'̃Ασμα

1:1 ἀ̨̃σμα ἀ̨σμάτων ὅ ἐστιν τω̨̃ Σαλωμων

1:2 φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτου̃ ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἰ̃νον

1:3 καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα μύρον ἐκκενωθὲν ὄνομά σου διὰ του̃το νεάνιδες ἠγάπησάν σε

1:4 εἵλκυσάν σε ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμου̃μεν εἰσήνεγκέν με ὁ βασιλεὺς εἰς τὸ ταμίειον αὐτου̃ ἀγαλλιασώμεθα καὶ εὐφρανθω̃μεν ἐν σοί ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἰ̃νον εὐθύτης ἠγάπησέν σε

1:5 μέλαινά εἰμι καὶ καλή θυγατέρες Ιερουσαλημ ὡς σκηνώματα Κηδαρ ὡς δέρρεις Σαλωμων

1:6 μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη ὅτι παρέβλεψέν με ὁ ἥλιος υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί ἔθεντό με φυλάκισσαν ἐν ἀμπελω̃σιν ἀμπελω̃να ἐμὸν οὐκ ἐφύλαξα

1:7 ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου που̃ ποιμαίνεις που̃ κοιτάζεις ἐν μεσημβρία̨ μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ' ἀγέλαις ἑταίρων σου

1:8 ἐὰν μὴ γνω̨̃ς σεαυτήν ἡ καλὴ ἐν γυναιξίν ἔξελθε σὺ ἐν πτέρναις τω̃ν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασιν τω̃ν ποιμένων

1:9 τη̨̃ ἵππω̨ μου ἐν ἅρμασιν Φαραω ὡμοίωσά σε ἡ πλησίον μου

1:10 τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνες τράχηλός σου ὡς ὁρμίσκοι

1:11 ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων του̃ ἀργυρίου

1:12 ἕως οὑ̃ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτου̃ νάρδος μου ἔδωκεν ὀσμὴν αὐτου̃

1:13 ἀπόδεσμος τη̃ς στακτη̃ς ἀδελφιδός μου ἐμοί ἀνὰ μέσον τω̃ν μαστω̃ν μου αὐλισθήσεται

1:14 βότρυς τη̃ς κύπρου ἀδελφιδός μου ἐμοὶ ἐν ἀμπελω̃σιν Εγγαδδι

1:15 ἰδοὺ εἰ̃ καλή ἡ πλησίον μου ἰδοὺ εἰ̃ καλή ὀφθαλμοί σου περιστεραί

1:16 ἰδοὺ εἰ̃ καλός ὁ ἀδελφιδός μου καί γε ὡραι̃ος πρὸς κλίνη ἡμω̃ν σύσκιος

1:17 δοκοὶ οἴκων ἡμω̃ν κέδροι φατνώματα ἡμω̃ν κυπάρισσοι

2:1 ἐγὼ ἄνθος του̃ πεδίου κρίνον τω̃ν κοιλάδων

2:2 ὡς κρίνον ἐν μέσω̨ ἀκανθω̃ν οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τω̃ν θυγατέρων

2:3 ὡς μη̃λον ἐν τοι̃ς ξύλοις του̃ δρυμου̃ οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τω̃ν υἱω̃ν ἐν τη̨̃ σκια̨̃ αὐτου̃ ἐπεθύμησα καὶ ἐκάθισα καὶ καρπὸς αὐτου̃ γλυκὺς ἐν λάρυγγί μου

2:4 εἰσαγάγετέ με εἰς οἰ̃κον του̃ οἴνου τάξατε ἐπ' ἐμὲ ἀγάπην

2:5 στηρίσατέ με ἐν ἀμόραις στοιβάσατέ με ἐν μήλοις ὅτι τετρωμένη ἀγάπης ἐγώ

2:6 εὐώνυμος αὐτου̃ ὑπὸ τὴν κεφαλήν μου καὶ ἡ δεξιὰ αὐτου̃ περιλήμψεταί με

2:7 ὥρκισα ὑμα̃ς θυγατέρες Ιερουσαλημ ἐν ται̃ς δυνάμεσιν καὶ ἐν ται̃ς ἰσχύσεσιν του̃ ἀγρου̃ ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως οὑ̃ θελήση̨

2:8 φωνὴ ἀδελφιδου̃ μου ἰδοὺ οὑ̃τος ἥκει πηδω̃ν ἐπὶ τὰ ὄρη διαλλόμενος ἐπὶ τοὺς βουνούς

