Μακκαβαίων Β'

1:1 τοι̃ς ἀδελφοι̃ς τοι̃ς κατ' Αἴγυπτον Ιουδαίοις χαίρειν οἱ ἀδελφοὶ οἱ ἐν Ιεροσολύμοις Ιουδαι̃οι καὶ οἱ ἐν τη̨̃ χώρα̨ τη̃ς Ιουδαίας εἰρήνην ἀγαθήν

1:2 καὶ ἀγαθοποιήσαι ὑμι̃ν ὁ θεὸς καὶ μνησθείη τη̃ς διαθήκης αὐτου̃ τη̃ς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τω̃ν δούλων αὐτου̃ τω̃ν πιστω̃ν

1:3 καὶ δώ̨η ὑμι̃ν καρδίαν πα̃σιν εἰς τὸ σέβεσθαι αὐτὸν καὶ ποιει̃ν αὐτου̃ τὰ θελήματα καρδία̨ μεγάλη̨ καὶ ψυχη̨̃ βουλομένη̨

1:4 καὶ διανοίξαι τὴν καρδίαν ὑμω̃ν ἐν τω̨̃ νόμω̨ αὐτου̃ καὶ ἐν τοι̃ς προστάγμασιν καὶ εἰρήνην ποιήσαι

1:5 καὶ ἐπακούσαι ὑμω̃ν τω̃ν δεήσεων καὶ καταλλαγείη ὑμι̃ν καὶ μὴ ὑμα̃ς ἐγκαταλίποι ἐν καιρω̨̃ πονηρω̨̃

1:6 καὶ νυ̃ν ὡ̃δέ ἐσμεν προσευχόμενοι περὶ ὑμω̃ν

1:7 βασιλεύοντος Δημητρίου ἔτους ἑκατοστου̃ ἑξηκοστου̃ ἐνάτου ἡμει̃ς οἱ Ιουδαι̃οι γεγράφαμεν ὑμι̃ν ἐν τη̨̃ θλίψει καὶ ἐν τη̨̃ ἀκμη̨̃ τη̨̃ ἐπελθούση̨ ἡμι̃ν ἐν τοι̃ς ἔτεσιν τούτοις ἀφ' οὑ̃ ἀπέστη 'Ιάσων καὶ οἱ μετ' αὐτου̃ ἀπὸ τη̃ς ἁγίας γη̃ς καὶ τη̃ς βασιλείας

1:8 καὶ ἐνεπύρισαν τὸν πυλω̃να καὶ ἐξέχεαν αἱ̃μα ἀθω̃ον καὶ ἐδεήθημεν του̃ κυρίου καὶ εἰσηκούσθημεν καὶ προσηνέγκαμεν θυσίαν καὶ σεμίδαλιν καὶ ἐξήψαμεν τοὺς λύχνους καὶ προεθήκαμεν τοὺς ἄρτους

1:9 καὶ νυ̃ν ἵνα ἄγητε τὰς ἡμέρας τη̃ς σκηνοπηγίας του̃ Χασελευ μηνός ἔτους ἑκατοστου̃ ὀγδοηκοστου̃ καὶ ὀγδόου

1:10 οἱ ἐν Ιεροσολύμοις καὶ οἱ ἐν τη̨̃ Ιουδαία̨ καὶ ἡ γερουσία καὶ Ιουδας 'Αριστοβούλω̨ διδασκάλω̨ Πτολεμαίου του̃ βασιλέως ὄντι δὲ ἀπὸ του̃ τω̃ν χριστω̃ν ἱερέων γένους καὶ τοι̃ς ἐν Αἰγύπτω̨ Ιουδαίοις χαίρειν καὶ ὑγιαίνειν

1:11 ἐκ μεγάλων κινδύνων ὑπὸ του̃ θεου̃ σεσω̨σμένοι μεγάλως εὐχαριστου̃μεν αὐτω̨̃ ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι

1:12 αὐτὸς γὰρ ἐξέβρασεν τοὺς παραταξαμένους ἐν τη̨̃ ἁγία̨ πόλει

1:13 εἰς τὴν Περσίδα γενόμενος γὰρ ὁ ἡγεμὼν καὶ ἡ περὶ αὐτὸν ἀνυπόστατος δοκου̃σα εἰ̃ναι δύναμις κατεκόπησαν ἐν τω̨̃ τη̃ς Ναναίας ἱερω̨̃ παραλογισμω̨̃ χρησαμένων τω̃ν περὶ τὴν Ναναίαν ἱερέων

1:14 ὡς γὰρ συνοικήσων αὐτη̨̃ παρεγένετο εἰς τὸν τόπον ὅ τε 'Αντίοχος καὶ οἱ σὺν αὐτω̨̃ φίλοι χάριν του̃ λαβει̃ν τὰ χρήματα πλείονα εἰς φερνη̃ς λόγον

1:15 καὶ προθέντων αὐτὰ τω̃ν ἱερέων του̃ Ναναίου κἀκείνου προσελθόντος μετ' ὀλίγων εἰς τὸν περίβολον του̃ τεμένους συγκλείσαντες τὸ ἱερόν ὡς εἰση̃λθεν 'Αντίοχος

1:16 ἀνοίξαντες τὴν του̃ φατνώματος κρυπτὴν θύραν βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα καὶ μέλη ποιήσαντες καὶ τὰς κεφαλὰς ἀφελόντες τοι̃ς ἔξω παρέρριψαν

1:17 κατὰ πάντα εὐλογητὸς ἡμω̃ν ὁ θεός ὃς παρέδωκεν τοὺς ἀσεβήσαντας

1:18 μέλλοντες ἄγειν ἐν τω̨̃ Χασελευ πέμπτη̨ καὶ εἰκάδι τὸν καθαρισμὸν του̃ ἱερου̃ δέον ἡγησάμεθα διασαφη̃σαι ὑμι̃ν ἵνα καὶ αὐτοὶ ἄγητε σκηνοπηγίας καὶ του̃ πυρός ὅτε Νεεμιας ὁ οἰκοδομήσας τό τε ἱερὸν καὶ τὸ θυσιαστήριον ἀνήνεγκεν θυσίας

1:19 καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἤγοντο ἡμω̃ν οἱ πατέρες οἱ τότε εὐσεβει̃ς ἱερει̃ς λαβόντες ἀπὸ του̃ πυρὸς του̃ θυσιαστηρίου λαθραίως κατέκρυψαν ἐν κοιλώματι φρέατος τάξιν ἔχοντος ἄνυδρον ἐν ὡ̨̃ κατησφαλίσαντο ὥστε πα̃σιν ἄγνωστον εἰ̃ναι τὸν τόπον

1:20 διελθόντων δὲ ἐτω̃ν ἱκανω̃ν ὅτε ἔδοξεν τω̨̃ θεω̨̃ ἀποσταλεὶς Νεεμιας ὑπὸ του̃ βασιλέως τη̃ς Περσίδος τοὺς ἐκγόνους τω̃ν ἱερέων τω̃ν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πυ̃ρ ὡς δὲ διεσάφησαν ἡμι̃ν μὴ εὑρηκέναι πυ̃ρ ἀλλὰ ὕδωρ παχύ ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας φέρειν

1:21 ὡς δὲ ἀνηνέχθη τὰ τω̃ν θυσιω̃ν ἐκέλευσεν τοὺς ἱερει̃ς Νεεμιας ἐπιρρα̃ναι τω̨̃ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπικείμενα

1:22 ὡς δὲ ἐγένετο του̃το καὶ χρόνος διη̃λθεν ὅ τε ἥλιος ἀνέλαμψεν πρότερον ἐπινεφὴς ὤν ἀνήφθη πυρὰ μεγάλη ὥστε θαυμάσαι πάντας

1:23 προσευχὴν δὲ ἐποιήσαντο οἱ ἱερει̃ς δαπανωμένης τη̃ς θυσίας οἵ τε ἱερει̃ς καὶ πάντες καταρχομένου Ιωναθου τω̃ν δὲ λοιπω̃ν ἐπιφωνούντων ὡς Νεεμιου

1:24 ἠ̃ν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα του̃τον κύριε κύριε ὁ θεός ὁ πάντων κτίστης ὁ φοβερὸς καὶ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων ὁ μόνος βασιλεὺς καὶ χρηστός

1:25 ὁ μόνος χορηγός ὁ μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος ὁ διασώ̨ζων τὸν Ισραηλ ἐκ παντὸς κακου̃ ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτοὺς καὶ ἁγιάσας αὐτούς

1:26 πρόσδεξαι τὴν θυσίαν ὑπὲρ παντὸς του̃ λαου̃ σου Ισραηλ καὶ διαφύλαξον τὴν μερίδα σου καὶ καθαγίασον

1:27 ἐπισυνάγαγε τὴν διασπορὰν ἡμω̃ν ἐλευθέρωσον τοὺς δουλεύοντας ἐν τοι̃ς ἔθνεσιν τοὺς ἐξουθενημένους καὶ βδελυκτοὺς ἔπιδε καὶ γνώτωσαν τὰ ἔθνη ὅτι σὺ εἰ̃ ὁ θεὸς ἡμω̃ν

1:28 βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηφανία̨

1:29 καταφύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου καθὼς εἰ̃πεν Μωυση̃ς

1:30 οἱ δὲ ἱερει̃ς ἐπέψαλλον τοὺς ὕμνους

1:31 καθὼς δὲ ἀνηλώθη τὰ τη̃ς θυσίας καὶ τὸ περιλειπόμενον ὕδωρ ὁ Νεεμιας ἐκέλευσεν λίθους μείζονας καταχει̃ν

1:32 ὡς δὲ του̃το ἐγενήθη φλὸξ ἀνήφθη του̃ δὲ ἀπὸ του̃ θυσιαστηρίου ἀντιλάμψαντος φωτὸς ἐδαπανήθη

1:33 ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρα̃γμα καὶ διηγγέλη τω̨̃ βασιλει̃ τω̃ν Περσω̃ν ὅτι εἰς τὸν τόπον οὑ̃ τὸ πυ̃ρ ἔκρυψαν οἱ μεταχθέντες ἱερει̃ς τὸ ὕδωρ ἐφάνη ἀφ' οὑ̃ καὶ οἱ περὶ τὸν Νεεμιαν ἥγνισαν τὰ τη̃ς θυσίας

1:34 περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησεν δοκιμάσας τὸ πρα̃γμα

1:35 καὶ οἱ̃ς ἐχαρίζετο ὁ βασιλεύς πολλὰ διάφορα ἐλάμβανεν καὶ μετεδίδου

1:36 προσηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμιαν του̃το νεφθαρ ὃ διερμηνεύεται καθαρισμός καλει̃ται δὲ παρὰ τοι̃ς πολλοι̃ς νεφθαι

2:1 εὑρίσκεται δὲ ἐν ται̃ς ἀπογραφαι̃ς Ιερεμιας ὁ προφήτης ὅτι ἐκέλευσεν του̃ πυρὸς λαβει̃ν τοὺς μεταγενομένους ὡς σεσήμανται

2:2 καὶ ὡς ἐνετείλατο τοι̃ς μεταγενομένοις ὁ προφήτης δοὺς αὐτοι̃ς τὸν νόμον ἵνα μὴ ἐπιλάθωνται τω̃ν προσταγμάτων του̃ κυρίου καὶ ἵνα μὴ ἀποπλανηθω̃σιν ται̃ς διανοίαις βλέποντες ἀγάλματα χρυσα̃ καὶ ἀργυρα̃ καὶ τὸν περὶ αὐτὰ κόσμον

2:3 καὶ ἕτερα τοιαυ̃τα λέγων παρεκάλει μὴ ἀποστη̃ναι τὸν νόμον ἀπὸ τη̃ς καρδίας αὐτω̃ν

2:4 ἠ̃ν δὲ ἐν τη̨̃ γραφη̨̃ ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν ὁ προφήτης χρηματισμου̃ γενηθέντος αὐτω̨̃ συνακολουθει̃ν ὡς δὲ ἐξη̃λθεν εἰς τὸ ὄρος οὑ̃ ὁ Μωυση̃ς ἀναβὰς ἐθεάσατο τὴν του̃ θεου̃ κληρονομίαν

2:5 καὶ ἐλθὼν ὁ Ιερεμιας εὑ̃ρεν οἰ̃κον ἀντρώδη καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον του̃ θυμιάματος εἰσήνεγκεν ἐκει̃ καὶ τὴν θύραν ἐνέφραξεν

2:6 καὶ προσελθόντες τινὲς τω̃ν συνακολουθούντων ὥστε ἐπισημάνασθαι τὴν ὁδὸν καὶ οὐκ ἐδυνήθησαν εὑρει̃ν

2:7 ὡς δὲ ὁ Ιερεμιας ἔγνω μεμψάμενος αὐτοι̃ς εἰ̃πεν ὅτι καὶ ἄγνωστος ὁ τόπος ἔσται ἕως ἂν συναγάγη̨ ὁ θεὸς ἐπισυναγωγὴν του̃ λαου̃ καὶ ἵλεως γένηται

2:8 καὶ τότε ὁ κύριος ἀναδείξει ταυ̃τα καὶ ὀφθήσεται ἡ δόξα του̃ κυρίου καὶ ἡ νεφέλη ὡς ἐπὶ Μωυση̨̃ ἐδηλου̃το ὡς καὶ ὁ Σαλωμων ἠξίωσεν ἵνα ὁ τόπος καθαγιασθη̨̃ μεγάλως

2:9 διεσαφει̃το δὲ καὶ ὡς σοφίαν ἔχων ἀνήνεγκεν θυσίαν ἐγκαινισμου̃ καὶ τη̃ς τελειώσεως του̃ ἱερου̃

2:10 καθὼς καὶ Μωυση̃ς προσηύξατο πρὸς κύριον καὶ κατέβη πυ̃ρ ἐκ του̃ οὐρανου̃ καὶ τὰ τη̃ς θυσίας ἐδαπάνησεν οὕτως καὶ Σαλωμων προσηύξατο καὶ καταβὰν τὸ πυ̃ρ ἀνήλωσεν τὰ ὁλοκαυτώματα

2:11 καὶ εἰ̃πεν Μωυση̃ς διὰ τὸ μὴ βεβρω̃σθαι τὸ περὶ τη̃ς ἁμαρτίας ἀνηλώθη

2:12 ὡσαύτως καὶ ὁ Σαλωμων τὰς ὀκτὼ ἡμέρας ἤγαγεν

2:13 ἐξηγου̃ντο δὲ καὶ ἐν ται̃ς ἀναγραφαι̃ς καὶ ἐν τοι̃ς ὑπομνηματισμοι̃ς τοι̃ς κατὰ τὸν Νεεμιαν τὰ αὐτὰ καὶ ὡς καταβαλλόμενος βιβλιοθήκην ἐπισυνήγαγεν τὰ περὶ τω̃ν βασιλέων βιβλία καὶ προφητω̃ν καὶ τὰ του̃ Δαυιδ καὶ ἐπιστολὰς βασιλέων περὶ ἀναθεμάτων

2:14 ὡσαύτως δὲ καὶ Ιουδας τὰ διαπεπτωκότα διὰ τὸν γεγονότα πόλεμον ἡμι̃ν ἐπισυνήγαγεν πάντα καὶ ἔστιν παρ' ἡμι̃ν

2:15 ὡ̃ν οὐ̃ν ἐὰν χρείαν ἔχητε τοὺς ἀποκομιου̃ντας ὑμι̃ν ἀποστέλλετε

2:16 μέλλοντες οὐ̃ν ἄγειν τὸν καθαρισμὸν ἐγράψαμεν ὑμι̃ν καλώς οὐ̃ν ποιήσετε ἄγοντες τὰς ἡμέρας

2:17 ὁ δὲ θεὸς ὁ σώσας τὸν πάντα λαὸν αὐτου̃ καὶ ἀποδοὺς τὴν κληρονομίαν πα̃σιν καὶ τὸ βασίλειον καὶ τὸ ἱεράτευμα καὶ τὸν ἁγιασμόν

2:18 καθὼς ἐπηγγείλατο διὰ του̃ νόμου ἐλπίζομεν γὰρ ἐπὶ τω̨̃ θεω̨̃ ὅτι ταχέως ἡμα̃ς ἐλεήσει καὶ ἐπισυνάξει ἐκ τη̃ς ὑπὸ τὸν οὐρανὸν εἰς τὸν ἅγιον τόπον ἐξείλετο γὰρ ἡμα̃ς ἐκ μεγάλων κακω̃ν καὶ τὸν τόπον ἐκαθάρισεν

2:19 τὰ δὲ κατὰ τὸν Ιουδαν τὸν Μακκαβαι̃ον καὶ τοὺς τούτου ἀδελφοὺς καὶ τὸν του̃ ἱερου̃ του̃ μεγίστου καθαρισμὸν καὶ τὸν του̃ βωμου̃ ἐγκαινισμὸν

2:20 ἔτι τε τοὺς πρὸς 'Αντίοχον τὸν 'Επιφανη̃ καὶ τὸν τούτου υἱὸν Εὐπάτορα πολέμους

2:21 καὶ τὰς ἐξ οὐρανου̃ γενομένας ἐπιφανείας τοι̃ς ὑπὲρ του̃ Ιουδαϊσμου̃ φιλοτίμως ἀνδραγαθήσασιν ὥστε τὴν ὅλην χώραν ὀλίγους ὄντας λεηλατει̃ν καὶ τὰ βάρβαρα πλήθη διώκειν

2:22 καὶ τὸ περιβόητον καθ' ὅλην τὴν οἰκουμένην ἱερὸν ἀνακομίσασθαι καὶ τὴν πόλιν ἐλευθερω̃σαι καὶ τοὺς μέλλοντας καταλύεσθαι νόμους ἐπανορθω̃σαι του̃ κυρίου μετὰ πάσης ἐπιεικείας ἵλεω γενομένου αὐτοι̃ς

2:23 ὑπὸ 'Ιάσωνος του̃ Κυρηναίου δεδηλωμένα διὰ πέντε βιβλίων πειρασόμεθα δι' ἑνὸς συντάγματος ἐπιτεμει̃ν

2:24 συνορω̃ντες γὰρ τὸ χύμα τω̃ν ἀριθμω̃ν καὶ τὴν οὐ̃σαν δυσχέρειαν τοι̃ς θέλουσιν εἰσκυκλει̃σθαι τοι̃ς τη̃ς ἱστορίας διηγήμασιν διὰ τὸ πλη̃θος τη̃ς ὕλης

2:25 ἐφροντίσαμεν τοι̃ς μὲν βουλομένοις ἀναγινώσκειν ψυχαγωγίαν τοι̃ς δὲ φιλοφρονου̃σιν εἰς τὸ διὰ μνήμης ἀναλαβει̃ν εὐκοπίαν πα̃σιν δὲ τοι̃ς ἐντυγχάνουσιν ὠφέλειαν

2:26 καὶ ἡμι̃ν μὲν τοι̃ς τὴν κακοπάθειαν ἐπιδεδεγμένοις τη̃ς ἐπιτομη̃ς οὐ ῥά̨διον ἱδρω̃τος δὲ καὶ ἀγρυπνίας τὸ πρα̃γμα

2:27 καθάπερ τω̨̃ παρασκευάζοντι συμπόσιον καὶ ζητου̃ντι τὴν ἑτέρων λυσιτέλειαν οὐκ εὐχερές ὅμως διὰ τὴν τω̃ν πολλω̃ν εὐχαριστίαν ἡδέως τὴν κακοπάθειαν ὑποίσομεν

2:28 τὸ μὲν διακριβου̃ν περὶ ἑκάστων τω̨̃ συγγραφει̃ παραχωρήσαντες τὸ δὲ ἐπιπορεύεσθαι τοι̃ς ὑπογραμμοι̃ς τη̃ς ἐπιτομη̃ς διαπονου̃ντες

2:29 καθάπερ γὰρ τη̃ς καινη̃ς οἰκίας ἀρχιτέκτονι τη̃ς ὅλης καταβολη̃ς φροντιστέον τω̨̃ δὲ ἐγκαίειν καὶ ζωγραφει̃ν ἐπιχειρου̃ντι τὰ ἐπιτήδεια πρὸς διακόσμησιν ἐξεταστέον οὕτως δοκω̃ καὶ ἐπὶ ἡμω̃ν

2:30 τὸ μὲν ἐμβατεύειν καὶ περίπατον ποιει̃σθαι λόγων καὶ πολυπραγμονει̃ν ἐν τοι̃ς κατὰ μέρος τω̨̃ τη̃ς ἱστορίας ἀρχηγέτη̨ καθήκει

2:31 τὸ δὲ σύντομον τη̃ς λέξεως μεταδιώκειν καὶ τὸ ἐξεργαστικὸν τη̃ς πραγματείας παραιτει̃σθαι τω̨̃ τὴν μετάφρασιν ποιουμένω̨ συγχωρητέον

2:32 ἐντευ̃θεν οὐ̃ν ἀρξώμεθα τη̃ς διηγήσεως τοι̃ς προειρημένοις τοσου̃τον ἐπιζεύξαντες εὔηθες γὰρ τὸ μὲν πρὸ τη̃ς ἱστορίας πλεονάζειν τὴν δὲ ἱστορίαν ἐπιτεμει̃ν

3:1 τη̃ς ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης καὶ τω̃ν νόμων ὅτι κάλλιστα συντηρουμένων διὰ τὴν Ονιου του̃ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν

3:2 συνέβαινεν καὶ αὐτοὺς τοὺς βασιλει̃ς τιμα̃ν τὸν τόπον καὶ τὸ ἱερὸν ἀποστολαι̃ς ται̃ς κρατίσταις δοξάζειν

3:3 ὥστε καὶ Σέλευκον τὸν τη̃ς 'Ασίας βασιλέα χορηγει̃ν ἐκ τω̃ν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τω̃ν θυσιω̃ν ἐπιβάλλοντα δαπανήματα

3:4 Σιμων δέ τις ἐκ τη̃ς Βενιαμιν φυλη̃ς προστάτης του̃ ἱερου̃ καθεσταμένος διηνέχθη τω̨̃ ἀρχιερει̃ περὶ τη̃ς κατὰ τὴν πόλιν ἀγορανομίας

3:5 καὶ νικη̃σαι τὸν Ονιαν μὴ δυνάμενος ἠ̃λθεν πρὸς 'Απολλώνιον Θαρσεου τὸν κατ' ἐκει̃νον τὸν καιρὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν

3:6 καὶ προσήγγειλεν περὶ του̃ χρημάτων ἀμυθήτων γέμειν τὸ ἐν Ιεροσολύμοις γαζοφυλάκιον ὥστε τὸ πλη̃θος τω̃ν διαφόρων ἀναρίθμητον εἰ̃ναι καὶ μὴ προσήκειν αὐτὰ πρὸς τὸν τω̃ν θυσιω̃ν λόγον εἰ̃ναι δὲ δυνατὸν ὑπὸ τὴν του̃ βασιλέως ἐξουσίαν πεσει̃ν ταυ̃τα

3:7 συμμείξας δὲ ὁ 'Απολλώνιος τω̨̃ βασιλει̃ περὶ τω̃ν μηνυθέντων αὐτω̨̃ χρημάτων ἐνεφάνισεν ὁ δὲ προχειρισάμενος 'Ηλιόδωρον τὸν ἐπὶ τω̃ν πραγμάτων ἀπέστειλεν δοὺς ἐντολὰς τὴν τω̃ν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασθαι

3:8 εὐθέως δὲ ὁ 'Ηλιόδωρος ἐποιει̃το τὴν πορείαν τη̨̃ μὲν ἐμφάσει ὡς τὰς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐφοδευ̃σαι τω̨̃ πράγματι δὲ τὴν του̃ βασιλέως πρόθεσιν ἐπιτελει̃ν

3:9 παραγενηθεὶς δὲ εἰς Ιεροσόλυμα καὶ φιλοφρόνως ὑπὸ του̃ ἀρχιερέως τη̃ς πόλεως ἀποδεχθεὶς ἀνέθετο περὶ του̃ γεγονότος ἐμφανισμου̃ καὶ τίνος ἕνεκεν πάρεστιν διεσάφησεν ἐπυνθάνετο δὲ εἰ ται̃ς ἀληθείαις ταυ̃τα οὕτως ἔχοντα τυγχάνει

3:10 του̃ δὲ ἀρχιερέως ὑποδείξαντος παρακαταθήκας εἰ̃ναι χηρω̃ν τε καὶ ὀρφανω̃ν

3:11 τινὰ δὲ καὶ 'Υρκανου̃ του̃ Τωβιου σφόδρα ἀνδρὸς ἐν ὑπεροχη̨̃ κειμένου οὕτως ἠ̃ν διαβάλλων ὁ δυσσεβὴς Σιμων τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα χρυσίου δὲ διακόσια

3:12 ἀδικηθη̃ναι δὲ τοὺς πεπιστευκότας τη̨̃ του̃ τόπου ἁγιωσύνη̨ καὶ τη̨̃ του̃ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱερου̃ σεμνότητι καὶ ἀσυλία̨ παντελω̃ς ἀμήχανον εἰ̃ναι

3:13 ὁ δὲ 'Ηλιόδωρος δι' ἃς εἰ̃χεν βασιλικὰς ἐντολάς πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναλημπτέα ταυ̃τα εἰ̃ναι

3:14 ταξάμενος δὲ ἡμέραν εἰσή̨ει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων ἠ̃ν δὲ οὐ μικρὰ καθ' ὅλην τὴν πόλιν ἀγωνία

3:15 οἱ δὲ ἱερει̃ς πρὸ του̃ θυσιαστηρίου ἐν ται̃ς ἱερατικαι̃ς στολαι̃ς ῥίψαντες ἑαυτοὺς ἐπεκαλου̃ντο εἰς οὐρανὸν τὸν περὶ παρακαταθήκης νομοθετήσαντα τοι̃ς παρακαταθεμένοις ταυ̃τα σω̃α διαφυλάξαι

3:16 ἠ̃ν δὲ ὁρω̃ντα τὴν του̃ ἀρχιερέως ἰδέαν τιτρώσκεσθαι τὴν διάνοιαν ἡ γὰρ ὄψις καὶ τὸ τη̃ς χρόας παρηλλαγμένον ἐνέφαινεν τὴν κατὰ ψυχὴν ἀγωνίαν

3:17 περιεκέχυτο γὰρ περὶ τὸν ἄνδρα δέος τι καὶ φρικασμὸς σώματος δι' ὡ̃ν πρόδηλον ἐγίνετο τοι̃ς θεωρου̃σιν τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος

3:18 ἔτι δὲ ἐκ τω̃ν οἰκιω̃ν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετείαν διὰ τὸ μέλλειν εἰς καταφρόνησιν ἔρχεσθαι τὸν τόπον

3:19 ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναι̃κες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήθυνον αἱ δὲ κατάκλειστοι τω̃ν παρθένων αἱ μὲν συνέτρεχον ἐπὶ τοὺς πυλω̃νας αἱ δὲ ἐπὶ τὰ τείχη τινὲς δὲ διὰ τω̃ν θυρίδων διεξέκυπτον

3:20 πα̃σαι δὲ προτείνουσαι τὰς χει̃ρας εἰς τὸν οὐρανὸν ἐποιου̃ντο τὴν λιτανείαν

3:21 ἐλεει̃ν δ' ἠ̃ν τὴν του̃ πλήθους παμμιγη̃ πρόπτωσιν τήν τε του̃ μεγάλως ἀγωνιω̃ντος ἀρχιερέως προσδοκίαν

3:22 οἱ μὲν οὐ̃ν ἐπεκαλου̃ντο τὸν παγκρατη̃ κύριον τὰ πεπιστευμένα τοι̃ς πεπιστευκόσιν σω̃α διαφυλάσσειν μετὰ πάσης ἀσφαλείας

3:23 ὁ δὲ 'Ηλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει

3:24 αὐτόθι δὲ αὐτου̃ σὺν τοι̃ς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος ὁ τω̃ν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφάνειαν μεγάλην ἐποίησεν ὥστε πάντας τοὺς κατατολμήσαντας συνελθει̃ν καταπλαγέντας τὴν του̃ θεου̃ δύναμιν εἰς ἔκλυσιν καὶ δειλίαν τραπη̃ναι

3:25 ὤφθη γάρ τις ἵππος αὐτοι̃ς φοβερὸν ἔχων τὸν ἐπιβάτην καὶ καλλίστη̨ σαγη̨̃ διακεκοσμημένος φερόμενος δὲ ῥύδην ἐνέσεισεν τω̨̃ 'Ηλιοδώρω̨ τὰς ἐμπροσθίους ὁπλάς ὁ δὲ ἐπικαθήμενος ἐφαίνετο χρυση̃ν πανοπλίαν ἔχων

3:26 ἕτεροι δὲ δύο προσεφάνησαν αὐτω̨̃ νεανίαι τη̨̃ ῥώμη̨ μὲν ἐκπρεπει̃ς κάλλιστοι δὲ τὴν δόξαν διαπρεπει̃ς δὲ τὴν περιβολήν οἳ καὶ περιστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως πολλὰς ἐπιρριπτου̃ντες αὐτω̨̃ πληγάς

3:27 ἄφνω δὲ πεσόντα πρὸς τὴν γη̃ν καὶ πολλω̨̃ σκότει περιχυθέντα συναρπάσαντες καὶ εἰς φορει̃ον ἐνθέντες

3:28 τὸν ἄρτι μετὰ πολλη̃ς παραδρομη̃ς καὶ πάσης δορυφορίας εἰς τὸ προειρημένον εἰσελθόντα γαζοφυλάκιον ἔφερον ἀβοήθητον ἑαυτω̨̃ καθεστω̃τα φανερω̃ς τὴν του̃ θεου̃ δυναστείαν ἐπεγνωκότες

3:29 καὶ ὁ μὲν διὰ τὴν θείαν ἐνέργειαν ἄφωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔρριπτο

3:30 οἱ δὲ τὸν κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτου̃ τόπον καὶ τὸ μικρω̨̃ πρότερον δέους καὶ ταραχη̃ς γέμον ἱερὸν του̃ παντοκράτορος ἐπιφανέντος κυρίου χαρα̃ς καὶ εὐφροσύνης ἐπεπλήρωτο

3:31 ταχὺ δέ τινες τω̃ν του̃ 'Ηλιοδώρου συνήθων ἠξίουν τὸν Ονιαν ἐπικαλέσασθαι τὸν ὕψιστον καὶ τὸ ζη̃ν χαρίσασθαι τω̨̃ παντελω̃ς ἐν ἐσχάτη̨ πνοη̨̃ κειμένω̨

3:32 ὕποπτος δὲ γενόμενος ὁ ἀρχιερεὺς μήποτε διάλημψιν ὁ βασιλεὺς σχη̨̃ κακουργίαν τινὰ περὶ τὸν 'Ηλιόδωρον ὑπὸ τω̃ν Ιουδαίων συντετελέσθαι προσήγαγεν θυσίαν ὑπὲρ τη̃ς του̃ ἀνδρὸς σωτηρίας

3:33 ποιουμένου δὲ του̃ ἀρχιερέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι πάλιν ἐφάνησαν τω̨̃ 'Ηλιοδώρω̨ ἐν ται̃ς αὐται̃ς ἐσθήσεσιν ἐστολισμένοι καὶ στάντες εἰ̃πον πολλὰς Ονια τω̨̃ ἀρχιερει̃ χάριτας ἔχε διὰ γὰρ αὐτόν σοι κεχάρισται τὸ ζη̃ν ὁ κύριος

3:34 σὺ δὲ ἐξ οὐρανου̃ μεμαστιγωμένος διάγγελλε πα̃σι τὸ μεγαλει̃ον του̃ θεου̃ κράτος ταυ̃τα δὲ εἰπόντες ἀφανει̃ς ἐγένοντο

3:35 ὁ δὲ 'Ηλιόδωρος θυσίαν ἀνενέγκας τω̨̃ κυρίω̨ καὶ εὐχὰς μεγίστας εὐξάμενος τω̨̃ τὸ ζη̃ν περιποιήσαντι καὶ τὸν Ονιαν ἀποδεξάμενος ἀνεστρατοπέδευσεν πρὸς τὸν βασιλέα

3:36 ἐξεμαρτύρει δὲ πα̃σιν ἅπερ ἠ̃ν ὑπ' ὄψιν τεθεαμένος ἔργα του̃ μεγίστου θεου̃

3:37 του̃ δὲ βασιλέως ἐπερωτήσαντος τὸν 'Ηλιόδωρον ποι̃ός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμφθη̃ναι εἰς Ιεροσόλυμα ἔφησεν

3:38 εἴ τινα ἔχεις πολέμιον ἢ πραγμάτων ἐπίβουλον πέμψον αὐτὸν ἐκει̃ καὶ μεμαστιγωμένον αὐτὸν προσδέξη̨ ἐάνπερ καὶ διασωθη̨̃ διὰ τὸ περὶ τὸν τόπον ἀληθω̃ς εἰ̃ναί τινα θεου̃ δύναμιν

3:39 αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων ἐπόπτης ἐστὶν καὶ βοηθὸς ἐκείνου του̃ τόπου καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπολλύει

3:40 καὶ τὰ μὲν κατὰ 'Ηλιόδωρον καὶ τὴν του̃ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν

4:1 ὁ δὲ προειρημένος Σιμων ὁ τω̃ν χρημάτων καὶ τη̃ς πατρίδος ἐνδείκτης γεγονὼς ἐκακολόγει τὸν Ονιαν ὡς αὐτός τε εἴη τὸν 'Ηλιόδωρον ἐπισεσεικὼς καὶ τω̃ν κακω̃ν δημιουργὸς καθεστηκώς

4:2 καὶ τὸν εὐεργέτην τη̃ς πόλεως καὶ τὸν κηδεμόνα τω̃ν ὁμοεθνω̃ν καὶ ζηλωτὴν τω̃ν νόμων ἐπίβουλον τω̃ν πραγμάτων ἐτόλμα λέγειν

4:3 τη̃ς δὲ ἔχθρας ἐπὶ τοσου̃τον προβαινούσης ὥστε καὶ διά τινος τω̃ν ὑπὸ του̃ Σιμωνος δεδοκιμασμένων φόνους συντελει̃σθαι

4:4 συνορω̃ν ὁ Ονιας τὸ χαλεπὸν τη̃ς φιλονεικίας καὶ 'Απολλώνιον Μενεσθέως τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν συναύξοντα τὴν κακίαν του̃ Σιμωνος

4:5 πρὸς τὸν βασιλέα διεκομίσθη οὐ γινόμενος τω̃ν πολιτω̃ν κατήγορος τὸ δὲ σύμφορον κοινη̨̃ καὶ κατ' ἰδίαν παντὶ τω̨̃ πλήθει σκοπω̃ν

4:6 ἑώρα γὰρ ἄνευ βασιλικη̃ς προνοίας ἀδύνατον εἰ̃ναι τυχει̃ν εἰρήνης ἔτι τὰ πράγματα καὶ τὸν Σιμωνα παυ̃λαν οὐ λημψόμενον τη̃ς ἀνοίας

4:7 μεταλλάξαντος δὲ τὸν βίον Σελεύκου καὶ παραλαβόντος τὴν βασιλείαν 'Αντιόχου του̃ προσαγορευθέντος 'Επιφανου̃ς ὑπενόθευσεν 'Ιάσων ὁ ἀδελφὸς Ονιου τὴν ἀρχιερωσύνην

4:8 ἐπαγγειλάμενος τω̨̃ βασιλει̃ δι' ἐντεύξεως ἀργυρίου τάλαντα ἑξήκοντα πρὸς τοι̃ς τριακοσίοις καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα

4:9 πρὸς δὲ τούτοις ὑπισχνει̃το καὶ ἕτερα διαγράφειν πεντήκοντα πρὸς τοι̃ς ἑκατόν ἐὰν ἐπιχωρηθη̨̃ διὰ τη̃ς ἐξουσίας αὐτου̃ γυμνάσιον καὶ ἐφηβει̃ον αὐτω̨̃ συστήσασθαι καὶ τοὺς ἐν Ιεροσολύμοις 'Αντιοχει̃ς ἀναγράψαι

4:10 ἐπινεύσαντος δὲ του̃ βασιλέως καὶ τη̃ς ἀρχη̃ς κρατήσας εὐθέως πρὸς τὸν 'Ελληνικὸν χαρακτη̃ρα τοὺς ὁμοφύλους μετέστησε

4:11 καὶ τὰ κείμενα τοι̃ς Ιουδαίοις φιλάνθρωπα βασιλικὰ διὰ Ιωάννου του̃ πατρὸς Εὐπολέμου του̃ ποιησαμένου τὴν πρεσβείαν ὑπὲρ φιλίας καὶ συμμαχίας πρὸς τοὺς 'Ρωμαίους παρώσας καὶ τὰς μὲν νομίμους καταλύων πολιτείας παρανόμους ἐθισμοὺς ἐκαίνιζεν

4:12 ἀσμένως γὰρ ὑπ' αὐτὴν τὴν ἀκρόπολιν γυμνάσιον καθίδρυσεν καὶ τοὺς κρατίστους τω̃ν ἐφήβων ὑποτάσσων ὑπὸ πέτασον ἤγαγεν

4:13 ἠ̃ν δ' οὕτως ἀκμή τις 'Ελληνισμου̃ καὶ πρόσβασις ἀλλοφυλισμου̃ διὰ τὴν του̃ ἀσεβου̃ς καὶ οὐκ ἀρχιερέως 'Ιάσωνος ὑπερβάλλουσαν ἀναγνείαν

4:14 ὥστε μηκέτι περὶ τὰς του̃ θυσιαστηρίου λειτουργίας προθύμους εἰ̃ναι τοὺς ἱερει̃ς ἀλλὰ του̃ μὲν νεὼ καταφρονου̃ντες καὶ τω̃ν θυσιω̃ν ἀμελου̃ντες ἔσπευδον μετέχειν τη̃ς ἐν παλαίστρη̨ παρανόμου χορηγίας μετὰ τὴν του̃ δίσκου πρόσκλησιν

4:15 καὶ τὰς μὲν πατρώ̨ους τιμὰς ἐν οὐδενὶ τιθέμενοι τὰς δὲ 'Ελληνικὰς δόξας καλλίστας ἡγούμενοι

4:16 ὡ̃ν καὶ χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις καὶ ὡ̃ν ἐζήλουν τὰς ἀγωγὰς καὶ καθ' ἅπαν ἤθελον ἐξομοιου̃σθαι τούτους πολεμίους καὶ τιμωρητὰς ἔσχον

4:17 ἀσεβει̃ν γὰρ εἰς τοὺς θείους νόμους οὐ ῥά̨διον ἀλλὰ ταυ̃τα ὁ ἀκόλουθος καιρὸς δηλώσει

4:18 ἀγομένου δὲ πενταετηρικου̃ ἀγω̃νος ἐν Τύρω̨ καὶ του̃ βασιλέως παρόντος

4:19 ἀπέστειλεν 'Ιάσων ὁ μιαρὸς θεωροὺς ὡς ἀπὸ Ιεροσολύμων 'Αντιοχει̃ς ὄντας παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίας εἰς τὴν του̃ 'Ηρακλέους θυσίαν ἃς καὶ ἠξίωσαν οἱ παρακομίσαντες μὴ χρη̃σθαι εἰς θυσίαν διὰ τὸ μὴ καθήκειν εἰς ἑτέραν δὲ καταθέσθαι δαπάνην

4:20 ἔπεσε μὲν οὐ̃ν ταυ̃τα διὰ μὲν τὸν ἀποστείλαντα εἰς τὴν του̃ 'Ηρακλέους θυσίαν ἕνεκεν δὲ τω̃ν παρακομιζόντων εἰς τὰς τω̃ν τριηρέων κατασκευάς

4:21 ἀποσταλέντος δὲ εἰς Αἴγυπτον 'Απολλωνίου του̃ Μενεσθέως διὰ τὰ πρωτοκλίσια του̃ Φιλομήτορος βασιλέως μεταλαβὼν 'Αντίοχος ἀλλότριον αὐτὸν τω̃ν αὐτου̃ γεγονέναι πραγμάτων τη̃ς καθ' αὑτὸν ἀσφαλείας ἐφρόντιζεν ὅθεν εἰς Ιοππην παραγενόμενος κατήντησεν εἰς Ιεροσόλυμα

4:22 μεγαλομερω̃ς δὲ ὑπὸ του̃ 'Ιάσωνος καὶ τη̃ς πόλεως ἀποδεχθεὶς μετὰ δα̨δουχίας καὶ βοω̃ν εἰσεδέχθη εἰ̃θ' οὕτως εἰς τὴν Φοινίκην κατεστρατοπέδευσεν

4:23 μετὰ δὲ τριετη̃ χρόνον ἀπέστειλεν 'Ιάσων Μενέλαον τὸν του̃ προσημαινομένου Σιμωνος ἀδελφὸν παρακομίζοντα τὰ χρήματα τω̨̃ βασιλει̃ καὶ περὶ πραγμάτων ἀναγκαίων ὑπομνηματισμοὺς τελέσοντα

4:24 ὁ δὲ συσταθεὶς τω̨̃ βασιλει̃ καὶ δοξάσας αὐτὸν τω̨̃ προσώπω̨ τη̃ς ἐξουσίας εἰς ἑαυτὸν κατήντησεν τὴν ἀρχιερωσύνην ὑπερβαλὼν τὸν 'Ιάσωνα τάλαντα ἀργυρίου τριακόσια

4:25 λαβὼν δὲ τὰς βασιλικὰς ἐντολὰς παρεγένετο τη̃ς μὲν ἀρχιερωσύνης οὐδὲν ἄξιον φέρων θυμοὺς δὲ ὠμου̃ τυράννου καὶ θηρὸς βαρβάρου ὀργὰς ἔχων

4:26 καὶ ὁ μὲν 'Ιάσων ὁ τὸν ἴδιον ἀδελφὸν ὑπονοθεύσας ὑπονοθευθεὶς ὑφ' ἑτέρου φυγὰς εἰς τὴν Αμμανι̃τιν χώραν συνήλαστο

4:27 ὁ δὲ Μενέλαος τη̃ς μὲν ἀρχη̃ς ἐκράτει τω̃ν δὲ ἐπηγγελμένων τω̨̃ βασιλει̃ χρημάτων οὐδὲν εὐτάκτει

4:28 ποιουμένου δὲ τὴν ἀπαίτησιν Σωστράτου του̃ τη̃ς ἀκροπόλεως ἐπάρχου πρὸς του̃τον γὰρ ἠ̃ν ἡ τω̃ν διαφόρων πρα̃ξις δι' ἣν αἰτίαν οἱ δύο ὑπὸ του̃ βασιλέως προσεκλήθησαν

4:29 καὶ ὁ μὲν Μενέλαος ἀπέλιπεν τη̃ς ἀρχιερωσύνης διάδοχον Λυσίμαχον τὸν ἑαυτου̃ ἀδελφόν Σώστρατος δὲ Κράτητα τὸν ἐπὶ τω̃ν Κυπρίων

4:30 τοιούτων δὲ συνεστηκότων συνέβη Ταρσει̃ς καὶ Μαλλώτας στασιάζειν διὰ τὸ 'Αντιοχίδι τη̨̃ παλλακη̨̃ του̃ βασιλέως ἐν δωρεα̨̃ δεδόσθαι

4:31 θα̃ττον οὐ̃ν ὁ βασιλεὺς ἡ̃κεν καταστει̃λαι τὰ πράγματα καταλιπὼν τὸν διαδεχόμενον 'Ανδρόνικον τω̃ν ἐν ἀξιώματι κειμένων

4:32 νομίσας δὲ ὁ Μενέλαος εἰληφέναι καιρὸν εὐφυη̃ χρυσώματά τινα τω̃ν του̃ ἱερου̃ νοσφισάμενος ἐχαρίσατο τω̨̃ 'Ανδρονίκω̨ καὶ ἕτερα ἐτύγχανεν πεπρακὼς εἴς τε Τύρον καὶ τὰς κύκλω̨ πόλεις

4:33 ἃ καὶ σαφω̃ς ἐπεγνωκὼς ὁ Ονιας ἀπήλεγχεν ἀποκεχωρηκὼς εἰς ἄσυλον τόπον ἐπὶ Δάφνης τη̃ς πρὸς 'Αντιόχειαν κειμένης

4:34 ὅθεν ὁ Μενέλαος λαβὼν ἰδία̨ τὸν 'Ανδρόνικον παρεκάλει χειρώσασθαι τὸν Ονιαν ὁ δὲ παραγενόμενος ἐπὶ τὸν Ονιαν καὶ πεισθεὶς ἐπὶ δόλω̨ καὶ δεξιασθεὶς μεθ' ὅρκων δοὺς δεξιάν καίπερ ἐν ὑποψία̨ κείμενος ἔπεισεν ἐκ του̃ ἀσύλου προελθει̃ν ὃν καὶ παραχρη̃μα παρέκλεισεν οὐκ αἰδεσθεὶς τὸ δίκαιον

