'Εσυὴρ

1:1a ἔτους δευτέρου βασιλεύοντος 'Αρταξέρξου του̃ μεγάλου τη̨̃ μια̨̃ του̃ Νισα ἐνύπνιον εἰ̃δεν Μαρδοχαι̃ος ὁ του̃ Ιαϊρου του̃ Σεμεϊου του̃ Κισαιου ἐκ φυλη̃ς Βενιαμιν

1:1b ἄνθρωπος Ιουδαι̃ος οἰκω̃ν ἐν Σούσοις τη̨̃ πόλει ἄνθρωπος μέγας θεραπεύων ἐν τη̨̃ αὐλη̨̃ του̃ βασιλέως

1:1c ἠ̃ν δὲ ἐκ τη̃ς αἰχμαλωσίας ἡ̃ς ἠ̨χμαλώτευσεν Ναβουχοδονοσορ ὁ βασιλεὺς Βαβυλω̃νος ἐξ Ιερουσαλημ μετὰ Ιεχονιου του̃ βασιλέως τη̃ς Ιουδαίας

1:1d καὶ του̃το αὐτου̃ τὸ ἐνύπνιον καὶ ἰδοὺ φωναὶ καὶ θόρυβος βρονταὶ καὶ σεισμός τάραχος ἐπὶ τη̃ς γη̃ς

1:1e καὶ ἰδοὺ δύο δράκοντες μεγάλοι ἕτοιμοι προη̃λθον ἀμφότεροι παλαίειν καὶ ἐγένετο αὐτω̃ν φωνὴ μεγάλη

1:1f καὶ τη̨̃ φωνη̨̃ αὐτω̃ν ἡτοιμάσθη πα̃ν ἔθνος εἰς πόλεμον ὥστε πολεμη̃σαι δικαίων ἔθνος

1:1g καὶ ἰδοὺ ἡμέρα σκότους καὶ γνόφου θλι̃ψις καὶ στενοχωρία κάκωσις καὶ τάραχος μέγας ἐπὶ τη̃ς γη̃ς

1:1h καὶ ἐταράχθη δίκαιον πα̃ν ἔθνος φοβούμενοι τὰ ἑαυτω̃ν κακὰ καὶ ἡτοιμάσθησαν ἀπολέσθαι καὶ ἐβόησαν πρὸς τὸν θεόν

1:1i ἀπὸ δὲ τη̃ς βοη̃ς αὐτω̃ν ἐγένετο ὡσανεὶ ἀπὸ μικρα̃ς πηγη̃ς ποταμὸς μέγας ὕδωρ πολύ

1:1k φω̃ς καὶ ὁ ἥλιος ἀνέτειλεν καὶ οἱ ταπεινοὶ ὑψώθησαν καὶ κατέφαγον τοὺς ἐνδόξους

1:1l καὶ διεγερθεὶς Μαρδοχαι̃ος ὁ ἑωρακὼς τὸ ἐνύπνιον του̃το καὶ τί ὁ θεὸς βεβούλευται ποιη̃σαι εἰ̃χεν αὐτὸ ἐν τη̨̃ καρδία̨ καὶ ἐν παντὶ λόγω̨ ἤθελεν ἐπιγνω̃ναι αὐτὸ ἕως τη̃ς νυκτός

1:1m καὶ ἡσύχασεν Μαρδοχαι̃ος ἐν τη̨̃ αὐλη̨̃ μετὰ Γαβαθα καὶ Θαρρα τω̃ν δύο εὐνούχων του̃ βασιλέως τω̃ν φυλασσόντων τὴν αὐλὴν

1:1n ἤκουσέν τε αὐτω̃ν τοὺς λογισμοὺς καὶ τὰς μερίμνας αὐτω̃ν ἐξηρεύνησεν καὶ ἔμαθεν ὅτι ἑτοιμάζουσιν τὰς χει̃ρας ἐπιβαλει̃ν 'Αρταξέρξη̨ τω̨̃ βασιλει̃ καὶ ὑπέδειξεν τω̨̃ βασιλει̃ περὶ αὐτω̃ν

1:1o καὶ ἐξήτασεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους καὶ ὁμολογήσαντες ἀπήχθησαν

1:1p καὶ ἔγραψεν ὁ βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυνον καὶ Μαρδοχαι̃ος ἔγραψεν περὶ τω̃ν λόγων τούτων

1:1q καὶ ἐπέταξεν ὁ βασιλεὺς Μαρδοχαίω̨ θεραπεύειν ἐν τη̨̃ αὐλη̨̃ καὶ ἔδωκεν αὐτω̨̃ δόματα περὶ τούτων

1:1r καὶ ἠ̃ν Αμαν Αμαδαθου Βουγαι̃ος ἔνδοξος ἐνώπιον του̃ βασιλέως καὶ ἐζήτησεν κακοποιη̃σαι τὸν Μαρδοχαι̃ον καὶ τὸν λαὸν αὐτου̃ ὑπὲρ τω̃ν δύο εὐνούχων του̃ βασιλέως

1:1s καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ται̃ς ἡμέραις 'Αρταξέρξου οὑ̃τος ὁ 'Αρταξέρξης ἀπὸ τη̃ς 'Ινδικη̃ς ἑκατὸν εἴκοσι ἑπτὰ χωρω̃ν ἐκράτησεν

1:2 ἐν αὐται̃ς ται̃ς ἡμέραις ὅτε ἐθρονίσθη ὁ βασιλεὺς 'Αρταξέρξης ἐν Σούσοις τη̨̃ πόλει

1:3 ἐν τω̨̃ τρίτω̨ ἔτει βασιλεύοντος αὐτου̃ δοχὴν ἐποίησεν τοι̃ς φίλοις καὶ τοι̃ς λοιποι̃ς ἔθνεσιν καὶ τοι̃ς Περσω̃ν καὶ Μήδων ἐνδόξοις καὶ τοι̃ς ἄρχουσιν τω̃ν σατραπω̃ν

1:4 καὶ μετὰ ταυ̃τα μετὰ τὸ δει̃ξαι αὐτοι̃ς τὸν πλου̃τον τη̃ς βασιλείας αὐτου̃ καὶ τὴν δόξαν τη̃ς εὐφροσύνης του̃ πλούτου αὐτου̃ ἐπὶ ἡμέρας ἑκατὸν ὀγδοήκοντα

1:5 ὅτε δὲ ἀνεπληρώθησαν αἱ ἡμέραι του̃ γάμου ἐποίησεν ὁ βασιλεὺς πότον τοι̃ς ἔθνεσιν τοι̃ς εὑρεθει̃σιν εἰς τὴν πόλιν ἐπὶ ἡμέρας ἓξ ἐν αὐλη̨̃ οἴκου του̃ βασιλέως

1:6 κεκοσμημένη̨ βυσσίνοις καὶ καρπασίνοις τεταμένοις ἐπὶ σχοινίοις βυσσίνοις καὶ πορφυροι̃ς ἐπὶ κύβοις χρυσοι̃ς καὶ ἀργυροι̃ς ἐπὶ στύλοις παρίνοις καὶ λιθίνοις κλι̃ναι χρυσαι̃ καὶ ἀργυραι̃ ἐπὶ λιθοστρώτου σμαραγδίτου λίθου καὶ πιννίνου καὶ παρίνου λίθου καὶ στρωμναὶ διαφανει̃ς ποικίλως διηνθισμέναι κύκλω̨ ῥόδα πεπασμένα

1:7 ποτήρια χρυσα̃ καὶ ἀργυρα̃ καὶ ἀνθράκινον κυλίκιον προκείμενον ἀπὸ ταλάντων τρισμυρίων οἰ̃νος πολὺς καὶ ἡδύς ὃν αὐτὸς ὁ βασιλεὺς ἔπινεν

1:8 ὁ δὲ πότος οὑ̃τος οὐ κατὰ προκείμενον νόμον ἐγένετο οὕτως δὲ ἠθέλησεν ὁ βασιλεὺς καὶ ἐπέταξεν τοι̃ς οἰκονόμοις ποιη̃σαι τὸ θέλημα αὐτου̃ καὶ τω̃ν ἀνθρώπων

1:9 καὶ Αστιν ἡ βασίλισσα ἐποίησε πότον ται̃ς γυναιξὶν ἐν τοι̃ς βασιλείοις ὅπου ὁ βασιλεὺς 'Αρταξέρξης

1:10 ἐν δὲ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἡδέως γενόμενος ὁ βασιλεὺς εἰ̃πεν τω̨̃ Αμαν καὶ Βαζαν καὶ Θαρρα καὶ Βωραζη καὶ Ζαθολθα καὶ Αβαταζα καὶ Θαραβα τοι̃ς ἑπτὰ εὐνούχοις τοι̃ς διακόνοις του̃ βασιλέως 'Αρταξέρξου

1:11 εἰσαγαγει̃ν τὴν βασίλισσαν πρὸς αὐτὸν βασιλεύειν αὐτὴν καὶ περιθει̃ναι αὐτη̨̃ τὸ διάδημα καὶ δει̃ξαι αὐτὴν πα̃σιν τοι̃ς ἄρχουσιν καὶ τοι̃ς ἔθνεσιν τὸ κάλλος αὐτη̃ς ὅτι καλὴ ἠ̃ν

1:12 καὶ οὐκ εἰσήκουσεν αὐτου̃ Αστιν ἡ βασίλισσα ἐλθει̃ν μετὰ τω̃ν εὐνούχων καὶ ἐλυπήθη ὁ βασιλεὺς καὶ ὠργίσθη

1:13 καὶ εἰ̃πεν τοι̃ς φίλοις αὐτου̃ κατὰ ταυ̃τα ἐλάλησεν Αστιν ποιήσατε οὐ̃ν περὶ τούτου νόμον καὶ κρίσιν

1:14 καὶ προση̃λθεν αὐτω̨̃ Αρκεσαιος καὶ Σαρσαθαιος καὶ Μαλησεαρ οἱ ἄρχοντες Περσω̃ν καὶ Μήδων οἱ ἐγγὺς του̃ βασιλέως οἱ πρω̃τοι παρακαθήμενοι τω̨̃ βασιλει̃

1:15 καὶ ἀπήγγειλαν αὐτω̨̃ κατὰ τοὺς νόμους ὡς δει̃ ποιη̃σαι Αστιν τη̨̃ βασιλίσση̨ ὅτι οὐκ ἐποίησεν τὰ ὑπὸ του̃ βασιλέως προσταχθέντα διὰ τω̃ν εὐνούχων

1:16 καὶ εἰ̃πεν ὁ Μουχαιος πρὸς τὸν βασιλέα καὶ τοὺς ἄρχοντας οὐ τὸν βασιλέα μόνον ἠδίκησεν Αστιν ἡ βασίλισσα ἀλλὰ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους του̃ βασιλέως

1:17 καὶ γὰρ διηγήσατο αὐτοι̃ς τὰ ῥήματα τη̃ς βασιλίσσης καὶ ὡς ἀντει̃πεν τω̨̃ βασιλει̃ ὡς οὐ̃ν ἀντει̃πεν τω̨̃ βασιλει̃ 'Αρταξέρξη̨

1:18 οὕτως σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τω̃ν ἀρχόντων Περσω̃ν καὶ Μήδων ἀκούσασαι τὰ τω̨̃ βασιλει̃ λεχθέντα ὑπ' αὐτη̃ς τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτω̃ν