2:9 ὅμοιός ἐστιν ἀδελφιδός μου τη̨̃ δορκάδι ἢ νεβρω̨̃ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθηλ ἰδοὺ οὑ̃τος ἕστηκεν ὀπίσω του̃ τοίχου ἡμω̃ν παρακύπτων διὰ τω̃ν θυρίδων ἐκκύπτων διὰ τω̃ν δικτύων

2:10 ἀποκρίνεται ἀδελφιδός μου καὶ λέγει μοι ἀνάστα ἐλθέ ἡ πλησίον μου καλή μου περιστερά μου

2:11 ὅτι ἰδοὺ ὁ χειμὼν παρη̃λθεν ὁ ὑετὸς ἀπη̃λθεν ἐπορεύθη ἑαυτω̨̃

2:12 τὰ ἄνθη ὤφθη ἐν τη̨̃ γη̨̃ καιρὸς τη̃ς τομη̃ς ἔφθακεν φωνὴ του̃ τρυγόνος ἠκούσθη ἐν τη̨̃ γη̨̃ ἡμω̃ν

2:13 ἡ συκη̃ ἐξήνεγκεν ὀλύνθους αὐτη̃ς αἱ ἄμπελοι κυπρίζουσιν ἔδωκαν ὀσμήν ἀνάστα ἐλθέ ἡ πλησίον μου καλή μου περιστερά μου

2:14 καὶ ἐλθὲ σύ περιστερά μου ἐν σκέπη̨ τη̃ς πέτρας ἐχόμενα του̃ προτειχίσματος δει̃ξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν σου ὅτι ἡ φωνή σου ἡδει̃α καὶ ἡ ὄψις σου ὡραία

2:15 πιάσατε ἡμι̃ν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελω̃νας καὶ αἱ ἄμπελοι ἡμω̃ν κυπρίζουσιν

2:16 ἀδελφιδός μου ἐμοί κἀγὼ αὐτω̨̃ ὁ ποιμαίνων ἐν τοι̃ς κρίνοις

2:17 ἕως οὑ̃ διαπνεύση̨ ἡ ἡμέρα καὶ κινηθω̃σιν αἱ σκιαί ἀπόστρεψον ὁμοιώθητι σύ ἀδελφιδέ μου τω̨̃ δόρκωνι ἢ νεβρω̨̃ ἐλάφων ἐπὶ ὄρη κοιλωμάτων

3:1 ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου ἐζήτησα αὐτὸν καὶ οὐχ εὑ̃ρον αὐτόν ἐκάλεσα αὐτόν καὶ οὐχ ὑπήκουσέν μου

3:2 ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τη̨̃ πόλει ἐν ται̃ς ἀγοραι̃ς καὶ ἐν ται̃ς πλατείαις καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου ἐζήτησα αὐτὸν καὶ οὐχ εὑ̃ρον αὐτόν

3:3 εὕροσάν με οἱ τηρου̃ντες οἱ κυκλου̃ντες ἐν τη̨̃ πόλει μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε

3:4 ὡς μικρὸν ὅτε παρη̃λθον ἀπ' αὐτω̃ν ἕως οὑ̃ εὑ̃ρον ὃν ἠγάπησεν ἡ ψυχή μου ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφήσω αὐτόν ἕως οὑ̃ εἰσήγαγον αὐτὸν εἰς οἰ̃κον μητρός μου καὶ εἰς ταμίειον τη̃ς συλλαβούσης με

3:5 ὥρκισα ὑμα̃ς θυγατέρες Ιερουσαλημ ἐν ται̃ς δυνάμεσιν καὶ ἐν ται̃ς ἰσχύσεσιν του̃ ἀγρου̃ ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήση̨

3:6 τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τη̃ς ἐρήμου ὡς στελέχη καπνου̃ τεθυμιαμένη σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτω̃ν μυρεψου̃

3:7 ἰδοὺ ἡ κλίνη του̃ Σαλωμων ἑξήκοντα δυνατοὶ κύκλω̨ αὐτη̃ς ἀπὸ δυνατω̃ν Ισραηλ

3:8 πάντες κατέχοντες ῥομφαίαν δεδιδαγμένοι πόλεμον ἀνὴρ ῥομφαία αὐτου̃ ἐπὶ μηρὸν αὐτου̃ ἀπὸ θάμβους ἐν νυξίν

