Τωβὶτ (Σιναϊτικòς Κω̃διξ)

1:1 βίβλος λόγων Τωβιθ του̃ Τωβιηλ του̃ Ανανιηλ του̃ Αδουηλ του̃ Γαβαηλ του̃ Ραφαηλ του̃ Ραγουηλ ἐκ του̃ σπέρματος Ασιηλ ἐκ φυλη̃ς Νεφθαλιμ

1:2 ὃς ἠ̨χμαλωτεύθη ἐν ται̃ς ἡμέραις Ενεμεσσαρου του̃ βασιλέως τω̃ν 'Ασσυρίων ἐκ Θισβης ἥ ἐστιν ἐκ δεξιω̃ν Κυδιως τη̃ς Νεφθαλιμ ἐν τη̨̃ ἄνω Γαλιλαία̨ ὑπεράνω Ασσηρ ὀπίσω ὁδου̃ δυσμω̃ν ἡλίου ἐξ ἀριστερω̃ν Φογωρ

1:3 ἐγὼ Τωβιθ ὁδοι̃ς ἀληθείας ἐπορευόμην καὶ ἐν δικαιοσύναις πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς μου καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοι̃ς ἀδελφοι̃ς μου καὶ τω̨̃ ἔθνει μου τοι̃ς πορευθει̃σιν μετ' ἐμου̃ ἐν τη̨̃ αἰχμαλωσία̨ εἰς τὴν χώραν τω̃ν 'Ασσυρίων εἰς Νινευη

1:4 καὶ ὅτε ἤμην ἐν τη̨̃ χώρα̨ μου ἐν γη̨̃ Ισραηλ καὶ ὅτε ἤμην νέος πα̃σα ἡ φυλὴ Νεφθαλιμ του̃ πατρός μου ἀπέστησαν ἀπὸ του̃ οἴκου Δαυιδ του̃ πατρός μου καὶ ἀπὸ Ιερουσαλημ πόλεως τη̃ς ἐκλεγείσης ἐκ πασω̃ν φυλω̃ν Ισραηλ εἰς τὸ θυσιάζειν πάσαις φυλαι̃ς Ισραηλ καὶ ἡγιάσθη ὁ ναὸς τη̃ς κατασκηνώσεως του̃ θεου̃ καὶ ὠ̨κοδομήθη ἐν αὐτη̨̃ εἰς πάσας τὰς γενεὰς του̃ αἰω̃νος

1:5 πάντες οἱ ἀδελφοί μου καὶ ὁ οἰ̃κος Νεφθαλιμ του̃ πατρός μου ἐθυσίαζον ἐκει̃νοι τω̨̃ μόσχω̨ ὃν ἐποίησεν Ιεροβεαμ ὁ βασιλεὺς Ισραηλ ἐν Δαν ἐπὶ πάντων ὀρέων τη̃ς Γαλιλαίας

1:6 κἀγὼ μονώτατος ἐπορευόμην πολλάκις εἰς Ιεροσόλυμα ἐν ται̃ς ἑορται̃ς καθὼς γέγραπται ἐν παντὶ Ισραηλ ἐν προστάγματι αἰωνίω̨ τὰς ἀπαρχὰς καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας τω̃ν κτηνω̃ν καὶ τὰς πρωτοκουρίας τω̃ν προβάτων ἔχων ἀπέτρεχον εἰς Ιεροσόλυμα

1:7 καὶ ἐδίδουν αὐτὰ τοι̃ς ἱερευ̃σιν τοι̃ς υἱοι̃ς Ααρων πρὸς τὸ θυσιαστήριον καὶ τὴν δεκάτην του̃ σίτου καὶ του̃ οἴνου καὶ ἐλαίου καὶ ῥοω̃ν καὶ τω̃ν σύκων καὶ τω̃ν λοιπω̃ν ἀκροδρύων τοι̃ς υἱοι̃ς Λευι τοι̃ς θεραπεύουσιν ἐν Ιερουσαλημ καὶ τὴν δεκάτην τὴν δευτέραν ἀπεδεκάτιζον ἀργυρίω̨ τω̃ν ἓξ ἐτω̃ν καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ιερουσαλημ καθ' ἕκαστον ἐνιαυτόν

1:8 καὶ ἐδίδουν αὐτὰ τοι̃ς ὀρφανοι̃ς καὶ ται̃ς χήραις καὶ προσηλύτοις τοι̃ς προσκειμένοις τοι̃ς υἱοι̃ς Ισραηλ εἰσέφερον καὶ ἐδίδουν αὐτοι̃ς ἐν τω̨̃ τρίτω̨ ἔτει καὶ ἠσθίομεν αὐτὰ κατὰ τὸ πρόσταγμα τὸ προστεταγμένον περὶ αὐτω̃ν ἐν τω̨̃ νόμω̨ Μωση̃ καὶ κατὰ τὰς ἐντολάς ἃς ἐνετείλατο Δεββωρα ἡ μήτηρ Ανανιηλ του̃ πατρὸς ἡμω̃ν ὅτι ὀρφανὸν κατέλιπέν με ὁ πατὴρ καὶ ἀπέθανεν

1:9 καὶ ὅτε ἐγενήθην ἀνήρ ἔλαβον γυναι̃κα ἐκ του̃ σπέρματος τη̃ς πατρια̃ς ἡμω̃ν καὶ ἐγέννησα ἐξ αὐτη̃ς υἱὸν καὶ ἐκάλεσα τὸ ὄνομα αὐτου̃ Τωβιαν

1:10 μετὰ τὸ αἰχμαλωτισθη̃ναί με εἰς 'Ασσυρίους καὶ ὅτε ἠ̨χμαλωτίσθην εἰς Νινευη ἐπορευόμην καὶ πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ του̃ γένους μου ἤσθιον ἐκ τω̃ν ἄρτων τω̃ν ἐθνω̃ν

1:11 ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγει̃ν ἐκ τω̃ν ἄρτων τω̃ν ἐθνω̃ν

1:12 καὶ ὅτε ἐμεμνήμην του̃ θεου̃ μου ἐν ὅλη̨ ψυχη̨̃ μου

1:13 καὶ ἔδωκέν μοι ὁ ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ενεμεσσαρου καὶ ἠγόραζον αὐτω̨̃ πάντα τὰ πρὸς τὴν χρη̃σιν

1:14 καὶ ἐπορευόμην εἰς Μηδίαν καὶ ἠγόραζον αὐτω̨̃ ἐκει̃θεν ἕως αὐτὸν ἀποθανει̃ν καὶ παρεθέμην Γαβαήλω̨ βαλλάντια τω̨̃ ἀδελφω̨̃ τω̨̃ Γαβρι ἐν τη̨̃ χώρα̨ τη̃ς Μηδίας ἀργυρίου τάλαντα δέκα

1:15 καὶ ὅτε ἀπέθανεν Ενεμασσαρ καὶ ἐβασίλευσεν Σενναχηριμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ καὶ αἱ ὁδοὶ τη̃ς Μηδίας ἀπέστησαν καὶ οὐκέτι ἠδυνάσθην πορευθη̃ναι εἰς τὴν Μηδίαν

1:16 ἐν ται̃ς ἡμέραις Ενεμεσσαρου ἐλεημοσύνας πολλὰς ἐποίησα τοι̃ς ἀδελφοι̃ς μου τοι̃ς ἐκ του̃ γένους μου

1:17 τοὺς ἄρτους μου ἐδίδουν τοι̃ς πεινω̃σιν καὶ ἱμάτια τοι̃ς γυμνοι̃ς καὶ εἴ τινα τω̃ν ἐκ του̃ ἔθνους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω του̃ τείχους Νινευη ἔθαπτον αὐτόν

1:18 καὶ εἴ τινα ἀπέκτεινεν Σενναχηριμ ὅτε ἀπη̃λθεν φεύγων ἐκ τη̃ς Ιουδαίας ἐν ἡμέραις τη̃ς κρίσεως ἡ̃ς ἐποίησεν ἐξ αὐτου̃ ὁ βασιλεὺς του̃ οὐρανου̃ περὶ τω̃ν βλασφημιω̃ν ὡ̃ν ἐβλασφήμησεν ἔθαψα πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τω̨̃ θυμω̨̃ αὐτου̃ ἐκ τω̃ν υἱω̃ν Ισραηλ καὶ ἔκλεπτον τὰ σώματα αὐτω̃ν καὶ ἔθαπτον καὶ ἐζήτησεν αὐτὰ Σενναχηριμ καὶ οὐχ εὑ̃ρεν αὐτά

1:19 καὶ ἐπορεύθη εἱ̃ς τις τω̃ν ἐκ τη̃ς Νινευη καὶ ὑπέδειξεν τω̨̃ βασιλει̃ περὶ ἐμου̃ ὅτι ἐγὼ θάπτω αὐτούς καὶ ἐκρύβην καὶ ὅτε ἐπέγνων ὅτι ἔγνω περὶ ἐμου̃ ὁ βασιλεὺς καὶ ὅτι ζητου̃μαι του̃ ἀποθανει̃ν ἐφοβήθην καὶ ἀπέδρασα

1:20 καὶ ἡρπάγη πάντα ὅσα ὑπη̃ρχέν μοι καὶ οὐ κατελείφθη μοι οὐδέν ὃ οὐκ ἀνελήμφθη εἰς τὸ βασιλικόν πλὴν Αννας τη̃ς γυναικός μου καὶ Τωβια του̃ υἱου̃ μου

1:21 καὶ οὐ διη̃λθον ἡμέραι τεσσαράκοντα ἕως οὑ̃ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτου̃ καὶ ἔφυγον εἰς τὰ ὄρη Αραρατ καὶ ἐβασίλευσεν Σαχερδονος υἱὸς αὐτου̃ μετ' αὐτόν καὶ ἔταξεν Αχιχαρον τὸν Αναηλ τὸν του̃ ἀδελφου̃ μου υἱὸν ἐπὶ πα̃σαν τὴν ἐκλογιστίαν τη̃ς βασιλείας αὐτου̃ καὶ αὐτὸς εἰ̃χεν τὴν ἐξουσίαν ἐπὶ πα̃σαν τὴν διοίκησιν

1:22 τότε ἠξίωσεν Αχιχαρος περὶ ἐμου̃ καὶ κατη̃λθον εἰς τὴν Νινευη Αχιχαρος γὰρ ἠ̃ν ὁ ἀρχιοινοχόος καὶ ἐπὶ του̃ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστη̃ς ἐπὶ Σενναχηριμ βασιλέως 'Ασσυρίων καὶ κατέστησεν αὐτὸν Σαχερδονος ἐκ δευτέρας ἠ̃ν δὲ ἐξάδελφός μου καὶ ἐκ τη̃ς συγγενείας μου

2:1 καὶ ἐπὶ Σαχερδονος βασιλέως κατη̃λθον εἰς τὸν οἰ̃κόν μου καὶ ἀπεδόθη μοι ἡ γυνή μου Αννα καὶ Τωβιας ὁ υἱός μου καὶ ἐν τη̨̃ πεντηκοστη̨̃ τη̨̃ ἑορτη̨̃ ἡμω̃ν ἥ ἐστιν ἁγία ἑπτὰ ἑβδομάδων ἐγενήθη μοι ἄριστον καλόν καὶ ἀνέπεσα του̃ ἀριστη̃σαι

2:2 καὶ παρετέθη μοι ἡ τράπεζα καὶ παρετέθη μοι ὀψάρια πλείονα καὶ εἰ̃πα τω̨̃ Τωβια τω̨̃ υἱω̨̃ μου παιδίον βάδιζε καὶ ὃν ἂν εὕρη̨ς πτωχὸν τω̃ν ἀδελφω̃ν ἡμω̃ν ἐκ Νινευητω̃ν αἰχμαλώτων ὃς μέμνηται ἐν ὅλη̨ καρδία̨ αὐτου̃ καὶ ἄγαγε αὐτὸν καὶ φάγεται κοινω̃ς μετ' ἐμου̃ καὶ ἰδὲ προσμενω̃ σε παιδίον μέχρι του̃ σε ἐλθει̃ν

2:3 καὶ ἐπορεύθη Τωβιας ζητη̃σαί τινα πτωχὸν τω̃ν ἀδελφω̃ν ἡμω̃ν καὶ ἐπιστρέψας λέγει πάτερ καὶ εἰ̃πα αὐτω̨̃ ἰδοὺ ἐγώ παιδίον καὶ ἀποκριθεὶς εἰ̃πεν πάτερ ἰδοὺ εἱ̃ς ἐκ του̃ ἔθνους ἡμω̃ν πεφόνευται καὶ ἔρριπται ἐν τη̨̃ ἀγορα̨̃ καὶ αὐτόθι νυ̃ν ἐστραγγάληται

2:4 καὶ ἀναπηδήσας ἀφη̃κα τὸ ἄριστον πρὶν ἢ γεύσασθαί με αὐτου̃ καὶ ἀναιρου̃μαι αὐτὸν ἐκ τη̃ς πλατείας καὶ εἰς ἓν τω̃ν οἰκιδίων ἔθηκα μέχρι του̃ τὸν ἥλιον δύειν καὶ θάψω αὐτόν

2:5 ἐπιστρέψας οὐ̃ν ἐλουσάμην καὶ ἤσθιον τὸν ἄρτον μετὰ πένθους

2:6 καὶ ἐμνήσθην του̃ ῥήματος του̃ προφήτου ὅσα ἐλάλησεν Αμως ἐπὶ Βαιθηλ λέγων στραφήσονται ὑμω̃ν αἱ ἑορταὶ εἰς πένθος καὶ πα̃σαι αἱ ὠ̨δαὶ ὑμω̃ν εἰς θρη̃νος καὶ ἔκλαυσα