1:19 εἰ οὐ̃ν δοκει̃ τω̨̃ βασιλει̃ προσταξάτω βασιλικόν καὶ γραφήτω κατὰ τοὺς νόμους Μήδων καὶ Περσω̃ν καὶ μὴ ἄλλως χρησάσθω μηδὲ εἰσελθάτω ἔτι ἡ βασίλισσα πρὸς αὐτόν καὶ τὴν βασιλείαν αὐτη̃ς δότω ὁ βασιλεὺς γυναικὶ κρείττονι αὐτη̃ς

1:20 καὶ ἀκουσθήτω ὁ νόμος ὁ ὑπὸ του̃ βασιλέως ὃν ἐὰν ποιη̨̃ ἐν τη̨̃ βασιλεία̨ αὐτου̃ καὶ οὕτως πα̃σαι αἱ γυναι̃κες περιθήσουσιν τιμὴν τοι̃ς ἀνδράσιν ἑαυτω̃ν ἀπὸ πτωχου̃ ἕως πλουσίου

1:21 καὶ ἤρεσεν ὁ λόγος τω̨̃ βασιλει̃ καὶ τοι̃ς ἄρχουσι καὶ ἐποίησεν ὁ βασιλεὺς καθὰ ἐλάλησεν ὁ Μουχαιος

1:22 καὶ ἀπέστειλεν εἰς πα̃σαν τὴν βασιλείαν κατὰ χώραν κατὰ τὴν λέξιν αὐτω̃ν ὥστε εἰ̃ναι φόβον αὐτοι̃ς ἐν ται̃ς οἰκίαις αὐτω̃ν

2:1 καὶ μετὰ τοὺς λόγους τούτους ἐκόπασεν ὁ βασιλεὺς του̃ θυμου̃ καὶ οὐκέτι ἐμνήσθη τη̃ς Αστιν μνημονεύων οἱ̃α ἐλάλησεν καὶ ὡς κατέκρινεν αὐτήν

2:2 καὶ εἰ̃παν οἱ διάκονοι του̃ βασιλέως ζητηθήτω τω̨̃ βασιλει̃ κοράσια ἄφθορα καλὰ τω̨̃ εἴδει

2:3 καὶ καταστήσει ὁ βασιλεὺς κωμάρχας ἐν πάσαις ται̃ς χώραις τη̃ς βασιλείας αὐτου̃ καὶ ἐπιλεξάτωσαν κοράσια παρθενικὰ καλὰ τω̨̃ εἴδει εἰς Σουσαν τὴν πόλιν εἰς τὸν γυναικω̃να καὶ παραδοθήτωσαν τω̨̃ εὐνούχω̨ του̃ βασιλέως τω̨̃ φύλακι τω̃ν γυναικω̃ν καὶ δοθήτω σμη̃γμα καὶ ἡ λοιπὴ ἐπιμέλεια

2:4 καὶ ἡ γυνή ἣ ἂν ἀρέση̨ τω̨̃ βασιλει̃ βασιλεύσει ἀντὶ Αστιν καὶ ἤρεσεν τω̨̃ βασιλει̃ τὸ πρα̃γμα καὶ ἐποίησεν οὕτως

2:5 καὶ ἄνθρωπος ἠ̃ν Ιουδαι̃ος ἐν Σούσοις τη̨̃ πόλει καὶ ὄνομα αὐτω̨̃ Μαρδοχαι̃ος ὁ του̃ Ιαϊρου του̃ Σεμεϊου του̃ Κισαιου ἐκ φυλη̃ς Βενιαμιν

2:6 ὃς ἠ̃ν αἰχμάλωτος ἐξ Ιερουσαλημ ἣν ἠ̨χμαλώτευσεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος

2:7 καὶ ἠ̃ν τούτω̨ παι̃ς θρεπτή θυγάτηρ Αμιναδαβ ἀδελφου̃ πατρὸς αὐτου̃ καὶ ὄνομα αὐτη̨̃ Εσθηρ ἐν δὲ τω̨̃ μεταλλάξαι αὐτη̃ς τοὺς γονει̃ς ἐπαίδευσεν αὐτὴν ἑαυτω̨̃ εἰς γυναι̃κα καὶ ἠ̃ν τὸ κοράσιον καλὸν τω̨̃ εἴδει

2:8 καὶ ὅτε ἠκούσθη τὸ του̃ βασιλέως πρόσταγμα συνήχθησαν κοράσια πολλὰ εἰς Σουσαν τὴν πόλιν ὑπὸ χει̃ρα Γαι καὶ ἤχθη Εσθηρ πρὸς Γαι τὸν φύλακα τω̃ν γυναικω̃ν

2:9 καὶ ἤρεσεν αὐτω̨̃ τὸ κοράσιον καὶ εὑ̃ρεν χάριν ἐνώπιον αὐτου̃ καὶ ἔσπευσεν αὐτη̨̃ δου̃ναι τὸ σμη̃γμα καὶ τὴν μερίδα καὶ τὰ ἑπτὰ κοράσια τὰ ἀποδεδειγμένα αὐτη̨̃ ἐκ βασιλικου̃ καὶ ἐχρήσατο αὐτη̨̃ καλω̃ς καὶ ται̃ς ἅβραις αὐτη̃ς ἐν τω̨̃ γυναικω̃νι

2:10 καὶ οὐχ ὑπέδειξεν Εσθηρ τὸ γένος αὐτη̃ς οὐδὲ τὴν πατρίδα ὁ γὰρ Μαρδοχαι̃ος ἐνετείλατο αὐτη̨̃ μὴ ἀπαγγει̃λαι

2:11 καθ' ἑκάστην δὲ ἡμέραν ὁ Μαρδοχαι̃ος περιεπάτει κατὰ τὴν αὐλὴν τὴν γυναικείαν ἐπισκοπω̃ν τί Εσθηρ συμβήσεται

2:12 οὑ̃τος δὲ ἠ̃ν καιρὸς κορασίου εἰσελθει̃ν πρὸς τὸν βασιλέα ὅταν ἀναπληρώση̨ μη̃νας δέκα δύο οὕτως γὰρ ἀναπληρου̃νται αἱ ἡμέραι τη̃ς θεραπείας μη̃νας ἓξ ἀλειφόμεναι ἐν σμυρνίνω̨ ἐλαίω̨ καὶ μη̃νας ἓξ ἐν τοι̃ς ἀρώμασιν καὶ ἐν τοι̃ς σμήγμασιν τω̃ν γυναικω̃ν

2:13 καὶ τότε εἰσπορεύεται πρὸς τὸν βασιλέα καὶ ὃ ἐὰν εἴπη̨ παραδώσει αὐτη̨̃ συνεισέρχεσθαι αὐτη̨̃ ἀπὸ του̃ γυναικω̃νος ἕως τω̃ν βασιλείων

2:14 δείλης εἰσπορεύεται καὶ πρὸς ἡμέραν ἀποτρέχει εἰς τὸν γυναικω̃να τὸν δεύτερον οὑ̃ Γαι ὁ εὐνου̃χος του̃ βασιλέως ὁ φύλαξ τω̃ν γυναικω̃ν καὶ οὐκέτι εἰσπορεύεται πρὸς τὸν βασιλέα ἐὰν μὴ κληθη̨̃ ὀνόματι

2:15 ἐν δὲ τω̨̃ ἀναπληρου̃σθαι τὸν χρόνον Εσθηρ τη̃ς θυγατρὸς Αμιναδαβ ἀδελφου̃ πατρὸς Μαρδοχαίου εἰσελθει̃ν πρὸς τὸν βασιλέα οὐδὲν ἠθέτησεν ὡ̃ν αὐτη̨̃ ἐνετείλατο ὁ εὐνου̃χος ὁ φύλαξ τω̃ν γυναικω̃ν ἠ̃ν γὰρ Εσθηρ εὑρίσκουσα χάριν παρὰ πάντων τω̃ν βλεπόντων αὐτήν

2:16 καὶ εἰση̃λθεν Εσθηρ πρὸς 'Αρταξέρξην τὸν βασιλέα τω̨̃ δωδεκάτω̨ μηνί ὅς ἐστιν Αδαρ τω̨̃ ἑβδόμω̨ ἔτει τη̃ς βασιλείας αὐτου̃

2:17 καὶ ἠράσθη ὁ βασιλεὺς Εσθηρ καὶ εὑ̃ρεν χάριν παρὰ πάσας τὰς παρθένους καὶ ἐπέθηκεν αὐτη̨̃ τὸ διάδημα τὸ γυναικει̃ον

2:18 καὶ ἐποίησεν ὁ βασιλεὺς πότον πα̃σι τοι̃ς φίλοις αὐτου̃ καὶ ται̃ς δυνάμεσιν ἐπὶ ἡμέρας ἑπτὰ καὶ ὕψωσεν τοὺς γάμους Εσθηρ καὶ ἄφεσιν ἐποίησεν τοι̃ς ὑπὸ τὴν βασιλείαν αὐτου̃

2:19 ὁ δὲ Μαρδοχαι̃ος ἐθεράπευεν ἐν τη̨̃ αὐλη̨̃

2:20 ἡ δὲ Εσθηρ οὐχ ὑπέδειξεν τὴν πατρίδα αὐτη̃ς οὕτως γὰρ ἐνετείλατο αὐτη̨̃ Μαρδοχαι̃ος φοβει̃σθαι τὸν θεὸν καὶ ποιει̃ν τὰ προστάγματα αὐτου̃ καθὼς ἠ̃ν μετ' αὐτου̃ καὶ Εσθηρ οὐ μετήλλαξεν τὴν ἀγωγὴν αὐτη̃ς

2:21 καὶ ἐλυπήθησαν οἱ δύο εὐνου̃χοι του̃ βασιλέως οἱ ἀρχισωματοφύλακες ὅτι προήχθη Μαρδοχαι̃ος καὶ ἐζήτουν ἀποκτει̃ναι 'Αρταξέρξην τὸν βασιλέα

2:22 καὶ ἐδηλώθη Μαρδοχαίω̨ ὁ λόγος καὶ ἐσήμανεν Εσθηρ καὶ αὐτὴ ἐνεφάνισεν τω̨̃ βασιλει̃ τὰ τη̃ς ἐπιβουλη̃ς

2:23 ὁ δὲ βασιλεὺς ἤτασεν τοὺς δύο εὐνούχους καὶ ἐκρέμασεν αὐτούς καὶ προσέταξεν ὁ βασιλεὺς καταχωρίσαι εἰς μνημόσυνον ἐν τη̨̃ βασιλικη̨̃ βιβλιοθήκη̨ ὑπὲρ τη̃ς εὐνοίας Μαρδοχαίου ἐν ἐγκωμίω̨

3:1 μετὰ δὲ ταυ̃τα ἐδόξασεν ὁ βασιλεὺς 'Αρταξέρξης Αμαν Αμαδαθου Βουγαι̃ον καὶ ὕψωσεν αὐτόν καὶ ἐπρωτοβάθρει πάντων τω̃ν φίλων αὐτου̃

3:2 καὶ πάντες οἱ ἐν τη̨̃ αὐλη̨̃ προσεκύνουν αὐτω̨̃ οὕτως γὰρ προσέταξεν ὁ βασιλεὺς ποιη̃σαι ὁ δὲ Μαρδοχαι̃ος οὐ προσεκύνει αὐτω̨̃

