Σοφία Σαλωμω̃νος

1:1 'Αγαπήσατε δικαιοσύνην οἱ κρίνοντες τὴν γη̃ν φρονήσατε περὶ του̃ κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν

1:2 ὅτι εὑρίσκεται τοι̃ς μὴ πειράζουσιν αὐτόν ἐμφανίζεται δὲ τοι̃ς μὴ ἀπιστου̃σιν αὐτω̨̃

1:3 σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ θεου̃ δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας

1:4 ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεω̨ ἁμαρτίας

1:5 ἅγιον γὰρ πνευ̃μα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμω̃ν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας

1:6 φιλάνθρωπον γὰρ πνευ̃μα σοφία καὶ οὐκ ἀθω̨ώσει βλάσφημον ἀπὸ χειλέων αὐτου̃ ὅτι τω̃ν νεφρω̃ν αὐτου̃ μάρτυς ὁ θεὸς καὶ τη̃ς καρδίας αὐτου̃ ἐπίσκοπος ἀληθὴς καὶ τη̃ς γλώσσης ἀκουστής

1:7 ὅτι πνευ̃μα κυρίου πεπλήρωκεν τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνω̃σιν ἔχει φωνη̃ς

1:8 διὰ του̃το φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθη̨ οὐδὲ μὴ παροδεύση̨ αὐτὸν ἐλέγχουσα ἡ δίκη

1:9 ἐν γὰρ διαβουλίοις ἀσεβου̃ς ἐξέτασις ἔσται λόγων δὲ αὐτου̃ ἀκοὴ πρὸς κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτου̃

1:10 ὅτι οὐ̃ς ζηλώσεως ἀκροα̃ται τὰ πάντα καὶ θρου̃ς γογγυσμω̃ν οὐκ ἀποκρύπτεται

1:11 φυλάξασθε τοίνυν γογγυσμὸν ἀνωφελη̃ καὶ ἀπὸ καταλαλια̃ς φείσασθε γλώσσης ὅτι φθέγμα λαθραι̃ον κενὸν οὐ πορεύσεται στόμα δὲ καταψευδόμενον ἀναιρει̃ ψυχήν

1:12 μὴ ζηλου̃τε θάνατον ἐν πλάνη̨ ζωη̃ς ὑμω̃ν μηδὲ ἐπισπα̃σθε ὄλεθρον ἐν ἔργοις χειρω̃ν ὑμω̃ν

1:13 ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ' ἀπωλεία̨ ζώντων

1:14 ἔκτισεν γὰρ εἰς τὸ εἰ̃ναι τὰ πάντα καὶ σωτήριοι αἱ γενέσεις του̃ κόσμου καὶ οὐκ ἔστιν ἐν αὐται̃ς φάρμακον ὀλέθρου οὔτε ἅ̨δου βασίλειον ἐπὶ γη̃ς

1:15 δικαιοσύνη γὰρ ἀθάνατός ἐστιν

1:16 ἀσεβει̃ς δὲ ται̃ς χερσὶν καὶ τοι̃ς λόγοις προσεκαλέσαντο αὐτόν φίλον ἡγησάμενοι αὐτὸν ἐτάκησαν καὶ συνθήκην ἔθεντο πρὸς αὐτόν ὅτι ἄξιοί εἰσιν τη̃ς ἐκείνου μερίδος εἰ̃ναι

2:1 εἰ̃πον γὰρ ἐν ἑαυτοι̃ς λογισάμενοι οὐκ ὀρθω̃ς ὀλίγος ἐστὶν καὶ λυπηρὸς ὁ βίος ἡμω̃ν καὶ οὐκ ἔστιν ἴασις ἐν τελευτη̨̃ ἀνθρώπου καὶ οὐκ ἐγνώσθη ὁ ἀναλύσας ἐξ ἅ̨δου

2:2 ὅτι αὐτοσχεδίως ἐγενήθημεν καὶ μετὰ του̃το ἐσόμεθα ὡς οὐχ ὑπάρξαντες ὅτι καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμω̃ν καὶ ὁ λόγος σπινθὴρ ἐν κινήσει καρδίας ἡμω̃ν

2:3 οὑ̃ σβεσθέντος τέφρα ἀποβήσεται τὸ σω̃μα καὶ τὸ πνευ̃μα διαχυθήσεται ὡς χαυ̃νος ἀήρ

2:4 καὶ τὸ ὄνομα ἡμω̃ν ἐπιλησθήσεται ἐν χρόνω̨ καὶ οὐθεὶς μνημονεύσει τω̃ν ἔργων ἡμω̃ν καὶ παρελεύσεται ὁ βίος ἡμω̃ν ὡς ἴχνη νεφέλης καὶ ὡς ὁμίχλη διασκεδασθήσεται διωχθει̃σα ὑπὸ ἀκτίνων ἡλίου καὶ ὑπὸ θερμότητος αὐτου̃ βαρυνθει̃σα

2:5 σκια̃ς γὰρ πάροδος ὁ καιρὸς ἡμω̃ν καὶ οὐκ ἔστιν ἀναποδισμὸς τη̃ς τελευτη̃ς ἡμω̃ν ὅτι κατεσφραγίσθη καὶ οὐδεὶς ἀναστρέφει

2:6 δευ̃τε οὐ̃ν καὶ ἀπολαύσωμεν τω̃ν ὄντων ἀγαθω̃ν καὶ χρησώμεθα τη̨̃ κτίσει ὡς ἐν νεότητι σπουδαίως

2:7 οἴνου πολυτελου̃ς καὶ μύρων πλησθω̃μεν καὶ μὴ παροδευσάτω ἡμα̃ς ἄνθος ἔαρος

2:8 στεψώμεθα ῥόδων κάλυξιν πρὶν ἢ μαρανθη̃ναι

2:9 μηδεὶς ἡμω̃ν ἄμοιρος ἔστω τη̃ς ἡμετέρας ἀγερωχίας πανταχη̨̃ καταλίπωμεν σύμβολα τη̃ς εὐφροσύνης ὅτι αὕτη ἡ μερὶς ἡμω̃ν καὶ ὁ κλη̃ρος οὑ̃τος

2:10 καταδυναστεύσωμεν πένητα δίκαιον μὴ φεισώμεθα χήρας μηδὲ πρεσβύτου ἐντραπω̃μεν πολιὰς πολυχρονίους

2:11 ἔστω δὲ ἡμω̃ν ἡ ἰσχὺς νόμος τη̃ς δικαιοσύνης τὸ γὰρ ἀσθενὲς ἄχρηστον ἐλέγχεται

2:12 ἐνεδρεύσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμι̃ν ἐστιν καὶ ἐναντιου̃ται τοι̃ς ἔργοις ἡμω̃ν καὶ ὀνειδίζει ἡμι̃ν ἁμαρτήματα νόμου καὶ ἐπιφημίζει ἡμι̃ν ἁμαρτήματα παιδείας ἡμω̃ν

2:13 ἐπαγγέλλεται γνω̃σιν ἔχειν θεου̃ καὶ παι̃δα κυρίου ἑαυτὸν ὀνομάζει

2:14 ἐγένετο ἡμι̃ν εἰς ἔλεγχον ἐννοιω̃ν ἡμω̃ν βαρύς ἐστιν ἡμι̃ν καὶ βλεπόμενος

2:15 ὅτι ἀνόμοιος τοι̃ς ἄλλοις ὁ βίος αὐτου̃ καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτου̃

2:16 εἰς κίβδηλον ἐλογίσθημεν αὐτω̨̃ καὶ ἀπέχεται τω̃ν ὁδω̃ν ἡμω̃ν ὡς ἀπὸ ἀκαθαρσιω̃ν μακαρίζει ἔσχατα δικαίων καὶ ἀλαζονεύεται πατέρα θεόν

2:17 ἴδωμεν εἰ οἱ λόγοι αὐτου̃ ἀληθει̃ς καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτου̃

2:18 εἰ γάρ ἐστιν ὁ δίκαιος υἱὸς θεου̃ ἀντιλήμψεται αὐτου̃ καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων

2:19 ὕβρει καὶ βασάνω̨ ἐτάσωμεν αὐτόν ἵνα γνω̃μεν τὴν ἐπιείκειαν αὐτου̃ καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτου̃

2:20 θανάτω̨ ἀσχήμονι καταδικάσωμεν αὐτόν ἔσται γὰρ αὐτου̃ ἐπισκοπὴ ἐκ λόγων αὐτου̃

2:21 ταυ̃τα ἐλογίσαντο καὶ ἐπλανήθησαν ἀπετύφλωσεν γὰρ αὐτοὺς ἡ κακία αὐτω̃ν

2:22 καὶ οὐκ ἔγνωσαν μυστήρια θεου̃ οὐδὲ μισθὸν ἤλπισαν ὁσιότητος οὐδὲ ἔκριναν γέρας ψυχω̃ν ἀμώμων

2:23 ὅτι ὁ θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπ' ἀφθαρσία̨ καὶ εἰκόνα τη̃ς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐτόν

2:24 φθόνω̨ δὲ διαβόλου θάνατος εἰση̃λθεν εἰς τὸν κόσμον πειράζουσιν δὲ αὐτὸν οἱ τη̃ς ἐκείνου μερίδος ὄντες

3:1 δικαίων δὲ ψυχαὶ ἐν χειρὶ θεου̃ καὶ οὐ μὴ ἅψηται αὐτω̃ν βάσανος

3:2 ἔδοξαν ἐν ὀφθαλμοι̃ς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτω̃ν

3:3 καὶ ἡ ἀφ' ἡμω̃ν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνη̨

3:4 καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθω̃σιν ἡ ἐλπὶς αὐτω̃ν ἀθανασίας πλήρης

3:5 καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ὅτι ὁ θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὑ̃ρεν αὐτοὺς ἀξίους ἑαυτου̃

3:6 ὡς χρυσὸν ἐν χωνευτηρίω̨ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς

3:7 καὶ ἐν καιρω̨̃ ἐπισκοπη̃ς αὐτω̃ν ἀναλάμψουσιν καὶ ὡς σπινθη̃ρες ἐν καλάμη̨ διαδραμου̃νται

3:8 κρινου̃σιν ἔθνη καὶ κρατήσουσιν λαω̃ν καὶ βασιλεύσει αὐτω̃ν κύριος εἰς τοὺς αἰω̃νας

3:9 οἱ πεποιθότες ἐπ' αὐτω̨̃ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπη̨ προσμενου̃σιν αὐτω̨̃ ὅτι χάρις καὶ ἔλεος τοι̃ς ἐκλεκτοι̃ς αὐτου̃

3:10 οἱ δὲ ἀσεβει̃ς καθὰ ἐλογίσαντο ἕξουσιν ἐπιτιμίαν οἱ ἀμελήσαντες του̃ δικαίου καὶ του̃ κυρίου ἀποστάντες

3:11 σοφίαν γὰρ καὶ παιδείαν ὁ ἐξουθενω̃ν ταλαίπωρος καὶ κενὴ ἡ ἐλπὶς αὐτω̃ν καὶ οἱ κόποι ἀνόνητοι καὶ ἄχρηστα τὰ ἔργα αὐτω̃ν

3:12 αἱ γυναι̃κες αὐτω̃ν ἄφρονες καὶ πονηρὰ τὰ τέκνα αὐτω̃ν ἐπικατάρατος ἡ γένεσις αὐτω̃ν

3:13 ὅτι μακαρία στει̃ρα ἡ ἀμίαντος ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι ἕξει καρπὸν ἐν ἐπισκοπη̨̃ ψυχω̃ν

3:14 καὶ εὐνου̃χος ὁ μὴ ἐργασάμενος ἐν χειρὶ ἀνόμημα μηδὲ ἐνθυμηθεὶς κατὰ του̃ κυρίου πονηρά δοθήσεται γὰρ αὐτω̨̃ τη̃ς πίστεως χάρις ἐκλεκτὴ καὶ κλη̃ρος ἐν ναω̨̃ κυρίου θυμηρέστερος