2:7 καὶ ὅτε ἔδυ ὁ ἥλιος ὠ̨χόμην καὶ ὀρύξας ἔθαψα αὐτόν

2:8 καὶ οἱ πλησίον μου κατεγέλων λέγοντες οὐ φοβει̃ται οὐκέτι ἤδη γὰρ ἐπεζητήθη του̃ φονευθη̃ναι περὶ του̃ πράγματος τούτου καὶ ἀπέδρα καὶ πάλιν ἰδοὺ θάπτει τοὺς νεκρούς

2:9 καὶ αὐτη̨̃ τη̨̃ νυκτὶ ἐλουσάμην καὶ εἰση̃λθον εἰς τὴν αὐλήν μου καὶ ἐκοιμήθην παρὰ τὸν τοι̃χον τη̃ς αὐλη̃ς καὶ τὸ πρόσωπόν μου ἀνακεκαλυμμένον διὰ τὸ καυ̃μα

2:10 καὶ οὐκ ἤ̨δειν ὅτι στρουθία ἐν τω̨̃ τοίχω̨ ἐπάνω μού εἰσιν καὶ ἐκάθισεν τὸ ἀφόδευμα αὐτω̃ν εἰς τοὺς ὀφθαλμούς μου θερμὸν καὶ ἐπήγαγεν λευκώματα καὶ ἐπορευόμην πρὸς τοὺς ἰατροὺς θεραπευθη̃ναι καὶ ὅσω̨ ἐνεχρίοσάν με τὰ φάρμακα τοσούτω̨ μα̃λλον ἐξετυφλου̃ντο οἱ ὀφθαλμοί μου τοι̃ς λευκώμασιν μέχρι του̃ ἀποτυφλωθη̃ναι καὶ ἤμην ἀδύνατος τοι̃ς ὀφθαλμοι̃ς ἔτη τέσσαρα καὶ πάντες οἱ ἀδελφοί μου ἐλυπου̃ντο περὶ ἐμου̃ καὶ Αχιαχαρος ἔτρεφέν με ἔτη δύο πρὸ του̃ αὐτὸν βαδίσαι εἰς τὴν 'Ελυμαΐδα

2:11 καὶ ἐν τω̨̃ χρόνω̨ ἐκείνω̨ Αννα ἡ γυνή μου ἠριθεύετο ἐν τοι̃ς ἔργοις τοι̃ς γυναικείοις

2:12 καὶ ἀπέστελλε τοι̃ς κυρίοις αὐτω̃ν καὶ ἀπεδίδουν αὐτη̨̃ τὸν μισθόν καὶ ἐν τη̨̃ ἑβδόμη̨ του̃ Δύστρου ἐξέτεμε τὸν ἱστὸν καὶ ἀπέστειλεν αὐτὸν τοι̃ς κυρίοις καὶ ἔδωκαν αὐτη̨̃ τὸν μισθὸν πάντα καὶ ἔδωκαν αὐτη̨̃ ἐφ' ἑστία̨ ἔριφον ἐξ αἰγω̃ν

2:13 καὶ ὅτε εἰση̃λθεν πρός με ὁ ἔριφος ἤρξατο κράζειν καὶ ἐκάλεσα αὐτὴν καὶ εἰ̃πα πόθεν τὸ ἐρίφιον του̃το μήποτε κλεψιμαι̃όν ἐστιν ἀπόδος αὐτὸ τοι̃ς κυρίοις αὐτου̃ οὐ γὰρ ἐξουσίαν ἔχομεν ἡμει̃ς φαγει̃ν οὐδὲν κλεψιμαι̃ον

2:14 καὶ λέγει μοι αὐτή δόσει δέδοταί μοι ἐπὶ τω̨̃ μισθω̨̃ καὶ οὐκ ἐπίστευον αὐτη̨̃ καὶ ἔλεγον ἀποδου̃ναι τοι̃ς κυρίοις καὶ προσηρυθρίων χάριν τούτου πρὸς αὐτήν εἰ̃τα ἀποκριθει̃σα λέγει μοι καὶ που̃ εἰσιν αἱ ἐλεημοσύναι σου που̃ εἰσιν αἱ δικαιοσύναι σου ἰδὲ ταυ̃τα μετὰ σου̃ γνωστά ἐστιν

3:1 καὶ περίλυπος γενόμενος τη̨̃ ψυχη̨̃ καὶ στενάξας ἔκλαυσα καὶ ἠρξάμην προσεύχεσθαι μετὰ στεναγμω̃ν

3:2 δίκαιος εἰ̃ κύριε καὶ πάντα τὰ ἔργα σου δίκαια καὶ πα̃σαι αἱ ὁδοί σου ἐλεημοσύνη καὶ ἀλήθεια σὺ κρίνεις τὸν αἰω̃να

3:3 καὶ νυ̃ν σύ κύριε μνήσθητί μου καὶ ἐπίβλεψον καὶ μή με ἐκδικήση̨ς ται̃ς ἁμαρτίαις μου καὶ ἐν τοι̃ς ἀγνοήμασίν μου καὶ τω̃ν πατέρων μου οἱ̃ς ἥμαρτον ἐναντίον σου

3:4 καὶ παρήκουσα τω̃ν ἐντολω̃ν σου καὶ ἔδωκας ἡμα̃ς εἰς ἁρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ εἰς παραβολὴν καὶ λάλημα καὶ ὀνειδισμὸν ἐν πα̃σιν τοι̃ς ἔθνεσιν ἐν οἱ̃ς ἡμα̃ς διεσκόρπισας

3:5 καὶ νυ̃ν πολλαί σου αἱ κρίσεις ὑπάρχουσιν ἀληθιναὶ ποιη̃σαι ἐξ ἐμου̃ περὶ τω̃ν ἁμαρτιω̃ν μου ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου καὶ οὐκ ἐπορεύθημεν ἀληθινω̃ς ἐνώπιόν σου

3:6 καὶ νυ̃ν κατὰ τὸ ἀρεστόν σου ποίησον μετ' ἐμου̃ καὶ ἐπίταξον ἀναλαβει̃ν τὸ πνευ̃μά μου ἐξ ἐμου̃ ὅπως ἀπολυθω̃ ἀπὸ προσώπου τη̃ς γη̃ς καὶ γένωμαι γη̃ διὸ λυσιτελει̃ μοι ἀποθανει̃ν μα̃λλον ἢ ζη̃ν ὅτι ὀνειδισμοὺς ψευδει̃ς ἤκουσα καὶ λύπη πολλὴ μετ' ἐμου̃ κύριε ἐπίταξον ὅπως ἀπολυθω̃ ἀπὸ τη̃ς ἀνάγκης ταύτης ἀπόλυσόν με εἰς τὸν τόπον τὸν αἰώνιον καὶ μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου κύριε ἀπ' ἐμου̃ διὸ λυσιτελει̃ μοι ἀποθανει̃ν μα̃λλον ἢ βλέπειν ἀνάγκην πολλὴν ἐν τη̨̃ ζωη̨̃ μου καὶ μὴ ἀκούειν ὀνειδισμούς

3:7 ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ συνέβη Σαρρα τη̨̃ θυγατρὶ Ραγουηλ του̃ ἐν 'Εκβατάνοις τη̃ς Μηδίας καὶ αὐτὴν ἀκου̃σαι ὀνειδισμοὺς ὑπὸ μια̃ς τω̃ν παιδισκω̃ν του̃ πατρὸς ἑαυτη̃ς

3:8 διότι ἠ̃ν ἐκδεδομένη ἀνδράσιν ἑπτά καὶ Ασμοδαι̃ος τὸ δαιμόνιον τὸ πονηρὸν ἀπέκτεννεν αὐτοὺς πρὶν ἢ γενέσθαι αὐτοὺς μετ' αὐτη̃ς καθάπερ ἀποδεδειγμένον ἐστὶν ται̃ς γυναιξίν καὶ εἰ̃πεν αὐτη̨̃ ἡ παιδίσκη σὺ εἰ̃ ἡ ἀποκτέννουσα τοὺς ἄνδρας σου ἰδοὺ ἤδη ἀπεκδέδοσαι ἑπτὰ ἀνδράσιν καὶ ἑνὸς αὐτω̃ν οὐκ ὠνομάσθης

3:9 τί ἡμα̃ς μαστιγοι̃ς περὶ τω̃ν ἀνδρω̃ν σου ὅτι ἀπέθανον βάδιζε μετ' αὐτω̃ν καὶ μὴ ἴδοιμεν υἱόν σου μηδὲ θυγατέρα εἰς τὸν αἰω̃να

3:10 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐλυπήθη ἐν τη̨̃ ψυχη̨̃ καὶ ἔκλαυσεν καὶ ἀναβα̃σα εἰς τὸ ὑπερω̨̃ον του̃ πατρὸς αὐτη̃ς ἠθέλησεν ἀπάγξασθαι καὶ πάλιν ἐλογίσατο καὶ λέγει μήποτε ὀνειδίσωσιν τὸν πατέρα μου καὶ ἐρου̃σιν αὐτω̨̃ μία σοι ὑπη̃ρχεν θυγάτηρ ἀγαπητὴ καὶ αὐτὴ ἀπήγξατο ἀπὸ τω̃ν κακω̃ν καὶ κατάξω τὸ γη̃ρας του̃ πατρός μου μετὰ λύπης εἰς ἅ̨δου χρησιμώτερόν μοί ἐστιν μὴ ἀπάγξασθαι ἀλλὰ δεηθη̃ναι του̃ κυρίου ὅπως ἀποθάνω καὶ μηκέτι ὀνειδισμοὺς ἀκούσω ἐν τη̨̃ ζωη̨̃ μου

3:11 ἐν αὐτω̨̃ τω̨̃ καιρω̨̃ διαπετάσασα τὰς χει̃ρας πρὸς τὴν θυρίδα ἐδεήθη καὶ εἰ̃πεν εὐλογητὸς εἰ̃ θεὲ ἐλεήμων καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰω̃νας καὶ εὐλογησάτωσάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰω̃να

3:12 καὶ νυ̃ν ἐπὶ σὲ τὸ πρόσωπόν μου καὶ τοὺς ὀφθαλμούς μου ἀνέβλεψα

3:13 εἰπὸν ἀπολυθη̃ναί με ἀπὸ τη̃ς γη̃ς καὶ μὴ ἀκούειν με μηκέτι ὀνειδισμούς

3:14 σὺ γινώσκεις δέσποτα ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἀκαθαρσίας ἀνδρὸς

3:15 καὶ οὐχὶ ἐμόλυνά μου τὸ ὄνομα καὶ οὐδὲ τὸ ὄνομα του̃ πατρός μου ἐν τη̨̃ γη̨̃ τη̃ς αἰχμαλωσίας μου μονογενής εἰμι τω̨̃ πατρί μου καὶ οὐχ ὑπάρχει αὐτω̨̃ ἕτερον τέκνον ἵνα κληρονομήση̨ αὐτόν οὐδὲ ἀδελφὸς αὐτω̨̃ ἐγγὺς οὔτε συγγενὴς αὐτω̨̃ ὑπάρχει ἵνα συντηρήσω ἐμαυτὴν αὐτω̨̃ γυναι̃κα ἤδη ἀπώλοντό μοι ἑπτά καὶ ἵνα τί μοί ἐστιν ἔτι ζη̃ν καὶ εἰ μή σοι δοκει̃ ἀποκτει̃ναί με κύριε νυ̃ν εἰσάκουσον ὀνειδισμόν μου

3:16 ἐν αὐτω̨̃ τω̨̃ καιρω̨̃ εἰσηκούσθη ἡ προσευχὴ ἀμφοτέρων ἐνώπιον τη̃ς δόξης του̃ θεου̃

3:17 καὶ ἀπεστάλη Ραφαηλ ἰάσασθαι τοὺς δύο Τωβιν ἀπολυ̃σαι τὰ λευκώματα ἀπὸ τω̃ν ὀφθαλμω̃ν αὐτου̃ ἵνα ἴδη̨ τοι̃ς ὀφθαλμοι̃ς τὸ φω̃ς του̃ θεου̃ καὶ Σαρραν τὴν Ραγουηλ δου̃ναι αὐτὴν Τωβια τω̨̃ υἱω̨̃ Τωβιθ γυναι̃κα καὶ λυ̃σαι Ασμοδαιον τὸ δαιμόνιον τὸ πονηρὸν ἀπ' αὐτη̃ς διότι Τωβια ἐπιβάλλει κληρονομη̃σαι αὐτὴν παρὰ πάντας τοὺς θέλοντας λαβει̃ν αὐτήν ἐν ἐκείνω̨ τω̨̃ καιρω̨̃ ἐπέστρεψεν Τωβιθ ἀπὸ τη̃ς αὐλη̃ς εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ Σαρρα ἡ του̃ Ραγουηλ καὶ αὐτὴ κατέβη ἐκ του̃ ὑπερώ̨ου

4:1 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐμνήσθη Τωβιθ του̃ ἀργυρίου ὃ παρέθετο Γαβαήλω̨ ἐν 'Ράγοις τη̃ς Μηδίας

4:2 καὶ εἰ̃πεν ἐν τη̨̃ καρδία̨ αὐτου̃ ἰδοὺ ἐγὼ ἠ̨τησάμην θάνατον τί οὐχὶ καλω̃ Τωβιαν τὸν υἱόν μου καὶ ὑποδείξω αὐτω̨̃ περὶ του̃ ἀργυρίου τούτου πρὶν ἀποθανει̃ν με