3:3 καὶ ἐλάλησαν οἱ ἐν τη̨̃ αὐλη̨̃ του̃ βασιλέως τω̨̃ Μαρδοχαίω̨ Μαρδοχαι̃ε τί παρακούεις τὰ ὑπὸ του̃ βασιλέως λεγόμενα

3:4 καθ' ἑκάστην ἡμέραν ἐλάλουν αὐτω̨̃ καὶ οὐχ ὑπήκουεν αὐτω̃ν καὶ ὑπέδειξαν τω̨̃ Αμαν Μαρδοχαι̃ον τοι̃ς του̃ βασιλέως λόγοις ἀντιτασσόμενον καὶ ὑπέδειξεν αὐτοι̃ς ὁ Μαρδοχαι̃ος ὅτι Ιουδαι̃ός ἐστιν

3:5 καὶ ἐπιγνοὺς Αμαν ὅτι οὐ προσκυνει̃ αὐτω̨̃ Μαρδοχαι̃ος ἐθυμώθη σφόδρα

3:6 καὶ ἐβουλεύσατο ἀφανίσαι πάντας τοὺς ὑπὸ τὴν 'Αρταξέρξου βασιλείαν Ιουδαίους

3:7 καὶ ἐποίησεν ψήφισμα ἐν ἔτει δωδεκάτω̨ τη̃ς βασιλείας 'Αρταξέρξου καὶ ἔβαλεν κλήρους ἡμέραν ἐξ ἡμέρας καὶ μη̃να ἐκ μηνὸς ὥστε ἀπολέσαι ἐν μια̨̃ ἡμέρα̨ τὸ γένος Μαρδοχαίου καὶ ἔπεσεν ὁ κλη̃ρος εἰς τὴν τεσσαρεσκαιδεκάτην του̃ μηνός ὅς ἐστιν Αδαρ

3:8 καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα 'Αρταξέρξην λέγων ὑπάρχει ἔθνος διεσπαρμένον ἐν τοι̃ς ἔθνεσιν ἐν πάση̨ τη̨̃ βασιλεία̨ σου οἱ δὲ νόμοι αὐτω̃ν ἔξαλλοι παρὰ πάντα τὰ ἔθνη τω̃ν δὲ νόμων του̃ βασιλέως παρακούουσιν καὶ οὐ συμφέρει τω̨̃ βασιλει̃ ἐα̃σαι αὐτούς

3:9 εἰ δοκει̃ τω̨̃ βασιλει̃ δογματισάτω ἀπολέσαι αὐτούς κἀγὼ διαγράψω εἰς τὸ γαζοφυλάκιον του̃ βασιλέως ἀργυρίου τάλαντα μύρια

3:10 καὶ περιελόμενος ὁ βασιλεὺς τὸν δακτύλιον ἔδωκεν εἰς χει̃ρα τω̨̃ Αμαν σφραγίσαι κατὰ τω̃ν γεγραμμένων κατὰ τω̃ν Ιουδαίων

3:11 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Αμαν τὸ μὲν ἀργύριον ἔχε τω̨̃ δὲ ἔθνει χρω̃ ὡς βούλει

3:12 καὶ ἐκλήθησαν οἱ γραμματει̃ς του̃ βασιλέως μηνὶ πρώτω̨ τη̨̃ τρισκαιδεκάτη̨ καὶ ἔγραψαν ὡς ἐπέταξεν Αμαν τοι̃ς στρατηγοι̃ς καὶ τοι̃ς ἄρχουσιν κατὰ πα̃σαν χώραν ἀπὸ 'Ινδικη̃ς ἕως τη̃ς Αἰθιοπίας ται̃ς ἑκατὸν εἴκοσι ἑπτὰ χώραις τοι̃ς τε ἄρχουσι τω̃ν ἐθνω̃ν κατὰ τὴν αὐτω̃ν λέξιν δι' 'Αρταξέρξου του̃ βασιλέως

3:13 καὶ ἀπεστάλη διὰ βιβλιαφόρων εἰς τὴν 'Αρταξέρξου βασιλείαν ἀφανίσαι τὸ γένος τω̃ν Ιουδαίων ἐν ἡμέρα̨ μια̨̃ μηνὸς δωδεκάτου ὅς ἐστιν Αδαρ καὶ διαρπάσαι τὰ ὑπάρχοντα αὐτω̃ν

3:13a τη̃ς δὲ ἐπιστολη̃ς ἐστιν τὸ ἀντίγραφον τόδε βασιλεὺς μέγας 'Αρταξέρξης τοι̃ς ἀπὸ τη̃ς 'Ινδικη̃ς ἕως τη̃ς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ χωρω̃ν ἄρχουσι καὶ τοπάρχαις ὑποτεταγμένοις τάδε γράφει

3:13b πολλω̃ν ἐπάρξας ἐθνω̃ν καὶ πάσης ἐπικρατήσας οἰκουμένης ἐβουλήθην μὴ τω̨̃ θράσει τη̃ς ἐξουσίας ἐπαιρόμενος ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγων τοὺς τω̃ν ὑποτεταγμένων ἀκυμάτους διὰ παντὸς καταστη̃σαι βίους τήν τε βασιλείαν ἥμερον καὶ πορευτὴν μέχρι περάτων παρεξόμενος ἀνανεώσασθαί τε τὴν ποθουμένην τοι̃ς πα̃σιν ἀνθρώποις εἰρήνην

3:13c πυθομένου δέ μου τω̃ν συμβούλων πω̃ς ἂν ἀχθείη του̃το ἐπὶ πέρας σωφροσύνη̨ παρ' ἡμι̃ν διενέγκας καὶ ἐν τη̨̃ εὐνοία̨ ἀπαραλλάκτως καὶ βεβαία̨ πίστει ἀποδεδειγμένος καὶ δεύτερον τω̃ν βασιλειω̃ν γέρας ἀπενηνεγμένος Αμαν

3:13d ἐπέδειξεν ἡμι̃ν ἐν πάσαις ται̃ς κατὰ τὴν οἰκουμένην φυλαι̃ς ἀναμεμει̃χθαι δυσμενη̃ λαόν τινα τοι̃ς νόμοις ἀντίθετον πρὸς πα̃ν ἔθνος τά τε τω̃ν βασιλέων παραπέμποντας διηνεκω̃ς διατάγματα πρὸς τὸ μὴ κατατίθεσθαι τὴν ὑφ' ἡμω̃ν κατευθυνομένην ἀμέμπτως συναρχίαν

3:13e διειληφότες οὐ̃ν τόδε τὸ ἔθνος μονώτατον ἐν ἀντιπαραγωγη̨̃ παντὶ διὰ παντὸς ἀνθρώπω̨ κείμενον διαγωγὴν νόμων ξενίζουσαν παραλλάσσον καὶ δυσνοου̃ν τοι̃ς ἡμετέροις πράγμασιν τὰ χείριστα συντελου̃ν κακὰ καὶ πρὸς τὸ μὴ τὴν βασιλείαν εὐσταθείας τυγχάνειν

3:13f προστετάχαμεν οὐ̃ν τοὺς σημαινομένους ὑμι̃ν ἐν τοι̃ς γεγραμμένοις ὑπὸ Αμαν του̃ τεταγμένου ἐπὶ τω̃ν πραγμάτων καὶ δευτέρου πατρὸς ἡμω̃ν πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι ὁλορριζεὶ ται̃ς τω̃ν ἐχθρω̃ν μαχαίραις ἄνευ παντὸς οἴκτου καὶ φειδου̃ς τη̨̃ τεσσαρεσκαιδεκάτη̨ του̃ δωδεκάτου μηνὸς Αδαρ του̃ ἐνεστω̃τος ἔτους

3:13g ὅπως οἱ πάλαι καὶ νυ̃ν δυσμενει̃ς ἐν ἡμέρα̨ μια̨̃ βιαίως εἰς τὸν ἅ̨δην κατελθόντες εἰς τὸν μετέπειτα χρόνον εὐσταθη̃ καὶ ἀτάραχα παρέχωσιν ἡμι̃ν διὰ τέλους τὰ πράγματα

3:14 τὰ δὲ ἀντίγραφα τω̃ν ἐπιστολω̃ν ἐξετίθετο κατὰ χώραν καὶ προσετάγη πα̃σι τοι̃ς ἔθνεσιν ἑτοίμους εἰ̃ναι εἰς τὴν ἡμέραν ταύτην

3:15 ἐσπεύδετο δὲ τὸ πρα̃γμα καὶ εἰς Σουσαν ὁ δὲ βασιλεὺς καὶ Αμαν ἐκωθωνίζοντο ἐταράσσετο δὲ ἡ πόλις

4:1 ὁ δὲ Μαρδοχαι̃ος ἐπιγνοὺς τὸ συντελούμενον διέρρηξεν τὰ ἱμάτια αὐτου̃ καὶ ἐνεδύσατο σάκκον καὶ κατεπάσατο σποδὸν καὶ ἐκπηδήσας διὰ τη̃ς πλατείας τη̃ς πόλεως ἐβόα φωνη̨̃ μεγάλη̨ αἴρεται ἔθνος μηδὲν ἠδικηκός

4:2 καὶ ἠ̃λθεν ἕως τη̃ς πύλης του̃ βασιλέως καὶ ἔστη οὐ γὰρ ἠ̃ν ἐξὸν αὐτω̨̃ εἰσελθει̃ν εἰς τὴν αὐλὴν σάκκον ἔχοντι καὶ σποδόν

4:3 καὶ ἐν πάση̨ χώρα̨ οὑ̃ ἐξετίθετο τὰ γράμματα κραυγὴ καὶ κοπετὸς καὶ πένθος μέγα τοι̃ς Ιουδαίοις σάκκον καὶ σποδὸν ἔστρωσαν ἑαυτοι̃ς

4:4 καὶ εἰση̃λθον αἱ ἅβραι καὶ οἱ εὐνου̃χοι τη̃ς βασιλίσσης καὶ ἀνήγγειλαν αὐτη̨̃ καὶ ἐταράχθη ἀκούσασα τὸ γεγονὸς καὶ ἀπέστειλεν στολίσαι τὸν Μαρδοχαι̃ον καὶ ἀφελέσθαι αὐτου̃ τὸν σάκκον ὁ δὲ οὐκ ἐπείσθη

4:5 ἡ δὲ Εσθηρ προσεκαλέσατο Αχραθαι̃ον τὸν εὐνου̃χον αὐτη̃ς ὃς παρειστήκει αὐτη̨̃ καὶ ἀπέστειλεν μαθει̃ν αὐτη̨̃ παρὰ του̃ Μαρδοχαίου τὸ ἀκριβές

4:7 ὁ δὲ Μαρδοχαι̃ος ὑπέδειξεν αὐτω̨̃ τὸ γεγονὸς καὶ τὴν ἐπαγγελίαν ἣν ἐπηγγείλατο Αμαν τω̨̃ βασιλει̃ εἰς τὴν γάζαν ταλάντων μυρίων ἵνα ἀπολέση̨ τοὺς Ιουδαίους

