Μακκαβαίων Δ'

1:1 φιλοσοφώτατον λόγον ἐπιδείκνυσθαι μέλλων εἰ αὐτοδέσποτός ἐστιν τω̃ν παθω̃ν ὁ εὐσεβὴς λογισμός συμβουλεύσαιμ' ἂν ὑμι̃ν ὀρθω̃ς ὅπως προσέχητε προθύμως τη̨̃ φιλοσοφία̨

1:2 καὶ γὰρ ἀναγκαι̃ος εἰς ἐπιστήμην παντὶ ὁ λόγος καὶ ἄλλως τη̃ς μεγίστης ἀρετη̃ς λέγω δὴ φρονήσεως περιέχει ἔπαινον

1:3 εἰ ἄρα τω̃ν σωφροσύνης κωλυτικω̃ν παθω̃ν ὁ λογισμὸς φαίνεται ἐπικρατει̃ν γαστριμαργίας τε καὶ ἐπιθυμίας

1:4 ἀλλὰ καὶ τω̃ν τη̃ς δικαιοσύνης ἐμποδιστικω̃ν παθω̃ν κυριεύειν ἀναφαίνεται οἱ̃ον κακοηθείας καὶ τω̃ν τη̃ς ἀνδρείας ἐμποδιστικω̃ν παθω̃ν θυμου̃ τε καὶ φόβου καὶ πόνου

1:5 πω̃ς οὐ̃ν ἴσως εἴποιεν ἄν τινες εἰ τω̃ν παθω̃ν ὁ λογισμὸς κρατει̃ λήθης καὶ ἀγνοίας οὐ δεσπόζει γελοι̃ον ἐπιχειρου̃ντες λέγειν

1:6 οὐ γὰρ τω̃ν αὑτου̃ παθω̃ν ὁ λογισμὸς κρατει̃ ἀλλὰ τω̃ν τη̃ς δικαιοσύνης καὶ ἀνδρείας καὶ σωφροσύνης ἐναντίων καὶ τούτων οὐχ ὥστε αὐτὰ καταλυ̃σαι ἀλλ' ὥστε αὐτοι̃ς μὴ εἰ̃ξαι

1:7 πολλαχόθεν μὲν οὐ̃ν καὶ ἀλλαχόθεν ἔχοιμ' ἂν ὑμι̃ν ἐπιδει̃ξαι ὅτι αὐτοκράτωρ ἐστὶν τω̃ν παθω̃ν ὁ λογισμός

1:8 πολὺ δὲ πλέον του̃το ἀποδείξαιμι ἀπὸ τη̃ς ἀνδραγαθίας τω̃ν ὑπὲρ ἀρετη̃ς ἀποθανόντων Ελεαζαρου τε καὶ τω̃ν ἑπτὰ ἀδελφω̃ν καὶ τη̃ς τούτων μητρός

1:9 ἅπαντες γὰρ οὑ̃τοι τοὺς ἕως θανάτου πόνους ὑπεριδόντες ἐπεδείξαντο ὅτι περικρατει̃ τω̃ν παθω̃ν ὁ λογισμός

1:10 τω̃ν μὲν οὐ̃ν ἀρετω̃ν ἔπεστί μοι ἐπαινει̃ν τοὺς κατὰ του̃τον τὸν καιρὸν ὑπὲρ τη̃ς καλοκἀγαθίας ἀποθανόντας μετὰ τη̃ς μητρὸς ἄνδρας τω̃ν δὲ τιμω̃ν μακαρίσαιμ' ἄν

1:11 θαυμασθέντες γὰρ οὐ μόνον ὑπὸ πάντων ἀνθρώπων ἐπὶ τη̨̃ ἀνδρεία̨ καὶ ὑπομονη̨̃ ἀλλὰ καὶ ὑπὸ τω̃ν αἰκισαμένων αἴτιοι κατέστησαν του̃ καταλυθη̃ναι τὴν κατὰ του̃ ἔθνους τυραννίδα νικήσαντες τὸν τύραννον τη̨̃ ὑπομονη̨̃ ὥστε καθαρισθη̃ναι δι' αὐτω̃ν τὴν πατρίδα

1:12 ἀλλὰ καὶ περὶ τούτου νυ̃ν αὐτίκα δὴ λέγειν ἐξέσται ἀρξαμένω̨ τη̃ς ὑποθέσεως ὅπερ εἴωθα ποιει̃ν καὶ οὕτως εἰς τὸν περὶ αὐτω̃ν τρέψομαι λόγον δόξαν διδοὺς τω̨̃ πανσόφω̨ θεω̨̃

1:13 ζητου̃μεν δὴ τοίνυν εἰ αὐτοκράτωρ ἐστὶν τω̃ν παθω̃ν ὁ λογισμός

1:14 διακρίνομεν τί ποτέ ἐστιν λογισμὸς καὶ τί πάθος καὶ πόσαι παθω̃ν ἰδέαι καὶ εἰ πάντων ἐπικρατει̃ τούτων ὁ λογισμός

1:15 λογισμὸς μὲν δὴ τοίνυν ἐστὶν νου̃ς μετὰ ὀρθου̃ λόγου προτιμω̃ν τὸν σοφίας βίον

1:16 σοφία δὴ τοίνυν ἐστὶν γνω̃σις θείων καὶ ἀνθρωπίνων πραγμάτων καὶ τω̃ν τούτων αἰτιω̃ν

1:17 αὕτη δὴ τοίνυν ἐστὶν ἡ του̃ νόμου παιδεία δι' ἡ̃ς τὰ θει̃α σεμνω̃ς καὶ τὰ ἀνθρώπινα συμφερόντως μανθάνομεν

1:18 τη̃ς δὲ σοφίας ἰδέαι καθεστήκασιν φρόνησις καὶ δικαιοσύνη καὶ ἀνδρεία καὶ σωφροσύνη

1:19 κυριωτάτη δὲ πάντων ἡ φρόνησις ἐξ ἡ̃ς δὴ τω̃ν παθω̃ν ὁ λογισμὸς ἐπικρατει̃

1:20 παθω̃ν δὲ φύσεις εἰσὶν αἱ περιεκτικώταται δύο ἡδονή τε καὶ πόνος τούτων δὲ ἑκάτερον καὶ περὶ τὸ σω̃μα καὶ περὶ τὴν ψυχὴν πέφυκεν

1:21 πολλαὶ δὲ καὶ περὶ τὴν ἡδονὴν καὶ τὸν πόνον παθω̃ν εἰσιν ἀκολουθίαι

1:22 πρὸ μὲν οὐ̃ν τη̃ς ἡδονη̃ς ἐστιν ἐπιθυμία μετὰ δὲ τὴν ἡδονὴν χαρά

1:23 πρὸ δὲ του̃ πόνου ἐστὶν φόβος μετὰ δὲ τὸν πόνον λύπη

1:24 θυμὸς δὲ κοινὸν πάθος ἐστὶν ἡδονη̃ς καὶ πόνου ἐὰν ἐννοηθη̨̃ τις ὅτι αὐτω̨̃ περιέπεσεν

1:25 ἐν τη̨̃ ἡδονη̨̃ δὲ ἔνεστιν καὶ ἡ κακοήθης διάθεσις πολυτροπωτάτη πάντων οὐ̃σα τω̃ν παθω̃ν

1:26 καὶ τὰ μὲν ψυχη̃ς ἀλαζονεία καὶ φιλαργυρία καὶ φιλοδοξία καὶ φιλονεικία καὶ βασκανία

1:27 κατὰ δὲ τὸ σω̃μα παντοφαγία καὶ λαιμαργία καὶ μονοφαγία

1:28 καθάπερ οὐ̃ν δυει̃ν του̃ σώματος καὶ τη̃ς ψυχη̃ς φυτω̃ν ὄντων ἡδονη̃ς τε καὶ πόνου πολλαὶ τούτων τω̃ν φυτω̃ν εἰσιν παραφυάδες

1:29 ὡ̃ν ἑκάστην ὁ παγγέωργος λογισμὸς περικαθαίρων καὶ ἀποκνίζων καὶ περιπλέκων καὶ ἐπάρδων καὶ πάντα τρόπον μεταχέων ἐξημεροι̃ τὰς τω̃ν ἠθω̃ν καὶ παθω̃ν ὕλας

1:30 ὁ γὰρ λογισμὸς τω̃ν μὲν ἀρετω̃ν ἐστιν ἡγεμών τω̃ν δὲ παθω̃ν αὐτοκράτωρ ἐπιθεωρει̃τε τοίνυν πρω̃τον διὰ τω̃ν κωλυτικω̃ν τη̃ς σωφροσύνης ἔργων ὅτι αὐτοδέσποτός ἐστιν τω̃ν παθω̃ν ὁ λογισμός

1:31 σωφροσύνη δὴ τοίνυν ἐστὶν ἐπικράτεια τω̃ν ἐπιθυμιω̃ν

1:32 τω̃ν δὲ ἐπιθυμιω̃ν αἱ μέν εἰσιν ψυχικαί αἱ δὲ σωματικαί καὶ τούτων ἀμφοτέρων ἐπικρατει̃ν ὁ λογισμὸς φαίνεται

1:33 ἐπεὶ πόθεν κινούμενοι πρὸς τὰς ἀπειρημένας τροφὰς ἀποστρεφόμεθα τὰς ἐξ αὐτω̃ν ἡδονάς οὐχ ὅτι δύναται τω̃ν ὀρέξεων ἐπικρατει̃ν ὁ λογισμός ἐγὼ μὲν οἰ̃μαι

1:34 τοιγαρου̃ν ἐνύδρων ἐπιθυμου̃ντες καὶ ὀρνέων καὶ τετραπόδων καὶ παντοίων βρωμάτων τω̃ν ἀπηγορευμένων ἡμι̃ν κατὰ τὸν νόμον ἀπεχόμεθα διὰ τὴν του̃ λογισμου̃ ἐπικράτειαν

1:35 ἀνέχεται γὰρ τὰ τω̃ν ὀρέξεων πάθη ὑπὸ του̃ σώφρονος νοὸς ἀνακοπτόμενα καὶ φιμου̃ται πάντα τὰ του̃ σώματος κινήματα ὑπὸ του̃ λογισμου̃

2:1 καὶ τί θαυμαστόν εἰ αἱ τη̃ς ψυχη̃ς ἐπιθυμίαι πρὸς τὴν του̃ κάλλους μετουσίαν ἀκυρου̃νται

2:2 ταύτη̨ γου̃ν ὁ σώφρων Ιωσηφ ἐπαινει̃ται ὅτι διανοία̨ περιεκράτησεν τη̃ς ἡδυπαθείας

2:3 νέος γὰρ ὢν καὶ ἀκμάζων πρὸς συνουσιασμὸν ἠκύρωσε τω̨̃ λογισμω̨̃ τὸν τω̃ν παθω̃ν οἰ̃στρον

2:4 καὶ οὐ μόνον δὲ τὴν τη̃ς ἡδυπαθείας οἰστρηλασίαν ὁ λογισμὸς ἐπικρατει̃ν φαίνεται ἀλλὰ καὶ πάσης ἐπιθυμίας

2:5 λέγει γου̃ν ὁ νόμος οὐκ ἐπιθυμήσεις τὴν γυναι̃κα του̃ πλησίον σου οὐδὲ ὅσα τω̨̃ πλησίον σού ἐστιν

2:6 καίτοι ὅτε μὴ ἐπιθυμει̃ν εἴρηκεν ἡμα̃ς ὁ νόμος πολὺ πλέον πείσαιμ' ἂν ὑμα̃ς ὅτι τω̃ν ἐπιθυμιω̃ν κρατει̃ν δύναται ὁ λογισμός ὥσπερ καὶ τω̃ν κωλυτικω̃ν τη̃ς δικαιοσύνης παθω̃ν

2:7 ἐπεὶ τίνα τις τρόπον μονοφάγος ὢν τὸ ἠ̃θος καὶ γαστρίμαργος ἢ καὶ μέθυσος μεταπαιδεύεται εἰ μὴ δη̃λον ὅτι κύριός ἐστιν τω̃ν παθω̃ν ὁ λογισμός

2:8 αὐτίκα γου̃ν τω̨̃ νόμω̨ πολιτευόμενος κἂν φιλάργυρός τις ἠ̨̃ βιάζεται τὸν αὑτου̃ τρόπον τοι̃ς δεομένοις δανείζων χωρὶς τόκων καὶ τὸ δάνειον τω̃ν ἑβδομάδων ἐνστασω̃ν χρεοκοπούμενος

2:9 κἂν φειδωλός τις ἠ̨̃ ὑπὸ του̃ νόμου κρατει̃ται διὰ τὸν λογισμὸν μήτε ἐπικαρπολογούμενος τοὺς ἀμητοὺς μήτε ἐπιρρωγολογούμενος τοὺς ἀμπελω̃νας καὶ ἐπὶ τω̃ν ἑτέρων δὲ ἔστιν ἐπιγνω̃ναι του̃το ὅτι τω̃ν παθω̃ν ἐστιν ὁ λογισμὸς κρατω̃ν

2:10 ὁ γὰρ νόμος καὶ τη̃ς πρὸς γονει̃ς εὐνοίας κρατει̃ μὴ καταπροδιδοὺς τὴν ἀρετὴν δι' αὐτοὺς

2:11 καὶ τη̃ς πρὸς γαμετὴν φιλίας ἐπικρατει̃ διὰ τὴν παρανομίαν αὐτὴν ἀπελέγχων

2:12 καὶ τη̃ς τέκνων φιλίας κυριεύει διὰ κακίαν αὐτὰ κολάζων

2:13 καὶ τη̃ς φίλων συνηθείας δεσπόζει διὰ πονηρίαν αὐτοὺς ἐξελέγχων

2:14 καὶ μὴ νομίσητε παράδοξον εἰ̃ναι ὅπου καὶ ἔχθρας ἐπικρατει̃ν ὁ λογισμὸς δύναται διὰ τὸν νόμον μήτε δενδροτομω̃ν τὰ ἥμερα τω̃ν πολεμίων φυτά τὰ δὲ τω̃ν ἐχθρω̃ν τοι̃ς ἀπολέσασι διασώ̨ζων καὶ τὰ πεπτωκότα συνεγείρων

2:15 καὶ τω̃ν βιαιοτέρων δὲ παθω̃ν κρατει̃ν ὁ λογισμὸς φαίνεται φιλαρχίας καὶ κενοδοξίας καὶ ἀλαζονείας καὶ μεγαλαυχίας καὶ βασκανίας

2:16 πάντα γὰρ ταυ̃τα τὰ κακοήθη πάθη ὁ σώφρων νου̃ς ἀπωθει̃ται ὥσπερ καὶ τὸν θυμόν καὶ γὰρ τούτου δεσπόζει

2:17 θυμούμενός γέ τοι Μωυση̃ς κατὰ Δαθαν καὶ Αβιρων οὐ θυμω̨̃ τι κατ' αὐτω̃ν ἐποίησεν ἀλλὰ λογισμω̨̃ τὸν θυμὸν διή̨τησεν

2:18 δυνατὸς γὰρ ὁ σώφρων νου̃ς ὡς ἔφην κατὰ τω̃ν παθω̃ν ἀριστευ̃σαι καὶ τὰ μὲν αὐτω̃ν μεταθει̃ναι τὰ δὲ καὶ ἀκυρω̃σαι

2:19 ἐπεὶ διὰ τί ὁ πάνσοφος ἡμω̃ν πατὴρ Ιακωβ τοὺς περὶ Συμεων καὶ Λευιν αἰτια̃ται μὴ λογισμω̨̃ τοὺς Σικιμίτας ἐθνηδὸν ἀποσφάξαντας λέγων ἐπικατάρατος ὁ θυμὸς αὐτω̃ν

2:20 εἰ μὴ γὰρ ἐδύνατο του̃ θυμου̃ ὁ λογισμὸς κρατει̃ν οὐκ ἂν εἰ̃πεν οὕτως

2:21 ὁπηνίκα γὰρ ὁ θεὸς τὸν ἄνθρωπον κατεσκεύασεν τὰ πάθη αὐτου̃ καὶ τὰ ἤθη περιεφύτευσεν

