἠ̨χμαλώτευσαν τὴν ἀποσκευὴν αὐτω̃ν καμήλους πεντακισχιλίας καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας ὄνους δισχιλίους καὶ ψυχὰς ἀνδρω̃ν ἑκατὸν χιλιάδας

5:22 ὅτι τραυματίαι πολλοὶ ἔπεσον ὅτι παρὰ του̃ θεου̃ ὁ πόλεμος καὶ κατώ̨κησαν ἀντ' αὐτω̃ν ἕως τη̃ς μετοικεσίας

5:23 καὶ οἱ ἡμίσεις φυλη̃ς Μανασση κατώ̨κησαν ἐν τη̨̃ γη̨̃ ἀπὸ Βασαν ἕως Βααλερμων καὶ Σανιρ καὶ ὄρος Αερμων καὶ ἐν τω̨̃ Λιβάνω̨ αὐτοὶ ἐπλεονάσθησαν

5:24 καὶ οὑ̃τοι ἀρχηγοὶ οἴκου πατριω̃ν αὐτω̃ν Οφερ καὶ Ισεϊ καὶ Ελιηλ καὶ Εσδριηλ καὶ Ιερμια καὶ Ωδουια καὶ Ιεδιηλ ἄνδρες ἰσχυροὶ δυνάμει ἄνδρες ὀνομαστοί ἄρχοντες τω̃ν οἴκων πατριω̃ν αὐτω̃ν

5:25 καὶ ἠθέτησαν ἐν θεω̨̃ πατέρων αὐτω̃ν καὶ ἐπόρνευσαν ὀπίσω θεω̃ν λαω̃ν τη̃ς γη̃ς οὓς ἐξη̃ρεν ὁ θεὸς ἀπὸ προσώπου αὐτω̃ν

5:26 καὶ ἐπήγειρεν ὁ θεὸς Ισραηλ τὸ πνευ̃μα Φαλωχ βασιλέως Ασσουρ καὶ τὸ πνευ̃μα Θαγλαθφαλνασαρ βασιλέως Ασσουρ καὶ μετώ̨κισεν τὸν Ρουβην καὶ τὸν Γαδδι καὶ τὸ ἥμισυ φυλη̃ς Μανασση καὶ ἤγαγεν αὐτοὺς εἰς Χαλαχ καὶ Χαβωρ καὶ ἐπὶ ποταμὸν Γωζαν ἕως τη̃ς ἡμέρας ταύτης

5:27 υἱοὶ Λευι Γεδσων Κααθ καὶ Μεραρι

5:28 καὶ υἱοὶ Κααθ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ

5:29 καὶ υἱοὶ Αμβραμ Ααρων καὶ Μωυση̃ς καὶ Μαριαμ καὶ υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ Ελεαζαρ καὶ Ιθαμαρ

5:30 Ελεαζαρ ἐγέννησεν τὸν Φινεες Φινεες ἐγέννησεν τὸν Αβισου

5:31 Αβισου ἐγέννησεν τὸν Βωκαι Βωκαι ἐγέννησεν τὸν Οζι

5:32 Οζι ἐγέννησε τὸν Ζαραια Ζαραια ἐγέννησεν τὸν Μαριηλ

5:33 καὶ Μαριηλ ἐγέννησεν τὸν Αμαρια καὶ Αμαρια ἐγέννησεν τὸν Αχιτωβ

5:34 καὶ Αχιτωβ ἐγέννησεν τὸν Σαδωκ καὶ Σαδωκ ἐγέννησεν τὸν Αχιμαας

5:35 καὶ Αχιμαας ἐγέννησεν τὸν Αζαρια καὶ Αζαριας ἐγέννησεν τὸν Ιωαναν

5:36 καὶ Ιωανας ἐγέννησεν τὸν Αζαριαν οὑ̃τος ἱεράτευσεν ἐν τω̨̃ οἴκω̨ ὡ̨̃ ὠ̨κοδόμησεν Σαλωμων ἐν Ιερουσαλημ

5:37 καὶ ἐγέννησεν Αζαρια τὸν Αμαρια καὶ Αμαρια ἐγέννησεν τὸν Αχιτωβ

5:38 καὶ Αχιτωβ ἐγέννησεν τὸν Σαδωκ καὶ Σαδωκ ἐγέννησεν τὸν Σαλωμ

5:39 καὶ Σαλωμ ἐγέννησεν τὸν Χελκιαν καὶ Χελκιας ἐγέννησεν τὸν Αζαρια

5:40 καὶ Αζαριας ἐγέννησεν τὸν Σαραια καὶ Σαραιας ἐγέννησεν τὸν Ιωσαδακ

5:41 καὶ Ιωσαδακ ἐπορεύθη ἐν τη̨̃ μετοικία̨ μετὰ Ιουδα καὶ Ιερουσαλημ ἐν χειρὶ Ναβουχοδονοσορ

6:1 υἱοὶ Λευι Γεδσων Κααθ καὶ Μεραρι

6:2 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Γεδσων Λοβενι καὶ Σεμεϊ

6:3 υἱοὶ Κααθ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ

6:4 υἱοὶ Μεραρι Μοολι καὶ Ομουσι καὶ αὑ̃ται αἱ πατριαὶ του̃ Λευι κατὰ πατριὰς αὐτω̃ν

6:5 τω̨̃ Γεδσων τω̨̃ Λοβενι υἱω̨̃ αὐτου̃ Ιεεθ υἱὸς αὐτου̃ Ζεμμα υἱὸς αὐτου̃

6:6 Ιωαχ υἱὸς αὐτου̃ Αδδι υἱὸς αὐτου̃ Ζαρα υἱὸς αὐτου̃ Ιεθρι υἱὸς αὐτου̃

6:7 υἱοὶ Κααθ Αμιναδαβ υἱὸς αὐτου̃ Κορε υἱὸς αὐτου̃ Ασιρ υἱὸς αὐτου̃

6:8 Ελκανα υἱὸς αὐτου̃ καὶ Αβιασαφ υἱὸς αὐτου̃ Ασιρ υἱὸς αὐτου̃

6:9 Θααθ υἱὸς αὐτου̃ Ουριηλ υἱὸς αὐτου̃ Οζια υἱὸς αὐτου̃ Σαουλ υἱὸς αὐτου̃

6:10 καὶ υἱοὶ Ελκανα Αμασι καὶ Αχιμωθ

6:11 Ελκανα υἱὸς αὐτου̃ Σουφι υἱὸς αὐτου̃ καὶ Νααθ υἱὸς αὐτου̃

6:12 Ελιαβ υἱὸς αὐτου̃ Ιδαερ υἱὸς αὐτου̃ Ελκανα υἱὸς αὐτου̃

6:13 υἱοὶ Σαμουηλ ὁ πρωτότοκος Σανι καὶ Αβια

6:14 υἱοὶ Μεραρι Μοολι Λοβενι υἱὸς αὐτου̃ Σεμεϊ υἱὸς αὐτου̃ Οζα υἱὸς αὐτου̃

6:15 Σομεα υἱὸς αὐτου̃ Αγγια υἱὸς αὐτου̃ Ασαια υἱὸς αὐτου̃

6:16 καὶ οὑ̃τοι οὓς κατέστησεν Δαυιδ ἐπὶ χει̃ρας ἀ̨δόντων ἐν οἴκω̨ κυρίου ἐν τη̨̃ καταπαύσει τη̃ς κιβωτου̃

6:17 καὶ ἠ̃σαν λειτουργου̃ντες ἐναντίον τη̃ς σκηνη̃ς οἴκου μαρτυρίου ἐν ὀργάνοις ἕως οὑ̃ ὠ̨κοδόμησεν Σαλωμων τὸν οἰ̃κον κυρίου ἐν Ιερουσαλημ καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτω̃ν ἐπὶ τὰς λειτουργίας αὐτω̃ν

6:18 καὶ οὑ̃τοι οἱ ἑστηκότες καὶ οἱ υἱοὶ αὐτω̃ν ἐκ τω̃ν υἱω̃ν του̃ Κααθ Αιμαν ὁ ψαλτω̨δὸς υἱὸς Ιωηλ υἱου̃ Σαμουηλ

6:19 υἱου̃ Ελκανα υἱου̃ Ηδαδ υἱου̃ Ελιηλ υἱου̃ Θιε

6:20 υἱου̃ Σουφ υἱου̃ Ελκανα υἱου̃ Μεθ υἱου̃ Αμασιου

6:21 υἱου̃ Ελκανα υἱου̃ Ιωηλ υἱου̃ Αζαρια υἱου̃ Σαφανια

6:22 υἱου̃ Θααθ υἱου̃ Ασιρ υἱου̃ Αβιασαφ υἱου̃ Κορε

6:23 υἱου̃ Ισσααρ υἱου̃ Κααθ υἱου̃ Λευι υἱου̃ Ισραηλ

6:24 καὶ ἀδελφὸς αὐτου̃ Ασαφ ὁ ἑστηκὼς ἐν δεξια̨̃ αὐτου̃ Ασαφ υἱὸς Βαραχια υἱου̃ Σαμαα

6:25 υἱου̃ Μιχαηλ υἱου̃ Μαασια υἱου̃ Μελχια

6:26 υἱου̃ Αθανι υἱου̃ Ζαραι υἱου̃ Αδια

6:27 υἱου̃ Αιθαν υἱου̃ Ζαμμα υἱου̃ Σεμεϊ

6:28 υἱου̃ Ηχα υἱου̃ Γεδσων υἱου̃ Λευι

6:29 καὶ υἱοὶ Μεραρι ἀδελφου̃ αὐτω̃ν ἐξ ἀριστερω̃ν Αιθαν υἱὸς Κισαι υἱου̃ Αβδι υἱου̃ Μαλωχ

6:30 υἱου̃ Ασεβι υἱου̃ Αμεσσια υἱου̃ Χελκιου

6:31 υἱου̃ Αμασαι υἱου̃ Βανι υἱου̃ Σεμμηρ

6:32 υἱου̃ Μοολι υἱου̃ Μουσι υἱου̃ Μεραρι υἱου̃ Λευι

6:33 καὶ ἀδελφοὶ αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν οἱ Λευι̃ται δεδομένοι εἰς πα̃σαν ἐργασίαν λειτουργίας σκηνη̃ς οἴκου του̃ θεου̃

6:34 καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ θυμιω̃ντες ἐπὶ τὸ θυσιαστήριον τω̃ν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τω̃ν θυμιαμάτων εἰς πα̃σαν ἐργασίαν ἅγια τω̃ν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ Ισραηλ κατὰ πάντα ὅσα ἐνετείλατο Μωυση̃ς παι̃ς του̃ θεου̃

6:35 καὶ οὑ̃τοι υἱοὶ Ααρων Ελεαζαρ υἱὸς αὐτου̃ Φινεες υἱὸς αὐτου̃ Αβισου υἱὸς αὐτου̃

6:36 Βωκαι υἱὸς αὐτου̃ Οζι υἱὸς αὐτου̃ Ζαραια υἱὸς αὐτου̃

6:37 Μαριηλ υἱὸς αὐτου̃ Αμαρια υἱὸς αὐτου̃ Αχιτωβ υἱὸς αὐτου̃

6:38 Σαδωκ υἱὸς αὐτου̃ Αχιμαας υἱὸς αὐτου̃

6:39 καὶ αὑ̃ται αἱ κατοικίαι αὐτω̃ν ἐν ται̃ς κώμαις αὐτω̃ν ἐν τοι̃ς ὁρίοις αὐτω̃ν τοι̃ς υἱοι̃ς Ααρων τη̨̃ πατρια̨̃ του̃ Κααθι ὅτι αὐτοι̃ς ἐγένετο ὁ κλη̃ρος

6:40 καὶ ἔδωκαν αὐτοι̃ς τὴν Χεβρων ἐν γη̨̃ Ιουδα καὶ τὰ περισπόρια αὐτη̃ς κύκλω̨ αὐτη̃ς

6:41 καὶ τὰ πεδία τη̃ς πόλεως καὶ τὰς κώμας αὐτη̃ς ἔδωκαν τω̨̃ Χαλεβ υἱω̨̃ Ιεφοννη

6:42 καὶ τοι̃ς υἱοι̃ς Ααρων ἔδωκαν τὰς πόλεις τω̃ν φυγαδευτηρίων τὴν Χεβρων καὶ τὴν Λοβνα καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Σελνα καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Εσθαμω καὶ τὰ περισπόρια αὐτη̃ς

6:43 καὶ τὴν Ιεθθαρ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Δαβιρ καὶ τὰ περισπόρια αὐτη̃ς

6:44 καὶ τὴν Ασαν καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Ατταν καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Βασαμυς καὶ τὰ περισπόρια αὐτη̃ς

6:45 καὶ ἐκ φυλη̃ς Βενιαμιν τὴν Γαβεε καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Γαλεμεθ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Αγχωχ καὶ τὰ περισπόρια αὐτη̃ς πα̃σαι αἱ πόλεις αὐτω̃ν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτω̃ν

6:46 καὶ τοι̃ς υἱοι̃ς Κααθ τοι̃ς καταλοίποις ἐκ τω̃ν πατριω̃ν ἐκ τη̃ς φυλη̃ς ἐκ του̃ ἡμίσους φυλη̃ς Μανασση κλήρω̨ πόλεις δέκα

6:47 καὶ τοι̃ς υἱοι̃ς Γεδσων κατὰ πατριὰς αὐτω̃ν ἐκ φυλη̃ς Ισσαχαρ ἐκ φυλη̃ς Ασηρ ἐκ φυλη̃ς Νεφθαλι ἐκ φυλη̃ς Μανασση ἐν τη̨̃ Βασαν πόλεις τρισκαίδεκα

6:48 καὶ τοι̃ς υἱοι̃ς Μεραρι κατὰ πατριὰς αὐτω̃ν ἐκ φυλη̃ς Ρουβην ἐκ φυλη̃ς Γαδ ἐκ φυλη̃ς Ζαβουλων κλήρω̨ πόλεις δέκα δύο

6:49 καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοι̃ς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτω̃ν

6:50 καὶ ἔδωκαν ἐν κλήρω̨ ἐκ φυλη̃ς υἱω̃ν Ιουδα καὶ ἐκ φυλη̃ς υἱω̃ν Συμεων τὰς πόλεις ταύτας ἃς ἐκάλεσεν αὐτὰς ἐπ' ὀνόματος

6:51 καὶ ἀπὸ τω̃ν πατριω̃ν υἱω̃ν Κααθ καὶ ἐγένοντο πόλεις τω̃ν ὁρίων αὐτω̃ν ἐκ φυλη̃ς Εφραιμ

6:52 καὶ ἔδωκαν αὐτω̨̃ τὰς πόλεις τω̃ν φυγαδευτηρίων τὴν Συχεμ καὶ τὰ περισπόρια αὐτη̃ς ἐν ὄρει Εφραιμ καὶ τὴν Γαζερ καὶ τὰ περισπόρια αὐτη̃ς

6:53 καὶ τὴν Ιεκμααμ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Βαιθωρων καὶ τὰ περισπόρια αὐτη̃ς

6:54 καὶ τὴν Εγλαμ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Γεθρεμμων καὶ τὰ περισπόρια αὐτη̃ς

6:55 καὶ ἀπὸ του̃ ἡμίσους φυλη̃ς Μανασση τὴν Αναρ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Ιεβλααμ καὶ τὰ περισπόρια αὐτη̃ς κατὰ πατριὰν τοι̃ς υἱοι̃ς Κααθ τοι̃ς καταλοίποις

6:56 τοι̃ς υἱοι̃ς Γεδσων ἀπὸ πατριω̃ν ἡμίσους φυλη̃ς Μανασση τὴν Γωλαν ἐκ τη̃ς Βασαν καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Ασηρωθ καὶ τὰ περισπόρια αὐτη̃ς

6:57 καὶ ἐκ φυλη̃ς Ισσαχαρ τὴν Κεδες καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Δεβερι καὶ τὰ περισπόρια αὐτη̃ς

6:58 καὶ τὴν Δαβωρ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Αναμ καὶ τὰ περισπόρια αὐτη̃ς

6:59 καὶ ἐκ φυλη̃ς Ασηρ τὴν Μασαλ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Αβαραν καὶ τὰ περισπόρια αὐτη̃ς

6:60 καὶ τὴν Ικακ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Ροωβ καὶ τὰ περισπόρια αὐτη̃ς

6:61 καὶ ἀπὸ φυλη̃ς Νεφθαλι τὴν Κεδες ἐν τη̨̃ Γαλιλαία̨ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Χαμωθ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Καριαθαιμ καὶ τὰ περισπόρια αὐτη̃ς

6:62 τοι̃ς υἱοι̃ς Μεραρι τοι̃ς καταλοίποις ἐκ φυλη̃ς Ζαβουλων τὴν Ρεμμων καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Θαχχια καὶ τὰ περισπόρια αὐτη̃ς

6:63 καὶ ἐκ του̃ πέραν του̃ Ιορδάνου Ιεριχω κατὰ δυσμὰς του̃ Ιορδάνου ἐκ φυλη̃ς Ρουβην τὴν Βοσορ ἐν τη̨̃ ἐρήμω̨ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Ιασα καὶ τὰ περισπόρια αὐτη̃ς

6:64 καὶ τὴν Καδημωθ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Μωφααθ καὶ τὰ περισπόρια αὐτη̃ς

6:65 καὶ ἐκ φυλη̃ς Γαδ τὴν Ραμωθ Γαλααδ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Μααναιμ καὶ τὰ περισπόρια αὐτη̃ς

6:66 καὶ τὴν Εσεβων καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Ιαζηρ καὶ τὰ περισπόρια αὐτη̃ς

7:1 καὶ τοι̃ς υἱοι̃ς Ισσαχαρ Θωλα καὶ Φουα καὶ Ιασουβ καὶ Σεμερων τέσσαρες

7:2 καὶ υἱοὶ Θωλα Οζι καὶ Ραφαια καὶ Ιεριηλ καὶ Ιεμου καὶ Ιεβασαμ καὶ Σαμουηλ ἄρχοντες οἴκων πατριω̃ν αὐτω̃ν τω̨̃ Θωλα ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτω̃ν ὁ ἀριθμὸς αὐτω̃ν ἐν ἡμέραις Δαυιδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι

7:3 καὶ υἱοὶ Οζι Ιεζρια καὶ υἱοὶ Ιεζρια Μιχαηλ καὶ Οβδια καὶ Ιωηλ καὶ Ιεσια πέντε ἄρχοντες πάντες

7:4 καὶ ἐπ' αὐτω̃ν κατὰ γενέσεις αὐτω̃ν κατ' οἴκους πατρικοὺς αὐτω̃ν ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες ὅτι ἐπλήθυναν γυναι̃κας καὶ υἱούς

7:5 καὶ ἀδελφοὶ αὐτω̃ν εἰς πάσας πατριὰς Ισσαχαρ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες ὁ ἀριθμὸς αὐτω̃ν τω̃ν πάντων

7:6 βενιαμιν Βαλε καὶ Βαχιρ καὶ Ιαδιηλ τρει̃ς

7:7 καὶ υἱοὶ Βαλε Ασεβων καὶ Οζι καὶ Οζιηλ καὶ Ιεριμωθ καὶ Ουρι πέντε ἄρχοντες οἴκων πατρικω̃ν ἰσχυροὶ δυνάμει καὶ ὁ ἀριθμὸς αὐτω̃ν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριάκοντα τέσσαρες

7:8 καὶ υἱοὶ Βαχιρ Ζαμαριας καὶ Ιωας καὶ Ελιεζερ καὶ Ελιθεναν καὶ Αμαρια καὶ Ιεριμωθ καὶ Αβιου καὶ Αναθωθ καὶ Γεμεεθ πάντες οὑ̃τοι υἱοὶ Βαχιρ

7:9 καὶ ὁ ἀριθμὸς αὐτω̃ν κατὰ γενέσεις αὐτω̃ν ἄρχοντες οἴκων πατριω̃ν αὐτω̃ν ἰσχυροὶ δυνάμει εἴκοσι χιλιάδες καὶ διακόσιοι

7:10 καὶ υἱοὶ Ιαδιηλ Βαλααν καὶ υἱοὶ Βαλααν Ιαους καὶ Βενιαμιν καὶ Αωθ καὶ Χανανα καὶ Ζαιθαν καὶ Ραμεσσαι καὶ Αχισααρ

7:11 πάντες οὑ̃τοι υἱοὶ Ιαδιηλ ἄρχοντες τω̃ν πατριω̃ν ἰσχυροὶ δυνάμει ἑπτακαίδεκα χιλιάδες καὶ διακόσιοι ἐκπορευόμενοι δυνάμει του̃ πολεμει̃ν

7:12 καὶ Σαπφιν καὶ Απφιν καὶ υἱοὶ Ραωμ υἱὸς αὐτου̃ Αερ

7:13 υἱοὶ Νεφθαλι Ιασιηλ καὶ Γωνι καὶ Ισσιηρ καὶ Σαλωμ υἱοὶ Βαλαα

7:14 υἱοὶ Μανασση Ασεριηλ ὃν ἔτεκεν ἡ παλλακὴ αὐτου̃ ἡ Σύρα ἔτεκεν τὸν Μαχιρ πατέρα Γαλααδ

7:15 καὶ Μαχιρ ἔλαβεν γυναι̃κα τω̨̃ Αμφιν καὶ Μαμφιν καὶ ὄνομα ἀδελφη̃ς αὐτου̃ Μοωχα καὶ ὄνομα τω̨̃ δευτέρω̨ Σαλπααδ καὶ ἐγεννήθησαν τω̨̃ Σαλπααδ θυγατέρες

7:16 καὶ ἔτεκεν Μοωχα γυνὴ Μαχιρ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Φαρες καὶ ὄνομα ἀδελφου̃ αὐτου̃ Σορος υἱὸς αὐτου̃ Ουλαμ

7:17 καὶ υἱοὶ Ουλαμ Βαδαν οὑ̃τοι υἱοὶ Γαλααδ υἱου̃ Μαχιρ υἱου̃ Μανασση

7:18 καὶ ἀδελφὴ αὐτου̃ ἡ Μαλεχεθ ἔτεκεν τὸν Ισαδεκ καὶ τὸν Αβιεζερ καὶ τὸν Μαελα

7:19 καὶ ἠ̃σαν υἱοὶ Σεμιρα Ιααιμ καὶ Συχεμ καὶ Λακεϊ καὶ Ανιαμ

7:20 καὶ υἱοὶ Εφραιμ Σωθαλα καὶ Βαραδ υἱὸς αὐτου̃ καὶ Θααθ υἱὸς αὐτου̃ Ελεαδα υἱὸς αὐτου̃ Νομεε υἱὸς αὐτου̃

7:21 Ζαβεδ υἱὸς αὐτου̃ Σωθελε υἱὸς αὐτου̃ καὶ Εζερ καὶ Ελεαδ καὶ ἀπέκτειναν αὐτοὺς ἄνδρες Γεθ οἱ τεχθέντες ἐν τη̨̃ γη̨̃ ὅτι κατέβησαν λαβει̃ν τὰ κτήνη αὐτω̃ν

7:22 καὶ ἐπένθησεν Εφραιμ πατὴρ αὐτω̃ν ἡμέρας πολλάς καὶ ἠ̃λθον ἀδελφοὶ αὐτου̃ του̃ παρακαλέσαι αὐτόν