3:9 φορει̃ον ἐποίησεν ἑαυτω̨̃ ὁ βασιλεὺς Σαλωμων ἀπὸ ξύλων του̃ Λιβάνου

3:10 στύλους αὐτου̃ ἐποίησεν ἀργύριον καὶ ἀνάκλιτον αὐτου̃ χρύσεον ἐπίβασις αὐτου̃ πορφυρα̃ ἐντὸς αὐτου̃ λιθόστρωτον ἀγάπην ἀπὸ θυγατέρων Ιερουσαλημ

3:11 ἐξέλθατε καὶ ἴδετε ἐν τω̨̃ βασιλει̃ Σαλωμων ἐν τω̨̃ στεφάνω̨ ὡ̨̃ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτου̃ ἐν ἡμέρα̨ νυμφεύσεως αὐτου̃ καὶ ἐν ἡμέρα̨ εὐφροσύνης καρδίας αὐτου̃

4:1 ἰδοὺ εἰ̃ καλή ἡ πλησίον μου ἰδοὺ εἰ̃ καλή ὀφθαλμοί σου περιστεραὶ ἐκτὸς τη̃ς σιωπήσεώς σου τρίχωμά σου ὡς ἀγέλαι τω̃ν αἰγω̃ν αἳ ἀπεκαλύφθησαν ἀπὸ του̃ Γαλααδ

4:2 ὀδόντες σου ὡς ἀγέλαι τω̃ν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ του̃ λουτρου̃ αἱ πα̃σαι διδυμεύουσαι καὶ ἀτεκνου̃σα οὐκ ἔστιν ἐν αὐται̃ς

4:3 ὡς σπαρτίον τὸ κόκκινον χείλη σου καὶ ἡ λαλιά σου ὡραία ὡς λέπυρον τη̃ς ῥόας μη̃λόν σου ἐκτὸς τη̃ς σιωπήσεώς σου

4:4 ὡς πύργος Δαυιδ τράχηλός σου ὁ ὠ̨κοδομημένος εἰς θαλπιωθ χίλιοι θυρεοὶ κρέμανται ἐπ' αὐτόν πα̃σαι βολίδες τω̃ν δυνατω̃ν

4:5 δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν κρίνοις

4:6 ἕως οὑ̃ διαπνεύση̨ ἡ ἡμέρα καὶ κινηθω̃σιν αἱ σκιαί πορεύσομαι ἐμαυτω̨̃ πρὸς τὸ ὄρος τη̃ς σμύρνης καὶ πρὸς τὸν βουνὸν του̃ Λιβάνου

4:7 ὅλη καλὴ εἰ̃ ἡ πλησίον μου καὶ μω̃μος οὐκ ἔστιν ἐν σοί

4:8 δευ̃ρο ἀπὸ Λιβάνου νύμφη δευ̃ρο ἀπὸ Λιβάνου ἐλεύση̨ καὶ διελεύση̨ ἀπὸ ἀρχη̃ς πίστεως ἀπὸ κεφαλη̃ς Σανιρ καὶ Ερμων ἀπὸ μανδρω̃ν λεόντων ἀπὸ ὀρέων παρδάλεων

4:9 ἐκαρδίωσας ἡμα̃ς ἀδελφή μου νύμφη ἐκαρδίωσας ἡμα̃ς ἑνὶ ἀπὸ ὀφθαλμω̃ν σου ἐν μια̨̃ ἐνθέματι τραχήλων σου

4:10 τί ἐκαλλιώθησαν μαστοί σου ἀδελφή μου νύμφη τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα

4:11 κηρίον ἀποστάζουσιν χείλη σου νύμφη μέλι καὶ γάλα ὑπὸ τὴν γλω̃σσάν σου καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λιβάνου

4:12 κη̃πος κεκλεισμένος ἀδελφή μου νύμφη κη̃πος κεκλεισμένος πηγὴ ἐσφραγισμένη

4:13 ἀποστολαί σου παράδεισος ῥοω̃ν μετὰ καρπου̃ ἀκροδρύων κύπροι μετὰ νάρδων

4:14 νάρδος καὶ κρόκος κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων του̃ Λιβάνου σμύρνα αλωθ μετὰ πάντων πρώτων μύρων

4:15 πηγὴ κήπων φρέαρ ὕδατος ζω̃ντος καὶ ῥοιζου̃ντος ἀπὸ του̃ Λιβάνου

4:16 ἐξεγέρθητι βορρα̃ καὶ ἔρχου νότε διάπνευσον κη̃πόν μου καὶ ῥευσάτωσαν ἀρώματά μου καταβήτω ἀδελφιδός μου εἰς κη̃πον αὐτου̃ καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτου̃