4:3 καὶ ἐκάλεσεν Τωβιαν τὸν υἱὸν αὐτου̃ καὶ ἠ̃λθεν πρὸς αὐτόν καὶ εἰ̃πεν αὐτω̨̃ θάψον με καλω̃ς καὶ τίμα τὴν μητέρα σου καὶ μὴ ἐγκαταλίπη̨ς αὐτὴν πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτη̃ς καὶ ποίει τὸ ἀρεστὸν ἐνώπιον αὐτη̃ς καὶ μὴ λυπήση̨ς τὸ πνευ̃μα αὐτη̃ς ἐν παντὶ πράγματι

4:4 μνήσθητι αὐτη̃ς παιδίον ὅτι κινδύνους πολλοὺς ἑώρακεν ἐπὶ σοὶ ἐν τη̨̃ κοιλία̨ αὐτη̃ς καὶ ὅταν ἀποθάνη̨ θάψον αὐτὴν παρ' ἐμοὶ ἐν ἑνὶ τάφω̨

4:5 καὶ πάσας τὰς ἡμέρας σου παιδίον του̃ κυρίου μνημόνευε καὶ μὴ θελήση̨ς ἁμαρτει̃ν καὶ παραβη̃ναι τὰς ἐντολὰς αὐτου̃ δικαιοσύνας ποίει πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου καὶ μὴ πορευθη̨̃ς ται̃ς ὁδοι̃ς τη̃ς ἀδικίας

4:6 διότι οἱ ποιου̃ντες ἀλήθειαν εὐοδωθήσονται ἐν τοι̃ς ἔργοις αὐτω̃ν

4:7 καὶ πα̃σιν τοι̃ς ποιου̃σιν δικαιοσύνην

4:19 δώσει κύριος αὐτοι̃ς βουλὴν ἀγαθήν καὶ ὃν ἂν θέλη̨ κύριος ταπεινοι̃ ἕως ἅ̨δου κατωτάτω καὶ νυ̃ν παιδίον μνημόνευε τὰς ἐντολὰς ταύτας καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τη̃ς καρδίας σου

4:20 καὶ νυ̃ν παιδίον ὑποδεικνύω σοι ὅτι δέκα τάλαντα ἀργυρίου παρεθέμην Γαβαήλω̨ τω̨̃ του̃ Γαβρι ἐν 'Ράγοις τη̃ς Μηδίας

4:21 καὶ μὴ φοβου̃ παιδίον ὅτι ἐπτωχεύσαμεν ὑπάρχει σοι πολλὰ ἀγαθά ἐὰν φοβηθη̨̃ς τὸν θεὸν καὶ φύγη̨ς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήση̨ς τὰ ἀγαθὰ ἐνώπιον κυρίου του̃ θεου̃ σου

5:1 τότε ἀποκριθεὶς Τωβιας εἰ̃πεν Τωβιθ τω̨̃ πατρὶ αὐτου̃ πάντα ὅσα ἐντέταλσαί μοι ποιήσω πάτερ

5:2 πω̃ς δὲ δυνήσομαι αὐτὸ λαβει̃ν παρ' αὐτου̃ καὶ αὐτὸς οὐ γινώσκει με καὶ ἐγὼ οὐ γινώσκω αὐτόν τί σημει̃ον δω̃ αὐτω̨̃ καὶ ἐπιγνω̨̃ με καὶ πιστεύση̨ μοι καὶ δω̨̃ μοι τὸ ἀργύριον καὶ τὰς ὁδοὺς τὰς εἰς Μηδίαν οὐ γινώσκω του̃ πορευθη̃ναι ἐκει̃

5:3 τότε ἀποκριθεὶς Τωβιθ εἰ̃πεν Τωβια τω̨̃ υἱω̨̃ αὐτου̃ χειρόγραφον αὐτου̃ ἔδωκέν μοι καὶ χειρόγραφον ἔδωκα αὐτω̨̃ καὶ διει̃λον εἰς δύο καὶ ἐλάβομεν ἑκάτερος ἕν καὶ ἔθηκα μετὰ του̃ ἀργυρίου καὶ νυ̃ν ἰδοὺ ἔτη εἴκοσι ἀφ' οὑ̃ παρεθέμην τὸ ἀργύριον του̃το ἐγώ καὶ νυ̃ν παιδίον ζήτησον σεαυτω̨̃ ἄνθρωπον πιστόν ὃς πορεύσεται μετὰ σου̃ καὶ δώσομεν αὐτω̨̃ μισθόν ἕως ὅτου ἔλθη̨ς καὶ λαβὲ παρ' αὐτου̃ τὸ ἀργύριον του̃το

5:4 ἐξη̃λθεν δὲ Τωβιας ζητη̃σαι ἄνθρωπον ὃς πορεύσεται μετ' αὐτου̃ εἰς Μηδίαν ὃς ἐμπειρει̃ τη̃ς ὁδου̃ καὶ ἐξη̃λθεν καὶ εὑ̃ρεν Ραφαηλ τὸν ἄγγελον ἑστηκότα ἀπέναντι αὐτου̃ καὶ οὐκ ἔγνω ὅτι ἄγγελος του̃ θεου̃ ἐστιν

5:5 καὶ εἰ̃πεν αὐτω̨̃ πόθεν εἰ̃ νεανίσκε καὶ εἰ̃πεν αὐτω̨̃ ἐκ τω̃ν υἱω̃ν Ισραηλ τω̃ν ἀδελφω̃ν σου καὶ ἐλήλυθα ὡ̃δε ἐργατεύεσθαι καὶ εἰ̃πεν αὐτω̨̃ ἐπίστη̨ τὴν ὁδὸν πορευθη̃ναι εἰς Μηδίαν

5:6 καὶ εἰ̃πεν αὐτω̨̃ ναί πολλάκις ἐγὼ ἐγενόμην ἐκει̃ καὶ ἐμπειρω̃ καὶ ἐπίσταμαι τὰς ὁδοὺς πάσας πλεονάκις ἐπορεύθην εἰς Μηδίαν καὶ ηὐλιζόμην παρὰ Γαβαήλω̨ τω̨̃ ἀδελφω̨̃ ἡμω̃ν τω̨̃ οἰκου̃ντι ἐν 'Ράγοις τη̃ς Μηδίας καὶ ἀπέχει ὁδὸν ἡμερω̃ν δύο τεταγμένων ἀπὸ 'Εκβατάνων εἰς 'Ράγα κει̃νται γὰρ ἐν τω̨̃ ὄρει

5:7 καὶ εἰ̃πεν αὐτω̨̃ μει̃νόν με νεανίσκε μέχρι ὅτου εἰσελθὼν ὑποδείξω τω̨̃ πατρί μου χρείαν γὰρ ἔχω ἵνα βαδίση̨ς μετ' ἐμου̃ καὶ δώσω σοι τὸν μισθόν σου

5:8 καὶ εἰ̃πεν αὐτω̨̃ ἰδοὺ ἐγὼ προσκαρτερω̃ μόνον μὴ χρονίση̨ς

5:9 καὶ εἰσελθὼν Τωβιας ὑπέδειξεν Τωβιθ τω̨̃ πατρὶ αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἰδοὺ ἄνθρωπον εὑ̃ρον τω̃ν ἀδελφω̃ν ἡμω̃ν τω̃ν υἱω̃ν Ισραηλ καὶ εἰ̃πεν αὐτω̨̃ κάλεσόν μοι τὸν ἄνθρωπον ὅπως ἐπιγνω̃ τί τὸ γένος αὐτου̃ καὶ ἐκ ποίας φυλη̃ς ἐστιν καὶ εἰ πιστός ἐστιν ἵνα πορευθη̨̃ μετὰ σου̃ παιδίον

5:10 καὶ ἐξη̃λθεν Τωβιας καὶ ἐκάλεσεν αὐτὸν καὶ εἰ̃πεν αὐτω̨̃ νεανίσκε ὁ πατὴρ καλει̃ σε καὶ εἰση̃λθεν πρὸς αὐτόν καὶ ἐχαιρέτισεν αὐτὸν Τωβιθ πρω̃τος καὶ εἰ̃πεν αὐτω̨̃ χαίρειν σοι πολλὰ γένοιτο καὶ ἀποκριθεὶς Τωβιθ εἰ̃πεν αὐτω̨̃ τί μοι ἔτι ὑπάρχει χαίρειν καὶ ἐγὼ ἄνθρωπος ἀδύνατος τοι̃ς ὀφθαλμοι̃ς καὶ οὐ βλέπω τὸ φω̃ς του̃ οὐρανου̃ ἀλλ' ἐν τω̨̃ σκότει κει̃μαι ὥσπερ οἱ νεκροὶ οἱ μηκέτι θεωρου̃ντες τὸ φω̃ς ζω̃ν ἐγὼ ἐν νεκροι̃ς εἰμι φωνὴν ἀνθρώπων ἀκούω καὶ αὐτοὺς οὐ βλέπω καὶ εἰ̃πεν αὐτω̨̃ θάρσει ἐγγὺς παρὰ τω̨̃ θεω̨̃ ἰάσασθαί σε θάρσει καὶ εἰ̃πεν αὐτω̨̃ Τωβιθ Τωβιας ὁ υἱός μου θέλει πορευθη̃ναι εἰς Μηδίαν εἰ δυνήση̨ συνελθει̃ν αὐτω̨̃ καὶ ἀγαγει̃ν αὐτόν καὶ δώσω σοι τὸν μισθόν σου ἄδελφε καὶ εἰ̃πεν αὐτω̨̃ δυνήσομαι πορευθη̃ναι μετ' αὐτου̃ καὶ ἐπίσταμαι ἐγὼ τὰς ὁδοὺς πάσας καὶ πολλάκις ὠ̨χόμην εἰς Μηδίαν καὶ διη̃λθον πάντα τὰ πεδία αὐτη̃ς καὶ τὰ ὄρη καὶ πάσας τὰς ὁδοὺς αὐτη̃ς ἐγὼ γινώσκω

5:11 καὶ εἰ̃πεν αὐτω̨̃ ἄδελφε ποίας πατρια̃ς εἰ̃ καὶ ἐκ ποίας φυλη̃ς ὑπόδειξόν μοι ἄδελφε

5:12 καὶ εἰ̃πεν τί χρείαν ἔχεις φυλη̃ς καὶ εἰ̃πεν αὐτω̨̃ βούλομαι γνω̃ναι τὰ κατ' ἀλήθειαν τίνος εἰ̃ ἄδελφε καὶ τί τὸ ὄνομά σου

5:13 καὶ εἰ̃πεν αὐτω̨̃ ἐγὼ Αζαριας Ανανιου του̃ μεγάλου τω̃ν ἀδελφω̃ν σου

5:14 καὶ εἰ̃πεν αὐτω̨̃ ὑγιαίνων ἔλθοις καὶ σω̨ζόμενος ἄδελφε καὶ μή μοι πικρανθη̨̃ς ἄδελφε ὅτι τὴν ἀλήθειαν ἐβουλόμην γνω̃ναι καὶ τὴν πατριάν σου καὶ σὺ τυγχάνεις ἀδελφὸς ὤν καὶ ἐκ γενεα̃ς καλη̃ς καὶ ἀγαθη̃ς εἰ̃ σύ ἐγίνωσκον Ανανιαν καὶ Ναθαν τοὺς δύο υἱοὺς Σεμελιου του̃ μεγάλου καὶ αὐτοὶ συνεπορεύοντό μοι εἰς Ιερουσαλημ καὶ προσεκύνουν μετ' ἐμου̃ ἐκει̃ καὶ οὐκ ἐπλανήθησαν οἱ ἀδελφοί σου ἄνθρωποι ἀγαθοί ἐκ ῥίζης ἀγαθη̃ς εἰ̃ σύ καὶ χαίρων ἔλθοις

5:15 καὶ εἰ̃πεν αὐτω̨̃ ἐγώ σοι δίδωμι μισθὸν τὴν ἡμέραν δραχμὴν καὶ τὰ δέοντά σοι ὁμοίως τω̨̃ υἱω̨̃ μου

5:16 καὶ πορεύθητι μετὰ του̃ υἱου̃ μου καὶ ἔτι προσθήσω σοι τω̨̃ μισθω̨̃

5:17 καὶ εἰ̃πεν αὐτω̨̃ ὅτι πορεύσομαι μετ' αὐτου̃ καὶ μὴ φοβηθη̨̃ς ὑγιαίνοντες ἀπελευσόμεθα καὶ ὑγιαίνοντες ἐπιστρέψομεν πρὸς σέ διότι ἡ ὁδὸς ἀσφαλής καὶ εἰ̃πεν αὐτω̨̃ εὐλογία σοι γένοιτο ἄδελφε καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ παιδίον ἑτοίμασον τὰ πρὸς τὴν ὁδὸν καὶ ἔξελθε μετὰ του̃ ἀδελφου̃ σου καὶ ὁ θεὸς ὁ ἐν τω̨̃ οὐρανω̨̃ διασώσαι ὑμα̃ς ἐκει̃ καὶ ἀποκαταστήσαι ὑμα̃ς πρὸς ἐμὲ ὑγιαίνοντας καὶ ὁ ἄγγελος αὐτου̃ συνοδεύσαι ὑμι̃ν μετὰ σωτηρίας παιδίον καὶ ἐξη̃λθεν πορευθη̃ναι τὴν ὁδὸν αὐτου̃ καὶ ἐφίλησεν τὸν πατέρα αὐτου̃ καὶ τὴν μητέρα καὶ εἰ̃πεν αὐτω̨̃ Τωβιθ πορεύου ὑγιαίνων