4:8 καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπὲρ του̃ ἀπολέσθαι αὐτοὺς ἔδωκεν αὐτω̨̃ δει̃ξαι τη̨̃ Εσθηρ καὶ εἰ̃πεν αὐτω̨̃ ἐντείλασθαι αὐτη̨̃ εἰσελθούση̨ παραιτήσασθαι τὸν βασιλέα καὶ ἀξιω̃σαι αὐτὸν περὶ του̃ λαου̃ μνησθει̃σα ἡμερω̃ν ταπεινώσεώς σου ὡς ἐτράφης ἐν χειρί μου διότι Αμαν ὁ δευτερεύων τω̨̃ βασιλει̃ ἐλάλησεν καθ' ἡμω̃ν εἰς θάνατον ἐπικάλεσαι τὸν κύριον καὶ λάλησον τω̨̃ βασιλει̃ περὶ ἡμω̃ν καὶ ῥυ̃σαι ἡμα̃ς ἐκ θανάτου

4:9 εἰσελθὼν δὲ ὁ Αχραθαι̃ος ἐλάλησεν αὐτη̨̃ πάντας τοὺς λόγους τούτους

4:10 εἰ̃πεν δὲ Εσθηρ πρὸς Αχραθαι̃ον πορεύθητι πρὸς Μαρδοχαι̃ον καὶ εἰπὸν ὅτι

4:11 τὰ ἔθνη πάντα τη̃ς βασιλείας γινώσκει ὅτι πα̃ς ἄνθρωπος ἢ γυνή ὃς εἰσελεύσεται πρὸς τὸν βασιλέα εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν ἄκλητος οὐκ ἔστιν αὐτω̨̃ σωτηρία πλὴν ὡ̨̃ ἐκτείνει ὁ βασιλεὺς τὴν χρυση̃ν ῥάβδον οὑ̃τος σωθήσεται κἀγὼ οὐ κέκλημαι εἰσελθει̃ν πρὸς τὸν βασιλέα εἰσὶν αὑ̃ται ἡμέραι τριάκοντα

4:12 καὶ ἀπήγγειλεν Αχραθαι̃ος Μαρδοχαίω̨ πάντας τοὺς λόγους Εσθηρ

4:13 καὶ εἰ̃πεν Μαρδοχαι̃ος πρὸς Αχραθαι̃ον πορεύθητι καὶ εἰπὸν αὐτη̨̃ Εσθηρ μὴ εἴπη̨ς σεαυτη̨̃ ὅτι σωθήση̨ μόνη ἐν τη̨̃ βασιλεία̨ παρὰ πάντας τοὺς Ιουδαίους

4:14 ὡς ὅτι ἐὰν παρακούση̨ς ἐν τούτω̨ τω̨̃ καιρω̨̃ ἄλλοθεν βοήθεια καὶ σκέπη ἔσται τοι̃ς Ιουδαίοις σὺ δὲ καὶ ὁ οἰ̃κος του̃ πατρός σου ἀπολει̃σθε καὶ τίς οἰ̃δεν εἰ εἰς τὸν καιρὸν του̃τον ἐβασίλευσας

4:15 καὶ ἐξαπέστειλεν Εσθηρ τὸν ἥκοντα πρὸς αὐτὴν πρὸς Μαρδοχαι̃ον λέγουσα

4:16 βαδίσας ἐκκλησίασον τοὺς Ιουδαίους τοὺς ἐν Σούσοις καὶ νηστεύσατε ἐπ' ἐμοὶ καὶ μὴ φάγητε μηδὲ πίητε ἐπὶ ἡμέρας τρει̃ς νύκτα καὶ ἡμέραν κἀγὼ δὲ καὶ αἱ ἅβραι μου ἀσιτήσομεν καὶ τότε εἰσελεύσομαι πρὸς τὸν βασιλέα παρὰ τὸν νόμον ἐὰν καὶ ἀπολέσθαι με ἠ̨̃

4:17 καὶ βαδίσας Μαρδοχαι̃ος ἐποίησεν ὅσα ἐνετείλατο αὐτω̨̃ Εσθηρ

4:17a καὶ ἐδεήθη κυρίου μνημονεύων πάντα τὰ ἔργα κυρίου καὶ εἰ̃πεν

4:17b κύριε κύριε βασιλευ̃ πάντων κρατω̃ν ὅτι ἐν ἐξουσία̨ σου τὸ πα̃ν ἐστιν καὶ οὐκ ἔστιν ὁ ἀντιδοξω̃ν σοι ἐν τω̨̃ θέλειν σε σω̃σαι τὸν Ισραηλ

4:17c ὅτι σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γη̃ν καὶ πα̃ν θαυμαζόμενον ἐν τη̨̃ ὑπ' οὐρανὸν καὶ κύριος εἰ̃ πάντων καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι τω̨̃ κυρίω̨

4:17d σὺ πάντα γινώσκεις σὺ οἰ̃δας κύριε ὅτι οὐκ ἐν ὕβρει οὐδὲ ἐν ὑπερηφανία̨ οὐδὲ ἐν φιλοδοξία̨ ἐποίησα του̃το τὸ μὴ προσκυνει̃ν τὸν ὑπερήφανον Αμαν ὅτι ηὐδόκουν φιλει̃ν πέλματα ποδω̃ν αὐτου̃ πρὸς σωτηρίαν Ισραηλ

4:17e ἀλλὰ ἐποίησα του̃το ἵνα μὴ θω̃ δόξαν ἀνθρώπου ὑπεράνω δόξης θεου̃ καὶ οὐ προσκυνήσω οὐδένα πλὴν σου̃ του̃ κυρίου μου καὶ οὐ ποιήσω αὐτὰ ἐν ὑπερηφανία̨

4:17f καὶ νυ̃ν κύριε ὁ θεὸς ὁ βασιλεὺς ὁ θεὸς Αβρααμ φει̃σαι του̃ λαου̃ σου ὅτι ἐπιβλέπουσιν ἡμι̃ν εἰς καταφθορὰν καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχη̃ς κληρονομίαν σου

4:17g μὴ ὑπερίδη̨ς τὴν μερίδα σου ἣν σεαυτω̨̃ ἐλυτρώσω ἐκ γη̃ς Αἰγύπτου

4:17h ἐπάκουσον τη̃ς δεήσεώς μου καὶ ἱλάσθητι τω̨̃ κλήρω̨ σου καὶ στρέψον τὸ πένθος ἡμω̃ν εἰς εὐωχίαν ἵνα ζω̃ντες ὑμνω̃μέν σου τὸ ὄνομα κύριε καὶ μὴ ἀφανίση̨ς στόμα αἰνούντων σοι

4:17i καὶ πα̃ς Ισραηλ ἐκέκραξαν ἐξ ἰσχύος αὐτω̃ν ὅτι θάνατος αὐτω̃ν ἐν ὀφθαλμοι̃ς αὐτω̃ν

4:17k καὶ Εσθηρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν κύριον ἐν ἀγω̃νι θανάτου κατειλημμένη καὶ ἀφελομένη τὰ ἱμάτια τη̃ς δόξης αὐτη̃ς ἐνεδύσατο ἱμάτια στενοχωρίας καὶ πένθους καὶ ἀντὶ τω̃ν ὑπερηφάνων ἡδυσμάτων σποδου̃ καὶ κοπριω̃ν ἔπλησεν τὴν κεφαλὴν αὐτη̃ς καὶ τὸ σω̃μα αὐτη̃ς ἐταπείνωσεν σφόδρα καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτη̃ς ἔπλησε στρεπτω̃ν τριχω̃ν αὐτη̃ς καὶ ἐδει̃το κυρίου θεου̃ Ισραηλ καὶ εἰ̃πεν

4:17l κύριέ μου ὁ βασιλεὺς ἡμω̃ν σὺ εἰ̃ μόνος βοήθησόν μοι τη̨̃ μόνη̨ καὶ μὴ ἐχούση̨ βοηθὸν εἰ μὴ σέ ὅτι κίνδυνός μου ἐν χειρί μου

4:17m ἐγὼ ἤκουον ἐκ γενετη̃ς μου ἐν φυλη̨̃ πατρια̃ς μου ὅτι σύ κύριε ἔλαβες τὸν Ισραηλ ἐκ πάντων τω̃ν ἐθνω̃ν καὶ τοὺς πατέρας ἡμω̃ν ἐκ πάντων τω̃ν προγόνων αὐτω̃ν εἰς κληρονομίαν αἰώνιον καὶ ἐποίησας αὐτοι̃ς ὅσα ἐλάλησας

4:17n καὶ νυ̃ν ἡμάρτομεν ἐνώπιόν σου καὶ παρέδωκας ἡμα̃ς εἰς χει̃ρας τω̃ν ἐχθρω̃ν ἡμω̃ν ἀνθ' ὡ̃ν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτω̃ν δίκαιος εἰ̃ κύριε

4:17o καὶ νυ̃ν οὐχ ἱκανώθησαν ἐν πικρασμω̨̃ δουλείας ἡμω̃ν ἀλλὰ ἔθηκαν τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὰς χει̃ρας τω̃ν εἰδώλων αὐτω̃ν ἐξα̃ραι ὁρισμὸν στόματός σου καὶ ἀφανίσαι κληρονομίαν σου καὶ ἐμφράξαι στόμα αἰνούντων σοι καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστήριόν σου

4:17p καὶ ἀνοι̃ξαι στόμα ἐθνω̃ν εἰς ἀρετὰς ματαίων καὶ θαυμασθη̃ναι βασιλέα σάρκινον εἰς αἰω̃να

4:17q μὴ παραδω̨̃ς κύριε τὸ σκη̃πτρόν σου τοι̃ς μὴ οὐ̃σιν καὶ μὴ καταγελασάτωσαν ἐν τη̨̃ πτώσει ἡμω̃ν ἀλλὰ στρέψον τὴν βουλὴν αὐτω̃ν ἐπ' αὐτούς τὸν δὲ ἀρξάμενον ἐφ' ἡμα̃ς παραδειγμάτισον

4:17r μνήσθητι κύριε γνώσθητι ἐν καιρω̨̃ θλίψεως ἡμω̃ν καὶ ἐμὲ θάρσυνον βασιλευ̃ τω̃ν θεω̃ν καὶ πάσης ἀρχη̃ς ἐπικρατω̃ν

4:17s δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον του̃ λέοντος καὶ μετάθες τὴν καρδίαν αὐτου̃ εἰς μι̃σος του̃ πολεμου̃ντος ἡμα̃ς εἰς συντέλειαν αὐτου̃ καὶ τω̃ν ὁμονοούντων αὐτω̨̃

4:17t ἡμα̃ς δὲ ῥυ̃σαι ἐν χειρί σου καὶ βοήθησόν μοι τη̨̃ μόνη̨ καὶ μὴ ἐχούση̨ εἰ μὴ σέ κύριε

4:17u πάντων γνω̃σιν ἔχεις καὶ οἰ̃δας ὅτι ἐμίσησα δόξαν ἀνόμων καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων καὶ παντὸς ἀλλοτρίου

4:17w σὺ οἰ̃δας τὴν ἀνάγκην μου ὅτι βδελύσσομαι τὸ σημει̃ον τη̃ς ὑπερηφανίας μου ὅ ἐστιν ἐπὶ τη̃ς κεφαλη̃ς μου ἐν ἡμέραις ὀπτασίας μου βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων καὶ οὐ φορω̃ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου

4:17x καὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Αμαν καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως οὐδὲ ἔπιον οἰ̃νον σπονδω̃ν

4:17y καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφ' ἡμέρας μεταβολη̃ς μου μέχρι νυ̃ν πλὴν ἐπὶ σοί κύριε ὁ θεὸς Αβρααμ