7:23 καὶ εἰση̃λθεν πρὸς τὴν γυναι̃κα αὐτου̃ καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Βαραγα ὅτι ἐν κακοι̃ς ἐγένετο ἐν οἴκω̨ μου

7:24 καὶ ἐν ἐκείνοις τοι̃ς καταλοίποις καὶ ὠ̨κοδόμησεν Βαιθωρων τὴν κάτω καὶ τὴν ἄνω καὶ υἱοὶ Οζαν Σεηρα

7:25 καὶ Ραφη υἱοὶ αὐτου̃ Ρασεφ καὶ Θαλε υἱοὶ αὐτου̃ Θαεν υἱὸς αὐτου̃

7:26 τω̨̃ Λααδαν υἱω̨̃ αὐτου̃ Αμιουδ υἱὸς αὐτου̃ Ελισαμα υἱὸς αὐτου̃

7:27 Νουμ υἱὸς αὐτου̃ Ιησουε υἱὸς αὐτου̃

7:28 καὶ κατάσχεσις αὐτω̃ν καὶ κατοικία αὐτω̃ν Βαιθηλ καὶ αἱ κω̃μαι αὐτη̃ς κατ' ἀνατολὰς Νααραν πρὸς δυσμαι̃ς Γαζερ καὶ αἱ κω̃μαι αὐτη̃ς καὶ Συχεμ καὶ αἱ κω̃μαι αὐτη̃ς ἕως Γαιαν καὶ αἱ κω̃μαι αὐτη̃ς

7:29 καὶ ἕως ὁρίων υἱω̃ν Μανασση Βαιθσααν καὶ αἱ κω̃μαι αὐτη̃ς Θααναχ καὶ αἱ κω̃μαι αὐτη̃ς καὶ Βαλαδ καὶ αἱ κω̃μαι αὐτη̃ς Μαγεδδω καὶ αἱ κω̃μαι αὐτη̃ς Δωρ καὶ αἱ κω̃μαι αὐτη̃ς ἐν ταύταις κατώ̨κησαν οἱ υἱοὶ Ιωσηφ υἱου̃ Ισραηλ

7:30 υἱοὶ Ασηρ Ιεμνα καὶ Ισουα καὶ Ισουι καὶ Βεριγα καὶ Σορε ἀδελφὴ αὐτω̃ν

7:31 καὶ υἱοὶ Βεριγα Χαβερ καὶ Μελχιηλ οὑ̃τος πατὴρ Βερζαιθ

7:32 καὶ Χαβερ ἐγέννησεν τὸν Ιαφαλητ καὶ τὸν Σαμηρ καὶ τὸν Χωθαμ καὶ τὴν Σωλα ἀδελφὴν αὐτω̃ν

7:33 καὶ υἱοὶ Ιαφαλητ Φεσηχι Βαμαηλ καὶ Ασιθ οὑ̃τοι υἱοὶ Ιαφαλητ

7:34 καὶ υἱοὶ Σεμμηρ Αχιουραογα καὶ Οβα καὶ Αραμ

7:35 καὶ Βανηελαμ ἀδελφοὶ αὐτου̃ Σωφα καὶ Ιμανα καὶ Σελλης καὶ Αμαλ

7:36 υἱοὶ Σωφα Χουχι Αρναφαρ καὶ Σουαλ καὶ Βαρι καὶ Ιμαρη

7:37 Σοβαλ καὶ Ωδ καὶ Σεμμα καὶ Σαλισα καὶ Ιεθραν καὶ Βεηρα

7:38 καὶ υἱοὶ Ιεθερ Ιφινα καὶ Φασφα καὶ Αρα

7:39 καὶ υἱοὶ Ωλα Ορεχ Ανιηλ καὶ Ρασια

7:40 πάντες οὑ̃τοι υἱοὶ Ασηρ πάντες ἄρχοντες πατριω̃ν ἐκλεκτοὶ ἰσχυροὶ δυνάμει ἄρχοντες ἡγούμενοι ἀριθμὸς αὐτω̃ν εἰς παράταξιν του̃ πολεμει̃ν ἀριθμὸς αὐτω̃ν ἄνδρες εἴκοσι ἓξ χιλιάδες

8:1 καὶ Βενιαμιν ἐγέννησεν τὸν Βαλε πρωτότοκον αὐτου̃ καὶ Ασβηλ τὸν δεύτερον Ααρα τὸν τρίτον

8:2 Νωα τὸν τέταρτον καὶ Ραφη τὸν πέμπτον

8:3 καὶ ἠ̃σαν υἱοὶ τω̨̃ Βαλε Αδερ καὶ Γηρα καὶ Αβιουδ

8:4 καὶ Αβισουε καὶ Νοομα καὶ Αχια

8:5 καὶ Γηρα καὶ Σωφαρφακ καὶ Ωιμ

8:6 οὑ̃τοι υἱοὶ Αωδ οὑ̃τοί εἰσιν ἄρχοντες πατριω̃ν τοι̃ς κατοικου̃σιν Γαβεε καὶ μετώ̨κισαν αὐτοὺς εἰς Μαναχαθι

8:7 καὶ Νοομα καὶ Αχια καὶ Γηρα οὑ̃τος ιγλααμ καὶ ἐγέννησεν τὸν Ναανα καὶ τὸν Αχιχωδ

8:8 καὶ Σααρημ ἐγέννησεν ἐν τω̨̃ πεδίω̨ Μωαβ μετὰ τὸ ἀποστει̃λαι αὐτὸν Ωσιμ καὶ τὴν Βααδα γυναι̃κα αὐτου̃

8:9 καὶ ἐγέννησεν ἐκ τη̃ς Αδα γυναικὸς αὐτου̃ τὸν Ιωβαβ καὶ τὸν Σεβια καὶ τὸν Μισα καὶ τὸν Μελχαμ

8:10 καὶ τὸν Ιαως καὶ τὸν Σαβια καὶ τὸν Μαρμα οὑ̃τοι ἄρχοντες πατριω̃ν

8:11 καὶ ἐκ τη̃ς Ωσιμ ἐγέννησεν τὸν Αβιτωβ καὶ τὸν Αλφααλ

8:12 καὶ υἱοὶ Αλφααλ Ωβηδ Μεσσααμ Σεμμηρ οὑ̃τος ὠ̨κοδόμησεν τὴν Ωνω καὶ τὴν Λοδ καὶ τὰς κώμας αὐτη̃ς

8:13 καὶ Βεριγα καὶ Σαμα οὑ̃τοι ἄρχοντες τω̃ν πατριω̃ν τοι̃ς κατοικου̃σιν Αιλαμ καὶ οὑ̃τοι ἐξεδίωξαν τοὺς κατοικου̃ντας Γεθ

8:14 καὶ ἀδελφὸς αὐτου̃ Σωσηκ καὶ Ιαριμωθ

8:15 καὶ Ζαβαδια καὶ Ωρηρ καὶ Ωδηδ

8:16 καὶ Μιχαηλ καὶ Ιεσφα καὶ Ιωχα υἱοὶ Βαριγα

8:17 καὶ Ζαβαδια καὶ Μοσολλαμ καὶ Αζακι καὶ Αβαρ

8:18 καὶ Ισαμαρι καὶ Ιεζλια καὶ Ιωβαβ υἱοὶ Ελφααλ

8:19 καὶ Ιακιμ καὶ Ζεχρι καὶ Ζαβδι

8:20 καὶ Ελιωηναι καὶ Σαλθι καὶ Ελιηλι

8:21 καὶ Αδαια καὶ Βαραια καὶ Σαμαραθ υἱοὶ Σαμαϊ

8:22 καὶ Ισφαν καὶ Ωβηδ καὶ Ελεηλ

8:23 καὶ Αβαδων καὶ Ζεχρι καὶ Αναν

8:24 καὶ Ανανια καὶ Αμβρι καὶ Αιλαμ καὶ Αναθωθια

8:25 καὶ Αθιν καὶ Ιεφερια καὶ Φελιηλ υἱοὶ Σωσηκ

8:26 καὶ Σαμσαρια καὶ Σααρια καὶ Ογοθολια

8:27 καὶ Ιαρασια καὶ Ηλια καὶ Ζεχρι υἱοὶ Ιρααμ

8:28 οὑ̃τοι ἄρχοντες πατριω̃ν κατὰ γενέσεις αὐτω̃ν ἄρχοντες οὑ̃τοι κατώ̨κησαν ἐν Ιερουσαλημ

8:29 καὶ ἐν Γαβαων κατώ̨κησεν πατὴρ Γαβαων καὶ ὄνομα γυναικὶ αὐτου̃ Μααχα

8:30 καὶ υἱὸς αὐτη̃ς ὁ πρωτότοκος Αβαδων καὶ Σουρ καὶ Κις καὶ Βααλ καὶ Νηρ καὶ Ναδαβ

8:31 καὶ Γεδουρ καὶ ἀδελφὸς αὐτου̃ καὶ Ζαχουρ καὶ Μακαλωθ

8:32 καὶ Μακαλωθ ἐγέννησεν τὸν Σεμαα καὶ γὰρ οὑ̃τοι κατέναντι τω̃ν ἀδελφω̃ν αὐτω̃ν κατώ̨κησαν ἐν Ιερουσαλημ μετὰ τω̃ν ἀδελφω̃ν αὐτω̃ν

8:33 καὶ Νηρ ἐγέννησεν τὸν Κις καὶ Κις ἐγέννησεν τὸν Σαουλ καὶ Σαουλ ἐγέννησεν τὸν Ιωναθαν καὶ τὸν Μελχισουε καὶ τὸν Αμιναδαβ καὶ τὸν Ασαβαλ

8:34 καὶ υἱοὶ Ιωναθαν Μεριβααλ καὶ Μεριβααλ ἐγέννησεν τὸν Μιχια

8:35 καὶ υἱοὶ Μιχια Φιθων καὶ Μελχηλ καὶ Θερεε καὶ Αχαζ

8:36 καὶ Αχαζ ἐγέννησεν τὸν Ιωιαδα καὶ Ιωιαδα ἐγέννησεν τὸν Γαλεμαθ καὶ τὸν Ασμωθ καὶ τὸν Ζαμβρι καὶ Ζαμβρι ἐγέννησεν τὸν Μαισα

8:37 καὶ Μαισα ἐγέννησεν τὸν Βαανα Ραφαια υἱὸς αὐτου̃ Ελασα υἱὸς αὐτου̃ Εσηλ υἱὸς αὐτου̃

8:38 καὶ τω̨̃ Εσηλ ἓξ υἱοί καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν Εζρικαμ πρωτότοκος αὐτου̃ καὶ Ισμαηλ καὶ Σαραια καὶ Αβδια καὶ Αναν πάντες οὑ̃τοι υἱοὶ Εσηλ

8:39 καὶ υἱοὶ Ασηλ ἀδελφου̃ αὐτου̃ Αιλαμ πρωτότοκος αὐτου̃ καὶ Ιαις ὁ δεύτερος Ελιφαλετ ὁ τρίτος

8:40 καὶ ἠ̃σαν υἱοὶ Αιλαμ ἰσχυροὶ ἄνδρες δυνάμει τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τω̃ν υἱω̃ν ἑκατὸν πεντήκοντα πάντες οὑ̃τοι ἐξ υἱω̃ν Βενιαμιν

9:1 καὶ πα̃ς Ισραηλ ὁ συλλοχισμὸς αὐτω̃ν καὶ οὑ̃τοι καταγεγραμμένοι ἐν βιβλίω̨ τω̃ν βασιλέων Ισραηλ καὶ Ιουδα μετὰ τω̃ν ἀποικισθέντων εἰς Βαβυλω̃να ἐν ται̃ς ἀνομίαις αὐτω̃ν

9:2 καὶ οἱ κατοικου̃ντες πρότερον ἐν ται̃ς κατασχέσεσιν αὐτω̃ν ἐν ται̃ς πόλεσιν Ισραηλ οἱ ἱερει̃ς οἱ Λευι̃ται καὶ οἱ δεδομένοι

9:3 καὶ ἐν Ιερουσαλημ κατώ̨κησαν ἀπὸ τω̃ν υἱω̃ν Ιουδα καὶ ἀπὸ τω̃ν υἱω̃ν Βενιαμιν καὶ ἀπὸ τω̃ν υἱω̃ν Εφραιμ καὶ Μανασση

9:4 Γωθι υἱὸς Αμμιουδ υἱου̃ Αμρι υἱου̃ υἱω̃ν Φαρες υἱου̃ Ιουδα

9:5 καὶ ἐκ τω̃ν Σηλωνι Ασαια πρωτότοκος αὐτου̃ καὶ υἱοὶ αὐτου̃

9:6 ἐκ τω̃ν υἱω̃ν Ζαρα Ιιηλ καὶ ἀδελφοὶ αὐτω̃ν ἑξακόσιοι καὶ ἐνενήκοντα

9:7 καὶ ἐκ τω̃ν υἱω̃ν Βενιαμιν Σαλω υἱὸς Μοσολλαμ υἱου̃ Ωδουια υἱου̃ Σαναα

9:8 καὶ Ιβαναα υἱὸς Ιρααμ καὶ οὑ̃τοι υἱοὶ Οζι υἱου̃ Μαχιρ καὶ Μασσαλημ υἱὸς Σαφατια υἱου̃ Ραγουηλ υἱου̃ Βαναια

9:9 καὶ ἀδελφοὶ αὐτω̃ν κατὰ γενέσεις αὐτω̃ν ἐννακόσιοι πεντήκοντα ἕξ πάντες οἱ ἄνδρες ἄρχοντες πατριω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν

9:10 καὶ ἀπὸ τω̃ν ἱερέων Ιωδαε καὶ Ιωαριμ καὶ Ιαχιν

9:11 καὶ Αζαρια υἱὸς Χελκια υἱου̃ Μοσολλαμ υἱου̃ Σαδωκ υἱου̃ Μαραιωθ υἱου̃ Αχιτωβ ἡγούμενος οἴκου του̃ θεου̃

9:12 καὶ Αδαια υἱὸς Ιρααμ υἱου̃ Πασχωρ υἱου̃ Μαλχια καὶ Μαασαια υἱὸς Αδιηλ υἱου̃ Ιεδιου υἱου̃ Μοσολλαμ υἱου̃ Μασελμωθ υἱου̃ Εμμηρ

9:13 καὶ ἀδελφοὶ αὐτω̃ν ἄρχοντες οἴκων πατριω̃ν χίλιοι ἑπτακόσιοι ἑξήκοντα ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου του̃ θεου̃

9:14 καὶ ἐκ τω̃ν Λευιτω̃ν Σαμαια υἱὸς Ασωβ υἱου̃ Εσρικαμ υἱου̃ Ασαβια ἐκ τω̃ν υἱω̃ν Μεραρι

9:15 καὶ Βακβακαρ καὶ Αρης καὶ Γαλαλ καὶ Μανθανιας υἱὸς Μιχα υἱου̃ Ζεχρι υἱου̃ Ασαφ

9:16 καὶ Αβδια υἱὸς Σαμια υἱου̃ Γαλαλ υἱου̃ Ιδιθων καὶ Βαραχια υἱὸς Οσσα υἱου̃ Ηλκανα ὁ κατοικω̃ν ἐν ται̃ς κώμαις Νετωφατι

9:17 οἱ πυλωροί Σαλωμ καὶ Ακουβ καὶ Ταλμαν καὶ Αιμαν καὶ ἀδελφοὶ αὐτω̃ν Σαλωμ ὁ ἄρχων

9:18 καὶ ἕως ταύτης ἐν τη̨̃ πύλη̨ του̃ βασιλέως κατ' ἀνατολάς αὑ̃ται αἱ πύλαι τω̃ν παρεμβολω̃ν υἱω̃ν Λευι

9:19 καὶ Σαλωμ υἱὸς Κωρη υἱου̃ Αβιασαφ υἱου̃ Κορε καὶ οἱ ἀδελφοὶ αὐτου̃ εἰς οἰ̃κον πατρὸς αὐτου̃ οἱ Κορι̃ται ἐπὶ τω̃ν ἔργων τη̃ς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τη̃ς σκηνη̃ς καὶ πατέρες αὐτω̃ν ἐπὶ τη̃ς παρεμβολη̃ς κυρίου φυλάσσοντες τὴν εἴσοδον

9:20 καὶ Φινεες υἱὸς Ελεαζαρ ἡγούμενος ἠ̃ν ἐπ' αὐτω̃ν ἔμπροσθεν καὶ οὑ̃τοι μετ' αὐτου̃

9:21 Ζαχαριας υἱὸς Μασαλαμι πυλωρὸς τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου

9:22 πάντες οἱ ἐκλεκτοὶ ται̃ς πύλαις ἐν ται̃ς πύλαις διακόσιοι καὶ δέκα δύο οὑ̃τοι ἐν ται̃ς αὐλαι̃ς αὐτω̃ν ὁ καταλοχισμὸς αὐτω̃ν τούτους ἔστησεν Δαυιδ καὶ Σαμουηλ ὁ βλέπων τη̨̃ πίστει αὐτω̃ν

9:23 καὶ οὑ̃τοι καὶ οἱ υἱοὶ αὐτω̃ν ἐπὶ τω̃ν πυλω̃ν ἐν οἴκω̨ κυρίου ἐν οἴκω̨ τη̃ς σκηνη̃ς του̃ φυλάσσειν

9:24 κατὰ τοὺς τέσσαρας ἀνέμους ἠ̃σαν αἱ πύλαι κατ' ἀνατολάς θάλασσαν βορρα̃ν νότον

9:25 καὶ ἀδελφοὶ αὐτω̃ν ἐν ται̃ς αὐλαι̃ς αὐτω̃ν του̃ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιρου̃ εἰς καιρὸν μετὰ τούτων

9:26 ὅτι ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τω̃ν πυλω̃ν οἱ Λευι̃ται ἠ̃σαν ἐπὶ τω̃ν παστοφορίων καὶ ἐπὶ τω̃ν θησαυρω̃ν οἴκου του̃ θεου̃

9:27 καὶ περικύκλω̨ οἴκου του̃ θεου̃ παρεμβαλου̃σιν ὅτι ἐπ' αὐτοὺς φυλακή καὶ οὑ̃τοι ἐπὶ τω̃ν κλειδω̃ν τὸ πρωὶ πρωὶ ἀνοίγειν τὰς θύρας του̃ ἱερου̃

9:28 καὶ ἐξ αὐτω̃ν ἐπὶ τὰ σκεύη τη̃ς λειτουργίας ὅτι ἐν ἀριθμω̨̃ εἰσοίσουσιν αὐτὰ καὶ ἐν ἀριθμω̨̃ ἐξοίσουσιν αὐτά

9:29 καὶ ἐξ αὐτω̃ν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια καὶ ἐπὶ τη̃ς σεμιδάλεως του̃ οἴνου του̃ ἐλαίου του̃ λιβανωτου̃ καὶ τω̃ν ἀρωμάτων

9:30 καὶ ἀπὸ τω̃ν υἱω̃ν τω̃ν ἱερέων ἠ̃σαν μυρεψοὶ του̃ μύρου καὶ εἰς τὰ ἀρώματα

9:31 καὶ Ματταθιας ἐκ τω̃ν Λευιτω̃ν οὑ̃τος ὁ πρωτότοκος τω̨̃ Σαλωμ τω̨̃ Κορίτη̨ ἐν τη̨̃ πίστει ἐπὶ τὰ ἔργα τη̃ς θυσίας του̃ τηγάνου του̃ μεγάλου ἱερέως

9:32 καὶ Βαναιας ὁ Κααθίτης ἐκ τω̃ν ἀδελφω̃ν αὐτω̃ν ἐπὶ τω̃ν ἄρτων τη̃ς προθέσεως του̃ ἑτοιμάσαι σάββατον κατὰ σάββατον

9:33 καὶ οὑ̃τοι ψαλτω̨δοὶ ἄρχοντες τω̃ν πατριω̃ν τω̃ν Λευιτω̃ν διατεταγμέναι ἐφημερίαι ὅτι ἡμέρα καὶ νὺξ ἐπ' αὐτοι̃ς ἐν τοι̃ς ἔργοις

9:34 οὑ̃τοι ἄρχοντες τω̃ν πατριω̃ν τω̃ν Λευιτω̃ν κατὰ γενέσεις αὐτω̃ν ἄρχοντες οὑ̃τοι κατώ̨κησαν ἐν Ιερουσαλημ

9:35 καὶ ἐν Γαβαων κατώ̨κησεν πατὴρ Γαβαων Ιιηλ καὶ ὄνομα γυναικὸς αὐτου̃ Μοωχα

9:36 καὶ υἱὸς αὐτου̃ ὁ πρωτότοκος Αβαδων καὶ Σιρ καὶ Κις καὶ Βααλ καὶ Νηρ καὶ Ναδαβ

9:37 καὶ Γεδουρ καὶ ἀδελφὸς καὶ Ζαχαρια καὶ Μακελλωθ

9:38 καὶ Μακελλωθ ἐγέννησεν τὸν Σαμαα καὶ οὑ̃τοι ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν αὐτω̃ν κατώ̨κησαν ἐν Ιερουσαλημ μετὰ τω̃ν ἀδελφω̃ν αὐτω̃ν

9:39 καὶ Νηρ ἐγέννησεν τὸν Κις καὶ Κις ἐγέννησεν τὸν Σαουλ καὶ Σαουλ ἐγέννησεν τὸν Ιωναθαν καὶ τὸν Μελχισουε καὶ τὸν Αμιναδαβ καὶ τὸν Ισβααλ

9:40 καὶ υἱὸς Ιωναθαν Μαριβααλ καὶ Μαριβααλ ἐγέννησεν τὸν Μιχα

9:41 καὶ υἱοὶ Μιχα Φαιθων καὶ Μαλαχ καὶ Θαραχ

9:42 καὶ Αχαζ ἐγέννησεν τὸν Ιαδα καὶ Ιαδα ἐγέννησεν τὸν Γαλεμεθ καὶ τὸν Γαζμωθ καὶ τὸν Ζαμβρι καὶ Ζαμβρι ἐγέννησεν τὸν Μασα

9:43 καὶ Μασα ἐγέννησεν τὸν Βαανα Ραφαια υἱὸς αὐτου̃ Ελεασα υἱὸς αὐτου̃ Εσηλ υἱὸς αὐτου̃

9:44 καὶ τω̨̃ Εσηλ ἓξ υἱοί καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν Εσδρικαμ πρωτότοκος αὐτου̃ Ισμαηλ καὶ Σαρια καὶ Αβδια καὶ Αναν οὑ̃τοι υἱοὶ Εσηλ

10:1 καὶ ἀλλόφυλοι ἐπολέμησαν πρὸς Ισραηλ καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουε

10:2 καὶ κατεδίωξαν ἀλλόφυλοι ὀπίσω Σαουλ καὶ ὀπίσω υἱω̃ν αὐτου̃ καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν Ιωναθαν καὶ τὸν Αμιναδαβ καὶ τὸν Μελχισουε υἱοὺς Σαουλ

10:3 καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ Σαουλ καὶ εὑ̃ρον αὐτὸν οἱ τοξόται ἐν τοι̃ς τόξοις καὶ πόνοις καὶ ἐπόνεσεν ἀπὸ τω̃ν τόξων

10:4 καὶ εἰ̃πεν Σαουλ τω̨̃ αἴροντι τὰ σκεύη αὐτου̃ σπάσαι τὴν ῥομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτη̨̃ μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὑ̃τοι καὶ ἐμπαίξωσίν μοι καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτου̃ ὅτι ἐφοβει̃το σφόδρα καὶ ἔλαβεν Σαουλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ' αὐτήν