5:18 καὶ ἔκλαυσεν ἡ μήτηρ αὐτου̃ καὶ εἰ̃πεν πρὸς Τωβιθ τί ὅτι ἀπέστειλας τὸ παιδίον μου οὐχὶ αὐτὸς ῥάβδος τη̃ς χειρὸς ἡμω̃ν ἐστιν καὶ αὐτὸς εἰσπορεύεται καὶ ἐκπορεύεται ἐνώπιον ἡμω̃ν

5:19 ἀργύριον τω̨̃ ἀργυρίω̨ μὴ φθάσαι ἀλλὰ περίψημα του̃ παιδίου ἡμω̃ν γένοιτο

5:20 ὡς δέδοται ζη̃ν ἡμι̃ν παρὰ του̃ κυρίου του̃το ἱκανὸν ἡμι̃ν

5:21 καὶ εἰ̃πεν αὐτη̨̃ μὴ λόγον ἔχε ὑγιαίνων πορεύσεται τὸ παιδίον ἡμω̃ν καὶ ὑγιαίνων ἐλεύσεται πρὸς ἡμα̃ς καὶ οἱ ὀφθαλμοί σου ὄψονται ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἂν ἔλθη̨ πρὸς σὲ ὑγιαίνων

5:22 μὴ λόγον ἔχε μὴ φοβου̃ περὶ αὐτω̃ν ἀδελφή ἄγγελος γὰρ ἀγαθὸς συνελεύσεται αὐτω̨̃ καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτου̃ καὶ ὑποστρέψει ὑγιαίνων

5:23 καὶ ἐσίγησεν κλαίουσα

6:1 καὶ ἐξη̃λθεν τὸ παιδίον καὶ ὁ ἄγγελος μετ' αὐτου̃ καὶ ὁ κύων ἐξη̃λθεν μετ' αὐτου̃ καὶ ἐπορεύθη μετ' αὐτω̃ν καὶ ἐπορεύθησαν ἀμφότεροι καὶ ἔτυχεν αὐτοι̃ς νὺξ μία καὶ ηὐλίσθησαν ἐπὶ του̃ Τίγριδος ποταμου̃

6:2 καὶ κατέβη τὸ παιδίον περινίψασθαι τοὺς πόδας εἰς τὸν Τίγριν ποταμόν καὶ ἀναπηδήσας ἰχθὺς μέγας ἐκ του̃ ὕδατος ἐβούλετο καταπιει̃ν τὸν πόδα του̃ παιδαρίου καὶ ἔκραξεν

6:3 καὶ ὁ ἄγγελος τω̨̃ παιδαρίω̨ εἰ̃πεν ἐπιλαβου̃ καὶ ἐγκρατὴς του̃ ἰχθύος γενου̃ καὶ ἐκράτησεν τὸ παιδάριον του̃ ἰχθύος καὶ ἀνήνεγκεν αὐτὸν ἐπὶ τὴν γη̃ν

6:4 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ ἄγγελος ἀνάσχισον τὸν ἰχθὺν καὶ ἔξελε τὴν χολὴν καὶ τὴν καρδίαν καὶ τὸ ἡ̃παρ αὐτου̃ καὶ ἀπόθες αὐτὰ μετὰ σαυτου̃ καὶ τὰ ἔγκατα ἔκβαλε ἔστιν γὰρ εἰς φάρμακον χρήσιμον ἡ χολὴ καὶ ἡ καρδία καὶ τὸ ἡ̃παρ αὐτου̃

6:5 καὶ ἀνασχίσας τὸ παιδάριον τὸν ἰχθὺν συνήγαγεν τὴν χολὴν καὶ τὴν καρδίαν καὶ τὸ ἡ̃παρ καὶ ὤπτησεν του̃ ἰχθύος καὶ ἔφαγεν καὶ ἀφη̃κεν ἐξ αὐτου̃ ἡλισμένον

6:6 καὶ ἐπορεύθησαν ἀμφότεροι κοινω̃ς ἕως ἤγγισαν εἰς Μηδίαν

6:7 καὶ τότε ἠρώτησεν τὸ παιδάριον τὸν ἄγγελον καὶ εἰ̃πεν αὐτω̨̃ Αζαρια ἄδελφε τί τὸ φάρμακον ἐν τη̨̃ καρδία̨ καὶ τω̨̃ ἥπατι του̃ ἰχθύος καὶ ἐν τη̨̃ χολη̨̃

6:8 καὶ εἰ̃πεν αὐτω̨̃ ἡ καρδία καὶ τὸ ἡ̃παρ του̃ ἰχθύος κάπνισον ἐνώπιον ἀνθρώπου ἢ γυναικός ὡ̨̃ ἀπάντημα δαιμονίου ἢ πνεύματος πονηρου̃ καὶ φεύξεται ἀπ' αὐτου̃ πα̃ν ἀπάντημα καὶ οὐ μὴ μείνωσιν μετ' αὐτου̃ εἰς τὸν αἰω̃να

6:9 καὶ ἡ χολή ἐγχρι̃σαι ἀνθρώπου ὀφθαλμούς οὑ̃ λευκώματα ἀνέβησαν ἐπ' αὐτω̃ν ἐμφυση̃σαι ἐπ' αὐτοὺς ἐπὶ τω̃ν λευκωμάτων καὶ ὑγιαίνουσιν

6:10 καὶ ὅτε εἰση̃λθεν εἰς Μηδίαν καὶ ἤδη ἤγγιζεν εἰς 'Εκβάτανα

6:11 λέγει Ραφαηλ τω̨̃ παιδαρίω̨ Τωβια ἄδελφε καὶ εἰ̃πεν αὐτω̨̃ ἰδοὺ ἐγώ καὶ εἰ̃πεν αὐτω̨̃ ἐν τοι̃ς Ραγουήλου τὴν νύκτα ταύτην δει̃ ἡμα̃ς αὐλισθη̃ναι καὶ ὁ ἄνθρωπος συγγενής σού ἐστιν καὶ ἔστιν αὐτω̨̃ θυγάτηρ ἡ̨̃ ὄνομα Σαρρα

6:12 καὶ υἱὸς ἄρσην οὐδὲ θυγάτηρ ὑπάρχει αὐτω̨̃ πλὴν Σαρρας μόνης καὶ σὺ ἔγγιστα αὐτη̃ς εἰ̃ παρὰ πάντας ἀνθρώπους κληρονομη̃σαι αὐτήν καὶ τὰ ὄντα τω̨̃ πατρὶ αὐτη̃ς σοὶ δικαιου̃ται κληρονομη̃σαι καὶ τὸ κοράσιον φρόνιμον καὶ ἀνδρει̃ον καὶ καλὸν λίαν καὶ ὁ πατὴρ αὐτη̃ς καλός

6:13 καὶ εἰ̃πεν δεδικαίωταί σοι λαβει̃ν αὐτήν καὶ ἄκουσόν μου ἄδελφε καὶ λαλήσω τω̨̃ πατρὶ περὶ του̃ κορασίου τὴν νύκτα ταύτην ἵνα λημψόμεθά σοι αὐτὴν νύμφην καὶ ὅταν ἐπιστρέψωμεν ἐκ 'Ράγων ποιήσομεν τὸν γάμον αὐτη̃ς καὶ ἐπίσταμαι ὅτι οὐ μὴ δυνηθη̨̃ Ραγουηλ κωλυ̃σαι αὐτὴν ἀπὸ σου̃ ἢ ἐγγυα̃σθαι ἑτέρω̨ ὀφειλήσειν θάνατον κατὰ τὴν κρίσιν τη̃ς βίβλου Μωυσέως διὰ τὸ γινώσκειν ὅτι σοὶ κληρονομία καθήκει λαβει̃ν τὴν θυγατέρα αὐτου̃ παρὰ πάντα ἄνθρωπον καὶ νυ̃ν ἄκουσόν μου ἄδελφε καὶ λαλήσομεν περὶ του̃ κορασίου τὴν νύκτα ταύτην καὶ μνηστευσόμεθά σοι αὐτήν καὶ ὅταν ἐπιστρέψωμεν ἐκ 'Ράγων λημψόμεθα αὐτὴν καὶ ἀπάξομεν αὐτὴν μεθ' ἡμω̃ν εἰς τὸν οἰ̃κόν σου

6:14 τότε ἀποκριθεὶς Τωβιας εἰ̃πεν τω̨̃ Ραφαηλ Αζαρια ἄδελφε ἤκουσα ὅτι ἑπτὰ ἤδη ἐδόθη ἀνδράσιν καὶ ἀπέθανον ἐν τοι̃ς νυμφω̃σιν αὐτω̃ν τὴν νύκτα ὁπότε εἰσεπορεύοντο πρὸς αὐτήν καὶ ἀπέθνη̨σκον καὶ ἤκουσα λεγόντων αὐτω̃ν ὅτι δαιμόνιον ἀποκτέννει αὐτούς

6:15 καὶ νυ̃ν φοβου̃μαι ἐγώ ὅτι αὐτὴν οὐκ ἀδικει̃ ἀλλ' ὃς ἂν θελήση̨ ἐγγίσαι αὐτη̃ς ἀποκτέννει αὐτόν μονογενής εἰμι τω̨̃ πατρί μου μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν του̃ πατρός μου καὶ τη̃ς μητρός μου μετ' ὀδύνης ἐπ' ἐμοὶ εἰς τὸν τάφον αὐτω̃ν καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοι̃ς ἵνα θάψη̨ αὐτούς

6:16 καὶ λέγει αὐτω̨̃ οὐ μέμνησαι τὰς ἐντολὰς του̃ πατρός σου ὅτι ἐνετείλατό σοι λαβει̃ν γυναι̃κα ἐκ του̃ οἴκου του̃ πατρός σου καὶ νυ̃ν ἄκουσόν μου ἄδελφε καὶ μὴ λόγον ἔχε του̃ δαιμονίου τούτου καὶ λαβέ καὶ γινώσκω ἐγὼ ὅτι τὴν νύκτα ταύτην δοθήσεταί σοι γυνή

6:17 καὶ ὅταν εἰσέλθη̨ς εἰς τὸν νυμφω̃να λαβὲ ἐκ του̃ ἥπατος του̃ ἰχθύος καὶ τὴν καρδίαν καὶ ἐπίθες ἐπὶ τὴν τέφραν τω̃ν θυμιαμάτων καὶ ἡ ὀσμὴ πορεύσεται καὶ ὀσφρανθήσεται τὸ δαιμόνιον καὶ φεύξεται καὶ οὐκέτι μὴ φανη̨̃ περὶ αὐτὴν τὸν πάντα αἰω̃να

6:18 καὶ ὅταν μέλλη̨ς γίνεσθαι μετ' αὐτη̃ς ἐξεγέρθητε πρω̃τον ἀμφότεροι καὶ προσεύξασθε καὶ δεήθητε του̃ κυρίου του̃ οὐρανου̃ ἵνα ἔλεος γένηται καὶ σωτηρία ἐφ' ὑμα̃ς καὶ μὴ φοβου̃ σοὶ γάρ ἐστιν μεμερισμένη πρὸ του̃ αἰω̃νος καὶ σὺ αὐτὴν σώσεις καὶ μετὰ σου̃ πορεύσεται καὶ ὑπολαμβάνω ὅτι ἔσονταί σοι ἐξ αὐτη̃ς παιδία καὶ ἔσονταί σοι ὡς ἀδελφοί μὴ λόγον ἔχε

6:19 καὶ ὅτε ἤκουσεν Τωβιας τω̃ν λόγων Ραφαηλ καὶ ὅτι ἔστιν αὐτω̨̃ ἀδελφὴ ἐκ του̃ σπέρματος του̃ οἴκου του̃ πατρὸς αὐτου̃ λίαν ἠγάπησεν αὐτήν καὶ ἡ καρδία αὐτου̃ ἐκολλήθη εἰς αὐτήν

7:1 καὶ ὅτε εἰση̃λθεν εἰς 'Εκβάτανα λέγει αὐτω̨̃ Αζαρια ἄδελφε ἀπάγαγέ με εὐθει̃αν πρὸς Ραγουηλ τὸν ἀδελφὸν ἡμω̃ν καὶ ἀπήγαγεν αὐτὸν εἰς τὸν οἰ̃κον Ραγουήλου καὶ εὑ̃ρον αὐτὸν καθήμενον παρὰ τὴν θύραν τη̃ς αὐλη̃ς καὶ ἐχαιρέτισαν αὐτὸν πρω̃τοι καὶ εἰ̃πεν αὐτοι̃ς χαίρετε πολλά ἀδελφοί καὶ καλω̃ς ἤλθατε ὑγιαίνοντες καὶ ἤγαγεν αὐτοὺς εἰς τὸν οἰ̃κον αὐτου̃

7:2 καὶ εἰ̃πεν Εδνα τη̨̃ γυναικὶ αὐτου̃ ὡς ὅμοιος ὁ νεανίσκος οὑ̃τος Τωβει τω̨̃ ἀδελφω̨̃ μου

7:3 καὶ ἠρώτησεν αὐτοὺς Εδνα καὶ εἰ̃πεν αὐτοι̃ς πόθεν ἐστέ ἀδελφοί καὶ εἰ̃παν αὐτη̨̃ ἐκ τω̃ν υἱω̃ν Νεφθαλιμ ἡμει̃ς τω̃ν αἰχμαλωτισθέντων ἐν Νινευη