2:22 ἡνίκα δὲ ἐπὶ πάντων τὸν ἱερὸν ἡγεμόνα νου̃ν διὰ τω̃ν αἰσθητηρίων ἐνεθρόνισεν

2:23 καὶ τούτω̨ νόμον ἔδωκεν καθ' ὃν πολιτευόμενος βασιλεύσει βασιλείαν σώφρονά τε καὶ δικαίαν καὶ ἀγαθὴν καὶ ἀνδρείαν

2:24 πω̃ς οὐ̃ν εἴποι τις ἄν εἰ τω̃ν παθω̃ν δεσπότης ἐστὶν ὁ λογισμός λήθης καὶ ἀγνοίας οὐ κρατει̃

3:1 ἔστιν δὲ κομιδη̨̃ γελοι̃ος ὁ λόγος οὐ γὰρ τω̃ν ἑαυτου̃ παθω̃ν ὁ λογισμὸς ἐπικρατει̃ν φαίνεται ἀλλὰ τω̃ν σωματικω̃ν

3:2 οἱ̃ον ἐπιθυμίαν τις οὐ δύναται ἐκκόψαι ἡμω̃ν ἀλλὰ μὴ δουλωθη̃ναι τη̨̃ ἐπιθυμία̨ δύναται ὁ λογισμὸς παρασχέσθαι

3:3 θυμόν τις οὐ δύναται ἐκκόψαι ὑμω̃ν τη̃ς ψυχη̃ς ἀλλὰ τω̨̃ θυμω̨̃ δυνατὸν τὸν λογισμὸν βοηθη̃σαι

3:4 κακοήθειάν τις ἡμω̃ν οὐ δύναται ἐκκόψαι ἀλλὰ τὸ μὴ καμφθη̃ναι τη̨̃ κακοηθεία̨ δύναιτ' ἂν ὁ λογισμὸς συμμαχη̃σαι

3:5 οὐ γὰρ ἐκριζωτὴς τω̃ν παθω̃ν ὁ λογισμός ἐστιν ἀλλὰ ἀνταγωνιστής

3:6 ἔστιν γου̃ν του̃το διὰ τη̃ς Δαυιδ του̃ βασιλέως δίψης σαφέστερον ἐπιλογίσασθαι

3:7 ἐπεὶ γὰρ δι' ὅλης ἡμέρας προσβαλὼν τοι̃ς ἀλλοφύλοις ὁ Δαυιδ πολλοὺς αὐτω̃ν ἀπέκτεινεν μετὰ τω̃ν του̃ ἔθνους στρατιωτω̃ν

3:8 τότε δὴ γενομένης ἑσπέρας ἱδρω̃ν καὶ σφόδρα κεκμηκὼς ἐπὶ τὴν βασίλειον σκηνὴν ἠ̃λθεν περὶ ἣν ὁ πα̃ς τω̃ν προγόνων στρατὸς ἐστρατοπεδεύκει

3:9 οἱ μὲν οὐ̃ν ἄλλοι πάντες ἐπὶ τὸ δει̃πνον ἠ̃σαν

3:10 ὁ δὲ βασιλεὺς ὡς μάλιστα διψω̃ν καίπερ ἀφθόνους ἔχων πηγάς οὐκ ἠδύνατο δι' αὐτω̃ν ἰάσασθαι τὴν δίψαν

3:11 ἀλλά τις αὐτὸν ἀλόγιστος ἐπιθυμία του̃ παρὰ τοι̃ς πολεμίοις ὕδατος ἐπιτείνουσα συνέφρυγεν καὶ λύουσα κατέφλεγεν

3:12 ὅθεν τω̃ν ὑπασπιστω̃ν ἐπὶ τη̨̃ του̃ βασιλέως ἐπιθυμία̨ σχετλιαζόντων δύο νεανίσκοι στρατιω̃ται καρτεροὶ καταιδεσθέντες τὴν του̃ βασιλέως ἐπιθυμίαν τὰς παντευχίας καθωπλίσαντο καὶ κάλπην λαβόντες ὑπερέβησαν τοὺς τω̃ν πολεμίων χάρακας

3:13 καὶ λαθόντες τοὺς τω̃ν πυλω̃ν ἀκροφύλακας διεξή̨εσαν ἀνερευνώμενοι κατὰ πα̃ν τὸ τω̃ν πολεμίων στρατόπεδον

3:14 καὶ ἀνευράμενοι τὴν πηγὴν ἐξ αὐτη̃ς θαρραλέως ἐκόμισαν τω̨̃ βασιλει̃ τὸ ποτόν

3:15 ὁ δὲ καίπερ τη̨̃ δίψη̨ διαπυρούμενος ἐλογίσατο πάνδεινον εἰ̃ναι κίνδυνον ψυχη̨̃ λογισθὲν ἰσοδύναμον ποτὸν αἵματι

3:16 ὅθεν ἀντιθεὶς τη̨̃ ἐπιθυμία̨ τὸν λογισμὸν ἔσπεισεν τὸ πόμα τω̨̃ θεω̨̃

3:17 δυνατὸς γὰρ ὁ σώφρων νου̃ς νικη̃σαι τὰς τω̃ν παθω̃ν ἀνάγκας καὶ σβέσαι τὰς τω̃ν οἴστρων φλεγμονὰς

3:18 καὶ τὰς τω̃ν σωμάτων ἀλγηδόνας καθ' ὑπερβολὴν οὔσας καταπαλαι̃σαι καὶ τη̨̃ καλοκἀγαθία̨ του̃ λογισμου̃ ἀποπτύσαι πάσας τὰς τω̃ν παθω̃ν ἐπικρατείας

3:19 ἤδη δὲ καὶ ὁ καιρὸς ἡμα̃ς καλει̃ ἐπὶ τὴν ἀπόδειξιν τη̃ς ἱστορίας του̃ σώφρονος λογισμου̃

3:20 ἐπειδὴ γὰρ βαθει̃αν εἰρήνην διὰ τὴν εὐνομίαν οἱ πατέρες ἡμω̃ν εἰ̃χον καὶ ἔπραττον καλω̃ς ὥστε καὶ τὸν τη̃ς 'Ασίας βασιλέα Σέλευκον τὸν Νικάνορα καὶ χρήματα εἰς τὴν ἱερουργίαν αὐτοι̃ς ἀφορίσαι καὶ τὴν πολιτείαν αὐτω̃ν ἀποδέχεσθαι

3:21 τότε δή τινες πρὸς τὴν κοινὴν νεωτερίσαντες ὁμόνοιαν πολυτρόποις ἐχρήσαντο συμφοραι̃ς

4:1 Σιμων γάρ τις πρὸς Ονιαν ἀντιπολιτευόμενος τόν ποτε τὴν ἀρχιερωσύνην ἔχοντα διὰ βίου καλὸν καὶ ἀγαθὸν ἄνδρα ἐπειδὴ πάντα τρόπον διαβάλλων ὑπὲρ του̃ ἔθνους οὐκ ἴσχυσεν κακω̃σαι φυγὰς ὤ̨χετο τὴν πατρίδα προδώσων

4:2 ὅθεν ἥκων πρὸς 'Απολλώνιον τὸν Συρίας τε καὶ Φοινίκης καὶ Κιλικίας στρατηγὸν ἔλεγεν

4:3 εὔνους ὢν τοι̃ς του̃ βασιλέως πράγμασιν ἥκω μηνύων πολλὰς ἰδιωτικω̃ν χρημάτων μυριάδας ἐν τοι̃ς Ιεροσολύμων γαζοφυλακίοις τεθησαυρίσθαι τοι̃ς ἱεροι̃ς μὴ ἐπικοινωνούσας καὶ προσήκειν ταυ̃τα Σελεύκω̨ τω̨̃ βασιλει̃

4:4 τούτων ἕκαστα γνοὺς ὁ 'Απολλώνιος τὸν μὲν Σιμωνα τη̃ς εἰς τὸν βασιλέα κηδεμονίας ἐπαινει̃ πρὸς δὲ τὸν Σέλευκον ἀναβὰς κατεμήνυσε τὸν τω̃ν χρημάτων θησαυρόν

4:5 καὶ λαβὼν τὴν περὶ αὐτω̃ν ἐξουσίαν ταχὺ εἰς τὴν πατρίδα ἡμω̃ν μετὰ του̃ καταράτου Σιμωνος καὶ βαρυτάτου στρατου̃

4:6 προσελθὼν ται̃ς του̃ βασιλέως ἐντολαι̃ς ἥκειν ἔλεγεν ὅπως τὰ ἰδιωτικὰ του̃ γαζοφυλακίου λάβοι χρήματα

4:7 καὶ του̃ ἔθνους πρὸς τὸν λόγον σχετλιάζοντος ἀντιλέγοντός τε πάνδεινον εἰ̃ναι νομίσαντες εἰ οἱ τὰς παρακαταθήκας πιστεύσαντες τω̨̃ ἱερω̨̃ θησαυρω̨̃ στερηθήσονται ὡς οἱ̃όν τε ἠ̃ν ἐκώλυον

4:8 μετὰ ἀπειλω̃ν δὲ ὁ 'Απολλώνιος ἀπή̨ει εἰς τὸ ἱερόν

4:9 τω̃ν δὲ ἱερέων μετὰ γυναικω̃ν καὶ παιδίων ἐν τω̨̃ ἱερω̨̃ ἱκετευσάντων τὸν θεὸν ὑπερασπίσαι του̃ ἱερου̃ καταφρονουμένου τόπου

4:10 ἀνιόντος τε μετὰ καθωπλισμένης τη̃ς στρατια̃ς του̃ 'Απολλωνίου πρὸς τὴν τω̃ν χρημάτων ἁρπαγὴν οὐρανόθεν ἔφιπποι προυφάνησαν ἄγγελοι περιαστράπτοντες τοι̃ς ὅπλοις καὶ πολὺν αὐτοι̃ς φόβον τε καὶ τρόμον ἐνιέντες

4:11 καταπεσών γέ τοι ἡμιθανὴς ὁ 'Απολλώνιος ἐπὶ τὸν πάμφυλον του̃ ἱερου̃ περίβολον τὰς χει̃ρας ἐξέτεινεν εἰς τὸν οὐρανὸν καὶ μετὰ δακρύων τοὺς Εβραίους παρεκάλει ὅπως περὶ αὐτου̃ προσευξάμενοι τὸν οὐράνιον ἐξευμενίσωνται στρατόν

4:12 ἔλεγεν γὰρ ἡμαρτηκὼς ὥστε καὶ ἀποθανει̃ν ἄξιος ὑπάρχειν πα̃σίν τε ἀνθρώποις ὑμνήσειν σωθεὶς τὴν του̃ ἱερου̃ τόπου μακαριότητα

4:13 τούτοις ὑπαχθεὶς τοι̃ς λόγοις Ονιας ὁ ἀρχιερεύς καίπερ ἄλλως εὐλαβηθείς μήποτε νομίσειεν ὁ βασιλεὺς Σέλευκος ἐξ ἀνθρωπίνης ἐπιβουλη̃ς καὶ μὴ θείας δίκης ἀνη̨ρη̃σθαι τὸν 'Απολλώνιον ηὔξατο περὶ αὐτου̃

4:14 καὶ ὁ μὲν παραδόξως διασωθεὶς ὤ̨χετο δηλώσων τω̨̃ βασιλει̃ τὰ συμβάντα αὐτω̨̃

4:15 τελευτήσαντος δὲ Σελεύκου του̃ βασιλέως διαδέχεται τὴν ἀρχὴν ὁ υἱὸς αὐτου̃ 'Αντίοχος ὁ 'Επιφανής ἀνὴρ ὑπερήφανος καὶ δεινός

4:16 ὃς καταλύσας τὸν Ονιαν τη̃ς ἀρχιερωσύνης Ιασονα τὸν ἀδελφὸν αὐτου̃ κατέστησεν ἀρχιερέα

4:17 συνθέμενον δώσειν εἰ ἐπιτρέψειεν αὐτω̨̃ τὴν ἀρχήν κατ' ἐνιαυτὸν τρισχίλια ἑξακόσια ἑξήκοντα τάλαντα

4:18 ὁ δὲ ἐπέτρεψεν αὐτω̨̃ καὶ ἀρχιερα̃σθαι καὶ του̃ ἔθνους ἀφηγει̃σθαι

4:19 καὶ ἐξεδιή̨τησεν τὸ ἔθνος καὶ ἐξεπολίτευσεν ἐπὶ πα̃σαν παρανομίαν

4:20 ὥστε μὴ μόνον ἐπ' αὐτη̨̃ τη̨̃ ἄκρα̨ τη̃ς πατρίδος ἡμω̃ν γυμνάσιον κατασκευάσαι ἀλλὰ καὶ καταλυ̃σαι τὴν του̃ ἱερου̃ κηδεμονίαν

4:21 ἐφ' οἱ̃ς ἀγανακτήσασα ἡ θεία δίκη αὐτὸν αὐτοι̃ς τὸν 'Αντίοχον ἐπολέμωσεν

4:22 ἐπειδὴ γὰρ πολεμω̃ν ἠ̃ν κατ' Αἴγυπτον Πτολεμαίω̨ ἤκουσέν τε ὅτι φήμης διαδοθείσης περὶ του̃ τεθνάναι αὐτὸν ὡς ἔνι μάλιστα χαίροιεν οἱ Ιεροσολυμι̃ται ταχέως ἐπ' αὐτοὺς ἀνέζευξεν

4:23 καὶ ὡς ἐπόρθησεν αὐτούς δόγμα ἔθετο ὅπως εἴ τινες αὐτω̃ν φάνοιεν τω̨̃ πατρίω̨ πολιτευόμενοι νόμω̨ θάνοιεν

4:24 καὶ ἐπεὶ κατὰ μηδένα τρόπον ἴσχυεν καταλυ̃σαι διὰ τω̃ν δογμάτων τὴν του̃ ἔθνους εὐνομίαν ἀλλὰ πάσας τὰς ἑαυτου̃ ἀπειλὰς καὶ τιμωρίας ἑώρα καταλυομένας

4:25 ὥστε καὶ γυναι̃κας ὅτι περιέτεμον τὰ παιδία μετὰ τω̃ν βρεφω̃ν κατακρημνισθη̃ναι προειδυίας ὅτι του̃το πείσονται

4:26 ἐπεὶ οὐ̃ν τὰ δόγματα αὐτου̃ κατεφρονει̃το ὑπὸ του̃ λαου̃ αὐτὸς διὰ βασάνων ἕνα ἕκαστον του̃ ἔθνους ἠνάγκαζεν μιαρω̃ν ἀπογευομένους τροφω̃ν ἐξόμνυσθαι τὸν Ιουδαϊσμόν

5:1 προκαθίσας γέ τοι μετὰ τω̃ν συνέδρων ὁ τύραννος 'Αντίοχος ἐπί τινος ὑψηλου̃ τόπου καὶ τω̃ν στρατευμάτων αὐτω̨̃ παρεστηκότων κυκλόθεν ἐνόπλων

5:2 παρεκέλευεν τοι̃ς δορυφόροις ἕνα ἕκαστον Εβραι̃ον ἐπισπα̃σθαι καὶ κρεω̃ν ὑείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεσθαι

5:3 εἰ δέ τινες μὴ θέλοιεν μιαροφαγη̃σαι τούτους τροχισθέντας ἀναιρεθη̃ναι

5:4 πολλω̃ν δὲ συναρπασθέντων εἱ̃ς πρω̃τος ἐκ τη̃ς ἀγέλης ὀνόματι Ελεαζαρος τὸ γένος ἱερεύς τὴν ἐπιστήμην νομικὸς καὶ τὴν ἡλικίαν προήκων καὶ πολλοι̃ς τω̃ν περὶ τὸν τύραννον διὰ τὴν ἡλικίαν γνώριμος παρήχθη πλησίον αὐτου̃