3:15 ἀγαθω̃ν γὰρ πόνων καρπὸς εὐκλεής καὶ ἀδιάπτωτος ἡ ῥίζα τη̃ς φρονήσεως

3:16 τέκνα δὲ μοιχω̃ν ἀτέλεστα ἔσται καὶ ἐκ παρανόμου κοίτης σπέρμα ἀφανισθήσεται

3:17 ἐάν τε γὰρ μακρόβιοι γένωνται εἰς οὐθὲν λογισθήσονται καὶ ἄτιμον ἐπ' ἐσχάτων τὸ γη̃ρας αὐτω̃ν

3:18 ἐάν τε ὀξέως τελευτήσωσιν οὐχ ἕξουσιν ἐλπίδα οὐδὲ ἐν ἡμέρα̨ διαγνώσεως παραμύθιον

3:19 γενεα̃ς γὰρ ἀδίκου χαλεπὰ τὰ τέλη

4:1 κρείσσων ἀτεκνία μετὰ ἀρετη̃ς ἀθανασία γάρ ἐστιν ἐν μνήμη̨ αὐτη̃ς ὅτι καὶ παρὰ θεω̨̃ γινώσκεται καὶ παρὰ ἀνθρώποις

4:2 παρου̃σάν τε μιμου̃νται αὐτὴν καὶ ποθου̃σιν ἀπελθου̃σαν καὶ ἐν τω̨̃ αἰω̃νι στεφανηφορου̃σα πομπεύει τὸν τω̃ν ἀμιάντων ἄθλων ἀγω̃να νικήσασα

4:3 πολύγονον δὲ ἀσεβω̃ν πλη̃θος οὐ χρησιμεύσει καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάθος οὐδὲ ἀσφαλη̃ βάσιν ἑδράσει

4:4 κἂν γὰρ ἐν κλάδοις πρὸς καιρὸν ἀναθάλη̨ ἐπισφαλω̃ς βεβηκότα ὑπὸ ἀνέμου σαλευθήσεται καὶ ὑπὸ βίας ἀνέμων ἐκριζωθήσεται

4:5 περικλασθήσονται κλω̃νες ἀτέλεστοι καὶ ὁ καρπὸς αὐτω̃ν ἄχρηστος ἄωρος εἰς βρω̃σιν καὶ εἰς οὐθὲν ἐπιτήδειος

4:6 ἐκ γὰρ ἀνόμων ὕπνων τέκνα γεννώμενα μάρτυρές εἰσιν πονηρίας κατὰ γονέων ἐν ἐξετασμω̨̃ αὐτω̃ν

4:7 δίκαιος δὲ ἐὰν φθάση̨ τελευτη̃σαι ἐν ἀναπαύσει ἔσται

4:8 γη̃ρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμω̨̃ ἐτω̃ν μεμέτρηται

4:9 πολιὰ δέ ἐστιν φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος

4:10 εὐάρεστος θεω̨̃ γενόμενος ἠγαπήθη καὶ ζω̃ν μεταξὺ ἁμαρτωλω̃ν μετετέθη

4:11 ἡρπάγη μὴ κακία ἀλλάξη̨ σύνεσιν αὐτου̃ ἢ δόλος ἀπατήση̨ ψυχὴν αὐτου̃

4:12 βασκανία γὰρ φαυλότητος ἀμαυροι̃ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νου̃ν ἄκακον

4:13 τελειωθεὶς ἐν ὀλίγω̨ ἐπλήρωσεν χρόνους μακρούς

4:14 ἀρεστὴ γὰρ ἠ̃ν κυρίω̨ ἡ ψυχὴ αὐτου̃ διὰ του̃το ἔσπευσεν ἐκ μέσου πονηρίας οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες μηδὲ θέντες ἐπὶ διανοία̨ τὸ τοιου̃το

4:15 ὅτι χάρις καὶ ἔλεος ἐν τοι̃ς ἐκλεκτοι̃ς αὐτου̃ καὶ ἐπισκοπὴ ἐν τοι̃ς ὁσίοις αὐτου̃

4:16 κατακρινει̃ δὲ δίκαιος καμὼν τοὺς ζω̃ντας ἀσεβει̃ς καὶ νεότης τελεσθει̃σα ταχέως πολυετὲς γη̃ρας ἀδίκου

4:17 ὄψονται γὰρ τελευτὴν σοφου̃ καὶ οὐ νοήσουσιν τί ἐβουλεύσατο περὶ αὐτου̃ καὶ εἰς τί ἠσφαλίσατο αὐτὸν ὁ κύριος

4:18 ὄψονται καὶ ἐξουθενήσουσιν αὐτοὺς δὲ ὁ κύριος ἐκγελάσεται

4:19 καὶ ἔσονται μετὰ του̃το εἰς πτω̃μα ἄτιμον καὶ εἰς ὕβριν ἐν νεκροι̃ς δι' αἰω̃νος ὅτι ῥήξει αὐτοὺς ἀφώνους πρηνει̃ς καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων καὶ ἕως ἐσχάτου χερσωθήσονται καὶ ἔσονται ἐν ὀδύνη̨ καὶ ἡ μνήμη αὐτω̃ν ἀπολει̃ται

4:20 ἐλεύσονται ἐν συλλογισμω̨̃ ἁμαρτημάτων αὐτω̃ν δειλοί καὶ ἐλέγξει αὐτοὺς ἐξ ἐναντίας τὰ ἀνομήματα αὐτω̃ν

5:1 τότε στήσεται ἐν παρρησία̨ πολλη̨̃ ὁ δίκαιος κατὰ πρόσωπον τω̃ν θλιψάντων αὐτὸν καὶ τω̃ν ἀθετούντων τοὺς πόνους αὐτου̃

5:2 ἰδόντες ταραχθήσονται φόβω̨ δεινω̨̃ καὶ ἐκστήσονται ἐπὶ τω̨̃ παραδόξω̨ τη̃ς σωτηρίας

5:3 ἐρου̃σιν ἐν ἑαυτοι̃ς μετανοου̃ντες καὶ διὰ στενοχωρίαν πνεύματος στενάξονται καὶ ἐρου̃σιν

5:4 οὑ̃τος ἠ̃ν ὃν ἔσχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμου̃ οἱ ἄφρονες τὸν βίον αὐτου̃ ἐλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὐτου̃ ἄτιμον

5:5 πω̃ς κατελογίσθη ἐν υἱοι̃ς θεου̃ καὶ ἐν ἁγίοις ὁ κλη̃ρος αὐτου̃ ἐστιν

5:6 ἄρα ἐπλανήθημεν ἀπὸ ὁδου̃ ἀληθείας καὶ τὸ τη̃ς δικαιοσύνης φω̃ς οὐκ ἐπέλαμψεν ἡμι̃ν καὶ ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμι̃ν

5:7 ἀνομίας ἐνεπλήσθημεν τρίβοις καὶ ἀπωλείας καὶ διωδεύσαμεν ἐρήμους ἀβάτους τὴν δὲ ὁδὸν κυρίου οὐκ ἐπέγνωμεν

5:8 τί ὠφέλησεν ἡμα̃ς ἡ ὑπερηφανία καὶ τί πλου̃τος μετὰ ἀλαζονείας συμβέβληται ἡμι̃ν

5:9 παρη̃λθεν ἐκει̃να πάντα ὡς σκιὰ καὶ ὡς ἀγγελία παρατρέχουσα

5:10 ὡς ναυ̃ς διερχομένη κυμαινόμενον ὕδωρ ἡ̃ς διαβάσης οὐκ ἔστιν ἴχνος εὑρει̃ν οὐδὲ ἀτραπὸν τρόπιος αὐτη̃ς ἐν κύμασιν

5:11 ἢ ὡς ὀρνέου διιπτάντος ἀέρα οὐθὲν εὑρίσκεται τεκμήριον πορείας πληγη̨̃ δὲ μαστιζόμενον ταρσω̃ν πνευ̃μα κου̃φον καὶ σχιζόμενον βία̨ ῥοίζου κινουμένων πτερύγων διωδεύθη καὶ μετὰ του̃το οὐχ εὑρέθη σημει̃ον ἐπιβάσεως ἐν αὐτω̨̃

5:12 ἢ ὡς βέλους βληθέντος ἐπὶ σκοπὸν τμηθεὶς ὁ ἀὴρ εὐθέως εἰς ἑαυτὸν ἀνελύθη ὡς ἀγνοη̃σαι τὴν δίοδον αὐτου̃

5:13 οὕτως καὶ ἡμει̃ς γεννηθέντες ἐξελίπομεν καὶ ἀρετη̃ς μὲν σημει̃ον οὐδὲν ἔσχομεν δει̃ξαι ἐν δὲ τη̨̃ κακία̨ ἡμω̃ν κατεδαπανήθημεν

5:14 ὅτι ἐλπὶς ἀσεβου̃ς ὡς φερόμενος χνου̃ς ὑπὸ ἀνέμου καὶ ὡς πάχνη ὑπὸ λαίλαπος διωχθει̃σα λεπτὴ καὶ ὡς καπνὸς ὑπὸ ἀνέμου διεχύθη καὶ ὡς μνεία καταλύτου μονοημέρου παρώδευσεν

5:15 δίκαιοι δὲ εἰς τὸν αἰω̃να ζω̃σιν καὶ ἐν κυρίω̨ ὁ μισθὸς αὐτω̃ν καὶ ἡ φροντὶς αὐτω̃ν παρὰ ὑψίστω̨

5:16 διὰ του̃το λήμψονται τὸ βασίλειον τη̃ς εὐπρεπείας καὶ τὸ διάδημα του̃ κάλλους ἐκ χειρὸς κυρίου ὅτι τη̨̃ δεξια̨̃ σκεπάσει αὐτοὺς καὶ τω̨̃ βραχίονι ὑπερασπιει̃ αὐτω̃ν

5:17 λήμψεται πανοπλίαν τὸν ζη̃λον αὐτου̃ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρω̃ν

5:18 ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον

5:19 λήμψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα

5:20 ὀξυνει̃ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν συνεκπολεμήσει δὲ αὐτω̨̃ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας

5:21 πορεύσονται εὔστοχοι βολίδες ἀστραπω̃ν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τω̃ν νεφω̃ν ἐπὶ σκοπὸν ἁλου̃νται

5:22 καὶ ἐκ πετροβόλου θυμου̃ πλήρεις ῥιφήσονται χάλαζαι ἀγανακτήσει κατ' αὐτω̃ν ὕδωρ θαλάσσης ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως

5:23 ἀντιστήσεται αὐτοι̃ς πνευ̃μα δυνάμεως καὶ ὡς λαι̃λαψ ἐκλικμήσει αὐτούς καὶ ἐρημώσει πα̃σαν τὴν γη̃ν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστω̃ν

6:1 ἀκούσατε οὐ̃ν βασιλει̃ς καὶ σύνετε μάθετε δικασταὶ περάτων γη̃ς

6:2 ἐνωτίσασθε οἱ κρατου̃ντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνω̃ν

6:3 ὅτι ἐδόθη παρὰ κυρίου ἡ κράτησις ὑμι̃ν καὶ ἡ δυναστεία παρὰ ὑψίστου ὃς ἐξετάσει ὑμω̃ν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει

6:4 ὅτι ὑπηρέται ὄντες τη̃ς αὐτου̃ βασιλείας οὐκ ἐκρίνατε ὀρθω̃ς οὐδὲ ἐφυλάξατε νόμον οὐδὲ κατὰ τὴν βουλὴν του̃ θεου̃ ἐπορεύθητε

6:5 φρικτω̃ς καὶ ταχέως ἐπιστήσεται ὑμι̃ν ὅτι κρίσις ἀπότομος ἐν τοι̃ς ὑπερέχουσιν γίνεται

6:6 ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους δυνατοὶ δὲ δυνατω̃ς ἐτασθήσονται

6:7 οὐ γὰρ ὑποστελει̃ται πρόσωπον ὁ πάντων δεσπότης οὐδὲ ἐντραπήσεται μέγεθος ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν ὁμοίως τε προνοει̃ περὶ πάντων