5:1 εἰση̃λθον εἰς κη̃πόν μου ἀδελφή μου νύμφη ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου ἔπιον οἰ̃νόν μου μετὰ γάλακτός μου φάγετε πλησίοι καὶ πίετε καὶ μεθύσθητε ἀδελφοί

5:2 ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνει̃ φωνὴ ἀδελφιδου̃ μου κρούει ἐπὶ τὴν θύραν ἄνοιξόν μοι ἀδελφή μου ἡ πλησίον μου περιστερά μου τελεία μου ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός

5:3 ἐξεδυσάμην τὸν χιτω̃νά μου πω̃ς ἐνδύσωμαι αὐτόν ἐνιψάμην τοὺς πόδας μου πω̃ς μολυνω̃ αὐτούς

5:4 ἀδελφιδός μου ἀπέστειλεν χει̃ρα αὐτου̃ ἀπὸ τη̃ς ὀπη̃ς καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ' αὐτόν

5:5 ἀνέστην ἐγὼ ἀνοι̃ξαι τω̨̃ ἀδελφιδω̨̃ μου χει̃ρές μου ἔσταξαν σμύρναν δάκτυλοί μου σμύρναν πλήρη ἐπὶ χει̃ρας του̃ κλείθρου

5:6 ἤνοιξα ἐγὼ τω̨̃ ἀδελφιδω̨̃ μου ἀδελφιδός μου παρη̃λθεν ψυχή μου ἐξη̃λθεν ἐν λόγω̨ αὐτου̃ ἐζήτησα αὐτὸν καὶ οὐχ εὑ̃ρον αὐτόν ἐκάλεσα αὐτόν καὶ οὐχ ὑπήκουσέν μου

5:7 εὕροσάν με οἱ φύλακες οἱ κυκλου̃ντες ἐν τη̨̃ πόλει ἐπάταξάν με ἐτραυμάτισάν με ἠ̃ραν τὸ θέριστρόν μου ἀπ' ἐμου̃ φύλακες τω̃ν τειχέων

5:8 ὥρκισα ὑμα̃ς θυγατέρες Ιερουσαλημ ἐν ται̃ς δυνάμεσιν καὶ ἐν ται̃ς ἰσχύσεσιν του̃ ἀγρου̃ ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου τί ἀπαγγείλητε αὐτω̨̃ ὅτι τετρωμένη ἀγάπης εἰμὶ ἐγώ

5:9 τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδου̃ ἡ καλὴ ἐν γυναιξίν τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδου̃ ὅτι οὕτως ὥρκισας ἡμα̃ς

5:10 ἀδελφιδός μου λευκὸς καὶ πυρρός ἐκλελοχισμένος ἀπὸ μυριάδων

5:11 κεφαλὴ αὐτου̃ χρυσίον καὶ φαζ βόστρυχοι αὐτου̃ ἐλάται μέλανες ὡς κόραξ

5:12 ὀφθαλμοὶ αὐτου̃ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων λελουσμέναι ἐν γάλακτι καθήμεναι ἐπὶ πληρώματα ὑδάτων

5:13 σιαγόνες αὐτου̃ ὡς φιάλαι του̃ ἀρώματος φύουσαι μυρεψικά χείλη αὐτου̃ κρίνα στάζοντα σμύρναν πλήρη

5:14 χει̃ρες αὐτου̃ τορευταὶ χρυσαι̃ πεπληρωμέναι θαρσις κοιλία αὐτου̃ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου

5:15 κνη̃μαι αὐτου̃ στυ̃λοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσα̃ς εἰ̃δος αὐτου̃ ὡς Λίβανος ἐκλεκτὸς ὡς κέδροι

5:16 φάρυγξ αὐτου̃ γλυκασμοὶ καὶ ὅλος ἐπιθυμία οὑ̃τος ἀδελφιδός μου καὶ οὑ̃τος πλησίον μου θυγατέρες Ιερουσαλημ

6:1 που̃ ἀπη̃λθεν ὁ ἀδελφιδός σου ἡ καλὴ ἐν γυναιξίν που̃ ἀπέβλεψεν ὁ ἀδελφιδός σου καὶ ζητήσομεν αὐτὸν μετὰ σου̃

6:2 ἀδελφιδός μου κατέβη εἰς κη̃πον αὐτου̃ εἰς φιάλας του̃ ἀρώματος ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα

6:3 ἐγὼ τω̨̃ ἀδελφιδω̨̃ μου καὶ ἀδελφιδός μου ἐμοὶ ὁ ποιμαίνων ἐν τοι̃ς κρίνοις

6:4 καλὴ εἰ̃ ἡ πλησίον μου ὡς εὐδοκία ὡραία ὡς Ιερουσαλημ θάμβος ὡς τεταγμέναι

6:5 ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον μου ὅτι αὐτοὶ ἀνεπτέρωσάν με τρίχωμά σου ὡς ἀγέλαι τω̃ν αἰγω̃ν αἳ ἀνεφάνησαν ἀπὸ του̃ Γαλααδ

6:6 ὀδόντες σου ὡς ἀγέλαι τω̃ν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ του̃ λουτρου̃ αἱ πα̃σαι διδυμεύουσαι καὶ ἀτεκνου̃σα οὐκ ἔστιν ἐν αὐται̃ς

6:7 ὡς σπαρτίον τὸ κόκκινον χείλη σου καὶ ἡ λαλιά σου ὡραία ὡς λέπυρον τη̃ς ῥόας μη̃λόν σου ἐκτὸς τη̃ς σιωπήσεώς σου

6:8 ἑξήκοντά εἰσιν βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαί καὶ νεάνιδες ὡ̃ν οὐκ ἔστιν ἀριθμός

6:9 μία ἐστὶν περιστερά μου τελεία μου μία ἐστὶν τη̨̃ μητρὶ αὐτη̃ς ἐκλεκτή ἐστιν τη̨̃ τεκούση̨ αὐτη̃ς εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριου̃σιν αὐτήν βασίλισσαι καὶ παλλακαὶ καὶ αἰνέσουσιν αὐτήν

6:10 τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος καλὴ ὡς σελήνη ἐκλεκτὴ ὡς ὁ ἥλιος θάμβος ὡς τεταγμέναι

6:11 εἰς κη̃πον καρύας κατέβην ἰδει̃ν ἐν γενήμασιν του̃ χειμάρρου ἰδει̃ν εἰ ἤνθησεν ἡ ἄμπελος ἐξήνθησαν αἱ ῥόαι ἐκει̃ δώσω τοὺς μαστούς μου σοί

6:12 οὐκ ἔγνω ἡ ψυχή μου ἔθετό με ἅρματα Αμιναδαβ

7:1 ἐπίστρεφε ἐπίστρεφε ἡ Σουλαμι̃τις ἐπίστρεφε ἐπίστρεφε καὶ ὀψόμεθα ἐν σοί τί ὄψεσθε ἐν τη̨̃ Σουλαμίτιδι ἡ ἐρχομένη ὡς χοροὶ τω̃ν παρεμβολω̃ν

7:2 τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν θύγατερ Ναδαβ ῥυθμοὶ μηρω̃ν σου ὅμοιοι ὁρμίσκοις ἔργω̨ χειρω̃ν τεχνίτου

7:3 ὀμφαλός σου κρατὴρ τορευτὸς μὴ ὑστερούμενος κρα̃μα κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις

7:4 δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος

7:5 τράχηλός σου ὡς πύργος ἐλεφάντινος ὀφθαλμοί σου ὡς λίμναι ἐν Εσεβων ἐν πύλαις θυγατρὸς πολλω̃ν μυκτήρ σου ὡς πύργος του̃ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκου̃

7:6 κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος καὶ πλόκιον κεφαλη̃ς σου ὡς πορφύρα βασιλεὺς δεδεμένος ἐν παραδρομαι̃ς

7:7 τί ὡραιώθης καὶ τί ἡδύνθης ἀγάπη ἐν τρυφαι̃ς σου

7:8 του̃το μέγεθός σου ὡμοιώθη τω̨̃ φοίνικι καὶ οἱ μαστοί σου τοι̃ς βότρυσιν

7:9 εἰ̃πα ἀναβήσομαι ἐν τω̨̃ φοίνικι κρατήσω τω̃ν ὕψεων αὐτου̃ καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τη̃ς ἀμπέλου καὶ ὀσμὴ ῥινός σου ὡς μη̃λα

7:10 καὶ λάρυγξ σου ὡς οἰ̃νος ὁ ἀγαθὸς πορευόμενος τω̨̃ ἀδελφιδω̨̃ μου εἰς εὐθύθητα ἱκανούμενος χείλεσίν μου καὶ ὀδου̃σιν