4:35 δι' ἣν αἰτίαν οὐ μόνον Ιουδαι̃οι πολλοὶ δὲ καὶ τω̃ν ἄλλων ἐθνω̃ν ἐδείναζον καὶ ἐδυσφόρουν ἐπὶ τω̨̃ του̃ ἀνδρὸς ἀδίκω̨ φόνω̨

4:36 του̃ δὲ βασιλέως ἐπανελθόντος ἀπὸ τω̃ν κατὰ Κιλικίαν τόπων ἐνετύγχανον οἱ κατὰ πόλιν Ιουδαι̃οι συμμισοπονηρούντων καὶ τω̃ν 'Ελλήνων ὑπὲρ του̃ παρὰ λόγον τὸν Ονιαν ἀπεκτονη̃σθαι

4:37 ψυχικω̃ς οὐ̃ν ὁ 'Αντίοχος ἐπιλυπηθεὶς καὶ τραπεὶς ἐπὶ ἔλεος καὶ δακρύσας διὰ τὴν του̃ μετηλλαχότος σωφροσύνην καὶ πολλὴν εὐταξίαν

4:38 καὶ πυρωθεὶς τοι̃ς θυμοι̃ς παραχρη̃μα τὴν του̃ 'Ανδρονίκου πορφύραν περιελόμενος καὶ τοὺς χιτω̃νας περιρρήξας περιαγαγὼν καθ' ὅλην τὴν πόλιν ἐπ' αὐτὸν τὸν τόπον οὑ̃περ τὸν Ονιαν ἠσέβησεν ἐκει̃ τὸν μιαιφόνον ἀπεκόσμησεν του̃ κυρίου τὴν ἀξίαν αὐτω̨̃ κόλασιν ἀποδόντος

4:39 γενομένων δὲ πολλω̃ν ἱεροσυλημάτων κατὰ τὴν πόλιν ὑπὸ του̃ Λυσιμάχου μετὰ τη̃ς του̃ Μενελάου γνώμης καὶ διαδοθείσης ἔξω τη̃ς φήμης ἐπισυνήχθη τὸ πλη̃θος ἐπὶ τὸν Λυσίμαχον χρυσωμάτων ἤδη πολλω̃ν διενηνεγμένων

4:40 ἐπεγειρομένων δὲ τω̃ν ὄχλων καὶ ται̃ς ὀργαι̃ς διεμπιπλαμένων καθοπλίσας ὁ Λυσίμαχος πρὸς τρισχιλίους κατήρξατο χειρω̃ν ἀδίκων προηγησαμένου τινὸς Αυρανου προβεβηκότος τὴν ἡλικίαν οὐδὲν δὲ ἡ̃ττον καὶ τὴν ἄνοιαν

4:41 συνιδόντες δὲ καὶ τὴν ἐπίθεσιν του̃ Λυσιμάχου συναρπάσαντες οἱ μὲν πέτρους οἱ δὲ ξύλων πάχη τινὲς δὲ ἐκ τη̃ς παρακειμένης σποδου̃ δρασσόμενοι φύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον

4:42 δι' ἣν αἰτίαν πολλοὺς μὲν αὐτω̃ν τραυματίας ἐποίησαν τινὰς δὲ καὶ κατέβαλον πάντας δὲ εἰς φυγὴν συνήλασαν αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο

4:43 περὶ δὲ τούτων ἐνέστη κρίσις πρὸς τὸν Μενέλαον

4:44 καταντήσαντος δὲ του̃ βασιλέως εἰς Τύρον ἐπ' αὐτου̃ τὴν δικαιολογίαν ἐποιήσαντο οἱ πεμφθέντες τρει̃ς ἄνδρες ὑπὸ τη̃ς γερουσίας

4:45 ἤδη δὲ λελειμμένος ὁ Μενέλαος ἐπηγγείλατο χρήματα ἱκανὰ τω̨̃ Πτολεμαίω̨ Δορυμένους πρὸς τὸ πει̃σαι τὸν βασιλέα

4:46 ὅθεν ἀπολαβὼν ὁ Πτολεμαι̃ος εἴς τι περίστυλον ὡς ἀναψύξοντα τὸν βασιλέα μετέθηκεν

4:47 καὶ τὸν μὲν τη̃ς ὅλης κακίας αἴτιον Μενέλαον ἀπέλυσεν τω̃ν κατηγορημένων τοι̃ς δὲ ταλαιπώροις οἵτινες εἰ καὶ ἐπὶ Σκυθω̃ν ἔλεγον ἀπελύθησαν ἀκατάγνωστοι τούτοις θάνατον ἐπέκρινεν

4:48 ταχέως οὐ̃ν τὴν ἄδικον ζημίαν ὑπέσχον οἱ περὶ πόλεως καὶ δήμων καὶ τω̃ν ἱερω̃ν σκευω̃ν προηγορήσαντες

4:49 δι' ἣν αἰτίαν καὶ Τύριοι μισοπονηρήσαντες τὰ πρὸς τὴν κηδείαν αὐτω̃ν μεγαλοπρεπω̃ς ἐχορήγησαν

4:50 ὁ δὲ Μενέλαος διὰ τὰς τω̃ν κρατούντων πλεονεξίας ἔμενεν ἐπὶ τη̨̃ ἀρχη̨̃ ἐπιφυόμενος τη̨̃ κακία̨ μέγας τω̃ν πολιτω̃ν ἐπίβουλος καθεστώς

5:1 περὶ δὲ τὸν καιρὸν του̃τον τὴν δευτέραν ἔφοδον ὁ 'Αντίοχος εἰς Αἴγυπτον ἐστείλατο

5:2 συνέβη δὲ καθ' ὅλην τὴν πόλιν σχεδὸν ἐφ' ἡμέρας τεσσαράκοντα φαίνεσθαι διὰ τω̃ν ἀέρων τρέχοντας ἱππει̃ς διαχρύσους στολὰς ἔχοντας καὶ λόγχας σπειρηδὸν ἐξωπλισμένους καὶ μαχαιρω̃ν σπασμοὺς

5:3 καὶ ἴλας ἵππων διατεταγμένας καὶ προσβολὰς γινομένας καὶ καταδρομὰς ἑκατέρων καὶ ἀσπίδων κινήσεις καὶ καμάκων πλήθη καὶ βελω̃ν βολὰς καὶ χρυσέων κόσμων ἐκλάμψεις καὶ παντοίους θωρακισμούς

5:4 διὸ πάντες ἠξίουν ἐπ' ἀγαθω̨̃ τὴν ἐπιφάνειαν γεγενη̃σθαι

5:5 γενομένης δὲ λαλια̃ς ψευδου̃ς ὡς μετηλλαχότος 'Αντιόχου τὸν βίον παραλαβὼν ὁ 'Ιάσων οὐκ ἐλάττους τω̃ν χιλίων αἰφνιδίως ἐπὶ τὴν πόλιν συνετελέσατο ἐπίθεσιν τω̃ν δὲ ἐπὶ τω̨̃ τείχει συνελασθέντων καὶ τέλος ἤδη καταλαμβανομένης τη̃ς πόλεως ὁ Μενέλαος εἰς τὴν ἀκρόπολιν ἐφυγάδευσεν

5:6 ὁ δὲ 'Ιάσων ἐποιει̃το σφαγὰς τω̃ν πολιτω̃ν τω̃ν ἰδίων ἀφειδω̃ς οὐ συννοω̃ν τὴν εἰς τοὺς συγγενει̃ς εὐημερίαν δυσημερίαν εἰ̃ναι τὴν μεγίστην δοκω̃ν δὲ πολεμίων καὶ οὐχ ὁμοεθνω̃ν τρόπαια καταβάλλεσθαι

5:7 τη̃ς μὲν ἀρχη̃ς οὐκ ἐκράτησεν τὸ δὲ τέλος τη̃ς ἐπιβουλη̃ς αἰσχύνην λαβὼν φυγὰς πάλιν εἰς τὴν Αμμανι̃τιν ἀπη̃λθεν

5:8 πέρας οὐ̃ν κακη̃ς καταστροφη̃ς ἔτυχεν ἐγκληθεὶς πρὸς 'Αρέταν τὸν τω̃ν 'Αράβων τύραννον πόλιν ἐκ πόλεως φεύγων διωκόμενος ὑπὸ πάντων στυγούμενος ὡς τω̃ν νόμων ἀποστάτης καὶ βδελυσσόμενος ὡς πατρίδος καὶ πολιτω̃ν δήμιος εἰς Αἴγυπτον ἐξεβράσθη

5:9 καὶ ὁ συχνοὺς τη̃ς πατρίδος ἀποξενώσας ἐπὶ ξένης ἀπώλετο πρὸς Λακεδαιμονίους ἀναχθεὶς ὡς διὰ τὴν συγγένειαν τευξόμενος σκέπης

5:10 καὶ ὁ πλη̃θος ἀτάφων ἐκρίψας ἀπένθητος ἐγενήθη καὶ κηδείας οὐδ' ἡστινοσου̃ν οὔτε πατρώ̨ου τάφου μετέσχεν

5:11 προσπεσόντων δὲ τω̨̃ βασιλει̃ περὶ τω̃ν γεγονότων διέλαβεν ἀποστατει̃ν τὴν Ιουδαίαν ὅθεν ἀναζεύξας ἐξ Αἰγύπτου τεθηριωμένος τη̨̃ ψυχη̨̃ ἔλαβεν τὴν μὲν πόλιν δοριάλωτον

5:12 καὶ ἐκέλευσεν τοι̃ς στρατιώταις κόπτειν ἀφειδω̃ς τοὺς ἐμπίπτοντας καὶ τοὺς εἰς τὰς οἰκίας ἀναβαίνοντας κατασφάζειν

5:13 ἐγίνετο δὲ νέων καὶ πρεσβυτέρων ἀναίρεσις ἀνήβων τε καὶ γυναικω̃ν καὶ τέκνων ἀφανισμός παρθένων τε καὶ νηπίων σφαγαί

5:14 ὀκτὼ δὲ μυριάδες ἐν ται̃ς πάσαις ἡμέραις τρισὶν κατεφθάρησαν τέσσαρες μὲν ἐν χειρω̃ν νομαι̃ς οὐχ ἡ̃ττον δὲ τω̃ν ἐσφαγμένων ἐπράθησαν

5:15 οὐκ ἀρκεσθεὶς δὲ τούτοις κατετόλμησεν εἰς τὸ πάσης τη̃ς γη̃ς ἁγιώτατον ἱερὸν εἰσελθει̃ν ὁδηγὸν ἔχων τὸν Μενέλαον τὸν καὶ τω̃ν νόμων καὶ τη̃ς πατρίδος προδότην γεγονότα

5:16 καὶ ται̃ς μιαραι̃ς χερσὶν τὰ ἱερὰ σκεύη λαμβάνων καὶ τὰ ὑπ' ἄλλων βασιλέων ἀνατεθέντα πρὸς αὔξησιν καὶ δόξαν του̃ τόπου καὶ τιμὴν ται̃ς βεβήλοις χερσὶν συσσύρων

5:17 καὶ ἐμετεωρίζετο τὴν διάνοιαν ὁ 'Αντίοχος οὐ συνορω̃ν ὅτι διὰ τὰς ἁμαρτίας τω̃ν τὴν πόλιν οἰκούντων ἀπώργισται βραχέως ὁ δεσπότης διὸ γέγονεν περὶ τὸν τόπον παρόρασις

5:18 εἰ δὲ μὴ συνέβη προσενέχεσθαι πολλοι̃ς ἁμαρτήμασιν καθάπερ ἠ̃ν ὁ 'Ηλιόδωρος ὁ πεμφθεὶς ὑπὸ Σελεύκου του̃ βασιλέως ἐπὶ τὴν ἐπίσκεψιν του̃ γαζοφυλακίου οὑ̃τος προαχθεὶς παραχρη̃μα μαστιγωθεὶς ἀνετράπη του̃ θράσους

5:19 ἀλλ' οὐ διὰ τὸν τόπον τὸ ἔθνος ἀλλὰ διὰ τὸ ἔθνος τὸν τόπον ὁ κύριος ἐξελέξατο

5:20 διόπερ καὶ αὐτὸς ὁ τόπος συμμετασχὼν τω̃ν του̃ ἔθνους δυσπετημάτων γενομένων ὕστερον εὐεργετημάτων ἐκοινώνησεν καὶ ὁ καταλειφθεὶς ἐν τη̨̃ του̃ παντοκράτορος ὀργη̨̃ πάλιν ἐν τη̨̃ του̃ μεγάλου δεσπότου καταλλαγη̨̃ μετὰ πάσης δόξης ἐπανωρθώθη

5:21 ὁ γου̃ν 'Αντίοχος ὀκτακόσια πρὸς τοι̃ς χιλίοις ἀπενεγκάμενος ἐκ του̃ ἱερου̃ τάλαντα θα̃ττον εἰς τὴν 'Αντιόχειαν ἐχωρίσθη οἰόμενος ἀπὸ τη̃ς ὑπερηφανίας τὴν μὲν γη̃ν πλωτὴν καὶ τὸ πέλαγος πορευτὸν θέσθαι διὰ τὸν μετεωρισμὸν τη̃ς καρδίας

5:22 κατέλιπεν δὲ καὶ ἐπιστάτας του̃ κακου̃ν τὸ γένος ἐν μὲν Ιεροσολύμοις Φίλιππον τὸ μὲν γένος Φρύγα τὸν δὲ τρόπον βαρβαρώτερον ἔχοντα του̃ καταστήσαντος

5:23 ἐν δὲ Γαριζιν 'Ανδρόνικον πρὸς δὲ τούτοις Μενέλαον ὃς χείριστα τω̃ν ἄλλων ὑπερή̨ρετο τοι̃ς πολίταις ἀπεχθη̃ δὲ πρὸς τοὺς πολίτας Ιουδαίους ἔχων διάθεσιν

5:24 ἔπεμψεν δὲ τὸν Μυσάρχην 'Απολλώνιον μετὰ στρατεύματος δισμυρίους δὲ πρὸς τοι̃ς δισχιλίοις προστάξας τοὺς ἐν ἡλικία̨ πάντας κατασφάξαι τὰς δὲ γυναι̃κας καὶ τοὺς νεωτέρους πωλει̃ν

5:25 οὑ̃τος δὲ παραγενόμενος εἰς Ιεροσόλυμα καὶ τὸν εἰρηνικὸν ὑποκριθεὶς ἐπέσχεν ἕως τη̃ς ἁγίας ἡμέρας του̃ σαββάτου καὶ λαβὼν ἀργου̃ντας τοὺς Ιουδαίους τοι̃ς ὑφ' ἑαυτὸν ἐξοπλησίαν παρήγγειλεν

5:26 καὶ τοὺς ἐξελθόντας πάντας ἐπὶ τὴν θεωρίαν συνεξεκέντησεν καὶ εἰς τὴν πόλιν σὺν τοι̃ς ὅπλοις εἰσδραμὼν ἱκανὰ κατέστρωσεν πλήθη

5:27 Ιουδας δὲ ὁ καὶ Μακκαβαι̃ος δέκατός που γενηθεὶς καὶ ἀναχωρήσας εἰς τὴν ἔρημον θηρίων τρόπον ἐν τοι̃ς ὄρεσιν διέζη σὺν τοι̃ς μετ' αὐτου̃ καὶ τὴν χορτώδη τροφὴν σιτούμενοι διετέλουν πρὸς τὸ μὴ μετασχει̃ν του̃ μολυσμου̃

6:1 μετ' οὐ πολὺν δὲ χρόνον ἐξαπέστειλεν ὁ βασιλεὺς γέροντα 'Αθηναι̃ον ἀναγκάζειν τοὺς Ιουδαίους μεταβαίνειν ἀπὸ τω̃ν πατρίων νόμων καὶ τοι̃ς του̃ θεου̃ νόμοις μὴ πολιτεύεσθαι

6:2 μολυ̃ναι δὲ καὶ τὸν ἐν Ιεροσολύμοις νεὼ καὶ προσονομάσαι Διὸς 'Ολυμπίου καὶ τὸν ἐν Γαριζιν καθὼς ἐτύγχανον οἱ τὸν τόπον οἰκου̃ντες Διὸς Ξενίου

6:3 χαλεπὴ δὲ καὶ τοι̃ς ὅλοις ἠ̃ν δυσχερὴς ἡ ἐπίτασις τη̃ς κακίας

6:4 τὸ μὲν γὰρ ἱερὸν ἀσωτίας καὶ κώμων ὑπὸ τω̃ν ἐθνω̃ν ἐπεπληρου̃το ῥα̨θυμούντων μεθ' ἑταιρω̃ν καὶ ἐν τοι̃ς ἱεροι̃ς περιβόλοις γυναιξὶ πλησιαζόντων ἔτι δὲ τὰ μὴ καθήκοντα ἔνδον εἰσφερόντων

6:5 τὸ δὲ θυσιαστήριον τοι̃ς ἀποδιεσταλμένοις ἀπὸ τω̃ν νόμων ἀθεμίτοις ἐπεπλήρωτο

6:6 ἠ̃ν δ' οὔτε σαββατίζειν οὔτε πατρώ̨ους ἑορτὰς διαφυλάττειν οὔτε ἁπλω̃ς Ιουδαι̃ον ὁμολογει̃ν εἰ̃ναι

6:7 ἤγοντο δὲ μετὰ πικρα̃ς ἀνάγκης εἰς τὴν κατὰ μη̃να του̃ βασιλέως γενέθλιον ἡμέραν ἐπὶ σπλαγχνισμόν γενομένης δὲ Διονυσίων ἑορτη̃ς ἠναγκάζοντο κισσοὺς ἔχοντες πομπεύειν τω̨̃ Διονύσω̨

6:8 ψήφισμα δὲ ἐξέπεσεν εἰς τὰς ἀστυγείτονας 'Ελληνίδας πόλεις Πτολεμαίου ὑποθεμένου τὴν αὐτὴν ἀγωγὴν κατὰ τω̃ν Ιουδαίων ἄγειν καὶ σπλαγχνίζειν

6:9 τοὺς δὲ μὴ προαιρουμένους μεταβαίνειν ἐπὶ τὰ ἑλληνικὰ κατασφάζειν παρη̃ν οὐ̃ν ὁρα̃ν τὴν ἐνεστω̃σαν ταλαιπωρίαν

6:10 δύο γὰρ γυναι̃κες ἀνήχθησαν περιτετμηκυι̃αι τὰ τέκνα τούτων δὲ ἐκ τω̃ν μαστω̃ν κρεμάσαντες τὰ βρέφη καὶ δημοσία̨ περιαγαγόντες αὐτὰς τὴν πόλιν κατὰ του̃ τείχους ἐκρήμνισαν

6:11 ἕτεροι δὲ πλησίον συνδραμόντες εἰς τὰ σπήλαια λεληθότως ἄγειν τὴν ἑβδομάδα μηνυθέντες τω̨̃ Φιλίππω̨ συνεφλογίσθησαν διὰ τὸ εὐλαβω̃ς ἔχειν βοηθη̃σαι ἑαυτοι̃ς κατὰ τὴν δόξαν τη̃ς σεμνοτάτης ἡμέρας

6:12 παρακαλω̃ οὐ̃ν τοὺς ἐντυγχάνοντας τη̨̃δε τη̨̃ βίβλω̨ μὴ συστέλλεσθαι διὰ τὰς συμφοράς λογίζεσθαι δὲ τὰς τιμωρίας μὴ πρὸς ὄλεθρον ἀλλὰ πρὸς παιδείαν του̃ γένους ἡμω̃ν εἰ̃ναι

6:13 καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐα̃σθαι τοὺς δυσσεβου̃ντας ἀλλ' εὐθέως περιπίπτειν ἐπιτίμοις μεγάλης εὐεργεσίας σημει̃όν ἐστιν

6:14 οὐ γὰρ καθάπερ καὶ ἐπὶ τω̃ν ἄλλων ἐθνω̃ν ἀναμένει μακροθυμω̃ν ὁ δεσπότης μέχρι του̃ καταντήσαντας αὐτοὺς πρὸς ἐκπλήρωσιν ἁμαρτιω̃ν κολάσαι οὕτως καὶ ἐφ' ἡμω̃ν ἔκρινεν εἰ̃ναι

6:15 ἵνα μὴ πρὸς τέλος ἀφικομένων ἡμω̃ν τω̃ν ἁμαρτιω̃ν ὕστερον ἡμα̃ς ἐκδικα̨̃

6:16 διόπερ οὐδέποτε μὲν τὸν ἔλεον ἀφ' ἡμω̃ν ἀφίστησιν παιδεύων δὲ μετὰ συμφορα̃ς οὐκ ἐγκαταλείπει τὸν ἑαυτου̃ λαόν

6:17 πλὴν ἕως ὑπομνήσεως ταυ̃θ' ἡμι̃ν εἰρήσθω δι' ὀλίγων δ' ἐλευστέον ἐπὶ τὴν διήγησιν

6:18 Ελεάζαρός τις τω̃ν πρωτευόντων γραμματέων ἀνὴρ ἤδη προβεβηκὼς τὴν ἡλικίαν καὶ τὴν πρόσοψιν του̃ προσώπου κάλλιστος ἀναχανὼν ἠναγκάζετο φαγει̃ν ὕειον κρέας

6:19 ὁ δὲ τὸν μετ' εὐκλείας θάνατον μα̃λλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος αὐθαιρέτως ἐπὶ τὸ τύμπανον προση̃γεν

6:20 προπτύσας δὲ καθ' ὃν ἔδει τρόπον προσέρχεσθαι τοὺς ὑπομένοντας ἀμύνασθαι ὡ̃ν οὐ θέμις γεύσασθαι διὰ τὴν πρὸς τὸ ζη̃ν φιλοστοργίαν

6:21 οἱ δὲ πρὸς τω̨̃ παρανόμω̨ σπλαγχνισμω̨̃ τεταγμένοι διὰ τὴν ἐκ τω̃ν παλαιω̃ν χρόνων πρὸς τὸν ἄνδρα γνω̃σιν ἀπολαβόντες αὐτὸν κατ' ἰδίαν παρεκάλουν ἐνέγκαντα κρέα οἱ̃ς καθη̃κον αὐτω̨̃ χρα̃σθαι δι' αὐτου̃ παρασκευασθέντα ὑποκριθη̃ναι δὲ ὡς ἐσθίοντα τὰ ὑπὸ του̃ βασιλέως προστεταγμένα τω̃ν ἀπὸ τη̃ς θυσίας κρεω̃ν

6:22 ἵνα του̃το πράξας ἀπολυθη̨̃ του̃ θανάτου καὶ διὰ τὴν ἀρχαίαν πρὸς αὐτοὺς φιλίαν τύχη̨ φιλανθρωπίας