4:17z ὁ θεὸς ὁ ἰσχύων ἐπὶ πάντας εἰσάκουσον φωνὴν ἀπηλπισμένων καὶ ῥυ̃σαι ἡμα̃ς ἐκ χειρὸς τω̃ν πονηρευομένων καὶ ῥυ̃σαί με ἐκ του̃ φόβου μου

5:1 καὶ ἐγενήθη ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ὡς ἐπαύσατο προσευχομένη ἐξεδύσατο τὰ ἱμάτια τη̃ς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτη̃ς

5:1a καὶ γενηθει̃σα ἐπιφανὴς ἐπικαλεσαμένη τὸν πάντων ἐπόπτην θεὸν καὶ σωτη̃ρα παρέλαβεν τὰς δύο ἅβρας καὶ τη̨̃ μὲν μια̨̃ ἐπηρείδετο ὡς τρυφερευομένη ἡ δὲ ἑτέρα ἐπηκολούθει κουφίζουσα τὴν ἔνδυσιν αὐτη̃ς

5:1b καὶ αὐτὴ ἐρυθριω̃σα ἀκμη̨̃ κάλλους αὐτη̃ς καὶ τὸ πρόσωπον αὐτη̃ς ἱλαρὸν ὡς προσφιλές ἡ δὲ καρδία αὐτη̃ς ἀπεστενωμένη ἀπὸ του̃ φόβου

5:1c καὶ εἰσελθου̃σα πάσας τὰς θύρας κατέστη ἐνώπιον του̃ βασιλέως καὶ αὐτὸς ἐκάθητο ἐπὶ του̃ θρόνου τη̃ς βασιλείας αὐτου̃ καὶ πα̃σαν στολὴν τη̃ς ἐπιφανείας αὐτου̃ ἐνεδεδύκει ὅλος διὰ χρυσου̃ καὶ λίθων πολυτελω̃ν καὶ ἠ̃ν φοβερὸς σφόδρα

5:1d καὶ ἄρας τὸ πρόσωπον αὐτου̃ πεπυρωμένον δόξη̨ ἐν ἀκμη̨̃ θυμου̃ ἔβλεψεν καὶ ἔπεσεν ἡ βασίλισσα καὶ μετέβαλεν τὸ χρω̃μα αὐτη̃ς ἐν ἐκλύσει καὶ κατεπέκυψεν ἐπὶ τὴν κεφαλὴν τη̃ς ἅβρας τη̃ς προπορευομένης

5:1e καὶ μετέβαλεν ὁ θεὸς τὸ πνευ̃μα του̃ βασιλέως εἰς πραΰτητα καὶ ἀγωνιάσας ἀνεπήδησεν ἀπὸ του̃ θρόνου αὐτου̃ καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτου̃ μέχρις οὑ̃ κατέστη καὶ παρεκάλει αὐτὴν λόγοις εἰρηνικοι̃ς καὶ εἰ̃πεν αὐτη̨̃

5:1f τί ἐστιν Εσθηρ ἐγὼ ὁ ἀδελφός σου θάρσει οὐ μὴ ἀποθάνη̨ς ὅτι κοινὸν τὸ πρόσταγμα ἡμω̃ν ἐστιν πρόσελθε

5:2 καὶ ἄρας τὴν χρυση̃ν ῥάβδον ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτη̃ς καὶ ἠσπάσατο αὐτὴν καὶ εἰ̃πεν λάλησόν μοι

5:2a καὶ εἰ̃πεν αὐτω̨̃ εἰ̃δόν σε κύριε ὡς ἄγγελον θεου̃ καὶ ἐταράχθη ἡ καρδία μου ἀπὸ φόβου τη̃ς δόξης σου ὅτι θαυμαστὸς εἰ̃ κύριε καὶ τὸ πρόσωπόν σου χαρίτων μεστόν

5:2b ἐν δὲ τω̨̃ διαλέγεσθαι αὐτὴν ἔπεσεν ἀπὸ ἐκλύσεως αὐτη̃ς καὶ ὁ βασιλεὺς ἐταράσσετο καὶ πα̃σα ἡ θεραπεία αὐτου̃ παρεκάλει αὐτήν

5:3 καὶ εἰ̃πεν ὁ βασιλεύς τί θέλεις Εσθηρ καὶ τί σού ἐστιν τὸ ἀξίωμα ἕως του̃ ἡμίσους τη̃ς βασιλείας μου καὶ ἔσται σοι

5:4 εἰ̃πεν δὲ Εσθηρ ἡμέρα μου ἐπίσημος σήμερόν ἐστιν εἰ οὐ̃ν δοκει̃ τω̨̃ βασιλει̃ ἐλθάτω καὶ αὐτὸς καὶ Αμαν εἰς τὴν δοχήν ἣν ποιήσω σήμερον

5:5 καὶ εἰ̃πεν ὁ βασιλεύς κατασπεύσατε Αμαν ὅπως ποιήσωμεν τὸν λόγον Εσθηρ καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχήν ἣν εἰ̃πεν Εσθηρ

5:6 ἐν δὲ τω̨̃ πότω̨ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Εσθηρ τί ἐστιν βασίλισσα Εσθηρ καὶ ἔσται σοι ὅσα ἀξιοι̃ς

5:7 καὶ εἰ̃πεν τὸ αἴτημά μου καὶ τὸ ἀξίωμά μου

5:8 εἰ εὑ̃ρον χάριν ἐνώπιον του̃ βασιλέως ἐλθάτω ὁ βασιλεὺς καὶ Αμαν ἐπὶ τὴν αὔριον εἰς τὴν δοχήν ἣν ποιήσω αὐτοι̃ς καὶ αὔριον ποιήσω τὰ αὐτά

5:9 καὶ ἐξη̃λθεν ὁ Αμαν ἀπὸ του̃ βασιλέως ὑπερχαρὴς εὐφραινόμενος ἐν δὲ τω̨̃ ἰδει̃ν Αμαν Μαρδοχαι̃ον τὸν Ιουδαι̃ον ἐν τη̨̃ αὐλη̨̃ ἐθυμώθη σφόδρα

5:10 καὶ εἰσελθὼν εἰς τὰ ἴδια ἐκάλεσεν τοὺς φίλους καὶ Ζωσαραν τὴν γυναι̃κα αὐτου̃

5:11 καὶ ὑπέδειξεν αὐτοι̃ς τὸν πλου̃τον αὐτου̃ καὶ τὴν δόξαν ἣν ὁ βασιλεὺς αὐτω̨̃ περιέθηκεν καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγει̃σθαι τη̃ς βασιλείας

5:12 καὶ εἰ̃πεν Αμαν οὐ κέκληκεν ἡ βασίλισσα μετὰ του̃ βασιλέως οὐδένα εἰς τὴν δοχὴν ἀλλ' ἢ ἐμέ καὶ εἰς τὴν αὔριον κέκλημαι

5:13 καὶ ταυ̃τά μοι οὐκ ἀρέσκει ὅταν ἴδω Μαρδοχαι̃ον τὸν Ιουδαι̃ον ἐν τη̨̃ αὐλη̨̃

5:14 καὶ εἰ̃πεν πρὸς αὐτὸν Ζωσαρα ἡ γυνὴ αὐτου̃ καὶ οἱ φίλοι κοπήτω σοι ξύλον πηχω̃ν πεντήκοντα ὄρθρου δὲ εἰπὸν τω̨̃ βασιλει̃ καὶ κρεμασθήτω Μαρδοχαι̃ος ἐπὶ του̃ ξύλου σὺ δὲ εἴσελθε εἰς τὴν δοχὴν σὺν τω̨̃ βασιλει̃ καὶ εὐφραίνου καὶ ἤρεσεν τὸ ῥη̃μα τω̨̃ Αμαν καὶ ἡτοιμάσθη τὸ ξύλον

6:1 ὁ δὲ κύριος ἀπέστησεν τὸν ὕπνον ἀπὸ του̃ βασιλέως τὴν νύκτα ἐκείνην καὶ εἰ̃πεν τω̨̃ διδασκάλω̨ αὐτου̃ εἰσφέρειν γράμματα μνημόσυνα τω̃ν ἡμερω̃ν ἀναγινώσκειν αὐτω̨̃

6:2 εὑ̃ρεν δὲ τὰ γράμματα τὰ γραφέντα περὶ Μαρδοχαίου ὡς ἀπήγγειλεν τω̨̃ βασιλει̃ περὶ τω̃ν δύο εὐνούχων του̃ βασιλέως ἐν τω̨̃ φυλάσσειν αὐτοὺς καὶ ζητη̃σαι ἐπιβαλει̃ν τὰς χει̃ρας 'Αρταξέρξη̨

6:3 εἰ̃πεν δὲ ὁ βασιλεύς τίνα δόξαν ἢ χάριν ἐποιήσαμεν τω̨̃ Μαρδοχαίω̨ καὶ εἰ̃παν οἱ διάκονοι του̃ βασιλέως οὐκ ἐποίησας αὐτω̨̃ οὐδέν

6:4 ἐν δὲ τω̨̃ πυνθάνεσθαι τὸν βασιλέα περὶ τη̃ς εὐνοίας Μαρδοχαίου ἰδοὺ Αμαν ἐν τη̨̃ αὐλη̨̃ εἰ̃πεν δὲ ὁ βασιλεύς τίς ἐν τη̨̃ αὐλη̨̃ ὁ δὲ Αμαν εἰση̃λθεν εἰπει̃ν τω̨̃ βασιλει̃ κρεμάσαι τὸν Μαρδοχαι̃ον ἐπὶ τω̨̃ ξύλω̨ ὡ̨̃ ἡτοίμασεν

6:5 καὶ εἰ̃παν οἱ διάκονοι του̃ βασιλέως ἰδοὺ Αμαν ἕστηκεν ἐν τη̨̃ αὐλη̨̃ καὶ εἰ̃πεν ὁ βασιλεύς καλέσατε αὐτόν

6:6 εἰ̃πεν δὲ ὁ βασιλεὺς τω̨̃ Αμαν τί ποιήσω τω̨̃ ἀνθρώπω̨ ὃν ἐγὼ θέλω δοξάσαι εἰ̃πεν δὲ ἐν ἑαυτω̨̃ Αμαν τίνα θέλει ὁ βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ

6:7 εἰ̃πεν δὲ πρὸς τὸν βασιλέα ἄνθρωπον ὃν ὁ βασιλεὺς θέλει δοξάσαι

6:8 ἐνεγκάτωσαν οἱ παι̃δες του̃ βασιλέως στολὴν βυσσίνην ἣν ὁ βασιλεὺς περιβάλλεται καὶ ἵππον ἐφ' ὃν ὁ βασιλεὺς ἐπιβαίνει

6:9 καὶ δότω ἑνὶ τω̃ν φίλων του̃ βασιλέως τω̃ν ἐνδόξων καὶ στολισάτω τὸν ἄνθρωπον ὃν ὁ βασιλεὺς ἀγαπα̨̃ καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον καὶ κηρυσσέτω διὰ τη̃ς πλατείας τη̃ς πόλεως λέγων οὕτως ἔσται παντὶ ἀνθρώπω̨ ὃν ὁ βασιλεὺς δοξάζει