7:11 ἐγὼ τω̨̃ ἀδελφιδω̨̃ μου καὶ ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτου̃

7:12 ἐλθέ ἀδελφιδέ μου ἐξέλθωμεν εἰς ἀγρόν αὐλισθω̃μεν ἐν κώμαις

7:13 ὀρθρίσωμεν εἰς ἀμπελω̃νας ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος ἤνθησεν ὁ κυπρισμός ἤνθησαν αἱ ῥόαι ἐκει̃ δώσω τοὺς μαστούς μου σοί

7:14 οἱ μανδραγόραι ἔδωκαν ὀσμήν καὶ ἐπὶ θύραις ἡμω̃ν πάντα ἀκρόδρυα νέα πρὸς παλαιά ἀδελφιδέ μου ἐτήρησά σοι

8:1 τίς δώ̨η σε ἀδελφιδόν μου θηλάζοντα μαστοὺς μητρός μου εὑρου̃σά σε ἔξω φιλήσω σε καί γε οὐκ ἐξουδενώσουσίν μοι

8:2 παραλήμψομαί σε εἰσάξω σε εἰς οἰ̃κον μητρός μου καὶ εἰς ταμίειον τη̃ς συλλαβούσης με ποτιω̃ σε ἀπὸ οἴνου του̃ μυρεψικου̃ ἀπὸ νάματος ῥοω̃ν μου

8:3 εὐώνυμος αὐτου̃ ὑπὸ τὴν κεφαλήν μου καὶ ἡ δεξιὰ αὐτου̃ περιλήμψεταί με

8:4 ὥρκισα ὑμα̃ς θυγατέρες Ιερουσαλημ ἐν ται̃ς δυνάμεσιν καὶ ἐν ται̃ς ἰσχύσεσιν του̃ ἀγρου̃ τί ἐγείρητε καὶ τί ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήση̨

8:5 τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδὸν αὐτη̃ς ὑπὸ μη̃λον ἐξήγειρά σε ἐκει̃ ὠδίνησέν σε ἡ μήτηρ σου ἐκει̃ ὠδίνησέν σε ἡ τεκου̃σά σου

8:6 θές με ὡς σφραγι̃δα ἐπὶ τὴν καρδίαν σου ὡς σφραγι̃δα ἐπὶ τὸν βραχίονά σου ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη σκληρὸς ὡς ἅ̨δης ζη̃λος περίπτερα αὐτη̃ς περίπτερα πυρός φλόγες αὐτη̃ς

8:7 ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν ἐὰν δω̨̃ ἀνὴρ τὸν πάντα βίον αὐτου̃ ἐν τη̨̃ ἀγάπη̨ ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν

8:8 ἀδελφὴ ἡμι̃ν μικρὰ καὶ μαστοὺς οὐκ ἔχει τί ποιήσωμεν τη̨̃ ἀδελφη̨̃ ἡμω̃ν ἐν ἡμέρα̨ ἡ̨̃ ἐὰν λαληθη̨̃ ἐν αὐτη̨̃

8:9 εἰ τει̃χός ἐστιν οἰκοδομήσωμεν ἐπ' αὐτὴν ἐπάλξεις ἀργυρα̃ς καὶ εἰ θύρα ἐστίν διαγράψωμεν ἐπ' αὐτὴν σανίδα κεδρίνην

8:10 ἐγὼ τει̃χος καὶ μαστοί μου ὡς πύργοι ἐγὼ ἤμην ἐν ὀφθαλμοι̃ς αὐτου̃ ὡς εὑρίσκουσα εἰρήνην

8:11 ἀμπελὼν ἐγενήθη τω̨̃ Σαλωμων ἐν Βεελαμων ἔδωκεν τὸν ἀμπελω̃να αὐτου̃ τοι̃ς τηρου̃σιν ἀνὴρ οἴσει ἐν καρπω̨̃ αὐτου̃ χιλίους ἀργυρίου

8:12 ἀμπελών μου ἐμὸς ἐνώπιόν μου οἱ χίλιοι σοί Σαλωμων καὶ οἱ διακόσιοι τοι̃ς τηρου̃σι τὸν καρπὸν αὐτου̃

8:13 ὁ καθήμενος ἐν κήποις ἑται̃ροι προσέχοντες τη̨̃ φωνη̨̃ σου ἀκούτισόν με

8:14 φύγε ἀδελφιδέ μου καὶ ὁμοιώθητι τη̨̃ δορκάδι ἢ τω̨̃ νεβρω̨̃ τω̃ν ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων

.