6:23 ὁ δὲ λογισμὸν ἀστει̃ον ἀναλαβὼν καὶ ἄξιον τη̃ς ἡλικίας καὶ τη̃ς του̃ γήρως ὑπεροχη̃ς καὶ τη̃ς ἐπικτήτου καὶ ἐπιφανου̃ς πολια̃ς καὶ τη̃ς ἐκ παιδὸς καλλίστης ἀναστροφη̃ς μα̃λλον δὲ τη̃ς ἁγίας καὶ θεοκτίστου νομοθεσίας ἀκολούθως ἀπεφήνατο ταχέως λέγων προπέμπειν εἰς τὸν ἅ̨δην

6:24 οὐ γὰρ τη̃ς ἡμετέρας ἡλικίας ἄξιόν ἐστιν ὑποκριθη̃ναι ἵνα πολλοὶ τω̃ν νέων ὑπολαβόντες Ελεαζαρον τὸν ἐνενηκονταετη̃ μεταβεβηκέναι εἰς ἀλλοφυλισμὸν

6:25 καὶ αὐτοὶ διὰ τὴν ἐμὴν ὑπόκρισιν καὶ διὰ τὸ μικρὸν καὶ ἀκαριαι̃ον ζη̃ν πλανηθω̃σιν δι' ἐμέ καὶ μύσος καὶ κηλι̃δα του̃ γήρως κατακτήσωμαι

6:26 εἰ γὰρ καὶ ἐπὶ του̃ παρόντος ἐξελου̃μαι τὴν ἐξ ἀνθρώπων τιμωρίαν ἀλλὰ τὰς του̃ παντοκράτορος χει̃ρας οὔτε ζω̃ν οὔτε ἀποθανὼν ἐκφεύξομαι

6:27 διόπερ ἀνδρείως μὲν νυ̃ν διαλλάξας τὸν βίον του̃ μὲν γήρως ἄξιος φανήσομαι

6:28 τοι̃ς δὲ νέοις ὑπόδειγμα γενναι̃ον καταλελοιπὼς εἰς τὸ προθύμως καὶ γενναίως ὑπὲρ τω̃ν σεμνω̃ν καὶ ἁγίων νόμων ἀπευθανατίζειν τοσαυ̃τα δὲ εἰπὼν ἐπὶ τὸ τύμπανον εὐθέως ἠ̃λθεν

6:29 τω̃ν δὲ ἀγόντων πρὸς αὐτὸν τὴν μικρω̨̃ πρότερον εὐμένειαν εἰς δυσμένειαν μεταβαλόντων διὰ τὸ τοὺς προειρημένους λόγους ὡς αὐτοὶ διελάμβανον ἀπόνοιαν εἰ̃ναι

6:30 μέλλων δὲ ται̃ς πληγαι̃ς τελευτα̃ν ἀναστενάξας εἰ̃πεν τω̨̃ κυρίω̨ τω̨̃ τὴν ἁγίαν γνω̃σιν ἔχοντι φανερόν ἐστιν ὅτι δυνάμενος ἀπολυθη̃ναι του̃ θανάτου σκληρὰς ὑποφέρω κατὰ τὸ σω̃μα ἀλγηδόνας μαστιγούμενος κατὰ ψυχὴν δὲ ἡδέως διὰ τὸν αὐτου̃ φόβον ταυ̃τα πάσχω

6:31 καὶ οὑ̃τος οὐ̃ν του̃τον τὸν τρόπον μετήλλαξεν οὐ μόνον τοι̃ς νέοις ἀλλὰ καὶ τοι̃ς πλείστοις του̃ ἔθνους τὸν ἑαυτου̃ θάνατον ὑπόδειγμα γενναιότητος καὶ μνημόσυνον ἀρετη̃ς καταλιπών

7:1 συνέβη δὲ καὶ ἑπτὰ ἀδελφοὺς μετὰ τη̃ς μητρὸς συλλημφθέντας ἀναγκάζεσθαι ὑπὸ του̃ βασιλέως ἀπὸ τω̃ν ἀθεμίτων ὑείων κρεω̃ν ἐφάπτεσθαι μάστιξιν καὶ νευραι̃ς αἰκιζομένους

7:2 εἱ̃ς δὲ αὐτω̃ν γενόμενος προήγορος οὕτως ἔφη τί μέλλεις ἐρωτα̃ν καὶ μανθάνειν ἡμω̃ν ἕτοιμοι γὰρ ἀποθνή̨σκειν ἐσμὲν ἢ παραβαίνειν τοὺς πατρίους νόμους

7:3 ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς προσέταξεν τήγανα καὶ λέβητας ἐκπυρου̃ν

7:4 τω̃ν δὲ παραχρη̃μα ἐκπυρωθέντων τὸν γενόμενον αὐτω̃ν προήγορον προσέταξεν γλωσσοτομει̃ν καὶ περισκυθίσαντας ἀκρωτηριάζειν τω̃ν λοιπω̃ν ἀδελφω̃ν καὶ τη̃ς μητρὸς συνορώντων

7:5 ἄχρηστον δὲ αὐτὸν τοι̃ς ὅλοις γενόμενον ἐκέλευσεν τη̨̃ πυρα̨̃ προσάγειν ἔμπνουν καὶ τηγανίζειν τη̃ς δὲ ἀτμίδος ἐφ' ἱκανὸν διαδιδούσης του̃ τηγάνου ἀλλήλους παρεκάλουν σὺν τη̨̃ μητρὶ γενναίως τελευτα̃ν λέγοντες οὕτως

7:6 ὁ κύριος ὁ θεὸς ἐφορα̨̃ καὶ ται̃ς ἀληθείαις ἐφ' ἡμι̃ν παρακαλει̃ται καθάπερ διὰ τη̃ς κατὰ πρόσωπον ἀντιμαρτυρούσης ὠ̨δη̃ς διεσάφησεν Μωυση̃ς λέγων καὶ ἐπὶ τοι̃ς δούλοις αὐτου̃ παρακληθήσεται

7:7 μεταλλάξαντος δὲ του̃ πρώτου τὸν τρόπον του̃τον τὸν δεύτερον ἠ̃γον ἐπὶ τὸν ἐμπαιγμὸν καὶ τὸ τη̃ς κεφαλη̃ς δέρμα σὺν ται̃ς θριξὶν περισύραντες ἐπηρώτων εἰ φάγεσαι πρὸ του̃ τιμωρηθη̃ναι τὸ σω̃μα κατὰ μέλος

7:8 ὁ δὲ ἀποκριθεὶς τη̨̃ πατρίω̨ φωνη̨̃ προσει̃πεν οὐχί διόπερ καὶ οὑ̃τος τὴν ἑξη̃ς ἔλαβεν βάσανον ὡς ὁ πρω̃τος

7:9 ἐν ἐσχάτη̨ δὲ πνοη̨̃ γενόμενος εἰ̃πεν σὺ μέν ἀλάστωρ ἐκ του̃ παρόντος ἡμα̃ς ζη̃ν ἀπολύεις ὁ δὲ του̃ κόσμου βασιλεὺς ἀποθανόντας ἡμα̃ς ὑπὲρ τω̃ν αὐτου̃ νόμων εἰς αἰώνιον ἀναβίωσιν ζωη̃ς ἡμα̃ς ἀναστήσει

7:10 μετὰ δὲ του̃τον ὁ τρίτος ἐνεπαίζετο καὶ τὴν γλω̃σσαν αἰτηθεὶς ταχέως προέβαλεν καὶ τὰς χει̃ρας εὐθαρσω̃ς προέτεινεν

7:11 καὶ γενναίως εἰ̃πεν ἐξ οὐρανου̃ ταυ̃τα κέκτημαι καὶ διὰ τοὺς αὐτου̃ νόμους ὑπερορω̃ ταυ̃τα καὶ παρ' αὐτου̃ ταυ̃τα πάλιν ἐλπίζω κομίσασθαι

7:12 ὥστε αὐτὸν τὸν βασιλέα καὶ τοὺς σὺν αὐτω̨̃ ἐκπλήσσεσθαι τὴν του̃ νεανίσκου ψυχήν ὡς ἐν οὐδενὶ τὰς ἀλγηδόνας ἐτίθετο

7:13 καὶ τούτου δὲ μεταλλάξαντος τὸν τέταρτον ὡσαύτως ἐβασάνιζον αἰκιζόμενοι

7:14 καὶ γενόμενος πρὸς τὸ τελευτα̃ν οὕτως ἔφη αἱρετὸν μεταλλάσσοντας ὑπ' ἀνθρώπων τὰς ὑπὸ του̃ θεου̃ προσδοκα̃ν ἐλπίδας πάλιν ἀναστήσεσθαι ὑπ' αὐτου̃ σοὶ μὲν γὰρ ἀνάστασις εἰς ζωὴν οὐκ ἔσται

7:15 ἐχομένως δὲ τὸν πέμπτον προσάγοντες ἠ̨κίζοντο

7:16 ὁ δὲ πρὸς αὐτὸν ἰδὼν εἰ̃πεν ἐξουσίαν ἐν ἀνθρώποις ἔχων φθαρτὸς ὢν ὃ θέλεις ποιει̃ς μὴ δόκει δὲ τὸ γένος ἡμω̃ν ὑπὸ του̃ θεου̃ καταλελει̃φθαι

7:17 σὺ δὲ καρτέρει καὶ θεώρει τὸ μεγαλει̃ον αὐτου̃ κράτος ὡς σὲ καὶ τὸ σπέρμα σου βασανιει̃

7:18 μετὰ δὲ του̃τον ἠ̃γον τὸν ἕκτον καὶ μέλλων ἀποθνή̨σκειν ἔφη μὴ πλανω̃ μάτην ἡμει̃ς γὰρ δι' ἑαυτοὺς ταυ̃τα πάσχομεν ἁμαρτόντες εἰς τὸν ἑαυτω̃ν θεόν ἄξια θαυμασμου̃ γέγονεν

7:19 σὺ δὲ μὴ νομίση̨ς ἀθω̨̃ος ἔσεσθαι θεομαχει̃ν ἐπιχειρήσας

7:20 ὑπεραγόντως δὲ ἡ μήτηρ θαυμαστὴ καὶ μνήμης ἀγαθη̃ς ἀξία ἥτις ἀπολλυμένους υἱοὺς ἑπτὰ συνορω̃σα μια̃ς ὑπὸ καιρὸν ἡμέρας εὐψύχως ἔφερεν διὰ τὰς ἐπὶ κύριον ἐλπίδας

7:21 ἕκαστον δὲ αὐτω̃ν παρεκάλει τη̨̃ πατρίω̨ φωνη̨̃ γενναίω̨ πεπληρωμένη φρονήματι καὶ τὸν θη̃λυν λογισμὸν ἄρσενι θυμω̨̃ διεγείρασα λέγουσα πρὸς αὐτούς

7:22 οὐκ οἰ̃δ' ὅπως εἰς τὴν ἐμὴν ἐφάνητε κοιλίαν οὐδὲ ἐγὼ τὸ πνευ̃μα καὶ τὴν ζωὴν ὑμι̃ν ἐχαρισάμην καὶ τὴν ἑκάστου στοιχείωσιν οὐκ ἐγὼ διερρύθμισα

7:23 τοιγαρου̃ν ὁ του̃ κόσμου κτίστης ὁ πλάσας ἀνθρώπου γένεσιν καὶ πάντων ἐξευρὼν γένεσιν καὶ τὸ πνευ̃μα καὶ τὴν ζωὴν ὑμι̃ν πάλιν ἀποδίδωσιν μετ' ἐλέους ὡς νυ̃ν ὑπερορα̃τε ἑαυτοὺς διὰ τοὺς αὐτου̃ νόμους

7:24 ὁ δὲ 'Αντίοχος οἰόμενος καταφρονει̃σθαι καὶ τὴν ὀνειδίζουσαν ὑφορώμενος φωνὴν ἔτι του̃ νεωτέρου περιόντος οὐ μόνον διὰ λόγων ἐποιει̃το τὴν παράκλησιν ἀλλὰ καὶ δι' ὅρκων ἐπίστου ἅμα πλουτιει̃ν καὶ μακαριστὸν ποιήσειν μεταθέμενον ἀπὸ τω̃ν πατρίων καὶ φίλον ἕξειν καὶ χρείας ἐμπιστεύσειν

7:25 του̃ δὲ νεανίου μηδαμω̃ς προσέχοντος προσκαλεσάμενος ὁ βασιλεὺς τὴν μητέρα παρή̨νει γενέσθαι του̃ μειρακίου σύμβουλον ἐπὶ σωτηρία̨

7:26 πολλὰ δὲ αὐτου̃ παραινέσαντος ἐπεδέξατο πείσειν τὸν υἱόν

7:27 προσκύψασα δὲ αὐτω̨̃ χλευάσασα τὸν ὠμὸν τύραννον οὕτως ἔφησεν τη̨̃ πατρίω̨ φωνη̨̃ υἱέ ἐλέησόν με τὴν ἐν γαστρὶ περιενέγκασάν σε μη̃νας ἐννέα καὶ θηλάσασάν σε ἔτη τρία καὶ ἐκθρέψασάν σε καὶ ἀγαγου̃σαν εἰς τὴν ἡλικίαν ταύτην καὶ τροφοφορήσασαν

7:28 ἀξιω̃ σε τέκνον ἀναβλέψαντα εἰς τὸν οὐρανὸν καὶ τὴν γη̃ν καὶ τὰ ἐν αὐτοι̃ς πάντα ἰδόντα γνω̃ναι ὅτι οὐκ ἐξ ὄντων ἐποίησεν αὐτὰ ὁ θεός καὶ τὸ τω̃ν ἀνθρώπων γένος οὕτω γίνεται

7:29 μὴ φοβηθη̨̃ς τὸν δήμιον του̃τον ἀλλὰ τω̃ν ἀδελφω̃ν ἄξιος γενόμενος ἐπίδεξαι τὸν θάνατον ἵνα ἐν τω̨̃ ἐλέει σὺν τοι̃ς ἀδελφοι̃ς σου κομίσωμαί σε

7:30 ἔτι δὲ ταύτης καταληγούσης ὁ νεανίας εἰ̃πεν τίνα μένετε οὐχ ὑπακούω του̃ προστάγματος του̃ βασιλέως του̃ δὲ προστάγματος ἀκούω του̃ νόμου του̃ δοθέντος τοι̃ς πατράσιν ἡμω̃ν διὰ Μωυσέως

7:31 σὺ δὲ πάσης κακίας εὑρετὴς γενόμενος εἰς τοὺς Εβραίους οὐ μὴ διαφύγη̨ς τὰς χει̃ρας του̃ θεου̃

7:32 ἡμει̃ς γὰρ διὰ τὰς ἑαυτω̃ν ἁμαρτίας πάσχομεν

7:33 εἰ δὲ χάριν ἐπιπλήξεως καὶ παιδείας ὁ ζω̃ν κύριος ἡμω̃ν βραχέως ἐπώργισται καὶ πάλιν καταλλαγήσεται τοι̃ς ἑαυτου̃ δούλοις

7:34 σὺ δέ ὠ̃ ἀνόσιε καὶ πάντων ἀνθρώπων μιαρώτατε μὴ μάτην μετεωρίζου φρυαττόμενος ἀδήλοις ἐλπίσιν ἐπὶ τοὺς οὐρανίους παι̃δας ἐπαιρόμενος χει̃ρα

7:35 οὔπω γὰρ τὴν του̃ παντοκράτορος ἐπόπτου θεου̃ κρίσιν ἐκπέφευγας

7:36 οἱ μὲν γὰρ νυ̃ν ἡμέτεροι ἀδελφοὶ βραχὺν ὑπενέγκαντες πόνον ἀενάου ζωη̃ς ὑπὸ διαθήκην θεου̃ πεπτώκασιν σὺ δὲ τη̨̃ του̃ θεου̃ κρίσει δίκαια τὰ πρόστιμα τη̃ς ὑπερηφανίας ἀποίση̨

7:37 ἐγὼ δέ καθάπερ οἱ ἀδελφοί καὶ σω̃μα καὶ ψυχὴν προδίδωμι περὶ τω̃ν πατρίων νόμων ἐπικαλούμενος τὸν θεὸν ἵλεως ταχὺ τω̨̃ ἔθνει γενέσθαι καὶ σὲ μετὰ ἐτασμω̃ν καὶ μαστίγων ἐξομολογήσασθαι διότι μόνος αὐτὸς θεός ἐστιν

7:38 ἐν ἐμοὶ δὲ καὶ τοι̃ς ἀδελφοι̃ς μου στη̃σαι τὴν του̃ παντοκράτορος ὀργὴν τὴν ἐπὶ τὸ σύμπαν ἡμω̃ν γένος δικαίως ἐπηγμένην

7:39 ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς τούτω̨ παρὰ τοὺς ἄλλους χειρίστως ἀπήντησεν πικρω̃ς φέρων ἐπὶ τω̨̃ μυκτηρισμω̨̃

7:40 καὶ οὑ̃τος οὐ̃ν καθαρὸς μετήλλαξεν παντελω̃ς ἐπὶ τω̨̃ κυρίω̨ πεποιθώς

7:41 ἐσχάτη δὲ τω̃ν υἱω̃ν ἡ μήτηρ ἐτελεύτησεν

7:42 τὰ μὲν οὐ̃ν περὶ τοὺς σπλαγχνισμοὺς καὶ τὰς ὑπερβαλλούσας αἰκίας ἐπὶ τοσου̃τον δεδηλώσθω

8:1 Ιουδας δὲ ὁ καὶ Μακκαβαι̃ος καὶ οἱ σὺν αὐτω̨̃ παρεισπορευόμενοι λεληθότως εἰς τὰς κώμας προσεκαλου̃ντο τοὺς συγγενει̃ς καὶ τοὺς μεμενηκότας ἐν τω̨̃ Ιουδαϊσμω̨̃ προσλαμβανόμενοι συνήγαγον εἰς ἑξακισχιλίους

8:2 καὶ ἐπεκαλου̃ντο τὸν κύριον ἐπιδει̃ν τὸν ὑπὸ πάντων καταπατούμενον λαόν οἰκτι̃ραι δὲ καὶ τὸν ναὸν τὸν ὑπὸ τω̃ν ἀσεβω̃ν ἀνθρώπων βεβηλωθέντα

8:3 ἐλεη̃σαι δὲ καὶ τὴν καταφθειρομένην πόλιν καὶ μέλλουσαν ἰσόπεδον γίνεσθαι καὶ τω̃ν καταβοώντων πρὸς αὐτὸν αἱμάτων εἰσακου̃σαι

8:4 μνησθη̃ναι δὲ καὶ τη̃ς τω̃ν ἀναμαρτήτων νηπίων παρανόμου ἀπωλείας καὶ περὶ τω̃ν γενομένων εἰς τὸ ὄνομα αὐτου̃ βλασφημιω̃ν καὶ μισοπονηρη̃σαι

8:5 γενόμενος δὲ ὁ Μακκαβαι̃ος ἐν συστέματι ἀνυπόστατος ἤδη τοι̃ς ἔθνεσιν ἐγίνετο τη̃ς ὀργη̃ς του̃ κυρίου εἰς ἔλεον τραπείσης

8:6 πόλεις δὲ καὶ κώμας ἀπροσδοκήτως ἐρχόμενος ἐνεπίμπρα καὶ τοὺς ἐπικαίρους τόπους ἀπολαμβάνων οὐκ ὀλίγους τω̃ν πολεμίων τροπούμενος

8:7 μάλιστα τὰς νύκτας πρὸς τὰς τοιαύτας ἐπιβολὰς συνεργοὺς ἐλάμβανεν καὶ λαλιὰ τη̃ς εὐανδρίας αὐτου̃ διηχει̃το πανταχη̃

8:8 συνορω̃ν δὲ ὁ Φίλιππος κατὰ μικρὸν εἰς προκοπὴν ἐρχόμενον τὸν ἄνδρα πυκνότερον δὲ ἐν ται̃ς εὐημερίαις προβαίνοντα πρὸς Πτολεμαι̃ον τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν ἔγραψεν ἐπιβοηθει̃ν τοι̃ς του̃ βασιλέως πράγμασιν

8:9 ὁ δὲ ταχέως προχειρισάμενος Νικάνορα τὸν του̃ Πατρόκλου τω̃ν πρώτων φίλων ἀπέστειλεν ὑποτάξας παμφύλων ἔθνη οὐκ ἐλάττους τω̃ν δισμυρίων τὸ σύμπαν τη̃ς Ιουδαίας ἐξα̃ραι γένος συνέστησεν δὲ αὐτω̨̃ καὶ Γοργίαν ἄνδρα στρατηγὸν καὶ ἐν πολεμικαι̃ς χρείαις πει̃ραν ἔχοντα

8:10 διεστήσατο δὲ ὁ Νικάνωρ τὸν φόρον τω̨̃ βασιλει̃ τοι̃ς 'Ρωμαίοις ὄντα ταλάντων δισχιλίων ἐκ τη̃ς τω̃ν Ιουδαίων αἰχμαλωσίας ἐκπληρώσειν

8:11 εὐθέως δὲ εἰς τὰς παραθαλασσίους πόλεις ἀπέστειλεν προκαλούμενος ἐπ' ἀγορασμὸν Ιουδαίων σωμάτων ὑπισχνούμενος ἐνενήκοντα σώματα ταλάντου παραχωρήσειν οὐ προσδεχόμενος τὴν παρὰ του̃ παντοκράτορος μέλλουσαν παρακολουθήσειν ἐπ' αὐτω̨̃ δίκην

8:12 τω̨̃ δὲ Ιουδα προσέπεσεν περὶ τη̃ς του̃ Νικάνορος ἐφόδου καὶ μεταδόντος τοι̃ς σὺν αὐτω̨̃ τὴν παρουσίαν του̃ στρατοπέδου

8:13 οἱ δειλανδρου̃ντες καὶ ἀπιστου̃ντες τὴν του̃ θεου̃ δίκην διεδίδρασκον ἑαυτοὺς καὶ ἐξετόπιζον

8:14 οἱ δὲ τὰ περιλελειμμένα πάντα ἐπώλουν ὁμου̃ δὲ τὸν κύριον ἠξίουν ῥύσασθαι τοὺς ὑπὸ του̃ δυσσεβου̃ς Νικάνορος πρὶν συντυχει̃ν πεπραμένους

8:15 καὶ εἰ μὴ δι' αὐτούς ἀλλὰ διὰ τὰς πρὸς τοὺς πατέρας αὐτω̃ν διαθήκας καὶ ἕνεκα τη̃ς ἐπ' αὐτοὺς ἐπικλήσεως του̃ σεμνου̃ καὶ μεγαλοπρεπου̃ς ὀνόματος αὐτου̃