7:4 καὶ εἰ̃πεν αὐτοι̃ς γινώσκετε Τωβιν τὸν ἀδελφὸν ἡμω̃ν καὶ εἰ̃παν αὐτη̨̃ γινώσκομεν ἡμει̃ς αὐτόν

7:5 καὶ εἰ̃πεν αὐτοι̃ς ὑγιαίνει καὶ εἰ̃παν αὐτη̨̃ ὑγιαίνει καὶ ζη̨̃ καὶ εἰ̃πεν Τωβιας ὁ πατήρ μού ἐστιν

7:6 καὶ ἀνεπήδησεν Ραγουηλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσεν καὶ ἐλάλησεν καὶ εἰ̃πεν αὐτω̨̃ εὐλογία σοι γένοιτο παιδίον ὁ του̃ καλου̃ καὶ ἀγαθου̃ πατρός ὠ̃ ταλαιπώρων κακω̃ν ὅτι ἐτυφλώθη ἀνὴρ δίκαιος καὶ ποιω̃ν ἐλεημοσύνας καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Τωβια του̃ ἀδελφου̃ αὐτου̃ ἔκλαυσεν

7:7 καὶ Εδνα ἡ γυνὴ αὐτου̃ ἔκλαυσεν αὐτόν καὶ Σαρρα ἡ θυγάτηρ αὐτω̃ν ἔκλαυσεν καὶ αὐτή

7:8 καὶ ἔθυσεν κριὸν ἐκ προβάτων καὶ ὑπεδέξατο αὐτοὺς προθύμως

7:9 καὶ ὅτε ἐλούσαντο καὶ ἐνίψαντο καὶ ἀνέπεσαν δειπνη̃σαι εἰ̃πεν Τωβιας τω̨̃ Ραφαηλ Αζαρια ἄδελφε εἰπὸν Ραγουηλ ὅπως δω̨̃ μοι Σαρραν τὴν ἀδελφήν μου

7:10 καὶ ἤκουσεν Ραγουηλ τὸν λόγον καὶ εἰ̃πεν τω̨̃ παιδί φάγε καὶ πίε καὶ ἡδέως γενου̃ τὴν νύκτα ταύτην οὐ γάρ ἐστιν ἄνθρωπος ὡ̨̃ καθήκει λαβει̃ν Σαρραν τὴν θυγατέρα μου πλὴν σου̃ ἄδελφε ὡσαύτως δὲ καὶ ἐγὼ οὐκ ἔχω ἐξουσίαν δου̃ναι αὐτὴν ἑτέρω̨ ἀνδρὶ πλὴν σου̃ ὅτι σὺ ἔγγιστά μου καὶ μάλα τὴν ἀλήθειάν σοι ὑποδείξω παιδίον

7:11 ἔδωκα αὐτὴν ἑπτὰ ἀνδράσιν τω̃ν ἀδελφω̃ν ἡμω̃ν καὶ πάντες ἀπέθανον τὴν νύκτα ὁπότε εἰσεπορεύοντο πρὸς αὐτήν καὶ νυ̃ν παιδίον φάγε καὶ πίε καὶ κύριος ποιήσει ἐν ὑμι̃ν

7:12 καὶ εἰ̃πεν Τωβιας οὐ μὴ φάγω ἐντευ̃θεν οὐδὲ μὴ πίω ἕως ἂν διαστήση̨ς τὰ πρὸς ἐμέ καὶ εἰ̃πεν αὐτω̨̃ Ραγουηλ ὅτι ποιω̃ καὶ αὐτὴ δίδοταί σοι κατὰ τὴν κρίσιν τη̃ς βίβλου Μωυσέως καὶ ἐκ του̃ οὐρανου̃ κέκριταί σοι δοθη̃ναι κομίζου τὴν ἀδελφήν σου ἀπὸ του̃ νυ̃ν σὺ ἀδελφὸς εἰ̃ αὐτη̃ς καὶ αὐτὴ ἀδελφή σου δέδοταί σοι ἀπὸ τη̃ς σήμερον καὶ εἰς τὸν αἰω̃να καὶ ὁ κύριος του̃ οὐρανου̃ εὐοδώσει ὑμα̃ς παιδίον τὴν νύκτα ταύτην καὶ ποιήσαι ἐφ' ὑμα̃ς ἔλεος καὶ εἰρήνην

7:13 καὶ ἐκάλεσεν Ραγουηλ Σαρραν τὴν θυγατέρα αὐτου̃ καὶ ἠ̃λθεν πρὸς αὐτόν καὶ λαβόμενος τη̃ς χειρὸς αὐτη̃ς παρέδωκεν αὐτὴν αὐτω̨̃ καὶ εἰ̃πεν κόμισαι κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν τὴν γεγραμμένην ἐν τη̨̃ βίβλω̨ Μωυσέως δου̃ναί σοι τὴν γυναι̃κα ἔχε καὶ ἄπαγε πρὸς τὸν πατέρα σου ὑγιαίνων καὶ ὁ θεὸς του̃ οὐρανου̃ εὐοδώσαι ὑμι̃ν εἰρήνην

7:14 καὶ ἐκάλεσεν τὴν μητέρα αὐτη̃ς καὶ εἰ̃πεν ἐνεγκει̃ν βιβλίον καὶ ἔγραψεν συγγραφὴν βιβλίου συνοικήσεως καὶ ὡς δίδωσιν αὐτὴν αὐτω̨̃ γυναι̃κα κατὰ τὴν κρίσιν του̃ Μωυσέως νόμου ἀπ' ἐκείνου ἤρξαντο φαγει̃ν καὶ πιει̃ν

7:15 καὶ ἐκάλεσεν Ραγουηλ Εδναν τὴν γυναι̃κα αὐτου̃ καὶ εἰ̃πεν αὐτη̨̃ ἀδελφή ἑτοίμασον τὸ ταμίειον τὸ ἕτερον καὶ εἰσάγαγε αὐτὴν ἐκει̃

7:16 καὶ βαδίσασα ἔστρωσεν εἰς τὸ ταμίειον ὡς εἰ̃πεν αὐτη̨̃ καὶ ἤγαγεν αὐτὴν ἐκει̃ καὶ ἔκλαυσεν περὶ αὐτη̃ς καὶ ἀπεμάξατο τὰ δάκρυα καὶ εἰ̃πεν αὐτη̨̃

7:17 θάρσει θύγατερ ὁ κύριος του̃ οὐρανου̃ δώ̨η σοι χαρὰν ἀντὶ τη̃ς λύπης σου θάρσει θύγατερ καὶ ἐξη̃λθεν

8:1 καὶ ὅτε συνετέλεσαν τὸ φαγει̃ν καὶ πιει̃ν ἠθέλησαν κοιμηθη̃ναι καὶ ἀπήγαγον τὸν νεανίσκον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸ ταμίειον

8:2 καὶ ἐμνήσθη Τωβιας τω̃ν λόγων Ραφαηλ καὶ ἔλαβεν τὸ ἡ̃παρ του̃ ἰχθύος καὶ τὴν καρδίαν ἐκ του̃ βαλλαντίου οὑ̃ εἰ̃χεν καὶ ἐπέθηκεν ἐπὶ τὴν τέφραν του̃ θυμιάματος

8:3 καὶ ἡ ὀσμὴ του̃ ἰχθύος ἐκώλυσεν καὶ ἀπέδραμεν τὸ δαιμόνιον ἄνω εἰς τὰ μέρη Αἰγύπτου καὶ βαδίσας Ραφαηλ συνεπόδισεν αὐτὸν ἐκει̃ καὶ ἐπέδησεν παραχρη̃μα

8:4 καὶ ἐξη̃λθον καὶ ἀπέκλεισαν τὴν θύραν του̃ ταμιείου καὶ ἠγέρθη Τωβιας ἀπὸ τη̃ς κλίνης καὶ εἰ̃πεν αὐτη̨̃ ἀδελφή ἀνάστηθι προσευξώμεθα καὶ δεηθω̃μεν του̃ κυρίου ἡμω̃ν ὅπως ποιήση̨ ἐφ' ἡμα̃ς ἔλεος καὶ σωτηρίαν

8:5 καὶ ἀνέστη καὶ ἤρξαντο προσεύχεσθαι καὶ δεηθη̃ναι ὅπως γένηται αὐτοι̃ς σωτηρία καὶ ἤρξατο λέγειν εὐλογητὸς εἰ̃ ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς πάντας τοὺς αἰω̃νας τη̃ς γενεα̃ς εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πα̃σα ἡ κτίσις σου εἰς πάντας τοὺς αἰω̃νας

8:6 σὺ ἐποίησας τὸν Αδαμ καὶ ἐποίησας αὐτω̨̃ βοηθὸν στήριγμα Ευαν τὴν γυναι̃κα αὐτου̃ καὶ ἐξ ἀμφοτέρων ἐγενήθη τὸ σπέρμα τω̃ν ἀνθρώπων καὶ σὺ εἰ̃πας ὅτι οὐ καλὸν εἰ̃ναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτω̨̃ βοηθὸν ὅμοιον αὐτω̨̃

8:7 καὶ νυ̃ν οὐχὶ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην ἀλλ' ἐπ' ἀληθείας ἐπίταξον ἐλεη̃σαί με καὶ αὐτὴν καὶ συγκαταγηρα̃σαι κοινω̃ς

8:8 καὶ εἰ̃παν μεθ' ἑαυτω̃ν αμην αμην

8:9 καὶ ἐκοιμήθησαν τὴν νύκτα

8:10 καὶ ἀναστὰς Ραγουηλ ἐκάλεσεν τοὺς οἰκέτας μεθ' ἑαυτου̃ καὶ ὤ̨χοντο καὶ ὤρυξαν τάφον εἰ̃πεν γάρ μήποτε ἀποθάνη̨ καὶ γενώμεθα κατάγελως καὶ ὀνειδισμός

8:11 καὶ ὅτε συνετέλεσαν ὀρύσσοντες τὸν τάφον ἠ̃λθεν Ραγουηλ εἰς τὸν οἰ̃κον καὶ ἐκάλεσεν τὴν γυναι̃κα αὐτου̃

8:12 καὶ εἰ̃πεν ἀπόστειλον μίαν τω̃ν παιδισκω̃ν καὶ εἰσελθου̃σα ἰδέτω εἰ ζη̨̃ καὶ εἰ τέθνηκεν ὅπως ἂν θάψωμεν αὐτόν ὅπως μηδεὶς γνω̨̃

8:13 καὶ ἀπέστειλαν τὴν παιδίσκην καὶ ἡ̃ψαν τὸν λύχνον καὶ ἤνοιξαν τὴν θύραν καὶ εἰση̃λθεν καὶ εὑ̃ρεν αὐτοὺς καθεύδοντας καὶ ὑπνου̃ντας κοινω̃ς

8:14 καὶ ἐξελθου̃σα ἡ παιδίσκη ὑπέδειξεν αὐτοι̃ς ὅτι ζη̨̃ καὶ οὐδὲν κακόν ἐστιν

8:15 καὶ εὐλόγησαν τὸν θεὸν του̃ οὐρανου̃ καὶ εἰ̃παν εὐλογητὸς εἰ̃ θεέ ἐν πάση̨ εὐλογία̨ καθαρα̨̃ εὐλογείτωσάν σε εἰς πάντας τοὺς αἰω̃νας

8:16 καὶ εὐλογητὸς εἰ̃ ὅτι εὔφρανάς με καὶ οὐκ ἐγένετο καθὼς ὑπενόουν ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ' ἡμω̃ν

8:17 καὶ εὐλογητὸς εἰ̃ ὅτι ἠλέησας δύο μονογενει̃ς ποίησον αὐτοι̃ς δέσποτα ἔλεος καὶ σωτηρίαν καὶ συντέλεσον τὴν ζωὴν αὐτω̃ν μετ' εὐφροσύνης καὶ ἐλέου

8:18 τότε εἰ̃πεν τοι̃ς οἰκέταις αὐτου̃ χω̃σαι τὸν τάφον πρὸ του̃ ὄρθρον γενέσθαι

8:19 καὶ τη̨̃ γυναικὶ εἰ̃πεν ποιη̃σαι ἄρτους πολλούς καὶ εἰς τὸ βουκόλιον βαδίσας ἤγαγεν βόας δύο καὶ κριοὺς τέσσαρας καὶ εἰ̃πεν συντελει̃ν αὐτούς καὶ ἤρξαντο παρασκευάζειν

8:20 καὶ ἐκάλεσεν Τωβιαν καὶ εἰ̃πεν αὐτω̨̃ δέκα τεσσάρων ἡμερω̃ν οὐ μὴ κινηθη̨̃ς ἐντευ̃θεν ἀλλ' αὐτου̃ μενει̃ς ἔσθων καὶ πίνων παρ' ἐμοὶ καὶ εὐφρανει̃ς τὴν ψυχὴν τη̃ς θυγατρός μου τὴν κατωδυνωμένην

8:21 καὶ ὅσα μοι ὑπάρχει λάμβανε αὐτόθεν τὸ ἥμισυ καὶ ὕπαγε ὑγιαίνων πρὸς τὸν πατέρα σου καὶ τὸ ἄλλο ἥμισυ ὅταν ἀποθάνω ἐγώ τε καὶ ἡ γυνή μου ὑμέτερόν ἐστιν θάρσει παιδίον ἐγώ σου ὁ πατὴρ καὶ Εδνα ἡ μήτηρ σου καὶ παρὰ σου̃ ἐσμεν ἡμει̃ς καὶ τη̃ς ἀδελφη̃ς σου ἀπὸ του̃ νυ̃ν εἰς τὸν αἰω̃να θάρσει παιδίον