6:10 εἰ̃πεν δὲ ὁ βασιλεὺς τω̨̃ Αμαν καθὼς ἐλάλησας οὕτως ποίησον τω̨̃ Μαρδοχαίω̨ τω̨̃ Ιουδαίω̨ τω̨̃ θεραπεύοντι ἐν τη̨̃ αὐλη̨̃ καὶ μὴ παραπεσάτω σου λόγος ὡ̃ν ἐλάλησας

6:11 ἔλαβεν δὲ Αμαν τὴν στολὴν καὶ τὸν ἵππον καὶ ἐστόλισεν τὸν Μαρδοχαι̃ον καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ἵππον καὶ διη̃λθεν διὰ τη̃ς πλατείας τη̃ς πόλεως καὶ ἐκήρυσσεν λέγων οὕτως ἔσται παντὶ ἀνθρώπω̨ ὃν ὁ βασιλεὺς θέλει δοξάσαι

6:12 ἐπέστρεψεν δὲ ὁ Μαρδοχαι̃ος εἰς τὴν αὐλήν Αμαν δὲ ὑπέστρεψεν εἰς τὰ ἴδια λυπούμενος κατὰ κεφαλη̃ς

6:13 καὶ διηγήσατο Αμαν τὰ συμβεβηκότα αὐτω̨̃ Ζωσαρα τη̨̃ γυναικὶ αὐτου̃ καὶ τοι̃ς φίλοις καὶ εἰ̃παν πρὸς αὐτὸν οἱ φίλοι καὶ ἡ γυνή εἰ ἐκ γένους Ιουδαίων Μαρδοχαι̃ος ἠ̃ρξαι ταπεινου̃σθαι ἐνώπιον αὐτου̃ πεσὼν πεση̨̃ οὐ μὴ δύνη̨ αὐτὸν ἀμύνασθαι ὅτι θεὸς ζω̃ν μετ' αὐτου̃

6:14 ἔτι αὐτω̃ν λαλούντων παραγίνονται οἱ εὐνου̃χοι ἐπισπεύδοντες τὸν Αμαν ἐπὶ τὸν πότον ὃν ἡτοίμασεν Εσθηρ

7:1 εἰση̃λθεν δὲ ὁ βασιλεὺς καὶ Αμαν συμπιει̃ν τη̨̃ βασιλίσση̨

7:2 εἰ̃πεν δὲ ὁ βασιλεὺς Εσθηρ τη̨̃ δευτέρα̨ ἡμέρα̨ ἐν τω̨̃ πότω̨ τί ἐστιν Εσθηρ βασίλισσα καὶ τί τὸ αἴτημά σου καὶ τί τὸ ἀξίωμά σου καὶ ἔστω σοι ἕως του̃ ἡμίσους τη̃ς βασιλείας μου

7:3 καὶ ἀποκριθει̃σα εἰ̃πεν εἰ εὑ̃ρον χάριν ἐνώπιον του̃ βασιλέως δοθήτω ἡ ψυχή μου τω̨̃ αἰτήματί μου καὶ ὁ λαός μου τω̨̃ ἀξιώματί μου

7:4 ἐπράθημεν γὰρ ἐγώ τε καὶ ὁ λαός μου εἰς ἀπώλειαν καὶ διαρπαγὴν καὶ δουλείαν ἡμει̃ς καὶ τὰ τέκνα ἡμω̃ν εἰς παι̃δας καὶ παιδίσκας καὶ παρήκουσα οὐ γὰρ ἄξιος ὁ διάβολος τη̃ς αὐλη̃ς του̃ βασιλέως

7:5 εἰ̃πεν δὲ ὁ βασιλεύς τίς οὑ̃τος ὅστις ἐτόλμησεν ποιη̃σαι τὸ πρα̃γμα του̃το

7:6 εἰ̃πεν δὲ Εσθηρ ἄνθρωπος ἐχθρὸς Αμαν ὁ πονηρὸς οὑ̃τος Αμαν δὲ ἐταράχθη ἀπὸ του̃ βασιλέως καὶ τη̃ς βασιλίσσης

7:7 ὁ δὲ βασιλεὺς ἐξανέστη ἐκ του̃ συμποσίου εἰς τὸν κη̃πον ὁ δὲ Αμαν παρη̨τει̃το τὴν βασίλισσαν ἑώρα γὰρ ἑαυτὸν ἐν κακοι̃ς ὄντα

7:8 ἐπέστρεψεν δὲ ὁ βασιλεὺς ἐκ του̃ κήπου Αμαν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην ἀξιω̃ν τὴν βασίλισσαν εἰ̃πεν δὲ ὁ βασιλεύς ὥστε καὶ τὴν γυναι̃κα βιάζη̨ ἐν τη̨̃ οἰκία̨ μου Αμαν δὲ ἀκούσας διετράπη τω̨̃ προσώπω̨

7:9 εἰ̃πεν δὲ Βουγαθαν εἱ̃ς τω̃ν εὐνούχων πρὸς τὸν βασιλέα ἰδοὺ καὶ ξύλον ἡτοίμασεν Αμαν Μαρδοχαίω̨ τω̨̃ λαλήσαντι περὶ του̃ βασιλέως καὶ ὤρθωται ἐν τοι̃ς Αμαν ξύλον πηχω̃ν πεντήκοντα εἰ̃πεν δὲ ὁ βασιλεύς σταυρωθήτω ἐπ' αὐτου̃

7:10 καὶ ἐκρεμάσθη Αμαν ἐπὶ του̃ ξύλου ὃ ἡτοίμασεν Μαρδοχαίω̨ καὶ τότε ὁ βασιλεὺς ἐκόπασεν του̃ θυμου̃

8:1 καὶ ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ὁ βασιλεὺς 'Αρταξέρξης ἐδωρήσατο Εσθηρ ὅσα ὑπη̃ρχεν Αμαν τω̨̃ διαβόλω̨ καὶ Μαρδοχαι̃ος προσεκλήθη ὑπὸ του̃ βασιλέως ὑπέδειξεν γὰρ Εσθηρ ὅτι ἐνοικείωται αὐτη̨̃

8:2 ἔλαβεν δὲ ὁ βασιλεὺς τὸν δακτύλιον ὃν ἀφείλατο Αμαν καὶ ἔδωκεν αὐτὸν Μαρδοχαίω̨ καὶ κατέστησεν Εσθηρ Μαρδοχαι̃ον ἐπὶ πάντων τω̃ν Αμαν

8:3 καὶ προσθει̃σα ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ προσέπεσεν πρὸς τοὺς πόδας αὐτου̃ καὶ ἠξίου ἀφελει̃ν τὴν Αμαν κακίαν καὶ ὅσα ἐποίησεν τοι̃ς Ιουδαίοις

8:4 ἐξέτεινεν δὲ ὁ βασιλεὺς Εσθηρ τὴν ῥάβδον τὴν χρυση̃ν ἐξηγέρθη δὲ Εσθηρ παρεστηκέναι τω̨̃ βασιλει̃

8:5 καὶ εἰ̃πεν Εσθηρ εἰ δοκει̃ σοι καὶ εὑ̃ρον χάριν πεμφθήτω ἀποστραφη̃ναι τὰ γράμματα τὰ ἀπεσταλμένα ὑπὸ Αμαν τὰ γραφέντα ἀπολέσθαι τοὺς Ιουδαίους οἵ εἰσιν ἐν τη̨̃ βασιλεία̨ σου

8:6 πω̃ς γὰρ δυνήσομαι ἰδει̃ν τὴν κάκωσιν του̃ λαου̃ μου καὶ πω̃ς δυνήσομαι σωθη̃ναι ἐν τη̨̃ ἀπωλεία̨ τη̃ς πατρίδος μου

8:7 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Εσθηρ εἰ πάντα τὰ ὑπάρχοντα Αμαν ἔδωκα καὶ ἐχαρισάμην σοι καὶ αὐτὸν ἐκρέμασα ἐπὶ ξύλου ὅτι τὰς χει̃ρας ἐπήνεγκε τοι̃ς Ιουδαίοις τί ἔτι ἐπιζητει̃ς

8:8 γράψατε καὶ ὑμει̃ς ἐκ του̃ ὀνόματός μου ὡς δοκει̃ ὑμι̃ν καὶ σφραγίσατε τω̨̃ δακτυλίω̨ μου ὅσα γὰρ γράφεται του̃ βασιλέως ἐπιτάξαντος καὶ σφραγισθη̨̃ τω̨̃ δακτυλίω̨ μου οὐκ ἔστιν αὐτοι̃ς ἀντειπει̃ν

8:9 ἐκλήθησαν δὲ οἱ γραμματει̃ς ἐν τω̨̃ πρώτω̨ μηνί ὅς ἐστι Νισα τρίτη̨ καὶ εἰκάδι του̃ αὐτου̃ ἔτους καὶ ἐγράφη τοι̃ς Ιουδαίοις ὅσα ἐνετείλατο τοι̃ς οἰκονόμοις καὶ τοι̃ς ἄρχουσιν τω̃ν σατραπω̃ν ἀπὸ τη̃ς 'Ινδικη̃ς ἕως τη̃ς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις κατὰ χώραν καὶ χώραν κατὰ τὴν ἑαυτω̃ν λέξιν

8:10 ἐγράφη δὲ διὰ του̃ βασιλέως καὶ ἐσφραγίσθη τω̨̃ δακτυλίω̨ αὐτου̃ καὶ ἐξαπέστειλαν τὰ γράμματα διὰ βιβλιαφόρων

8:11 ὡς ἐπέταξεν αὐτοι̃ς χρη̃σθαι τοι̃ς νόμοις αὐτω̃ν ἐν πάση̨ πόλει βοηθη̃σαί τε αὑτοι̃ς καὶ χρη̃σθαι τοι̃ς ἀντιδίκοις αὐτω̃ν καὶ τοι̃ς ἀντικειμένοις αὐτω̃ν ὡς βούλονται

8:12 ἐν ἡμέρα̨ μια̨̃ ἐν πάση̨ τη̨̃ βασιλεία̨ 'Αρταξέρξου τη̨̃ τρισκαιδεκάτη̨ του̃ δωδεκάτου μηνός ὅς ἐστιν Αδαρ

8:12a ὡ̃ν ἐστιν ἀντίγραφον τη̃ς ἐπιστολη̃ς τὰ ὑπογεγραμμένα

8:12b βασιλεὺς μέγας 'Αρταξέρξης τοι̃ς ἀπὸ τη̃ς 'Ινδικη̃ς ἕως τη̃ς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις χωρω̃ν ἄρχουσι καὶ τοι̃ς τὰ ἡμέτερα φρονου̃σι χαίρειν

8:12c πολλοὶ τη̨̃ πλείστη̨ τω̃ν εὐεργετούντων χρηστότητι πυκνότερον τιμώμενοι μει̃ζον ἐφρόνησαν καὶ οὐ μόνον τοὺς ὑποτεταγμένους ἡμι̃ν ζητου̃σι κακοποιει̃ν τόν τε κόρον οὐ δυνάμενοι φέρειν καὶ τοι̃ς ἑαυτω̃ν εὐεργέταις ἐπιχειρου̃σι μηχανα̃σθαι

8:12d καὶ τὴν εὐχαριστίαν οὐ μόνον ἐκ τω̃ν ἀνθρώπων ἀνταναιρου̃ντες ἀλλὰ καὶ τοι̃ς τω̃ν ἀπειραγάθων κόμποις ἐπαρθέντες του̃ τὰ πάντα κατοπτεύοντος ἀεὶ θεου̃ μισοπόνηρον ὑπολαμβάνουσιν ἐκφεύξεσθαι δίκην