6:8 τοι̃ς δὲ κραταιοι̃ς ἰσχυρὰ ἐφίσταται ἔρευνα

6:9 πρὸς ὑμα̃ς οὐ̃ν ὠ̃ τύραννοι οἱ λόγοι μου ἵνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε

6:10 οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν

6:11 ἐπιθυμήσατε οὐ̃ν τω̃ν λόγων μου ποθήσατε καὶ παιδευθήσεσθε

6:12 λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία καὶ εὐχερω̃ς θεωρει̃ται ὑπὸ τω̃ν ἀγαπώντων αὐτὴν καὶ εὑρίσκεται ὑπὸ τω̃ν ζητούντων αὐτήν

6:13 φθάνει τοὺς ἐπιθυμου̃ντας προγνωσθη̃ναι

6:14 ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει πάρεδρον γὰρ εὑρήσει τω̃ν πυλω̃ν αὐτου̃

6:15 τὸ γὰρ ἐνθυμηθη̃ναι περὶ αὐτη̃ς φρονήσεως τελειότης καὶ ὁ ἀγρυπνήσας δι' αὐτὴν ταχέως ἀμέριμνος ἔσται

6:16 ὅτι τοὺς ἀξίους αὐτη̃ς αὐτὴ περιέρχεται ζητου̃σα καὶ ἐν ται̃ς τρίβοις φαντάζεται αὐτοι̃ς εὐμενω̃ς καὶ ἐν πάση̨ ἐπινοία̨ ὑπαντα̨̃ αὐτοι̃ς

6:17 ἀρχὴ γὰρ αὐτη̃ς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία φροντὶς δὲ παιδείας ἀγάπη

6:18 ἀγάπη δὲ τήρησις νόμων αὐτη̃ς προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας

6:19 ἀφθαρσία δὲ ἐγγὺς εἰ̃ναι ποιει̃ θεου̃

6:20 ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν

6:21 εἰ οὐ̃ν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις τύραννοι λαω̃ν τιμήσατε σοφίαν ἵνα εἰς τὸν αἰω̃να βασιλεύσητε

6:22 τί δέ ἐστιν σοφία καὶ πω̃ς ἐγένετο ἀπαγγελω̃ καὶ οὐκ ἀποκρύψω ὑμι̃ν μυστήρια ἀλλὰ ἀπ' ἀρχη̃ς γενέσεως ἐξιχνιάσω καὶ θήσω εἰς τὸ ἐμφανὲς τὴν γνω̃σιν αὐτη̃ς καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν

6:23 οὔτε μὴν φθόνω̨ τετηκότι συνοδεύσω ὅτι οὑ̃τος οὐ κοινωνήσει σοφία̨

6:24 πλη̃θος δὲ σοφω̃ν σωτηρία κόσμου καὶ βασιλεὺς φρόνιμος εὐστάθεια δήμου

6:25 ὥστε παιδεύεσθε τοι̃ς ῥήμασίν μου καὶ ὠφεληθήσεσθε

7:1 εἰμὶ μὲν κἀγὼ θνητὸς ἄνθρωπος ἴσος ἅπασιν καὶ γηγενου̃ς ἀπόγονος πρωτοπλάστου καὶ ἐν κοιλία̨ μητρὸς ἐγλύφην σὰρξ

7:2 δεκαμηνιαίω̨ χρόνω̨ παγεὶς ἐν αἵματι ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονη̃ς ὕπνω̨ συνελθούσης

7:3 καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα καὶ ἐπὶ τὴν ὁμοιοπαθη̃ κατέπεσον γη̃ν πρώτην φωνὴν τὴν ὁμοίαν πα̃σιν ἴσα κλαίων

7:4 ἐν σπαργάνοις ἀνετράφην καὶ φροντίσιν

7:5 οὐδεὶς γὰρ βασιλέων ἑτέραν ἔσχεν γενέσεως ἀρχήν

7:6 μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση

7:7 διὰ του̃το εὐξάμην καὶ φρόνησις ἐδόθη μοι ἐπεκαλεσάμην καὶ ἠ̃λθέν μοι πνευ̃μα σοφίας

7:8 προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων καὶ πλου̃τον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτη̃ς

7:9 οὐδὲ ὡμοίωσα αὐτη̨̃ λίθον ἀτίμητον ὅτι ὁ πα̃ς χρυσὸς ἐν ὄψει αὐτη̃ς ψάμμος ὀλίγη καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτη̃ς

7:10 ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος

7:11 ἠ̃λθεν δέ μοι τὰ ἀγαθὰ ὁμου̃ πάντα μετ' αὐτη̃ς καὶ ἀναρίθμητος πλου̃τος ἐν χερσὶν αὐτη̃ς

7:12 εὐφράνθην δὲ ἐπὶ πα̃σιν ὅτι αὐτω̃ν ἡγει̃ται σοφία ἠγνόουν δὲ αὐτὴν γενέτιν εἰ̃ναι τούτων

7:13 ἀδόλως τε ἔμαθον ἀφθόνως τε μεταδίδωμι τὸν πλου̃τον αὐτη̃ς οὐκ ἀποκρύπτομαι

7:14 ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις ὃν οἱ κτησάμενοι πρὸς θεὸν ἐστείλαντο φιλίαν διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες

7:15 ἐμοὶ δὲ δώ̨η ὁ θεὸς εἰπει̃ν κατὰ γνώμην καὶ ἐνθυμηθη̃ναι ἀξίως τω̃ν δεδομένων ὅτι αὐτὸς καὶ τη̃ς σοφίας ὁδηγός ἐστιν καὶ τω̃ν σοφω̃ν διορθωτής

7:16 ἐν γὰρ χειρὶ αὐτου̃ καὶ ἡμει̃ς καὶ οἱ λόγοι ἡμω̃ν πα̃σά τε φρόνησις καὶ ἐργατειω̃ν ἐπιστήμη

7:17 αὐτὸς γάρ μοι ἔδωκεν τω̃ν ὄντων γνω̃σιν ἀψευδη̃ εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων

7:18 ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων τροπω̃ν ἀλλαγὰς καὶ μεταβολὰς καιρω̃ν

7:19 ἐνιαυτου̃ κύκλους καὶ ἄστρων θέσεις

7:20 φύσεις ζώ̨ων καὶ θυμοὺς θηρίων πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων διαφορὰς φυτω̃ν καὶ δυνάμεις ῥιζω̃ν

7:21 ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμφανη̃ ἔγνων ἡ γὰρ πάντων τεχνι̃τις ἐδίδαξέν με σοφία

7:22 ἔστιν γὰρ ἐν αὐτη̨̃ πνευ̃μα νοερόν ἅγιον μονογενές πολυμερές λεπτόν εὐκίνητον τρανόν ἀμόλυντον σαφές ἀπήμαντον φιλάγαθον ὀξύ

7:23 ἀκώλυτον εὐεργετικόν φιλάνθρωπον βέβαιον ἀσφαλές ἀμέριμνον παντοδύναμον πανεπίσκοπον καὶ διὰ πάντων χωρου̃ν πνευμάτων νοερω̃ν καθαρω̃ν λεπτοτάτων

7:24 πάσης γὰρ κινήσεως κινητικώτερον σοφία διήκει δὲ καὶ χωρει̃ διὰ πάντων διὰ τὴν καθαρότητα

7:25 ἀτμὶς γάρ ἐστιν τη̃ς του̃ θεου̃ δυνάμεως καὶ ἀπόρροια τη̃ς του̃ παντοκράτορος δόξης εἰλικρινής διὰ του̃το οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει

7:26 ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τη̃ς του̃ θεου̃ ἐνεργείας καὶ εἰκὼν τη̃ς ἀγαθότητος αὐτου̃

7:27 μία δὲ οὐ̃σα πάντα δύναται καὶ μένουσα ἐν αὑτη̨̃ τὰ πάντα καινίζει καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα φίλους θεου̃ καὶ προφήτας κατασκευάζει

7:28 οὐθὲν γὰρ ἀγαπα̨̃ ὁ θεὸς εἰ μὴ τὸν σοφία̨ συνοικου̃ντα

7:29 ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου καὶ ὑπὲρ πα̃σαν ἄστρων θέσιν φωτὶ συγκρινομένη εὑρίσκεται προτέρα

7:30 του̃το μὲν γὰρ διαδέχεται νύξ σοφίας δὲ οὐ κατισχύει κακία

8:1 διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως καὶ διοικει̃ τὰ πάντα χρηστω̃ς

8:2 ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτω̨̃ καὶ ἐραστὴς ἐγενόμην του̃ κάλλους αὐτη̃ς

8:3 εὐγένειαν δοξάζει συμβίωσιν θεου̃ ἔχουσα καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν

8:4 μύστις γάρ ἐστιν τη̃ς του̃ θεου̃ ἐπιστήμης καὶ αἱρετὶς τω̃ν ἔργων αὐτου̃

8:5 εἰ δὲ πλου̃τός ἐστιν ἐπιθυμητὸν κτη̃μα ἐν βίω̨ τί σοφίας πλουσιώτερον τη̃ς τὰ πάντα ἐργαζομένης

8:6 εἰ δὲ φρόνησις ἐργάζεται τίς αὐτη̃ς τω̃ν ὄντων μα̃λλόν ἐστιν τεχνι̃τις

8:7 καὶ εἰ δικαιοσύνην ἀγαπα̨̃ τις οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει δικαιοσύνην καὶ ἀνδρείαν ὡ̃ν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίω̨ ἀνθρώποις

8:8 εἰ δὲ καὶ πολυπειρίαν ποθει̃ τις οἰ̃δεν τὰ ἀρχαι̃α καὶ τὰ μέλλοντα εἰκάζει ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων σημει̃α καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρω̃ν καὶ χρόνων

8:9 ἔκρινα τοίνυν ταύτην ἀγαγέσθαι πρὸς συμβίωσιν εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαθω̃ν καὶ παραίνεσις φροντίδων καὶ λύπης

8:10 ἕξω δι' αὐτὴν δόξαν ἐν ὄχλοις καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος

8:11 ὀξὺς εὑρεθήσομαι ἐν κρίσει καὶ ἐν ὄψει δυναστω̃ν θαυμασθήσομαι

8:12 σιγω̃ντά με περιμενου̃σιν καὶ φθεγγομένω̨ προσέξουσιν καὶ λαλου̃ντος ἐπὶ πλει̃ον χει̃ρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτω̃ν

8:13 ἕξω δι' αὐτὴν ἀθανασίαν καὶ μνήμην αἰώνιον τοι̃ς μετ' ἐμὲ ἀπολείψω

8:14 διοικήσω λαούς καὶ ἔθνη ὑποταγήσεταί μοι

8:15 φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοί ἐν πλήθει φανου̃μαι ἀγαθὸς καὶ ἐν πολέμω̨ ἀνδρει̃ος

8:16 εἰσελθὼν εἰς τὸν οἰ̃κόν μου προσαναπαύσομαι αὐτη̨̃ οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφὴ αὐτη̃ς οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτη̃ς ἀλλὰ εὐφροσύνην καὶ χαράν

8:17 ταυ̃τα λογισάμενος ἐν ἐμαυτω̨̃ καὶ φροντίσας ἐν καρδία̨ μου ὅτι ἀθανασία ἐστὶν ἐν συγγενεία̨ σοφίας

8:18 καὶ ἐν φιλία̨ αὐτη̃ς τέρψις ἀγαθὴ καὶ ἐν πόνοις χειρω̃ν αὐτη̃ς πλου̃τος ἀνεκλιπὴς καὶ ἐν συγγυμνασία̨ ὁμιλίας αὐτη̃ς φρόνησις καὶ εὔκλεια ἐν κοινωνία̨ λόγων αὐτη̃ς περιή̨ειν ζητω̃ν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν

8:19 παι̃ς δὲ ἤμην εὐφυὴς ψυχη̃ς τε ἔλαχον ἀγαθη̃ς

8:20 μα̃λλον δὲ ἀγαθὸς ὢν ἠ̃λθον εἰς σω̃μα ἀμίαντον

8:21 γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατής ἐὰν μὴ ὁ θεὸς δω̨̃ καὶ του̃το δ' ἠ̃ν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις ἐνέτυχον τω̨̃ κυρίω̨ καὶ ἐδεήθην αὐτου̃ καὶ εἰ̃πον ἐξ ὅλης τη̃ς καρδίας μου

9:1 θεὲ πατέρων καὶ κύριε του̃ ἐλέους ὁ ποιήσας τὰ πάντα ἐν λόγω̨ σου

9:2 καὶ τη̨̃ σοφία̨ σου κατασκευάσας ἄνθρωπον ἵνα δεσπόζη̨ τω̃ν ὑπὸ σου̃ γενομένων κτισμάτων

9:3 καὶ διέπη̨ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνη̨ καὶ ἐν εὐθύτητι ψυχη̃ς κρίσιν κρίνη̨

9:4 δός μοι τὴν τω̃ν σω̃ν θρόνων πάρεδρον σοφίαν καὶ μή με ἀποδοκιμάση̨ς ἐκ παίδων σου

9:5 ὅτι ἐγὼ δου̃λος σὸς καὶ υἱὸς τη̃ς παιδίσκης σου ἄνθρωπος ἀσθενὴς καὶ ὀλιγοχρόνιος καὶ ἐλάσσων ἐν συνέσει κρίσεως καὶ νόμων

9:6 κἂν γάρ τις ἠ̨̃ τέλειος ἐν υἱοι̃ς ἀνθρώπων τη̃ς ἀπὸ σου̃ σοφίας ἀπούσης εἰς οὐδὲν λογισθήσεται

9:7 σύ με προείλω βασιλέα λαου̃ σου καὶ δικαστὴν υἱω̃ν σου καὶ θυγατέρων

9:8 εἰ̃πας οἰκοδομη̃σαι ναὸν ἐν ὄρει ἁγίω̨ σου καὶ ἐν πόλει κατασκηνώσεώς σου θυσιαστήριον μίμημα σκηνη̃ς ἁγίας ἣν προητοίμασας ἀπ' ἀρχη̃ς

9:9 καὶ μετὰ σου̃ ἡ σοφία ἡ εἰδυι̃α τὰ ἔργα σου καὶ παρου̃σα ὅτε ἐποίεις τὸν κόσμον καὶ ἐπισταμένη τί ἀρεστὸν ἐν ὀφθαλμοι̃ς σου καὶ τί εὐθὲς ἐν ἐντολαι̃ς σου

9:10 ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίων οὐρανω̃ν καὶ ἀπὸ θρόνου δόξης σου πέμψον αὐτήν ἵνα συμπαρου̃σά μοι κοπιάση̨ καὶ γνω̃ τί εὐάρεστόν ἐστιν παρὰ σοί

9:11 οἰ̃δε γὰρ ἐκείνη πάντα καὶ συνίει καὶ ὁδηγήσει με ἐν ται̃ς πράξεσί μου σωφρόνως καὶ φυλάξει με ἐν τη̨̃ δόξη̨ αὐτη̃ς

9:12 καὶ ἔσται προσδεκτὰ τὰ ἔργα μου καὶ διακρινω̃ τὸν λαόν σου δικαίως καὶ ἔσομαι ἄξιος θρόνων πατρός μου

9:13 τίς γὰρ ἄνθρωπος γνώσεται βουλὴν θεου̃ ἢ τίς ἐνθυμηθήσεται τί θέλει ὁ κύριος

9:14 λογισμοὶ γὰρ θνητω̃ν δειλοί καὶ ἐπισφαλει̃ς αἱ ἐπίνοιαι ἡμω̃ν

9:15 φθαρτὸν γὰρ σω̃μα βαρύνει ψυχήν καὶ βρίθει τὸ γεω̃δες σκη̃νος νου̃ν πολυφρόντιδα

9:16 καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γη̃ς καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου τὰ δὲ ἐν οὐρανοι̃ς τίς ἐξιχνίασεν

9:17 βουλὴν δέ σου τίς ἔγνω εἰ μὴ σὺ ἔδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιόν σου πνευ̃μα ἀπὸ ὑψίστων

9:18 καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τω̃ν ἐπὶ γη̃ς καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν ἄνθρωποι καὶ τη̨̃ σοφία̨ ἐσώθησαν

10:1 αὕτη πρωτόπλαστον πατέρα κόσμου μόνον κτισθέντα διεφύλαξεν καὶ ἐξείλατο αὐτὸν ἐκ παραπτώματος ἰδίου

10:2 ἔδωκέν τε αὐτω̨̃ ἰσχὺν κρατη̃σαι ἁπάντων

10:3 ἀποστὰς δὲ ἀπ' αὐτη̃ς ἄδικος ἐν ὀργη̨̃ αὐτου̃ ἀδελφοκτόνοις συναπώλετο θυμοι̃ς

10:4 δι' ὃν κατακλυζομένην γη̃ν πάλιν ἔσωσεν σοφία δι' εὐτελου̃ς ξύλου τὸν δίκαιον κυβερνήσασα

10:5 αὕτη καὶ ἐν ὁμονοία̨ πονηρίας ἐθνω̃ν συγχυθέντων ἔγνω τὸν δίκαιον καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον θεω̨̃ καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξεν

10:6 αὕτη δίκαιον ἐξαπολλυμένων ἀσεβω̃ν ἐρρύσατο φυγόντα καταβάσιον πυ̃ρ Πενταπόλεως

10:7 ἡ̃ς ἔτι μαρτύριον τη̃ς πονηρίας καπνιζομένη καθέστηκε χέρσος καὶ ἀτελέσιν ὥραις καρποφορου̃ντα φυτά ἀπιστούσης ψυχη̃ς μνημει̃ον ἑστηκυι̃α στήλη ἁλός

10:8 σοφίαν γὰρ παροδεύσαντες οὐ μόνον ἐβλάβησαν του̃ μὴ γνω̃ναι τὰ καλά ἀλλὰ καὶ τη̃ς ἀφροσύνης ἀπέλιπον τω̨̃ βίω̨ μνημόσυνον ἵνα ἐν οἱ̃ς ἐσφάλησαν μηδὲ λαθει̃ν δυνηθω̃σιν

10:9 σοφία δὲ τοὺς θεραπεύοντας αὐτὴν ἐκ πόνων ἐρρύσατο

10:10 αὕτη φυγάδα ὀργη̃ς ἀδελφου̃ δίκαιον ὡδήγησεν ἐν τρίβοις εὐθείαις ἔδειξεν αὐτω̨̃ βασιλείαν θεου̃ καὶ ἔδωκεν αὐτω̨̃ γνω̃σιν ἁγίων εὐπόρησεν αὐτὸν ἐν μόχθοις καὶ ἐπλήθυνεν τοὺς πόνους αὐτου̃

10:11 ἐν πλεονεξία̨ κατισχυόντων αὐτὸν παρέστη καὶ ἐπλούτισεν αὐτόν

10:12 διεφύλαξεν αὐτὸν ἀπὸ ἐχθρω̃ν καὶ ἀπὸ ἐνεδρευόντων ἠσφαλίσατο καὶ ἀγω̃να ἰσχυρὸν ἐβράβευσεν αὐτω̨̃ ἵνα γνω̨̃ ὅτι παντὸς δυνατωτέρα ἐστὶν εὐσέβεια

10:13 αὕτη πραθέντα δίκαιον οὐκ ἐγκατέλιπεν ἀλλὰ ἐξ ἁμαρτίας ἐρρύσατο αὐτόν

10:14 συγκατέβη αὐτω̨̃ εἰς λάκκον καὶ ἐν δεσμοι̃ς οὐκ ἀφη̃κεν αὐτόν ἕως ἤνεγκεν αὐτω̨̃ σκη̃πτρα βασιλείας καὶ ἐξουσίαν τυραννούντων αὐτου̃ ψευδει̃ς τε ἔδειξεν τοὺς μωμησαμένους αὐτὸν καὶ ἔδωκεν αὐτω̨̃ δόξαν αἰώνιον

10:15 αὕτη λαὸν ὅσιον καὶ σπέρμα ἄμεμπτον ἐρρύσατο ἐξ ἔθνους θλιβόντων

10:16 εἰση̃λθεν εἰς ψυχὴν θεράποντος κυρίου καὶ ἀντέστη βασιλευ̃σιν φοβεροι̃ς ἐν τέρασι καὶ σημείοις

10:17 ἀπέδωκεν ὁσίοις μισθὸν κόπων αὐτω̃ν ὡδήγησεν αὐτοὺς ἐν ὁδω̨̃ θαυμαστη̨̃ καὶ ἐγένετο αὐτοι̃ς εἰς σκέπην ἡμέρας καὶ εἰς φλόγα ἄστρων τὴν νύκτα

10:18 διεβίβασεν αὐτοὺς θάλασσαν ἐρυθρὰν καὶ διήγαγεν αὐτοὺς δι' ὕδατος πολλου̃

10:19 τοὺς δὲ ἐχθροὺς αὐτω̃ν κατέκλυσεν καὶ ἐκ βάθους ἀβύσσου ἀνέβρασεν αὐτούς

10:20 διὰ του̃το δίκαιοι ἐσκύλευσαν ἀσεβει̃ς καὶ ὕμνησαν κύριε τὸ ὄνομα τὸ ἅγιόν σου τήν τε ὑπέρμαχόν σου χει̃ρα ἤ̨νεσαν ὁμοθυμαδόν

10:21 ὅτι ἡ σοφία ἤνοιξεν στόμα κωφω̃ν καὶ γλώσσας νηπίων ἔθηκεν τρανάς

11:1 εὐόδωσεν τὰ ἔργα αὐτω̃ν ἐν χειρὶ προφήτου ἁγίου

11:2 διώδευσαν ἔρημον ἀοίκητον καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς

11:3 ἀντέστησαν πολεμίοις καὶ ἐχθροὺς ἠμύναντο

11:4 ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε καὶ ἐδόθη αὐτοι̃ς ἐκ πέτρας ἀκροτόμου ὕδωρ καὶ ἴαμα δίψης ἐκ λίθου σκληρου̃

11:5 δι' ὡ̃ν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτω̃ν διὰ τούτων αὐτοὶ ἀπορου̃ντες εὐεργετήθησαν

11:6 ἀντὶ μὲν πηγη̃ς ἀενάου ποταμου̃ αἵματι λυθρώδει ταραχθέντος

11:7 εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος ἔδωκας αὐτοι̃ς δαψιλὲς ὕδωρ ἀνελπίστως

11:8 δείξας διὰ του̃ τότε δίψους πω̃ς τοὺς ὑπεναντίους ἐκόλασας

11:9 ὅτε γὰρ ἐπειράσθησαν καίπερ ἐν ἐλέει παιδευόμενοι ἔγνωσαν πω̃ς μετ' ὀργη̃ς κρινόμενοι ἀσεβει̃ς ἐβασανίζοντο

11:10 τούτους μὲν γὰρ ὡς πατὴρ νουθετω̃ν ἐδοκίμασας ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας

11:11 καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο

11:12 διπλη̃ γὰρ αὐτοὺς ἔλαβεν λύπη καὶ στεναγμὸς μνημω̃ν τω̃ν παρελθόντων

11:13 ὅτε γὰρ ἤκουσαν διὰ τω̃ν ἰδίων κολάσεων εὐεργετημένους αὐτούς ἤ̨σθοντο του̃ κυρίου

11:14 ὃν γὰρ ἐν ἐκθέσει πάλαι ῥιφέντα ἀπει̃πον χλευάζοντες ἐπὶ τέλει τω̃ν ἐκβάσεων ἐθαύμασαν οὐχ ὅμοια δικαίοις διψήσαντες

11:15 ἀντὶ δὲ λογισμω̃ν ἀσυνέτων ἀδικίας αὐτω̃ν ἐν οἱ̃ς πλανηθέντες ἐθρήσκευον ἄλογα ἑρπετὰ καὶ κνώδαλα εὐτελη̃ ἐπαπέστειλας αὐτοι̃ς πλη̃θος ἀλόγων ζώ̨ων εἰς ἐκδίκησιν