10:5 καὶ εἰ̃δεν ὁ αἴρων τὰ σκεύη αὐτου̃ ὅτι ἀπέθανεν Σαουλ καὶ ἔπεσεν καί γε αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτου̃ καὶ ἀπέθανεν

10:6 καὶ ἀπέθανεν Σαουλ καὶ τρει̃ς υἱοὶ αὐτου̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ πα̃ς ὁ οἰ̃κος αὐτου̃ ἐπὶ τὸ αὐτὸ ἀπέθανεν

10:7 καὶ εἰ̃δεν πα̃ς ἀνὴρ Ισραηλ ὁ ἐν τω̨̃ αὐλω̃νι ὅτι ἔφυγεν Ισραηλ καὶ ὅτι ἀπέθανεν Σαουλ καὶ οἱ υἱοὶ αὐτου̃ καὶ κατέλιπον τὰς πόλεις αὐτω̃ν καὶ ἔφυγον καὶ ἠ̃λθον ἀλλόφυλοι καὶ κατώ̨κησαν ἐν αὐται̃ς

10:8 καὶ ἐγένετο τη̨̃ ἐχομένη̨ καὶ ἠ̃λθον ἀλλόφυλοι του̃ σκυλεύειν τοὺς τραυματίας καὶ εὑ̃ρον τὸν Σαουλ καὶ τοὺς υἱοὺς αὐτου̃ πεπτωκότας ἐν τω̨̃ ὄρει Γελβουε

10:9 καὶ ἐξέδυσαν αὐτὸν καὶ ἔλαβον τὴν κεφαλὴν αὐτου̃ καὶ τὰ σκεύη αὐτου̃ καὶ ἀπέστειλαν εἰς γη̃ν ἀλλοφύλων κύκλω̨ του̃ εὐαγγελίσασθαι τοι̃ς εἰδώλοις αὐτω̃ν καὶ τω̨̃ λαω̨̃

10:10 καὶ ἔθηκαν τὰ σκεύη αὐτου̃ ἐν οἴκω̨ θεου̃ αὐτω̃ν καὶ τὴν κεφαλὴν αὐτου̃ ἔθηκαν ἐν οἴκω̨ Δαγων

10:11 καὶ ἤκουσαν πάντες οἱ κατοικου̃ντες Γαλααδ ἅπαντα ἃ ἐποίησαν ἀλλόφυλοι τω̨̃ Σαουλ καὶ τω̨̃ Ισραηλ

10:12 καὶ ἠγέρθησαν ἐκ Γαλααδ πα̃ς ἀνὴρ δυνατὸς καὶ ἔλαβον τὸ σω̃μα Σαουλ καὶ τὸ σω̃μα τω̃ν υἱω̃ν αὐτου̃ καὶ ἤνεγκαν αὐτὰ εἰς Ιαβις καὶ ἔθαψαν τὰ ὀστα̃ αὐτω̃ν ὑπὸ τὴν δρυ̃ν ἐν Ιαβις καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας

10:13 καὶ ἀπέθανεν Σαουλ ἐν ται̃ς ἀνομίαις αὐτου̃ αἱ̃ς ἠνόμησεν τω̨̃ κυρίω̨ κατὰ τὸν λόγον κυρίου διότι οὐκ ἐφύλαξεν ὅτι ἐπηρώτησεν Σαουλ ἐν τω̨̃ ἐγγαστριμύθω̨ του̃ ζητη̃σαι καὶ ἀπεκρίνατο αὐτω̨̃ Σαμουηλ ὁ προφήτης

10:14 καὶ οὐκ ἐζήτησεν κύριον καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἐπέστρεψεν τὴν βασιλείαν τω̨̃ Δαυιδ υἱω̨̃ Ιεσσαι

11:1 καὶ ἠ̃λθεν πα̃ς Ισραηλ πρὸς Δαυιδ ἐν Χεβρων λέγοντες ἰδοὺ ὀστα̃ σου καὶ σάρκες σου ἡμει̃ς

11:2 καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως σὺ ἠ̃σθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ καὶ εἰ̃πεν κύριος ὁ θεός σού σοι σὺ ποιμανει̃ς τὸν λαόν μου τὸν Ισραηλ καὶ σὺ ἔση̨ εἰς ἡγούμενον ἐπὶ Ισραηλ

11:3 καὶ ἠ̃λθον πάντες πρεσβύτεροι Ισραηλ πρὸς τὸν βασιλέα εἰς Χεβρων καὶ διέθετο αὐτοι̃ς ὁ βασιλεὺς Δαυιδ διαθήκην ἐν Χεβρων ἐναντίον κυρίου καὶ ἔχρισαν τὸν Δαυιδ εἰς βασιλέα ἐπὶ Ισραηλ κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Σαμουηλ

11:4 καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες Ισραηλ εἰς Ιερουσαλημ αὕτη Ιεβους καὶ ἐκει̃ οἱ Ιεβουσαι̃οι οἱ κατοικου̃ντες τὴν γη̃ν

11:5 εἰ̃παν δὲ οἱ κατοικου̃ντες Ιεβους τω̨̃ Δαυιδ οὐκ εἰσελεύση̨ ὡ̃δε καὶ προκατελάβετο τὴν περιοχὴν Σιων αὕτη ἡ πόλις Δαυιδ

11:6 καὶ εἰ̃πεν Δαυιδ πα̃ς τύπτων Ιεβουσαι̃ον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν καὶ ἀνέβη ἐπ' αὐτὴν ἐν πρώτοις Ιωαβ υἱὸς Σαρουια καὶ ἐγένετο εἰς ἄρχοντα

11:7 καὶ ἐκάθισεν Δαυιδ ἐν τη̨̃ περιοχη̨̃ διὰ του̃το ἐκάλεσεν αὐτὴν πόλιν Δαυιδ

11:8 καὶ ὠ̨κοδόμησεν τὴν πόλιν κύκλω̨ καὶ ἐπολέμησεν καὶ ἔλαβεν τὴν πόλιν

11:9 καὶ ἐπορεύετο Δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος καὶ κύριος παντοκράτωρ μετ' αὐτου̃

11:10 καὶ οὑ̃τοι οἱ ἄρχοντες τω̃ν δυνατω̃ν οἳ ἠ̃σαν τω̨̃ Δαυιδ οἱ κατισχύοντες μετ' αὐτου̃ ἐν τη̨̃ βασιλεία̨ αὐτου̃ μετὰ παντὸς Ισραηλ του̃ βασιλευ̃σαι αὐτὸν κατὰ τὸν λόγον κυρίου ἐπὶ Ισραηλ

11:11 καὶ οὑ̃τος ὁ ἀριθμὸς τω̃ν δυνατω̃ν του̃ Δαυιδ Ιεσεβααλ υἱὸς Αχαμανι πρω̃τος τω̃ν τριάκοντα οὑ̃τος ἐσπάσατο τὴν ῥομφαίαν αὐτου̃ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρω̨̃ ἑνί

11:12 καὶ μετ' αὐτὸν Ελεαζαρ υἱὸς Δωδαι ὁ Αχωχι οὑ̃τος ἠ̃ν ἐν τοι̃ς τρισὶν δυνατοι̃ς

11:13 οὑ̃τος ἠ̃ν μετὰ Δαυιδ ἐν Φασοδομιν καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκει̃ εἰς πόλεμον καὶ ἠ̃ν μερὶς του̃ ἀγρου̃ πλήρης κριθω̃ν καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων

11:14 καὶ ἔστη ἐν μέσω̨ τη̃ς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην

11:15 καὶ κατέβησαν τρει̃ς ἐκ τω̃ν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ καὶ παρεμβολὴ τω̃ν ἀλλοφύλων παρεμβεβλήκει ἐν τη̨̃ κοιλάδι τω̃ν γιγάντων

11:16 καὶ Δαυιδ τότε ἐν τη̨̃ περιοχη̨̃ καὶ τὸ σύστεμα τω̃ν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ

11:17 καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἰ̃πεν τίς ποτιει̃ με ὕδωρ ἐκ του̃ λάκκου Βαιθλεεμ του̃ ἐν τη̨̃ πύλη̨

11:18 καὶ διέρρηξαν οἱ τρει̃ς τὴν παρεμβολὴν τω̃ν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ του̃ λάκκου του̃ ἐν Βαιθλεεμ ὃς ἠ̃ν ἐν τη̨̃ πύλη̨ καὶ ἔλαβον καὶ ἠ̃λθον πρὸς Δαυιδ καὶ οὐκ ἠθέλησεν Δαυιδ του̃ πιει̃ν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τω̨̃ κυρίω̨

11:19 καὶ εἰ̃πεν ἵλεώς μοι ὁ θεὸς του̃ ποιη̃σαι τὸ ῥη̃μα του̃το εἰ αἱ̃μα ἀνδρω̃ν τούτων πίομαι ἐν ψυχαι̃ς αὐτω̃ν ὅτι ἐν ψυχαι̃ς αὐτω̃ν ἤνεγκαν αὐτό καὶ οὐκ ἐβούλετο πιει̃ν αὐτό ταυ̃τα ἐποίησαν οἱ τρει̃ς δυνατοί

11:20 καὶ Αβεσσα ἀδελφὸς Ιωαβ οὑ̃τος ἠ̃ν ἄρχων τω̃ν τριω̃ν οὑ̃τος ἐσπάσατο τὴν ῥομφαίαν αὐτου̃ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρω̨̃ ἑνί καὶ οὑ̃τος ἠ̃ν ὀνομαστὸς ἐν τοι̃ς τρισίν

11:21 ἀπὸ τω̃ν τριω̃ν ὑπὲρ τοὺς δύο ἔνδοξος καὶ ἠ̃ν αὐτοι̃ς εἰς ἄρχοντα καὶ ἕως τω̃ν τριω̃ν οὐκ ἤρχετο

11:22 καὶ Βαναιας υἱὸς Ιωδαε υἱὸς ἀνδρὸς δυνατου̃ πολλὰ ἔργα αὐτου̃ ὑπὲρ Καβασαηλ οὑ̃τος ἐπάταξεν τοὺς δύο αριηλ Μωαβ καὶ οὑ̃τος κατέβη καὶ ἐπάταξεν τὸν λέοντα ἐν τω̨̃ λάκκω̨ ἐν ἡμέρα̨ χιόνος

11:23 καὶ οὑ̃τος ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον ἄνδρα ὁρατὸν πεντάπηχυν καὶ ἐν χειρὶ του̃ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων καὶ κατέβη ἐπ' αὐτὸν Βαναιας ἐν ῥάβδω̨ καὶ ἀφείλατο ἐκ τη̃ς χειρὸς του̃ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τω̨̃ δόρατι αὐτου̃

11:24 ταυ̃τα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε καὶ τούτω̨ ὄνομα ἐν τοι̃ς τρισὶν τοι̃ς δυνατοι̃ς

11:25 ὑπὲρ τοὺς τριάκοντα ἔνδοξος οὑ̃τος καὶ πρὸς τοὺς τρει̃ς οὐκ ἤρχετο καὶ κατέστησεν αὐτὸν Δαυιδ ἐπὶ τὴν πατριὰν αὐτου̃

11:26 καὶ δυνατοὶ τω̃ν δυνάμεων Ασαηλ ἀδελφὸς Ιωαβ Ελεαναν υἱὸς Δωδω ἐκ Βαιθλαεμ

11:27 Σαμμωθ ὁ Αδι Χελλης ὁ Φελωνι

11:28 Ωραι υἱὸς Εκκης ὁ Θεκωι Αβιεζερ ὁ Αναθωθι

11:29 Σοβοχαι ὁ Ασωθι Ηλι ὁ Αχωι

11:30 Μοοραι ὁ Νετωφαθι Χολοδ υἱὸς Νοοζα ὁ Νετωφαθι

11:31 Αιθι υἱὸς Ριβαι ἐκ βουνου̃ Βενιαμιν Βαναιας ὁ Φαραθωνι

11:32 Ουρι ἐκ Ναχαλιγαας Αβιηλ ὁ Γαραβεθθι

11:33 Αζμωθ ὁ Βεερμι Ελιαβα ὁ Σαλαβωνι

11:34 Βενναιας Οσομ ὁ Γεννουνι Ιωναθαν υἱὸς Σωλα ὁ Αραρι

11:35 Αχιμ υἱὸς Σαχαρ ὁ Αραρι Ελφαλ υἱὸς Ουρ

11:36 Οφαρ ὁ Μοχοραθι Αχια ὁ Φελωνι

11:37 Ησεραι ὁ Χαρμαλι Νααραι υἱὸς Αζωβαι

11:38 Ιωηλ ἀδελφὸς Ναθαν Μεβααρ υἱὸς Αγαρι

11:39 Σεληκ ὁ Αμμωνι Ναχωρ ὁ Βερθι αἴρων σκεύη Ιωαβ υἱου̃ Σαρουια

11:40 Ιρα ὁ Ιεθηρι Γαρηβ ὁ Ιεθηρι

11:41 Ουριας ὁ Χεττι Ζαβετ υἱὸς Αχλια

11:42 Αδινα υἱὸς Σαιζα του̃ Ρουβην ἄρχων καὶ ἐπ' αὐτω̨̃ τριάκοντα

11:43 Αναν υἱὸς Μοωχα καὶ Ιωσαφατ ὁ Βαιθανι

11:44 Οζια ὁ Ασταρωθι Σαμμα καὶ Ιιηλ υἱοὶ Χωθαν του̃ Αραρι

11:45 Ιεδιηλ υἱὸς Σαμερι καὶ Ιωαζαε ὁ ἀδελφὸς αὐτου̃ ὁ Ιεασι

11:46 Ελιηλ ὁ Μιι καὶ Ιαριβι καὶ Ιωσια υἱὸς αὐτου̃ Ελνααμ καὶ Ιεθεμα ὁ Μωαβίτης

11:47 Αλιηλ καὶ Ωβηδ καὶ Ιεσιηλ ὁ Μισαβια

12:1 καὶ οὑ̃τοι οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Σωκλαγ ἔτι συνεχομένου ἀπὸ προσώπου Σαουλ υἱου̃ Κις καὶ οὑ̃τοι ἐν τοι̃ς δυνατοι̃ς βοηθου̃ντες ἐν πολέμω̨

12:2 καὶ τόξω̨ ἐκ δεξιω̃ν καὶ ἐξ ἀριστερω̃ν καὶ σφενδονη̃ται ἐν λίθοις καὶ τόξοις ἐκ τω̃ν ἀδελφω̃ν Σαουλ ἐκ Βενιαμιν

12:3 ὁ ἄρχων Αχιεζερ καὶ Ιωας υἱὸς Ασμα του̃ Γεβωθίτου καὶ Ιωηλ καὶ Ιωφαλητ υἱοὶ Ασμωθ καὶ Βερχια καὶ Ιηουλ ὁ Αναθωθι

12:4 καὶ Σαμαιας ὁ Γαβαωνίτης δυνατὸς ἐν τοι̃ς τριάκοντα καὶ ἐπὶ τω̃ν τριάκοντα

12:5 Ιερμιας καὶ Ιεζιηλ καὶ Ιωαναν καὶ Ιωζαβαδ ὁ Γαδαραθι

12:6 Ελιαζαι καὶ Ιαριμουθ καὶ Βααλια καὶ Σαμαρια καὶ Σαφατια ὁ Χαραιφι

12:7 Ηλκανα καὶ Ιησουνι καὶ Οζριηλ καὶ Ιωαζαρ καὶ Ιεσβοαμ οἱ Κορι̃ται

12:8 καὶ Ελια καὶ Ζαβαδια υἱοὶ Ιρααμ υἱοὶ του̃ γεδωρ

12:9 καὶ ἀπὸ του̃ Γαδδι ἐχωρίσθησαν πρὸς Δαυιδ ἀπὸ τη̃ς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα καὶ πρόσωπον λέοντος πρόσωπα αὐτω̃ν καὶ κου̃φοι ὡς δορκάδες ἐπὶ τω̃ν ὀρέων τω̨̃ τάχει

12:10 Αζερ ὁ ἄρχων Αβδια ὁ δεύτερος Ελιαβ ὁ τρίτος

12:11 Μασεμαννη ὁ τέταρτος Ιερμια ὁ πέμπτος

12:12 Εθθι ὁ ἕκτος Ελιαβ ὁ ἕβδομος

12:13 Ιωαναν ὁ ὄγδοος Ελιαζερ ὁ ἔνατος

12:14 Ιερμια ὁ δέκατος Μαχαβανναι ὁ ἑνδέκατος

12:15 οὑ̃τοι ἐκ τω̃ν υἱω̃ν Γαδ ἄρχοντες τη̃ς στρατια̃ς εἱ̃ς τοι̃ς ἑκατὸν μικρὸς καὶ μέγας τοι̃ς χιλίοις

12:16 οὑ̃τοι οἱ διαβάντες τὸν Ιορδάνην ἐν τω̨̃ μηνὶ τω̨̃ πρώτω̨ καὶ οὑ̃τος πεπληρωκὼς ἐπὶ πα̃σαν κρηπι̃δα αὐτου̃ καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικου̃ντας αὐλω̃νας ἀπὸ ἀνατολω̃ν ἕως δυσμω̃ν

12:17 καὶ ἠ̃λθον ἀπὸ τω̃ν υἱω̃ν Βενιαμιν καὶ Ιουδα εἰς βοήθειαν του̃ Δαυιδ

12:18 καὶ Δαυιδ ἐξη̃λθεν εἰς ἀπάντησιν αὐτω̃ν καὶ εἰ̃πεν αὐτοι̃ς εἰ εἰς εἰρήνην ἥκατε πρός με εἴη μοι καρδία καθ' ἑαυτὴν ἐφ' ὑμα̃ς καὶ εἰ του̃ παραδου̃ναί με τοι̃ς ἐχθροι̃ς μου οὐκ ἐν ἀληθεία̨ χειρός ἴδοι ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν καὶ ἐλέγξαιτο

12:19 καὶ πνευ̃μα ἐνέδυσε τὸν Αμασαι ἄρχοντα τω̃ν τριάκοντα καὶ εἰ̃πεν πορεύου καὶ ὁ λαός σου Δαυιδ υἱὸς Ιεσσαι εἰρήνη εἰρήνη σοι καὶ εἰρήνη τοι̃ς βοηθοι̃ς σου ὅτι ἐβοήθησέν σοι ὁ θεός σου καὶ προσεδέξατο αὐτοὺς Δαυιδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τω̃ν δυνάμεων

12:20 καὶ ἀπὸ Μανασση προσεχώρησαν πρὸς Δαυιδ ἐν τω̨̃ ἐλθει̃ν τοὺς ἀλλοφύλους ἐπὶ Σαουλ εἰς πόλεμον καὶ οὐκ ἐβοήθησεν αὐτοι̃ς ὅτι ἐν βουλη̨̃ ἐγένετο παρὰ τω̃ν στρατηγω̃ν τω̃ν ἀλλοφύλων λεγόντων ἐν ται̃ς κεφαλαι̃ς τω̃ν ἀνδρω̃ν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτου̃ Σαουλ

12:21 ἐν τω̨̃ πορευθη̃ναι αὐτὸν εἰς Σωκλαγ προσεχώρησαν αὐτω̨̃ ἀπὸ Μανασση Εδνα καὶ Ιωζαβαθ καὶ Ιωδιηλ καὶ Μιχαηλ καὶ Ιωσαβεθ καὶ Ελιμουθ καὶ Σελαθι ἀρχηγοὶ χιλιάδων εἰσὶν του̃ Μανασση

12:22 καὶ αὐτοὶ συνεμάχησαν τω̨̃ Δαυιδ ἐπὶ τὸν γεδδουρ ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἠ̃σαν ἡγούμενοι ἐν τη̨̃ στρατια̨̃ ἐν τη̨̃ δυνάμει

12:23 ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυιδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεου̃

12:24 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν ἀρχόντων τη̃ς στρατια̃ς οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Χεβρων του̃ ἀποστρέψαι τὴν βασιλείαν Σαουλ πρὸς αὐτὸν κατὰ τὸν λόγον κυρίου

12:25 υἱοὶ Ιουδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως

12:26 τω̃ν υἱω̃ν Συμεων δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν

12:27 τω̃ν υἱω̃ν Λευι τετρακισχίλιοι ἑξακόσιοι

12:28 καὶ Ιωαδαε ὁ ἡγούμενος τω̨̃ Ααρων καὶ μετ' αὐτου̃ τρει̃ς χιλιάδες καὶ ἑπτακόσιοι

12:29 καὶ Σαδωκ νέος δυνατὸς ἰσχύι καὶ τη̃ς πατρικη̃ς οἰκίας αὐτου̃ ἄρχοντες εἴκοσι δύο

12:30 καὶ ἐκ τω̃ν υἱω̃ν Βενιαμιν τω̃ν ἀδελφω̃ν Σαουλ τρει̃ς χιλιάδες καὶ ἔτι τὸ πλει̃στον αὐτω̃ν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαουλ

12:31 καὶ ἀπὸ υἱω̃ν Εφραιμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ ἰσχύι ἄνδρες ὀνομαστοὶ κατ' οἴκους πατριω̃ν αὐτω̃ν

12:32 καὶ ἀπὸ του̃ ἡμίσους φυλη̃ς Μανασση δέκα ὀκτὼ χιλιάδες οἳ ὠνομάσθησαν ἐν ὀνόματι του̃ βασιλευ̃σαι τὸν Δαυιδ

12:33 καὶ ἀπὸ τω̃ν υἱω̃ν Ισσαχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς γινώσκοντες τί ποιήσαι Ισραηλ εἰς τὰς ἀρχὰς αὐτω̃ν διακόσιοι καὶ πάντες ἀδελφοὶ αὐτω̃ν μετ' αὐτω̃ν

12:34 καὶ ἀπὸ Ζαβουλων ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πα̃σιν σκεύεσιν πολεμικοι̃ς πεντήκοντα χιλιάδες βοηθη̃σαι τω̨̃ Δαυιδ οὐχ ἑτεροκλινω̃ς

12:35 καὶ ἀπὸ Νεφθαλι ἄρχοντες χίλιοι καὶ μετ' αὐτω̃ν ἐν θυρεοι̃ς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες

12:36 καὶ ἀπὸ τω̃ν Δανιτω̃ν παρατασσόμενοι εἰς πόλεμον εἴκοσι ὀκτὼ χιλιάδες καὶ ὀκτακόσιοι

12:37 καὶ ἀπὸ του̃ Ασηρ ἐκπορευόμενοι βοηθη̃σαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες

12:38 καὶ ἐκ πέραν του̃ Ιορδάνου ἀπὸ Ρουβην καὶ Γαδδι καὶ ἀπὸ του̃ ἡμίσους φυλη̃ς Μανασση ἐν πα̃σιν σκεύεσιν πολεμικοι̃ς ἑκατὸν εἴκοσι χιλιάδες

12:39 πάντες οὑ̃τοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχη̨̃ εἰρηνικη̨̃ καὶ ἠ̃λθον εἰς Χεβρων του̃ βασιλευ̃σαι τὸν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ὁ κατάλοιπος Ισραηλ ψυχὴ μία του̃ βασιλευ̃σαι τὸν Δαυιδ

12:40 καὶ ἠ̃σαν ἐκει̃ ἡμέρας τρει̃ς ἐσθίοντες καὶ πίνοντες ὅτι ἡτοίμασαν αὐτοι̃ς οἱ ἀδελφοὶ αὐτω̃ν