8:12e πολλάκις δὲ καὶ πολλοὺς τω̃ν ἐπ' ἐξουσίαις τεταγμένων τω̃ν πιστευθέντων χειρίζειν φίλων τὰ πράγματα παραμυθία μεταιτίους αἱμάτων ἀθώ̨ων καταστήσασα περιέβαλε συμφοραι̃ς ἀνηκέστοις

8:12f τω̨̃ τη̃ς κακοηθείας ψευδει̃ παραλογισμω̨̃ παραλογισαμένων τὴν τω̃ν ἐπικρατούντων ἀκέραιον εὐγνωμοσύνην

8:12g σκοπει̃ν δὲ ἔξεστιν οὐ τοσου̃τον ἐκ τω̃ν παλαιοτέρων ὡ̃ν παρεδώκαμεν ἱστοριω̃ν ὅσα ἐστὶν παρὰ πόδας ὑμα̃ς ἐκζητου̃ντας ἀνοσίως συντετελεσμένα τη̨̃ τω̃ν ἀνάξια δυναστευόντων λοιμότητι

8:12h καὶ προσέχειν εἰς τὰ μετὰ ταυ̃τα εἰς τὸ τὴν βασιλείαν ἀτάραχον τοι̃ς πα̃σιν ἀνθρώποις μετ' εἰρήνης παρεξόμεθα

8:12i χρώμενοι ται̃ς μεταβολαι̃ς τὰ δὲ ὑπὸ τὴν ὄψιν ἐρχόμενα διακρίνοντες ἀεὶ μετ' ἐπιεικεστέρας ἀπαντήσεως

8:12k ὡς γὰρ Αμαν Αμαδαθου Μακεδών ται̃ς ἀληθείαις ἀλλότριος του̃ τω̃ν Περσω̃ν αἵματος καὶ πολὺ διεστηκὼς τη̃ς ἡμετέρας χρηστότητος ἐπιξενωθεὶς ἡμι̃ν

8:12l ἔτυχεν ἡ̃ς ἔχομεν πρὸς πα̃ν ἔθνος φιλανθρωπίας ἐπὶ τοσου̃τον ὥστε ἀναγορεύεσθαι ἡμω̃ν πατέρα καὶ προσκυνούμενον ὑπὸ πάντων τὸ δεύτερον του̃ βασιλικου̃ θρόνου πρόσωπον διατελει̃ν

8:12m οὐκ ἐνέγκας δὲ τὴν ὑπερηφανίαν ἐπετήδευσεν τη̃ς ἀρχη̃ς στερη̃σαι ἡμα̃ς καὶ του̃ πνεύματος

8:12n τόν τε ἡμέτερον σωτη̃ρα καὶ διὰ παντὸς εὐεργέτην Μαρδοχαι̃ον καὶ τὴν ἄμεμπτον τη̃ς βασιλείας κοινωνὸν Εσθηρ σὺν παντὶ τω̨̃ τούτων ἔθνει πολυπλόκοις μεθόδων παραλογισμοι̃ς αἰτησάμενος εἰς ἀπώλειαν

8:12o διὰ γὰρ τω̃ν τρόπων τούτων ὠ̨ήθη λαβὼν ἡμα̃ς ἐρήμους τὴν τω̃ν Περσω̃ν ἐπικράτησιν εἰς τοὺς Μακεδόνας μετάξαι

8:12p ἡμει̃ς δὲ τοὺς ὑπὸ του̃ τρισαλιτηρίου παραδεδομένους εἰς ἀφανισμὸν Ιουδαίους εὑρίσκομεν οὐ κακούργους ὄντας δικαιοτάτοις δὲ πολιτευομένους νόμοις

8:12q ὄντας δὲ υἱοὺς του̃ ὑψίστου μεγίστου ζω̃ντος θεου̃ του̃ κατευθύνοντος ἡμι̃ν τε καὶ τοι̃ς προγόνοις ἡμω̃ν τὴν βασιλείαν ἐν τη̨̃ καλλίστη̨ διαθέσει

8:12r καλω̃ς οὐ̃ν ποιήσετε μὴ προσχρησάμενοι τοι̃ς ὑπὸ Αμαν Αμαδαθου ἀποσταλει̃σι γράμμασιν διὰ τὸ αὐτὸν τὸν ταυ̃τα ἐξεργασάμενον πρὸς ται̃ς Σούσων πύλαις ἐσταυρω̃σθαι σὺν τη̨̃ πανοικία̨ τὴν καταξίαν του̃ τὰ πάντα ἐπικρατου̃ντος θεου̃ διὰ τάχους ἀποδόντος αὐτω̨̃ κρίσιν

8:12s τὸ δὲ ἀντίγραφον τη̃ς ἐπιστολη̃ς ταύτης ἐκθέντες ἐν παντὶ τόπω̨ μετὰ παρρησίας ἐα̃ν τοὺς Ιουδαίους χρη̃σθαι τοι̃ς ἑαυτω̃ν νομίμοις καὶ συνεπισχύειν αὐτοι̃ς ὅπως τοὺς ἐν καιρω̨̃ θλίψεως ἐπιθεμένους αὐτοι̃ς ἀμύνωνται τη̨̃ τρισκαιδεκάτη̨ του̃ δωδεκάτου μηνὸς Αδαρ τη̨̃ αὐτη̨̃ ἡμέρα̨

8:12t ταύτην γὰρ ὁ πάντα δυναστεύων θεὸς ἀντ' ὀλεθρίας του̃ ἐκλεκτου̃ γένους ἐποίησεν αὐτοι̃ς εὐφροσύνην

8:12u καὶ ὑμει̃ς οὐ̃ν ἐν ται̃ς ἐπωνύμοις ὑμω̃ν ἑορται̃ς ἐπίσημον ἡμέραν μετὰ πάσης εὐωχίας ἄγετε ὅπως καὶ νυ̃ν καὶ μετὰ ταυ̃τα σωτηρία ἠ̨̃ ἡμι̃ν καὶ τοι̃ς εὐνοου̃σιν Πέρσαις τοι̃ς δὲ ἡμι̃ν ἐπιβουλεύουσιν μνημόσυνον τη̃ς ἀπωλείας

8:12x πα̃σα δὲ πόλις ἢ χώρα τὸ σύνολον ἥτις κατὰ ταυ̃τα μὴ ποιήση̨ δόρατι καὶ πυρὶ καταναλωθήσεται μετ' ὀργη̃ς οὐ μόνον ἀνθρώποις ἄβατος ἀλλὰ καὶ θηρίοις καὶ πετεινοι̃ς εἰς τὸν ἅπαντα χρόνον ἔχθιστος κατασταθήσεται

8:13 τὰ δὲ ἀντίγραφα ἐκτιθέσθωσαν ὀφθαλμοφανω̃ς ἐν πάση̨ τη̨̃ βασιλεία̨ ἑτοίμους τε εἰ̃ναι πάντας τοὺς Ιουδαίους εἰς ταύτην τὴν ἡμέραν πολεμη̃σαι αὐτω̃ν τοὺς ὑπεναντίους

8:14 οἱ μὲν οὐ̃ν ἱππει̃ς ἐξη̃λθον σπεύδοντες τὰ ὑπὸ του̃ βασιλέως λεγόμενα ἐπιτελει̃ν ἐξετέθη δὲ τὸ πρόσταγμα καὶ ἐν Σούσοις

8:15 ὁ δὲ Μαρδοχαι̃ος ἐξη̃λθεν ἐστολισμένος τὴν βασιλικὴν στολὴν καὶ στέφανον ἔχων χρυσου̃ν καὶ διάδημα βύσσινον πορφυρου̃ν ἰδόντες δὲ οἱ ἐν Σούσοις ἐχάρησαν

8:16 τοι̃ς δὲ Ιουδαίοις ἐγένετο φω̃ς καὶ εὐφροσύνη

8:17 κατὰ πόλιν καὶ χώραν οὑ̃ ἂν ἐξετέθη τὸ πρόσταγμα οὑ̃ ἂν ἐξετέθη τὸ ἔκθεμα χαρὰ καὶ εὐφροσύνη τοι̃ς Ιουδαίοις κώθων καὶ εὐφροσύνη καὶ πολλοὶ τω̃ν ἐθνω̃ν περιετέμοντο καὶ ιουδάιζον διὰ τὸν φόβον τω̃ν Ιουδαίων

9:1 ἐν γὰρ τω̨̃ δωδεκάτω̨ μηνὶ τρισκαιδεκάτη̨ του̃ μηνός ὅς ἐστιν Αδαρ παρη̃ν τὰ γράμματα τὰ γραφέντα ὑπὸ του̃ βασιλέως

9:2 ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ἀπώλοντο οἱ ἀντικείμενοι τοι̃ς Ιουδαίοις οὐδεὶς γὰρ ἀντέστη φοβούμενος αὐτούς

9:3 οἱ γὰρ ἄρχοντες τω̃ν σατραπω̃ν καὶ οἱ τύραννοι καὶ οἱ βασιλικοὶ γραμματει̃ς ἐτίμων τοὺς Ιουδαίους ὁ γὰρ φόβος Μαρδοχαίου ἐνέκειτο αὐτοι̃ς

9:4 προσέπεσεν γὰρ τὸ πρόσταγμα του̃ βασιλέως ὀνομασθη̃ναι ἐν πάση̨ τη̨̃ βασιλεία̨

9:6 καὶ ἐν Σούσοις τη̨̃ πόλει ἀπέκτειναν οἱ Ιουδαι̃οι ἄνδρας πεντακοσίους

9:7 τόν τε Φαρσαννεσταιν καὶ Δελφων καὶ Φασγα

9:8 καὶ Φαρδαθα καὶ Βαρεα καὶ Σαρβαχα

9:9 καὶ Μαρμασιμα καὶ Αρουφαιον καὶ Αρσαιον καὶ Ζαβουθαιθαν

9:10 τοὺς δέκα υἱοὺς Αμαν Αμαδαθου Βουγαίου του̃ ἐχθρου̃ τω̃ν Ιουδαίων καὶ διήρπασαν

9:11 ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ἐπεδόθη ὁ ἀριθμὸς τω̨̃ βασιλει̃ τω̃ν ἀπολωλότων ἐν Σούσοις

9:12 εἰ̃πεν δὲ ὁ βασιλεὺς πρὸς Εσθηρ ἀπώλεσαν οἱ Ιουδαι̃οι ἐν Σούσοις τη̨̃ πόλει ἄνδρας πεντακοσίους ἐν δὲ τη̨̃ περιχώρω̨ πω̃ς οἴει ἐχρήσαντο τί οὐ̃ν ἀξιοι̃ς ἔτι καὶ ἔσται σοι

9:13 καὶ εἰ̃πεν Εσθηρ τω̨̃ βασιλει̃ δοθήτω τοι̃ς Ιουδαίοις χρη̃σθαι ὡσαύτως τὴν αὔριον ὥστε τοὺς δέκα υἱοὺς κρεμάσαι Αμαν

9:14 καὶ ἐπέτρεψεν οὕτως γενέσθαι καὶ ἐξέθηκε τοι̃ς Ιουδαίοις τη̃ς πόλεως τὰ σώματα τω̃ν υἱω̃ν Αμαν κρεμάσαι