8:16 συναγαγὼν δὲ ὁ Μακκαβαι̃ος τοὺς περὶ αὐτὸν ὄντας ἀριθμὸν ἑξακισχιλίους παρεκάλει μὴ καταπλαγη̃ναι τοι̃ς πολεμίοις μηδὲ εὐλαβει̃σθαι τὴν τω̃ν ἀδίκως παραγινομένων ἐπ' αὐτοὺς ἐθνω̃ν πολυπλήθειαν ἀγωνίσασθαι δὲ γενναίως

8:17 πρὸ ὀφθαλμω̃ν λαβόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόπον συντετελεσμένην ὑπ' αὐτω̃ν ὕβριν καὶ τὸν τη̃ς ἐμπεπαιγμένης πόλεως αἰκισμόν ἔτι δὲ τὴν τη̃ς προγονικη̃ς πολιτείας κατάλυσιν

8:18 οἱ μὲν γὰρ ὅπλοις πεποίθασιν ἅμα καὶ τόλμαις ἔφησεν ἡμει̃ς δὲ ἐπὶ τω̨̃ παντοκράτορι θεω̨̃ δυναμένω̨ καὶ τοὺς ἐρχομένους ἐφ' ἡμα̃ς καὶ τὸν ὅλον κόσμον ἑνὶ νεύματι καταβαλει̃ν πεποίθαμεν

8:19 προσαναλεξάμενος δὲ αὐτοι̃ς καὶ τὰς ἐπὶ τω̃ν προγόνων γενομένας ἀντιλήμψεις καὶ τὴν ἐπὶ Σενναχηριμ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ὡς ἀπώλοντο

8:20 καὶ τὴν ἐν τη̨̃ Βαβυλωνία̨ τὴν πρὸς τοὺς Γαλάτας παράταξιν γενομένην ὡς οἱ πάντες ἐπὶ τὴν χρείαν ἠ̃λθον ὀκτακισχίλιοι σὺν Μακεδόσιν τετρακισχιλίοις τω̃ν Μακεδόνων ἀπορουμένων οἱ ὀκτακισχίλιοι τὰς δώδεκα μυριάδας ἀπώλεσαν διὰ τὴν γινομένην αὐτοι̃ς ἀπ' οὐρανου̃ βοήθειαν καὶ ὠφέλειαν πολλὴν ἔλαβον

8:21 ἐφ' οἱ̃ς εὐθαρσει̃ς αὐτοὺς παραστήσας καὶ ἑτοίμους ὑπὲρ τω̃ν νόμων καὶ τη̃ς πατρίδος ἀποθνή̨σκειν τετραμερές τι τὸ στράτευμα ἐποίησεν

8:22 τάξας καὶ τοὺς ἀδελφοὺς αὐτου̃ προηγουμένους ἑκατέρας τάξεως Σιμωνα καὶ Ιωσηπον καὶ Ιωναθην ὑποτάξας ἑκάστω̨ χιλίους πρὸς τοι̃ς πεντακοσίοις

8:23 ἔτι δὲ καὶ Ελεαζαρον παραναγνοὺς τὴν ἱερὰν βίβλον καὶ δοὺς σύνθημα θεου̃ βοηθείας τη̃ς πρώτης σπείρας αὐτὸς προηγούμενος συνέβαλε τω̨̃ Νικάνορι

8:24 γενομένου δὲ αὐτοι̃ς του̃ παντοκράτορος συμμάχου κατέσφαξαν τω̃ν πολεμίων ὑπὲρ τοὺς ἐνακισχιλίους τραυματίας δὲ καὶ τοι̃ς μέλεσιν ἀναπείρους τὸ πλει̃ον μέρος τη̃ς του̃ Νικάνορος στρατια̃ς ἐποίησαν πάντας δὲ φυγει̃ν ἠνάγκασαν

8:25 τὰ δὲ χρήματα τω̃ν παραγεγονότων ἐπὶ τὸν ἀγορασμὸν αὐτω̃ν ἔλαβον συνδιώξαντες δὲ αὐτοὺς ἐφ' ἱκανὸν ἀνέλυσαν ὑπὸ τη̃ς ὥρας συγκλειόμενοι

8:26 ἠ̃ν γὰρ ἡ πρὸ του̃ σαββάτου δι' ἣν αἰτίαν οὐκ ἐμακροτόνησαν κατατρέχοντες αὐτούς

8:27 ὁπλολογήσαντες δὲ αὐτοὺς καὶ τὰ σκυ̃λα ἐκδύσαντες τω̃ν πολεμίων περὶ τὸ σάββατον ἐγίνοντο περισσω̃ς εὐλογου̃ντες καὶ ἐξομολογούμενοι τω̨̃ κυρίω̨ τω̨̃ διασώσαντι εἰς τὴν ἡμέραν ταύτην ἀρχὴν ἐλέους τάξαντος αὐτοι̃ς

8:28 μετὰ δὲ τὸ σάββατον τοι̃ς ἠ̨κισμένοις καὶ ται̃ς χήραις καὶ ὀρφανοι̃ς μερίσαντες ἀπὸ τω̃ν σκύλων τὰ λοιπὰ αὐτοὶ καὶ τὰ παιδία διεμερίσαντο

8:29 ταυ̃τα δὲ διαπραξάμενοι καὶ κοινὴν ἱκετείαν ποιησάμενοι τὸν ἐλεήμονα κύριον ἠξίουν εἰς τέλος καταλλαγη̃ναι τοι̃ς αὑτου̃ δούλοις

8:30 καὶ τοι̃ς περὶ Τιμόθεον καὶ Βακχίδην συνερίσαντες ὑπὲρ τοὺς δισμυρίους αὐτω̃ν ἀνει̃λον καὶ ὀχυρωμάτων ὑψηλω̃ν εὐ̃ μάλα ἐγκρατει̃ς ἐγένοντο καὶ λάφυρα πλείονα ἐμερίσαντο ἰσομοίρους αὑτοι̃ς καὶ τοι̃ς ἠ̨κισμένοις καὶ ὀρφανοι̃ς καὶ χήραις ἔτι δὲ καὶ πρεσβυτέροις ποιήσαντες

8:31 ὁπλολογήσαντες δὲ αὑτοὺς ἐπιμελω̃ς πάντα συνέθηκαν εἰς τοὺς ἐπικαίρους τόπους τὰ δὲ λοιπὰ τω̃ν σκύλων ἤνεγκαν εἰς Ιεροσόλυμα

8:32 τὸν δὲ φυλάρχην τω̃ν περὶ Τιμόθεον ἀνει̃λον ἀνοσιώτατον ἄνδρα καὶ πολλὰ τοὺς Ιουδαίους ἐπιλελυπηκότα

8:33 ἐπινίκια δὲ ἄγοντες ἐν τη̨̃ πατρίδι τοὺς ἐμπρήσαντας τοὺς ἱεροὺς πυλω̃νας καὶ Καλλισθένην ὑφη̃ψαν εἰς ἓν οἰκίδιον πεφευγότα καὶ τὸν ἄξιον τη̃ς δυσσεβείας ἐκομίσατο μισθόν

8:34 ὁ δὲ τρισαλιτήριος Νικάνωρ ὁ τοὺς χιλίους ἐμπόρους ἐπὶ τὴν πρα̃σιν τω̃ν Ιουδαίων ἀγαγὼν

8:35 ταπεινωθεὶς ὑπὸ τω̃ν κατ' αὐτὸν νομιζομένων ἐλαχίστων εἰ̃ναι τη̨̃ του̃ κυρίου βοηθεία̨ τὴν δοξικὴν ἀποθέμενος ἐσθη̃τα διὰ τη̃ς μεσογείου δραπέτου τρόπον ἔρημον ἑαυτὸν ποιήσας ἡ̃κεν εἰς 'Αντιόχειαν ὑπὲρ ἅπαν εὐημερηκὼς ἐπὶ τη̨̃ του̃ στρατου̃ διαφθορα̨̃

8:36 καὶ ὁ τοι̃ς 'Ρωμαίοις ἀναδεξάμενος φόρον ἀπὸ τη̃ς τω̃ν ἐν Ιεροσολύμοις αἰχμαλωσίας κατορθώσασθαι κατήγγελλεν ὑπέρμαχον ἔχειν τοὺς Ιουδαίους καὶ διὰ τὸν τρόπον του̃τον ἀτρώτους εἰ̃ναι τοὺς Ιουδαίους διὰ τὸ ἀκολουθει̃ν τοι̃ς ὑπ' αὐτου̃ προτεταγμένοις νόμοις

9:1 περὶ δὲ τὸν καιρὸν ἐκει̃νον ἐτύγχανεν 'Αντίοχος ἀναλελυκὼς ἀκόσμως ἐκ τω̃ν περὶ τὴν Περσίδα τόπων

9:2 εἰσεληλύθει γὰρ εἰς τὴν λεγομένην Περσέπολιν καὶ ἐπεχείρησεν ἱεροσυλει̃ν καὶ τὴν πόλιν συνέχειν διὸ δὴ τω̃ν πληθω̃ν ὁρμησάντων ἐπὶ τὴν τω̃ν ὅπλων βοήθειαν ἐτράπησαν καὶ συνέβη τροπωθέντα τὸν 'Αντίοχον ὑπὸ τω̃ν ἐγχωρίων ἀσχήμονα τὴν ἀναζυγὴν ποιήσασθαι

9:3 ὄντι δὲ αὐτω̨̃ κατ' 'Εκβάτανα προσέπεσεν τὰ κατὰ Νικάνορα καὶ τοὺς περὶ Τιμόθεον γεγονότα

9:4 ἐπαρθεὶς δὲ τω̨̃ θυμω̨̃ ὤ̨ετο καὶ τὴν τω̃ν πεφυγαδευκότων αὐτὸν κακίαν εἰς τοὺς Ιουδαίους ἐναπερείσασθαι διὸ συνέταξεν τὸν ἁρματηλάτην ἀδιαλείπτως ἐλαύνοντα κατανύειν τὴν πορείαν τη̃ς ἐξ οὐρανου̃ δὴ κρίσεως συνούσης αὐτω̨̃ οὕτως γὰρ ὑπερηφάνως εἰ̃πεν πολυάνδριον Ιουδαίων Ιεροσόλυμα ποιήσω παραγενόμενος ἐκει̃

9:5 ὁ δὲ παντεπόπτης κύριος ὁ θεὸς του̃ Ισραηλ ἐπάταξεν αὐτὸν ἀνιάτω̨ καὶ ἀοράτω̨ πληγη̨̃ ἄρτι δὲ αὐτου̃ καταλήξαντος τὸν λόγον ἔλαβεν αὐτὸν ἀνήκεστος τω̃ν σπλάγχνων ἀλγηδὼν καὶ πικραὶ τω̃ν ἔνδον βάσανοι

9:6 πάνυ δικαίως τὸν πολλαι̃ς καὶ ξενιζούσαις συμφοραι̃ς ἑτέρων σπλάγχνα βασανίσαντα

9:7 ὁ δ' οὐδαμω̃ς τη̃ς ἀγερωχίας ἔληγεν ἔτι δὲ καὶ τη̃ς ὑπερηφανίας ἐπεπλήρωτο πυ̃ρ πνέων τοι̃ς θυμοι̃ς ἐπὶ τοὺς Ιουδαίους καὶ κελεύων ἐποξύνειν τὴν πορείαν συνέβη δὲ καὶ πεσει̃ν αὐτὸν ἀπὸ του̃ ἅρματος φερομένου ῥοίζω̨ καὶ δυσχερει̃ πτώματι περιπεσόντα πάντα τὰ μέλη του̃ σώματος ἀποστρεβλου̃σθαι

9:8 ὁ δ' ἄρτι δοκω̃ν τοι̃ς τη̃ς θαλάσσης κύμασιν ἐπιτάσσειν διὰ τὴν ὑπὲρ ἄνθρωπον ἀλαζονείαν καὶ πλάστιγγι τὰ τω̃ν ὀρέων οἰόμενος ὕψη στήσειν κατὰ γη̃ν γενόμενος ἐν φορείω̨ παρεκομίζετο φανερὰν του̃ θεου̃ πα̃σιν τὴν δύναμιν ἐνδεικνύμενος

9:9 ὥστε καὶ ἐκ του̃ σώματος του̃ δυσσεβου̃ς σκώληκας ἀναζει̃ν καὶ ζω̃ντος ἐν ὀδύναις καὶ ἀλγηδόσιν τὰς σάρκας αὐτου̃ διαπίπτειν ὑπὸ δὲ τη̃ς ὀσμη̃ς αὐτου̃ πα̃ν τὸ στρατόπεδον βαρύνεσθαι τὴν σαπρίαν

9:10 καὶ τὸν μικρω̨̃ πρότερον τω̃ν οὐρανίων ἄστρων ἅπτεσθαι δοκου̃ντα παρακομίζειν οὐδεὶς ἐδύνατο διὰ τὸ τη̃ς ὀσμη̃ς ἀφόρητον βάρος

9:11 ἐνταυ̃θα οὐ̃ν ἤρξατο τὸ πολὺ τη̃ς ὑπερηφανίας λήγειν τεθραυσμένος καὶ εἰς ἐπίγνωσιν ἔρχεσθαι θεία̨ μάστιγι κατὰ στιγμὴν ἐπιτεινόμενος ται̃ς ἀλγηδόσιν

9:12 καὶ μηδὲ τη̃ς ὀσμη̃ς αὐτου̃ δυνάμενος ἀνέχεσθαι ταυ̃τ' ἔφη δίκαιον ὑποτάσσεσθαι τω̨̃ θεω̨̃ καὶ μὴ θνητὸν ὄντα ἰσόθεα φρονει̃ν

9:13 ηὔχετο δὲ ὁ μιαρὸς πρὸς τὸν οὐκέτι αὐτὸν ἐλεήσοντα δεσπότην οὕτως λέγων

9:14 τὴν μὲν ἁγίαν πόλιν ἣν σπεύδων παρεγίνετο ἰσόπεδον ποιη̃σαι καὶ πολυάνδριον οἰκοδομη̃σαι ἐλευθέραν ἀναδει̃ξαι

9:15 τοὺς δὲ Ιουδαίους οὓς διεγνώκει μηδὲ ταφη̃ς ἀξιω̃σαι οἰωνοβρώτους δὲ σὺν τοι̃ς νηπίοις ἐκρίψειν θηρίοις πάντας αὐτοὺς ἴσους 'Αθηναίοις ποιήσειν

9:16 ὃν δὲ πρότερον ἐσκύλευσεν ἅγιον νεὼ καλλίστοις ἀναθήμασιν κοσμήσειν καὶ τὰ ἱερὰ σκεύη πολυπλάσια πάντα ἀποδώσειν τὰς δὲ ἐπιβαλλούσας πρὸς τὰς θυσίας συντάξεις ἐκ τω̃ν ἰδίων προσόδων χορηγήσειν

9:17 πρὸς δὲ τούτοις καὶ Ιουδαι̃ον ἔσεσθαι καὶ πάντα τόπον οἰκητὸν ἐπελεύσεσθαι καταγγέλλοντα τὸ του̃ θεου̃ κράτος

9:18 οὐδαμω̃ς δὲ ληγόντων τω̃ν πόνων ἐπεληλύθει γὰρ ἐπ' αὐτὸν δικαία ἡ του̃ θεου̃ κρίσις τὰ κατ' αὐτὸν ἀπελπίσας ἔγραψεν πρὸς τοὺς Ιουδαίους τὴν ὑπογεγραμμένην ἐπιστολὴν ἱκετηρίας τάξιν ἔχουσαν περιέχουσαν δὲ οὕτως

9:19 τοι̃ς χρηστοι̃ς Ιουδαίοις τοι̃ς πολίταις πολλὰ χαίρειν καὶ ὑγιαίνειν καὶ εὐ̃ πράττειν βασιλεὺς καὶ στρατηγὸς 'Αντίοχος

9:20 εἰ ἔρρωσθε καὶ τὰ τέκνα καὶ τὰ ἴδια κατὰ γνώμην ἐστὶν ὑμι̃ν εἰς οὐρανὸν τὴν ἐλπίδα ἔχων

9:21 ὑμω̃ν τὴν τιμὴν καὶ τὴν εὔνοιαν ἐμνημόνευον φιλοστόργως ἐπανάγων ἐκ τω̃ν κατὰ τὴν Περσίδα τόπων καὶ περιπεσὼν ἀσθενεία̨ δυσχέρειαν ἐχούση̨ ἀναγκαι̃ον ἡγησάμην φροντίσαι τη̃ς κοινη̃ς πάντων ἀσφαλείας

9:22 οὐκ ἀπογινώσκων τὰ κατ' ἐμαυτόν ἀλλὰ ἔχων πολλὴν ἐλπίδα ἐκφεύξεσθαι τὴν ἀσθένειαν

9:23 θεωρω̃ν δὲ ὅτι καὶ ὁ πατήρ καθ' οὓς καιροὺς εἰς τοὺς ἄνω τόπους ἐστρατοπέδευσεν ἀνέδειξεν τὸν διαδεξάμενον

9:24 ὅπως ἐάν τι παράδοξον ἀποβαίνη̨ ἢ καὶ προσαγγελθη̨̃ τι δυσχερές εἰδότες οἱ κατὰ τὴν χώραν ὡ̨̃ καταλέλειπται τὰ πράγματα μὴ ἐπιταράσσωνται

9:25 πρὸς δὲ τούτοις κατανοω̃ν τοὺς παρακειμένους δυνάστας καὶ γειτνιω̃ντας τη̨̃ βασιλεία̨ τοι̃ς καιροι̃ς ἐπέχοντας καὶ προσδοκω̃ντας τὸ ἀποβησόμενον ἀναδέδειχα τὸν υἱὸν 'Αντίοχον βασιλέα ὃν πολλάκις ἀνατρέχων εἰς τὰς ἐπάνω σατραπείας τοι̃ς πλείστοις ὑμω̃ν παρεκατετιθέμην καὶ συνίστων γέγραφα δὲ πρὸς αὐτὸν τὰ ὑπογεγραμμένα

9:26 παρακαλω̃ οὐ̃ν ὑμα̃ς καὶ ἀξιω̃ μεμνημένους τω̃ν εὐεργεσιω̃ν κοινη̨̃ καὶ κατ' ἰδίαν ἕκαστον συντηρει̃ν τὴν οὐ̃σαν εὔνοιαν εἰς ἐμὲ καὶ τὸν υἱόν

9:27 πέπεισμαι γὰρ αὐτὸν ἐπιεικω̃ς καὶ φιλανθρώπως παρακολουθου̃ντα τη̨̃ ἐμη̨̃ προαιρέσει συμπεριενεχθήσεσθαι ὑμι̃ν

9:28 ὁ μὲν οὐ̃ν ἀνδροφόνος καὶ βλάσφημος τὰ χείριστα παθών ὡς ἑτέρους διέθηκεν ἐπὶ ξένης ἐν τοι̃ς ὄρεσιν οἰκτίστω̨ μόρω̨ κατέστρεψεν τὸν βίον

9:29 παρεκομίζετο δὲ τὸ σω̃μα Φίλιππος ὁ σύντροφος αὐτου̃ ὃς καὶ διευλαβηθεὶς τὸν υἱὸν 'Αντιόχου πρὸς Πτολεμαι̃ον τὸν Φιλομήτορα εἰς Αἴγυπτον διεκομίσθη

10:1 Μακκαβαι̃ος δὲ καὶ οἱ σὺν αὐτω̨̃ του̃ κυρίου προάγοντος αὐτοὺς τὸ μὲν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν

10:2 τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τω̃ν ἀλλοφύλων δεδημιουργημένους ἔτι δὲ τεμένη καθει̃λαν

10:3 καὶ τὸν νεὼ καθαρίσαντες ἕτερον θυσιαστήριον ἐποίησαν καὶ πυρώσαντες λίθους καὶ πυ̃ρ ἐκ τούτων λαβόντες ἀνήνεγκαν θυσίας μετὰ διετη̃ χρόνον καὶ θυμίαμα καὶ λύχνους καὶ τω̃ν ἄρτων τὴν πρόθεσιν ἐποιήσαντο

10:4 ταυ̃τα δὲ ποιήσαντες ἠξίωσαν τὸν κύριον πεσόντες ἐπὶ κοιλίαν μηκέτι περιπεσει̃ν τοιούτοις κακοι̃ς ἀλλ' ἐάν ποτε καὶ ἁμάρτωσιν ὑπ' αὐτου̃ μετὰ ἐπιεικείας παιδεύεσθαι καὶ μὴ βλασφήμοις καὶ βαρβάροις ἔθνεσιν παραδίδοσθαι

10:5 ἐν ἡ̨̃ δὲ ἡμέρα̨ ὁ νεὼς ὑπὸ ἀλλοφύλων ἐβεβηλώθη συνέβη κατὰ τὴν αὐτὴν ἡμέραν τὸν καθαρισμὸν γενέσθαι του̃ ναου̃ τη̨̃ πέμπτη̨ καὶ εἰκάδι του̃ αὐτου̃ μηνός ὅς ἐστιν Χασελευ

10:6 καὶ μετ' εὐφροσύνης ἠ̃γον ἡμέρας ὀκτὼ σκηνωμάτων τρόπον μνημονεύοντες ὡς πρὸ μικρου̃ χρόνου τὴν τω̃ν σκηνω̃ν ἑορτὴν ἐν τοι̃ς ὄρεσιν καὶ ἐν τοι̃ς σπηλαίοις θηρίων τρόπον ἠ̃σαν νεμόμενοι

10:7 διὸ θύρσους καὶ κλάδους ὡραίους ἔτι δὲ καὶ φοίνικας ἔχοντες ὕμνους ἀνέφερον τω̨̃ εὐοδώσαντι καθαρισθη̃ναι τὸν ἑαυτου̃ τόπον

10:8 ἐδογμάτισαν δὲ μετὰ κοινου̃ προστάγματος καὶ ψηφίσματος παντὶ τω̨̃ τω̃ν Ιουδαίων ἔθνει κατ' ἐνιαυτὸν ἄγειν τάσδε τὰς ἡμέρας

10:9 καὶ τὰ μὲν τη̃ς 'Αντιόχου του̃ προσαγορευθέντος 'Επιφανου̃ς τελευτη̃ς οὕτως εἰ̃χεν

10:10 νυνὶ δὲ τὰ κατὰ τὸν Εὐπάτορα 'Αντίοχον υἱὸν δὲ του̃ ἀσεβου̃ς γενόμενον δηλώσομεν αὐτὰ συντέμνοντες τὰ συνέχοντα τω̃ν πολέμων κακά