12:41 καὶ οἱ ὁμορου̃ντες αὐτοι̃ς ἕως Ισσαχαρ καὶ Ζαβουλων καὶ Νεφθαλι ἔφερον αὐτοι̃ς ἐπὶ τω̃ν καμήλων καὶ τω̃ν ὄνων καὶ τω̃ν ἡμιόνων καὶ ἐπὶ τω̃ν μόσχων βρώματα ἄλευρα παλάθας σταφίδας οἰ̃νον καὶ ἔλαιον μόσχους καὶ πρόβατα εἰς πλη̃θος ὅτι εὐφροσύνη ἐν Ισραηλ

13:1 καὶ ἐβουλεύσατο Δαυιδ μετὰ τω̃ν χιλιάρχων καὶ τω̃ν ἑκατοντάρχων παντὶ ἡγουμένω̨

13:2 καὶ εἰ̃πεν Δαυιδ τη̨̃ πάση̨ ἐκκλησία̨ Ισραηλ εἰ ἐφ' ὑμι̃ν ἀγαθὸν καὶ παρὰ κυρίου θεου̃ ἡμω̃ν εὐοδωθη̨̃ ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ἡμω̃ν τοὺς ὑπολελειμμένους ἐν πάση̨ γη̨̃ Ισραηλ καὶ μετ' αὐτω̃ν οἱ ἱερει̃ς οἱ Λευι̃ται ἐν πόλεσιν κατασχέσεως αὐτω̃ν καὶ συναχθήσονται πρὸς ἡμα̃ς

13:3 καὶ μετενέγκωμεν τὴν κιβωτὸν του̃ θεου̃ ἡμω̃ν πρὸς ἡμα̃ς ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφ' ἡμερω̃ν Σαουλ

13:4 καὶ εἰ̃πεν πα̃σα ἡ ἐκκλησία του̃ ποιη̃σαι οὕτως ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοι̃ς παντὸς του̃ λαου̃

13:5 καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ημαθ του̃ εἰσενέγκαι τὴν κιβωτὸν του̃ θεου̃ ἐκ πόλεως Ιαριμ

13:6 καὶ ἀνήγαγεν αὐτὴν Δαυιδ καὶ πα̃ς Ισραηλ ἀνέβη εἰς πόλιν Δαυιδ ἣ ἠ̃ν του̃ Ιουδα του̃ ἀναγαγει̃ν ἐκει̃θεν τὴν κιβωτὸν του̃ θεου̃ κυρίου καθημένου ἐπὶ χερουβιν οὑ̃ ἐπεκλήθη ὄνομα αὐτου̃

13:7 καὶ ἐπέθηκαν τὴν κιβωτὸν του̃ θεου̃ ἐπὶ ἅμαξαν καινὴν ἐξ οἴκου Αμιναδαβ καὶ Οζα καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἠ̃γον τὴν ἅμαξαν

13:8 καὶ Δαυιδ καὶ πα̃ς Ισραηλ παίζοντες ἐναντίον του̃ θεου̃ ἐν πάση̨ δυνάμει καὶ ἐν ψαλτω̨δοι̃ς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξιν

13:9 καὶ ἤλθοσαν ἕως τη̃ς ἅλωνος καὶ ἐξέτεινεν Οζα τὴν χει̃ρα αὐτου̃ του̃ κατασχει̃ν τὴν κιβωτόν ὅτι ἐξέκλινεν αὐτὴν ὁ μόσχος

13:10 καὶ ἐθυμώθη ὀργη̨̃ κύριος ἐπὶ Οζα καὶ ἐπάταξεν αὐτὸν ἐκει̃ διὰ τὸ ἐκτει̃ναι τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὴν κιβωτόν καὶ ἀπέθανεν ἐκει̃ ἀπέναντι του̃ θεου̃

13:11 καὶ ἠθύμησεν Δαυιδ ὅτι διέκοψεν κύριος διακοπὴν ἐν Οζα καὶ ἐκάλεσεν τὸν τόπον ἐκει̃νον Διακοπὴ Οζα ἕως τη̃ς ἡμέρας ταύτης

13:12 καὶ ἐφοβήθη Δαυιδ τὸν θεὸν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγων πω̃ς εἰσοίσω πρὸς ἐμαυτὸν τὴν κιβωτὸν του̃ θεου̃

13:13 καὶ οὐκ ἀπέστρεψεν Δαυιδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυιδ καὶ ἐξέκλινεν αὐτὴν εἰς οἰ̃κον Αβεδδαρα του̃ Γεθθαίου

13:14 καὶ ἐκάθισεν ἡ κιβωτὸς του̃ θεου̃ ἐν οἴκω̨ Αβεδδαρα τρει̃ς μη̃νας καὶ εὐλόγησεν ὁ θεὸς Αβεδδαραμ καὶ πάντα τὰ αὐτου̃

14:1 καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους τοίχων καὶ τέκτονας ξύλων του̃ οἰκοδομη̃σαι αὐτω̨̃ οἰ̃κον

14:2 καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμησεν αὐτὸν κύριος ἐπὶ Ισραηλ ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτου̃ διὰ τὸν λαὸν αὐτου̃ Ισραηλ

14:3 καὶ ἔλαβεν Δαυιδ ἔτι γυναι̃κας ἐν Ιερουσαλημ καὶ ἐτέχθησαν Δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες

14:4 καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν τω̃ν τεχθέντων οἳ ἠ̃σαν αὐτω̨̃ ἐν Ιερουσαλημ Σαμαα Ισοβααμ Ναθαν Σαλωμων

14:5 καὶ Ιβααρ καὶ Ελισαε καὶ Ελιφαλετ

14:6 καὶ Ναγε καὶ Ναφαγ καὶ Ιανουου

14:7 καὶ Ελισαμαε καὶ Βαλεγδαε καὶ Ελιφαλετ

14:8 καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυιδ βασιλεὺς ἐπὶ πάντα Ισραηλ καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητη̃σαι τὸν Δαυιδ καὶ ἤκουσεν Δαυιδ καὶ ἐξη̃λθεν εἰς ἀπάντησιν αὐτοι̃ς

14:9 καὶ ἀλλόφυλοι ἠ̃λθον καὶ συνέπεσον ἐν τη̨̃ κοιλάδι τω̃ν γιγάντων

14:10 καὶ ἠρώτησεν Δαυιδ διὰ του̃ θεου̃ λέγων εἰ ἀναβω̃ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χει̃ράς μου καὶ εἰ̃πεν αὐτω̨̃ κύριος ἀνάβηθι καὶ δώσω αὐτοὺς εἰς τὰς χει̃ράς σου

14:11 καὶ ἀνέβη εἰς Βααλφαρασιν καὶ ἐπάταξεν αὐτοὺς ἐκει̃ Δαυιδ καὶ εἰ̃πεν Δαυιδ διέκοψεν ὁ θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος διὰ του̃το ἐκάλεσεν τὸ ὄνομα του̃ τόπου ἐκείνου Διακοπὴ φαρασιν

14:12 καὶ ἐγκατέλιπον ἐκει̃ τοὺς θεοὺς αὐτω̃ν καὶ εἰ̃πεν Δαυιδ κατακαυ̃σαι αὐτοὺς ἐν πυρί

14:13 καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τη̨̃ κοιλάδι τω̃ν γιγάντων

14:14 καὶ ἠρώτησεν Δαυιδ ἔτι ἐν θεω̨̃ καὶ εἰ̃πεν αὐτω̨̃ ὁ θεός οὐ πορεύση̨ ὀπίσω αὐτω̃ν ἀποστρέφου ἀπ' αὐτω̃ν καὶ παρέση̨ αὐτοι̃ς πλησίον τω̃ν ἀπίων

14:15 καὶ ἔσται ἐν τω̨̃ ἀκου̃σαί σε τὴν φωνὴν του̃ συσσεισμου̃ τω̃ν ἄκρων τω̃ν ἀπίων τότε ἐξελεύση̨ εἰς τὸν πόλεμον ὅτι ἐξη̃λθεν ὁ θεὸς ἔμπροσθέν σου του̃ πατάξαι τὴν παρεμβολὴν τω̃ν ἀλλοφύλων

14:16 καὶ ἐποίησεν καθὼς ἐνετείλατο αὐτω̨̃ ὁ θεός καὶ ἐπάταξεν τὴν παρεμβολὴν τω̃ν ἀλλοφύλων ἀπὸ Γαβαων ἕως Γαζαρα

14:17 καὶ ἐγένετο ὄνομα Δαυιδ ἐν πάση̨ τη̨̃ γη̨̃ καὶ κύριος ἔδωκεν τὸν φόβον αὐτου̃ ἐπὶ πάντα τὰ ἔθνη

15:1 καὶ ἐποίησεν αὐτω̨̃ οἰκίας ἐν πόλει Δαυιδ καὶ ἡτοίμασεν τὸν τόπον τη̨̃ κιβωτω̨̃ του̃ θεου̃ καὶ ἐποίησεν αὐτη̨̃ σκηνήν

15:2 τότε εἰ̃πεν Δαυιδ οὐκ ἔστιν ἀ̃ραι τὴν κιβωτὸν του̃ θεου̃ ἀλλ' ἢ τοὺς Λευίτας ὅτι αὐτοὺς ἐξελέξατο κύριος αἴρειν τὴν κιβωτὸν κυρίου καὶ λειτουργει̃ν αὐτω̨̃ ἕως αἰω̃νος

15:3 καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ εἰς Ιερουσαλημ του̃ ἀνενέγκαι τὴν κιβωτὸν κυρίου εἰς τὸν τόπον ὃν ἡτοίμασεν αὐτη̨̃

15:4 καὶ συνήγαγεν Δαυιδ τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας

15:5 τω̃ν υἱω̃ν Κααθ Ουριηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἑκατὸν εἴκοσι

15:6 τω̃ν υἱω̃ν Μεραρι Ασαια ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτου̃ διακόσιοι πεντήκοντα

15:7 τω̃ν υἱω̃ν Γηρσαμ Ιωηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἑκατὸν πεντήκοντα

15:8 τω̃ν υἱω̃ν Ελισαφαν Σαμαιας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτου̃ διακόσιοι

15:9 τω̃ν υἱω̃ν Χεβρων Ελιηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτου̃ ὀγδοήκοντα

15:10 τω̃ν υἱω̃ν Οζιηλ Αμιναδαβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἑκατὸν δέκα δύο

15:11 καὶ ἐκάλεσεν Δαυιδ τὸν Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερει̃ς καὶ τοὺς Λευίτας τὸν Ουριηλ Ασαια Ιωηλ Σαμαιαν Ελιηλ Αμιναδαβ

15:12 καὶ εἰ̃πεν αὐτοι̃ς ὑμει̃ς ἄρχοντες πατριω̃ν τω̃ν Λευιτω̃ν ἁγνίσθητε ὑμει̃ς καὶ οἱ ἀδελφοὶ ὑμω̃ν καὶ ἀνοίσετε τὴν κιβωτὸν του̃ θεου̃ Ισραηλ οὑ̃ ἡτοίμασα αὐτη̨̃

15:13 ὅτι οὐκ ἐν τω̨̃ πρότερον ὑμα̃ς εἰ̃ναι διέκοψεν ὁ θεὸς ἡμω̃ν ἐν ἡμι̃ν ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι

15:14 καὶ ἡγνίσθησαν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται του̃ ἀνενέγκαι τὴν κιβωτὸν θεου̃ Ισραηλ

15:15 καὶ ἔλαβον οἱ υἱοὶ τω̃ν Λευιτω̃ν τὴν κιβωτὸν του̃ θεου̃ ὡς ἐνετείλατο Μωυση̃ς ἐν λόγω̨ θεου̃ κατὰ τὴν γραφήν ἐν ἀναφορευ̃σιν ἐπ' αὐτούς

15:16 καὶ εἰ̃πεν Δαυιδ τοι̃ς ἄρχουσιν τω̃ν Λευιτω̃ν στήσατε τοὺς ἀδελφοὺς αὐτω̃ν τοὺς ψαλτω̨δοὺς ἐν ὀργάνοις ὠ̨δω̃ν νάβλαις καὶ κινύραις καὶ κυμβάλοις του̃ φωνη̃σαι εἰς ὕψος ἐν φωνη̨̃ εὐφροσύνης

15:17 καὶ ἔστησαν οἱ Λευι̃ται τὸν Αιμαν υἱὸν Ιωηλ ἐκ τω̃ν ἀδελφω̃ν αὐτου̃ Ασαφ υἱὸς Βαραχια καὶ ἐκ τω̃ν υἱω̃ν Μεραρι ἀδελφω̃ν αὐτου̃ Αιθαν υἱὸς Κισαιου

15:18 καὶ μετ' αὐτω̃ν ἀδελφοὶ αὐτω̃ν οἱ δεύτεροι Ζαχαριας καὶ Οζιηλ καὶ Σεμιραμωθ καὶ Ιιηλ καὶ Ωνι καὶ Ελιαβ καὶ Βαναια καὶ Μαασαια καὶ Ματταθια καὶ Ελιφαλια καὶ Μακενια καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας οἱ πυλωροί

15:19 καὶ οἱ ψαλτω̨δοί Αιμαν Ασαφ καὶ Αιθαν ἐν κυμβάλοις χαλκοι̃ς του̃ ἀκουσθη̃ναι ποιη̃σαι

15:20 Ζαχαριας καὶ Οζιηλ Σεμιραμωθ Ιιηλ Ωνι Ελιαβ Μασαιας Βαναιας ἐν νάβλαις ἐπὶ αλαιμωθ

15:21 καὶ Ματταθιας καὶ Ελιφαλιας καὶ Μακενιας καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας ἐν κινύραις αμασενιθ του̃ ἐνισχυ̃σαι

15:22 καὶ Χωνενια ἄρχων τω̃ν Λευιτω̃ν ἄρχων τω̃ν ὠ̨δω̃ν ὅτι συνετὸς ἠ̃ν

15:23 καὶ Βαραχια καὶ Ηλκανα πυλωροὶ τη̃ς κιβωτου̃

15:24 καὶ Σοβνια καὶ Ιωσαφατ καὶ Ναθαναηλ καὶ Αμασαι καὶ Ζαχαρια καὶ Βαναι καὶ Ελιεζερ οἱ ἱερει̃ς σαλπίζοντες ται̃ς σάλπιγξιν ἔμπροσθεν τη̃ς κιβωτου̃ του̃ θεου̃ καὶ Αβδεδομ καὶ Ιια πυλωροὶ τη̃ς κιβωτου̃ του̃ θεου̃

15:25 καὶ ἠ̃ν Δαυιδ καὶ οἱ πρεσβύτεροι Ισραηλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι του̃ ἀναγαγει̃ν τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου ἐξ οἴκου Αβδεδομ ἐν εὐφροσύνη̨

15:26 καὶ ἐγένετο ἐν τω̨̃ κατισχυ̃σαι τὸν θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς

15:27 καὶ Δαυιδ περιεζωσμένος ἐν στολη̨̃ βυσσίνη̨ καὶ πάντες οἱ Λευι̃ται αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου καὶ οἱ ψαλτω̨δοὶ καὶ Χωνενιας ὁ ἄρχων τω̃ν ὠ̨δω̃ν τω̃ν ἀ̨δόντων καὶ ἐπὶ Δαυιδ στολὴ βυσσίνη

15:28 καὶ πα̃ς Ισραηλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης κυρίου ἐν σημασία̨ καὶ ἐν φωνη̨̃ σωφερ καὶ ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις ἀναφωνου̃ντες νάβλαις καὶ ἐν κινύραις

15:29 καὶ ἐγένετο κιβωτὸς διαθήκης κυρίου καὶ ἠ̃λθεν ἕως πόλεως Δαυιδ καὶ Μελχολ θυγάτηρ Σαουλ παρέκυψεν διὰ τη̃ς θυρίδος καὶ εἰ̃δεν τὸν βασιλέα Δαυιδ ὀρχούμενον καὶ παίζοντα καὶ ἐξουδένωσεν αὐτὸν ἐν τη̨̃ ψυχη̨̃ αὐτη̃ς

16:1 καὶ εἰσήνεγκαν τὴν κιβωτὸν του̃ θεου̃ καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσω̨ τη̃ς σκηνη̃ς ἡ̃ς ἔπηξεν αὐτη̨̃ Δαυιδ καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίον του̃ θεου̃

16:2 καὶ συνετέλεσεν Δαυιδ ἀναφέρων ὁλοκαυτώματα καὶ σωτηρίου καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου

16:3 καὶ διεμέρισεν παντὶ ἀνδρὶ Ισραηλ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς τω̨̃ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορίτην

16:4 καὶ ἔταξεν κατὰ πρόσωπον τη̃ς κιβωτου̃ διαθήκης κυρίου ἐκ τω̃ν Λευιτω̃ν λειτουργου̃ντας ἀναφωνου̃ντας καὶ ἐξομολογει̃σθαι καὶ αἰνει̃ν κύριον τὸν θεὸν Ισραηλ

16:5 Ασαφ ὁ ἡγούμενος καὶ δευτερεύων αὐτω̨̃ Ζαχαριας Ιιηλ Σεμιραμωθ Ιιηλ Ματταθιας Ελιαβ καὶ Βαναιας καὶ Αβδεδομ καὶ Ιιηλ ἐν ὀργάνοις νάβλαις καὶ κινύραις καὶ Ασαφ ἐν κυμβάλοις ἀναφωνω̃ν

16:6 καὶ Βαναιας καὶ Οζιηλ οἱ ἱερει̃ς ἐν ται̃ς σάλπιγξιν διὰ παντὸς ἐναντίον τη̃ς κιβωτου̃ τη̃ς διαθήκης του̃ θεου̃

16:7 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τότε ἔταξεν Δαυιδ ἐν ἀρχη̨̃ του̃ αἰνει̃ν τὸν κύριον ἐν χειρὶ Ασαφ καὶ τω̃ν ἀδελφω̃ν αὐτου̃

16:8 ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ἐπικαλει̃σθε αὐτὸν ἐν ὀνόματι αὐτου̃ γνωρίσατε ἐν λαοι̃ς τὰ ἐπιτηδεύματα αὐτου̃

16:9 ἄ̨σατε αὐτω̨̃ καὶ ὑμνήσατε αὐτω̨̃ διηγήσασθε πα̃σιν τὰ θαυμάσια αὐτου̃ ἃ ἐποίησεν κύριος

16:10 αἰνει̃τε ἐν ὀνόματι ἁγίω̨ αὐτου̃ εὐφρανθήσεται καρδία ζητου̃σα τὴν εὐδοκίαν αὐτου̃

16:11 ζητήσατε τὸν κύριον καὶ ἰσχύσατε ζητήσατε τὸ πρόσωπον αὐτου̃ διὰ παντός

16:12 μνημονεύετε τὰ θαυμάσια αὐτου̃ ἃ ἐποίησεν τέρατα καὶ κρίματα του̃ στόματος αὐτου̃

16:13 σπέρμα Ισραηλ παι̃δες αὐτου̃ υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτου̃

16:14 αὐτὸς κύριος ὁ θεὸς ἡμω̃ν ἐν πάση̨ τη̨̃ γη̨̃ τὰ κρίματα αὐτου̃

16:15 μνημονεύων εἰς αἰω̃να διαθήκης αὐτου̃ λόγον αὐτου̃ ὃν ἐνετείλατο εἰς χιλίας γενεάς

16:16 ὃν διέθετο τω̨̃ Αβρααμ καὶ τὸν ὅρκον αὐτου̃ τω̨̃ Ισαακ

16:17 ἔστησεν αὐτὸν τω̨̃ Ιακωβ εἰς πρόσταγμα τω̨̃ Ισραηλ διαθήκην αἰώνιον

16:18 λέγων σοὶ δώσω τὴν γη̃ν Χανααν σχοίνισμα κληρονομίας ὑμω̃ν

16:19 ἐν τω̨̃ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμω̨̃ ὡς ἐσμικρύνθησαν καὶ παρώ̨κησαν ἐν αὐτη̨̃

16:20 καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον

16:21 οὐκ ἀφη̃κεν ἄνδρα του̃ δυναστευ̃σαι αὐτοὺς καὶ ἤλεγξεν περὶ αὐτω̃ν βασιλει̃ς

16:22 μὴ ἅψησθε τω̃ν χριστω̃ν μου καὶ ἐν τοι̃ς προφήταις μου μὴ πονηρεύεσθε

16:23 ἄ̨σατε τω̨̃ κυρίω̨ πα̃σα ἡ γη̃ ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτου̃

16:25 ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς

16:26 ὅτι πάντες οἱ θεοὶ τω̃ν ἐθνω̃ν εἴδωλα καὶ ὁ θεὸς ἡμω̃ν οὐρανὸν ἐποίησεν

16:27 δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτου̃ ἰσχὺς καὶ καύχημα ἐν τόπω̨ αὐτου̃

16:28 δότε τω̨̃ κυρίω̨ πατριαὶ τω̃ν ἐθνω̃ν δότε τω̨̃ κυρίω̨ δόξαν καὶ ἰσχύν

16:29 δότε τω̨̃ κυρίω̨ δόξαν ὀνόματος αὐτου̃ λάβετε δω̃ρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτου̃ καὶ προσκυνήσατε τω̨̃ κυρίω̨ ἐν αὐλαι̃ς ἁγίαις αὐτου̃

16:30 φοβηθήτω ἀπὸ προσώπου αὐτου̃ πα̃σα ἡ γη̃ κατορθωθήτω ἡ γη̃ καὶ μὴ σαλευθήτω

16:31 εὐφρανθήτω ὁ οὐρανός καὶ ἀγαλλιάσθω ἡ γη̃ καὶ εἰπάτωσαν ἐν τοι̃ς ἔθνεσιν κύριος βασιλεύων

16:32 βομβήσει ἡ θάλασσα σὺν τω̨̃ πληρώματι καὶ ξύλον ἀγρου̃ καὶ πάντα τὰ ἐν αὐτω̨̃

16:33 τότε εὐφρανθήσεται τὰ ξύλα του̃ δρυμου̃ ἀπὸ προσώπου κυρίου ὅτι ἠ̃λθεν κρι̃ναι τὴν γη̃ν

16:34 ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

16:35 καὶ εἴπατε σω̃σον ἡμα̃ς ὁ θεὸς τη̃ς σωτηρίας ἡμω̃ν καὶ ἐξελου̃ ἡμα̃ς ἐκ τω̃ν ἐθνω̃ν του̃ αἰνει̃ν τὸ ὄνομα τὸ ἅγιόν σου καὶ καυχα̃σθαι ἐν ται̃ς αἰνέσεσίν σου

16:36 εὐλογημένος κύριος ὁ θεὸς Ισραηλ ἀπὸ του̃ αἰω̃νος καὶ ἕως του̃ αἰω̃νος καὶ ἐρει̃ πα̃ς ὁ λαός αμην καὶ ἤ̨νεσαν τω̨̃ κυρίω̨

16:37 καὶ κατέλιπον ἐκει̃ ἔναντι τη̃ς κιβωτου̃ διαθήκης κυρίου τὸν Ασαφ καὶ τοὺς ἀδελφοὺς αὐτου̃ του̃ λειτουργει̃ν ἐναντίον τη̃ς κιβωτου̃ διὰ παντὸς τὸ τη̃ς ἡμέρας εἰς ἡμέραν