5:5 καὶ αὐτὸν ἰδὼν ὁ 'Αντίοχος ἔφη

5:6 ἐγὼ πρὶν ἄρξασθαι τω̃ν κατὰ σου̃ βασάνων ὠ̃ πρεσβυ̃τα συμβουλεύσαιμ' ἄν σοι ταυ̃τα ὅπως ἀπογευσάμενος τω̃ν ὑείων σώ̨ζοιο

5:7 αἰδου̃μαι γάρ σου τὴν ἡλικίαν καὶ τὴν πολιάν ἣν μετὰ τοσου̃τον ἔχων χρόνον οὔ μοι δοκει̃ς φιλοσοφει̃ν τη̨̃ Ιουδαίων χρώμενος θρησκεία̨

5:8 διὰ τί γὰρ τη̃ς φύσεως κεχαρισμένης καλλίστην τὴν του̃δε του̃ ζώ̨ου σαρκοφαγίαν βδελύττη̨

5:9 καὶ γὰρ ἀνόητον του̃το τὸ μὴ ἀπολαύειν τω̃ν χωρὶς ὀνείδους ἡδέων καὶ ἄδικον ἀποστρέφεσθαι τὰς τη̃ς φύσεως χάριτας

5:10 σὺ δέ μοι καὶ ἀνοητότερον ποιήσειν δοκει̃ς εἰ κενοδοξω̃ν περὶ τὸ ἀληθὲς ἔτι κἀμου̃ καταφρονήσεις ἐπὶ τη̨̃ ἰδία̨ τιμωρία̨

5:11 οὐκ ἐξυπνώσεις ἀπὸ τη̃ς φλυάρου φιλοσοφίας ὑμω̃ν καὶ ἀποσκεδάσεις τω̃ν λογισμω̃ν σου τὸν λη̃ρον καὶ ἄξιον τη̃ς ἡλικίας ἀναλαβὼν νου̃ν φιλοσοφήσεις τὴν του̃ συμφέροντος ἀλήθειαν

5:12 καὶ προσκυνήσας μου τὴν φιλάνθρωπον παρηγορίαν οἰκτιρήσεις τὸ σεαυτου̃ γη̃ρας

5:13 καὶ γὰρ ἐνθυμήθητι ὡς εἰ καί τίς ἐστιν τη̃σδε τη̃ς θρησκείας ὑμω̃ν ἐποπτικὴ δύναμις συγγνωμονήσειεν ἄν σοι ἐπὶ πάση̨ δι' ἀνάγκην παρανομία̨ γινομένη̨

5:14 του̃τον τὸν τρόπον ἐπὶ τὴν ἔκθεσμον σαρκοφαγίαν ἐποτρύνοντος του̃ τυράννου λόγον ἤ̨τησεν ὁ Ελεαζαρος

5:15 καὶ λαβὼν του̃ λέγειν ἐξουσίαν ἤρξατο δημηγορει̃ν οὕτως

5:16 ἡμει̃ς 'Αντίοχε θείω̨ πεπεισμένοι νόμω̨ πολιτεύεσθαι οὐδεμίαν ἀνάγκην βιαιοτέραν εἰ̃ναι νομίζομεν τη̃ς πρὸς τὸν νόμον ἡμω̃ν εὐπειθείας

5:17 διὸ δὴ κατ' οὐδένα τρόπον παρανομει̃ν ἀξιου̃μεν

5:18 καίτοι εἰ κατὰ ἀλήθειαν μὴ ἠ̃ν ὁ νόμος ἡμω̃ν ὡς ὑπολαμβάνεις θει̃ος ἄλλως δὲ ἐνομίζομεν αὐτὸν εἰ̃ναι θει̃ον οὐδὲ οὕτως ἐξὸν ἠ̃ν ἡμι̃ν τὴν ἐπὶ τη̨̃ εὐσεβεία̨ δόξαν ἀκυρω̃σαι

5:19 μὴ μικρὰν οὐ̃ν εἰ̃ναι νομίση̨ς ταύτην εἰ μιαροφαγήσαιμεν ἁμαρτίαν

5:20 τὸ γὰρ ἐπὶ μικροι̃ς καὶ μεγάλοις παρανομει̃ν ἰσοδύναμόν ἐστιν

5:21 δι' ἑκατέρου γὰρ ὡς ὁμοίως ὁ νόμος ὑπερηφανει̃ται

5:22 χλευάζεις δὲ ἡμω̃ν τὴν φιλοσοφίαν ὥσπερ οὐ μετὰ εὐλογιστίας ἐν αὐτη̨̃ βιούντων

5:23 σωφροσύνην τε γὰρ ἡμα̃ς ἐκδιδάσκει ὥστε πασω̃ν τω̃ν ἡδονω̃ν καὶ ἐπιθυμιω̃ν κρατει̃ν καὶ ἀνδρείαν ἐξασκει̃ ὥστε πάντα πόνον ἑκουσίως ὑπομένειν

5:24 καὶ δικαιοσύνην παιδεύει ὥστε διὰ πάντων τω̃ν ἠθω̃ν ἰσονομει̃ν καὶ εὐσέβειαν ἐκδιδάσκει ὥστε μόνον τὸν ὄντα θεὸν σέβειν μεγαλοπρεπω̃ς

5:25 διὸ οὐ μιαροφαγου̃μεν πιστεύοντες γὰρ θεου̃ καθεστάναι τὸν νόμον οἴδαμεν ὅτι κατὰ φύσιν ἡμι̃ν συμπαθει̃ νομοθετω̃ν ὁ του̃ κόσμου κτίστης

5:26 τὰ μὲν οἰκειωθησόμενα ἡμω̃ν ται̃ς ψυχαι̃ς ἐπέτρεψεν ἐσθίειν τὰ δὲ ἐναντιωθησόμενα ἐκώλυσεν σαρκοφαγει̃ν

5:27 τυραννικὸν δὲ οὐ μόνον ἀναγκάζειν ἡμα̃ς παρανομει̃ν ἀλλὰ καὶ ἐσθίειν ὅπως τη̨̃ ἐχθίστη̨ ἡμω̃ν μιαροφαγία̨ ταύτη̨ ἐπεγγελάση̨ς

5:28 ἀλλ' οὐ γελάσεις κατ' ἐμου̃ του̃τον τὸν γέλωτα

5:29 οὔτε τοὺς ἱεροὺς τω̃ν προγόνων περὶ του̃ φυλάξαι τὸν νόμον ὅρκους οὐ παρήσω

5:30 οὐδ' ἂν ἐκκόψειάς μου τὰ ὄμματα καὶ τὰ σπλάγχνα μου τήξειας

5:31 οὐχ οὕτως εἰμὶ γέρων ἐγὼ καὶ ἄνανδρος ὥστε μοι διὰ τὴν εὐσέβειαν μὴ νεάζειν τὸν λογισμόν

5:32 πρὸς ταυ̃τα τροχοὺς εὐτρέπιζε καὶ τὸ πυ̃ρ ἐκφύσα σφοδρότερον

5:33 οὐχ οὕτως οἰκτίρομαι τὸ ἐμαυτου̃ γη̃ρας ὥστε δι' ἐμαυτου̃ τὸν πάτριον καταλυ̃σαι νόμον

5:34 οὐ ψεύσομαί σε παιδευτὰ νόμε οὐδὲ ἐξομου̃μαί σε φίλη ἐγκράτεια

5:35 οὐδὲ καταισχυνω̃ σε φιλόσοφε λόγε οὐδὲ ἐξαρνήσομαί σε ἱερωσύνη τιμία καὶ νομοθεσίας ἐπιστήμη

5:36 οὐδὲ μιανει̃ς μου τὸ σεμνὸν γήρως στόμα οὐδὲ νομίμου βίου ἡλικίαν

5:37 ἁγνόν με οἱ πατέρες εἰσδέξονται μὴ φοβηθέντα σου τὰς μέχρι θανάτου ἀνάγκας

5:38 ἀσεβω̃ν μὲν γὰρ τυραννήσεις τω̃ν δὲ ἐμω̃ν ὑπὲρ τη̃ς εὐσεβείας λογισμω̃ν οὔτε λόγοις δεσπόσεις οὔτε δι' ἔργων

6:1 του̃τον τὸν τρόπον ἀντιρρητορεύσαντα ται̃ς του̃ τυράννου παρηγορίαις παραστάντες οἱ δορυφόροι πικρω̃ς ἔσυραν ἐπὶ τὰ βασανιστήρια τὸν Ελεαζαρον

6:2 καὶ πρω̃τον μὲν περιέδυσαν τὸν γεραιὸν ἐγκοσμούμενον τη̨̃ περὶ τὴν εὐσέβειαν εὐσχημοσύνη̨

6:3 ἔπειτα περιαγκωνίσαντες ἑκατέρωθεν μάστιξιν κατή̨κιζον

6:4 πείσθητι ται̃ς του̃ βασιλέως ἐντολαι̃ς ἑτέρωθεν κήρυκος ἐπιβοω̃ντος

6:5 ὁ δὲ μεγαλόφρων καὶ εὐγενὴς ὡς ἀληθω̃ς Ελεαζαρος ὥσπερ ἐν ὀνείρω̨ βασανιζόμενος κατ' οὐδένα τρόπον μετετρέπετο

6:6 ἀλλὰ ὑψηλοὺς ἀνατείνας εἰς οὐρανὸν τοὺς ὀφθαλμοὺς ἀπεξαίνετο ται̃ς μάστιξιν τὰς σάρκας ὁ γέρων καὶ κατερρει̃το τω̨̃ αἵματι καὶ τὰ πλευρὰ κατετιτρώσκετο

6:7 καὶ πίπτων εἰς τὸ ἔδαφος ἀπὸ του̃ μὴ φέρειν τὸ σω̃μα τὰς ἀλγηδόνας ὀρθὸν εἰ̃χεν καὶ ἀκλινη̃ τὸν λογισμόν

6:8 λάξ γέ τοι τω̃ν πικρω̃ν τις δορυφόρων εἰς τοὺς κενεω̃νας ἐναλλόμενος ἔτυπτεν ὅπως ἐξανίσταιτο πίπτων

6:9 ὁ δὲ ὑπέμενε τοὺς πόνους καὶ περιεφρόνει τη̃ς ἀνάγκης καὶ διεκαρτέρει τοὺς αἰκισμούς

6:10 καὶ καθάπερ γενναι̃ος ἀθλητὴς τυπτόμενος ἐνίκα τοὺς βασανίζοντας ὁ γέρων

6:11 ἱδρω̃ν γέ τοι τὸ πρόσωπον καὶ ἐπασθμαίνων σφοδρω̃ς καὶ ὑπ' αὐτω̃ν τω̃ν βασανιζόντων ἐθαυμάζετο ἐπὶ τη̨̃ εὐψυχία̨

6:12 ὅθεν τὰ μὲν ἐλεω̃ντες τὰ του̃ γήρως αὐτου̃

6:13 τὰ δὲ ἐν συμπαθεία̨ τη̃ς συνηθείας ὄντες τὰ δὲ ἐν θαυμασμω̨̃ τη̃ς καρτερίας προσιόντες αὐτω̨̃ τινες του̃ βασιλέως ἔλεγον

6:14 τί τοι̃ς κακοι̃ς τούτοις σεαυτὸν ἀλογίστως ἀπόλλεις Ελεαζαρ

6:15 ἡμει̃ς μέν τοι τω̃ν ἡψημένων βρωμάτων παραθήσομεν σὺ δὲ ὑποκρινόμενος τω̃ν ὑείων ἀπογεύεσθαι σώθητι

6:16 καὶ ὁ Ελεαζαρος ὥσπερ πικρότερον διὰ τη̃ς συμβουλίας αἰκισθεὶς ἀνεβόησεν

6:17 μὴ οὕτως κακω̃ς φρονήσαιμεν οἱ Αβρααμ παι̃δες ὥστε μαλακοψυχήσαντας ἀπρεπὲς ἡμι̃ν δρα̃μα ὑποκρίνασθαι

6:18 καὶ γὰρ ἀλόγιστον εἰ πρὸς ἀλήθειαν ζήσαντες τὸν μέχρι γήρως βίον καὶ τὴν ἐπ' αὐτω̨̃ δόξαν νομίμως φυλάσσοντες νυ̃ν μεταβαλοίμεθα

6:19 καὶ αὐτοὶ μὲν ἡμει̃ς γενοίμεθα τοι̃ς νέοις ἀσεβείας τύπος ἵνα παράδειγμα γενώμεθα τη̃ς μιαροφαγίας

6:20 αἰσχρὸν δὲ εἰ ἐπιβιώσομεν ὀλίγον χρόνον καὶ του̃τον καταγελώμενοι πρὸς ἁπάντων ἐπὶ δειλία̨

6:21 καὶ ὑπὸ μὲν του̃ τυράννου καταφρονηθω̃μεν ὡς ἄνανδροι τὸν δὲ θει̃ον ἡμω̃ν νόμον μέχρι θανάτου μὴ προασπίσαιμεν

6:22 πρὸς ταυ̃τα ὑμει̃ς μέν ὠ̃ Αβρααμ παι̃δες εὐγενω̃ς ὑπὲρ τη̃ς εὐσεβείας τελευτα̃τε

6:23 οἱ δὲ του̃ τυράννου δορυφόροι τί μέλλετε

6:24 πρὸς τὰς ἀνάγκας οὕτως μεγαλοφρονου̃ντα αὐτὸν ἰδόντες καὶ μηδὲ πρὸς τὸν οἰκτιρμὸν αὐτω̃ν μεταβαλλόμενον ἐπὶ τὸ πυ̃ρ αὐτὸν ἀνη̃γον

6:25 ἔνθα διὰ κακοτέχνων ὀργάνων καταφλέγοντες αὐτὸν ὑπερρίπτοσαν καὶ δυσώδεις χυλοὺς εἰς τοὺς μυκτη̃ρας αὐτου̃ κατέχεον

6:26 ὁ δὲ μέχρι τω̃ν ὀστέων ἤδη κατακεκαυμένος καὶ μέλλων λιποθυμει̃ν ἀνέτεινε τὰ ὄμματα πρὸς τὸν θεὸν καὶ εἰ̃πεν

6:27 σὺ οἰ̃σθα θεέ παρόν μοι σώ̨ζεσθαι βασάνοις καυστικαι̃ς ἀποθνή̨σκω διὰ τὸν νόμον

6:28 ἵλεως γενου̃ τω̨̃ ἔθνει σου ἀρκεσθεὶς τη̨̃ ἡμετέρα̨ ὑπὲρ αὐτω̃ν δίκη̨

6:29 καθάρσιον αὐτω̃ν ποίησον τὸ ἐμὸν αἱ̃μα καὶ ἀντίψυχον αὐτω̃ν λαβὲ τὴν ἐμὴν ψυχήν

6:30 καὶ ταυ̃τα εἰπὼν ὁ ἱερὸς ἀνὴρ εὐγενω̃ς ται̃ς βασάνοις ἐναπέθανεν καὶ μέχρι τω̃ν του̃ θανάτου βασάνων ἀντέστη τω̨̃ λογισμω̨̃ διὰ τὸν νόμον

6:31 ὁμολογουμένως οὐ̃ν δεσπότης τω̃ν παθω̃ν ἐστιν ὁ εὐσεβὴς λογισμός

6:32 εἰ γὰρ τὰ πάθη του̃ λογισμου̃ κεκρατήκει τούτοις ἂν ἀπέδομεν τὴν τη̃ς ἐπικρατείας μαρτυρίαν

6:33 νυνὶ δὲ του̃ λογισμου̃ τὰ πάθη νικήσαντος αὐτω̨̃ προσηκόντως τὴν τη̃ς ἡγεμονίας προσνέμομεν ἐξουσίαν

6:34 καὶ δίκαιόν ἐστιν ὁμολογει̃ν ἡμα̃ς τὸ κράτος εἰ̃ναι του̃ λογισμου̃ ὅπου γε καὶ τω̃ν ἔξωθεν ἀλγηδόνων ἐπικρατει̃ ἐπεὶ καὶ γελοι̃ον