11:16 ἵνα γνω̃σιν ὅτι δι' ὡ̃ν τις ἁμαρτάνει διὰ τούτων κολάζεται

11:17 οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ καὶ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης ἐπιπέμψαι αὐτοι̃ς πλη̃θος ἄρκων ἢ θρασει̃ς λέοντας

11:18 ἢ νεοκτίστους θυμου̃ πλήρεις θη̃ρας ἀγνώστους ἤτοι πυρπνόον φυσω̃ντας ἄσθμα ἢ βρόμον λικμωμένους καπνου̃ ἢ δεινοὺς ἀπ' ὀμμάτων σπινθη̃ρας ἀστράπτοντας

11:19 ὡ̃ν οὐ μόνον ἡ βλάβη ἠδύνατο συνεκτρι̃ψαι αὐτούς ἀλλὰ καὶ ἡ ὄψις ἐκφοβήσασα διολέσαι

11:20 καὶ χωρὶς δὲ τούτων ἑνὶ πνεύματι πεσει̃ν ἐδύναντο ὑπὸ τη̃ς δίκης διωχθέντες καὶ λικμηθέντες ὑπὸ πνεύματος δυνάμεώς σου ἀλλὰ πάντα μέτρω̨ καὶ ἀριθμω̨̃ καὶ σταθμω̨̃ διέταξας

11:21 τὸ γὰρ μεγάλως ἰσχύειν σοι πάρεστιν πάντοτε καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται

11:22 ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου καὶ ὡς ῥανὶς δρόσου ὀρθρινὴ κατελθου̃σα ἐπὶ γη̃ν

11:23 ἐλεει̃ς δὲ πάντας ὅτι πάντα δύνασαι καὶ παρορα̨̃ς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν

11:24 ἀγαπα̨̃ς γὰρ τὰ ὄντα πάντα καὶ οὐδὲν βδελύσση̨ ὡ̃ν ἐποίησας οὐδὲ γὰρ ἂν μισω̃ν τι κατεσκεύασας

11:25 πω̃ς δὲ διέμεινεν ἄν τι εἰ μὴ σὺ ἠθέλησας ἢ τὸ μὴ κληθὲν ὑπὸ σου̃ διετηρήθη

11:26 φείδη̨ δὲ πάντων ὅτι σά ἐστιν δέσποτα φιλόψυχε

12:1 τὸ γὰρ ἄφθαρτόν σου πνευ̃μά ἐστιν ἐν πα̃σιν

12:2 διὸ τοὺς παραπίπτοντας κατ' ὀλίγον ἐλέγχεις καὶ ἐν οἱ̃ς ἁμαρτάνουσιν ὑπομιμνή̨σκων νουθετει̃ς ἵνα ἀπαλλαγέντες τη̃ς κακίας πιστεύσωσιν ἐπὶ σέ κύριε

12:3 καὶ γὰρ τοὺς πάλαι οἰκήτορας τη̃ς ἁγίας σου γη̃ς

12:4 μισήσας ἐπὶ τω̨̃ ἔχθιστα πράσσειν ἔργα φαρμακειω̃ν καὶ τελετὰς ἀνοσίους

12:5 τέκνων τε φονὰς ἀνελεήμονας καὶ σπλαγχνοφάγον ἀνθρωπίνων σαρκω̃ν θοι̃ναν καὶ αἵματος ἐκ μέσου μύστας θιάσου

12:6 καὶ αὐθέντας γονει̃ς ψυχω̃ν ἀβοηθήτων ἐβουλήθης ἀπολέσαι διὰ χειρω̃ν πατέρων ἡμω̃ν

12:7 ἵνα ἀξίαν ἀποικίαν δέξηται θεου̃ παίδων ἡ παρὰ σοὶ πασω̃ν τιμιωτάτη γη̃

12:8 ἀλλὰ καὶ τούτων ὡς ἀνθρώπων ἐφείσω ἀπέστειλάς τε προδρόμους του̃ στρατοπέδου σου σφη̃κας ἵνα αὐτοὺς κατὰ βραχὺ ἐξολεθρεύσωσιν

12:9 οὐκ ἀδυνατω̃ν ἐν παρατάξει ἀσεβει̃ς δικαίοις ὑποχειρίους δου̃ναι ἢ θηρίοις δεινοι̃ς ἢ λόγω̨ ἀποτόμω̨ ὑφ' ἓν ἐκτρι̃ψαι

12:10 κρίνων δὲ κατὰ βραχὺ ἐδίδους τόπον μετανοίας οὐκ ἀγνοω̃ν ὅτι πονηρὰ ἡ γένεσις αὐτω̃ν καὶ ἔμφυτος ἡ κακία αὐτω̃ν καὶ ὅτι οὐ μὴ ἀλλαγη̨̃ ὁ λογισμὸς αὐτω̃ν εἰς τὸν αἰω̃να

12:11 σπέρμα γὰρ ἠ̃ν κατηραμένον ἀπ' ἀρχη̃ς οὐδὲ εὐλαβούμενός τινα ἐφ' οἱ̃ς ἡμάρτανον ἄδειαν ἐδίδους

12:12 τίς γὰρ ἐρει̃ τί ἐποίησας ἢ τίς ἀντιστήσεται τω̨̃ κρίματί σου τίς δὲ ἐγκαλέσει σοι κατὰ ἐθνω̃ν ἀπολωλότων ἃ σὺ ἐποίησας ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀνθρώπων

12:13 οὔτε γὰρ θεός ἐστιν πλὴν σου̃ ὡ̨̃ μέλει περὶ πάντων ἵνα δείξη̨ς ὅτι οὐκ ἀδίκως ἔκρινας

12:14 οὔτε βασιλεὺς ἢ τύραννος ἀντοφθαλμη̃σαι δυνήσεταί σοι περὶ ὡ̃ν ἐκόλασας

12:15 δίκαιος δὲ ὢν δικαίως τὰ πάντα διέπεις αὐτὸν τὸν μὴ ὀφείλοντα κολασθη̃ναι καταδικάσαι ἀλλότριον ἡγούμενος τη̃ς ση̃ς δυνάμεως

12:16 ἡ γὰρ ἰσχύς σου δικαιοσύνης ἀρχή καὶ τὸ πάντων σε δεσπόζειν πάντων φείδεσθαί σε ποιει̃

12:17 ἰσχὺν γὰρ ἐνδείκνυσαι ἀπιστούμενος ἐπὶ δυνάμεως τελειότητι καὶ ἐν τοι̃ς εἰδόσι τὸ θράσος ἐξελέγχεις

12:18 σὺ δὲ δεσπόζων ἰσχύος ἐν ἐπιεικεία̨ κρίνεις καὶ μετὰ πολλη̃ς φειδου̃ς διοικει̃ς ἡμα̃ς πάρεστιν γάρ σοι ὅταν θέλη̨ς τὸ δύνασθαι

12:19 ἐδίδαξας δέ σου τὸν λαὸν διὰ τω̃ν τοιούτων ἔργων ὅτι δει̃ τὸν δίκαιον εἰ̃ναι φιλάνθρωπον καὶ εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου ὅτι διδοι̃ς ἐπὶ ἁμαρτήμασιν μετάνοιαν

12:20 εἰ γὰρ ἐχθροὺς παίδων σου καὶ ὀφειλομένους θανάτω̨ μετὰ τοσαύτης ἐτιμωρήσω προσοχη̃ς καὶ διέσεως δοὺς χρόνους καὶ τόπον δι' ὡ̃ν ἀπαλλαγω̃σι τη̃ς κακίας

12:21 μετὰ πόσης ἀκριβείας ἔκρινας τοὺς υἱούς σου ὡ̃ν τοι̃ς πατράσιν ὅρκους καὶ συνθήκας ἔδωκας ἀγαθω̃ν ὑποσχέσεων

12:22 ἡμα̃ς οὐ̃ν παιδεύων τοὺς ἐχθροὺς ἡμω̃ν ἐν μυριότητι μαστιγοι̃ς ἵνα σου τὴν ἀγαθότητα μεριμνω̃μεν κρίνοντες κρινόμενοι δὲ προσδοκω̃μεν ἔλεος

12:23 ὅθεν καὶ τοὺς ἐν ἀφροσύνη̨ ζωη̃ς βιώσαντας ἀδίκως διὰ τω̃ν ἰδίων ἐβασάνισας βδελυγμάτων

12:24 καὶ γὰρ τω̃ν πλάνης ὁδω̃ν μακρότερον ἐπλανήθησαν θεοὺς ὑπολαμβάνοντες τὰ καὶ ἐν ζώ̨οις τω̃ν αἰσχρω̃ν ἄτιμα νηπίων δίκην ἀφρόνων ψευσθέντες

12:25 διὰ του̃το ὡς παισὶν ἀλογίστοις τὴν κρίσιν εἰς ἐμπαιγμὸν ἔπεμψας

12:26 οἱ δὲ παιγνίοις ἐπιτιμήσεως μὴ νουθετηθέντες ἀξίαν θεου̃ κρίσιν πειράσουσιν

12:27 ἐφ' οἱ̃ς γὰρ αὐτοὶ πάσχοντες ἠγανάκτουν ἐπὶ τούτοις οὓς ἐδόκουν θεούς ἐν αὐτοι̃ς κολαζόμενοι ἰδόντες ὃν πάλαι ἠρνου̃ντο εἰδέναι θεὸν ἐπέγνωσαν ἀληθη̃ διὸ καὶ τὸ τέρμα τη̃ς καταδίκης ἐπ' αὐτοὺς ἐπη̃λθεν

13:1 μάταιοι μὲν γὰρ πάντες ἄνθρωποι φύσει οἱ̃ς παρη̃ν θεου̃ ἀγνωσία καὶ ἐκ τω̃ν ὁρωμένων ἀγαθω̃ν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα οὔτε τοι̃ς ἔργοις προσέχοντες ἐπέγνωσαν τὸν τεχνίτην

13:2 ἀλλ' ἢ πυ̃ρ ἢ πνευ̃μα ἢ ταχινὸν ἀέρα ἢ κύκλον ἄστρων ἢ βίαιον ὕδωρ ἢ φωστη̃ρας οὐρανου̃ πρυτάνεις κόσμου θεοὺς ἐνόμισαν

13:3 ὡ̃ν εἰ μὲν τη̨̃ καλλονη̨̃ τερπόμενοι ταυ̃τα θεοὺς ὑπελάμβανον γνώτωσαν πόσω̨ τούτων ὁ δεσπότης ἐστὶ βελτίων ὁ γὰρ του̃ κάλλους γενεσιάρχης ἔκτισεν αὐτά

13:4 εἰ δὲ δύναμιν καὶ ἐνέργειαν ἐκπλαγέντες νοησάτωσαν ἀπ' αὐτω̃ν πόσω̨ ὁ κατασκευάσας αὐτὰ δυνατώτερός ἐστιν

13:5 ἐκ γὰρ μεγέθους καὶ καλλονη̃ς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτω̃ν θεωρει̃ται

13:6 ἀλλ' ὅμως ἐπὶ τούτοις μέμψις ἐστὶν ὀλίγη καὶ γὰρ αὐτοὶ τάχα πλανω̃νται θεὸν ζητου̃ντες καὶ θέλοντες εὑρει̃ν

13:7 ἐν γὰρ τοι̃ς ἔργοις αὐτου̃ ἀναστρεφόμενοι διερευνω̃σιν καὶ πείθονται τη̨̃ ὄψει ὅτι καλὰ τὰ βλεπόμενα

13:8 πάλιν δ' οὐδ' αὐτοὶ συγγνωστοί

13:9 εἰ γὰρ τοσου̃τον ἴσχυσαν εἰδέναι ἵνα δύνωνται στοχάσασθαι τὸν αἰω̃να τὸν τούτων δεσπότην πω̃ς τάχιον οὐχ εὑ̃ρον