16:38 καὶ Αβδεδομ καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἑξήκοντα καὶ ὀκτώ καὶ Αβδεδομ υἱὸς Ιδιθων καὶ Οσσα εἰς πυλωρούς

16:39 καὶ τὸν Σαδωκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτου̃ τοὺς ἱερει̃ς ἐναντίον σκηνη̃ς κυρίου ἐν Βαμα τη̨̃ ἐν Γαβαων

16:40 του̃ ἀναφέρειν ὁλοκαυτώματα τω̨̃ κυρίω̨ ἐπὶ του̃ θυσιαστηρίου τω̃ν ὁλοκαυτωμάτων διὰ παντὸς τὸ πρωὶ καὶ τὸ ἑσπέρας καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμω̨ κυρίου ὅσα ἐνετείλατο ἐφ' υἱοι̃ς Ισραηλ ἐν χειρὶ Μωυση̃ του̃ θεράποντος του̃ θεου̃

16:41 καὶ μετ' αὐτου̃ Αιμαν καὶ Ιδιθων καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ' ὀνόματος του̃ αἰνει̃ν τὸν κύριον ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

16:42 καὶ μετ' αὐτω̃ν σάλπιγγες καὶ κύμβαλα του̃ ἀναφωνει̃ν καὶ ὄργανα τω̃ν ὠ̨δω̃ν του̃ θεου̃ υἱοὶ Ιδιθων εἰς τὴν πύλην

16:43 καὶ ἐπορεύθη ἅπας ὁ λαὸς ἕκαστος εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ ἐπέστρεψεν Δαυιδ του̃ εὐλογη̃σαι τὸν οἰ̃κον αὐτου̃

17:1 καὶ ἐγένετο ὡς κατώ̨κησεν Δαυιδ ἐν οἴκω̨ αὐτου̃ καὶ εἰ̃πεν Δαυιδ πρὸς Ναθαν τὸν προφήτην ἰδοὺ ἐγὼ κατοικω̃ ἐν οἴκω̨ κεδρίνω̨ καὶ ἡ κιβωτὸς διαθήκης κυρίου ὑποκάτω δέρρεων

17:2 καὶ εἰ̃πεν Ναθαν πρὸς Δαυιδ πα̃ν τὸ ἐν τη̨̃ ψυχη̨̃ σου ποίει ὅτι ὁ θεὸς μετὰ σου̃

17:3 καὶ ἐγένετο ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ καὶ ἐγένετο λόγος κυρίου πρὸς Ναθαν λέγων

17:4 πορεύου καὶ εἰπὸν πρὸς Δαυιδ τὸν παι̃δά μου οὕτως εἰ̃πεν κύριος οὐ σὺ οἰκοδομήσεις μοι οἰ̃κον του̃ κατοικη̃σαί με ἐν αὐτω̨̃

17:5 ὅτι οὐ κατώ̨κησα ἐν οἴκω̨ ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἀνήγαγον τὸν Ισραηλ ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἤμην ἐν σκηνη̨̃ καὶ ἐν καταλύματι

17:6 ἐν πα̃σιν οἱ̃ς διη̃λθον ἐν παντὶ Ισραηλ εἰ λαλω̃ν ἐλάλησα πρὸς μίαν φυλὴν Ισραηλ του̃ ποιμαίνειν τὸν λαόν μου λέγων ὅτι οὐκ ὠ̨κοδομήκατέ μοι οἰ̃κον κέδρινον

17:7 καὶ νυ̃ν οὕτως ἐρει̃ς τω̨̃ δούλω̨ μου Δαυιδ τάδε λέγει κύριος παντοκράτωρ ἔλαβόν σε ἐκ τη̃ς μάνδρας ἐξόπισθεν τω̃ν ποιμνίων του̃ εἰ̃ναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ

17:8 καὶ ἤμην μετὰ σου̃ ἐν πα̃σιν οἱ̃ς ἐπορεύθης καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τω̃ν μεγάλων τω̃ν ἐπὶ τη̃ς γη̃ς

17:9 καὶ θήσομαι τόπον τω̨̃ λαω̨̃ μου Ισραηλ καὶ καταφυτεύσω αὐτόν καὶ κατασκηνώσει καθ' ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι καὶ οὐ προσθήσει ἀδικία του̃ ταπεινω̃σαι αὐτὸν καθὼς ἀπ' ἀρχη̃ς

17:10 καὶ ἀφ' ἡμερω̃ν ὡ̃ν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ ἐταπείνωσα ἅπαντας τοὺς ἐχθρούς σου καὶ αὐξήσω σε καὶ οἰ̃κον οἰκοδομήσει σοι κύριος

17:11 καὶ ἔσται ὅταν πληρωθω̃σιν αἱ ἡμέραι σου καὶ κοιμηθήση̨ μετὰ τω̃ν πατέρων σου καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ ὃς ἔσται ἐκ τη̃ς κοιλίας σου καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτου̃

17:12 αὐτὸς οἰκοδομήσει μοι οἰ̃κον καὶ ἀνορθώσω τὸν θρόνον αὐτου̃ ἕως αἰω̃νος

17:13 ἐγὼ ἔσομαι αὐτω̨̃ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτου̃ ὡς ἀπέστησα ἀπὸ τω̃ν ὄντων ἔμπροσθέν σου

17:14 καὶ πιστώσω αὐτὸν ἐν οἴκω̨ μου καὶ ἐν βασιλεία̨ αὐτου̃ ἕως αἰω̃νος καὶ ὁ θρόνος αὐτου̃ ἔσται ἀνωρθωμένος ἕως αἰω̃νος

17:15 κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πα̃σαν τὴν ὅρασιν ταύτην οὕτως ἐλάλησεν Ναθαν πρὸς Δαυιδ

17:16 καὶ ἠ̃λθεν ὁ βασιλεὺς Δαυιδ καὶ ἐκάθισεν ἀπέναντι κυρίου καὶ εἰ̃πεν τίς εἰμι ἐγώ κύριε ὁ θεός καὶ τίς ὁ οἰ̃κός μου ὅτι ἠγάπησάς με ἕως αἰω̃νος

17:17 καὶ ἐσμικρύνθη ταυ̃τα ἐνώπιόν σου ὁ θεός καὶ ἐλάλησας ἐπὶ τὸν οἰ̃κον του̃ παιδός σου ἐκ μακρω̃ν καὶ ἐπει̃δές με ὡς ὅρασις ἀνθρώπου καὶ ὕψωσάς με κύριε ὁ θεός

17:18 τί προσθήσει ἔτι Δαυιδ πρὸς σὲ του̃ δοξάσαι καὶ σὺ τὸν δου̃λόν σου οἰ̃δας

17:19 καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πα̃σαν μεγαλωσύνην

17:20 κύριε οὐκ ἔστιν ὅμοιός σοι καὶ οὐκ ἔστιν πλὴν σου̃ κατὰ πάντα ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμω̃ν

17:21 καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου Ισραηλ ἔθνος ἔτι ἐπὶ τη̃ς γη̃ς ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς του̃ λυτρώσασθαι ἑαυτω̨̃ λαὸν του̃ θέσθαι ἑαυτω̨̃ ὄνομα μέγα καὶ ἐπιφανὲς του̃ ἐκβαλει̃ν ἀπὸ προσώπου λαου̃ σου οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου ἔθνη

17:22 καὶ ἔδωκας τὸν λαόν σου Ισραηλ σεαυτω̨̃ λαὸν ἕως αἰω̃νος καὶ σύ κύριε αὐτοι̃ς εἰς θεόν

17:23 καὶ νυ̃ν κύριε ὁ λόγος σου ὃν ἐλάλησας πρὸς τὸν παι̃δά σου καὶ ἐπὶ τὸν οἰ̃κον αὐτου̃ πιστωθήτω ἕως αἰω̃νος

17:24 λεγόντων κύριε κύριε παντοκράτωρ θεὸς Ισραηλ καὶ ὁ οἰ̃κος Δαυιδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου

17:25 ὅτι σύ κύριε ἤνοιξας τὸ οὐ̃ς του̃ παιδός σου του̃ οἰκοδομη̃σαι αὐτω̨̃ οἰ̃κον διὰ του̃το εὑ̃ρεν ὁ παι̃ς σου του̃ προσεύξασθαι κατὰ πρόσωπόν σου

17:26 καὶ νυ̃ν κύριε σὺ εἰ̃ αὐτὸς ὁ θεὸς καὶ ἐλάλησας ἐπὶ τὸν δου̃λόν σου τὰ ἀγαθὰ ταυ̃τα

17:27 καὶ νυ̃ν ἤρξω του̃ εὐλογη̃σαι τὸν οἰ̃κον του̃ παιδός σου του̃ εἰ̃ναι εἰς τὸν αἰω̃να ἐναντίον σου ὅτι σύ κύριε εὐλόγησας καὶ εὐλόγησον εἰς τὸν αἰω̃να

18:1 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτοὺς καὶ ἔλαβεν τὴν Γεθ καὶ τὰς κώμας αὐτη̃ς ἐκ χειρὸς ἀλλοφύλων

18:2 καὶ ἐπάταξεν τὴν Μωαβ καὶ ἠ̃σαν Μωαβ παι̃δες τω̨̃ Δαυιδ φέροντες δω̃ρα

18:3 καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ βασιλέα Σουβα Ημαθ πορευομένου αὐτου̃ ἐπιστη̃σαι χει̃ρα αὐτου̃ ἐπὶ ποταμὸν Εὐφράτην

18:4 καὶ προκατελάβετο Δαυιδ αὐτω̃ν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρω̃ν πεζω̃ν καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτω̃ν ἑκατὸν ἅρματα

18:5 καὶ ἠ̃λθεν Σύρος ἐκ Δαμασκου̃ βοηθη̃σαι Αδρααζαρ βασιλει̃ Σουβα καὶ ἐπάταξεν Δαυιδ ἐν τω̨̃ Σύρω̨ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρω̃ν

18:6 καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρία̨ τη̨̃ κατὰ Δαμασκόν καὶ ἠ̃σαν τω̨̃ Δαυιδ εἰς παι̃δας φέροντας δω̃ρα καὶ ἔσω̨ζεν κύριος τὸν Δαυιδ ἐν πα̃σιν οἱ̃ς ἐπορεύετο

18:7 καὶ ἔλαβεν Δαυιδ τοὺς κλοιοὺς τοὺς χρυσου̃ς οἳ ἠ̃σαν ἐπὶ τοὺς παι̃δας Αδρααζαρ καὶ ἤνεγκεν αὐτοὺς εἰς Ιερουσαλημ

18:8 καὶ ἐκ τη̃ς μεταβηχας καὶ ἐκ τω̃ν ἐκλεκτω̃ν πόλεων τω̃ν Αδρααζαρ ἔλαβεν Δαυιδ χαλκὸν πολὺν σφόδρα ἐξ αὐτου̃ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκη̃ν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκα̃

18:9 καὶ ἤκουσεν Θωα βασιλεὺς Ημαθ ὅτι ἐπάταξεν Δαυιδ τὴν πα̃σαν δύναμιν Αδρααζαρ βασιλέως Σουβα

18:10 καὶ ἀπέστειλεν τὸν Ιδουραμ υἱὸν αὐτου̃ πρὸς τὸν βασιλέα Δαυιδ του̃ ἐρωτη̃σαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ του̃ εὐλογη̃σαι αὐτὸν ὑπὲρ οὑ̃ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν ὅτι ἀνὴρ πολέμιος Θωα ἠ̃ν τω̨̃ Αδρααζαρ καὶ πάντα τὰ σκεύη ἀργυρα̃ καὶ χρυσα̃

18:11 καὶ ταυ̃τα ἡγίασεν Δαυιδ τω̨̃ κυρίω̨ μετὰ του̃ ἀργυρίου καὶ του̃ χρυσίου οὑ̃ ἔλαβεν ἐκ πάντων τω̃ν ἐθνω̃ν ἐξ Ιδουμαίας καὶ Μωαβ καὶ ἐξ υἱω̃ν Αμμων καὶ ἐκ τω̃ν ἀλλοφύλων καὶ ἐξ Αμαληκ

18:12 καὶ Αβεσσα υἱὸς Σαρουια ἐπάταξεν τὴν Ιδουμαίαν ἐν κοιλάδι τω̃ν ἁλω̃ν ὀκτὼ καὶ δέκα χιλιάδας

18:13 καὶ ἔθετο ἐν τη̨̃ κοιλάδι φρουράς καὶ ἠ̃σαν πάντες οἱ Ιδουμαι̃οι παι̃δες Δαυιδ καὶ ἔσω̨ζεν κύριος τὸν Δαυιδ ἐν πα̃σιν οἱ̃ς ἐπορεύετο

18:14 καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ἠ̃ν ποιω̃ν κρίμα καὶ δικαιοσύνην τω̨̃ παντὶ λαω̨̃ αὐτου̃

18:15 καὶ Ιωαβ υἱὸς Σαρουια ἐπὶ τη̃ς στρατια̃ς καὶ Ιωσαφατ υἱὸς Αχιλουδ ὑπομνηματογράφος

18:16 καὶ Σαδωκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερει̃ς καὶ Σουσα γραμματεὺς

18:17 καὶ Βαναιας υἱὸς Ιωδαε ἐπὶ του̃ χερεθθι καὶ του̃ φελεθθι καὶ υἱοὶ Δαυιδ οἱ πρω̃τοι διάδοχοι του̃ βασιλέως

19:1 καὶ ἐγένετο μετὰ ταυ̃τα ἀπέθανεν Ναας βασιλεὺς υἱω̃ν Αμμων καὶ ἐβασίλευσεν Αναν υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

19:2 καὶ εἰ̃πεν Δαυιδ ποιήσω ἔλεος μετὰ Αναν υἱου̃ Ναας ὡς ἐποίησεν ὁ πατὴρ αὐτου̃ μετ' ἐμου̃ ἔλεος καὶ ἀπέστειλεν ἀγγέλους Δαυιδ του̃ παρακαλέσαι αὐτὸν περὶ του̃ πατρὸς αὐτου̃ καὶ ἠ̃λθον παι̃δες Δαυιδ εἰς γη̃ν υἱω̃ν Αμμων του̃ παρακαλέσαι αὐτόν

19:3 καὶ εἰ̃πον ἄρχοντες Αμμων πρὸς Αναν μὴ δοξάζων Δαυιδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέν σοι παρακαλου̃ντας οὐχ ὅπως ἐξερευνήσωσιν τὴν πόλιν του̃ κατασκοπη̃σαι τὴν γη̃ν ἠ̃λθον παι̃δες αὐτου̃ πρὸς σέ

19:4 καὶ ἔλαβεν Αναν τοὺς παι̃δας Δαυιδ καὶ ἐξύρησεν αὐτοὺς καὶ ἀφει̃λεν τω̃ν μανδυω̃ν αὐτω̃ν τὸ ἥμισυ ἕως τη̃ς ἀναβολη̃ς καὶ ἀπέστειλεν αὐτούς

19:5 καὶ ἠ̃λθον ἀπαγγει̃λαι τω̨̃ Δαυιδ περὶ τω̃ν ἀνδρω̃ν καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοι̃ς ὅτι ἠ̃σαν ἠτιμωμένοι σφόδρα καὶ εἰ̃πεν ὁ βασιλεύς καθίσατε ἐν Ιεριχω ἕως του̃ ἀνατει̃λαι τοὺς πώγωνας ὑμω̃ν καὶ ἀνακάμψατε

19:6 καὶ εἰ̃δον οἱ υἱοὶ Αμμων ὅτι ἠ̨σχύνθη λαὸς Δαυιδ καὶ ἀπέστειλεν Αναν καὶ οἱ υἱοὶ Αμμων χίλια τάλαντα ἀργυρίου του̃ μισθώσασθαι ἑαυτοι̃ς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μοοχα καὶ ἐκ Σωβα ἅρματα καὶ ἱππει̃ς

19:7 καὶ ἐμισθώσαντο ἑαυτοι̃ς δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων καὶ τὸν βασιλέα Μωχα καὶ τὸν λαὸν αὐτου̃ καὶ ἠ̃λθον καὶ παρενέβαλον κατέναντι Μαιδαβα καὶ οἱ υἱοὶ Αμμων συνήχθησαν ἐκ τω̃ν πόλεων αὐτω̃ν καὶ ἠ̃λθον εἰς τὸ πολεμη̃σαι

19:8 καὶ ἤκουσεν Δαυιδ καὶ ἀπέστειλεν τὸν Ιωαβ καὶ πα̃σαν τὴν στρατιὰν τω̃ν δυνατω̃ν

19:9 καὶ ἐξη̃λθον οἱ υἱοὶ Αμμων καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλω̃να τη̃ς πόλεως καὶ οἱ βασιλει̃ς οἱ ἐλθόντες παρενέβαλον καθ' ἑαυτοὺς ἐν τω̨̃ πεδίω̨

19:10 καὶ εἰ̃δεν Ιωαβ ὅτι γεγόνασιν ἀντιπρόσωποι του̃ πολεμει̃ν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ Ισραηλ καὶ παρετάξαντο ἐναντίον του̃ Σύρου

19:11 καὶ τὸ κατάλοιπον του̃ λαου̃ ἔδωκεν ἐν χειρὶ Αβεσσα ἀδελφου̃ αὐτου̃ καὶ παρετάξαντο ἐξ ἐναντίας υἱω̃ν Αμμων

19:12 καὶ εἰ̃πεν ἐὰν κρατήση̨ ὑπὲρ ἐμὲ Σύρος καὶ ἔση̨ μοι εἰς σωτηρίαν καὶ ἐὰν υἱοὶ Αμμων κρατήσωσιν ὑπὲρ σέ καὶ σώσω σε

19:13 ἀνδρίζου καὶ ἐνισχύσωμεν περὶ του̃ λαου̃ ἡμω̃ν καὶ περὶ τω̃ν πόλεων του̃ θεου̃ ἡμω̃ν καὶ κύριος τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς αὐτου̃ ποιήσει

19:14 καὶ παρετάξατο Ιωαβ καὶ ὁ λαὸς ὁ μετ' αὐτου̃ κατέναντι Σύρων εἰς πόλεμον καὶ ἔφυγον ἀπ' αὐτου̃

19:15 καὶ οἱ υἱοὶ Αμμων εἰ̃δον ὅτι ἔφυγον Σύροι καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου Ιωαβ καὶ ἀπὸ προσώπου Αβεσσα του̃ ἀδελφου̃ αὐτου̃ καὶ ἠ̃λθον εἰς τὴν πόλιν καὶ ἠ̃λθεν Ιωαβ εἰς Ιερουσαλημ

19:16 καὶ εἰ̃δεν Σύρος ὅτι ἐτροπώσατο αὐτὸν Ισραηλ καὶ ἀπέστειλεν ἀγγέλους καὶ ἐξήγαγον τὸν Σύρον ἐκ του̃ πέραν του̃ ποταμου̃ καὶ Σωφαχ ἀρχιστράτηγος δυνάμεως Αδρααζαρ ἔμπροσθεν αὐτω̃ν

19:17 καὶ ἀπηγγέλη τω̨̃ Δαυιδ καὶ συνήγαγεν τὸν πάντα Ισραηλ καὶ διέβη τὸν Ιορδάνην καὶ ἠ̃λθεν ἐπ' αὐτοὺς καὶ παρετάξατο ἐπ' αὐτούς καὶ παρατάσσεται Σύρος ἐξ ἐναντίας Δαυιδ καὶ ἐπολέμησαν αὐτόν

19:18 καὶ ἔφυγεν Σύρος ἀπὸ προσώπου Δαυιδ καὶ ἀπέκτεινεν Δαυιδ ἀπὸ του̃ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσαράκοντα χιλιάδας πεζω̃ν καὶ τὸν Σωφαχ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινεν

19:19 καὶ εἰ̃δον παι̃δες Αδρααζαρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου Ισραηλ καὶ διέθεντο μετὰ Δαυιδ καὶ ἐδούλευσαν αὐτω̨̃ καὶ οὐκ ἠθέλησεν Σύρος του̃ βοηθη̃σαι τοι̃ς υἱοι̃ς Αμμων ἔτι

20:1 καὶ ἐγένετο ἐν τω̨̃ ἐπιόντι ἔτει ἐν τη̨̃ ἐξόδω̨ τω̃ν βασιλέων καὶ ἤγαγεν Ιωαβ πα̃σαν τὴν δύναμιν τη̃ς στρατια̃ς καὶ ἔφθειραν τὴν χώραν υἱω̃ν Αμμων καὶ ἠ̃λθεν καὶ περιεκάθισεν τὴν Ραββα καὶ Δαυιδ ἐκάθητο ἐν Ιερουσαλημ καὶ ἐπάταξεν Ιωαβ τὴν Ραββα καὶ κατέσκαψεν αὐτήν

20:2 καὶ ἔλαβεν Δαυιδ τὸν στέφανον Μολχολ βασιλέως αὐτω̃ν ἀπὸ τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ εὑρέθη ὁ σταθμὸς αὐτου̃ τάλαντον χρυσίου καὶ ἐν αὐτω̨̃ λίθος τίμιος καὶ ἠ̃ν ἐπὶ τὴν κεφαλὴν Δαυιδ καὶ σκυ̃λα τη̃ς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα

20:3 καὶ τὸν λαὸν τὸν ἐν αὐτη̨̃ ἐξήγαγεν καὶ διέπρισεν πρίοσιν καὶ ἐν σκεπάρνοις σιδηροι̃ς καὶ οὕτως ἐποίησεν Δαυιδ τοι̃ς πα̃σιν υἱοι̃ς Αμμων καὶ ἀνέστρεψεν Δαυιδ καὶ πα̃ς ὁ λαὸς αὐτου̃ εἰς Ιερουσαλημ

20:4 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γαζερ μετὰ τω̃ν ἀλλοφύλων τότε ἐπάταξεν Σοβοχαι ὁ Ουσαθι τὸν Σαφου ἀπὸ τω̃ν υἱω̃ν τω̃ν γιγάντων καὶ ἐταπείνωσεν αὐτόν

20:5 καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τω̃ν ἀλλοφύλων καὶ ἐπάταξεν Ελλαναν υἱὸς Ιαϊρ τὸν Λεεμι ἀδελφὸν Γολιαθ του̃ Γεθθαίου καὶ ξύλον δόρατος αὐτου̃ ὡς ἀντίον ὑφαινόντων

20:6 καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεθ καὶ ἠ̃ν ἀνὴρ ὑπερμεγέθης καὶ δάκτυλοι αὐτου̃ ἓξ καὶ ἕξ εἴκοσι τέσσαρες καὶ οὑ̃τος ἠ̃ν ἀπόγονος γιγάντων

20:7 καὶ ὠνείδισεν τὸν Ισραηλ καὶ ἐπάταξεν αὐτὸν Ιωναθαν υἱὸς Σαμαα ἀδελφου̃ Δαυιδ

20:8 οὑ̃τοι ἐγένοντο Ραφα ἐν Γεθ πάντες ἠ̃σαν τέσσαρες γίγαντες καὶ ἔπεσον ἐν χειρὶ Δαυιδ καὶ ἐν χειρὶ παίδων αὐτου̃

21:1 καὶ ἔστη διάβολος ἐν τω̨̃ Ισραηλ καὶ ἐπέσεισεν τὸν Δαυιδ του̃ ἀριθμη̃σαι τὸν Ισραηλ