6:35 καὶ οὐ μόνον τω̃ν ἀλγηδόνων ἐπιδείκνυμι κεκρατηκέναι τὸν λογισμόν ἀλλὰ καὶ τω̃ν ἡδονω̃ν κρατει̃ν καὶ μηδὲν αὐται̃ς ὑπείκειν

7:1 ὥσπερ γὰρ ἄριστος κυβερνήτης ὁ του̃ πατρὸς ἡμω̃ν Ελεαζαρου λογισμὸς πηδαλιουχω̃ν τὴν τη̃ς εὐσεβείας ναυ̃ν ἐν τω̨̃ τω̃ν παθω̃ν πελάγει

7:2 καὶ καταικιζόμενος ται̃ς του̃ τυράννου ἀπειλαι̃ς καὶ καταντλούμενος ται̃ς τω̃ν βασάνων τρικυμίαις

7:3 κατ' οὐδένα τρόπον ἔτρεψε τοὺς τη̃ς εὐσεβείας οἴακας ἕως οὑ̃ ἔπλευσεν ἐπὶ τὸν τη̃ς ἀθανάτου νίκης λιμένα

7:4 οὐχ οὕτως πόλις πολλοι̃ς καὶ ποικίλοις μηχανήμασιν ἀντέσχε ποτὲ πολιορκουμένη ὡς ὁ πανάγιος ἐκει̃νος τὴν ἱερὰν ψυχὴν αἰκισμοι̃ς τε καὶ στρέβλαις πυρπολούμενος ἐνίκησεν τοὺς πολιορκου̃ντας διὰ τὸν ὑπερασπίζοντα τη̃ς εὐσεβείας λογισμόν

7:5 ὥσπερ γὰρ πρόκρημνον ἄκραν τὴν ἑαυτου̃ διάνοιαν ὁ πατὴρ Ελεαζαρ ἐκτείνας περιέκλασεν τοὺς ἐπιμαινομένους τω̃ν παθω̃ν κλύδωνας

7:6 ὠ̃ ἄξιε τη̃ς ἱερωσύνης ἱερευ̃ οὐκ ἐμίανας τοὺς ἱεροὺς ὀδόντας οὐδὲ τὴν θεοσέβειαν καὶ καθαρισμὸν χωρήσασαν γαστέρα ἐκοίνωσας μιαροφαγία̨

7:7 ὠ̃ σύμφωνε νόμου καὶ φιλόσοφε θείου βίου

7:8 τοιούτους δει̃ εἰ̃ναι τοὺς δημιουργου̃ντας τὸν νόμον ἰδίω̨ αἵματι καὶ γενναίω̨ ἱδρω̃τι τοι̃ς μέχρι θανάτου πάθεσιν ὑπερασπίζοντας

7:9 σύ πάτερ τὴν εὐνομίαν ἡμω̃ν διὰ τω̃ν ὑπομονω̃ν εἰς δόξαν ἐκύρωσας καὶ τὴν ἁγιαστίαν σεμνολογήσας οὐ κατέλυσας καὶ διὰ τω̃ν ἔργων ἐπιστοποίησας τοὺς τη̃ς θείας φιλοσοφίας σου λόγους

7:10 ὠ̃ βασάνων βιαιότερε γέρων καὶ πυρὸς εὐτονώτερε πρεσβυ̃τα καὶ παθω̃ν μέγιστε βασιλευ̃ Ελεαζαρ

7:11 ὥσπερ γὰρ ὁ πατὴρ Ααρων τω̨̃ θυμιατηρίω̨ καθωπλισμένος διὰ του̃ ἐθνοπλήθους ἐπιτρέχων τὸν ἐμπυριστὴν ἐνίκησεν ἄγγελον

7:12 οὕτως ὁ Ααρωνίδης Ελεαζαρ διὰ του̃ πυρὸς ὑπερτηκόμενος οὐ μετετράπη τὸν λογισμόν

7:13 καίτοι τὸ θαυμασιώτατον γέρων ὢν λελυμένων μὲν ἤδη τω̃ν του̃ σώματος τόνων περικεχαλασμένων δὲ τω̃ν σαρκω̃ν κεκμηκότων δὲ καὶ τω̃ν νεύρων ἀνενέασεν

7:14 τω̨̃ πνεύματι διὰ του̃ λογισμου̃ καὶ τω̨̃ Ισακίω̨ λογισμω̨̃ τὴν πολυκέφαλον στρέβλαν ἠκύρωσεν

7:15 ὠ̃ μακαρίου γήρως καὶ σεμνη̃ς πολια̃ς καὶ βίου νομίμου ὃν πιστὴ θανάτου σφραγὶς ἐτελείωσεν

7:16 εἰ δὴ τοίνυν γέρων ἀνὴρ τω̃ν μέχρι θανάτου βασάνων περιεφρόνει δι' εὐσέβειαν ὁμολογουμένως ἡγεμών ἐστιν τω̃ν παθω̃ν ὁ εὐσεβὴς λογισμός

7:17 ἴσως δ' ἂν εἴποιέν τινες τω̃ν παθω̃ν οὐ πάντες περικρατου̃σιν ὅτι οὐδὲ πάντες φρόνιμον ἔχουσιν τὸν λογισμόν

7:18 ἀλλ' ὅσοι τη̃ς εὐσεβείας προνοου̃σιν ἐξ ὅλης καρδίας οὑ̃τοι μόνοι δύνανται κρατει̃ν τω̃ν τη̃ς σαρκὸς παθω̃ν

7:19 πιστεύοντες ὅτι θεω̨̃ οὐκ ἀποθνή̨σκουσιν ὥσπερ οὐδὲ οἱ πατριάρχαι ἡμω̃ν Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ ἀλλὰ ζω̃σιν τω̨̃ θεω̨̃

7:20 οὐδὲν οὐ̃ν ἐναντιου̃ται τὸ φαίνεσθαί τινας παθοκρατει̃σθαι διὰ τὸν ἀσθενη̃ λογισμόν

7:21 ἐπεὶ τίς πρὸς ὅλον τὸν τη̃ς φιλοσοφίας κανόνα φιλοσοφω̃ν καὶ πεπιστευκὼς θεω̨̃

7:22 καὶ εἰδὼς ὅτι διὰ τὴν ἀρετὴν πάντα πόνον ὑπομένειν μακάριόν ἐστιν οὐκ ἂν περικρατήσειεν τω̃ν παθω̃ν διὰ τὴν θεοσέβειαν

7:23 μόνος γὰρ ὁ σοφὸς καὶ ἀνδρει̃ός ἐστιν τω̃ν παθω̃ν κύριος

8:1 διὰ του̃τό γέ τοι καὶ μειρακίσκοι τω̨̃ τη̃ς εὐσεβείας λογισμω̨̃ φιλοσοφου̃ντες χαλεπωτέρων βασανιστηρίων ἐπεκράτησαν

8:2 ἐπειδὴ γὰρ κατὰ τὴν πρώτην πει̃ραν ἐνικήθη περιφανω̃ς ὁ τύραννος μὴ δυνηθεὶς ἀναγκάσαι γέροντα μιαροφαγη̃σαι τότε δὴ σφόδρα περιπαθω̃ς ἐκέλευσεν ἄλλους ἐκ τη̃ς λείας τω̃ν Εβραίων ἀγαγει̃ν καὶ εἰ μὲν μιαροφαγήσαιεν ἀπολύειν φαγόντας εἰ δ' ἀντιλέγοιεν πικρότερον βασανίζειν

8:3 ταυ̃τα διαταξαμένου του̃ τυράννου παρη̃σαν ἀγόμενοι μετὰ γεραια̃ς μητρὸς ἑπτὰ ἀδελφοὶ καλοί τε καὶ αἰδήμονες καὶ γενναι̃οι καὶ ἐν παντὶ χαρίεντες

8:4 οὓς ἰδὼν ὁ τύραννος καθάπερ ἐν χορω̨̃ μέσην τὴν μητέρα περιέχοντας ἥσθετο ἐπ' αὐτοι̃ς καὶ τη̃ς εὐπρεπείας ἐκπλαγεὶς καὶ τη̃ς εὐγενείας προσεμειδίασεν αὐτοι̃ς καὶ πλησίον καλέσας ἔφη

8:5 ὠ̃ νεανίαι φιλοφρόνως ἐγὼ καθ' ἑνὸς ἑκάστου ὑμω̃ν θαυμάζω τὸ κάλλος καὶ τὸ πλη̃θος τοσούτων ἀδελφω̃ν ὑπερτιμω̃ν οὐ μόνον συμβουλεύω μὴ μανη̃ναι τὴν αὐτὴν τω̨̃ προβασανισθέντι γέροντι μανίαν ἀλλὰ καὶ παρακαλω̃ συνείξαντάς μοι τη̃ς ἐμη̃ς ἀπολαύειν φιλίας

8:6 δυναίμην δ' ἂν ὥσπερ κολάζειν τοὺς ἀπειθου̃ντάς μου τοι̃ς ἐπιτάγμασιν οὕτω καὶ εὐεργετει̃ν τοὺς εὐπειθου̃ντάς μοι

8:7 πιστεύσατε οὐ̃ν καὶ ἀρχὰς ἐπὶ τω̃ν ἐμω̃ν πραγμάτων ἡγεμονικὰς λήμψεσθε ἀρνησάμενοι τὸν πάτριον ὑμω̃ν τη̃ς πολιτείας θεσμόν

8:8 καὶ μεταλαβόντες 'Ελληνικου̃ βίου καὶ μεταδιαιτηθέντες ἐντρυφήσατε ται̃ς νεότησιν ὑμω̃ν

8:9 ἐπεί ἐὰν ὀργίλως με διάθησθε διὰ τη̃ς ἀπειθείας ἀναγκάσετέ με ἐπὶ δειναι̃ς κολάσεσιν ἕνα ἕκαστον ὑμω̃ν διὰ τω̃ν βασάνων ἀπολέσαι

8:10 κατελεήσατε οὐ̃ν ἑαυτούς οὓς καὶ ὁ πολέμιος ἔγωγε καὶ τη̃ς ἡλικίας καὶ τη̃ς εὐμορφίας οἰκτίρομαι

8:11 οὐ διαλογιει̃σθε του̃το ὅτι οὐδὲν ὑμι̃ν ἀπειθήσασιν πλὴν του̃ μετὰ στρεβλω̃ν ἀποθανει̃ν ἀπόκειται

8:12 ταυ̃τα δὲ λέγων ἐκέλευσεν εἰς τὸ ἔμπροσθεν τιθέναι τὰ βασανιστήρια ὅπως καὶ διὰ του̃ φόβου πείσειεν αὐτοὺς μιαροφαγη̃σαι

8:13 ὡς δὲ τροχούς τε καὶ ἀρθρέμβολα στρεβλωτήριά τε καὶ τροχαντη̃ρας καὶ καταπέλτας καὶ λέβητας τήγανά τε καὶ δακτυλήθρας καὶ χει̃ρας σιδηρα̃ς καὶ σφη̃νας καὶ τὰ ζώπυρα του̃ πυρὸς οἱ δορυφόροι προέθεσαν ὑπολαβὼν ὁ τύραννος ἔφη

8:14 μειράκια φοβήθητε καὶ ἣν σέβεσθε δίκην ἵλεως ὑμι̃ν ἔσται δι' ἀνάγκην παρανομήσασιν

8:15 οἱ δὲ ἀκούσαντες ἐπαγωγὰ καὶ ὁρω̃ντες δεινὰ οὐ μόνον οὐκ ἐφοβήθησαν ἀλλὰ καὶ ἀντεφιλοσόφησαν τω̨̃ τυράννω̨ καὶ διὰ τη̃ς εὐλογιστίας τὴν τυραννίδα αὐτου̃ κατέλυσαν

8:16 καίτοι λογισώμεθα εἰ δειλόψυχοί τινες ἠ̃σαν ἐν αὐτοι̃ς καὶ ἄνανδροι ποίοις ἂν ἐχρήσαντο λόγοις οὐχὶ τούτοις

8:17 ὠ̃ τάλανες ἡμει̃ς καὶ λίαν ἀνόητοι βασιλέως ἡμα̃ς καλου̃ντος καὶ ἐπὶ εὐεργεσία̨ παρακαλου̃ντος εἰ πεισθείημεν αὐτω̨̃

8:18 τί βουλήμασιν κενοι̃ς ἑαυτοὺς εὐφραίνομεν καὶ θανατηφόρον ἀπείθειαν τολμω̃μεν

8:19 οὐ φοβηθησόμεθα ἄνδρες ἀδελφοί τὰ βασανιστήρια καὶ λογιούμεθα τὰς τω̃ν βασάνων ἀπειλὰς καὶ φευξόμεθα τὴν κενοδοξίαν ταύτην καὶ ὀλεθροφόρον ἀλαζονείαν

8:20 ἐλεήσωμεν τὰς ἑαυτω̃ν ἡλικίας καὶ κατοικτίρωμεν τὸ τη̃ς μητρὸς γη̃ρας

8:21 καὶ ἐνθυμηθω̃μεν ὅτι ἀπειθου̃ντες τεθνηξόμεθα

8:22 συγγνώσεται δὲ ἡμι̃ν καὶ ἡ θεία δίκη δι' ἀνάγκην τὸν βασιλέα φοβηθει̃σιν

8:23 τί ἐξάγομεν ἑαυτοὺς του̃ ἡδίστου βίου καὶ ἀποστερου̃μεν ἑαυτοὺς του̃ γλυκέος κόσμου

8:24 μὴ βιαζώμεθα τὴν ἀνάγκην μηδὲ κενοδοξήσωμεν ἐπὶ τη̨̃ ἑαυτω̃ν στρέβλη̨

8:25 οὐδ' αὐτὸς ὁ νόμος ἑκουσίως ἡμα̃ς θανατοι̃ φοβηθέντας τὰ βασανιστήρια

8:26 πόθεν ἡμι̃ν ἡ τοσαύτη ἐντέτηκε φιλονεικία καὶ ἡ θανατηφόρος ἀρέσκει καρτερία παρὸν μετὰ ἀταραξίας ζη̃ν τω̨̃ βασιλει̃ πεισθέντας

8:27 ἀλλὰ τούτων οὐδὲν εἰ̃πον οἱ νεανίαι βασανίζεσθαι μέλλοντες οὐδὲ ἐνεθυμήθησαν

8:28 ἠ̃σαν γὰρ περίφρονες τω̃ν παθω̃ν καὶ αὐτοκράτορες τω̃ν ἀλγηδόνων

8:29 ὥστε ἅμα τω̨̃ παύσασθαι τὸν τύραννον συμβουλεύοντα αὐτοι̃ς μιαροφαγη̃σαι πάντες διὰ μια̃ς φωνη̃ς ὁμου̃ ὥσπερ ἀπὸ τη̃ς αὐτη̃ς ψυχη̃ς εἰ̃πον

9:1 τί μέλλεις ὠ̃ τύραννε ἕτοιμοι γάρ ἐσμεν ἀποθνή̨σκειν ἢ παραβαίνειν τὰς πατρίους ἡμω̃ν ἐντολάς

9:2 αἰσχυνόμεθα γὰρ τοὺς προγόνους ἡμω̃ν εἰκότως εἰ μὴ τη̨̃ του̃ νόμου εὐπειθεία̨ καὶ συμβούλω̨ Μωυσει̃ χρησαίμεθα

9:3 σύμβουλε τύραννε παρανομίας μὴ ἡμα̃ς μισω̃ν ὑπὲρ αὐτοὺς ἡμα̃ς ἐλέα

9:4 χαλεπώτερον γὰρ αὐτου̃ του̃ θανάτου νομίζομεν εἰ̃ναί σου τὸν ἐπὶ τη̨̃ παρανόμω̨ σωτηρία̨ ἡμω̃ν ἔλεον

9:5 ἐκφοβει̃ς δὲ ἡμα̃ς τὸν διὰ τω̃ν βασάνων θάνατον ἡμι̃ν ἀπειλω̃ν ὥσπερ οὐχὶ πρὸ βραχέως παρ' Ελεαζαρου μαθών