9:1 τότε ἐκάλεσεν Τωβιας Ραφαηλ καὶ εἰ̃πεν αὐτω̨̃

9:2 Αζαρια ἄδελφε παράλαβε μετὰ σεαυτου̃ τέσσαρας οἰκέτας καὶ καμήλους δύο καὶ πορεύθητι εἰς 'Ράγας καὶ ἡ̃κε παρὰ Γαβαήλω̨ καὶ δὸς αὐτω̨̃ τὸ χειρόγραφον καὶ κόμισαι τὸ ἀργύριον καὶ παράλαβε αὐτὸν μετὰ σου̃ εἰς τοὺς γάμους

9:3-4 σὺ γὰρ γινώσκεις ὅτι ἔσται ἀριθμω̃ν ὁ πατὴρ τὰς ἡμέρας καὶ ἐὰν χρονίσω ἡμέραν μίαν λυπήσω αὐτὸν λίαν καὶ θεωρει̃ς τί ὤμοσεν Ραγουηλ καὶ οὐ δύναμαι παραβη̃ναι τὸν ὅρκον αὐτου̃

9:5 καὶ ἐπορεύθη Ραφαηλ καὶ οἱ τέσσαρες οἰκέται καὶ αἱ δύο κάμηλοι εἰς 'Ράγας τη̃ς Μηδίας καὶ ηὐλίσθησαν παρὰ Γαβαήλω̨ καὶ ἔδωκεν αὐτω̨̃ τὸ χειρόγραφον αὐτου̃ καὶ ὑπέδειξεν αὐτω̨̃ περὶ Τωβιου του̃ υἱου̃ Τωβιθ ὅτι ἔλαβεν γυναι̃κα καὶ ὅτι καλει̃ αὐτὸν εἰς τὸν γάμον καὶ ἀναστὰς παρηρίθμησεν αὐτω̨̃ τὰ θυλάκια σὺν ται̃ς σφραγι̃σιν καὶ συνέθηκαν αὐτά

9:6 καὶ ὤρθρισαν κοινω̃ς καὶ εἰση̃λθον εἰς τὸν γάμον καὶ εἰση̃λθον εἰς τὰ Ραγουηλ καὶ εὑ̃ρον Τωβιαν ἀνακείμενον καὶ ἀνεπήδησεν καὶ ἠσπάσατο αὐτόν καὶ ἔκλαυσεν καὶ εὐλόγησεν αὐτὸν καὶ εἰ̃πεν αὐτω̨̃ καλὲ καὶ ἀγαθέ ἀνδρὸς καλου̃ καὶ ἀγαθου̃ δικαίου καὶ ἐλεημοποιου̃ δώ̨η σοι κύριος εὐλογίαν οὐρανου̃ καὶ τη̨̃ γυναικί σου καὶ τω̨̃ πατρί σου καὶ τη̨̃ μητρὶ τη̃ς γυναικός σου εὐλογητὸς ὁ θεός ὅτι εἰ̃δον Τωβιν τὸν ἀνεψιόν μου ὅμοιον αὐτω̨̃

10:1 ἑκάστην δὲ ἡμέραν ἐξ ἡμέρας ἐλογίζετο Τωβιθ τὰς ἡμέρας ἐν πόσαις πορεύσεται καὶ ἐν πόσαις ἐπιστρέψει καὶ ὅτε συνετελέσθησαν αἱ ἡμέραι καὶ ὁ υἱὸς αὐτου̃ οὐ παρη̃ν

10:2 εἰ̃πεν μήποτε κατεσχέθη ἐκει̃ ἢ μήποτε ἀπέθανεν ὁ Γαβαηλ καὶ οὐδεὶς αὐτω̨̃ δίδωσιν τὸ ἀργύριον

10:3 καὶ ἤρξατο λυπει̃σθαι

10:4 καὶ Αννα ἡ γυνὴ αὐτου̃ λέγει ἀπώλετο τὸ παιδίον μου καὶ οὐκέτι ὑπάρχει ἐν τοι̃ς ζω̃σιν καὶ ἤρξατο κλαίειν καὶ θρηνει̃ν περὶ του̃ υἱου̃ αὐτη̃ς καὶ εἰ̃πεν

10:5 οὐαί μοι τέκνον ὅτι ἀφη̃κά σε πορευθη̃ναι τὸ φω̃ς τω̃ν ὀφθαλμω̃ν μου

10:6 καὶ Τωβιθ ἔλεγεν αὐτη̨̃ σίγα μὴ λόγον ἔχε ἀδελφή ὑγιαίνει καὶ μάλα περισπασμὸς αὐτοι̃ς ἐγένετο ἐκει̃ καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ' αὐτου̃ πιστός ἐστιν καὶ εἱ̃ς τω̃ν ἀδελφω̃ν ἡμω̃ν μὴ λυπου̃ περὶ αὐτου̃ ἀδελφή ἤδη παρέσται

10:7 καὶ εἰ̃πεν αὐτω̨̃ σίγα ἀπ' ἐμου̃ καὶ μή με πλάνα ἀπώλετο τὸ παιδίον μου καὶ ἐκπηδήσασα περιεβλέπετο τὴν ὁδόν ἡ̨̃ ὤ̨χετο ὁ υἱὸς αὐτη̃ς καθ' ἡμέραν καὶ οὐκ ἐπείθετο οὐδενί καὶ ὅτε ἔδυ ὁ ἥλιος εἰσπορευομένη ἐθρήνει καὶ ἔκλαιεν τὴν νύκτα ὅλην καὶ οὐκ εἰ̃χεν ὕπνον

10:8 καὶ ὅτε συνετελέσθησαν αἱ δέκα τέσσαρες ἡμέραι του̃ γάμου ἃς ὤμοσεν Ραγουηλ ποιη̃σαι τη̨̃ θυγατρὶ αὐτου̃ εἰση̃λθεν πρὸς αὐτὸν Τωβιας καὶ εἰ̃πεν ἐξαπόστειλόν με γινώσκω γὰρ ἐγὼ ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου οὐ πιστεύουσιν ὅτι ὄψονταί με ἔτι καὶ νυ̃ν ἀξιω̃ σε πάτερ ὅπως ἐξαποστείλη̨ς με καὶ πορευθω̃ πρὸς τὸν πατέρα μου ἤδη ὑπέδειξά σοι ὡς ἀφη̃κα αὐτόν

10:9 καὶ εἰ̃πεν Ραγουηλ τω̨̃ Τωβια μει̃νον παιδίον μει̃νον μετ' ἐμου̃ καὶ ἐγὼ ἀποστέλλω ἀγγέλους πρὸς Τωβιν τὸν πατέρα σου καὶ ὑποδείξουσιν αὐτω̨̃ περὶ σου̃ καὶ εἰ̃πεν αὐτω̨̃ μηδαμω̃ς ἀξιω̃ σε ὅπως ἐξαποστείλη̨ς με ἐντευ̃θεν πρὸς τὸν πατέρα μου

10:10 καὶ ἀναστὰς Ραγουηλ παρέδωκεν Τωβια Σαρραν τὴν γυναι̃κα αὐτου̃ καὶ τὸ ἥμισυ πάντων τω̃ν ὑπαρχόντων αὐτω̨̃ παι̃δας καὶ παιδίσκας βόας καὶ πρόβατα ὄνους καὶ καμήλους ἱματισμὸν καὶ ἀργύριον καὶ σκεύη

10:11 καὶ ἐξαπέστειλεν αὐτοὺς ὑγιαίνοντας καὶ ἠσπάσατο αὐτὸν καὶ εἰ̃πεν αὐτω̨̃ ὑγίαινε παιδίον ὑγιαίνων ὕπαγε ὁ κύριος του̃ οὐρανου̃ εὐοδώσαι ὑμα̃ς καὶ Σαρραν τὴν γυναι̃κά σου καὶ ἴδοιμι ὑμω̃ν παιδία πρὸ του̃ ἀποθανει̃ν με

10:12 καὶ εἰ̃πεν Σαρρα τη̨̃ θυγατρὶ αὐτου̃ ὕπαγε πρὸς τὸν πενθερόν σου ὅτι ἀπὸ του̃ νυ̃ν αὐτοὶ γονει̃ς σου ὡς οἱ γεννήσαντές σε βάδιζε εἰς εἰρήνην θύγατερ ἀκούσαιμί σου ἀγαθὴν ἀκοήν ἕως ζω̃ καὶ ἀπασπασάμενος ἀπέλυσεν αὐτούς

10:13 καὶ Εδνα λέγει Τωβια τέκνον καὶ ἄδελφε ἠγαπημένε ἀποκαταστήσαι σε κύριος καὶ ἴδοιμί σου τέκνα ἕως ζω̃ καὶ Σαρρας τη̃ς θυγατρός μου πρὸ του̃ με ἀποθανει̃ν ἐνώπιον του̃ κυρίου παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παραθήκη̨ μὴ λυπήση̨ς αὐτὴν πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου παιδίον εἰς εἰρήνην ἀπὸ του̃ νυ̃ν ἐγώ σου μήτηρ καὶ Σαρρα ἀδελφή εὐοδωθείημεν πάντες ἐν τω̨̃ αὐτω̨̃ πάσας τὰς ἡμέρας ἐν τη̨̃ ζωη̨̃ ἡμω̃ν καὶ κατεφίλησεν ἀμφοτέρους καὶ ἀπέστειλεν ὑγιαίνοντας

10:14 καὶ ἀπη̃λθεν Τωβιας ἀπὸ Ραγουηλ ὑγιαίνων καὶ χαίρων καὶ εὐλογω̃ν τω̨̃ κυρίω̨ του̃ οὐρανου̃ καὶ τη̃ς γη̃ς τω̨̃ βασιλει̃ τω̃ν πάντων ὅτι εὐόδωκεν τὴν ὁδὸν αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ εὐοδώθη σοι τιμα̃ν αὐτοὺς πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτω̃ν

11:1 καὶ ὡς ἤγγισαν εἰς Κασεριν ἥ ἐστιν κατέναντι Νινευη εἰ̃πεν Ραφαηλ

11:2 σὺ γινώσκεις πω̃ς ἀφήκαμεν τὸν πατέρα σου

11:3 προδράμωμεν τη̃ς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν ἐν ὡ̨̃ ἔρχονται

11:4 καὶ ἐπορεύθησαν ἀμφότεροι κοινω̃ς καὶ εἰ̃πεν αὐτω̨̃ λαβὲ μετὰ χει̃ρας τὴν χολήν καὶ συνη̃λθεν αὐτοι̃ς ὁ κύων ἐκ τω̃ν ὀπίσω αὐτου̃ καὶ Τωβια

11:5 καὶ Αννα ἐκάθητο περιβλεπομένη τὴν ὁδὸν του̃ υἱου̃ αὐτη̃ς

11:6 καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἰ̃πεν τω̨̃ πατρὶ αὐτου̃ ἰδοὺ ὁ υἱός σου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ' αὐτου̃

11:7 καὶ Ραφαηλ εἰ̃πεν Τωβια πρὸ του̃ ἐγγίσαι αὐτὸν πρὸς τὸν πατέρα ἐπίσταμαι ὅτι οἱ ὀφθαλμοὶ αὐτου̃ ἀνεω̨χθήσονται

11:8 ἔμπλασον τὴν χολὴν του̃ ἰχθύος εἰς τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ ἀποστύψει τὸ φάρμακον καὶ ἀπολεπίσει τὰ λευκώματα ἀπὸ τω̃ν ὀφθαλμω̃ν αὐτου̃ καὶ ἀναβλέψει ὁ πατήρ σου καὶ ὄψεται τὸ φω̃ς

11:9 καὶ ἀνέδραμεν Αννα καὶ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον του̃ υἱου̃ αὐτη̃ς καὶ εἰ̃πεν αὐτω̨̃ εἰ̃δόν σε παιδίον ἀπὸ του̃ νυ̃ν ἀποθανου̃μαι καὶ ἔκλαυσεν

11:10 καὶ ἀνέστη Τωβις καὶ προσέκοπτεν τοι̃ς ποσὶν καὶ ἐξη̃λθεν τὴν θύραν τη̃ς αὐλη̃ς

11:11 καὶ ἐβάδισεν Τωβιας πρὸς αὐτόν καὶ ἡ χολὴ του̃ ἰχθύος ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἐνεφύσησεν εἰς τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ ἐλάβετο αὐτου̃ καὶ εἰ̃πεν θάρσει πάτερ καὶ ἐπέβαλεν τὸ φάρμακον ἐπ' αὐτὸν καὶ ἐπέδωκεν

11:12 καὶ ἀπελέπισεν ἑκατέραις ται̃ς χερσὶν αὐτου̃ ἀπὸ τω̃ν κανθω̃ν τω̃ν ὀφθαλμω̃ν αὐτου̃

11:13 καὶ ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτου̃ καὶ ἔκλαυσεν καὶ εἰ̃πεν αὐτω̨̃ εἰ̃δόν σε τέκνον τὸ φω̃ς τω̃ν ὀφθαλμω̃ν μου