13:10 ταλαίπωροι δὲ καὶ ἐν νεκροι̃ς αἱ ἐλπίδες αὐτω̃ν οἵτινες ἐκάλεσαν θεοὺς ἔργα χειρω̃ν ἀνθρώπων χρυσὸν καὶ ἄργυρον τέχνης ἐμμελέτημα καὶ ἀπεικάσματα ζώ̨ων ἢ λίθον ἄχρηστον χειρὸς ἔργον ἀρχαίας

13:11 εἰ δὲ καί τις ὑλοτόμος τέκτων εὐκίνητον φυτὸν ἐκπρίσας περιέξυσεν εὐμαθω̃ς πάντα τὸν φλοιὸν αὐτου̃ καὶ τεχνησάμενος εὐπρεπω̃ς κατεσκεύασεν χρήσιμον σκευ̃ος εἰς ὑπηρεσίαν ζωη̃ς

13:12 τὰ δὲ ἀποβλήματα τη̃ς ἐργασίας εἰς ἑτοιμασίαν τροφη̃ς ἀναλώσας ἐνεπλήσθη

13:13 τὸ δὲ ἐξ αὐτω̃ν ἀπόβλημα εἰς οὐθὲν εὔχρηστον ξύλον σκολιὸν καὶ ὄζοις συμπεφυκός λαβὼν ἔγλυψεν ἐν ἐπιμελεία̨ ἀργίας αὐτου̃ καὶ ἐμπειρία̨ συνέσεως ἐτύπωσεν αὐτό ἀπείκασεν αὐτὸ εἰκόνι ἀνθρώπου

13:14 ἢ ζώ̨ω̨ τινὶ εὐτελει̃ ὡμοίωσεν αὐτὸ καταχρίσας μίλτω̨ καὶ φύκει ἐρυθήνας χρόαν αὐτου̃ καὶ πα̃σαν κηλι̃δα τὴν ἐν αὐτω̨̃ καταχρίσας

13:15 καὶ ποιήσας αὐτω̨̃ αὐτου̃ ἄξιον οἴκημα ἐν τοίχω̨ ἔθηκεν αὐτὸ ἀσφαλισάμενος σιδήρω̨

13:16 ἵνα μὲν οὐ̃ν μὴ καταπέση̨ προενόησεν αὐτου̃ εἰδὼς ὅτι ἀδυνατει̃ ἑαυτω̨̃ βοηθη̃σαι καὶ γάρ ἐστιν εἰκὼν καὶ χρείαν ἔχει βοηθείας

13:17 περὶ δὲ κτημάτων καὶ γάμων αὐτου̃ καὶ τέκνων προσευχόμενος οὐκ αἰσχύνεται τω̨̃ ἀψύχω̨ προσλαλω̃ν καὶ περὶ μὲν ὑγιείας τὸ ἀσθενὲς ἐπικαλει̃ται

13:18 περὶ δὲ ζωη̃ς τὸ νεκρὸν ἀξιοι̃ περὶ δὲ ἐπικουρίας τὸ ἀπειρότατον ἱκετεύει περὶ δὲ ὁδοιπορίας τὸ μηδὲ βάσει χρη̃σθαι δυνάμενον

13:19 περὶ δὲ πορισμου̃ καὶ ἐργασίας καὶ χειρω̃ν ἐπιτυχίας τὸ ἀδρανέστατον ται̃ς χερσὶν εὐδράνειαν αἰτει̃ται

14:1 πλου̃ν τις πάλιν στελλόμενος καὶ ἄγρια μέλλων διοδεύειν κύματα του̃ φέροντος αὐτὸν πλοίου σαθρότερον ξύλον ἐπιβοα̃ται

14:2 ἐκει̃νο μὲν γὰρ ὄρεξις πορισμω̃ν ἐπενόησεν τεχνι̃τις δὲ σοφία κατεσκεύασεν

14:3 ἡ δὲ σή πάτερ διακυβερνα̨̃ πρόνοια ὅτι ἔδωκας καὶ ἐν θαλάσση̨ ὁδὸν καὶ ἐν κύμασι τρίβον ἀσφαλη̃

14:4 δεικνὺς ὅτι δύνασαι ἐκ παντὸς σώ̨ζειν ἵνα κἂν ἄνευ τέχνης τις ἐπιβη̨̃

14:5 θέλεις δὲ μὴ ἀργὰ εἰ̃ναι τὰ τη̃ς σοφίας σου ἔργα διὰ του̃το καὶ ἐλαχίστω̨ ξύλω̨ πιστεύουσιν ἄνθρωποι ψυχὰς καὶ διελθόντες κλύδωνα σχεδία̨ διεσώθησαν

14:6 καὶ ἀρχη̃ς γὰρ ἀπολλυμένων ὑπερηφάνων γιγάντων ἡ ἐλπὶς του̃ κόσμου ἐπὶ σχεδίας καταφυγου̃σα ἀπέλιπεν αἰω̃νι σπέρμα γενέσεως τη̨̃ ση̨̃ κυβερνηθει̃σα χειρί

14:7 εὐλόγηται γὰρ ξύλον δι' οὑ̃ γίνεται δικαιοσύνη

14:8 τὸ χειροποίητον δέ ἐπικατάρατον αὐτὸ καὶ ὁ ποιήσας αὐτό ὅτι ὁ μὲν ἠργάζετο τὸ δὲ φθαρτὸν θεὸς ὠνομάσθη

14:9 ἐν ἴσω̨ γὰρ μισητὰ θεω̨̃ καὶ ὁ ἀσεβω̃ν καὶ ἡ ἀσέβεια αὐτου̃

14:10 καὶ γὰρ τὸ πραχθὲν σὺν τω̨̃ δράσαντι κολασθήσεται

14:11 διὰ του̃το καὶ ἐν εἰδώλοις ἐθνω̃ν ἐπισκοπὴ ἔσται ὅτι ἐν κτίσματι θεου̃ εἰς βδέλυγμα ἐγενήθησαν καὶ εἰς σκάνδαλα ψυχαι̃ς ἀνθρώπων καὶ εἰς παγίδα ποσὶν ἀφρόνων

14:12 ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων εὕρεσις δὲ αὐτω̃ν φθορὰ ζωη̃ς

14:13 οὔτε γὰρ ἠ̃ν ἀπ' ἀρχη̃ς οὔτε εἰς τὸν αἰω̃να ἔσται

14:14 κενοδοξία̨ γὰρ ἀνθρώπων εἰση̃λθεν εἰς τὸν κόσμον καὶ διὰ του̃το σύντομον αὐτω̃ν τὸ τέλος ἐπενοήθη

14:15 ἀώρω̨ γὰρ πένθει τρυχόμενος πατὴρ του̃ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας τόν ποτε νεκρὸν ἄνθρωπον νυ̃ν ὡς θεὸν ἐτίμησεν καὶ παρέδωκεν τοι̃ς ὑποχειρίοις μυστήρια καὶ τελετάς

14:16 εἰ̃τα ἐν χρόνω̨ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος ὡς νόμος ἐφυλάχθη

14:17 καὶ τυράννων ἐπιταγαι̃ς ἐθρησκεύετο τὰ γλυπτά οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμα̃ν ἄνθρωποι διὰ τὸ μακρὰν οἰκει̃ν τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι ἐμφανη̃ εἰκόνα του̃ τιμωμένου βασιλέως ἐποίησαν ἵνα ὡς παρόντα τὸν ἀπόντα κολακεύωσιν διὰ τη̃ς σπουδη̃ς

14:18 εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοου̃ντας ἡ του̃ τεχνίτου προετρέψατο φιλοτιμία

14:19 ὁ μὲν γὰρ τάχα κρατου̃ντι βουλόμενος ἀρέσαι ἐξεβιάσατο τη̨̃ τέχνη̨ τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον

14:20 τὸ δὲ πλη̃θος ἐφελκόμενον διὰ τὸ εὔχαρι τη̃ς ἐργασίας τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον νυ̃ν σέβασμα ἐλογίσαντο

14:21 καὶ του̃το ἐγένετο τω̨̃ βίω̨ εἰς ἔνεδρον ὅτι ἢ συμφορα̨̃ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθεσαν

14:22 εἰ̃τ' οὐκ ἤρκεσεν τὸ πλανα̃σθαι περὶ τὴν του̃ θεου̃ γνω̃σιν ἀλλὰ καὶ ἐν μεγάλω̨ ζω̃ντες ἀγνοίας πολέμω̨ τὰ τοσαυ̃τα κακὰ εἰρήνην προσαγορεύουσιν

14:23 ἢ γὰρ τεκνοφόνους τελετὰς ἢ κρύφια μυστήρια ἢ ἐμμανει̃ς ἐξάλλων θεσμω̃ν κώμους ἄγοντες

14:24 οὔτε βίους οὔτε γάμους καθαροὺς ἔτι φυλάσσουσιν ἕτερος δ' ἕτερον ἢ λοχω̃ν ἀναιρει̃ ἢ νοθεύων ὀδυνα̨̃

14:25 πάντα δ' ἐπιμὶξ ἔχει αἱ̃μα καὶ φόνος κλοπὴ καὶ δόλος φθορά ἀπιστία τάραχος ἐπιορκία

14:26 θόρυβος ἀγαθω̃ν χάριτος ἀμνηστία ψυχω̃ν μιασμός γενέσεως ἐναλλαγή γάμων ἀταξία μοιχεία καὶ ἀσέλγεια

14:27 ἡ γὰρ τω̃ν ἀνωνύμων εἰδώλων θρησκεία παντὸς ἀρχὴ κακου̃ καὶ αἰτία καὶ πέρας ἐστίν

14:28 ἢ γὰρ εὐφραινόμενοι μεμήνασιν ἢ προφητεύουσιν ψευδη̃ ἢ ζω̃σιν ἀδίκως ἢ ἐπιορκου̃σιν ταχέως

14:29 ἀψύχοις γὰρ πεποιθότες εἰδώλοις κακω̃ς ὀμόσαντες ἀδικηθη̃ναι οὐ προσδέχονται

14:30 ἀμφότερα δὲ αὐτοὺς μετελεύσεται τὰ δίκαια ὅτι κακω̃ς ἐφρόνησαν περὶ θεου̃ προσέχοντες εἰδώλοις καὶ ἀδίκως ὤμοσαν ἐν δόλω̨ καταφρονήσαντες ὁσιότητος

14:31 οὐ γὰρ ἡ τω̃ν ὀμνυμένων δύναμις ἀλλ' ἡ τω̃ν ἁμαρτανόντων δίκη ἐπεξέρχεται ἀεὶ τὴν τω̃ν ἀδίκων παράβασιν

15:1 σὺ δέ ὁ θεὸς ἡμω̃ν χρηστὸς καὶ ἀληθής μακρόθυμος καὶ ἐλέει διοικω̃ν τὰ πάντα

15:2 καὶ γὰρ ἐὰν ἁμάρτωμεν σοί ἐσμεν εἰδότες σου τὸ κράτος οὐχ ἁμαρτησόμεθα δέ εἰδότες ὅτι σοὶ λελογίσμεθα

15:3 τὸ γὰρ ἐπίστασθαί σε ὁλόκληρος δικαιοσύνη καὶ εἰδέναι σου τὸ κράτος ῥίζα ἀθανασίας

15:4 οὔτε γὰρ ἐπλάνησεν ἡμα̃ς ἀνθρώπων κακότεχνος ἐπίνοια οὐδὲ σκιαγράφων πόνος ἄκαρπος εἰ̃δος σπιλωθὲν χρώμασιν διηλλαγμένοις

15:5 ὡ̃ν ὄψις ἄφροσιν εἰς ὄρεξιν ἔρχεται ποθει̃ τε νεκρα̃ς εἰκόνος εἰ̃δος ἄπνουν

15:6 κακω̃ν ἐρασταὶ ἄξιοί τε τοιούτων ἐλπίδων καὶ οἱ δρω̃ντες καὶ οἱ ποθου̃ντες καὶ οἱ σεβόμενοι