21:2 καὶ εἰ̃πεν ὁ βασιλεὺς Δαυιδ πρὸς Ιωαβ καὶ πρὸς τοὺς ἄρχοντας τη̃ς δυνάμεως πορεύθητε ἀριθμήσατε τὸν Ισραηλ ἀπὸ Βηρσαβεε καὶ ἕως Δαν καὶ ἐνέγκατε πρός με καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτω̃ν

21:3 καὶ εἰ̃πεν Ιωαβ προσθείη κύριος ἐπὶ τὸν λαὸν αὐτου̃ ὡς αὐτοὶ ἑκατονταπλασίως καὶ οἱ ὀφθαλμοὶ κυρίου μου του̃ βασιλέως βλέποντες πάντες τω̨̃ κυρίω̨ μου παι̃δες ἵνα τί ζητει̃ ὁ κύριός μου του̃το ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τω̨̃ Ισραηλ

21:4 τὸ δὲ ῥη̃μα του̃ βασιλέως ἐκραταιώθη ἐπὶ τω̨̃ Ιωαβ καὶ ἐξη̃λθεν Ιωαβ καὶ διη̃λθεν ἐν παντὶ ὁρίω̨ Ισραηλ καὶ ἠ̃λθεν εἰς Ιερουσαλημ

21:5 καὶ ἔδωκεν Ιωαβ τὸν ἀριθμὸν τη̃ς ἐπισκέψεως του̃ λαου̃ τω̨̃ Δαυιδ καὶ ἠ̃ν πα̃ς Ισραηλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρω̃ν ἐσπασμένων μάχαιραν καὶ Ιουδας τετρακόσιαι καὶ ὀγδοήκοντα χιλιάδες ἀνδρω̃ν ἐσπασμένων μάχαιραν

21:6 καὶ τὸν Λευι καὶ τὸν Βενιαμιν οὐκ ἠρίθμησεν ἐν μέσω̨ αὐτω̃ν ὅτι κατίσχυσεν λόγος του̃ βασιλέως τὸν Ιωαβ

21:7 καὶ πονηρὸν ἐφάνη ἐναντίον του̃ θεου̃ περὶ του̃ πράγματος τούτου καὶ ἐπάταξεν τὸν Ισραηλ

21:8 καὶ εἰ̃πεν Δαυιδ πρὸς τὸν θεόν ἡμάρτηκα σφόδρα ὅτι ἐποίησα τὸ πρα̃γμα του̃το καὶ νυ̃ν περίελε δὴ τὴν κακίαν παιδός σου ὅτι ἐματαιώθην σφόδρα

21:9 καὶ ἐλάλησεν κύριος πρὸς Γαδ ὁρω̃ντα Δαυιδ λέγων

21:10 πορεύου καὶ λάλησον πρὸς Δαυιδ λέγων οὕτως λέγει κύριος τρία αἴρω ἐγὼ ἐπὶ σέ ἔκλεξαι σεαυτω̨̃ ἓν ἐξ αὐτω̃ν καὶ ποιήσω σοι

21:11 καὶ ἠ̃λθεν Γαδ πρὸς Δαυιδ καὶ εἰ̃πεν αὐτω̨̃ οὕτως λέγει κύριος ἔκλεξαι σεαυτω̨̃

21:12 ἢ τρία ἔτη λιμου̃ ἢ τρει̃ς μη̃νας φεύγειν σε ἐκ προσώπου ἐχθρω̃ν σου καὶ μάχαιραν ἐχθρω̃ν σου του̃ ἐξολεθρευ̃σαι ἢ τρει̃ς ἡμέρας ῥομφαίαν κυρίου καὶ θάνατον ἐν τη̨̃ γη̨̃ καὶ ἄγγελος κυρίου ἐξολεθρεύων ἐν πάση̨ κληρονομία̨ Ισραηλ καὶ νυ̃ν ἰδὲ τί ἀποκριθω̃ τω̨̃ ἀποστείλαντί με λόγον

21:13 καὶ εἰ̃πεν Δαυιδ πρὸς Γαδ στενά μοι καὶ τὰ τρία σφόδρα ἐμπεσου̃μαι δὴ εἰς χει̃ρας κυρίου ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτου̃ σφόδρα καὶ εἰς χει̃ρας ἀνθρώπων οὐ μὴ ἐμπέσω

21:14 καὶ ἔδωκεν κύριος θάνατον ἐν Ισραηλ καὶ ἔπεσον ἐξ Ισραηλ ἑβδομήκοντα χιλιάδες ἀνδρω̃ν

21:15 καὶ ἀπέστειλεν ὁ θεὸς ἄγγελον εἰς Ιερουσαλημ του̃ ἐξολεθρευ̃σαι αὐτήν καὶ ὡς ἐξωλέθρευσεν εἰ̃δεν κύριος καὶ μετεμελήθη ἐπὶ τη̨̃ κακία̨ καὶ εἰ̃πεν τω̨̃ ἀγγέλω̨ τω̨̃ ἐξολεθρεύοντι ἱκανούσθω σοι ἄνες τὴν χει̃ρά σου καὶ ὁ ἄγγελος κυρίου ἑστὼς ἐν τω̨̃ ἅλω̨ Ορνα του̃ Ιεβουσαίου

21:16 καὶ ἐπη̃ρεν Δαυιδ τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ εἰ̃δεν τὸν ἄγγελον κυρίου ἑστω̃τα ἀνὰ μέσον τη̃ς γη̃ς καὶ ἀνὰ μέσον του̃ οὐρανου̃ καὶ ἡ ῥομφαία αὐτου̃ ἐσπασμένη ἐν τη̨̃ χειρὶ αὐτου̃ ἐκτεταμένη ἐπὶ Ιερουσαλημ καὶ ἔπεσεν Δαυιδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτω̃ν

21:17 καὶ εἰ̃πεν Δαυιδ πρὸς τὸν θεόν οὐκ ἐγὼ εἰ̃πα του̃ ἀριθμη̃σαι ἐν τω̨̃ λαω̨̃ καὶ ἐγώ εἰμι ὁ ἁμαρτών κακοποιω̃ν ἐκακοποίησα καὶ ταυ̃τα τὰ πρόβατα τί ἐποίησαν κύριε ὁ θεός γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τω̨̃ οἴκω̨ του̃ πατρός μου καὶ μὴ ἐν τω̨̃ λαω̨̃ σου εἰς ἀπώλειαν κύριε

21:18 καὶ ἄγγελος κυρίου εἰ̃πεν τω̨̃ Γαδ του̃ εἰπει̃ν πρὸς Δαυιδ ἵνα ἀναβη̨̃ του̃ στη̃σαι θυσιαστήριον τω̨̃ κυρίω̨ ἐν ἅλω̨ Ορνα του̃ Ιεβουσαίου

21:19 καὶ ἀνέβη Δαυιδ κατὰ τὸν λόγον Γαδ ὃν ἐλάλησεν ἐν ὀνόματι κυρίου

21:20 καὶ ἐπέστρεψεν Ορνα καὶ εἰ̃δεν τὸν βασιλέα καὶ τέσσαρες υἱοὶ αὐτου̃ μετ' αὐτου̃ μεθαχαβιν καὶ Ορνα ἠ̃ν ἀλοω̃ν πυρούς

21:21 καὶ ἠ̃λθεν Δαυιδ πρὸς Ορναν καὶ Ορνα ἐξη̃λθεν ἐκ τη̃ς ἅλω καὶ προσεκύνησεν τω̨̃ Δαυιδ τω̨̃ προσώπω̨ ἐπὶ τὴν γη̃ν

21:22 καὶ εἰ̃πεν Δαυιδ πρὸς Ορνα δός μοι τὸν τόπον σου τη̃ς ἅλω καὶ οἰκοδομήσω ἐπ' αὐτω̨̃ θυσιαστήριον τω̨̃ κυρίω̨ ἐν ἀργυρίω̨ ἀξίω̨ δός μοι αὐτόν καὶ παύσεται ἡ πληγὴ ἐκ του̃ λαου̃

21:23 καὶ εἰ̃πεν Ορνα πρὸς Δαυιδ λαβὲ σεαυτω̨̃ καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον αὐτου̃ ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον καὶ τὰς ἁμάξας εἰς ξύλα καὶ τὸν σι̃τον εἰς θυσίαν τὰ πάντα δέδωκα

21:24 καὶ εἰ̃πεν ὁ βασιλεὺς Δαυιδ τω̨̃ Ορνα οὐχί ὅτι ἀγοράζων ἀγοράζω ἐν ἀργυρίω̨ ἀξίω̨ ὅτι οὐ μὴ λάβω ἅ ἐστίν σοι κυρίω̨ του̃ ἀνενέγκαι ὁλοκαύτωσιν δωρεὰν κυρίω̨

21:25 καὶ ἔδωκεν Δαυιδ τω̨̃ Ορνα ἐν τω̨̃ τόπω̨ αὐτου̃ σίκλους χρυσίου ὁλκη̃ς ἑξακοσίους

21:26 καὶ ὠ̨κοδόμησεν Δαυιδ ἐκει̃ θυσιαστήριον κυρίω̨ καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου καὶ ἐβόησεν πρὸς κύριον καὶ ἐπήκουσεν αὐτω̨̃ ἐν πυρὶ ἐκ του̃ οὐρανου̃ ἐπὶ τὸ θυσιαστήριον τη̃ς ὁλοκαυτώσεως καὶ κατανάλωσεν τὴν ὁλοκαύτωσιν

21:27 καὶ εἰ̃πεν κύριος πρὸς τὸν ἄγγελον καὶ κατέθηκεν τὴν ῥομφαίαν εἰς τὸν κολεόν

21:28 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἐν τω̨̃ ἰδει̃ν τὸν Δαυιδ ὅτι ἐπήκουσεν αὐτω̨̃ κύριος ἐν τω̨̃ ἅλω̨ Ορνα του̃ Ιεβουσαίου καὶ ἐθυσίασεν ἐκει̃

21:29 καὶ σκηνὴ κυρίου ἣν ἐποίησεν Μωυση̃ς ἐν τη̨̃ ἐρήμω̨ καὶ θυσιαστήριον τω̃ν ὁλοκαυτωμάτων ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἐν Βαμα ἐν Γαβαων

21:30 καὶ οὐκ ἠδύνατο Δαυιδ του̃ πορευθη̃ναι ἔμπροσθεν αὐτου̃ του̃ ζητη̃σαι τὸν θεόν ὅτι κατέσπευσεν ἀπὸ προσώπου τη̃ς ῥομφαίας ἀγγέλου κυρίου

22:1 καὶ εἰ̃πεν Δαυιδ οὑ̃τός ἐστιν ὁ οἰ̃κος κυρίου του̃ θεου̃ καὶ του̃το τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τω̨̃ Ισραηλ

22:2 καὶ εἰ̃πεν Δαυιδ συναγαγει̃ν πάντας τοὺς προσηλύτους ἐν γη̨̃ Ισραηλ καὶ κατέστησεν λατόμους λατομη̃σαι λίθους ξυστοὺς του̃ οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ θεω̨̃

22:3 καὶ σίδηρον πολὺν εἰς τοὺς ἥλους τω̃ν θυρωμάτων καὶ τω̃ν πυλω̃ν καὶ τοὺς στροφει̃ς ἡτοίμασεν Δαυιδ καὶ χαλκὸν εἰς πλη̃θος οὐκ ἠ̃ν σταθμός

22:4 καὶ ξύλα κέδρινα οὐκ ἠ̃ν ἀριθμός ὅτι ἐφέροσαν οἱ Σιδώνιοι καὶ οἱ Τύριοι ξύλα κέδρινα εἰς πλη̃θος τω̨̃ Δαυιδ

22:5 καὶ εἰ̃πεν Δαυιδ Σαλωμων ὁ υἱός μου παιδάριον ἁπαλόν καὶ ὁ οἰ̃κος του̃ οἰκοδομη̃σαι τω̨̃ κυρίω̨ εἰς μεγαλωσύνην ἄνω εἰς ὄνομα καὶ εἰς δόξαν εἰς πα̃σαν τὴν γη̃ν ἑτοιμάσω αὐτω̨̃ καὶ ἡτοίμασεν Δαυιδ εἰς πλη̃θος ἔμπροσθεν τη̃ς τελευτη̃ς αὐτου̃

22:6 καὶ ἐκάλεσεν Σαλωμων τὸν υἱὸν αὐτου̃ καὶ ἐνετείλατο αὐτω̨̃ του̃ οἰκοδομη̃σαι τὸν οἰ̃κον τω̨̃ κυρίω̨ θεω̨̃ Ισραηλ

22:7 καὶ εἰ̃πεν Δαυιδ Σαλωμων τέκνον ἐμοὶ ἐγένετο ἐπὶ ψυχη̨̃ του̃ οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ ὀνόματι κυρίου θεου̃

22:8 καὶ ἐγένετο ἐπ' ἐμοὶ λόγος κυρίου λέγων αἱ̃μα εἰς πλη̃θος ἐξέχεας καὶ πολέμους μεγάλους ἐποίησας οὐκ οἰκοδομήσεις οἰ̃κον τω̨̃ ὀνόματί μου ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τη̃ς γη̃ς ἐναντίον μου

22:9 ἰδοὺ υἱὸς τίκτεταί σοι οὑ̃τος ἔσται ἀνὴρ ἀναπαύσεως καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τω̃ν ἐχθρω̃ν κυκλόθεν ὅτι Σαλωμων ὄνομα αὐτω̨̃ καὶ εἰρήνην καὶ ἡσυχίαν δώσω ἐπὶ Ισραηλ ἐν ται̃ς ἡμέραις αὐτου̃

22:10 οὑ̃τος οἰκοδομήσει οἰ̃κον τω̨̃ ὀνόματί μου καὶ οὑ̃τος ἔσται μοι εἰς υἱὸν κἀγὼ αὐτω̨̃ εἰς πατέρα καὶ ἀνορθώσω θρόνον βασιλείας αὐτου̃ ἐν Ισραηλ ἕως αἰω̃νος

22:11 καὶ νυ̃ν υἱέ μου ἔσται μετὰ σου̃ κύριος καὶ εὐοδώσει καὶ οἰκοδομήσεις οἰ̃κον τω̨̃ κυρίω̨ θεω̨̃ σου ὡς ἐλάλησεν περὶ σου̃

22:12 ἀλλ' ἢ δώ̨η σοι σοφίαν καὶ σύνεσιν κύριος καὶ κατισχύσαι σε ἐπὶ Ισραηλ καὶ του̃ φυλάσσεσθαι καὶ του̃ ποιει̃ν τὸν νόμον κυρίου του̃ θεου̃ σου

22:13 τότε εὐοδώσει ἐὰν φυλάξη̨ς του̃ ποιει̃ν τὰ προστάγματα καὶ τὰ κρίματα ἃ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ ἐπὶ Ισραηλ ἀνδρίζου καὶ ἴσχυε μὴ φοβου̃ μηδὲ πτοηθη̨̃ς

22:14 καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἰ̃κον κυρίου χρυσίου ταλάντων ἑκατὸν χιλιάδας καὶ ἀργυρίου ταλάντων χιλίας χιλιάδας καὶ χαλκὸν καὶ σίδηρον οὑ̃ οὐκ ἔστιν σταθμός ὅτι εἰς πλη̃θός ἐστιν καὶ ξύλα καὶ λίθους ἡτοίμασα καὶ πρὸς ταυ̃τα πρόσθες

22:15 καὶ μετὰ σου̃ εἰς πλη̃θος ποιούντων ἔργα τεχνι̃ται καὶ οἰκοδόμοι λίθων καὶ τέκτονες ξύλων καὶ πα̃ς σοφὸς ἐν παντὶ ἔργω̨

22:16 ἐν χρυσίω̨ ἐν ἀργυρίω̨ ἐν χαλκω̨̃ καὶ ἐν σιδήρω̨ οὐκ ἔστιν ἀριθμός ἀνάστηθι καὶ ποίει καὶ κύριος μετὰ σου̃

22:17 καὶ ἐνετείλατο Δαυιδ τοι̃ς πα̃σιν ἄρχουσιν Ισραηλ ἀντιλαβέσθαι τω̨̃ Σαλωμων υἱω̨̃ αὐτου̃

22:18 οὐχὶ κύριος μεθ' ὑμω̃ν καὶ ἀνέπαυσεν ὑμα̃ς κυκλόθεν ὅτι ἔδωκεν ἐν χερσὶν τοὺς κατοικου̃ντας τὴν γη̃ν καὶ ὑπετάγη ἡ γη̃ ἐναντίον κυρίου καὶ ἐναντίον λαου̃ αὐτου̃

22:19 νυ̃ν δότε καρδίας ὑμω̃ν καὶ ψυχὰς ὑμω̃ν του̃ ζητη̃σαι τω̨̃ κυρίω̨ θεω̨̃ ὑμω̃ν καὶ ἐγέρθητε καὶ οἰκοδομήσατε ἁγίασμα κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν του̃ εἰσενέγκαι τὴν κιβωτὸν διαθήκης κυρίου καὶ σκεύη τὰ ἅγια του̃ θεου̃ εἰς οἰ̃κον τὸν οἰκοδομούμενον τω̨̃ ὀνόματι κυρίου

23:1 καὶ Δαυιδ πρεσβύτης καὶ πλήρης ἡμερω̃ν καὶ ἐβασίλευσεν Σαλωμων τὸν υἱὸν αὐτου̃ ἀντ' αὐτου̃ ἐπὶ Ισραηλ

23:2 καὶ συνήγαγεν τοὺς πάντας ἄρχοντας Ισραηλ καὶ τοὺς ἱερει̃ς καὶ τοὺς Λευίτας

23:3 καὶ ἠριθμήθησαν οἱ Λευι̃ται ἀπὸ τριακονταετου̃ς καὶ ἐπάνω καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας

23:4 ἀπὸ τούτων ἐργοδιω̃κται ἐπὶ τὰ ἔργα οἴκου κυρίου εἴκοσι τέσσαρες χιλιάδες καὶ γραμματει̃ς καὶ κριταὶ ἑξακισχίλιοι

23:5 καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τέσσαρες χιλιάδες αἰνου̃ντες τω̨̃ κυρίω̨ ἐν τοι̃ς ὀργάνοις οἱ̃ς ἐποίησεν του̃ αἰνει̃ν τω̨̃ κυρίω̨

23:6 καὶ διει̃λεν αὐτοὺς Δαυιδ ἐφημερίας τοι̃ς υἱοι̃ς Λευι τω̨̃ Γεδσων Κααθ Μεραρι

23:7 καὶ τω̨̃ Παροσωμ τω̨̃ Εδαν καὶ τω̨̃ Σεμεϊ

23:8 υἱοὶ τω̨̃ Εδαν ὁ ἄρχων Ιιηλ καὶ Ζεθομ καὶ Ιωηλ τρει̃ς

23:9 υἱοὶ Σεμεϊ Σαλωμιθ καὶ Ιιηλ καὶ Αιδαν τρει̃ς οὑ̃τοι ἄρχοντες τω̃ν πατριω̃ν τω̨̃ Εδαν

23:10 καὶ τοι̃ς υἱοι̃ς Σεμεϊ Ιεθ καὶ Ζιζα καὶ Ιωας καὶ Βερια οὑ̃τοι υἱοὶ Σεμεϊ τέσσαρες

23:11 καὶ ἠ̃ν Ιεθ ὁ ἄρχων καὶ Ζιζα ὁ δεύτερος καὶ Ιωας καὶ Βερια οὐκ ἐπλήθυναν υἱοὺς καὶ ἐγένοντο εἰς οἰ̃κον πατρια̃ς εἰς ἐπίσκεψιν μίαν

23:12 υἱοὶ Κααθ Αμβραμ Ισσααρ Χεβρων Οζιηλ τέσσαρες

23:13 υἱοὶ Αμβραμ Ααρων καὶ Μωυση̃ς καὶ διεστάλη Ααρων του̃ ἁγιασθη̃ναι ἅγια ἁγίων αὐτὸς καὶ οἱ υἱοὶ αὐτου̃ ἕως αἰω̃νος του̃ θυμια̃ν ἐναντίον του̃ κυρίου λειτουργει̃ν καὶ ἐπεύχεσθαι ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ ἕως αἰω̃νος

23:14 καὶ Μωυση̃ς ἄνθρωπος του̃ θεου̃ υἱοὶ αὐτου̃ ἐκλήθησαν εἰς φυλὴν του̃ Λευι

23:15 υἱοὶ Μωυση̃ Γηρσαμ καὶ Ελιεζερ

23:16 υἱοὶ Γηρσαμ Σουβαηλ ὁ ἄρχων

23:17 καὶ ἠ̃σαν υἱοὶ τω̨̃ Ελιεζερ Ρααβια ὁ ἄρχων καὶ οὐκ ἠ̃σαν τω̨̃ Ελιεζερ υἱοὶ ἕτεροι καὶ υἱοὶ Ρααβια ηὐξήθησαν εἰς ὕψος

23:18 υἱοὶ Ισσααρ Σαλωμωθ ὁ ἄρχων

23:19 υἱοὶ Χεβρων Ιδουδ ὁ ἄρχων Αμαδια ὁ δεύτερος Οζιηλ ὁ τρίτος Ικεμιας ὁ τέταρτος

23:20 υἱοὶ Οζιηλ Μιχας ὁ ἄρχων καὶ Ισια ὁ δεύτερος

23:21 υἱοὶ Μεραρι Μοολι καὶ Μουσι υἱοὶ Μοολι Ελεαζαρ καὶ Κις

23:22 καὶ ἀπέθανεν Ελεαζαρ καὶ οὐκ ἠ̃σαν αὐτω̨̃ υἱοὶ ἀλλ' ἢ θυγατέρες καὶ ἔλαβον αὐτὰς υἱοὶ Κις ἀδελφοὶ αὐτω̃ν

23:23 υἱοὶ Μουσι Μοολι καὶ Εδερ καὶ Ιαριμωθ τρει̃ς

23:24 οὑ̃τοι υἱοὶ Λευι κατ' οἴκους πατριω̃ν αὐτω̃ν ἄρχοντες τω̃ν πατριω̃ν αὐτω̃ν κατὰ τὴν ἐπίσκεψιν αὐτω̃ν κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν ποιου̃ντες τὰ ἔργα λειτουργίας οἴκου κυρίου ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω

23:25 ὅτι εἰ̃πεν Δαυιδ κατέπαυσεν κύριος ὁ θεὸς Ισραηλ τω̨̃ λαω̨̃ αὐτου̃ καὶ κατεσκήνωσεν ἐν Ιερουσαλημ ἕως αἰω̃νος

23:26 καὶ οἱ Λευι̃ται οὐκ ἠ̃σαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτη̃ς εἰς τὴν λειτουργίαν αὐτη̃ς

23:27 ὅτι ἐν τοι̃ς λόγοις Δαυιδ τοι̃ς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱω̃ν Λευι ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω

23:28 ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χει̃ρα Ααρων του̃ λειτουργει̃ν ἐν οἴκω̨ κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια καὶ ἐπὶ τὸν καθαρισμὸν τω̃ν πάντων ἁγίων καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου του̃ θεου̃

23:29 εἰς τοὺς ἄρτους τη̃ς προθέσεως εἰς τὴν σεμίδαλιν τη̃ς θυσίας καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα καὶ εἰς τήγανον καὶ εἰς τὴν πεφυραμένην καὶ εἰς πα̃ν μέτρον