11:14 καὶ εἰ̃πεν εὐλογητὸς ὁ θεός καὶ εὐλογητὸν τὸ ὄνομα τὸ μέγα αὐτου̃ καὶ εὐλογημένοι πάντες οἱ ἄγγελοι οἱ ἅγιοι αὐτου̃ γένοιτο τὸ ὄνομα τὸ μέγα αὐτου̃ ἐφ' ἡμα̃ς καὶ εὐλογητοὶ πάντες οἱ ἄγγελοι εἰς πάντας τοὺς αἰω̃νας ὅτι αὐτὸς ἐμαστίγωσέν με καὶ ἰδοὺ βλέπω Τωβιαν τὸν υἱόν μου

11:15 καὶ εἰση̃λθεν Τωβιας χαίρων καὶ εὐλογω̃ν τὸν θεὸν ἐν ὅλω̨ τω̨̃ στόματι αὐτου̃ καὶ ἐπέδειξεν Τωβιας τω̨̃ πατρὶ αὐτου̃ ὅτι εὐοδώθη ἡ ὁδὸς αὐτου̃ καὶ ὅτι ἐνήνοχεν ἀργύριον καὶ ὡς ἔλαβεν Σαρραν τὴν θυγατέρα Ραγουηλ γυναι̃κα καὶ ὅτι ἰδοὺ παραγίνεται καὶ ἔστιν σύνεγγυς τη̃ς πύλης Νινευη

11:16 καὶ ἐξη̃λθεν Τωβιθ εἰς ἀπάντησιν τη̃ς νύμφης αὐτου̃ χαίρων καὶ εὐλογω̃ν τὸν θεὸν πρὸς τὴν πύλην Νινευη καὶ ἰδόντες αὐτὸν οἱ ἐν Νινευη πορευόμενον καὶ διαβαίνοντα αὐτὸν πάση̨ τη̨̃ ἰσχύι αὐτου̃ καὶ ὑπὸ μηδενὸς χειραγωγούμενον ἐθαύμασαν καὶ Τωβιθ ἐξωμολογει̃το ἐναντίον αὐτω̃ν ὅτι ἠλέησεν αὐτὸν ὁ θεὸς καὶ ὅτι ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτου̃

11:17 καὶ ἤγγισεν Τωβιθ Σαρρα τη̨̃ γυναικὶ Τωβια του̃ υἱου̃ αὐτου̃ καὶ εὐλόγησεν αὐτὴν καὶ εἰ̃πεν αὐτη̨̃ εἰσέλθοις ὑγιαίνουσα θύγατερ καὶ εὐλογητὸς ὁ θεός σου ὃς ἤγαγέν σε πρὸς ἡμα̃ς θύγατερ καὶ εὐλογημένος ὁ πατήρ σου καὶ εὐλογημένος Τωβιας ὁ υἱός μου καὶ εὐλογημένη σύ θύγατερ εἴσελθε εἰς τὴν οἰκίαν σου ὑγιαίνουσα ἐν εὐλογία̨ καὶ χαρα̨̃ εἴσελθε θύγατερ

11:18 ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐγένετο χαρὰ πα̃σιν τοι̃ς Ιουδαίοις τοι̃ς οὐ̃σιν ἐν Νινευη

11:19 καὶ παρεγένοντο Αχικαρ καὶ Ναβαδ οἱ ἐξάδελφοι αὐτου̃ χαίροντες πρὸς Τωβιν

12:1 καὶ ὅτε ἐπετελέσθη ὁ γάμος ἐκάλεσεν Τωβιθ Τωβιαν τὸν υἱὸν αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ παιδίον ὅρα δου̃ναι τὸν μισθὸν τω̨̃ ἀνθρώπω̨ τω̨̃ πορευθέντι μετὰ σου̃ καὶ προσθει̃ναι αὐτω̨̃ εἰς τὸν μισθόν

12:2 καὶ εἰ̃πεν αὐτω̨̃ πάτερ πόσον αὐτω̨̃ δώσω τὸν μισθόν οὐ βλάπτομαι διδοὺς αὐτω̨̃ τὸ ἥμισυ τω̃ν ὑπαρχόντων ὡ̃ν ἐνήνοχεν μετ' ἐμου̃

12:3 ἐμὲ ἀγείοχεν ὑγιαίνοντα καὶ τὴν γυναι̃κά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριον ἤνεγκεν μετ' ἐμου̃ καὶ σὲ ἐθεράπευσεν πόσον αὐτω̨̃ ἔτι δω̃ μισθόν

12:4 καὶ εἰ̃πεν αὐτω̨̃ Τωβις δικαιου̃ται αὐτω̨̃ παιδίον λαβει̃ν τὸ ἥμισυ πάντων ὡ̃ν ἔχων ἠ̃λθεν

12:5 καὶ ἐκάλεσεν αὐτὸν καὶ εἰ̃πεν λαβὲ τὸ ἥμισυ πάντων ὡ̃ν ἔχων ἠ̃λθες εἰς τὸν μισθόν σου καὶ ὕπαγε ὑγιαίνων

12:6 τότε ἐκάλεσεν τοὺς δύο κρυπτω̃ς καὶ εἰ̃πεν αὐτοι̃ς τὸν θεὸν εὐλογει̃τε καὶ αὐτω̨̃ ἐξομολογει̃σθε ἐνώπιον πάντων τω̃ν ζώντων ἃ ἐποίησεν μεθ' ὑμω̃ν ἀγαθά του̃ εὐλογει̃ν καὶ ὑμνει̃ν τὸ ὄνομα αὐτου̃ τοὺς λόγους του̃ θεου̃ ὑποδείκνυτε πα̃σιν ἀνθρώποις ἐντίμως καὶ μὴ ὀκνει̃τε ἐξομολογει̃σθαι αὐτω̨̃

12:7 μυστήριον βασιλέως κρύπτειν καλόν τὰ δὲ ἔργα του̃ θεου̃ ἀνακαλύπτειν καὶ ἐξομολογει̃σθαι ἐντίμως τὸ ἀγαθὸν ποιει̃τε καὶ κακὸν οὐχ εὑρήσει ὑμα̃ς

12:8 ἀγαθὸν προσευχὴ μετὰ ἀληθείας καὶ ἐλεημοσύνη μετὰ δικαιοσύνης μα̃λλον ἢ πλου̃τος μετὰ ἀδικίας καλὸν ποιη̃σαι ἐλεημοσύνην μα̃λλον ἢ θησαυρίσαι χρυσίον

12:9 ἐλεημοσύνη ἐκ θανάτου ῥύεται καὶ αὐτὴ ἀποκαθαίρει πα̃σαν ἁμαρτίαν οἱ ποιου̃ντες ἐλεημοσύνην χορτασθήσονται ζωη̃ς

12:10 οἱ ποιου̃ντες ἁμαρτίαν καὶ ἀδικίαν πολέμιοί εἰσιν τη̃ς ἑαυτω̃ν ψυχη̃ς

12:11 πα̃σαν τὴν ἀλήθειαν ὑμι̃ν ὑποδείξω καὶ οὐ μὴ κρύψω ἀφ' ὑμω̃ν πα̃ν ῥη̃μα ἤδη ὑμι̃ν ὑπέδειξα καὶ εἰ̃πον μυστήριον βασιλέως καλὸν κρύψαι καὶ τὰ ἔργα του̃ θεου̃ ἀνακαλύπτειν ἐνδόξως

12:12 καὶ νυ̃ν ὅτε προσηύξω καὶ Σαρρα ἐγὼ προσήγαγον τὸ μνημόσυνον τη̃ς προσευχη̃ς ὑμω̃ν ἐνώπιον τη̃ς δόξης κυρίου καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς ὡσαύτως

12:13 καὶ ὅτε οὐκ ὤκνησας ἀναστη̃ναι καὶ καταλιπει̃ν σου τὸ ἄριστον καὶ ὤ̨χου καὶ περιέστειλες τὸν νεκρόν τότε ἀπέσταλμαι ἐπὶ σὲ πειράσαι σε

12:14 καὶ ἅμα ἀπέσταλκέν με ὁ θεὸς ἰάσασθαί σε καὶ Σαρραν τὴν νύμφην σου

12:15 ἐγώ εἰμι Ραφαηλ εἱ̃ς τω̃ν ἑπτὰ ἀγγέλων οἳ παρεστήκασιν καὶ εἰσπορεύονται ἐνώπιον τη̃ς δόξης κυρίου

12:16 καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτω̃ν καὶ ἐφοβήθησαν

12:17 καὶ εἰ̃πεν αὐτοι̃ς μὴ φοβει̃σθε εἰρήνη ὑμι̃ν τὸν θεὸν εὐλογει̃τε εἰς πάντα τὸν αἰω̃να

12:18 ἐγὼ ὅτε ἤμην μεθ' ὑμω̃ν οὐχὶ τη̨̃ ἐμη̨̃ χάριτι ἤμην μεθ' ὑμω̃ν ἀλλὰ τη̨̃ θελήσει του̃ θεου̃ αὐτὸν εὐλογει̃τε κατὰ πάσας τὰς ἡμέρας αὐτω̨̃ ὑμνει̃τε

12:19 καὶ ἐθεωρει̃τέ με ὅτι οὐκ ἔφαγον οὐθέν ἀλλὰ ὅρασις ὑμι̃ν ἐθεωρει̃το

12:20 καὶ νυ̃ν εὐλογει̃τε ἐπὶ τη̃ς γη̃ς κύριον καὶ ἐξομολογει̃σθε τω̨̃ θεω̨̃ ἰδοὺ ἐγὼ ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με γράψατε πάντα ταυ̃τα τὰ συμβάντα ὑμι̃ν καὶ ἀνέβη

12:21 καὶ ἀνέστησαν καὶ οὐκέτι ἠδύναντο ἰδει̃ν αὐτόν

12:22 καὶ ηὐλόγουν καὶ ὕμνουν τὸν θεὸν καὶ ἐξωμολογου̃ντο αὐτω̨̃ ἐπὶ τὰ ἔργα αὐτου̃ τὰ μεγάλα ταυ̃τα ὡς ὤφθη αὐτοι̃ς ἄγγελος θεου̃

13:1 καὶ εἰ̃πεν

13:2 εὐλογητὸς ὁ θεὸς ὁ ζω̃ν εἰς τὸν αἰω̃να καὶ ἡ βασιλεία αὐτου̃ ὅτι αὐτὸς μαστιγοι̃ καὶ ἐλεα̨̃ κατάγει ἕως ἅ̨δου κατωτάτω τη̃ς γη̃ς καὶ αὐτὸς ἀνάγει ἐκ τη̃ς ἀπωλείας τη̃ς μεγάλης καὶ οὐκ ἔστιν οὐδέν ὃ ἐκφεύξεται τὴν χει̃ρα αὐτου̃

13:3 ἐξομολογει̃σθε αὐτω̨̃ οἱ υἱοὶ Ισραηλ ἐνώπιον τω̃ν ἐθνω̃ν ὅτι αὐτὸς διέσπειρεν ὑμα̃ς ἐν αὐτοι̃ς

13:4 καὶ ἐκει̃ ὑπέδειξεν ὑμι̃ν τὴν μεγαλωσύνην αὐτου̃ καὶ ὑψου̃τε αὐτὸν ἐνώπιον παντὸς ζω̃ντος καθότι αὐτὸς ἡμω̃ν κύριός ἐστιν καὶ αὐτὸς θεὸς ἡμω̃ν καὶ αὐτὸς πατὴρ ἡμω̃ν καὶ αὐτὸς θεὸς εἰς πάντας τοὺς αἰω̃νας

13:5 μαστιγώσει ὑμα̃ς ἐπὶ ται̃ς ἀδικίαις ὑμω̃ν καὶ πάντας ὑμα̃ς ἐλεήσει ἐκ πάντων τω̃ν ἐθνω̃ν ὅπου ἂν διασκορπισθη̃τε ἐν αὐτοι̃ς

13:6 ὅταν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλη̨ τη̨̃ καρδία̨ ὑμω̃ν καὶ ἐν ὅλη̨ τη̨̃ ψυχη̨̃ ὑμω̃ν ποιη̃σαι ἐνώπιον αὐτου̃ ἀλήθειαν τότε ἐπιστρέψει πρὸς ὑμα̃ς καὶ οὐ μὴ κρύψη̨ τὸ πρόσωπον αὐτου̃ ἀφ' ὑμω̃ν οὐκέτι

13:7 καὶ νυ̃ν θεάσασθε ἃ ἐποίησεν μεθ' ὑμω̃ν καὶ ἐξομολογήσασθε αὐτω̨̃ ἐν ὅλω̨ τω̨̃ στόματι ὑμω̃ν καὶ εὐλογήσατε τὸν κύριον τη̃ς δικαιοσύνης καὶ ὑψώσατε τὸν βασιλέα τω̃ν αἰώνων

13:11 καὶ πάλιν ἡ σκηνή σου οἰκοδομηθήσεταί σοι μετὰ χαρα̃ς

13:12 καὶ εὐφράναι ἐν σοὶ πάντας τοὺς αἰχμαλώτους καὶ ἀγαπήσαι ἐν σοὶ πάντας τοὺς ταλαιπώρους εἰς πάσας τὰς γενεὰς του̃ αἰω̃νος

13:13 φω̃ς λαμπρὸν λάμψει εἰς πάντα τὰ πέρατα τη̃ς γη̃ς ἔθνη πολλὰ μακρόθεν ἥξει σοι καὶ κάτοικοι πάντων τω̃ν ἐσχάτων τη̃ς γη̃ς πρὸς τὸ ὄνομα τὸ ἅγιόν σου καὶ τὰ δω̃ρα αὐτω̃ν ἐν ται̃ς χερσὶν αὐτω̃ν ἔχοντες τω̨̃ βασιλει̃ του̃ οὐρανου̃ γενεαὶ γενεω̃ν δώσουσιν ἐν σοὶ ἀγαλλίαμα καὶ ὄνομα τη̃ς ἐκλεκτη̃ς εἰς τὰς γενεὰς του̃ αἰω̃νος