9:15 καὶ συνήχθησαν οἱ Ιουδαι̃οι ἐν Σούσοις τη̨̃ τεσσαρεσκαιδεκάτη̨ του̃ Αδαρ καὶ ἀπέκτειναν ἄνδρας τριακοσίους καὶ οὐδὲν διήρπασαν

9:16 οἱ δὲ λοιποὶ τω̃ν Ιουδαίων οἱ ἐν τη̨̃ βασιλεία̨ συνήχθησαν καὶ ἑαυτοι̃ς ἐβοήθουν καὶ ἀνεπαύσαντο ἀπὸ τω̃ν πολεμίων ἀπώλεσαν γὰρ αὐτω̃ν μυρίους πεντακισχιλίους τη̨̃ τρισκαιδεκάτη̨ του̃ Αδαρ καὶ οὐδὲν διήρπασαν

9:17 καὶ ἀνεπαύσαντο τη̨̃ τεσσαρεσκαιδεκάτη̨ του̃ αὐτου̃ μηνὸς καὶ ἠ̃γον αὐτὴν ἡμέραν ἀναπαύσεως μετὰ χαρα̃ς καὶ εὐφροσύνης

9:18 οἱ δὲ Ιουδαι̃οι οἱ ἐν Σούσοις τη̨̃ πόλει συνήχθησαν καὶ τη̨̃ τεσσαρεσκαιδεκάτη̨ καὶ οὐκ ἀνεπαύσαντο ἠ̃γον δὲ καὶ τὴν πεντεκαιδεκάτην μετὰ χαρα̃ς καὶ εὐφροσύνης

9:19 διὰ του̃το οὐ̃ν οἱ Ιουδαι̃οι οἱ διεσπαρμένοι ἐν πάση̨ χώρα̨ τη̨̃ ἔξω ἄγουσιν τὴν τεσσαρεσκαιδεκάτην του̃ Αδαρ ἡμέραν ἀγαθὴν μετ' εὐφροσύνης ἀποστέλλοντες μερίδας ἕκαστος τω̨̃ πλησίον οἱ δὲ κατοικου̃ντες ἐν ται̃ς μητροπόλεσιν καὶ τὴν πεντεκαιδεκάτην του̃ Αδαρ ἡμέραν εὐφροσύνην ἀγαθὴν ἄγουσιν ἐξαποστέλλοντες μερίδας τοι̃ς πλησίον

9:20 ἔγραψεν δὲ Μαρδοχαι̃ος τοὺς λόγους τούτους εἰς βιβλίον καὶ ἐξαπέστειλεν τοι̃ς Ιουδαίοις ὅσοι ἠ̃σαν ἐν τη̨̃ 'Αρταξέρξου βασιλεία̨ τοι̃ς ἐγγὺς καὶ τοι̃ς μακράν

9:21 στη̃σαι τὰς ἡμέρας ταύτας ἀγαθὰς ἄγειν τε τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν πεντεκαιδεκάτην του̃ Αδαρ

9:22 ἐν γὰρ ταύταις ται̃ς ἡμέραις ἀνεπαύσαντο οἱ Ιουδαι̃οι ἀπὸ τω̃ν ἐχθρω̃ν αὐτω̃ν καὶ τὸν μη̃να ἐν ὡ̨̃ ἐστράφη αὐτοι̃ς ὃς ἠ̃ν Αδαρ ἀπὸ πένθους εἰς χαρὰν καὶ ἀπὸ ὀδύνης εἰς ἀγαθὴν ἡμέραν ἄγειν ὅλον ἀγαθὰς ἡμέρας γάμων καὶ εὐφροσύνης ἐξαποστέλλοντας μερίδας τοι̃ς φίλοις καὶ τοι̃ς πτωχοι̃ς

9:23 καὶ προσεδέξαντο οἱ Ιουδαι̃οι καθὼς ἔγραψεν αὐτοι̃ς ὁ Μαρδοχαι̃ος

9:24 πω̃ς Αμαν Αμαδαθου ὁ Μακεδὼν ἐπολέμει αὐτούς καθὼς ἔθετο ψήφισμα καὶ κλη̃ρον ἀφανίσαι αὐτούς

9:25 καὶ ὡς εἰση̃λθεν πρὸς τὸν βασιλέα λέγων κρεμάσαι τὸν Μαρδοχαι̃ον ὅσα δὲ ἐπεχείρησεν ἐπάξαι ἐπὶ τοὺς Ιουδαίους κακά ἐπ' αὐτὸν ἐγένοντο καὶ ἐκρεμάσθη αὐτὸς καὶ τὰ τέκνα αὐτου̃

9:26 διὰ του̃το ἐπεκλήθησαν αἱ ἡμέραι αὑ̃ται Φρουραι διὰ τοὺς κλήρους ὅτι τη̨̃ διαλέκτω̨ αὐτω̃ν καλου̃νται Φρουραι διὰ τοὺς λόγους τη̃ς ἐπιστολη̃ς ταύτης καὶ ὅσα πεπόνθασιν διὰ ταυ̃τα καὶ ὅσα αὐτοι̃ς ἐγένετο

9:27 καὶ ἔστησεν καὶ προσεδέχοντο οἱ Ιουδαι̃οι ἐφ' ἑαυτοι̃ς καὶ ἐπὶ τω̨̃ σπέρματι αὐτω̃ν καὶ ἐπὶ τοι̃ς προστεθειμένοις ἐπ' αὐτω̃ν οὐδὲ μὴν ἄλλως χρήσονται αἱ δὲ ἡμέραι αὑ̃ται μνημόσυνον ἐπιτελούμενον κατὰ γενεὰν καὶ γενεὰν καὶ πόλιν καὶ πατριὰν καὶ χώραν

9:28 αἱ δὲ ἡμέραι αὑ̃ται τω̃ν Φρουραι ἀχθήσονται εἰς τὸν ἅπαντα χρόνον καὶ τὸ μνημόσυνον αὐτω̃ν οὐ μὴ ἐκλίπη̨ ἐκ τω̃ν γενεω̃ν

9:29 καὶ ἔγραψεν Εσθηρ ἡ βασίλισσα θυγάτηρ Αμιναδαβ καὶ Μαρδοχαι̃ος ὁ Ιουδαι̃ος ὅσα ἐποίησαν τό τε στερέωμα τη̃ς ἐπιστολη̃ς τω̃ν Φρουραι

9:31 καὶ Μαρδοχαι̃ος καὶ Εσθηρ ἡ βασίλισσα ἔστησαν ἑαυτοι̃ς καθ' ἑαυτω̃ν καὶ τότε στήσαντες κατὰ τη̃ς ὑγιείας αὐτω̃ν καὶ τὴν βουλὴν αὐτω̃ν

9:32 καὶ Εσθηρ λόγω̨ ἔστησεν εἰς τὸν αἰω̃να καὶ ἐγράφη εἰς μνημόσυνον

10:1 ἔγραψεν δὲ ὁ βασιλεὺς τέλη ἐπὶ τὴν βασιλείαν τη̃ς τε γη̃ς καὶ τη̃ς θαλάσσης

10:2 καὶ τὴν ἰσχὺν αὐτου̃ καὶ ἀνδραγαθίαν πλου̃τόν τε καὶ δόξαν τη̃ς βασιλείας αὐτου̃ ἰδοὺ γέγραπται ἐν βιβλίω̨ βασιλέων Περσω̃ν καὶ Μήδων εἰς μνημόσυνον

10:3 ὁ δὲ Μαρδοχαι̃ος διεδέχετο τὸν βασιλέα 'Αρταξέρξην καὶ μέγας ἠ̃ν ἐν τη̨̃ βασιλεία̨ καὶ δεδοξασμένος ὑπὸ τω̃ν Ιουδαίων καὶ φιλούμενος διηγει̃το τὴν ἀγωγὴν παντὶ τω̨̃ ἔθνει αὐτου̃

10:3a καὶ εἰ̃πεν Μαρδοχαι̃ος παρὰ του̃ θεου̃ ἐγένετο ταυ̃τα

10:3b ἐμνήσθην γὰρ περὶ του̃ ἐνυπνίου οὑ̃ εἰ̃δον περὶ τω̃ν λόγων τούτων οὐδὲ γὰρ παρη̃λθεν ἀπ' αὐτω̃ν λόγος

10:3c ἡ μικρὰ πηγή ἣ ἐγένετο ποταμὸς καὶ ἠ̃ν φω̃ς καὶ ἥλιος καὶ ὕδωρ πολύ Εσθηρ ἐστὶν ὁ ποταμός ἣν ἐγάμησεν ὁ βασιλεὺς καὶ ἐποίησεν βασίλισσαν

10:3d οἱ δὲ δύο δράκοντες ἐγώ εἰμι καὶ Αμαν

10:3e τὰ δὲ ἔθνη τὰ ἐπισυναχθέντα ἀπολέσαι τὸ ὄνομα τω̃ν Ιουδαίων

10:3f τὸ δὲ ἔθνος τὸ ἐμόν οὑ̃τός ἐστιν Ισραηλ οἱ βοήσαντες πρὸς τὸν θεὸν καὶ σωθέντες καὶ ἔσωσεν κύριος τὸν λαὸν αὐτου̃ καὶ ἐρρύσατο κύριος ἡμα̃ς ἐκ πάντων τω̃ν κακω̃ν τούτων καὶ ἐποίησεν ὁ θεὸς τὰ σημει̃α καὶ τὰ τέρατα τὰ μεγάλα ἃ οὐ γέγονεν ἐν τοι̃ς ἔθνεσιν

10:3g διὰ του̃το ἐποίησεν κλήρους δύο ἕνα τω̨̃ λαω̨̃ του̃ θεου̃ καὶ ἕνα πα̃σι τοι̃ς ἔθνεσιν

10:3h καὶ ἠ̃λθον οἱ δύο κλη̃ροι οὑ̃τοι εἰς ὥραν καὶ καιρὸν καὶ εἰς ἡμέραν κρίσεως ἐνώπιον του̃ θεου̃ καὶ ἐν πα̃σι τοι̃ς ἔθνεσιν

10:3i καὶ ἐμνήσθη ὁ θεὸς του̃ λαου̃ αὐτου̃ καὶ ἐδικαίωσεν τὴν κληρονομίαν αὐτου̃

10:3k καὶ ἔσονται αὐτοι̃ς αἱ ἡμέραι αὑ̃ται ἐν μηνὶ Αδαρ τη̨̃ τεσσαρεσκαιδεκάτη̨ καὶ τη̨̃ πεντεκαιδεκάτη̨ του̃ αὐτου̃ μηνὸς μετὰ συναγωγη̃ς καὶ χαρα̃ς καὶ εὐφροσύνης ἐνώπιον του̃ θεου̃ κατὰ γενεὰς εἰς τὸν αἰω̃να ἐν τω̨̃ λαω̨̃ αὐτου̃ Ισραηλ

10:3l ἔτους τετάρτου βασιλεύοντος Πτολεμαίου καὶ Κλεοπάτρας εἰσήνεγκεν Δωσίθεος ὃς ἔφη εἰ̃ναι ἱερεὺς καὶ Λευίτης καὶ Πτολεμαι̃ος ὁ υἱὸς αὐτου̃ τὴν προκειμένην ἐπιστολὴν τω̃ν Φρουραι ἣν ἔφασαν εἰ̃ναι καὶ ἑρμηνευκέναι Λυσίμαχον Πτολεμαίου τω̃ν ἐν Ιερουσαλημ

.