9:6 εἰ δ' οἱ γέροντες τω̃ν Εβραίων διὰ τὴν εὐσέβειαν καὶ βασανισμοὺς ὑπομείναντες εὐσέβησαν ἀποθάνοιμεν ἂν δικαιότερον ἡμει̃ς οἱ νέοι τὰς βασάνους τω̃ν σω̃ν ἀναγκω̃ν ὑπεριδόντες ἃς καὶ ὁ παιδευτὴς ἡμω̃ν γέρων ἐνίκησεν

9:7 πείραζε τοιγαρου̃ν τύραννε καὶ τὰς ἡμω̃ν ψυχὰς εἰ θανατώσεις διὰ τὴν εὐσέβειαν μὴ νομίση̨ς ἡμα̃ς βλάπτειν βασανίζων

9:8 ἡμει̃ς μὲν γὰρ διὰ τη̃σδε τη̃ς κακοπαθείας καὶ ὑπομονη̃ς τὰ τη̃ς ἀρετη̃ς ἀ̃θλα ἕξομεν καὶ ἐσόμεθα παρὰ θεω̨̃ δι' ὃν καὶ πάσχομεν

9:9 σὺ δὲ διὰ τὴν ἡμω̃ν μιαιφονίαν αὐτάρκη καρτερήσεις ὑπὸ τη̃ς θείας δίκης αἰώνιον βάσανον διὰ πυρός

9:10 ταυ̃τα αὐτω̃ν εἰπόντων οὐ μόνον ὡς κατὰ ἀπειθούντων ἐχαλέπαινεν ὁ τύραννος ἀλλὰ καὶ ὡς κατὰ ἀχαρίστων ὠργίσθη

9:11 ὅθεν τὸν πρεσβύτατον αὐτω̃ν κελευσθέντες παρη̃γον οἱ ὑπασπισταὶ καὶ διαρρήξαντες τὸν χιτω̃να διέδησαν τὰς χει̃ρας αὐτου̃ καὶ τοὺς βραχίονας ἱμα̃σιν ἑκατέρωθεν

9:12 ὡς δὲ τύπτοντες ται̃ς μάστιξιν ἐκοπίασαν μηδὲν ἀνύοντες ἀνέβαλον αὐτὸν ἐπὶ τὸν τροχόν

9:13 περὶ ὃν κατατεινόμενος ὁ εὐγενὴς νεανίας ἔξαρθρος ἐγίνετο

9:14 καὶ κατὰ πα̃ν μέλος κλώμενος ἐκακηγόρει λέγων

9:15 τύραννε μιαρώτατε καὶ τη̃ς οὐρανίου δίκης ἐχθρὲ καὶ ὠμόφρων οὐκ ἀνδροφονήσαντά με του̃τον καταικίζεις τὸν τρόπον οὐδὲ ἀσεβήσαντα ἀλλὰ θείου νόμου προασπίζοντα

9:16 καὶ τω̃ν δορυφόρων λεγόντων ὁμολόγησον φαγει̃ν ὅπως ἀπαλλαγη̨̃ς τω̃ν βασάνων

9:17 ὁ δὲ εἰ̃πεν οὐχ οὕτως ἰσχυρὸς ὑμω̃ν ἐστιν ὁ τροχός ὠ̃ μιαροὶ διάκονοι ὥστε μου τὸν λογισμὸν ἄγξαι τέμνετέ μου τὰ μέλη καὶ πυρου̃τέ μου τὰς σάρκας καὶ στρεβλου̃τε τὰ ἄρθρα

9:18 διὰ πασω̃ν γὰρ ὑμα̃ς πείσω τω̃ν βασάνων ὅτι μόνοι παι̃δες Εβραίων ὑπὲρ ἀρετη̃ς εἰσιν ἀνίκητοι

9:19 ταυ̃τα λέγοντι ὑπέστρωσαν πυ̃ρ καὶ τὸ διερεθίζον τὸν τροχὸν προσεπικατέτεινον

9:20 ἐμολύνετο δὲ πάντοθεν αἵματι ὁ τροχός καὶ ὁ σωρὸς τη̃ς ἀνθρακια̃ς τοι̃ς τω̃ν ἰχώρων ἐσβέννυτο σταλαγμοι̃ς καὶ περὶ τοὺς ἄξονας του̃ ὀργάνου περιέρρεον αἱ σάρκες

9:21 καὶ περιτετμημένον ἤδη ἔχων τὸ τω̃ν ὀστέων πη̃γμα ὁ μεγαλόφρων καὶ Αβραμιαι̃ος νεανίας οὐκ ἐστέναξεν

9:22 ἀλλ' ὥσπερ ἐν πυρὶ μετασχηματιζόμενος εἰς ἀφθαρσίαν ὑπέμεινεν εὐγενω̃ς τὰς στρέβλας

9:23 μιμήσασθέ με ἀδελφοί λέγων μή μου τὸν ἀγω̃να λειποτακτήσητε μηδὲ ἐξομόσησθέ μου τὴν τη̃ς εὐψυχίας ἀδελφότητα

9:24 ἱερὰν καὶ εὐγενη̃ στρατείαν στρατεύσασθε περὶ τη̃ς εὐσεβείας δι' ἡ̃ς ἵλεως ἡ δικαία καὶ πάτριος ἡμω̃ν πρόνοια τω̨̃ ἔθνει γενηθει̃σα τιμωρήσειεν τὸν ἀλάστορα τύραννον

9:25 καὶ ταυ̃τα εἰπὼν ὁ ἱεροπρεπὴς νεανίας ἀπέρρηξεν τὴν ψυχήν

9:26 θαυμασάντων δὲ πάντων τὴν καρτεροψυχίαν αὐτου̃ ἠ̃γον οἱ δορυφόροι τὸν καθ' ἡλικίαν του̃ προτέρου δεύτερον καὶ σιδηρα̃ς ἐναρμοσάμενοι χει̃ρας ὀξέσι τοι̃ς ὄνυξιν ὀργάνω̨ καὶ καταπέλτη̨ προσέδησαν αὐτόν

9:27 ὡς δ' εἰ φαγει̃ν βούλοιτο πρὶν βασανίζεσθαι πυνθανόμενοι τὴν εὐγενη̃ γνώμην ἤκουσαν

9:28 ἀπὸ τω̃ν τενόντων ται̃ς σιδηραι̃ς χερσὶν ἐπισπασάμενοι μέχρι τω̃ν γενείων τὴν σάρκα πα̃σαν καὶ τὴν τη̃ς κεφαλη̃ς δορὰν οἱ παρδάλεοι θη̃ρες ἀπέσυρον ὁ δὲ ταύτην βαρέως τὴν ἀλγηδόνα καρτερω̃ν ἔλεγεν

9:29 ὡς ἡδὺς πα̃ς θανάτου τρόπος διὰ τὴν πάτριον ἡμω̃ν εὐσέβειαν ἔφη τε πρὸς τὸν τύραννον

9:30 οὐ δοκει̃ς πάντων ὠμότατε τύραννε πλέον ἐμου̃ σε βασανίζεσθαι ὁρω̃ν σου νικώμενον τὸν τη̃ς τυραννίδος ὑπερήφανον λογισμὸν ὑπὸ τη̃ς διὰ τὴν εὐσέβειαν ἡμω̃ν ὑπομονη̃ς

9:31 ἐγὼ μὲν γὰρ ται̃ς διὰ τὴν ἀρετὴν ἡδοναι̃ς τὸν πόνον ἐπικουφίζομαι

9:32 σὺ δὲ ἐν ται̃ς τη̃ς ἀσεβείας ἀπειλαι̃ς βασανίζη̨ οὐκ ἐκφεύξη̨ δέ μιαρώτατε τύραννε τὰς τη̃ς θείας ὀργη̃ς δίκας

10:1 καὶ τούτου τὸν ἀοίδιμον θάνατον καρτερήσαντος ὁ τρίτος ἤγετο παρακαλούμενος πολλὰ ὑπὸ πολλω̃ν ὅπως ἀπογευσάμενος σώ̨ζοιτο

10:2 ὁ δὲ ἀναβοήσας ἔφη ἀγνοει̃τε ὅτι αὑτός με τοι̃ς ἀποθανου̃σιν ἔσπειρεν πατήρ καὶ ἡ αὐτὴ μήτηρ ἐγέννησεν καὶ ἐπὶ τοι̃ς αὐτοι̃ς ἀνετράφην δόγμασιν

10:3 οὐκ ἐξόμνυμαι τὴν εὐγενη̃ τη̃ς ἀδελφότητος συγγένειαν

10:5 οἱ δὲ πικρω̃ς ἐνέγκαντες τὴν παρρησίαν του̃ ἀνδρὸς ἀρθρεμβόλοις ὀργάνοις τὰς χει̃ρας αὐτου̃ καὶ τοὺς πόδας ἐξήρθρουν καὶ ἐξ ἁρμω̃ν ἀναμοχλεύοντες ἐξεμέλιζον

10:6 τοὺς δακτύλους καὶ τοὺς βραχίονας καὶ τὰ σκέλη καὶ τοὺς ἀγκω̃νας περιέκλων

10:7 καὶ κατὰ μηδένα τρόπον ἰσχύοντες αὐτὸν ἄγξαι περιλύσαντες τὰ ὄργανα σὺν ἄκραις ται̃ς τω̃ν δακτύλων κορυφαι̃ς ἀπεσκύθιζον

10:8 καὶ εὐθέως ἠ̃γον ἐπὶ τὸν τροχόν περὶ ὃν ἐκ σπονδύλων ἐκμελιζόμενος ἑώρα τὰς ἑαυτου̃ σάρκας περιλακιζομένας καὶ κατὰ σπλάγχνων σταγόνας αἵματος ἀπορρεούσας

10:9 μέλλων δὲ ἀποθνή̨σκειν ἔφη

10:10 ἡμει̃ς μέν ὠ̃ μιαρώτατε τύραννε διὰ παιδείαν καὶ ἀρετὴν θεου̃ ταυ̃τα πάσχομεν

10:11 σὺ δὲ διὰ τὴν ἀσέβειαν καὶ μιαιφονίαν ἀκαταλύτους καρτερήσεις βασάνους

10:12 καὶ τούτου θανόντος ἀδελφοπρεπω̃ς τὸν τέταρτον ἐπεσπω̃ντο λέγοντες

10:13 μὴ μανη̨̃ς καὶ σὺ τοι̃ς ἀδελφοι̃ς σου τὴν αὐτὴν μανίαν ἀλλὰ πεισθεὶς τω̨̃ βασιλει̃ σω̨̃ζε σεαυτόν

10:14 ὁ δὲ αὐτοι̃ς ἔφη οὐχ οὕτως καυστικώτερον ἔχετε κατ' ἐμου̃ τὸ πυ̃ρ ὥστε με δειλανδρη̃σαι

10:15 μὰ τὸν μακάριον τω̃ν ἀδελφω̃ν μου θάνατον καὶ τὸν αἰώνιον του̃ τυράννου ὄλεθρον καὶ τὸν ἀΐδιον τω̃ν εὐσεβω̃ν βίον οὐκ ἀρνήσομαι τὴν εὐγενη̃ ἀδελφότητα

10:16 ἐπινόει τύραννε βασάνους ἵνα καὶ δι' αὐτω̃ν μάθη̨ς ὅτι ἀδελφός εἰμι τω̃ν προβασανισθέντων

10:17 ταυ̃τα ἀκούσας ὁ αἱμοβόρος καὶ φονώδης καὶ παμμιαρώτατος 'Αντίοχος ἐκέλευσεν τὴν γλω̃τταν αὐτου̃ ἐκτεμει̃ν

10:18 ὁ δὲ ἔφη κἂν ἀφέλη̨ς τὸ τη̃ς φωνη̃ς ὄργανον καὶ σιωπώντων ἀκούει ὁ θεός

10:19 ἰδοὺ προκεχάλασται ἡ γλω̃σσα τέμνε οὐ γὰρ παρὰ του̃το τὸν λογισμὸν ἡμω̃ν γλωττοτομήσεις

10:20 ἡδέως ὑπὲρ του̃ θεου̃ τὰ του̃ σώματος μέλη ἀκρωτηριαζόμεθα

10:21 σὲ δὲ ταχέως μετελεύσεται ὁ θεός τὴν γὰρ τω̃ν θείων ὕμνων μελω̨δὸν γλω̃τταν ἐκτέμνεις

11:1 ὡς δὲ καὶ οὑ̃τος ται̃ς βασάνοις καταικισθεὶς ἐναπέθανεν ὁ πέμπτος παρεπήδησεν λέγων

11:2 οὐ μέλλω τύραννε πρὸς τὸν ὑπὲρ τη̃ς ἀρετη̃ς βασανισμὸν παραιτει̃σθαι

11:3 αὐτὸς δ' ἀπ' ἐμαυτου̃ παρη̃λθον ὅπως κἀμὲ κατακτείνας περὶ πλειόνων ἀδικημάτων ὀφειλήση̨ς τη̨̃ οὐρανίω̨ δίκη̨ τιμωρίαν

11:4 ὠ̃ μισάρετε καὶ μισάνθρωπε τί δράσαντας ἡμα̃ς του̃τον πορθει̃ς τὸν τρόπον

11:5 ὅτι τὸν πάντων κτίστην εὐσεβου̃μεν καὶ κατὰ τὸν ἐνάρετον αὐτου̃ ζω̃μεν νόμον

11:6 ἀλλὰ ταυ̃τα τιμω̃ν οὐ βασάνων ἐστὶν ἄξια

11:9 τοιαυ̃τα δὲ λέγοντα οἱ δορυφόροι δήσαντες αὐτὸν εἱ̃λκον ἐπὶ τὸν καταπέλτην

11:10 ἐφ' ὃν δήσαντες αὐτὸν ἐπὶ τὰ γόνατα καὶ ταυ̃τα ποδάγραις σιδηραι̃ς ἐφαρμόσαντες τὴν ὀσφὺν αὐτου̃ περὶ τροχιαι̃ον σφη̃να κατέκαμψαν περὶ ὃν ὅλος περὶ τὸν τροχὸν σκορπίου τρόπον ἀνακλώμενος ἐξεμελίζετο

11:11 κατὰ του̃τον τὸν τρόπον καὶ τὸ πνευ̃μα στενοχωρούμενος καὶ τὸ σω̃μα ἀγχόμενος

11:12 καλάς ἔλεγεν ἄκων ὠ̃ τύραννε χάριτας ἡμι̃ν χαρίζη̨ διὰ γενναιοτέρων πόνων ἐπιδείξασθαι παρέχων τὴν εἰς τὸν νόμον ἡμω̃ν καρτερίαν

11:13 τελευτήσαντος δὲ καὶ τούτου ὁ ἕκτος ἤγετο μειρακίσκος ὃς πυνθανομένου του̃ τυράννου εἰ βούλοιτο φαγὼν ἀπολύεσθαι ὁ δὲ ἔφη

11:14 ἐγὼ τη̨̃ μὲν ἡλικία̨ τω̃ν ἀδελφω̃ν μού εἰμι νεώτερος τη̨̃ δὲ διανοία̨ ἡλικιώτης

11:15 εἰς ταὐτὰ γὰρ γεννηθέντες καὶ ἀνατραφέντες ὑπὲρ τω̃ν αὐτω̃ν καὶ ἀποθνή̨σκειν ὀφείλομεν ὁμοίως

11:16 ὥστε εἴ σοι δοκει̃ βασανίζειν μὴ μιαροφαγου̃ντα βασάνιζε

11:17 ταυ̃τα αὐτὸν εἰπόντα παρη̃γον ἐπὶ τὸν τροχόν

11:18 ἐφ' οὑ̃ κατατεινόμενος ἐπιμελω̃ς καὶ ἐκσπονδυλιζόμενος ὑπεκαίετο

11:19 καὶ ὀβελίσκους ὀξει̃ς πυρώσαντες τοι̃ς νώτοις προσέφερον καὶ τὰ πλευρὰ διαπείραντες αὐτου̃ τὰ σπλάγχνα διέκαιον

11:20 ὁ δὲ βασανιζόμενος ὠ̃ ἱεροπρεπου̃ς ἀγω̃νος ἔλεγεν ἐφ' ὃν διὰ τὴν εὐσέβειαν εἰς γυμνασίαν πόνων ἀδελφοὶ τοσου̃τοι κληθέντες οὐκ ἐνικήθημεν