13:14 ἐπικατάρατοι πάντες οἳ ἐρου̃σιν λόγον σκληρόν ἐπικατάρατοι ἔσονται πάντες οἱ καθαιρου̃ντές σε καὶ κατασπω̃ντες τὰ τείχη σου καὶ πάντες οἱ ἀνατρέποντες τοὺς πύργους σου καὶ ἐμπυρίζοντες τὰς οἰκήσεις σου καὶ εὐλογητοὶ ἔσονται πάντες εἰς τὸν αἰω̃να οἱ φοβούμενοί σε

13:15 τότε πορεύθητι καὶ ἀγαλλίασαι πρὸς τοὺς υἱοὺς τω̃ν δικαίων ὅτι πάντες ἐπισυναχθήσονται καὶ εὐλογήσουσιν τὸν κύριον του̃ αἰω̃νος μακάριοι οἱ ἀγαπω̃ντές σε καὶ μακάριοι οἳ χαρήσονται ἐπὶ τη̨̃ εἰρήνη̨ σου

13:16 καὶ μακάριοι πάντες οἱ ἄνθρωποι οἳ ἐπὶ σοὶ λυπηθήσονται ἐπὶ πάσαις ται̃ς μάστιξίν σου ὅτι ἐν σοὶ χαρήσονται καὶ ὄψονται πα̃σαν τὴν χαράν σου εἰς τὸν αἰω̃να ἡ ψυχή μου εὐλόγει τὸν κύριον τὸν βασιλέα τὸν μέγαν

13:17 ὅτι Ιερουσαλημ οἰκοδομηθήσεται τη̨̃ πόλει οἰ̃κος αὐτου̃ εἰς πάντας τοὺς αἰω̃νας μακάριος ἔσομαι ἂν γένηται τὸ κατάλειμμα του̃ σπέρματός μου ἰδει̃ν τὴν δόξαν σου καὶ ἐξομολογήσασθαι τω̨̃ βασιλει̃ του̃ οὐρανου̃ καὶ αἱ θύραι Ιερουσαλημ σαπφείρω̨ καὶ σμαράγδω̨ οἰκοδομηθήσονται καὶ λίθω̨ τιμίω̨ πάντα τὰ τείχη σου οἱ πύργοι Ιερουσαλημ χρυσίω̨ οἰκοδομηθήσονται καὶ οἱ προμαχω̃νες αὐτω̃ν χρυσίω̨ καθαρω̨̃ αἱ πλατει̃αι Ιερουσαλημ ἄνθρακι ψηφολογηθήσονται καὶ λίθω̨ Σουφιρ

13:18 καὶ αἱ θύραι Ιερουσαλημ ὠ̨δὰς ἀγαλλιάματος ἐρου̃σιν καὶ πα̃σαι αἱ οἰκίαι αὐτη̃ς ἐρου̃σιν αλληλουια εὐλογητὸς ὁ θεὸς του̃ Ισραηλ καὶ εὐλογητοὶ εὐλογήσουσιν τὸ ὄνομα τὸ ἅγιον εἰς τὸν αἰω̃να καὶ ἔτι

14:1 καὶ συνετελέσθησαν οἱ λόγοι τη̃ς ἐξομολογήσεως Τωβιθ

14:2 καὶ ἀπέθανεν ἐν εἰρήνη̨ ἐτω̃ν ἑκατὸν δώδεκα καὶ ἐτάφη ἐνδόξως ἐν Νινευη καὶ ἑξήκοντα δύο ἐτω̃ν ἠ̃ν ὅτε ἐγένετο ἀνάπειρος τοι̃ς ὀφθαλμοι̃ς καὶ μετὰ τὸ ἀναβλέψαι αὐτὸν ἔζησεν ἐν ἀγαθοι̃ς καὶ ἐλεημοσύνας ἐποίησεν καὶ ἔτι προσέθετο εὐλογει̃ν τὸν θεὸν καὶ ἐξομολογει̃σθαι τὴν μεγαλωσύνην του̃ θεου̃

14:3 καὶ ὅτε ἀπέθνη̨σκεν ἐκάλεσεν Τωβιαν τὸν υἱὸν αὐτου̃ καὶ ἐνετείλατο αὐτω̨̃ λέγων παιδίον ἀπάγαγε τὰ παιδία σου

14:4 καὶ ἀπότρεχε εἰς Μηδίαν ὅτι πιστεύω ἐγὼ τω̨̃ ῥήματι του̃ θεου̃ ἐπὶ Νινευη ἃ ἐλάλησεν Ναουμ ὅτι πάντα ἔσται καὶ ἀπαντήσει ἐπὶ Αθουρ καὶ Νινευη καὶ ὅσα ἐλάλησαν οἱ προφη̃ται του̃ Ισραηλ οὓς ἀπέστειλεν ὁ θεός πάντα ἀπαντήσει καὶ οὐ μηθὲν ἐλαττονωθη̨̃ ἐκ πάντων τω̃ν ῥημάτων καὶ πάντα συμβήσεται τοι̃ς καιροι̃ς αὐτω̃ν καὶ ἐν τη̨̃ Μηδία̨ ἔσται σωτηρία μα̃λλον ἤπερ ἐν 'Ασσυρίοις καὶ ἐν Βαβυλω̃νι διὸ γινώσκω ἐγὼ καὶ πιστεύω ὅτι πάντα ἃ εἰ̃πεν ὁ θεός συντελεσθήσεται καὶ ἔσται καὶ οὐ μὴ διαπέση̨ ῥη̃μα ἐκ τω̃ν λόγων καὶ οἱ ἀδελφοὶ ἡμω̃ν οἱ κατοικου̃ντες ἐν τη̨̃ γη̨̃ Ισραηλ πάντες διασκορπισθήσονται καὶ αἰχμαλωτισθήσονται ἐκ τη̃ς γη̃ς τη̃ς ἀγαθη̃ς καὶ ἔσται πα̃σα ἡ γη̃ του̃ Ισραηλ ἔρημος καὶ Σαμάρεια καὶ Ιερουσαλημ ἔσται ἔρημος καὶ ὁ οἰ̃κος του̃ θεου̃ ἐν λύπη̨ καὶ καυθήσεται μέχρι χρόνου

14:5 καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ θεός καὶ ἐπιστρέψει αὐτοὺς ὁ θεὸς εἰς τὴν γη̃ν του̃ Ισραηλ καὶ πάλιν οἰκοδομήσουσιν τὸν οἰ̃κον καὶ οὐχ ὡς τὸν πρω̃τον ἕως του̃ χρόνου οὑ̃ ἂν πληρωθη̨̃ ὁ χρόνος τω̃ν καιρω̃ν καὶ μετὰ ταυ̃τα ἐπιστρέψουσιν ἐκ τη̃ς αἰχμαλωσίας αὐτω̃ν πάντες καὶ οἰκοδομήσουσιν Ιερουσαλημ ἐντίμως καὶ ὁ οἰ̃κος του̃ θεου̃ ἐν αὐτη̨̃ οἰκοδομηθήσεται καθὼς ἐλάλησαν περὶ αὐτη̃ς οἱ προφη̃ται του̃ Ισραηλ

14:6 καὶ πάντα τὰ ἔθνη τὰ ἐν ὅλη̨ τη̨̃ γη̨̃ πάντες ἐπιστρέψουσιν καὶ φοβηθήσονται τὸν θεὸν ἀληθινω̃ς καὶ ἀφήσουσιν πάντες τὰ εἴδωλα αὐτω̃ν τοὺς πλανω̃ντας ψευδη̃ τὴν πλάνησιν αὐτω̃ν καὶ εὐλογήσουσιν τὸν θεὸν του̃ αἰω̃νος ἐν δικαιοσύνη̨

14:7 πάντες οἱ υἱοὶ του̃ Ισραηλ οἱ σω̨ζόμενοι ἐν ται̃ς ἡμέραις ἐκείναις μνημονεύοντες του̃ θεου̃ ἐν ἀληθεία̨ ἐπισυναχθήσονται καὶ ἥξουσιν εἰς Ιερουσαλημ καὶ οἰκήσουσιν τὸν αἰω̃να ἐν τη̨̃ γη̨̃ Αβρααμ μετὰ ἀσφαλείας καὶ παραδοθήσεται αὐτοι̃ς καὶ χαρήσονται οἱ ἀγαπω̃ντες τὸν θεὸν ἐπ' ἀληθείας καὶ οἱ ποιου̃ντες τὴν ἁμαρτίαν καὶ τὴν ἀδικίαν ἐκλείψουσιν ἀπὸ πάσης τη̃ς γη̃ς

14:8-9 καὶ νυ̃ν παιδία ἐγὼ ὑμι̃ν ἐντέλλομαι δουλεύσατε τω̨̃ θεω̨̃ ἐν ἀληθεία̨ καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτου̃ καὶ τοι̃ς παιδίοις ὑμω̃ν ἐνυποταγήσεται ποιει̃ν δικαιοσύνην καὶ ἐλεημοσύνην καὶ ἵνα ὠ̃σιν μεμνημένοι του̃ θεου̃ καὶ εὐλογω̃σιν τὸ ὄνομα αὐτου̃ ἐν παντὶ καιρω̨̃ ἐν ἀληθεία̨ καὶ ὅλη̨ τη̨̃ ἰσχύι αὐτω̃ν καὶ νυ̃ν σύ παιδίον ἔξελθε ἐκ Νινευη καὶ μὴ μείνη̨ς ὡ̃δε ἐν ἡ̨̃ ἂν ἡμέρα̨ θάψη̨ς τὴν μητέρα σου μετ' ἐμου̃ αὐτη̨̃ τη̨̃ ἡμέρα̨ μὴ αὐλισθη̨̃ς ἐν τοι̃ς ὁρίοις αὐτη̃ς ὁρω̃ γὰρ ὅτι πολλὴ ἀδικία ἐν αὐτη̨̃ καὶ δόλος πολὺς συντελει̃ται ἐν αὐτη̨̃ καὶ οὐκ αἰσχύνονται

14:10 ἰδέ παιδίον ὅσα Ναδαβ ἐποίησεν Αχικάρω̨ τω̨̃ ἐκθρέψαντι αὐτόν οὐχὶ ζω̃ν κατηνέχθη εἰς τὴν γη̃ν καὶ ἀπέδωκεν ὁ θεὸς τὴν ἀτιμίαν κατὰ πρόσωπον αὐτου̃ καὶ ἐξη̃λθεν εἰς τὸ φω̃ς Αχικαρος καὶ Ναδαβ εἰση̃λθεν εἰς τὸ σκότος του̃ αἰω̃νος ὅτι ἐζήτησεν ἀποκτει̃ναι Αχικαρον ἐν τω̨̃ ποιη̃σαι ἐλεημοσύνην ἐξη̃λθεν ἐκ τη̃ς παγίδος του̃ θανάτου ἣν ἔπηξεν αὐτω̨̃ Ναδαβ καὶ Ναδαβ ἔπεσεν εἰς τὴν παγίδα του̃ θανάτου καὶ ἀπώλεσεν αὐτόν

14:11 καὶ νυ̃ν παιδία ἴδετε τί ποιει̃ ἐλεημοσύνη καὶ τί ποιει̃ ἀδικία ὅτι ἀποκτέννει καὶ ἰδοὺ ἡ ψυχή μου ἐκλείπει καὶ ἔθηκαν αὐτὸν ἐπὶ τὴν κλίνην καὶ ἀπέθανεν καὶ ἐτάφη ἐνδόξως

14:12 καὶ ὅτε ἀπέθανεν ἡ μήτηρ αὐτου̃ ἔθαψεν αὐτὴν Τωβιας μετὰ του̃ πατρὸς αὐτου̃ καὶ ἀπη̃λθεν αὐτὸς καὶ ἡ γυνὴ αὐτου̃ εἰς Μηδίαν καὶ ὤ̨κησεν ἐν 'Εκβατάνοις μετὰ Ραγουήλου του̃ πενθερου̃ αὐτου̃

14:13 καὶ ἐγηροβόσκησεν αὐτοὺς ἐντίμως καὶ ἔθαψεν αὐτοὺς ἐν 'Εκβατάνοις τη̃ς Μηδίας καὶ ἐκληρονόμησεν τὴν οἰκίαν Ραγουήλου καὶ Τωβιθ του̃ πατρὸς αὐτου̃

14:14 καὶ ἀπέθανεν ἐτω̃ν ἑκατὸν δέκα ἑπτὰ ἐνδόξως

14:15 καὶ εἰ̃δεν καὶ ἤκουσεν πρὸ του̃ ἀποθανει̃ν αὐτὸν τὴν ἀπώλειαν Νινευη καὶ εἰ̃δεν τὴν αἰχμαλωσίαν αὐτη̃ς ἀγομένην εἰς Μηδίαν ἣν ἠ̨χμαλώτισεν Αχιαχαρος ὁ βασιλεὺς τη̃ς Μηδίας καὶ εὐλόγησεν τὸν θεὸν ἐν πα̃σιν οἱ̃ς ἐποίησεν ἐπὶ τοὺς υἱοὺς Νινευη καὶ Αθουριας ἐχάρη πρὶν του̃ ἀποθανει̃ν ἐπὶ Νινευη καὶ εὐλόγησεν κύριον τὸν θεὸν εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων

.