10:11 οὑ̃τος γὰρ παραλαβὼν τὴν βασιλείαν ἀνέδειξεν ἐπὶ τω̃ν πραγμάτων Λυσίαν τινά Κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν πρώταρχον

10:12 Πτολεμαι̃ος γὰρ ὁ καλούμενος Μάκρων τὸ δίκαιον συντηρει̃ν προηγούμενος πρὸς τοὺς Ιουδαίους διὰ τὴν γεγονυι̃αν εἰς αὐτοὺς ἀδικίαν ἐπειρα̃το τὰ πρὸς αὐτοὺς εἰρηνικω̃ς διεξάγειν

10:13 ὅθεν κατηγορούμενος ὑπὸ τω̃ν φίλων πρὸς τὸν Εὐπάτορα καὶ προδότης παρ' ἕκαστα ἀκούων διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ του̃ Φιλομήτορος ἐκλιπει̃ν καὶ πρὸς 'Αντίοχον τὸν 'Επιφανη̃ ἀναχωρη̃σαι μήτε εὐγενη̃ τὴν ἐξουσίαν εὐγενίσας φαρμακεύσας ἑαυτὸν ἐξέλιπεν τὸν βίον

10:14 Γοργίας δὲ γενόμενος στρατηγὸς τω̃ν τόπων ἐξενοτρόφει καὶ παρ' ἕκαστα πρὸς τοὺς Ιουδαίους ἐπολεμοτρόφει

10:15 ὁμου̃ δὲ τούτω̨ καὶ οἱ Ιδουμαι̃οι ἐγκρατει̃ς ἐπικαίρων ὀχυρωμάτων ὄντες ἐγύμναζον τοὺς Ιουδαίους καὶ τοὺς φυγαδεύσαντας ἀπὸ Ιεροσολύμων προσλαβόμενοι πολεμοτροφει̃ν ἐπεχείρουν

10:16 οἱ δὲ περὶ τὸν Μακκαβαι̃ον ποιησάμενοι λιτανείαν καὶ ἀξιώσαντες τὸν θεὸν σύμμαχον αὐτοι̃ς γενέσθαι ἐπὶ τὰ τω̃ν Ιδουμαίων ὀχυρώματα ὥρμησαν

10:17 οἱ̃ς καὶ προσβαλόντες εὐρώστως ἐγκρατει̃ς ἐγένοντο τω̃ν τόπων πάντας τε τοὺς ἐπὶ τω̨̃ τείχει μαχομένους ἠμύναντο κατέσφαζόν τε τοὺς ἐμπίπτοντας ἀνει̃λον δὲ οὐχ ἡ̃ττον τω̃ν δισμυρίων

10:18 συμφυγόντων δὲ οὐκ ἔλαττον τω̃ν ἐνακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὐ̃ μάλα καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας

10:19 ὁ Μακκαβαι̃ος εἰς ἐπείγοντας τόπους ἀπολιπὼν Σιμωνα καὶ Ιωσηπον ἔτι δὲ καὶ Ζακχαι̃ον καὶ τοὺς σὺν αὐτω̨̃ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν αὐτὸς ἐχωρίσθη

10:20 οἱ δὲ περὶ τὸν Σιμωνα φιλαργυρήσαντες ὑπό τινων τω̃ν ἐν τοι̃ς πύργοις ἐπείσθησαν ἀργυρίω̨ ἑπτάκις δὲ μυρίας δραχμὰς λαβόντες εἴασάν τινας διαρρυη̃ναι

10:21 προσαγγελέντος δὲ τω̨̃ Μακκαβαίω̨ περὶ του̃ γεγονότος συναγαγὼν τοὺς ἡγουμένους του̃ λαου̃ κατηγόρησεν ὡς ἀργυρίου πέπρακαν τοὺς ἀδελφοὺς τοὺς πολεμίους κατ' αὐτω̃ν ἀπολύσαντες

10:22 τούτους μὲν οὐ̃ν προδότας γενομένους ἀπέκτεινεν καὶ παραχρη̃μα τοὺς δύο πύργους κατελάβετο

10:23 τοι̃ς δὲ ὅπλοις τὰ πάντα ἐν ται̃ς χερσὶν εὐοδούμενος ἀπώλεσεν ἐν τοι̃ς δυσὶν ὀχυρώμασιν πλείους τω̃ν δισμυρίων

10:24 Τιμόθεος δὲ ὁ πρότερον ἡττηθεὶς ὑπὸ τω̃ν Ιουδαίων συναγαγὼν ξένας δυνάμεις παμπληθει̃ς καὶ τοὺς τη̃ς 'Ασίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους παρη̃ν ὡς δοριάλωτον λημψόμενος τὴν Ιουδαίαν

10:25 οἱ δὲ περὶ τὸν Μακκαβαι̃ον συνεγγίζοντος αὐτου̃ πρὸς ἱκετείαν του̃ θεου̃ γη̨̃ τὰς κεφαλὰς καταπάσαντες καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες

10:26 ἐπὶ τὴν ἀπέναντι του̃ θυσιαστηρίου κρηπι̃δα προσπεσόντες ἠξίουν ἵλεως αὐτοι̃ς γενόμενον ἐχθρευ̃σαι τοι̃ς ἐχθροι̃ς αὐτω̃ν καὶ ἀντικει̃σθαι τοι̃ς ἀντικειμένοις καθὼς ὁ νόμος διασαφει̃

10:27 γενόμενοι δὲ ἀπὸ τη̃ς δεήσεως ἀναλαβόντες τὰ ὅπλα προη̃γον ἀπὸ τη̃ς πόλεως ἐπὶ πλει̃ον συνεγγίσαντες δὲ τοι̃ς πολεμίοις ἐφ' ἑαυτω̃ν ἠ̃σαν

10:28 ἄρτι δὲ τη̃ς ἀνατολη̃ς διαχεομένης προσέβαλον ἑκάτεροι οἱ μὲν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετὰ ἀρετη̃ς τὴν ἐπὶ τὸν κύριον καταφυγήν οἱ δὲ καθηγεμόνα τω̃ν ἀγώνων ταττόμενοι τὸν θυμόν

10:29 γενομένης δὲ καρτερα̃ς μάχης ἐφάνησαν τοι̃ς ὑπεναντίοις ἐξ οὐρανου̃ ἐφ' ἵππων χρυσοχαλίνων ἄνδρες πέντε διαπρεπει̃ς καὶ ἀφηγούμενοι τω̃ν Ιουδαίων

10:30 οἳ καὶ τὸν Μακκαβαι̃ον μέσον λαβόντες καὶ σκεπάζοντες ται̃ς ἑαυτω̃ν πανοπλίαις ἄτρωτον διεφύλαττον εἰς δὲ τοὺς ὑπεναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξερρίπτουν διὸ συγχυθέντες ἀορασία̨ διεκόπτοντο ταραχη̃ς πεπληρωμένοι

10:31 κατεσφάγησαν δὲ δισμύριοι πρὸς τοι̃ς πεντακοσίοις ἱππει̃ς δὲ ἑξακόσιοι

10:32 αὐτὸς δὲ ὁ Τιμόθεος συνέφυγεν εἰς Γαζαρα λεγόμενον ὀχύρωμα εὐ̃ μάλα φρούριον στρατηγου̃ντος ἐκει̃ Χαιρεου

10:33 οἱ δὲ περὶ τὸν Μακκαβαι̃ον ἄσμενοι περιεκάθισαν τὸ φρούριον ἡμέρας τέσσαρας

10:34 οἱ δὲ ἔνδον τη̨̃ ἐρυμνότητι του̃ τόπου πεποιθότες ὑπεράγαν ἐβλασφήμουν καὶ λόγους ἀθεμίτους προΐεντο

10:35 ὑποφαινούσης δὲ τη̃ς πέμπτης ἡμέρας εἴκοσι νεανίαι τω̃ν περὶ τὸν Μακκαβαι̃ον πυρωθέντες τοι̃ς θυμοι̃ς διὰ τὰς βλασφημίας προσβαλόντες τω̨̃ τείχει ἀρρενωδω̃ς καὶ θηριώδει θυμω̨̃ τὸν ἐμπίπτοντα ἔκοπτον

10:36 ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τω̨̃ περισπασμω̨̃ πρὸς τοὺς ἔνδον ἐνεπίμπρων τοὺς πύργους καὶ πυρὰς ἀνάπτοντες ζω̃ντας τοὺς βλασφήμους κατέκαιον οἱ δὲ τὰς πύλας διέκοπτον εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν προκατελάβοντο τὴν πόλιν

10:37 καὶ τὸν Τιμόθεον ἀποκεκρυμμένον ἔν τινι λάκκω̨ κατέσφαξαν καὶ τὸν τούτου ἀδελφὸν Χαιρέαν καὶ τὸν 'Απολλοφάνην

10:38 ταυ̃τα δὲ διαπραξάμενοι μεθ' ὕμνων καὶ ἐξομολογήσεων εὐλόγουν τω̨̃ κυρίω̨ τω̨̃ μεγάλως εὐεργετου̃ντι τὸν Ισραηλ καὶ τὸ νι̃κος αὐτοι̃ς διδόντι

11:1 μετ' ὀλίγον δὲ παντελω̃ς χρονίσκον Λυσίας ἐπίτροπος του̃ βασιλέως καὶ συγγενὴς καὶ ἐπὶ τω̃ν πραγμάτων λίαν βαρέως φέρων ἐπὶ τοι̃ς γεγονόσι

11:2 συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον ἅπασαν παρεγίνετο ἐπὶ τοὺς Ιουδαίους λογιζόμενος τὴν μὲν πόλιν 'Έλλησιν οἰκητήριον ποιήσειν

11:3 τὸ δὲ ἱερὸν ἀργυρολόγητον καθὼς τὰ λοιπὰ τω̃ν ἐθνω̃ν τεμένη πρατὴν δὲ κατὰ ἔτος τὴν ἀρχιερωσύνην ποιήσειν

11:4 οὐδαμω̃ς ἐπιλογιζόμενος τὸ του̃ θεου̃ κράτος πεφρενωμένος δὲ ται̃ς μυριάσιν τω̃ν πεζω̃ν καὶ ται̃ς χιλιάσιν τω̃ν ἱππέων καὶ τοι̃ς ἐλέφασιν τοι̃ς ὀγδοήκοντα

11:5 εἰσελθὼν δὲ εἰς τὴν Ιουδαίαν καὶ συνεγγίσας Βαιθσουρα ὄντι μὲν ἐρυμνω̨̃ χωρίω̨ Ιεροσολύμων δὲ ἀπέχοντι ὡσεὶ σταδίους πέντε του̃το ἔθλιβεν

11:6 ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαι̃ον πολιορκου̃ντα αὐτὸν τὰ ὀχυρώματα μετὰ ὀδυρμω̃ν καὶ δακρύων ἱκέτευον σὺν τοι̃ς ὄχλοις τὸν κύριον ἀγαθὸν ἄγγελον ἀποστει̃λαι πρὸς σωτηρίαν τω̨̃ Ισραηλ

11:7 αὐτὸς δὲ πρω̃τος ὁ Μακκαβαι̃ος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους ἅμα αὐτω̨̃ διακινδυνεύοντας ἐπιβοηθει̃ν τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν ὁμου̃ δὲ καὶ προθύμως ἐξώρμησαν

11:8 αὐτόθι δὲ πρὸς τοι̃ς Ιεροσολύμοις ὄντων ἐφάνη προηγούμενος αὐτω̃ν ἔφιππος ἐν λευκη̨̃ ἐσθη̃τι πανοπλίαν χρυση̃ν κραδαίνων

11:9 ὁμου̃ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα θεὸν καὶ ἐπερρώσθησαν ται̃ς ψυχαι̃ς οὐ μόνον ἀνθρώπους θη̃ρας δὲ τοὺς ἀγριωτάτους καὶ σιδηρα̃ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι

11:10 προη̃γον ἐν διασκευη̨̃ τὸν ἀπ' οὐρανου̃ σύμμαχον ἔχοντες ἐλεήσαντος αὐτοὺς του̃ κυρίου

11:11 λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους κατέστρωσαν αὐτω̃ν χιλίους πρὸς τοι̃ς μυρίοις ἱππει̃ς δὲ ἑξακοσίους πρὸς τοι̃ς χιλίοις τοὺς δὲ πάντας ἠνάγκασαν φεύγειν

11:12 οἱ πλείονες δὲ αὐτω̃ν τραυματίαι γυμνοὶ διεσώθησαν καὶ αὐτὸς δὲ ὁ Λυσίας αἰσχρω̃ς φεύγων διεσώθη

11:13 οὐκ ἄνους δὲ ὑπάρχων πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ αὐτὸν ἐλάττωμα καὶ συννοήσας ἀνικήτους εἰ̃ναι τοὺς Εβραίους του̃ δυναμένου θεου̃ συμμαχου̃ντος αὐτοι̃ς

11:14 προσαποστείλας ἔπεισεν συλλύεσθαι ἐπὶ πα̃σι τοι̃ς δικαίοις καὶ διότι καὶ τὸν βασιλέα πείσει φίλον αὐτοι̃ς ἀναγκάζων γενέσθαι

11:15 ἐπένευσεν δὲ ὁ Μακκαβαι̃ος ἐπὶ πα̃σιν οἱ̃ς ὁ Λυσίας παρεκάλει του̃ συμφέροντος φροντίζων ὅσα γὰρ ὁ Μακκαβαι̃ος ἐπέδωκεν τω̨̃ Λυσία̨ διὰ γραπτω̃ν περὶ τω̃ν Ιουδαίων συνεχώρησεν ὁ βασιλεύς

11:16 ἠ̃σαν γὰρ αἱ γεγραμμέναι τοι̃ς Ιουδαίοις ἐπιστολαὶ παρὰ μὲν Λυσίου περιέχουσαι τὸν τρόπον του̃τον Λυσίας τω̨̃ πλήθει τω̃ν Ιουδαίων χαίρειν

11:17 Ιωαννης καὶ Αβεσσαλωμ οἱ πεμφθέντες παρ' ὑμω̃ν ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμὸν ἠξίουν περὶ τω̃ν δι' αὐτου̃ σημαινομένων

11:18 ὅσα μὲν οὐ̃ν ἔδει καὶ τω̨̃ βασιλει̃ προσενεχθη̃ναι διεσάφησα ἃ δὲ ἠ̃ν ἐνδεχόμενα συνεχώρησεν

11:19 ἐὰν μὲν οὐ̃ν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ἀγαθω̃ν γενέσθαι

11:20 ὑπὲρ δὲ τούτων καὶ τω̃ν κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοι̃ς παρ' ἐμου̃ διαλεχθη̃ναι ὑμι̃ν

11:21 ἔρρωσθε ἔτους ἑκατοστου̃ τεσσαρακοστου̃ ὀγδόου Διὸς Κορινθίου τετράδι καὶ εἰκάδι

11:22 ἡ δὲ του̃ βασιλέως ἐπιστολὴ περιει̃χεν οὕτως βασιλεὺς 'Αντίοχος τω̨̃ ἀδελφω̨̃ Λυσία̨ χαίρειν

11:23 του̃ πατρὸς ἡμω̃ν εἰς θεοὺς μεταστάντος βουλόμενοι τοὺς ἐκ τη̃ς βασιλείας ἀταράχους ὄντας γενέσθαι πρὸς τὴν τω̃ν ἰδίων ἐπιμέλειαν

11:24 ἀκηκοότες τοὺς Ιουδαίους μὴ συνευδοκου̃ντας τη̨̃ του̃ πατρὸς ἐπὶ τὰ 'Ελληνικὰ μεταθέσει ἀλλὰ τὴν ἑαυτω̃ν ἀγωγὴν αἱρετίζοντας ἀξιου̃ντας συγχωρηθη̃ναι αὐτοι̃ς τὰ νόμιμα

11:25 αἱρούμενοι οὐ̃ν καὶ του̃το τὸ ἔθνος ἐκτὸς ταραχη̃ς εἰ̃ναι κρίνομεν τό τε ἱερὸν ἀποκατασταθη̃ναι αὐτοι̃ς καὶ πολιτεύεσθαι κατὰ τὰ ἐπὶ τω̃ν προγόνων αὐτω̃ν ἔθη

11:26 εὐ̃ οὐ̃ν ποιήσεις διαπεμψάμενος πρὸς αὐτοὺς καὶ δοὺς δεξιάς ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν εὔθυμοί τε ὠ̃σιν καὶ ἡδέως διαγίνωνται πρὸς τη̨̃ τω̃ν ἰδίων ἀντιλήμψει

11:27 πρὸς δὲ τὸ ἔθνος ἡ του̃ βασιλέως ἐπιστολὴ τοιάδε ἠ̃ν βασιλεὺς 'Αντίοχος τη̨̃ γερουσία̨ τω̃ν Ιουδαίων καὶ τοι̃ς ἄλλοις Ιουδαίοις χαίρειν

11:28 εἰ ἔρρωσθε εἴη ἂν ὡς βουλόμεθα καὶ αὐτοὶ δὲ ὑγιαίνομεν

11:29 ἐνεφάνισεν ἡμι̃ν Μενέλαος βούλεσθαι κατελθόντας ὑμα̃ς γίνεσθαι πρὸς τοι̃ς ἰδίοις

11:30 τοι̃ς οὐ̃ν καταπορευομένοις μέχρι τριακάδος Ξανθικου̃ ὑπάρξει δεξιὰ μετὰ τη̃ς ἀδείας

11:31 χρη̃σθαι τοὺς Ιουδαίους τοι̃ς ἑαυτω̃ν δαπανήμασιν καὶ νόμοις καθὰ καὶ τὸ πρότερον καὶ οὐδεὶς αὐτω̃ν κατ' οὐδένα τρόπον παρενοχληθήσεται περὶ τω̃ν ἠγνοημένων

11:32 πέπομφα δὲ καὶ τὸν Μενέλαον παρακαλέσοντα ὑμα̃ς

11:33 ἔρρωσθε ἔτους ἑκατοστου̃ τεσσαρακοστου̃ ὀγδόου Ξανθικου̃ πεντεκαιδεκάτη̨

11:34 ἔπεμψαν δὲ καὶ οἱ 'Ρωμαι̃οι πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως Κόιντος Μέμμιος Τίτος Μάνιος πρεσβυ̃ται 'Ρωμαίων τω̨̃ δήμω̨ τω̃ν Ιουδαίων χαίρειν

11:35 ὑπὲρ ὡ̃ν Λυσίας ὁ συγγενὴς του̃ βασιλέως συνεχώρησεν ὑμι̃ν καὶ ἡμει̃ς συνευδοκου̃μεν

11:36 ἃ δὲ ἔκρινεν προσανενεχθη̃ναι τω̨̃ βασιλει̃ πέμψατέ τινα παραχρη̃μα ἐπισκεψάμενοι περὶ τούτων ἵνα ἐκθω̃μεν ὡς καθήκει ὑμι̃ν ἡμει̃ς γὰρ προσάγομεν πρὸς 'Αντιόχειαν

11:37 διὸ σπεύσατε καὶ πέμψατέ τινας ὅπως καὶ ἡμει̃ς ἐπιγνω̃μεν ὁποίας ἐστὲ γνώμης

11:38 ὑγιαίνετε ἔτους ἑκατοστου̃ τεσσαρακοστου̃ ὀγδόου Ξανθικου̃ πεντεκαιδεκάτη̨

12:1 γενομένων δὲ τω̃ν συνθηκω̃ν τούτων ὁ μὲν Λυσίας ἀπή̨ει πρὸς τὸν βασιλέα οἱ δὲ Ιουδαι̃οι περὶ τὴν γεωργίαν ἐγίνοντο

12:2 τω̃ν δὲ κατὰ τόπον στρατηγω̃ν Τιμόθεος καὶ 'Απολλώνιος ὁ του̃ Γενναίου ἔτι δὲ 'Ιερώνυμος καὶ Δημοφών πρὸς δὲ τούτοις Νικάνωρ ὁ Κυπριάρχης οὐκ εἴων αὐτοὺς εὐσταθει̃ν καὶ τὰ τη̃ς ἡσυχίας ἄγειν

12:3 'Ιοππι̃ται δὲ τηλικου̃το συνετέλεσαν τὸ δυσσέβημα παρακαλέσαντες τοὺς σὺν αὐτοι̃ς οἰκου̃ντας Ιουδαίους ἐμβη̃ναι εἰς τὰ παρακατασταθέντα ὑπ' αὐτω̃ν σκάφη σὺν γυναιξὶν καὶ τέκνοις ὡς μηδεμια̃ς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας

12:4 κατὰ δὲ τὸ κοινὸν τη̃ς πόλεως ψήφισμα καὶ τούτων ἐπιδεξαμένων ὡς ἂν εἰρηνεύειν θελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων ἐπαναχθέντας αὐτοὺς ἐβύθισαν ὄντας οὐκ ἔλαττον τω̃ν διακοσίων

12:5 μεταλαβὼν δὲ Ιουδας τὴν γεγονυι̃αν εἰς τοὺς ὁμοεθνει̃ς ὠμότητα παραγγείλας τοι̃ς περὶ αὐτὸν ἀνδράσιν

12:6 καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν θεὸν παρεγένετο ἐπὶ τοὺς μιαιφόνους τω̃ν ἀδελφω̃ν καὶ τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησεν καὶ τὰ σκάφη κατέφλεξεν τοὺς δὲ ἐκει̃ συμφυγόντας ἐξεκέντησεν

12:7 του̃ δὲ χωρίου συγκλεισθέντος ἀνέλυσεν ὡς πάλιν ἥξων καὶ τὸ σύμπαν τω̃ν Ιοππιτω̃ν ἐκριζω̃σαι πολίτευμα

12:8 μεταλαβὼν δὲ καὶ τοὺς ἐν Ιαμνεία̨ τὸν αὐτὸν ἐπιτελει̃ν βουλομένους τρόπον τοι̃ς παροικου̃σιν Ιουδαίοις

12:9 καὶ τοι̃ς Ιαμνίταις νυκτὸς ἐπιβαλὼν ὑφη̃ψεν τὸν λιμένα σὺν τω̨̃ στόλω̨ ὥστε φαίνεσθαι τὰς αὐγὰς του̃ φέγγους εἰς τὰ Ιεροσόλυμα σταδίων ὄντων διακοσίων τεσσαράκοντα

12:10 ἐκει̃θεν δὲ ἀποσπάσαντες σταδίους ἐννέα ποιουμένων τὴν πορείαν ἐπὶ τὸν Τιμόθεον προσέβαλον 'Άραβες αὐτω̨̃ οὐκ ἐλάττους τω̃ν πεντακισχιλίων ἱππει̃ς δὲ πεντακόσιοι