11:21 ἀνίκητος γάρ ἐστιν ὠ̃ τύραννε ἡ εὐσεβὴς ἐπιστήμη

11:22 καλοκἀγαθία̨ καθωπλισμένος τεθνήξομαι κἀγὼ μετὰ τω̃ν ἀδελφω̃ν μου

11:23 μέγαν σοὶ καὶ αὐτὸς προσβάλλων ἀλάστορα καινουργὲ τω̃ν βασάνων καὶ πολέμιε τω̃ν ἀληθω̃ς εὐσεβούντων

11:24 ἓξ μειράκια καταλελύκαμέν σου τὴν τυραννίδα

11:25 τὸ γὰρ μὴ δυνηθη̃ναί σε μεταπει̃σαι τὸν λογισμὸν ἡμω̃ν μήτε βιάσασθαι πρὸς τὴν μιαροφαγίαν οὐ κατάλυσίς ἐστίν σου

11:26 τὸ πυ̃ρ σου ψυχρὸν ἡμι̃ν καὶ ἄπονοι οἱ καταπέλται καὶ ἀδύνατος ἡ βία σου

11:27 οὐ γὰρ τυράννου ἀλλὰ θείου νόμου προεστήκασιν ἡμω̃ν οἱ δορυφόροι διὰ του̃το ἀνίκητον ἔχομεν τὸν λογισμόν

12:1 ὡς δὲ καὶ οὑ̃τος μακαρίως ἀπέθανεν καταβληθεὶς εἰς λέβητα ὁ ἕβδομος παρεγίνετο πάντων νεώτερος

12:2 ὃν κατοικτίρας ὁ τύραννος καίπερ δεινω̃ς ὑπὸ τω̃ν ἀδελφω̃ν αὐτου̃ κακισθείς ὁρω̃ν ἤδη τὰ δεσμὰ περικείμενα πλησιέστερον αὐτὸν μετεπέμψατο καὶ παρηγορει̃ν ἐπειρα̃το λέγων

12:3 τη̃ς μὲν τω̃ν ἀδελφω̃ν σου ἀπονοίας τὸ τέλος ὁρα̨̃ς διὰ γὰρ ἀπείθειαν στρεβλωθέντες τεθνα̃σιν

12:4 σὺ δὲ εἰ μὲν μὴ πεισθείης τάλας βασανισθεὶς καὶ αὐτὸς τεθνήξη̨ πρὸ ὥρας

12:5 πεισθεὶς δὲ φίλος ἔση̨ καὶ τω̃ν ἐπὶ τη̃ς βασιλείας ἀφηγήση̨ πραγμάτων

12:6 καὶ ταυ̃τα παρακαλω̃ν τὴν μητέρα του̃ παιδὸς μετεπέμψατο ὅπως αὐτὴν ἐλεήσας τοσούτων υἱω̃ν στερηθει̃σαν παρορμήσειεν ἐπὶ τὴν σωτήριον εὐπείθειαν τὸν περιλειπόμενον

12:7 ὁ δὲ τη̃ς μητρὸς τη̨̃ Εβραΐδι φωνη̨̃ προτρεψαμένης αὐτόν ὡς ἐρου̃μεν μετὰ μικρὸν ὕστερον

12:8 λύσατέ μέ φησιν εἴπω τω̨̃ βασιλει̃ καὶ τοι̃ς σὺν αὐτω̨̃ φίλοις πα̃σιν

12:9 καὶ ἐπιχαρέντες μάλιστα ἐπὶ τη̨̃ ἐπαγγελία̨ του̃ παιδὸς ταχέως ἔλυσαν αὐτόν

12:10 καὶ δραμὼν ἐπὶ πλησίον τω̃ν τηγάνων

12:11 ἀνόσιέ φησιν καὶ πάντων πονηρω̃ν ἀσεβέστατε τύραννε οὐκ ἠ̨δέσθης παρὰ του̃ θεου̃ λαβὼν τὰ ἀγαθὰ καὶ τὴν βασιλείαν τοὺς θεράποντας αὐτου̃ κατακτει̃ναι καὶ τοὺς τη̃ς εὐσεβείας ἀσκητὰς στρεβλω̃σαι

12:12 ἀνθ' ὡ̃ν ταμιεύσεταί σε ἡ δίκη πυκνοτέρω̨ καὶ αἰωνίω̨ πυρὶ καὶ βασάνοις αἳ εἰς ὅλον τὸν αἰω̃να οὐκ ἀνήσουσίν σε

12:13 οὐκ ἠ̨δέσθης ἄνθρωπος ὤν θηριωδέστατε τοὺς ὁμοιοπαθει̃ς καὶ ἐκ τω̃ν αὐτω̃ν γεγονότας στοιχείων γλωττοτομη̃σαι καὶ του̃τον καταικίσας τὸν τρόπον βασανίσαι

12:14 ἀλλ' οἱ μὲν εὐγενω̃ς ἀποθανόντες ἐπλήρωσαν τὴν εἰς τὸν θεὸν εὐσέβειαν σὺ δὲ κακω̃ς οἰμώξεις τοὺς τη̃ς ἀρετη̃ς ἀγωνιστὰς ἀναιτίως ἀποκτει̃νας

12:15 ὅθεν καὶ αὐτὸς ἀποθνή̨σκειν μέλλων ἔφη

12:16 οὐκ ἀπαυτομολω̃ τη̃ς τω̃ν ἀδελφω̃ν μου ἀριστείας

12:17 ἐπικαλου̃μαι δὲ τὸν πατρω̨̃ον θεὸν ὅπως ἵλεως γένηται τω̨̃ ἔθνει ἡμω̃ν

12:18 σὲ δὲ καὶ ἐν τω̨̃ νυ̃ν βίω̨ καὶ θανόντα τιμωρήσεται

12:19 καὶ ταυ̃τα κατευξάμενος ἑαυτὸν ἔρριψε κατὰ τω̃ν τηγάνων καὶ οὕτως ἀπέδωκεν

13:1 εἰ δὲ τοίνυν τω̃ν μέχρι θανάτου πόνων ὑπερεφρόνησαν οἱ ἑπτὰ ἀδελφοί συνομολογει̃ται πανταχόθεν ὅτι αὐτοδέσποτός ἐστιν τω̃ν παθω̃ν ὁ εὐσεβὴς λογισμός

13:2 εἰ γὰρ τοι̃ς πάθεσι δουλωθέντες ἐμιαροφάγησαν ἐλέγομεν ἂν τούτοις αὐτοὺς νενικη̃σθαι

13:3 νυνὶ δὲ οὐχ οὕτως ἀλλὰ τω̨̃ ἐπαινουμένω̨ παρὰ θεω̨̃ λογισμω̨̃ περιεγένοντο τω̃ν παθω̃ν

13:4 ὡ̃ν οὐκ ἔστιν παριδει̃ν τὴν ἡγεμονίαν τη̃ς διανοίας ἐπεκράτησαν γὰρ καὶ πάθους καὶ πόνων

13:5 πω̃ς οὐ̃ν οὐκ ἔστιν τούτοις τὴν τη̃ς εὐλογιστίας παθοκράτειαν ὁμολογει̃ν οἳ τω̃ν μὲν διὰ πυρὸς ἀλγηδόνων οὐκ ἐπεστράφησαν

13:6 καθάπερ γὰρ προβλη̃τες λιμένων πύργοι τὰς τω̃ν κυμάτων ἀπειλὰς ἀνακόπτοντες γαληνὸν παρέχουσι τοι̃ς εἰσπλέουσι τὸν ὅρμον

13:7 οὕτως ἡ ἑπτάπυργος τω̃ν νεανίσκων εὐλογιστία τὸν τη̃ς εὐσεβείας ὀχυρώσασα λιμένα τὴν τω̃ν παθω̃ν ἐνίκησεν ἀκολασίαν

13:8 ἱερὸν γὰρ εὐσεβείας στήσαντες χορὸν παρεθάρσυνον ἀλλήλους λέγοντες

13:9 ἀδελφικω̃ς ἀποθάνωμεν ἀδελφοί περὶ του̃ νόμου μιμησώμεθα τοὺς τρει̃ς τοὺς ἐπὶ τη̃ς 'Ασσυρίας νεανίσκους οἳ τη̃ς ἰσοπολίτιδος καμίνου κατεφρόνησαν

13:10 μὴ δειλανδρήσωμεν πρὸς τὴν τη̃ς εὐσεβείας ἐπίδειξιν

13:11 καὶ ὁ μέν θάρρει ἀδελφέ ἔλεγεν ὁ δέ εὐγενω̃ς καρτέρησον

13:12 ὁ δὲ καταμνησθεὶς ἔλεγεν μνήσθητε πόθεν ἐστέ ἢ τίνος πατρὸς χειρὶ σφαγιασθη̃ναι διὰ τὴν εὐσέβειαν ὑπέμεινεν Ισαακ

13:13 εἱ̃ς δὲ ἕκαστος ἀλλήλους ὁμου̃ πάντες ἐφορω̃ντες φαιδροὶ καὶ μάλα θαρραλέοι ἑαυτούς ἔλεγον τω̨̃ θεω̨̃ ἀφιερώσωμεν ἐξ ὅλης τη̃ς καρδίας τω̨̃ δόντι τὰς ψυχὰς καὶ χρήσωμεν τη̨̃ περὶ τὸν νόμον φυλακη̨̃ τὰ σώματα

13:14 μὴ φοβηθω̃μεν τὸν δοκου̃ντα ἀποκτέννειν

13:15 μέγας γὰρ ψυχη̃ς ἀγὼν καὶ κίνδυνος ἐν αἰωνίω̨ βασάνω̨ κείμενος τοι̃ς παραβα̃σι τὴν ἐντολὴν του̃ θεου̃

13:16 καθοπλισώμεθα τοιγαρου̃ν τὴν του̃ θείου λογισμου̃ παθοκρατείαν

13:17 οὕτω γὰρ θανόντας ἡμα̃ς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ ὑποδέξονται καὶ πάντες οἱ πατέρες ἐπαινέσουσιν

13:18 καὶ ἑνὶ ἑκάστω̨ τω̃ν ἀποσπωμένων αὐτω̃ν ἀδελφω̃ν ἔλεγον οἱ περιλειπόμενοι μὴ καταισχύνη̨ς ἡμα̃ς ἀδελφέ μηδὲ ψεύση̨ τοὺς προαποθανόντας ἡμω̃ν ἀδελφούς

13:19 οὐκ ἀγνοει̃τε δὲ τὰ τη̃ς ἀδελφότητος φίλτρα ἅπερ ἡ θεία καὶ πάνσοφος πρόνοια διὰ πατέρων τοι̃ς γεννωμένοις ἐμέρισεν καὶ διὰ τη̃ς μητρώ̨ας φυτεύσασα γαστρός

13:20 ἐν ἡ̨̃ τὸν ἴσον ἀδελφοὶ κατοικήσαντες χρόνον καὶ ἐν τω̨̃ αὐτω̨̃ χρόνω̨ πλασθέντες καὶ ἀπὸ του̃ αὐτου̃ αἵματος αὐξηθέντες καὶ διὰ τη̃ς αὐτη̃ς ψυχη̃ς τελεσφορηθέντες

13:21 καὶ διὰ τω̃ν ἴσων ἀποτεχθέντες χρόνων καὶ ἀπὸ τω̃ν αὐτω̃ν γαλακτοποτου̃ντες πηγω̃ν ἀφ' ὡ̃ν συντρέφονται ἐναγκαλισμάτων φιλάδελφοι ψυχαί

13:22 καὶ αὔξονται σφοδρότερον διὰ συντροφίας καὶ τη̃ς καθ' ἡμέραν συνηθείας καὶ τη̃ς ἄλλης παιδείας καὶ τη̃ς ἡμετέρας ἐν νόμω̨ θεου̃ ἀσκήσεως

13:23 οὕτως δὴ τοίνυν καθεστηκυίης συμπαθου̃ς τη̃ς φιλαδελφίας οἱ ἑπτὰ ἀδελφοὶ συμπαθέστερον ἔσχον πρὸς ἀλλήλους

13:24 νόμω̨ γὰρ τω̨̃ αὐτω̨̃ παιδευθέντες καὶ τὰς αὐτὰς ἐξασκήσαντες ἀρετὰς καὶ τω̨̃ δικαίω̨ συντραφέντες βίω̨ μα̃λλον ἑαυτοὺς ἠγάπων

13:25 ἡ γὰρ ὁμοζηλία τη̃ς καλοκἀγαθίας ἐπέτεινεν αὐτω̃ν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ ὁμόνοιαν

13:26 σὺν γὰρ τη̨̃ εὐσεβεία̨ ποθεινοτέραν αὑτοι̃ς κατεσκεύαζον τὴν φιλαδελφίαν

13:27 ἀλλ' ὅμως καίπερ τη̃ς φύσεως καὶ τη̃ς συνηθείας καὶ τω̃ν τη̃ς ἀρετη̃ς ἠθω̃ν τὰ τη̃ς ἀδελφότητος αὐτοι̃ς φίλτρα συναυξόντων ἀνέσχοντο διὰ τὴν εὐσέβειαν τοὺς ἀδελφοὺς οἱ ὑπολειπόμενοι τοὺς καταικιζομένους ὁρω̃ντες μέχρι θανάτου βασανιζομένους

14:1 προσέτι καὶ ἐπὶ τὸν αἰκισμὸν ἐποτρύνοντες ὡς μὴ μόνον τω̃ν ἀλγηδόνων περιφρονη̃σαι αὐτούς ἀλλὰ καὶ τω̃ν τη̃ς φιλαδελφίας παθω̃ν κρατη̃σαι

14:2 ὠ̃ βασιλέων λογισμοὶ βασιλικώτεροι καὶ ἐλευθέρων ἐλευθερώτεροι

14:3 ὠ̃ ἱερα̃ς καὶ εὐαρμόστου περὶ τη̃ς εὐσεβείας τω̃ν ἑπτὰ ἀδελφω̃ν συμφωνίας

14:4 οὐδει̃ς ἐκ τω̃ν ἑπτὰ μειρακίων ἐδειλίασεν οὐδὲ πρὸς τὸν θάνατον ὤκνησεν

14:5 ἀλλὰ πάντες ὥσπερ ἐπ' ἀθανασίας ὁδὸν τρέχοντες ἐπὶ τὸν διὰ τω̃ν βασάνων θάνατον ἔσπευδον

14:6 καθάπερ αἱ χει̃ρες καὶ οἱ πόδες συμφώνως τοι̃ς τη̃ς ψυχη̃ς ἀφηγήμασιν κινου̃νται οὕτως οἱ ἱεροὶ μείρακες ἐκει̃νοι ὡς ὑπὸ ψυχη̃ς ἀθανάτου τη̃ς εὐσεβείας πρὸς τὸν ὑπὲρ αὐτη̃ς συνεφώνησαν θάνατον

14:7 ὠ̃ πανάγιε συμφώνων ἀδελφω̃ν ἑβδομάς καθάπερ γὰρ ἑπτὰ τη̃ς κοσμοποιίας ἡμέραι περὶ τὴν εὐσέβειαν

14:8 οὕτως περὶ τὴν ἑβδομάδα χορεύοντες οἱ μείρακες ἐκύκλουν τὸν τω̃ν βασάνων φόβον καταλύοντες

14:9 νυ̃ν ἡμει̃ς ἀκούοντες τὴν θλι̃ψιν τω̃ν νεανιω̃ν ἐκείνων φρίττομεν οἱ δὲ οὐ μόνον ὁρω̃ντες ἀλλ' οὐδὲ μόνον ἀκούοντες τὸν παραχρη̃μα ἀπειλη̃ς λόγον ἀλλὰ καὶ πάσχοντες ἐνεκαρτέρουν καὶ του̃το ται̃ς διὰ πυρὸς ὀδύναις