15:7 καὶ γὰρ κεραμεὺς ἁπαλὴν γη̃ν θλίβων ἐπίμοχθον πλάσσει πρὸς ὑπηρεσίαν ἡμω̃ν ἓν ἕκαστον ἀλλ' ἐκ του̃ αὐτου̃ πηλου̃ ἀνεπλάσατο τά τε τω̃ν καθαρω̃ν ἔργων δου̃λα σκεύη τά τε ἐναντία πάντα ὁμοίως τούτων δὲ ἑτέρου τίς ἑκάστου ἐστὶν ἡ χρη̃σις κριτὴς ὁ πηλουργός

15:8 καὶ κακόμοχθος θεὸν μάταιον ἐκ του̃ αὐτου̃ πλάσσει πηλου̃ ὃς πρὸ μικρου̃ ἐκ γη̃ς γενηθεὶς μετ' ὀλίγον πορεύεται ἐξ ἡ̃ς ἐλήμφθη τὸ τη̃ς ψυχη̃ς ἀπαιτηθεὶς χρέος

15:9 ἀλλ' ἔστιν αὐτω̨̃ φροντὶς οὐχ ὅτι μέλλει κάμνειν οὐδ' ὅτι βραχυτελη̃ βίον ἔχει ἀλλ' ἀντερείδεται μὲν χρυσουργοι̃ς καὶ ἀργυροχόοις χαλκοπλάστας τε μιμει̃ται καὶ δόξαν ἡγει̃ται ὅτι κίβδηλα πλάσσει

15:10 σποδὸς ἡ καρδία αὐτου̃ καὶ γη̃ς εὐτελεστέρα ἡ ἐλπὶς αὐτου̃ πηλου̃ τε ἀτιμότερος ὁ βίος αὐτου̃

15:11 ὅτι ἠγνόησεν τὸν πλάσαντα αὐτὸν καὶ τὸν ἐμπνεύσαντα αὐτω̨̃ ψυχὴν ἐνεργου̃σαν καὶ ἐμφυσήσαντα πνευ̃μα ζωτικόν

15:12 ἀλλ' ἐλογίσαντο παίγνιον εἰ̃ναι τὴν ζωὴν ἡμω̃ν καὶ τὸν βίον πανηγυρισμὸν ἐπικερδη̃ δει̃ν γάρ φησιν ὅθεν δή κἂν ἐκ κακου̃ πορίζειν

15:13 οὑ̃τος γὰρ παρὰ πάντας οἰ̃δεν ὅτι ἁμαρτάνει ὕλης γεώδους εὔθραυστα σκεύη καὶ γλυπτὰ δημιουργω̃ν

15:14 πάντες δὲ ἀφρονέστατοι καὶ τάλανες ὑπὲρ ψυχὴν νηπίου οἱ ἐχθροὶ του̃ λαου̃ σου καταδυναστεύσαντες αὐτόν

15:15 ὅτι καὶ πάντα τὰ εἴδωλα τω̃ν ἐθνω̃ν ἐλογίσαντο θεούς οἱ̃ς οὔτε ὀμμάτων χρη̃σις εἰς ὅρασιν οὔτε ῥι̃νες εἰς συνολκὴν ἀέρος οὔτε ὠ̃τα ἀκούειν οὔτε δάκτυλοι χειρω̃ν εἰς ψηλάφησιν καὶ οἱ πόδες αὐτω̃ν ἀργοὶ πρὸς ἐπίβασιν

15:16 ἄνθρωπος γὰρ ἐποίησεν αὐτούς καὶ τὸ πνευ̃μα δεδανεισμένος ἔπλασεν αὐτούς οὐδεὶς γὰρ αὐτω̨̃ ὅμοιον ἄνθρωπος ἰσχύει πλάσαι θεόν

15:17 θνητὸς δὲ ὢν νεκρὸν ἐργάζεται χερσὶν ἀνόμοις κρείττων γάρ ἐστιν τω̃ν σεβασμάτων αὐτου̃ ὡ̃ν αὐτὸς μὲν ἔζησεν ἐκει̃να δὲ οὐδέποτε

15:18 καὶ τὰ ζω̨̃α δὲ τὰ ἔχθιστα σέβονται ἀνοία̨ γὰρ συγκρινόμενα τω̃ν ἄλλων ἐστὶ χείρονα

15:19 οὐδ' ὅσον ἐπιποθη̃σαι ὡς ἐν ζώ̨ων ὄψει καλὰ τυγχάνει ἐκπέφευγεν δὲ καὶ τὸν του̃ θεου̃ ἔπαινον καὶ τὴν εὐλογίαν αὐτου̃

16:1 διὰ του̃το δι' ὁμοίων ἐκολάσθησαν ἀξίως καὶ διὰ πλήθους κνωδάλων ἐβασανίσθησαν

16:2 ἀνθ' ἡ̃ς κολάσεως εὐεργετήσας τὸν λαόν σου εἰς ἐπιθυμίαν ὀρέξεως ξένην γευ̃σιν τροφὴν ἡτοίμασας ὀρτυγομήτραν

16:3 ἵνα ἐκει̃νοι μὲν ἐπιθυμου̃ντες τροφὴν διὰ τὴν εἰδέχθειαν τω̃ν ἐπαπεσταλμένων καὶ τὴν ἀναγκαίαν ὄρεξιν ἀποστρέφωνται αὐτοὶ δὲ ἐπ' ὀλίγον ἐνδεει̃ς γενόμενοι καὶ ξένης μετάσχωσι γεύσεως

16:4 ἔδει γὰρ ἐκείνοις μὲν ἀπαραίτητον ἔνδειαν ἐπελθει̃ν τυραννου̃σιν τούτοις δὲ μόνον δειχθη̃ναι πω̃ς οἱ ἐχθροὶ αὐτω̃ν ἐβασανίζοντο

16:5 καὶ γὰρ ὅτε αὐτοι̃ς δεινὸς ἐπη̃λθεν θηρίων θυμὸς δήγμασίν τε σκολιω̃ν διεφθείροντο ὄφεων οὐ μέχρι τέλους ἔμεινεν ἡ ὀργή σου

16:6 εἰς νουθεσίαν δὲ πρὸς ὀλίγον ἐταράχθησαν σύμβολον ἔχοντες σωτηρίας εἰς ἀνάμνησιν ἐντολη̃ς νόμου σου

16:7 ὁ γὰρ ἐπιστραφεὶς οὐ διὰ τὸ θεωρούμενον ἐσώ̨ζετο ἀλλὰ διὰ σὲ τὸν πάντων σωτη̃ρα

16:8 καὶ ἐν τούτω̨ δὲ ἔπεισας τοὺς ἐχθροὺς ἡμω̃ν ὅτι σὺ εἰ̃ ὁ ῥυόμενος ἐκ παντὸς κακου̃

16:9 οὓς μὲν γὰρ ἀκρίδων καὶ μυιω̃ν ἀπέκτεινεν δήγματα καὶ οὐχ εὑρέθη ἴαμα τη̨̃ ψυχη̨̃ αὐτω̃ν ὅτι ἄξιοι ἠ̃σαν ὑπὸ τοιούτων κολασθη̃ναι

16:10 τοὺς δὲ υἱούς σου οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες τὸ ἔλεος γάρ σου ἀντιπαρη̃λθεν καὶ ἰάσατο αὐτούς

16:11 εἰς γὰρ ὑπόμνησιν τω̃ν λογίων σου ἐνεκεντρίζοντο καὶ ὀξέως διεσώ̨ζοντο ἵνα μὴ εἰς βαθει̃αν ἐμπεσόντες λήθην ἀπερίσπαστοι γένωνται τη̃ς ση̃ς εὐεργεσίας

16:12 καὶ γὰρ οὔτε βοτάνη οὔτε μάλαγμα ἐθεράπευσεν αὐτούς ἀλλὰ ὁ σός κύριε λόγος ὁ πάντας ἰώμενος

16:13 σὺ γὰρ ζωη̃ς καὶ θανάτου ἐξουσίαν ἔχεις καὶ κατάγεις εἰς πύλας ἅ̨δου καὶ ἀνάγεις

16:14 ἄνθρωπος δὲ ἀποκτέννει μὲν τη̨̃ κακία̨ αὐτου̃ ἐξελθὸν δὲ πνευ̃μα οὐκ ἀναστρέφει οὐδὲ ἀναλύει ψυχὴν παραλημφθει̃σαν

16:15 τὴν δὲ σὴν χει̃ρα φυγει̃ν ἀδύνατόν ἐστιν

16:16 ἀρνούμενοι γάρ σε εἰδέναι ἀσεβει̃ς ἐν ἰσχύι βραχίονός σου ἐμαστιγώθησαν ξένοις ὑετοι̃ς καὶ χαλάζαις καὶ ὄμβροις διωκόμενοι ἀπαραιτήτοις καὶ πυρὶ καταναλισκόμενοι

16:17 τὸ γὰρ παραδοξότατον ἐν τω̨̃ πάντα σβεννύντι ὕδατι πλει̃ον ἐνήργει τὸ πυ̃ρ ὑπέρμαχος γὰρ ὁ κόσμος ἐστὶν δικαίων

16:18 ποτὲ μὲν γὰρ ἡμερου̃το φλόξ ἵνα μὴ καταφλέξη̨ τὰ ἐπ' ἀσεβει̃ς ἀπεσταλμένα ζω̨̃α ἀλλ' αὐτοὶ βλέποντες εἰδω̃σιν ὅτι θεου̃ κρίσει ἐλαύνονται

16:19 ποτὲ δὲ καὶ μεταξὺ ὕδατος ὑπὲρ τὴν πυρὸς δύναμιν φλέγει ἵνα ἀδίκου γη̃ς γενήματα διαφθείρη̨

16:20 ἀνθ' ὡ̃ν ἀγγέλων τροφὴν ἐψώμισας τὸν λαόν σου καὶ ἕτοιμον ἄρτον ἀπ' οὐρανου̃ παρέσχες αὐτοι̃ς ἀκοπιάτως πα̃σαν ἡδονὴν ἰσχύοντα καὶ πρὸς πα̃σαν ἁρμόνιον γευ̃σιν

16:21 ἡ μὲν γὰρ ὑπόστασίς σου τὴν σὴν πρὸς τέκνα ἐνεφάνιζεν γλυκύτητα τη̨̃ δὲ του̃ προσφερομένου ἐπιθυμία̨ ὑπηρετω̃ν πρὸς ὅ τις ἐβούλετο μετεκιρνα̃το

16:22 χιὼν δὲ καὶ κρύσταλλος ὑπέμεινε πυ̃ρ καὶ οὐκ ἐτήκετο ἵνα γνω̃σιν ὅτι τοὺς τω̃ν ἐχθρω̃ν καρποὺς κατέφθειρε πυ̃ρ φλεγόμενον ἐν τη̨̃ χαλάζη̨ καὶ ἐν τοι̃ς ὑετοι̃ς διαστράπτον

16:23 του̃το πάλιν δ' ἵνα τραφω̃σιν δίκαιοι καὶ τη̃ς ἰδίας ἐπιλέλησται δυνάμεως

16:24 ἡ γὰρ κτίσις σοὶ τω̨̃ ποιήσαντι ὑπηρετου̃σα ἐπιτείνεται εἰς κόλασιν κατὰ τω̃ν ἀδίκων καὶ ἀνίεται εἰς εὐεργεσίαν ὑπὲρ τω̃ν ἐπὶ σοὶ πεποιθότων

16:25 διὰ του̃το καὶ τότε εἰς πάντα μεταλλευομένη τη̨̃ παντοτρόφω̨ σου δωρεα̨̃ ὑπηρέτει πρὸς τὴν τω̃ν δεομένων θέλησιν

16:26 ἵνα μάθωσιν οἱ υἱοί σου οὓς ἠγάπησας κύριε ὅτι οὐχ αἱ γενέσεις τω̃ν καρπω̃ν τρέφουσιν ἄνθρωπον ἀλλὰ τὸ ῥη̃μά σου τοὺς σοὶ πιστεύοντας διατηρει̃

16:27 τὸ γὰρ ὑπὸ πυρὸς μὴ φθειρόμενον ἁπλω̃ς ὑπὸ βραχείας ἀκτι̃νος ἡλίου θερμαινόμενον ἐτήκετο