23:30 καὶ του̃ στη̃ναι πρωὶ του̃ αἰνει̃ν ἐξομολογει̃σθαι τω̨̃ κυρίω̨ καὶ οὕτως τὸ ἑσπέρας

23:31 καὶ ἐπὶ πάντων τω̃ν ἀναφερομένων ὁλοκαυτωμάτων τω̨̃ κυρίω̨ ἐν τοι̃ς σαββάτοις καὶ ἐν ται̃ς νεομηνίαις καὶ ἐν ται̃ς ἑορται̃ς κατὰ ἀριθμὸν κατὰ τὴν κρίσιν ἐπ' αὐτοι̃ς διὰ παντὸς τω̨̃ κυρίω̨

23:32 καὶ φυλάξουσιν τὰς φυλακὰς σκηνη̃ς του̃ μαρτυρίου καὶ τὰς φυλακὰς υἱω̃ν Ααρων ἀδελφω̃ν αὐτω̃ν του̃ λειτουργει̃ν ἐν οἴκω̨ κυρίου

24:1 καὶ τοι̃ς υἱοι̃ς Ααρων διαιρέσεις υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ Ελεαζαρ καὶ Ιθαμαρ

24:2 καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐναντίον του̃ πατρὸς αὐτω̃ν καὶ υἱοὶ οὐκ ἠ̃σαν αὐτοι̃ς καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ υἱοὶ Ααρων

24:3 καὶ διει̃λεν αὐτοὺς Δαυιδ καὶ Σαδωκ ἐκ τω̃ν υἱω̃ν Ελεαζαρ καὶ Αχιμελεχ ἐκ τω̃ν υἱω̃ν Ιθαμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτω̃ν κατὰ τὴν λειτουργίαν αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν

24:4 καὶ εὑρέθησαν υἱοὶ Ελεαζαρ πλείους εἰς ἄρχοντας τω̃ν δυνατω̃ν παρὰ τοὺς υἱοὺς Ιθαμαρ καὶ διει̃λεν αὐτούς τοι̃ς υἱοι̃ς Ελεαζαρ ἄρχοντας εἰς οἴκους πατριω̃ν ἓξ καὶ δέκα καὶ τοι̃ς υἱοι̃ς Ιθαμαρ ὀκτὼ κατ' οἴκους πατριω̃ν

24:5 καὶ διει̃λεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους ὅτι ἠ̃σαν ἄρχοντες τω̃ν ἁγίων καὶ ἄρχοντες κυρίου ἐν τοι̃ς υἱοι̃ς Ελεαζαρ καὶ ἐν τοι̃ς υἱοι̃ς Ιθαμαρ

24:6 καὶ ἔγραψεν αὐτοὺς Σαμαιας υἱὸς Ναθαναηλ ὁ γραμματεὺς ἐκ του̃ Λευι κατέναντι του̃ βασιλέως καὶ τω̃ν ἀρχόντων καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ καὶ ἄρχοντες τω̃ν πατριω̃ν τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν οἴκου πατρια̃ς εἱ̃ς εἱ̃ς τω̨̃ Ελεαζαρ καὶ εἱ̃ς εἱ̃ς τω̨̃ Ιθαμαρ

24:7 καὶ ἐξη̃λθεν ὁ κλη̃ρος ὁ πρω̃τος τω̨̃ Ιαριβ τω̨̃ Ιδεϊα ὁ δεύτερος

24:8 τω̨̃ Χαρημ ὁ τρίτος τω̨̃ Σεωριμ ὁ τέταρτος

24:9 τω̨̃ Μελχια ὁ πέμπτος τω̨̃ Μιαμιν ὁ ἕκτος

24:10 τω̨̃ Κως ὁ ἕβδομος τω̨̃ Αβια ὁ ὄγδοος

24:11 τω̨̃ 'Ιησου̃ ὁ ἔνατος τω̨̃ Σεχενια ὁ δέκατος

24:12 τω̨̃ Ελιασιβ ὁ ἑνδέκατος τω̨̃ Ιακιμ ὁ δωδέκατος

24:13 τω̨̃ Οχχοφφα ὁ τρισκαιδέκατος τω̨̃ Ισβααλ ὁ τεσσαρεσκαιδέκατος

24:14 τω̨̃ Βελγα ὁ πεντεκαιδέκατος τω̨̃ Εμμηρ ὁ ἑκκαιδέκατος

24:15 τω̨̃ Χηζιρ ὁ ἑπτακαιδέκατος τω̨̃ Αφεσση ὁ ὀκτωκαιδέκατος

24:16 τω̨̃ Φεταια ὁ ἐννεακαιδέκατος τω̨̃ Εζεκηλ ὁ εἰκοστός

24:17 τω̨̃ Ιαχιν ὁ εἱ̃ς καὶ εἰκοστός τω̨̃ Γαμουλ ὁ δεύτερος καὶ εἰκοστός

24:18 τω̨̃ Δαλαια ὁ τρίτος καὶ εἰκοστός τω̨̃ Μαασαι ὁ τέταρτος καὶ εἰκοστός

24:19 αὕτη ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ τὴν λειτουργίαν αὐτω̃ν του̃ εἰσπορεύεσθαι εἰς οἰ̃κον κυρίου κατὰ τὴν κρίσιν αὐτω̃ν διὰ χειρὸς Ααρων πατρὸς αὐτω̃ν ὡς ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ

24:20 καὶ τοι̃ς υἱοι̃ς Λευι τοι̃ς καταλοίποις τοι̃ς υἱοι̃ς Αμβραμ Σουβαηλ τοι̃ς υἱοι̃ς Σουβαηλ Ιαδια

24:21 τω̨̃ Ρααβια ὁ ἄρχων Ιεσιας

24:22 καὶ τω̨̃ Ισσαρι Σαλωμωθ τοι̃ς υἱοι̃ς Σαλωμωθ Ιαθ

24:23 υἱοὶ Ιεδιου Αμαδια ὁ δεύτερος Ιαζιηλ ὁ τρίτος Ιοκομ ὁ τέταρτος

24:24 υἱοὶ Οζιηλ Μιχα υἱοὶ Μιχα Σαμηρ

24:25 ἀδελφὸς Μιχα Ισια υἱοὶ Ισια Ζαχαρια

24:26 υἱοὶ Μεραρι Μοολι καὶ Μουσι υἱοὶ Οζια υἱοὶ Βοννι

24:27 υἱοὶ Μεραρι τω̨̃ Οζια υἱοὶ αὐτου̃ Ισοαμ καὶ Ζακχουρ καὶ Αβδι

24:28 τω̨̃ Μοολι Ελεαζαρ καὶ Ιθαμαρ καὶ ἀπέθανεν Ελεαζαρ καὶ οὐκ ἠ̃σαν αὐτω̨̃ υἱοί

24:29 τω̨̃ Κις υἱοὶ του̃ Κις Ιραμαηλ

24:30 καὶ υἱοὶ του̃ Μουσι Μοολι καὶ Εδερ καὶ Ιαριμωθ οὑ̃τοι υἱοὶ τω̃ν Λευιτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν

24:31 καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτω̃ν υἱοὶ Ααρων ἐναντίον του̃ βασιλέως καὶ Σαδωκ καὶ Αχιμελεχ καὶ ἀρχόντων πατριω̃ν τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν πατριάρχαι αρααβ καθὼς οἱ ἀδελφοὶ αὐτου̃ οἱ νεώτεροι

25:1 καὶ ἔστησεν Δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τη̃ς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ασαφ καὶ Αιμαν καὶ Ιδιθων τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν ἐργαζομένων ἐν τοι̃ς ἔργοις αὐτω̃ν

25:2 υἱοὶ Ασαφ Ζακχουρ καὶ Ιωσηφ καὶ Ναθανιας καὶ Εραηλ υἱοὶ Ασαφ ἐχόμενοι Ασαφ του̃ προφήτου ἐχόμενοι του̃ βασιλέως

25:3 τω̨̃ Ιδιθων υἱοὶ Ιδιθων Γοδολια καὶ Σουρι καὶ Ισαια καὶ Σεμεϊ καὶ Ασαβια καὶ Ματταθιας ἕξ μετὰ τὸν πατέρα αὐτω̃ν Ιδιθων ἐν κινύρα̨ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τω̨̃ κυρίω̨

25:4 τω̨̃ Αιμανι υἱοὶ Αιμαν Βουκιας καὶ Μανθανιας καὶ Αζαραηλ καὶ Σουβαηλ καὶ Ιεριμωθ καὶ Ανανιας καὶ Ανανι καὶ Ηλιαθα καὶ Γοδολλαθι καὶ Ρωμεμθι-ωδ καὶ Ιεσβακασα καὶ Μαλληθι καὶ Ωθηρι καὶ Μεαζωθ

25:5 πάντες οὑ̃τοι υἱοὶ τω̨̃ Αιμαν τω̨̃ ἀνακρουομένω̨ τω̨̃ βασιλει̃ ἐν λόγοις θεου̃ ὑψω̃σαι κέρας καὶ ἔδωκεν ὁ θεὸς τω̨̃ Αιμαν υἱοὺς δέκα τέσσαρας καὶ θυγατέρας τρει̃ς

25:6 πάντες οὑ̃τοι μετὰ του̃ πατρὸς αὐτω̃ν ὑμνω̨δου̃ντες ἐν οἴκω̨ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα του̃ βασιλέως καὶ Ασαφ καὶ Ιδιθων καὶ Αιμανι

25:7 καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτω̃ν μετὰ τοὺς ἀδελφοὺς αὐτω̃ν δεδιδαγμένοι ἄ̨δειν κυρίω̨ πα̃ς συνίων διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ

25:8 καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριω̃ν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν τελείων καὶ μανθανόντων

25:9 καὶ ἐξη̃λθεν ὁ κλη̃ρος ὁ πρω̃τος υἱω̃ν αὐτου̃ καὶ ἀδελφω̃ν αὐτου̃ τω̨̃ Ασαφ τω̨̃ Ιωσηφ Γοδολια ὁ δεύτερος Ηνια ἀδελφοὶ αὐτου̃ καὶ υἱοὶ αὐτου̃ δέκα δύο

25:10 ὁ τρίτος Ζακχουρ υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:11 ὁ τέταρτος Ιεσδρι υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:12 ὁ πέμπτος Ναθανιας υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:13 ὁ ἕκτος Βουκιας υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:14 ὁ ἕβδομος Ισεριηλ υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:15 ὁ ὄγδοος Ιωσια υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:16 ὁ ἔνατος Μανθανιας υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:17 ὁ δέκατος Σεμεϊ υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:18 ὁ ἑνδέκατος Αζαρια υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:19 ὁ δωδέκατος Ασαβια υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:20 ὁ τρισκαιδέκατος Σουβαηλ υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:21 ὁ τεσσαρεσκαιδέκατος Ματταθιας υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:22 ὁ πεντεκαιδέκατος Ιεριμωθ υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:23 ὁ ἑκκαιδέκατος Ανανιας υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:24 ὁ ἑπτακαιδέκατος Ιεσβακασα υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:25 ὁ ὀκτωκαιδέκατος Ανανι υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:26 ὁ ἐννεακαιδέκατος Μελληθι υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:27 ὁ εἰκοστὸς Ελιαθα υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:28 ὁ εἰκοστὸς πρω̃τος Ηθιρ υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:29 ὁ εἰκοστὸς δεύτερος Γοδολλαθι υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:30 ὁ τρίτος καὶ εἰκοστὸς Μεαζωθ υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

25:31 ὁ τέταρτος καὶ εἰκοστὸς Ρωμεμθι-ωδ υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο

26:1 εἰς διαιρέσεις τω̃ν πυλω̃ν υἱοι̃ς Κορεϊμ Μοσολλαμια υἱὸς Κωρη ἐκ τω̃ν υἱω̃ν Αβιασαφ

26:2 καὶ τω̨̃ Μοσολλαμια υἱοί Ζαχαριας ὁ πρωτότοκος Ιδιηλ ὁ δεύτερος Ζαβαδιας ὁ τρίτος Ιεθνουηλ ὁ τέταρτος

26:3 Ωλαμ ὁ πέμπτος Ιωαναν ὁ ἕκτος Ελιωηναι ὁ ἕβδομος

26:4 καὶ τω̨̃ Αβδεδομ υἱοί Σαμαιας ὁ πρωτότοκος Ιωζαβαδ ὁ δεύτερος Ιωαα ὁ τρίτος Σωχαρ ὁ τέταρτος Ναθαναηλ ὁ πέμπτος

26:5 Αμιηλ ὁ ἕκτος Ισσαχαρ ὁ ἕβδομος Φολλαθι ὁ ὄγδοος ὅτι εὐλόγησεν αὐτὸν ὁ θεός

26:6 καὶ τω̨̃ Σαμαια υἱω̨̃ αὐτου̃ ἐτέχθησαν υἱοὶ του̃ πρωτοτόκου Ρωσαι εἰς τὸν οἰ̃κον τὸν πατρικὸν αὐτου̃ ὅτι δυνατοὶ ἠ̃σαν

26:7 υἱοὶ Σαμαια Γοθνι καὶ Ραφαηλ καὶ Ωβηδ καὶ Ελζαβαδ καὶ Αχιου υἱοὶ δυνατοί Ελιου καὶ Σαβχια καὶ Ισβακωμ

26:8 πάντες ἀπὸ τω̃ν υἱω̃ν Αβδεδομ αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτω̃ν καὶ υἱοὶ αὐτω̃ν ποιου̃ντες δυνατω̃ς ἐν τη̨̃ ἐργασία̨ οἱ πάντες ἑξήκοντα δύο τω̨̃ Αβδεδομ

26:9 καὶ τω̨̃ Μοσολλαμια υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί

26:10 καὶ τω̨̃ Ωσα τω̃ν υἱω̃ν Μεραρι υἱοὶ φυλάσσοντες τὴν ἀρχήν ὅτι οὐκ ἠ̃ν πρωτότοκος καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτου̃ ἄρχοντα

26:11 τη̃ς διαιρέσεως τη̃ς δευτέρας Ταβλαι ὁ τρίτος Ζαχαριας ὁ τέταρτος πάντες οὑ̃τοι υἱοὶ καὶ ἀδελφοὶ τω̨̃ Ωσα τρισκαίδεκα

26:12 τούτοις αἱ διαιρέσεις τω̃ν πυλω̃ν τοι̃ς ἄρχουσι τω̃ν δυνατω̃ν ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτω̃ν λειτουργει̃ν ἐν οἴκω̨ κυρίου

26:13 καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ' οἴκους πατριω̃ν αὐτω̃ν εἰς πυλω̃να καὶ πυλω̃να

26:14 καὶ ἔπεσεν ὁ κλη̃ρος τω̃ν πρὸς ἀνατολὰς τω̨̃ Σαλαμια καὶ Ζαχαρια υἱοὶ Ιωας τω̨̃ Μελχια ἔβαλον κλήρους καὶ ἐξη̃λθεν ὁ κλη̃ρος βορρα̃

26:15 τω̨̃ Αβδεδομ νότον κατέναντι οἴκου εσεφιν

26:16 εἰς δεύτερον τω̨̃ Ωσα πρὸς δυσμαι̃ς μετὰ τὴν πύλην παστοφορίου τη̃ς ἀναβάσεως φυλακὴ κατέναντι φυλακη̃ς

26:17 πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν βορρα̃ τη̃ς ἡμέρας τέσσαρες νότον τη̃ς ἡμέρας τέσσαρες καὶ εἰς τὸ εσεφιν δύο

26:18 εἰς διαδεχομένους καὶ πρὸς δυσμαι̃ς τέσσαρες καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους

26:19 αὑ̃ται αἱ διαιρέσεις τω̃ν πυλωρω̃ν τοι̃ς υἱοι̃ς Κορε καὶ τοι̃ς υἱοι̃ς Μεραρι

26:20 καὶ οἱ Λευι̃ται ἀδελφοὶ αὐτω̃ν ἐπὶ τω̃ν θησαυρω̃ν οἴκου κυρίου καὶ ἐπὶ τω̃ν θησαυρω̃ν τω̃ν καθηγιασμένων

26:21 υἱοὶ Λαδαν υἱοὶ τω̨̃ Γηρσωνι τω̨̃ Λαδαν ἄρχοντες πατριω̃ν τω̨̃ Λαδαν τω̨̃ Γηρσωνι Ιιηλ

26:22 καὶ υἱοὶ Ιιηλ Ζεθομ καὶ Ιωηλ οἱ ἀδελφοὶ ἐπὶ τω̃ν θησαυρω̃ν οἴκου κυρίου

26:23 τω̨̃ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ

26:24 καὶ Σουβαηλ ὁ του̃ Γηρσαμ του̃ Μωυση̃ ἡγούμενος ἐπὶ τω̃ν θησαυρω̃ν

26:25 καὶ τω̨̃ ἀδελφω̨̃ αὐτου̃ τω̨̃ Ελιεζερ Ρααβιας υἱὸς καὶ Ιωσαιας καὶ Ιωραμ καὶ Ζεχρι καὶ Σαλωμωθ

26:26 αὐτὸς Σαλωμωθ καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἐπὶ πάντων τω̃ν θησαυρω̃ν τω̃ν ἁγίων οὓς ἡγίασεν Δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τω̃ν πατριω̃ν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τη̃ς δυνάμεως

26:27 ἃ ἔλαβεν ἐκ τω̃ν πολέμων καὶ ἐκ τω̃ν λαφύρων καὶ ἡγίασεν ἀπ' αὐτω̃ν του̃ μὴ καθυστερη̃σαι τὴν οἰκοδομὴν του̃ οἴκου του̃ θεου̃

26:28 καὶ ἐπὶ πάντων τω̃ν ἁγίων Σαμουηλ του̃ προφήτου καὶ Σαουλ του̃ Κις καὶ Αβεννηρ του̃ Νηρ καὶ Ιωαβ του̃ Σαρουια πα̃ν ὃ ἡγίασαν διὰ χειρὸς Σαλωμωθ καὶ τω̃ν ἀδελφω̃ν αὐτου̃

26:29 τω̨̃ Ισσαρι Χωνενια καὶ υἱοὶ αὐτου̃ τη̃ς ἐργασίας τη̃ς ἔξω ἐπὶ τὸν Ισραηλ του̃ γραμματεύειν καὶ διακρίνειν

26:30 τω̨̃ Χεβρωνι Ασαβιας καὶ οἱ ἀδελφοὶ αὐτου̃ υἱοὶ δυνατοί χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τη̃ς ἐπισκέψεως του̃ Ισραηλ πέραν του̃ Ιορδάνου πρὸς δυσμαι̃ς εἰς πα̃σαν λειτουργίαν κυρίου καὶ ἐργασίαν του̃ βασιλέως

26:31 του̃ Χεβρωνι Ιουδιας ὁ ἄρχων τω̃ν Χεβρωνι κατὰ γενέσεις αὐτω̃ν κατὰ πατριάς ἐν τω̨̃ τεσσαρακοστω̨̃ ἔτει τη̃ς βασιλείας αὐτου̃ ἐπεσκέπησαν καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοι̃ς ἐν Ιαζηρ τη̃ς Γαλααδίτιδος

26:32 καὶ οἱ ἀδελφοὶ αὐτου̃ υἱοὶ δυνατοί δισχίλιοι ἑπτακόσιοι ἄρχοντες πατριω̃ν καὶ κατέστησεν αὐτοὺς Δαυιδ ὁ βασιλεὺς ἐπὶ του̃ Ρουβηνι καὶ Γαδδι καὶ ἡμίσους φυλη̃ς Μανασση εἰς πα̃ν πρόσταγμα κυρίου καὶ λόγον βασιλέως

27:1 καὶ υἱοὶ Ισραηλ κατ' ἀριθμὸν αὐτω̃ν ἄρχοντες τω̃ν πατριω̃ν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματει̃ς οἱ λειτουργου̃ντες τω̨̃ λαω̨̃ καὶ εἰς πα̃ν λόγον του̃ βασιλέως κατὰ διαιρέσεις εἰς πα̃ν λόγον του̃ εἰσπορευομένου καὶ ἐκπορευομένου μη̃να ἐκ μηνὸς εἰς πάντας τοὺς μη̃νας του̃ ἐνιαυτου̃ διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες

27:2 καὶ ἐπὶ τη̃ς διαιρέσεως τη̃ς πρώτης του̃ μηνὸς του̃ πρώτου Ιεσβοαμ ὁ του̃ Ζαβδιηλ καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ εἴκοσι καὶ τέσσαρες χιλιάδες

27:3 ἀπὸ τω̃ν υἱω̃ν Φαρες ἄρχων πάντων τω̃ν ἀρχόντων τη̃ς δυνάμεως του̃ μηνὸς του̃ πρώτου

27:4 καὶ ἐπὶ τη̃ς διαιρέσεως του̃ μηνὸς του̃ δευτέρου Δωδια ὁ Εχωχι καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ εἴκοσι καὶ τέσσαρες χιλιάδες ἄρχοντες δυνάμεως

27:5 ὁ τρίτος τὸν μη̃να τὸν τρίτον Βαναιας ὁ του̃ Ιωδαε ὁ ἱερεὺς ὁ ἄρχων καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες

27:6 αὐτὸς Βαναιας δυνατώτερος τω̃ν τριάκοντα καὶ ἐπὶ τω̃ν τριάκοντα καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ Αμιζαβαθ υἱὸς αὐτου̃

27:7 ὁ τέταρτος εἰς τὸν μη̃να τὸν τέταρτον Ασαηλ ὁ ἀδελφὸς Ιωαβ καὶ Ζαβδιας ὁ υἱὸς αὐτου̃ καὶ οἱ ἀδελφοί καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες

27:8 ὁ πέμπτος τω̨̃ μηνὶ τω̨̃ πέμπτω̨ ὁ ἡγούμενος Σαμαωθ ὁ Ιεσραε καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ εἴκοσι τέσσαρες χιλιάδες

27:9 ὁ ἕκτος τω̨̃ μηνὶ τω̨̃ ἕκτω̨ Οδουιας ὁ του̃ Εκκης ὁ Θεκωίτης καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες

27:10 ὁ ἕβδομος τω̨̃ μηνὶ τω̨̃ ἑβδόμω̨ Χελλης ὁ ἐκ Φαλλους ἀπὸ τω̃ν υἱω̃ν Εφραιμ καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες

27:11 ὁ ὄγδοος τω̨̃ μηνὶ τω̨̃ ὀγδόω̨ Σοβοχαι ὁ Ισαθι τω̨̃ Ζαραϊ καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες

27:12 ὁ ἔνατος τω̨̃ μηνὶ τω̨̃ ἐνάτω̨ Αβιεζερ ὁ ἐξ Αναθωθ ἐκ γη̃ς Βενιαμιν καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες

27:13 ὁ δέκατος τω̨̃ μηνὶ τω̨̃ δεκάτω̨ Μεηρα ὁ ἐκ Νετουφατ τω̨̃ Ζαραϊ καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες

27:14 ὁ ἑνδέκατος τω̨̃ μηνὶ τω̨̃ ἑνδεκάτω̨ Βαναιας ὁ ἐκ Φαραθων τω̃ν υἱω̃ν Εφραιμ καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες

27:15 ὁ δωδέκατος εἰς τὸν μη̃να τὸν δωδέκατον Χολδαι ὁ Νετωφατι τω̨̃ Γοθονιηλ καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες

27:16 καὶ ἐπὶ τω̃ν φυλω̃ν Ισραηλ τω̨̃ Ρουβην ἡγούμενος Ελιεζερ ὁ του̃ Ζεχρι τω̨̃ Συμεων Σαφατιας ὁ του̃ Μααχα

27:17 τω̨̃ Λευι Ασαβιας ὁ του̃ Καμουηλ τω̨̃ Ααρων Σαδωκ

27:18 τω̨̃ Ιουδα Ελιαβ τω̃ν ἀδελφω̃ν Δαυιδ τω̨̃ Ισσαχαρ Αμβρι ὁ του̃ Μιχαηλ

27:19 τω̨̃ Ζαβουλων Σαμαιας ὁ του̃ Αβδιου τω̨̃ Νεφθαλι Ιεριμωθ ὁ του̃ Εσριηλ

27:20 τω̨̃ Εφραιμ Ωση ὁ του̃ Οζιου τω̨̃ ἡμίσει φυλη̃ς Μανασση Ιωηλ ὁ του̃ Φαδαια

27:21 τω̨̃ ἡμίσει φυλη̃ς Μανασση τω̨̃ ἐν τη̨̃ Γαλααδ Ιαδδαι ὁ του̃ Ζαβδιου τοι̃ς υἱοι̃ς Βενιαμιν Ασιηλ ὁ του̃ Αβεννηρ

27:22 τω̨̃ Δαν Αζαραηλ ὁ του̃ Ιωραμ οὑ̃τοι πατριάρχαι τω̃ν φυλω̃ν Ισραηλ

27:23 καὶ οὐκ ἔλαβεν Δαυιδ τὸν ἀριθμὸν αὐτω̃ν ἀπὸ εἰκοσαετου̃ς καὶ κάτω ὅτι κύριος εἰ̃πεν πληθυ̃ναι τὸν Ισραηλ ὡς τοὺς ἀστέρας του̃ οὐρανου̃

27:24 καὶ Ιωαβ ὁ του̃ Σαρουια ἤρξατο ἀριθμει̃ν ἐν τω̨̃ λαω̨̃ καὶ οὐ συνετέλεσεν καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ τὸν Ισραηλ καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν του̃ βασιλέως Δαυιδ

27:25 καὶ ἐπὶ τω̃ν θησαυρω̃ν του̃ βασιλέως Ασμωθ ὁ του̃ Ωδιηλ καὶ ἐπὶ τω̃ν θησαυρω̃ν τω̃ν ἐν ἀγρω̨̃ καὶ ἐν ται̃ς κώμαις καὶ ἐν τοι̃ς ἐποικίοις καὶ ἐν τοι̃ς πύργοις Ιωναθαν ὁ του̃ Οζιου

27:26 ἐπὶ δὲ τω̃ν γεωργούντων τὴν γη̃ν τω̃ν ἐργαζομένων Εσδρι ὁ του̃ Χολουβ

27:27 καὶ ἐπὶ τω̃ν χωρίων Σεμεϊ ὁ ἐκ Ραμα καὶ ἐπὶ τω̃ν θησαυρω̃ν τω̃ν ἐν τοι̃ς χωρίοις του̃ οἴνου Ζαχρι ὁ του̃ Σεφνι

27:28 καὶ ἐπὶ τω̃ν ἐλαιώνων καὶ ἐπὶ τω̃ν συκαμίνων τω̃ν ἐν τη̨̃ πεδινη̨̃ Βαλανας ὁ Γεδωρίτης ἐπὶ δὲ τω̃ν θησαυρω̃ν του̃ ἐλαίου Ιωας

27:29 καὶ ἐπὶ τω̃ν βοω̃ν τω̃ν νομάδων τω̃ν ἐν τω̨̃ Ασιδων Σατραις ὁ Σαρωνίτης καὶ ἐπὶ τω̃ν βοω̃ν τω̃ν ἐν τοι̃ς αὐλω̃σιν Σωφατ ὁ του̃ Αδλι

27:30 ἐπὶ δὲ τω̃ν καμήλων Ωβιλ ὁ Ισμαηλίτης ἐπὶ δὲ τω̃ν ὄνων Ιαδιας ὁ ἐκ Μεραθων

27:31 καὶ ἐπὶ τω̃ν προβάτων Ιαζιζ ὁ Αγαρίτης πάντες οὑ̃τοι προστάται ὑπαρχόντων Δαυιδ του̃ βασιλέως

27:32 καὶ Ιωναθαν ὁ πατράδελφος Δαυιδ σύμβουλος ἄνθρωπος συνετὸς καὶ γραμματεὺς αὐτός καὶ Ιιηλ ὁ του̃ Αχαμανι μετὰ τω̃ν υἱω̃ν του̃ βασιλέως

27:33 καὶ Αχιτοφελ σύμβουλος του̃ βασιλέως καὶ Χουσι πρω̃τος φίλος του̃ βασιλέως

27:34 καὶ μετὰ του̃τον Αχιτοφελ ἐχόμενος Ιωδαε ὁ του̃ Βαναιου καὶ Αβιαθαρ καὶ Ιωαβ ἀρχιστράτηγος του̃ βασιλέως

28:1 καὶ ἐξεκκλησίασεν Δαυιδ πάντας τοὺς ἄρχοντας Ισραηλ ἄρχοντας τω̃ν κριτω̃ν καὶ τοὺς ἄρχοντας τω̃ν ἐφημεριω̃ν τω̃ν περὶ τὸ σω̃μα του̃ βασιλέως καὶ ἄρχοντας τω̃ν χιλιάδων καὶ τω̃ν ἑκατοντάδων καὶ τοὺς γαζοφύλακας καὶ τοὺς ἐπὶ τω̃ν ὑπαρχόντων αὐτου̃ καὶ τοὺς δυνάστας καὶ τοὺς μαχητὰς τη̃ς στρατια̃ς ἐν Ιερουσαλημ

28:2 καὶ ἔστη Δαυιδ ἐν μέσω̨ τη̃ς ἐκκλησίας καὶ εἰ̃πεν ἀκούσατέ μου ἀδελφοὶ καὶ λαός μου ἐμοὶ ἐγένετο ἐπὶ καρδίαν οἰκοδομη̃σαι οἰ̃κον ἀναπαύσεως τη̃ς κιβωτου̃ διαθήκης κυρίου καὶ στάσιν ποδω̃ν κυρίου ἡμω̃ν καὶ ἡτοίμασα τὰ εἰς τὴν κατασκήνωσιν ἐπιτήδεια

28:3 καὶ ὁ θεὸς εἰ̃πεν οὐκ οἰκοδομήσεις ἐμοὶ οἰ̃κον του̃ ἐπονομάσαι τὸ ὄνομά μου ἐπ' αὐτω̨̃ ὅτι ἄνθρωπος πολεμιστὴς εἰ̃ σὺ καὶ αἵματα ἐξέχεας

28:4 καὶ ἐξελέξατο κύριος ὁ θεὸς Ισραηλ ἐν ἐμοὶ ἀπὸ παντὸς οἴκου πατρός μου εἰ̃ναι βασιλέα ἐπὶ Ισραηλ εἰς τὸν αἰω̃να καὶ ἐν Ιουδα ἡ̨ρέτικεν τὸ βασίλειον καὶ ἐξ οἴκου Ιουδα τὸν οἰ̃κον του̃ πατρός μου καὶ ἐν τοι̃ς υἱοι̃ς του̃ πατρός μου ἐν ἐμοὶ ἠθέλησεν του̃ γενέσθαι με βασιλέα ἐπὶ τω̨̃ παντὶ Ισραηλ

28:5 καὶ ἀπὸ πάντων τω̃ν υἱω̃ν μου ὅτι πολλοὺς υἱοὺς ἔδωκέν μοι κύριος ἐξελέξατο ἐν Σαλωμων τω̨̃ υἱω̨̃ μου καθίσαι αὐτὸν ἐπὶ θρόνου βασιλείας κυρίου ἐπὶ τὸν Ισραηλ

28:6 καὶ εἰ̃πέν μοι ὁ θεός Σαλωμων ὁ υἱός σου οἰκοδομήσει τὸν οἰ̃κόν μου καὶ τὴν αὐλήν μου ὅτι ἡ̨ρέτικα ἐν αὐτω̨̃ εἰ̃ναί μου υἱόν κἀγὼ ἔσομαι αὐτω̨̃ εἰς πατέρα

28:7 καὶ κατορθώσω τὴν βασιλείαν αὐτου̃ ἕως αἰω̃νος ἐὰν ἰσχύση̨ του̃ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ κρίματά μου ὡς ἡ ἡμέρα αὕτη

28:8 καὶ νυ̃ν κατὰ πρόσωπον πάσης ἐκκλησίας κυρίου καὶ ἐν ὠσὶν θεου̃ ἡμω̃ν φυλάξασθε καὶ ζητήσατε πάσας τὰς ἐντολὰς κυρίου του̃ θεου̃ ἡμω̃ν ἵνα κληρονομήσητε τὴν γη̃ν τὴν ἀγαθὴν καὶ κατακληρονομήσητε τοι̃ς υἱοι̃ς ὑμω̃ν μεθ' ὑμα̃ς ἕως αἰω̃νος

28:9 καὶ νυ̃ν Σαλωμων υἱέ μου γνω̃θι τὸν θεὸν τω̃ν πατέρων σου καὶ δούλευε αὐτω̨̃ ἐν καρδία̨ τελεία̨ καὶ ψυχη̨̃ θελούση̨ ὅτι πάσας καρδίας ἐτάζει κύριος καὶ πα̃ν ἐνθύμημα γιγνώσκει ἐὰν ζητήση̨ς αὐτόν εὑρεθήσεταί σοι καὶ ἐὰν καταλείψη̨ς αὐτόν καταλείψει σε εἰς τέλος

28:10 ἰδὲ τοίνυν ὅτι κύριος ἡ̨ρέτικέν σε οἰκοδομη̃σαι αὐτω̨̃ οἰ̃κον εἰς ἁγίασμα ἴσχυε καὶ ποίει

28:11 καὶ ἔδωκεν Δαυιδ Σαλωμων τω̨̃ υἱω̨̃ αὐτου̃ τὸ παράδειγμα του̃ ναου̃ καὶ τω̃ν οἴκων αὐτου̃ καὶ τω̃ν ζακχω αὐτου̃ καὶ τω̃ν ὑπερώ̨ων καὶ τω̃ν ἀποθηκω̃ν τω̃ν ἐσωτέρων καὶ του̃ οἴκου του̃ ἐξιλασμου̃

28:12 καὶ τὸ παράδειγμα ὃ εἰ̃χεν ἐν πνεύματι αὐτου̃ τω̃ν αὐλω̃ν οἴκου κυρίου καὶ πάντων τω̃ν παστοφορίων τω̃ν κύκλω̨ τω̃ν εἰς τὰς ἀποθήκας οἴκου κυρίου καὶ τω̃ν ἀποθηκω̃ν τω̃ν ἁγίων

28:13 καὶ τω̃ν καταλυμάτων τω̃ν ἐφημεριω̃ν τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν εἰς πα̃σαν ἐργασίαν λειτουργίας οἴκου κυρίου καὶ τω̃ν ἀποθηκω̃ν τω̃ν λειτουργησίμων σκευω̃ν τη̃ς λατρείας οἴκου κυρίου

28:14 καὶ τὸν σταθμὸν τη̃ς ὁλκη̃ς αὐτω̃ν τω̃ν τε χρυσω̃ν καὶ ἀργυρω̃ν

28:15 λυχνιω̃ν τὴν ὁλκὴν ἔδωκεν αὐτω̨̃ καὶ τω̃ν λύχνων

28:16 ἔδωκεν αὐτω̨̃ ὁμοίως τὸν σταθμὸν τω̃ν τραπεζω̃ν τη̃ς προθέσεως ἑκάστης τραπέζης χρυση̃ς καὶ ὡσαύτως τω̃ν ἀργυρω̃ν

28:17 καὶ τω̃ν κρεαγρω̃ν καὶ σπονδείων καὶ τω̃ν φιαλω̃ν τω̃ν χρυσω̃ν καὶ τὸν σταθμὸν τω̃ν χρυσω̃ν καὶ τω̃ν ἀργυρω̃ν κεφφουρε ἑκάστου σταθμου̃

28:18 καὶ τὸν του̃ θυσιαστηρίου τω̃ν θυμιαμάτων ἐκ χρυσίου δοκίμου σταθμὸν ὑπέδειξεν αὐτω̨̃ καὶ τὸ παράδειγμα του̃ ἅρματος τω̃ν χερουβιν τω̃ν διαπεπετασμένων ται̃ς πτέρυξιν καὶ σκιαζόντων ἐπὶ τη̃ς κιβωτου̃ διαθήκης κυρίου

28:19 πάντα ἐν γραφη̨̃ χειρὸς κυρίου ἔδωκεν Δαυιδ Σαλωμων κατὰ τὴν περιγενηθει̃σαν αὐτω̨̃ σύνεσιν τη̃ς κατεργασίας του̃ παραδείγματος

28:20 καὶ εἰ̃πεν Δαυιδ Σαλωμων τω̨̃ υἱω̨̃ αὐτου̃ ἴσχυε καὶ ἀνδρίζου καὶ ποίει μὴ φοβου̃ μηδὲ πτοηθη̨̃ς ὅτι κύριος ὁ θεός μου μετὰ σου̃ οὐκ ἀνήσει σε καὶ οὐ μή σε ἐγκαταλίπη̨ ἕως του̃ συντελέσαι σε πα̃σαν ἐργασίαν λειτουργίας οἴκου κυρίου

28:21 καὶ ἰδοὺ αἱ ἐφημερίαι τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν εἰς πα̃σαν λειτουργίαν οἴκου του̃ θεου̃ καὶ μετὰ σου̃ ἐν πάση̨ πραγματεία̨ καὶ πα̃ς πρόθυμος ἐν σοφία̨ κατὰ πα̃σαν τέχνην καὶ οἱ ἄρχοντες καὶ πα̃ς ὁ λαὸς εἰς πάντας τοὺς λόγους σου

29:1 καὶ εἰ̃πεν Δαυιδ ὁ βασιλεὺς πάση̨ τη̨̃ ἐκκλησία̨ Σαλωμων ὁ υἱός μου εἱ̃ς ὃν ἡ̨ρέτικεν ἐν αὐτω̨̃ κύριος νέος καὶ ἁπαλός καὶ τὸ ἔργον μέγα ὅτι οὐκ ἀνθρώπω̨ ἡ οἰκοδομή ἀλλ' ἢ κυρίω̨ θεω̨̃

29:2 κατὰ πα̃σαν τὴν δύναμιν ἡτοίμακα εἰς οἰ̃κον θεου̃ μου χρυσίον ἀργύριον χαλκόν σίδηρον ξύλα λίθους σοομ καὶ πληρώσεως καὶ λίθους πολυτελει̃ς καὶ ποικίλους καὶ πάντα λίθον τίμιον καὶ πάριον πολύν

29:3 καὶ ἔτι ἐν τω̨̃ εὐδοκη̃σαί με ἐν οἴκω̨ θεου̃ μου ἔστιν μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον καὶ ἰδοὺ δέδωκα εἰς οἰ̃κον θεου̃ μου εἰς ὕψος ἐκτὸς ὡ̃ν ἡτοίμακα εἰς τὸν οἰ̃κον τω̃ν ἁγίων

29:4 τρισχίλια τάλαντα χρυσίου του̃ ἐκ Σουφιρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου ἐξαλειφθη̃ναι ἐν αὐτοι̃ς τοὺς τοίχους του̃ ἱερου̃

29:5 διὰ χειρὸς τεχνιτω̃ν καὶ τίς ὁ προθυμούμενος πληρω̃σαι τὰς χει̃ρας αὐτου̃ σήμερον κυρίω̨

29:6 καὶ προεθυμήθησαν ἄρχοντες τω̃ν πατριω̃ν καὶ οἱ ἄρχοντες τω̃ν υἱω̃ν Ισραηλ καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι καὶ οἱ προστάται τω̃ν ἔργων καὶ οἱ οἰκονόμοι του̃ βασιλέως

29:7 καὶ ἔδωκαν εἰς τὰ ἔργα οἴκου κυρίου χρυσίου τάλαντα πεντακισχίλια καὶ χρυσου̃ς μυρίους καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας καὶ χαλκου̃ τάλαντα μύρια ὀκτακισχίλια καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν

29:8 καὶ οἱ̃ς εὑρέθη παρ' αὐτοι̃ς λίθος ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου κυρίου διὰ χειρὸς Ιιηλ του̃ Γηρσωνι

29:9 καὶ εὐφράνθη ὁ λαὸς ὑπὲρ του̃ προθυμηθη̃ναι ὅτι ἐν καρδία̨ πλήρει προεθυμήθησαν τω̨̃ κυρίω̨ καὶ Δαυιδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως

29:10 καὶ εὐλόγησεν ὁ βασιλεὺς Δαυιδ τὸν κύριον ἐνώπιον τη̃ς ἐκκλησίας λέγων εὐλογητὸς εἰ̃ κύριε ὁ θεὸς Ισραηλ ὁ πατὴρ ἡμω̃ν ἀπὸ του̃ αἰω̃νος καὶ ἕως του̃ αἰω̃νος

29:11 σοί κύριε ἡ μεγαλωσύνη καὶ ἡ δύναμις καὶ τὸ καύχημα καὶ ἡ νίκη καὶ ἡ ἰσχύς ὅτι σὺ πάντων τω̃ν ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἐπὶ τη̃ς γη̃ς δεσπόζεις ἀπὸ προσώπου σου ταράσσεται πα̃ς βασιλεὺς καὶ ἔθνος

29:12 παρὰ σου̃ ὁ πλου̃τος καὶ ἡ δόξα σὺ πάντων ἄρχεις κύριε ὁ ἄρχων πάσης ἀρχη̃ς καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία καὶ ἐν χειρί σου παντοκράτωρ μεγαλυ̃ναι καὶ κατισχυ̃σαι τὰ πάντα

29:13 καὶ νυ̃ν κύριε ἐξομολογούμεθά σοι καὶ αἰνου̃μεν τὸ ὄνομα τη̃ς καυχήσεώς σου

29:14 καὶ τίς εἰμι ἐγὼ καὶ τίς ὁ λαός μου ὅτι ἰσχύσαμεν προθυμηθη̃ναί σοι κατὰ ταυ̃τα ὅτι σὰ τὰ πάντα καὶ ἐκ τω̃ν σω̃ν δεδώκαμέν σοι

29:15 ὅτι πάροικοί ἐσμεν ἐναντίον σου καὶ παροικου̃ντες ὡς πάντες οἱ πατέρες ἡμω̃ν ὡς σκιὰ αἱ ἡμέραι ἡμω̃ν ἐπὶ γη̃ς καὶ οὐκ ἔστιν ὑπομονή

29:16 κύριε ὁ θεὸς ἡμω̃ν πα̃ν τὸ πλη̃θος του̃το ὃ ἡτοίμακα οἰκοδομηθη̃ναι οἰ̃κον τω̨̃ ὀνόματι τω̨̃ ἁγίω̨ σου ἐκ χειρός σού ἐστιν καὶ σοὶ τὰ πάντα

29:17 καὶ ἔγνων κύριε ὅτι σὺ εἰ̃ ὁ ἐτάζων καρδίας καὶ δικαιοσύνην ἀγαπα̨̃ς ἐν ἁπλότητι καρδίας προεθυμήθην πάντα ταυ̃τα καὶ νυ̃ν τὸν λαόν σου τὸν εὑρεθέντα ὡ̃δε εἰ̃δον ἐν εὐφροσύνη̨ προθυμηθέντα σοι

29:18 κύριε ὁ θεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ τω̃ν πατέρων ἡμω̃ν φύλαξον ταυ̃τα ἐν διανοία̨ καρδίας λαου̃ σου εἰς τὸν αἰω̃να καὶ κατεύθυνον τὰς καρδίας αὐτω̃ν πρὸς σέ

29:19 καὶ Σαλωμων τω̨̃ υἱω̨̃ μου δὸς καρδίαν ἀγαθὴν ποιει̃ν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματά σου καὶ του̃ ἐπὶ τέλος ἀγαγει̃ν τὴν κατασκευὴν του̃ οἴκου σου

29:20 καὶ εἰ̃πεν Δαυιδ πάση̨ τη̨̃ ἐκκλησία̨ εὐλογήσατε κύριον τὸν θεὸν ὑμω̃ν καὶ εὐλόγησεν πα̃σα ἡ ἐκκλησία κύριον τὸν θεὸν τω̃ν πατέρων αὐτω̃ν καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν τω̨̃ κυρίω̨ καὶ τω̨̃ βασιλει̃

29:21 καὶ ἔθυσεν Δαυιδ τω̨̃ κυρίω̨ θυσίας καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τω̨̃ θεω̨̃ τη̨̃ ἐπαύριον τη̃ς πρώτης ἡμέρας μόσχους χιλίους κριοὺς χιλίους ἄρνας χιλίους καὶ τὰς σπονδὰς αὐτω̃ν καὶ θυσίας εἰς πλη̃θος παντὶ τω̨̃ Ισραηλ

29:22 καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον κυρίου ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ μετὰ χαρα̃ς καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν Σαλωμων υἱὸν Δαυιδ καὶ ἔχρισαν αὐτὸν τω̨̃ κυρίω̨ εἰς βασιλέα καὶ Σαδωκ εἰς ἱερωσύνην

29:23 καὶ ἐκάθισεν Σαλωμων ἐπὶ θρόνου Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ εὐδοκήθη καὶ ἐπήκουσαν αὐτου̃ πα̃ς Ισραηλ

29:24 οἱ ἄρχοντες καὶ οἱ δυνάσται καὶ πάντες υἱοὶ του̃ βασιλέως Δαυιδ πατρὸς αὐτου̃ ὑπετάγησαν αὐτω̨̃

29:25 καὶ ἐμεγάλυνεν κύριος τὸν Σαλωμων ἐπάνωθεν ἐναντίον παντὸς Ισραηλ καὶ ἔδωκεν αὐτω̨̃ δόξαν βασιλέως ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτου̃

29:26 καὶ Δαυιδ υἱὸς Ιεσσαι ἐβασίλευσεν ἐπὶ Ισραηλ

29:27 ἔτη τεσσαράκοντα ἐν Χεβρων ἔτη ἑπτὰ καὶ ἐν Ιερουσαλημ ἔτη τριάκοντα τρία

29:28 καὶ ἐτελεύτησεν ἐν γήρει καλω̨̃ πλήρης ἡμερω̃ν πλούτω̨ καὶ δόξη̨ καὶ ἐβασίλευσεν Σαλωμων υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

29:29 οἱ δὲ λοιποὶ λόγοι του̃ βασιλέως Δαυιδ οἱ πρότεροι καὶ οἱ ὕστεροι γεγραμμένοι εἰσὶν ἐν λόγοις Σαμουηλ του̃ βλέποντος καὶ ἐπὶ λόγων Ναθαν του̃ προφήτου καὶ ἐπὶ λόγων Γαδ του̃ βλέποντος

29:30 περὶ πάσης τη̃ς βασιλείας αὐτου̃ καὶ τη̃ς δυναστείας αὐτου̃ καὶ οἱ καιροί οἳ ἐγένοντο ἐπ' αὐτω̨̃ καὶ ἐπὶ τὸν Ισραηλ καὶ ἐπὶ πάσας βασιλείας τη̃ς γη̃ς

.