14:10 ὡ̃ν τί γένοιτο ἐπαλγέστερον ὀξει̃α γὰρ καὶ σύντομος οὐ̃σα ἡ του̃ πυρὸς δύναμις ταχέως διέλυεν τὰ σώματα

14:11 καὶ μὴ θαυμαστὸν ἡγει̃σθε εἰ ὁ λογισμὸς περιεκράτησε τω̃ν ἀνδρω̃ν ἐκείνων ἐν ται̃ς βασάνοις ὅπου γε καὶ γυναικὸς νου̃ς πολυτροπωτέρων ὑπερεφρόνησεν ἀλγηδόνων

14:12 ἡ μήτηρ γὰρ τω̃ν ἑπτὰ νεανίσκων ὑπήνεγκεν τὰς ἐφ' ἑνὶ ἑκάστω̨ τω̃ν τέκνων στρέβλας

14:13 θεωρει̃τε δὲ πω̃ς πολύπλοκός ἐστιν ἡ τη̃ς φιλοτεκνίας στοργὴ ἕλκουσα πάντα πρὸς τὴν τω̃ν σπλάγχνων συμπάθειαν

14:14 ὅπου γε καὶ τὰ ἄλογα ζω̨̃α ὁμοίαν τὴν εἰς τὰ ἐξ αὐτω̃ν γεννώμενα συμπάθειαν καὶ στοργὴν ἔχει τοι̃ς ἀνθρώποις

14:15 καὶ γὰρ τω̃ν πετεινω̃ν τὰ μὲν ἥμερα κατὰ τὰς οἰκίας ὀροφοιτου̃ντα προασπίζει τω̃ν νεοττω̃ν

14:16 τὰ δὲ κατὰ κορυφὰς ὀρέων καὶ φαράγγων ἀπορρω̃γας καὶ δένδρων ὀπὰς καὶ τὰς τούτων ἄκρας ἐννοσσοποιησάμενα ἀποτίκτει καὶ τὸν προσιόντα κωλύει

14:17 εἰ δὲ καὶ μὴ δύναιντο κωλύειν περιιπτάμενα κυκλόθεν αὐτω̃ν ἀλγου̃ντα τη̨̃ στοργη̨̃ ἀνακαλούμενα τη̨̃ ἰδία̨ φωνη̨̃ καθ' ὃ δύναται βοηθει̃ τοι̃ς τέκνοις

14:18 καὶ τί δει̃ τὴν διὰ τω̃ν ἀλόγων ζώ̨ων ἐπιδεικνύναι πρὸς τὰ τέκνα συμπάθειαν

14:19 ὅπου γε καὶ μέλισσαι περὶ τὸν τη̃ς κηρογονίας καιρὸν ἐπαμύνονται τοὺς προσιόντας καὶ καθάπερ σιδήρω̨ τω̨̃ κέντρω̨ πλήσσουσι τοὺς προσιόντας τη̨̃ νοσσια̨̃ αὐτω̃ν καὶ ἀπαμύνουσιν ἕως θανάτου

14:20 ἀλλ' οὐχὶ τὴν Αβρααμ ὁμόψυχον τω̃ν νεανίσκων μητέρα μετεκίνησεν συμπάθεια τέκνων

15:1 ὠ̃ λογισμὲ τέκνων παθω̃ν τύραννε καὶ εὐσέβεια μητρὶ τέκνων ποθεινοτέρα

15:2 μήτηρ δυει̃ν προκειμένων εὐσεβείας καὶ τη̃ς ἑπτὰ υἱω̃ν σωτηρίας προσκαίρου κατὰ τὴν του̃ τυράννου ὑπόσχεσιν

15:3 τὴν εὐσέβειαν μα̃λλον ἠγάπησεν τὴν σώ̨ζουσαν εἰς αἰωνίαν ζωὴν κατὰ θεόν

15:4 ὠ̃ τίνα τρόπον ἠθολογήσαιμι φιλότεκνα γονέων πάθη ψυχη̃ς τε καὶ μορφη̃ς ὁμοιότητα εἰς μικρὸν παιδὸς χαρακτη̃ρα θαυμάσιον ἐναποσφραγίζομεν μάλιστα διὰ τὸ τω̃ν παθω̃ν τοι̃ς γεννηθει̃σιν τὰς μητέρας τω̃ν πατέρων καθεστάναι συμπαθεστέρας

15:5 ὅσω̨ γὰρ καὶ ἀσθενόψυχοι καὶ πολυγονώτεραι ὑπάρχουσιν αἱ μητέρες τοσούτω̨ μα̃λλόν εἰσιν φιλοτεκνότεραι

15:6 πασω̃ν δὲ τω̃ν μητέρων ἐγένετο ἡ τω̃ν ἑπτὰ παίδων μήτηρ φιλοτεκνοτέρα ἥτις ἑπτὰ κυοφορίαις τὴν πρὸς αὐτοὺς ἐπιφυτευομένη φιλοστοργίαν

15:7 καὶ διὰ πολλὰς τὰς καθ' ἕκαστον αὐτω̃ν ὠδι̃νας ἠναγκασμένη τὴν εἰς αὐτοὺς ἔχειν συμπάθειαν

15:8 διὰ τὸν πρὸς τὸν θεὸν φόβον ὑπερει̃δεν τὴν τω̃ν τέκνων πρόσκαιρον σωτηρίαν

15:9 οὐ μὴν δὲ ἀλλὰ καὶ διὰ τὴν καλοκἀγαθίαν τω̃ν υἱω̃ν καὶ τὴν πρὸς τὸν νόμον αὐτω̃ν εὐπείθειαν μείζω τὴν ἐν αὐτοι̃ς ἔσχεν φιλοστοργίαν

15:10 δίκαιοί τε γὰρ ἠ̃σαν καὶ σώφρονες καὶ ἀνδρει̃οι καὶ μεγαλόψυχοι καὶ φιλάδελφοι καὶ φιλομήτορες οὕτως ὥστε καὶ μέχρι θανάτου τὰ νόμιμα φυλάσσοντας πείθεσθαι αὐτη̨̃

15:11 ἀλλ' ὅμως καίπερ τοσούτων ὄντων τω̃ν περὶ τὴν φιλοτεκνίαν εἰς συμπάθειαν ἑλκόντων τὴν μητέρα ἐπ' οὐδενὸς αὐτω̃ν τὸν λογισμὸν αὐτη̃ς αἱ παμποίκιλοι βάσανοι ἴσχυσαν μετατρέψαι

15:12 ἀλλὰ καὶ καθ' ἕνα παι̃δα καὶ ὁμου̃ πάντας ἡ μήτηρ ἐπὶ τὸν τη̃ς εὐσεβείας προετρέπετο θάνατον

15:13 ὠ̃ φύσις ἱερὰ καὶ φίλτρα γονέων καὶ γένεσι φιλόστοργε καὶ τροφεία καὶ μητέρων ἀδάμαστα πάθη

15:14 καθένα στρεβλούμενον καὶ φλεγόμενον ὁρω̃σα μήτηρ οὐ μετεβάλλετο διὰ τὴν εὐσέβειαν

15:15 τὰς σάρκας τω̃ν τέκνων ἑώρα περὶ τὸ πυ̃ρ τηκομένας καὶ τοὺς τω̃ν ποδω̃ν καὶ χειρω̃ν δακτύλους ἐπὶ γη̃ς σπαίροντας καὶ τὰς τω̃ν κεφαλω̃ν μέχρι τω̃ν περὶ τὰ γένεια σάρκας ὥσπερ προσωπει̃α προκειμένας

15:16 ὠ̃ πικροτέρων νυ̃ν πόνων πειρασθει̃σα μήτηρ ἤπερ τω̃ν ἐπ' αὐτοι̃ς ὠδίνων

15:17 ὠ̃ μόνη γύναι τὴν εὐσέβειαν ὁλόκληρον ἀποκυήσασα

15:18 οὐ μετέτρεψέν σε πρωτοτόκος ἀποπνέων οὐδὲ δεύτερος εἰς σὲ οἰκτρὸν βλέπων ἐν βασάνοις οὐ τρίτος ἀποψύχων

15:19 οὐδὲ τοὺς ὀφθαλμοὺς ἑνὸς ἑκάστου θεωρου̃σα ταυρηδὸν ἐπὶ τω̃ν βασάνων ὁρω̃ντας τὸν αὐτὸν αἰκισμὸν καὶ τοὺς μυκτη̃ρας προσημειουμένους τὸν θάνατον αὐτω̃ν οὐκ ἔκλαυσας

15:20 ἐπὶ σαρξὶν τέκνων ὁρω̃σα σάρκας τέκνων ἀποκαιομένας καὶ ἐπὶ χερσὶν χει̃ρας ἀποτεμνομένας καὶ ἐπὶ κεφαλαι̃ς κεφαλὰς ἀποδειροτομουμένας καὶ ἐπὶ νεκροι̃ς νεκροὺς πίπτοντας καὶ πολυάνδριον ὁρω̃σα τω̃ν τέκνων τὸ χωρίον διὰ τω̃ν βασάνων οὐκ ἐδάκρυσας

15:21 οὐχ οὕτως σειρήνιοι μελω̨δίαι οὐδὲ κύκνειοι πρὸς φιληκοΐαν φωναὶ τοὺς ἀκούοντας ἐφέλκονται ὡς τέκνων φωναὶ μετὰ βασάνων μητέρα φωνούντων

15:22 πηλίκαις καὶ πόσαις τότε ἡ μήτηρ τω̃ν υἱω̃ν βασανιζομένων τροχοι̃ς τε καὶ καυτηρίοις ἐβασανίζετο βασάνοις

15:23 ἀλλὰ τὰ σπλάγχνα αὐτη̃ς ὁ εὐσεβὴς λογισμὸς ἐν αὐτοι̃ς τοι̃ς πάθεσιν ἀνδρειώσας ἐπέτεινεν τὴν πρόσκαιρον φιλοτεκνίαν παριδει̃ν

15:24 καίπερ ἑπτὰ τέκνων ὁρω̃σα ἀπώλειαν καὶ τὴν τω̃ν στρεβλω̃ν πολύπλοκον ποικιλίαν ἁπάσας ἡ γενναία μήτηρ ἐξέλυσεν διὰ τὴν πρὸς θεὸν πίστιν

15:25 καθάπερ γὰρ ἐν βουλευτηρίω̨ τη̨̃ ἑαυτη̃ς ψυχη̨̃ δεινοὺς ὁρω̃σα συμβούλους φύσιν καὶ γένεσιν καὶ φιλοτεκνίαν καὶ τέκνων στρέβλας

15:26 δύο ψήφους κρατου̃σα μήτηρ θανατηφόρον τε καὶ σωτήριον ὑπὲρ τέκνων

15:27 οὐκ ἐπέγνω τὴν σώ̨ζουσαν ἑπτὰ υἱοὺς πρὸς ὀλίγον χρόνον σωτηρίαν

15:28 ἀλλὰ τη̃ς θεοσεβου̃ς Αβρααμ καρτερίας ἡ θυγάτηρ ἐμνήσθη

15:29 ὠ̃ μήτηρ ἔθνους ἔκδικε του̃ νόμου καὶ ὑπερασπίστρια τη̃ς εὐσεβείας καὶ του̃ διὰ σπλάγχνων ἀγω̃νος ἀθλοφόρε

15:30 ὠ̃ ἀρρένων πρὸς καρτερίαν γενναιοτέρα καὶ ἀνδρω̃ν πρὸς ὑπομονὴν ἀνδρειοτέρα

15:31 καθάπερ γὰρ ἡ Νωε κιβωτὸς ἐν τω̨̃ κοσμοπληθει̃ κατακλυσμω̨̃ κοσμοφορου̃σα καρτερω̃ς ὑπέμεινεν τοὺς κλύδωνας

15:32 οὕτως σὺ ἡ νομοφύλαξ πανταχόθεν ἐν τω̨̃ τω̃ν παθω̃ν περιαντλουμένη κατακλυσμω̨̃ καὶ καρτεροι̃ς ἀνέμοις ται̃ς τω̃ν υἱω̃ν βασάνοις συνεχομένη γενναίως ὑπέμεινας τοὺς ὑπὲρ τη̃ς εὐσεβείας χειμω̃νας

16:1 εἰ δὲ τοίνυν καὶ γυνὴ καὶ γεραιὰ καὶ ἑπτὰ παίδων μήτηρ ὑπέμεινεν τὰς μέχρι θανάτου βασάνους τω̃ν τέκνων ὁρω̃σα ὁμολογουμένως αὐτοκράτωρ ἐστὶν τω̃ν παθω̃ν ὁ εὐσεβὴς λογισμός

16:2 ἀπέδειξα οὐ̃ν ὅτι οὐ μόνον ἄνδρες τω̃ν παθω̃ν ἐκράτησαν ἀλλὰ καὶ γυνὴ τω̃ν μεγίστων βασάνων ὑπερεφρόνησεν

16:3 καὶ οὐχ οὕτως οἱ περὶ Δανιηλ λέοντες ἠ̃σαν ἄγριοι οὐδὲ ἡ Μισαηλ ἐκφλεγομένη κάμινος λαβροτάτω̨ πυρί ὡς ἡ τη̃ς φιλοτεκνίας περιέκαιεν ἐκείνην φύσις ὁρω̃σαν αὐτη̃ς οὕτως ποικίλως βασανιζομένους τοὺς ἑπτὰ υἱούς

16:4 ἀλλὰ τω̨̃ λογισμω̨̃ τη̃ς εὐσεβείας κατέσβεσεν τὰ τοσαυ̃τα καὶ τηλικαυ̃τα πάθη ἡ μήτηρ

16:5 καὶ γὰρ του̃το ἐπιλογίσασθε ὅτι δειλόψυχος εἰ ἠ̃ν ἡ γυνὴ καίπερ μήτηρ οὐ̃σα ὠλοφύρετο ἂν ἐπ' αὐτοι̃ς καὶ ἴσως ἂν ταυ̃τα εἰ̃πεν

16:6 ὠ̃ μελέα ἔγωγε καὶ πολλάκις τρισαθλία ἥτις ἑπτὰ παι̃δας τεκου̃σα οὐδενὸς μήτηρ γεγένημαι

16:7 ὠ̃ μάταιοι ἑπτὰ κυοφορίαι καὶ ἀνόνητοι ἑπτὰ δεκάμηνοι καὶ ἄκαρποι τιθηνίαι καὶ ταλαίπωροι γαλακτοτροφίαι

16:8 μάτην δὲ ἐφ' ὑμι̃ν ὠ̃ παι̃δες πολλὰς ὑπέμεινα ὠδι̃νας καὶ χαλεπωτέρας φροντίδας ἀνατροφη̃ς

16:9 ὠ̃ τω̃ν ἐμω̃ν παίδων οἱ μὲν ἄγαμοι οἱ δὲ γήμαντες ἀνόνητοι οὐκ ὄψομαι ὑμω̃ν τέκνα οὐδὲ μάμμη κληθει̃σα μακαρισθήσομαι

16:10 ὠ̃ ἡ πολύπαις καὶ καλλίπαις ἐγὼ γυνὴ χήρα καὶ μόνη πολύθρηνος

16:11 οὐδ' ἂν ἀποθάνω θάπτοντα τω̃ν υἱω̃ν ἕξω τινά

16:12 ἀλλὰ τούτω̨ τω̨̃ θρήνω̨ οὐδένα ὠλοφύρετο ἡ ἱερὰ καὶ θεοσεβὴς μήτηρ οὐδ' ἵνα μὴ ἀποθάνωσιν ἀπέτρεπεν αὐτω̃ν τινα οὐδ' ὡς ἀποθνη̨σκόντων ἐλυπήθη

16:13 ἀλλ' ὥσπερ ἀδαμάντινον ἔχουσα τὸν νου̃ν καὶ εἰς ἀθανασίαν ἀνατίκτουσα τὸν τω̃ν υἱω̃ν ἀριθμὸν μα̃λλον ὑπὲρ τη̃ς εὐσεβείας ἐπὶ τὸν θάνατον αὐτοὺς προετρέπετο ἱκετεύουσα