12:11 γενομένης δὲ καρτερα̃ς μάχης καὶ τω̃ν περὶ τὸν Ιουδαν διὰ τὴν παρὰ του̃ θεου̃ βοήθειαν εὐημερησάντων ἐλαττονωθέντες οἱ νομάδες ἠξίουν δου̃ναι τὸν Ιουδαν δεξιὰς αὐτοι̃ς ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοι̃ς λοιποι̃ς ὠφελήσειν αὐτούς

12:12 Ιουδας δὲ ὑπολαβὼν ὡς ἀληθω̃ς ἐν πολλοι̃ς αὐτοὺς χρησίμους ἐπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς ἐχωρίσθησαν

12:13 ἐπέβαλεν δὲ καὶ ἐπί τινα πόλιν γεφύραις ὀχυρὰν καὶ τείχεσιν περιπεφραγμένην καὶ παμμειγέσιν ἔθνεσιν κατοικουμένην ὄνομα δὲ Κασπιν

12:14 οἱ δὲ ἔνδον πεποιθότες τη̨̃ τω̃ν τειχέων ἐρυμνότητι τη̨̃ τε τω̃ν βρωμάτων παραθέσει ἀναγωγότερον ἐχρω̃ντο τοι̃ς περὶ τὸν Ιουδαν λοιδορου̃ντες καὶ προσέτι βλασφημου̃ντες καὶ λαλου̃ντες ἃ μὴ θέμις

12:15 οἱ δὲ περὶ τὸν Ιουδαν ἐπικαλεσάμενοι τὸν μέγαν του̃ κόσμου δυνάστην τὸν ἄτερ κριω̃ν καὶ μηχανω̃ν ὀργανικω̃ν κατακρημνίσαντα τὴν Ιεριχω κατὰ τοὺς 'Ιησου̃ χρόνους ἐνέσεισαν θηριωδω̃ς τω̨̃ τείχει

12:16 καταλαβόμενοί τε τὴν πόλιν τη̨̃ του̃ θεου̃ θελήσει ἀμυθήτους ἐποιήσαντο σφαγὰς ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίους δύο κατάρρυτον αἵματι πεπληρωμένην φαίνεσθαι

12:17 ἐκει̃θεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα πρὸς τοὺς λεγομένους Τουβιανοὺς Ιουδαίους

12:18 καὶ Τιμόθεον μὲν ἐπὶ τω̃ν τόπων οὐ κατέλαβον ἄπρακτον τότε ἀπὸ τω̃ν τόπων ἐκλελυκότα καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπω̨ καὶ μάλα ὀχυράν

12:19 Δοσίθεος δὲ καὶ Σωσίπατρος τω̃ν περὶ τὸν Μακκαβαι̃ον ἡγεμόνων ἐξοδεύσαντες ἀπώλεσαν τοὺς ὑπὸ Τιμοθέου καταλειφθέντας ἐν τω̨̃ ὀχυρώματι πλείους τω̃ν μυρίων ἀνδρω̃ν

12:20 ὁ δὲ Μακκαβαι̃ος διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδὸν κατέστησεν αὐτοὺς ἐπὶ τω̃ν σπειρω̃ν καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζω̃ν ἱππει̃ς δὲ δισχιλίους πρὸς τοι̃ς πεντακοσίοις

12:21 τὴν δὲ ἔφοδον μεταλαβὼν Ιουδου προεξαπέστειλεν ὁ Τιμόθεος τὰς γυναι̃κας καὶ τὰ τέκνα καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Καρνιον ἠ̃ν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν πάντων τω̃ν τόπων στενότητα

12:22 ἐπιφανείσης δὲ τη̃ς Ιουδου σπείρας πρώτης καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους φόβου τε ἐκ τη̃ς του̃ τὰ πάντα ἐφορω̃ντος ἐπιφανείας γενομένης ἐπ' αὐτοὺς εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχη̨̃ φερόμενος ὥστε πολλάκις ὑπὸ τω̃ν ἰδίων βλάπτεσθαι καὶ ται̃ς τω̃ν ξιφω̃ν ἀκμαι̃ς ἀναπείρεσθαι

12:23 ἐποιει̃το δὲ τὸν διωγμὸν εὐτονώτερον ὁ Ιουδας συγκεντω̃ν τοὺς ἀλιτηρίους διέφθειρέν τε εἰς μυριάδας τρει̃ς ἀνδρω̃ν

12:24 αὐτὸς δὲ ὁ Τιμόθεος ἐμπεσὼν τοι̃ς περὶ τὸν Δοσίθεον καὶ Σωσίπατρον ἠξίου μετὰ πολλη̃ς γοητείας ἐξαφει̃ναι σω̃ον αὐτὸν διὰ τὸ πλειόνων μὲν γονει̃ς ὡ̃ν δὲ ἀδελφοὺς ἔχειν καὶ τούτους ἀλογηθη̃ναι συμβήσεται

12:25 πιστώσαντος δὲ αὐτου̃ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστη̃σαι τούτους ἀπημάντους ἀπέλυσαν αὐτὸν ἕνεκα τη̃ς τω̃ν ἀδελφω̃ν σωτηρίας

12:26 ἐξελθὼν δὲ ἐπὶ τὸ Καρνιον καὶ τὸ Ατεργατειον κατέσφαξεν μυριάδας σωμάτων δύο καὶ πεντακισχιλίους

12:27 μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Εφρων πόλιν ὀχυράν ἐν ἡ̨̃ κατώ̨κει Λυσίας καὶ πάμφυλα πλήθη νεανίαι δὲ ῥωμαλέοι πρὸ τω̃ν τειχέων καθεστω̃τες εὐρώστως ἀπεμάχοντο ἔνθα δὲ ὀργάνων καὶ βελω̃ν πολλαὶ παραθέσεις ὑπη̃ρχον

12:28 ἐπικαλεσάμενοι δὲ τὸν δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τω̃ν πολεμίων ἀλκὰς ἔλαβον τὴν πόλιν ὑποχείριον κατέστρωσαν δὲ τω̃ν ἔνδον εἰς μυριάδας δύο πεντακισχιλίους

12:29 ἀναζεύξαντες δὲ ἐκει̃θεν ὥρμησαν ἐπὶ Σκυθω̃ν πόλιν ἀπέχουσαν ἀπὸ Ιεροσολύμων σταδίους ἑξακοσίους

12:30 ἀπομαρτυρησάντων δὲ τω̃ν ἐκει̃ καθεστώτων Ιουδαίων ἣν οἱ Σκυθοπολι̃ται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν καὶ ἐν τοι̃ς τη̃ς ἀτυχίας καιροι̃ς ἥμερον ἀπάντησιν

12:31 εὐχαριστήσαντες καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενει̃ς εἰ̃ναι παρεγενήθησαν εἰς Ιεροσόλυμα τη̃ς τω̃ν ἑβδομάδων ἑορτη̃ς οὔσης ὑπογύου

12:32 μετὰ δὲ τὴν λεγομένην πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τη̃ς Ιδουμαίας στρατηγόν

12:33 ἐξη̃λθεν δὲ μετὰ πεζω̃ν τρισχιλίων ἱππέων δὲ τετρακοσίων

12:34 παραταξαμένους δὲ συνέβη πεσει̃ν ὀλίγους τω̃ν Ιουδαίων

12:35 Δοσίθεος δέ τις τω̃ν του̃ Βακήνορος ἔφιππος ἀνὴρ καὶ καρτερός εἴχετο του̃ Γοργίου καὶ λαβόμενος τη̃ς χλαμύδος ἠ̃γεν αὐτὸν εὐρώστως καὶ βουλόμενος τὸν κατάρατον λαβει̃ν ζωγρίαν τω̃ν ἱππέων τινὸς Θρα̨κω̃ν ἐπενεχθέντος αὐτω̨̃ καὶ τὸν ὠ̃μον καθελόντος διέφυγεν ὁ Γοργίας εἰς Μαρισα

12:36 τω̃ν δὲ περὶ τὸν Εσδριν ἐπὶ πλει̃ον μαχομένων καὶ κατακόπων ὄντων ἐπικαλεσάμενος Ιουδας τὸν κύριον σύμμαχον φανη̃ναι καὶ προοδηγὸν του̃ πολέμου

12:37 καταρξάμενος τη̨̃ πατρίω̨ φωνη̨̃ τὴν μεθ' ὕμνων κραυγὴν ἐνσείσας ἀπροσδοκήτως τοι̃ς περὶ τὸν Γοργίαν τροπὴν αὐτω̃ν ἐποιήσατο

12:38 Ιουδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἡ̃κεν εἰς Οδολλαμ πόλιν τη̃ς δὲ ἑβδομάδος ἐπιβαλλούσης κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διήγαγον

12:39 τη̨̃ δὲ ἐχομένη̨ ἠ̃λθον οἱ περὶ τὸν Ιουδαν καθ' ὃν χρόνον τὸ τη̃ς χρείας ἐγεγόνει τὰ σώματα τω̃ν προπεπτωκότων ἀνακομίσασθαι καὶ μετὰ τω̃ν συγγενω̃ν ἀποκαταστη̃σαι εἰς τοὺς πατρώ̨ους τάφους

12:40 εὑ̃ρον δὲ ἑκάστου τω̃ν τεθνηκότων ὑπὸ τοὺς χιτω̃νας ἱερώματα τω̃ν ἀπὸ Ιαμνείας εἰδώλων ἀφ' ὡ̃ν ὁ νόμος ἀπείργει τοὺς Ιουδαίους τοι̃ς δὲ πα̃σι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι

12:41 πάντες οὐ̃ν εὐλογήσαντες τὰ του̃ δικαιοκρίτου κυρίου τὰ κεκρυμμένα φανερὰ ποιου̃ντος

12:42 εἰς ἱκετείαν ἐτράπησαν ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειφθη̃ναι ὁ δὲ γενναι̃ος Ιουδας παρεκάλεσε τὸ πλη̃θος συντηρει̃ν αὑτοὺς ἀναμαρτήτους εἰ̃ναι ὑπ' ὄψιν ἑωρακότας τὰ γεγονότα διὰ τὴν τω̃ν προπεπτωκότων ἁμαρτίαν

12:43 ποιησάμενός τε κατ' ἀνδρολογίαν εἰς ἀργυρίου δραχμὰς δισχιλίας ἀπέστειλεν εἰς Ιεροσόλυμα προσαγαγει̃ν περὶ ἁμαρτίας θυσίαν πάνυ καλω̃ς καὶ ἀστείως πράττων ὑπὲρ ἀναστάσεως διαλογιζόμενος

12:44 εἰ μὴ γὰρ τοὺς προπεπτωκότας ἀναστη̃ναι προσεδόκα περισσὸν καὶ ληρω̃δες ὑπὲρ νεκρω̃ν εὔχεσθαι

12:45 εἰ̃τε' ἐμβλέπων τοι̃ς μετ' εὐσεβείας κοιμωμένοις κάλλιστον ἀποκείμενον χαριστήριον ὁσία καὶ εὐσεβὴς ἡ ἐπίνοια ὅθεν περὶ τω̃ν τεθνηκότων τὸν ἐξιλασμὸν ἐποιήσατο τη̃ς ἁμαρτίας ἀπολυθη̃ναι

13:1 τω̨̃ δὲ ἐνάτω̨ καὶ τεσσαρακοστω̨̃ καὶ ἑκατοστω̨̃ ἔτει προσέπεσεν τοι̃ς περὶ τὸν Ιουδαν 'Αντίοχον τὸν Εὐπάτορα παραγενέσθαι σὺν πλήθεσιν ἐπὶ τὴν Ιουδαίαν

13:2 καὶ σὺν αὐτω̨̃ Λυσίαν τὸν ἐπίτροπον καὶ ἐπὶ τω̃ν πραγμάτων ἕκαστον ἔχοντα δύναμιν 'Ελληνικὴν πεζω̃ν μυριάδας ἕνδεκα καὶ ἱππέων πεντακισχιλίους τριακοσίους καὶ ἐλέφαντας εἴκοσι δύο ἅρματα δὲ δρεπανηφόρα τριακόσια

13:3 συνέμειξεν δὲ αὐτοι̃ς καὶ Μενέλαος καὶ παρεκάλει μετὰ πολλη̃ς εἰρωνείας τὸν 'Αντίοχον οὐκ ἐπὶ σωτηρία̨ τη̃ς πατρίδος οἰόμενος δὲ ἐπὶ τη̃ς ἀρχη̃ς κατασταθήσεσθαι

13:4 ὁ δὲ βασιλεὺς τω̃ν βασιλέων ἐξήγειρεν τὸν θυμὸν του̃ 'Αντιόχου ἐπὶ τὸν ἀλιτήριον καὶ Λυσίου ὑποδείξαντος του̃τον αἴτιον εἰ̃ναι πάντων τω̃ν κακω̃ν προσέταξεν ὡς ἔθος ἐστὶν ἐν τω̨̃ τόπω̨ προσαπολέσαι ἀγαγόντας εἰς Βέροιαν

13:5 ἔστιν δὲ ἐν τω̨̃ τόπω̨ πύργος πεντήκοντα πήχεων πλήρης σποδου̃ οὑ̃τος δὲ ὄργανον εἰ̃χεν περιφερὲς πάντοθεν ἀπόκρημνον εἰς τὴν σποδόν

13:6 ἐνταυ̃θα τὸν ἱεροσυλίας ἔνοχον ἢ καί τινων ἄλλων κακω̃ν ὑπεροχὴν πεποιημένον ἅπαντες προσωθου̃σιν εἰς ὄλεθρον

13:7 τοιούτω̨ μόρω̨ τὸν παράνομον συνέβη θανει̃ν μηδὲ τη̃ς γη̃ς τυχόντα Μενέλαον

13:8 πάνυ δικαίως ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα οὑ̃ τὸ πυ̃ρ ἁγνὸν ἠ̃ν καὶ ἡ σποδός ἐν σποδω̨̃ τὸν θάνατον ἐκομίσατο

13:9 τοι̃ς δὲ φρονήμασιν ὁ βασιλεὺς βεβαρβαρωμένος ἤρχετο τὰ χείριστα τω̃ν ἐπὶ του̃ πατρὸς αὐτου̃ γεγονότων ἐνδειξόμενος τοι̃ς Ιουδαίοις

13:10 μεταλαβὼν δὲ Ιουδας ταυ̃τα παρήγγειλεν τω̨̃ πλήθει δι' ἡμέρας καὶ νυκτὸς ἐπικαλει̃σθαι τὸν κύριον εἴ ποτε καὶ ἄλλοτε καὶ νυ̃ν ἐπιβοηθει̃ν τοι̃ς του̃ νόμου καὶ πατρίδος καὶ ἱερου̃ ἁγίου στερει̃σθαι μέλλουσιν

13:11 καὶ τὸν ἄρτι βραχέως ἀνεψυχότα λαὸν μὴ ἐα̃σαι τοι̃ς δυσφήμοις ἔθνεσιν ὑποχειρίους γενέσθαι

13:12 πάντων δὲ τὸ αὐτὸ ποιησάντων ὁμου̃ καὶ καταξιωσάντων τὸν ἐλεήμονα κύριον μετὰ κλαυθμου̃ καὶ νηστειω̃ν καὶ προπτώσεως ἐπὶ ἡμέρας τρει̃ς ἀδιαλείπτως παρακαλέσας αὐτοὺς ὁ Ιουδας ἐκέλευσεν παραγίνεσθαι

13:13 καθ' ἑαυτὸν δὲ σὺν τοι̃ς πρεσβυτέροις γενόμενος ἐβουλεύσατο πρὶν εἰσβαλει̃ν του̃ βασιλέως τὸ στράτευμα εἰς τὴν Ιουδαίαν καὶ γενέσθαι τη̃ς πόλεως ἐγκρατει̃ς ἐξελθόντας κρι̃ναι τὰ πράγματα τη̨̃ του̃ θεου̃ βοηθεία̨

13:14 δοὺς δὲ τὴν ἐπιτροπὴν τω̨̃ κτίστη̨ του̃ κόσμου παρακαλέσας τοὺς σὺν αὐτω̨̃ γενναίως ἀγωνίσασθαι μέχρι θανάτου περὶ νόμων ἱερου̃ πόλεως πατρίδος πολιτείας περὶ δὲ Μωδεϊν ἐποιήσατο τὴν στρατοπεδείαν

13:15 ἀναδοὺς δὲ τοι̃ς περὶ αὐτὸν σύνθημα θεου̃ νίκην μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλὴν τὴν παρεμβολὴν ἀνει̃λεν εἰς ἄνδρας δισχιλίους καὶ τὸν πρωτεύοντα τω̃ν ἐλεφάντων σὺν τω̨̃ κατ' οἰκίαν ὄντι συνεκέντησεν

13:16 καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχη̃ς ἐπλήρωσαν καὶ ἐξέλυσαν εὐημερου̃ντες

13:17 ὑποφαινούσης δὲ ἤδη τη̃ς ἡμέρας του̃το ἐγεγόνει διὰ τὴν ἐπαρήγουσαν αὐτω̨̃ του̃ κυρίου σκέπην

13:18 ὁ δὲ βασιλεὺς εἰληφὼς γευ̃μα τη̃ς τω̃ν Ιουδαίων εὐτολμίας κατεπείρασεν διὰ μεθόδων τοὺς τόπους

13:19 καὶ ἐπὶ Βαιθσουρα φρούριον ὀχυρὸν τω̃ν Ιουδαίων προση̃γεν ἐτροπου̃το προσέκρουεν ἠλαττονου̃το

13:20 τοι̃ς δὲ ἔνδον Ιουδας τὰ δέοντα εἰσέπεμψεν

13:21 προσήγγειλεν δὲ τὰ μυστήρια τοι̃ς πολεμίοις Ροδοκος ἐκ τη̃ς Ιουδαϊκη̃ς τάξεως ἀνεζητήθη καὶ κατελήμφθη καὶ κατεκλείσθη

13:22 ἐδευτερολόγησεν ὁ βασιλεὺς τοι̃ς ἐν Βαιθσουροις δεξιὰν ἔδωκεν ἔλαβεν ἀπή̨ει προσέβαλεν τοι̃ς περὶ τὸν Ιουδαν ἥττων ἐγένετο

13:23 μετέλαβεν ἀπονενοη̃σθαι τὸν Φίλιππον ἐν 'Αντιοχεία̨ τὸν ἀπολελειμμένον ἐπὶ τω̃ν πραγμάτων συνεχύθη τοὺς Ιουδαίους παρεκάλεσεν ὑπετάγη καὶ ὤμοσεν ἐπὶ πα̃σι τοι̃ς δικαίοις συνελύθη καὶ θυσίαν προσήγαγεν ἐτίμησεν τὸν νεὼ καὶ τὸν τόπον ἐφιλανθρώπησεν

13:24 καὶ τὸν Μακκαβαι̃ον ἀπεδέξατο κατέλιπεν στρατηγὸν ἀπὸ Πτολεμαίδος ἕως τω̃ν Γερρηνω̃ν ἡγεμονίδην

13:25 ἠ̃λθεν εἰς Πτολεμαίδα ἐδυσφόρουν περὶ τω̃ν συνθηκω̃ν οἱ Πτολεμαει̃ς ἐδείναζον γὰρ ὑπὲρ ὡ̃ν ἠθέλησαν ἀθετει̃ν τὰς διαστάλσεις

13:26 προση̃λθεν ἐπὶ τὸ βη̃μα Λυσίας ἀπελογήσατο ἐνδεχομένως συνέπεισεν κατεπράυνεν εὐμενει̃ς ἐποίησεν ἀνέζευξεν εἰς 'Αντιόχειαν οὕτω τὰ του̃ βασιλέως τη̃ς ἐφόδου καὶ τη̃ς ἀναζυγη̃ς ἐχώρησεν

14:1 μετὰ δὲ τριετη̃ χρόνον προσέπεσεν τοι̃ς περὶ τὸν Ιουδαν Δημήτριον τὸν του̃ Σελεύκου διὰ του̃ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυρου̃ καὶ στόλου

14:2 κεκρατηκέναι τη̃ς χώρας ἐπανελόμενον 'Αντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν

14:3 'Άλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς ἑκουσίως δὲ μεμολυσμένος ἐν τοι̃ς τη̃ς ἀμειξίας χρόνοις συννοήσας ὅτι καθ' ὁντιναου̃ν τρόπον οὐκ ἔστιν αὐτω̨̃ σωτηρία οὐδὲ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος

14:4 ἡ̃κεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτω̨ καὶ πεντηκοστω̨̃ καὶ ἑκατοστω̨̃ ἔτει προσάγων αὐτω̨̃ στέφανον χρυσου̃ν καὶ φοίνικα πρὸς δὲ τούτοις τω̃ν νομιζομένων θαλλω̃ν του̃ ἱερου̃ καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν

14:5 καιρὸν δὲ λαβὼν τη̃ς ἰδίας ἀνοίας συνεργὸν προσκληθεὶς εἰς συνέδριον ὑπὸ του̃ Δημητρίου καὶ ἐπερωτηθείς ἐν τίνι διαθέσει καὶ βουλη̨̃ καθέστηκαν οἱ Ιουδαι̃οι πρὸς ταυ̃τα ἔφη

14:6 οἱ λεγόμενοι τω̃ν Ιουδαίων Ασιδαι̃οι ὡ̃ν ἀφηγει̃ται Ιουδας ὁ Μακκαβαι̃ος πολεμοτροφου̃σιν καὶ στασιάζουσιν οὐκ ἐω̃ντες τὴν βασιλείαν εὐσταθείας τυχει̃ν

14:7 ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν λέγω δὴ τὴν ἀρχιερωσύνην δευ̃ρο νυ̃ν ἐλήλυθα

14:8 πρω̃τον μὲν ὑπὲρ τω̃ν ἀνηκόντων τω̨̃ βασιλει̃ γνησίως φρονω̃ν δεύτερον δὲ καὶ τω̃ν ἰδίων πολιτω̃ν στοχαζόμενος τη̨̃ μὲν γὰρ τω̃ν προειρημένων ἀλογιστία̨ τὸ σύμπαν ἡμω̃ν γένος οὐ μικρω̃ς ἀκληρει̃

14:9 ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σύ βασιλευ̃ καὶ τη̃ς χώρας καὶ του̃ περιισταμένου γένους ἡμω̃ν προνοήθητι καθ' ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν

14:10 ἄχρι γὰρ Ιουδας περίεστιν ἀδύνατον εἰρήνης τυχει̃ν τὰ πράγματα

14:11 τοιούτων δὲ ῥηθέντων ὑπὸ τούτου θα̃ττον οἱ λοιποὶ φίλοι δυσμενω̃ς ἔχοντες τὰ πρὸς τὸν Ιουδαν προσεπύρωσαν τὸν Δημήτριον

14:12 προχειρισάμενος δὲ εὐθέως Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην καὶ στρατηγὸν ἀναδείξας τη̃ς Ιουδαίας ἐξαπέστειλεν

14:13 δοὺς ἐντολὰς αὐτὸν μὲν τὸν Ιουδαν ἐπανελέσθαι τοὺς δὲ σὺν αὐτω̨̃ σκορπίσαι καταστη̃σαι δὲ 'Άλκιμον ἀρχιερέα του̃ μεγίστου ἱερου̃

14:14 οἱ δὲ ἐπὶ τη̃ς Ιουδαίας πεφυγαδευκότες τὸν Ιουδαν ἔθνη συνέμισγον ἀγεληδὸν τω̨̃ Νικάνορι τὰς τω̃ν Ιουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκου̃ντες ἔσεσθαι

14:15 ἀκούσαντες δὲ τὴν του̃ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τω̃ν ἐθνω̃ν καταπασάμενοι γη̃ν ἐλιτάνευον τὸν ἄχρι αἰω̃νος συστήσαντα τὸν αὑτου̃ λαόν ἀεὶ δὲ μετ' ἐπιφανείας ἀντιλαμβανόμενον τη̃ς ἑαυτου̃ μερίδος

14:16 προστάξαντος δὲ του̃ ἡγουμένου ἐκει̃θεν εὐθέως ἀναζεύξας συμμίσγει αὐτοι̃ς ἐπὶ κώμην Δεσσαου

14:17 Σιμων δὲ ὁ ἀδελφὸς Ιουδου συμβεβληκὼς ἠ̃ν τω̨̃ Νικάνορι βραδέως δὲ διὰ τὴν αἰφνίδιον τω̃ν ἀντιπάλων ἀφασίαν ἐπταικώς

14:18 ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἰ̃χον οἱ περὶ τὸν Ιουδαν ἀνδραγαθίαν καὶ ἐν τοι̃ς περὶ τη̃ς πατρίδος ἀγω̃σιν εὐψυχίαν ὑπευλαβει̃το τὴν κρίσιν δι' αἱμάτων ποιήσασθαι

14:19 διόπερ ἔπεμψεν Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθιαν δου̃ναι καὶ λαβει̃ν δεξιάς

14:20 πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως καὶ του̃ ἡγουμένου τοι̃ς πλήθεσιν ἀνακοινωσαμένου καὶ φανείσης ὁμοψήφου γνώμης ἐπένευσαν ται̃ς συνθήκαις

14:21 ἐτάξαντο δὲ ἡμέραν ἐν ἡ̨̃ κατ' ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό καὶ προη̃λθεν παρ' ἑκάστου δίφραξ ἔθεσαν δίφρους

14:22 διέταξεν Ιουδας ἐνόπλους ἑτοίμους ἐν τοι̃ς ἐπικαίροις τόποις μήποτε ἐκ τω̃ν πολεμίων αἰφνιδίως κακουργία γένηται τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν

14:23 διέτριβεν ὁ Νικάνωρ ἐν Ιεροσολύμοις καὶ ἔπραττεν οὐθὲν ἄτοπον τοὺς δὲ συναχθέντας ἀγελαίους ὄχλους ἀπέλυσεν

14:24 καὶ εἰ̃χεν τὸν Ιουδαν διὰ παντὸς ἐν προσώπω̨ ψυχικω̃ς τω̨̃ ἀνδρὶ προσεκέκλιτο

14:25 παρεκάλεσεν αὐτὸν γη̃μαι καὶ παιδοποιήσασθαι ἐγάμησεν εὐστάθησεν ἐκοινώνησεν βίου

14:26 ὁ δὲ 'Άλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας λαβὼν ἡ̃κεν πρὸς τὸν Δημήτριον καὶ ἔλεγεν τὸν Νικάνορα ἀλλότρια φρονει̃ν τω̃ν πραγμάτων τὸν γὰρ ἐπίβουλον τη̃ς βασιλείας Ιουδαν αὐτου̃ διάδοχον ἀναδει̃ξαι

14:27 ὁ δὲ βασιλεὺς ἔκθυμος γενόμενος καὶ ται̃ς του̃ παμπονήρου διαβολαι̃ς ἐρεθισθεὶς ἔγραψεν Νικάνορι φάσκων ὑπὲρ μὲν τω̃ν συνθηκω̃ν βαρέως φέρειν κελεύων δὲ τὸν Μακκαβαι̃ον δέσμιον ἐξαποστέλλειν εἰς 'Αντιόχειαν ταχέως

14:28 προσπεσόντων δὲ τούτων τω̨̃ Νικάνορι συνεκέχυτο καὶ δυσφόρως ἔφερεν εἰ τὰ διεσταλμένα ἀθετήσει μηδὲν τἀνδρὸς ἠδικηκότος

14:29 ἐπεὶ δὲ τω̨̃ βασιλει̃ ἀντιπράττειν οὐκ ἠ̃ν εὔκαιρον ἐτήρει στρατηγήματι του̃τ' ἐπιτελέσαι

14:30 ὁ δὲ Μακκαβαι̃ος αὐστηρότερον διεξαγαγόντα συνιδὼν τὸν Νικάνορα τὰ πρὸς αὐτὸν καὶ τὴν εἰθισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα νοήσας οὐκ ἀπὸ του̃ βελτίστου τὴν αὐστηρίαν εἰ̃ναι συστρέψας οὐκ ὀλίγους τω̃ν περὶ αὐτὸν συνεκρύπτετο τὸν Νικάνορα

14:31 συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ του̃ ἀνδρὸς ἐστρατήγηται παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερὸν τω̃ν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα

14:32 τω̃ν δὲ μεθ' ὅρκων φασκόντων μὴ γινώσκειν που̃ ποτ' ἔστιν ὁ ζητούμενος

14:33 προτείνας τὴν δεξιὰν ἐπὶ τὸν νεὼ ταυ̃τ' ὤμοσεν ἐὰν μὴ δέσμιόν μοι τὸν Ιουδαν παραδω̃τε τόνδε τὸν του̃ θεου̃ σηκὸν εἰς πεδίον ποιήσω καὶ τὸ θυσιαστήριον κατασκάψω καὶ ἱερὸν ἐνταυ̃θα τω̨̃ Διονύσω̨ ἐπιφανὲς ἀναστήσω

14:34 τοσαυ̃τα δὲ εἰπὼν ἀπη̃λθεν οἱ δὲ ἱερει̃ς προτείναντες τὰς χει̃ρας εἰς τὸν οὐρανὸν ἐπεκαλου̃ντο τὸν διὰ παντὸς ὑπέρμαχον του̃ ἔθνους ἡμω̃ν ταυ̃τα λέγοντες

14:35 σὺ κύριε τω̃ν ὅλων ἀπροσδεὴς ὑπάρχων ηὐδόκησας ναὸν τη̃ς ση̃ς σκηνώσεως ἐν ἡμι̃ν γενέσθαι

14:36 καὶ νυ̃ν ἅγιε παντὸς ἁγιασμου̃ κύριε διατήρησον εἰς αἰω̃να ἀμίαντον τόνδε τὸν προσφάτως κεκαθαρισμένον οἰ̃κον

14:37 Ραζις δέ τις τω̃ν ἀπὸ Ιεροσολύμων πρεσβυτέρων ἐμηνύθη τω̨̃ Νικάνορι ἀνὴρ φιλοπολίτης καὶ σφόδρα καλω̃ς ἀκούων καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τω̃ν Ιουδαίων προσαγορευόμενος

14:38 ἠ̃ν γὰρ ἐν τοι̃ς ἔμπροσθεν χρόνοις τη̃ς ἀμειξίας κρίσιν εἰσενηνεγμένος Ιουδαϊσμου̃ καὶ σω̃μα καὶ ψυχὴν ὑπὲρ του̃ Ιουδαϊσμου̃ παραβεβλημένος μετὰ πάσης ἐκτενίας

14:39 βουλόμενος δὲ Νικάνωρ πρόδηλον ποιη̃σαι ἣν εἰ̃χεν πρὸς τοὺς Ιουδαίους δυσμένειαν ἀπέστειλεν στρατιώτας ὑπὲρ τοὺς πεντακοσίους συλλαβει̃ν αὐτόν

14:40 ἔδοξεν γὰρ ἐκει̃νον συλλαβὼν τούτοις ἐνεργάσασθαι συμφοράν

14:41 τω̃ν δὲ πληθω̃ν μελλόντων τὸν πύργον καταλαβέσθαι καὶ τὴν αὐλαίαν θύραν βιαζομένων καὶ κελευόντων πυ̃ρ προσάγειν καὶ τὰς θύρας ὑφάπτειν περικατάλημπτος γενόμενος ὑπέθηκεν ἑαυτω̨̃ τὸ ξίφος

14:42 εὐγενω̃ς θέλων ἀποθανει̃ν ἤπερ τοι̃ς ἀλιτηρίοις ὑποχείριος γενέσθαι καὶ τη̃ς ἰδίας εὐγενείας ἀναξίως ὑβρισθη̃ναι

14:43 τη̨̃ δὲ πληγη̨̃ μὴ κατευθικτήσας διὰ τὴν του̃ ἀγω̃νος σπουδὴν καὶ τω̃ν ὄχλων ἔσω τω̃ν θυρωμάτων εἰσβαλλόντων ἀναδραμὼν γενναίως ἐπὶ τὸ τει̃χος κατεκρήμνισεν ἑαυτὸν ἀνδρωδω̃ς εἰς τοὺς ὄχλους

14:44 τω̃ν δὲ ταχέως ἀναποδισάντων γενομένου διαστήματος ἠ̃λθεν κατὰ μέσον τὸν κενεω̃να

14:45 ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοι̃ς θυμοι̃ς ἐξαναστὰς φερομένων κρουνηδὸν τω̃ν αἱμάτων καὶ δυσχερω̃ν τω̃ν τραυμάτων ὄντων δρόμω̨ τοὺς ὄχλους διελθὼν καὶ στὰς ἐπί τινος πέτρας ἀπορρω̃γος

14:46 παντελω̃ς ἔξαιμος ἤδη γινόμενος προβαλὼν τὰ ἔντερα καὶ λαβὼν ἑκατέραις ται̃ς χερσὶν ἐνέσεισε τοι̃ς ὄχλοις καὶ ἐπικαλεσάμενος τὸν δεσπόζοντα τη̃ς ζωη̃ς καὶ του̃ πνεύματος ταυ̃τα αὐτω̨̃ πάλιν ἀποδου̃ναι τόνδε τὸν τρόπον μετήλλαξεν

15:1 ὁ δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν Ιουδαν ὄντας ἐν τοι̃ς κατὰ Σαμάρειαν τόποις ἐβουλεύσατο τη̨̃ τη̃ς καταπαύσεως ἡμέρα̨ μετὰ πάσης ἀσφαλείας αὐτοι̃ς ἐπιβαλει̃ν

15:2 τω̃ν δὲ κατὰ ἀνάγκην συνεπομένων αὐτω̨̃ Ιουδαίων λεγόντων μηδαμω̃ς οὕτως ἀγρίως καὶ βαρβάρως ἀπολέση̨ς δόξαν δὲ ἀπομέρισον τη̨̃ προτετιμημένη̨ ὑπὸ του̃ πάντα ἐφορω̃ντος μεθ' ἁγιότητος ἡμέρα̨

15:3 ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν εἰ ἔστιν ἐν οὐρανω̨̃ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τω̃ν σαββάτων ἡμέραν

15:4 τω̃ν δ' ἀποφηναμένων ἔστιν ὁ κύριος ζω̃ν αὐτὸς ἐν οὐρανω̨̃ δυνάστης ὁ κελεύσας ἀσκει̃ν τὴν ἑβδομάδα

15:5 ὁ δὲ ἕτερος κἀγώ φησιν δυνάστης ἐπὶ τη̃ς γη̃ς ὁ προστάσσων αἴρειν ὅπλα καὶ τὰς βασιλικὰς χρείας ἐπιτελει̃ν ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τὸ σχέτλιον αὐτου̃ βούλημα

15:6 καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀλαζονείας ὑψαυχενω̃ν διεγνώκει κοινὸν τω̃ν περὶ τὸν Ιουδαν συστήσασθαι τρόπαιον

15:7 ὁ δὲ Μακκαβαι̃ος ἠ̃ν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήμψεως τεύξασθαι παρὰ του̃ κυρίου

15:8 καὶ παρεκάλει τοὺς σὺν αὐτω̨̃ μὴ δειλια̃ν τὴν τω̃ν ἐθνω̃ν ἔφοδον ἔχοντας δὲ κατὰ νου̃ν τὰ προγεγονότα αὐτοι̃ς ἀπ' οὐρανου̃ βοηθήματα καὶ τὰ νυ̃ν προσδοκα̃ν τὴν παρὰ του̃ παντοκράτορος ἐσομένην αὐτοι̃ς νίκην

15:9 καὶ παραμυθούμενος αὐτοὺς ἐκ του̃ νόμου καὶ τω̃ν προφητω̃ν προσυπομνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγω̃νας οὓς ἠ̃σαν ἐκτετελεκότες προθυμοτέρους αὐτοὺς κατέστησεν

15:10 καὶ τοι̃ς θυμοι̃ς διεγείρας αὐτοὺς παρήγγειλεν ἅμα παρεπιδεικνὺς τὴν τω̃ν ἐθνω̃ν ἀθεσίαν καὶ τὴν τω̃ν ὅρκων παράβασιν

15:11 ἕκαστον δὲ αὐτω̃ν καθοπλίσας οὐ τὴν ἀσπίδων καὶ λογχω̃ν ἀσφάλειαν ὡς τὴν ἐν τοι̃ς ἀγαθοι̃ς λόγοις παράκλησιν καὶ προσεξηγησάμενος ὄνειρον ἀξιόπιστον ὕπαρ τι πάντας ηὔφρανεν

15:12 ἠ̃ν δὲ ἡ τούτου θεωρία τοιάδε Ονιαν τὸν γενόμενον ἀρχιερέα ἄνδρα καλὸν καὶ ἀγαθόν αἰδήμονα μὲν τὴν ἀπάντησιν πρα̃ον δὲ τὸν τρόπον καὶ λαλιὰν προϊέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελετηκότα πάντα τὰ τη̃ς ἀρετη̃ς οἰκει̃α του̃τον τὰς χει̃ρας προτείναντα κατεύχεσθαι τω̨̃ παντὶ τω̃ν Ιουδαίων συστήματι

15:13 εἰ̃θ' οὕτως ἐπιφανη̃ναι ἄνδρα πολια̨̃ καὶ δόξη̨ διαφέροντα θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἰ̃ναι τὴν περὶ αὐτὸν ὑπεροχήν

15:14 ἀποκριθέντα δὲ τὸν Ονιαν εἰπει̃ν ὁ φιλάδελφος οὑ̃τός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ του̃ λαου̃ καὶ τη̃ς ἁγίας πόλεως Ιερεμιας ὁ του̃ θεου̃ προφήτης

15:15 προτείναντα δὲ Ιερεμιαν τὴν δεξιὰν παραδου̃ναι τω̨̃ Ιουδα ῥομφαίαν χρυση̃ν διδόντα δὲ προσφωνη̃σαι τάδε

15:16 λαβὲ τὴν ἁγίαν ῥομφαίαν δω̃ρον παρὰ του̃ θεου̃ δι' ἡ̃ς θραύσεις τοὺς ὑπεναντίους

15:17 παρακληθέντες δὲ τοι̃ς Ιουδου λόγοις πάνυ καλοι̃ς καὶ δυναμένοις ἐπ' ἀρετὴν παρορμη̃σαι καὶ ψυχὰς νέων ἐπανδρω̃σαι διέγνωσαν μὴ στρατεύεσθαι γενναίως δὲ ἐμφέρεσθαι καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρι̃ναι τὰ πράγματα διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν

15:18 ἠ̃ν γὰρ ὁ περὶ γυναικω̃ν καὶ τέκνων ἔτι δὲ ἀδελφω̃ν καὶ συγγενω̃ν ἐν ἥττονι μέρει κείμενος αὐτοι̃ς μέγιστος δὲ καὶ πρω̃τος ὁ περὶ του̃ καθηγιασμένου ναου̃ φόβος

15:19 ἠ̃ν δὲ καὶ τοι̃ς ἐν τη̨̃ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία ταρασσομένοις τη̃ς ἐν ὑπαίθρω̨ προσβολη̃ς

15:20 καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν καὶ ἤδη προσμειξάντων τω̃ν πολεμίων καὶ τη̃ς στρατια̃ς ἐκταγείσης καὶ τω̃ν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων τη̃ς τε ἵππου κατὰ κέρας τεταγμένης

15:21 συνιδὼν ὁ Μακκαβαι̃ος τὴν τω̃ν πληθω̃ν παρουσίαν καὶ τω̃ν ὅπλων τὴν ποικίλην παρασκευὴν τήν τε τω̃ν θηρίων ἀγριότητα ἀνατείνας τὰς χει̃ρας εἰς τὸν οὐρανὸν ἐπεκαλέσατο τὸν τερατοποιὸν κύριον γινώσκων ὅτι οὐκ ἔστιν δι' ὅπλων καθὼς δὲ ἐὰν αὐτω̨̃ κριθη̨̃ τοι̃ς ἀξίοις περιποιει̃ται τὴν νίκην

15:22 ἔλεγεν δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον σύ δέσποτα ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ Εζεκιου του̃ βασιλέως τη̃ς Ιουδαίας καὶ ἀνει̃λεν ἐκ τη̃ς παρεμβολη̃ς Σενναχηριμ εἰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας

15:23 καὶ νυ̃ν δυνάστα τω̃ν οὐρανω̃ν ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμω̃ν εἰς δέος καὶ τρόμον

15:24 μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας παραγινόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν καὶ οὑ̃τος μὲν ἐν τούτοις ἔληξεν

15:25 οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προση̃γον

15:26 οἱ δὲ περὶ τὸν Ιουδαν μετὰ ἐπικλήσεως καὶ εὐχω̃ν συνέμειξαν τοι̃ς πολεμίοις

15:27 καὶ ται̃ς μὲν χερσὶν ἀγωνιζόμενοι ται̃ς δὲ καρδίαις πρὸς τὸν θεὸν εὐχόμενοι κατέστρωσαν οὐδὲν ἡ̃ττον μυριάδων τριω̃ν καὶ πεντακισχιλίων τη̨̃ του̃ θεου̃ μεγάλως εὐφρανθέντες ἐπιφανεία̨

15:28 γενόμενοι δὲ ἀπὸ τη̃ς χρείας καὶ μετὰ χαρα̃ς ἀναλύοντες ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τη̨̃ πανοπλία̨

15:29 γενομένης δὲ κραυγη̃ς καὶ ταραχη̃ς εὐλόγουν τὸν δυνάστην τη̨̃ πατρίω̨ φωνη̨̃

15:30 καὶ προσέταξεν ὁ καθ' ἅπαν σώματι καὶ ψυχη̨̃ πρωταγωνιστὴς ὑπὲρ τω̃ν πολιτω̃ν ὁ τὴν τη̃ς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνει̃ς διαφυλάξας τὴν του̃ Νικάνορος κεφαλὴν ἀποτεμόντας καὶ τὴν χει̃ρα σὺν τω̨̃ ὤμω̨ φέρειν εἰς Ιεροσόλυμα

15:31 παραγενόμενος δὲ ἐκει̃ καὶ συγκαλέσας τοὺς ὁμοεθνει̃ς καὶ τοὺς ἱερει̃ς πρὸ του̃ θυσιαστηρίου στήσας μετεπέμψατο τοὺς ἐκ τη̃ς ἄκρας

15:32 καὶ ἐπιδειξάμενος τὴν του̃ μιαρου̃ Νικάνορος κεφαλὴν καὶ τὴν χει̃ρα του̃ δυσφήμου ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον του̃ παντοκράτορος οἰ̃κον ἐμεγαλαύχησεν

15:33 καὶ τὴν γλω̃σσαν του̃ δυσσεβου̃ς Νικάνορος ἐκτεμὼν ἔφη κατὰ μέρος δώσειν τοι̃ς ὀρνέοις τὰ δ' ἐπίχειρα τη̃ς ἀνοίας κατέναντι του̃ ναου̃ κρεμάσαι

15:34 οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανη̃ κύριον λέγοντες εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτου̃ τόπον ἀμίαντον

15:35 ἐξέδησεν δὲ τὴν του̃ Νικάνορος προτομὴν ἐκ τη̃ς ἄκρας ἐπίδηλον πα̃σιν καὶ φανερὸν τη̃ς του̃ κυρίου βοηθείας σημει̃ον

15:36 ἐδογμάτισαν δὲ πάντες μετὰ κοινου̃ ψηφίσματος μηδαμω̃ς ἐα̃σαι ἀπαρασήμαντον τήνδε τὴν ἡμέραν ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην του̃ δωδεκάτου μηνὸς Αδαρ λέγεται τη̨̃ Συριακη̨̃ φωνη̨̃ πρὸ μια̃ς ἡμέρας τη̃ς Μαρδοχαϊκη̃ς ἡμέρας

15:37 τω̃ν οὐ̃ν κατὰ Νικάνορα χωρησάντων οὕτως καὶ ἀπ' ἐκείνων τω̃ν καιρω̃ν κρατηθείσης τη̃ς πόλεως ὑπὸ τω̃ν Εβραίων καὶ αὐτὸς αὐτόθι τὸν λόγον καταπαύσω

15:38 καὶ εἰ μὲν καλω̃ς εὐθίκτως τη̨̃ συντάξει του̃το καὶ αὐτὸς ἤθελον εἰ δὲ εὐτελω̃ς καὶ μετρίως του̃το ἐφικτὸν ἠ̃ν μοι

15:39 καθάπερ γὰρ οἰ̃νον κατὰ μόνας πίνειν ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον ὃν δὲ τρόπον οἰ̃νος ὕδατι συγκερασθεὶς ἡδὺς καὶ ἐπιτερπη̃ τὴν χάριν ἀποτελει̃ οὕτως καὶ τὸ τη̃ς κατασκευη̃ς του̃ λόγου τέρπει τὰς ἀκοὰς τω̃ν ἐντυγχανόντων τη̨̃ συντάξει ἐνταυ̃θα δὲ ἔσται ἡ τελευτή

.