16:14 ὠ̃ μη̃τερ δι' εὐσέβειαν θεου̃ στρατιω̃τι πρεσβυ̃τι καὶ γύναι διὰ καρτερίαν καὶ τύραννον ἐνίκησας καὶ ἔργοις δυνατωτέρα καὶ λόγοις εὑρέθης ἀνδρός

16:15 καὶ γὰρ ὅτε συνελήμφθης μετὰ τω̃ν παίδων εἱστήκεις τὸν Ελεαζαρον ὁρω̃σα βασανιζόμενον καὶ ἔλεγες τοι̃ς παισὶν ἐν τη̨̃ Εβραΐδι φωνη̨̃

16:16 ὠ̃ παι̃δες γενναι̃ος ὁ ἀγών ἐφ' ὃν κληθέντες ὑπὲρ τη̃ς διαμαρτυρίας του̃ ἔθνους ἐναγωνίσασθε προθύμως ὑπὲρ του̃ πατρώ̨ου νόμου

16:17 καὶ γὰρ αἰσχρὸν τὸν μὲν γέροντα του̃τον ὑπομένειν τὰς διὰ τὴν εὐσέβειαν ἀλγηδόνας ὑμα̃ς δὲ τοὺς νεανίσκους καταπλαγη̃ναι τὰς βασάνους

16:18 ἀναμνήσθητε ὅτι διὰ τὸν θεὸν του̃ κόσμου μετελάβετε καὶ του̃ βίου ἀπελαύσατε

16:19 καὶ διὰ του̃το ὀφείλετε πάντα πόνον ὑπομένειν διὰ τὸν θεόν

16:20 δι' ὃν καὶ ὁ πατὴρ ἡμω̃ν Αβρααμ ἔσπευδεν τὸν ἐθνοπάτορα υἱὸν σφαγιάσαι Ισαακ καὶ τὴν πατρώ̨αν χει̃ρα ξιφηφόρον καταφερομένην ἐπ' αὐτὸν ὁρω̃ν οὐκ ἔπτηξεν

16:21 καὶ Δανιηλ ὁ δίκαιος εἰς λέοντας ἐβλήθη καὶ Ανανιας καὶ Αζαριας καὶ Μισαηλ εἰς κάμινον πυρὸς ἀπεσφενδονήθησαν καὶ ὑπέμειναν διὰ τὸν θεόν

16:22 καὶ ὑμει̃ς οὐ̃ν τὴν αὐτὴν πίστιν πρὸς τὸν θεὸν ἔχοντες μὴ χαλεπαίνετε

16:23 ἀλόγιστον γὰρ εἰδότας εὐσέβειαν μὴ ἀνθίστασθαι τοι̃ς πόνοις

16:24 διὰ τούτων τω̃ν λόγων ἡ ἑπταμήτωρ ἕνα ἕκαστον τω̃ν υἱω̃ν παρακαλου̃σα ἀποθανει̃ν ἔπεισεν μα̃λλον ἢ παραβη̃ναι τὴν ἐντολὴν του̃ θεου̃

16:25 ἔτι δὲ καὶ ταυ̃τα εἰδότες ὅτι οἱ διὰ τὸν θεὸν ἀποθνή̨σκοντες ζω̃σιν τω̨̃ θεω̨̃ ὥσπερ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ πάντες οἱ πατριάρχαι

17:1 ἔλεγον δὲ καὶ τω̃ν δορυφόρων τινὲς ὅτι ὡς ἔμελλεν συλλαμβάνεσθαι καὶ αὐτὴ πρὸς θάνατον ἵνα μὴ ψαύσειέν τις του̃ σώματος αὐτη̃ς ἑαυτὴν ἔρριψε κατὰ τη̃ς πυρα̃ς

17:2 ὠ̃ μήτηρ σὺν ἑπτὰ παισὶν καταλύσασα τὴν του̃ τυράννου βίαν καὶ ἀκυρώσασα τὰς κακὰς ἐπινοίας αὐτου̃ καὶ δείξασα τὴν τη̃ς πίστεως γενναιότητα

17:3 καθάπερ γὰρ σὺ στέγη ἐπὶ τοὺς στύλους τω̃ν παίδων γενναίως ἱδρυμένη ἀκλινὴς ὑπήνεγκας τὸν διὰ τω̃ν βασάνων σεισμόν

17:4 θάρρει τοιγαρου̃ν ὠ̃ μήτηρ ἱερόψυχε τὴν ἐλπίδα τη̃ς ὑπομονη̃ς βεβαίαν ἔχουσα πρὸς τὸν θεόν

17:5 οὐχ οὕτως σελήνη κατ' οὐρανὸν σὺν ἄστροις σεμνὴ καθέστηκεν ὡς σὺ τοὺς ἰσαστέρους ἑπτὰ παι̃δας φωταγωγήσασα πρὸς τὴν εὐσέβειαν ἔντιμος καθέστηκας θεω̨̃ καὶ ἐστήρισαι σὺν αὐτοι̃ς ἐν οὐρανω̨̃

17:6 ἠ̃ν γὰρ ἡ παιδοποιία σου ἀπὸ Αβρααμ του̃ πατρός

17:7 εἰ δὲ ἐξὸν ἡμι̃ν ἠ̃ν ὥσπερ ἐπί τινος ζωγραφη̃σαι τὴν τη̃ς εὐσεβείας σου ἱστορίαν οὐκ ἂν ἔφριττον οἱ θεωρου̃ντες ὁρω̃ντες μητέρα ἑπτὰ τέκνων δι' εὐσέβειαν ποικίλας βασάνους μέχρι θανάτου ὑπομείνασαν

17:8 καὶ γὰρ ἄξιον ἠ̃ν καὶ ἐπ' αὐτου̃ του̃ ἐπιταφίου ἀναγράψαι καὶ ταυ̃τα τοι̃ς ἀπὸ του̃ ἔθνους εἰς μνείαν λεγόμενα

17:9 ἐνταυ̃θα γέρων ἱερεὺς καὶ γυνὴ γεραιὰ καὶ ἑπτὰ παι̃δες ἐγκεκήδευνται διὰ τυράννου βίαν τὴν Εβραίων πολιτείαν καταλυ̃σαι θέλοντος

17:10 οἳ καὶ ἐξεδίκησαν τὸ γένος εἰς θεὸν ἀφορω̃ντες καὶ μέχρι θανάτου τὰς βασάνους ὑπομείναντες

17:11 ἀληθω̃ς γὰρ ἠ̃ν ἀγὼν θει̃ος ὁ δι' αὐτω̃ν γεγενημένος

17:12 ἠθλοθέτει γὰρ τότε ἀρετὴ δι' ὑπομονη̃ς δοκιμάζουσα τὸ νι̃κος ἀφθαρσία ἐν ζωη̨̃ πολυχρονίω̨

17:13 Ελεαζαρ δὲ προηγωνίζετο ἡ δὲ μήτηρ τω̃ν ἑπτὰ παίδων ἐνήθλει οἱ δὲ ἀδελφοὶ ἠγωνίζοντο

17:14 ὁ τύραννος ἀντηγωνίζετο ὁ δὲ κόσμος καὶ ὁ τω̃ν ἀνθρώπων βίος ἐθεώρει

17:15 θεοσέβεια δὲ ἐνίκα τοὺς ἑαυτη̃ς ἀθλητὰς στεφανου̃σα

17:16 τίνες οὐκ ἐθαύμασαν τοὺς τη̃ς θείας νομοθεσίας ἀθλητάς τίνες οὐκ ἐξεπλάγησαν

17:17 αὐτός γέ τοι ὁ τύραννος καὶ ὅλον τὸ συμβούλιον ἐθαύμασαν αὐτω̃ν τὴν ὑπομονήν

17:18 δι' ἣν καὶ τω̨̃ θείω̨ νυ̃ν παρεστήκασιν θρόνω̨ καὶ τὸν μακάριον βιου̃σιν αἰω̃να

17:19 καὶ γάρ φησιν ὁ Μωυση̃ς καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χει̃ράς σου

17:20 καὶ οὑ̃τοι οὐ̃ν ἁγιασθέντες διὰ θεὸν τετίμηνται οὐ μόνον ταύτη̨ τη̨̃ τιμη̨̃ ἀλλὰ καὶ τω̨̃ δι' αὐτοὺς τὸ ἔθνος ἡμω̃ν τοὺς πολεμίους μὴ ἐπικρατη̃σαι

17:21 καὶ τὸν τύραννον τιμωρηθη̃ναι καὶ τὴν πατρίδα καθαρισθη̃ναι ὥσπερ ἀντίψυχον γεγονότας τη̃ς του̃ ἔθνους ἁμαρτίας

17:22 καὶ διὰ του̃ αἵματος τω̃ν εὐσεβω̃ν ἐκείνων καὶ του̃ ἱλαστηρίου του̃ θανάτου αὐτω̃ν ἡ θεία πρόνοια τὸν Ισραηλ προκακωθέντα διέσωσεν

17:23 πρὸς γὰρ τὴν ἀνδρείαν αὐτω̃ν τη̃ς ἀρετη̃ς καὶ τὴν ἐπὶ ται̃ς βασάνοις αὐτω̃ν ὑπομονὴν ὁ τύραννος ἀπιδὼν ἀνεκήρυξεν ὁ 'Αντίοχος τοι̃ς στρατιώταις αὐτου̃ εἰς ὑπόδειγμα τὴν ἐκείνων ὑπομονὴν

17:24 ἔσχεν τε αὐτοὺς γενναίους καὶ ἀνδρείους εἰς πεζομαχίαν καὶ πολιορκίαν καὶ ἐκπορθήσας ἐνίκησεν πάντας τοὺς πολεμίους

18:1 ὠ̃ τω̃ν Αβραμιαίων σπερμάτων ἀπόγονοι παι̃δες Ισραηλι̃ται πείθεσθε τω̨̃ νόμω̨ τούτω̨ καὶ πάντα τρόπον εὐσεβει̃τε

18:2 γινώσκοντες ὅτι τω̃ν παθω̃ν ἐστιν δεσπότης ὁ εὐσεβὴς λογισμὸς καὶ οὐ μόνον τω̃ν ἔνδοθεν ἀλλὰ καὶ τω̃ν ἔξωθεν πόνων

18:3 ἀνθ' ὡ̃ν διὰ τὴν εὐσέβειαν προέμενοι τὰ σώματα τοι̃ς πόνοις ἐκει̃νοι οὐ μόνον ὑπὸ τω̃ν ἀνθρώπων ἐθαυμάσθησαν ἀλλὰ καὶ θείας μερίδος κατηξιώθησαν

18:4 καὶ δι' αὐτοὺς εἰρήνευσεν τὸ ἔθνος καὶ τὴν εὐνομίαν τὴν ἐπὶ τη̃ς πατρίδος ἀνανεωσάμενοι ἐκπεπόρθηκαν τοὺς πολεμίους

18:5 καὶ ὁ τύραννος 'Αντίοχος καὶ ἐπὶ γη̃ς τετιμώρηται καὶ ἀποθανὼν κολάζεται ὡς γὰρ οὐδὲν οὐδαμω̃ς ἴσχυσεν ἀναγκάσαι τοὺς Ιεροσολυμίτας ἀλλοφυλη̃σαι καὶ τω̃ν πατρίων ἐθω̃ν ἐκδιαιτηθη̃ναι τότε ἀπάρας ἀπὸ τω̃ν Ιεροσολύμων ἐστράτευσεν ἐπὶ Πέρσας

18:6 ἔλεγεν δὲ ἡ μήτηρ τω̃ν ἑπτὰ παίδων καὶ ταυ̃τα τὰ δικαιώματα τοι̃ς τέκνοις

18:7 ὅτι ἐγὼ ἐγενήθην παρθένος ἁγνὴ οὐδὲ ὑπερέβην πατρικὸν οἰ̃κον ἐφύλασσον δὲ τὴν ὠ̨κοδομημένην πλευράν

18:8 οὐδὲ ἔφθειρέν με λυμεὼν ἐρημίας φθορεὺς ἐν πεδίω̨ οὐδὲ ἐλυμήνατό μου τὰ ἁγνὰ τη̃ς παρθενίας λυμεὼν ἀπάτης ὄφις

18:9 ἔμεινα δὲ χρόνον ἀκμη̃ς σὺν ἀνδρί τούτων δὲ ἐνηλίκων γενομένων ἐτελεύτησεν ὁ πατὴρ αὐτω̃ν μακάριος μὲν ἐκει̃νος τὸν γὰρ τη̃ς εὐτεκνίας βίον ἐπιζήσας τὸν τη̃ς ἀτεκνίας οὐκ ὠδυνήθη καιρόν

18:10 ὃς ἐδίδασκεν ὑμα̃ς ἔτι ὢν σὺν ὑμι̃ν τὸν νόμον καὶ τοὺς προφήτας

18:11 τὸν ἀναιρεθέντα Αβελ ὑπὸ Καιν ἀνεγίνωσκέν τε ὑμι̃ν καὶ τὸν ὁλοκαρπούμενον Ισαακ καὶ τὸν ἐν φυλακη̨̃ Ιωσηφ

18:12 ἔλεγεν δὲ ὑμι̃ν τὸν ζηλωτὴν Φινεες ἐδίδασκέν τε ὑμα̃ς τοὺς ἐν πυρὶ Ανανιαν καὶ Αζαριαν καὶ Μισαηλ

18:13 ἐδόξαζεν δὲ καὶ τὸν ἐν λάκκω̨ λεόντων Δανιηλ ὃν ἐμακάριζεν

18:14 ὑπεμίμνη̨σκεν δὲ ὑμα̃ς καὶ τὴν Ησαιου γραφὴν τὴν λέγουσαν κἂν διὰ πυρὸς διέλθη̨ς φλὸξ οὐ κατακαύσει σε

18:15 τὸν ὑμνογράφον ἐμελώ̨δει ὑμι̃ν Δαυιδ λέγοντα πολλαὶ αἱ θλίψεις τω̃ν δικαίων

18:16 τὸν Σαλωμω̃ντα ἐπαροιμίαζεν ὑμι̃ν λέγοντα ξύλον ζωη̃ς ἐστιν τοι̃ς ποιου̃σιν αὐτου̃ τὸ θέλημα

18:17 τὸν Ιεζεκιηλ ἐπιστοποίει τὸν λέγοντα εἰ ζήσεται τὰ ὀστα̃ τὰ ξηρὰ ταυ̃τα

18:18 ὠ̨δὴν μὲν γάρ ἣν ἐδίδαξεν Μωυση̃ς οὐκ ἐπελάθετο διδάσκων τὴν λέγουσαν

18:19 ἐγὼ ἀποκτενω̃ καὶ ζη̃ν ποιήσω αὕτη ἡ ζωὴ ὑμω̃ν καὶ ἡ μακρότης τω̃ν ἡμερω̃ν

18:20 ὠ̃ πικρα̃ς τη̃ς τότε ἡμέρας καὶ οὐ πικρα̃ς ὅτε ὁ πικρὸς 'Ελλήνων τύραννος πυ̃ρ πυρὶ σβέσας λέβησιν ὠμοι̃ς καὶ ζέουσι θυμοι̃ς ἀγαγὼν ἐπὶ τὸν καταπέλτην καὶ πάλιν τὰς βασάνους αὐτου̃ τοὺς ἑπτὰ παι̃δας τη̃ς Αβρααμίτιδος

18:21 τὰς τω̃ν ὀμμάτων κόρας ἐπήρωσεν καὶ γλώσσας ἐξέτεμεν καὶ βασάνοις ποικίλαις ἀπέκτεινεν

18:22 ὑπὲρ ὡ̃ν ἡ θεία δίκη μετη̃λθεν καὶ μετελεύσεται τὸν ἀλάστορα τύραννον

18:23 οἱ δὲ Αβραμιαι̃οι παι̃δες σὺν τη̨̃ ἀθλοφόρω̨ μητρὶ εἰς πατέρων χορὸν συναγελάζονται ψυχὰς ἁγνὰς καὶ ἀθανάτους ἀπειληφότες παρὰ του̃ θεου̃

18:24 ὡ̨̃ ἡ δόξα εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων αμην

.