16:28 ὅπως γνωστὸν ἠ̨̃ ὅτι δει̃ φθάνειν τὸν ἥλιον ἐπ' εὐχαριστίαν σου καὶ πρὸς ἀνατολὴν φωτὸς ἐντυγχάνειν σοι

16:29 ἀχαρίστου γὰρ ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται καὶ ῥυήσεται ὡς ὕδωρ ἄχρηστον

17:1 μεγάλαι γάρ σου αἱ κρίσεις καὶ δυσδιήγητοι διὰ του̃το ἀπαίδευτοι ψυχαὶ ἐπλανήθησαν

17:2 ὑπειληφότες γὰρ καταδυναστεύειν ἔθνος ἅγιον ἄνομοι δέσμιοι σκότους καὶ μακρα̃ς πεδη̃ται νυκτὸς κατακλεισθέντες ὀρόφοις φυγάδες τη̃ς αἰωνίου προνοίας ἔκειντο

17:3 λανθάνειν γὰρ νομίζοντες ἐπὶ κρυφαίοις ἁμαρτήμασιν ἀφεγγει̃ λήθης παρακαλύμματι ἐσκορπίσθησαν θαμβούμενοι δεινω̃ς καὶ ἰνδάλμασιν ἐκταρασσόμενοι

17:4 οὐδὲ γὰρ ὁ κατέχων αὐτοὺς μυχὸς ἀφόβους διεφύλαττεν ἠ̃χοι δ' ἐκταράσσοντες αὐτοὺς περιεκόμπουν καὶ φάσματα ἀμειδήτοις κατηφη̃ προσώποις ἐνεφανίζετο

17:5 καὶ πυρὸς μὲν οὐδεμία βία κατίσχυεν φωτίζειν οὔτε ἄστρων ἔκλαμπροι φλόγες καταυγάζειν ὑπέμενον τὴν στυγνὴν ἐκείνην νύκτα

17:6 διεφαίνετο δ' αὐτοι̃ς μόνον αὐτομάτη πυρὰ φόβου πλήρης ἐκδειματούμενοι δὲ τη̃ς μὴ θεωρουμένης ἐκείνης ὄψεως ἡγου̃ντο χείρω τὰ βλεπόμενα

17:7 μαγικη̃ς δὲ ἐμπαίγματα κατέκειτο τέχνης καὶ τη̃ς ἐπὶ φρονήσει ἀλαζονείας ἔλεγχος ἐφύβριστος

17:8 οἱ γὰρ ὑπισχνούμενοι δείματα καὶ ταραχὰς ἀπελαύνειν ψυχη̃ς νοσούσης οὑ̃τοι καταγέλαστον εὐλάβειαν ἐνόσουν

17:9 καὶ γὰρ εἰ μηδὲν αὐτοὺς ταραχω̃δες ἐφόβει κνωδάλων παρόδοις καὶ ἑρπετω̃ν συριγμοι̃ς ἐκσεσοβημένοι διώλλυντο ἔντρομοι καὶ τὸν μηδαμόθεν φευκτὸν ἀέρα προσιδει̃ν ἀρνούμενοι

17:10 δειλὸν γὰρ ἰδίω̨ πονηρία μάρτυρι καταδικαζομένη ἀεὶ δὲ προσείληφεν τὰ χαλεπὰ συνεχομένη τη̨̃ συνειδήσει

17:11 οὐθὲν γάρ ἐστιν φόβος εἰ μὴ προδοσία τω̃ν ἀπὸ λογισμου̃ βοηθημάτων

17:12 ἔνδοθεν δὲ οὐ̃σα ἥττων ἡ προσδοκία πλείονα λογίζεται τὴν ἄγνοιαν τη̃ς παρεχούσης τὴν βάσανον αἰτίας

17:13 οἱ δὲ τὴν ἀδύνατον ὄντως νύκτα καὶ ἐξ ἀδυνάτου ἅ̨δου μυχω̃ν ἐπελθου̃σαν τὸν αὐτὸν ὕπνον κοιμώμενοι

17:14 τὰ μὲν τέρασιν ἠλαύνοντο φαντασμάτων τὰ δὲ τη̃ς ψυχη̃ς παρελύοντο προδοσία̨ αἰφνίδιος γὰρ αὐτοι̃ς καὶ ἀπροσδόκητος φόβος ἐπεχύθη

17:15 εἰ̃θ' οὕτως ὃς δή ποτ' οὐ̃ν ἠ̃ν ἐκει̃ καταπίπτων ἐφρουρει̃το εἰς τὴν ἀσίδηρον εἱρκτὴν κατακλεισθείς

17:16 εἴ τε γὰρ γεωργὸς ἠ̃ν τις ἢ ποιμὴν ἢ τω̃ν κατ' ἐρημίαν ἐργάτης μόχθων προλημφθεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην μια̨̃ γὰρ ἁλύσει σκότους πάντες ἐδέθησαν

17:17 εἴ τε πνευ̃μα συρίζον ἢ περὶ ἀμφιλαφει̃ς κλάδους ὀρνέων ἠ̃χος εὐμελὴς ἢ ῥυθμὸς ὕδατος πορευομένου βία̨ ἢ κτύπος ἀπηνὴς καταρριπτομένων πετρω̃ν

17:18 ἢ σκιρτώντων ζώ̨ων δρόμος ἀθεώρητος ἢ ὠρυομένων ἀπηνεστάτων θηρίων φωνὴ ἢ ἀντανακλωμένη ἐκ κοιλότητος ὀρέων ἠχώ παρέλυεν αὐτοὺς ἐκφοβου̃ντα

17:19 ὅλος γὰρ ὁ κόσμος λαμπρω̨̃ κατελάμπετο φωτὶ καὶ ἀνεμποδίστοις συνείχετο ἔργοις

17:20 μόνοις δὲ ἐκείνοις ἐπετέτατο βαρει̃α νὺξ εἰκὼν του̃ μέλλοντος αὐτοὺς διαδέχεσθαι σκότους ἑαυτοι̃ς δὲ ἠ̃σαν βαρύτεροι σκότους

18:1 τοι̃ς δὲ ὁσίοις σου μέγιστον ἠ̃ν φω̃ς ὡ̃ν φωνὴν μὲν ἀκούοντες μορφὴν δὲ οὐχ ὁρω̃ντες ὅτι μὲν οὐ κἀκει̃νοι ἐπεπόνθεισαν ἐμακάριζον

18:2 ὅτι δ' οὐ βλάπτουσιν προηδικημένοι ηὐχαρίστουν καὶ του̃ διενεχθη̃ναι χάριν ἐδέοντο

18:3 ἀνθ' ὡ̃ν πυριφλεγη̃ στυ̃λον ὁδηγὸν μὲν ἀγνώστου ὁδοιπορίας ἥλιον δὲ ἀβλαβη̃ φιλοτίμου ξενιτείας παρέσχες

18:4 ἄξιοι μὲν γὰρ ἐκει̃νοι στερηθη̃ναι φωτὸς καὶ φυλακισθη̃ναι σκότει οἱ κατακλείστους φυλάξαντες τοὺς υἱούς σου δι' ὡ̃ν ἤμελλεν τὸ ἄφθαρτον νόμου φω̃ς τω̨̃ αἰω̃νι δίδοσθαι

18:5 βουλευσαμένους δ' αὐτοὺς τὰ τω̃ν ὁσίων ἀποκτει̃ναι νήπια καὶ ἑνὸς ἐκτεθέντος τέκνου καὶ σωθέντος εἰς ἔλεγχον τὸ αὐτω̃ν ἀφείλω πλη̃θος τέκνων καὶ ὁμοθυμαδὸν ἀπώλεσας ἐν ὕδατι σφοδρω̨̃

18:6 ἐκείνη ἡ νὺξ προεγνώσθη πατράσιν ἡμω̃ν ἵνα ἀσφαλω̃ς εἰδότες οἱ̃ς ἐπίστευσαν ὅρκοις ἐπευθυμήσωσιν

18:7 προσεδέχθη ὑπὸ λαου̃ σου σωτηρία μὲν δικαίων ἐχθρω̃ν δὲ ἀπώλεια

18:8 ὡ̨̃ γὰρ ἐτιμωρήσω τοὺς ὑπεναντίους τούτω̨ ἡμα̃ς προσκαλεσάμενος ἐδόξασας

18:9 κρυφη̨̃ γὰρ ἐθυσίαζον ὅσιοι παι̃δες ἀγαθω̃ν καὶ τὸν τη̃ς θειότητος νόμον ἐν ὁμονοία̨ διέθεντο τω̃ν αὐτω̃ν ὁμοίως καὶ ἀγαθω̃ν καὶ κινδύνων μεταλήμψεσθαι τοὺς ἁγίους πατέρων ἤδη προαναμέλποντες αἴνους

18:10 ἀντήχει δ' ἀσύμφωνος ἐχθρω̃ν ἡ βοή καὶ οἰκτρὰ διεφέρετο φωνὴ θρηνουμένων παίδων

18:11 ὁμοία̨ δὲ δίκη̨ δου̃λος ἅμα δεσπότη̨ κολασθεὶς καὶ δημότης βασιλει̃ τὰ αὐτὰ πάσχων

18:12 ὁμοθυμαδὸν δὲ πάντες ἐν ἑνὶ ὀνόματι θανάτου νεκροὺς εἰ̃χον ἀναριθμήτους οὐδὲ γὰρ πρὸς τὸ θάψαι οἱ ζω̃ντες ἠ̃σαν ἱκανοί ἐπεὶ πρὸς μίαν ῥοπὴν ἡ ἐντιμοτέρα γένεσις αὐτω̃ν διέφθαρτο

18:13 πάντα γὰρ ἀπιστου̃ντες διὰ τὰς φαρμακείας ἐπὶ τω̨̃ τω̃ν πρωτοτόκων ὀλέθρω̨ ὡμολόγησαν θεου̃ υἱὸν λαὸν εἰ̃ναι

18:14 ἡσύχου γὰρ σιγη̃ς περιεχούσης τὰ πάντα καὶ νυκτὸς ἐν ἰδίω̨ τάχει μεσαζούσης

18:15 ὁ παντοδύναμός σου λόγος ἀπ' οὐρανω̃ν ἐκ θρόνων βασιλείων ἀπότομος πολεμιστὴς εἰς μέσον τη̃ς ὀλεθρίας ἥλατο γη̃ς ξίφος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγήν σου φέρων

18:16 καὶ στὰς ἐπλήρωσεν τὰ πάντα θανάτου καὶ οὐρανου̃ μὲν ἥπτετο βεβήκει δ' ἐπὶ γη̃ς

18:17 τότε παραχρη̃μα φαντασίαι μὲν ὀνείρων δεινω̃ν ἐξετάραξαν αὐτούς φόβοι δὲ ἐπέστησαν ἀδόκητοι

18:18 καὶ ἄλλος ἀλλαχη̨̃ ῥιφεὶς ἡμίθνητος δι' ἣν ἔθνη̨σκον αἰτίαν ἐνεφάνιζεν

18:19 οἱ γὰρ ὄνειροι θορυβήσαντες αὐτοὺς του̃το προεμήνυσαν ἵνα μὴ ἀγνοου̃ντες δι' ὃ κακω̃ς πάσχουσιν ἀπόλωνται

18:20 ἥψατο δὲ καὶ δικαίων πει̃ρα θανάτου καὶ θραυ̃σις ἐν ἐρήμω̨ ἐγένετο πλήθους ἀλλ' οὐκ ἐπὶ πολὺ ἔμεινεν ἡ ὀργή

18:21 σπεύσας γὰρ ἀνὴρ ἄμεμπτος προεμάχησεν τὸ τη̃ς ἰδίας λειτουργίας ὅπλον προσευχὴν καὶ θυμιάματος ἐξιλασμὸν κομίσας ἀντέστη τω̨̃ θυμω̨̃ καὶ πέρας ἐπέθηκε τη̨̃ συμφορα̨̃ δεικνὺς ὅτι σός ἐστιν θεράπων

18:22 ἐνίκησεν δὲ τὸν χόλον οὐκ ἰσχύι του̃ σώματος οὐχ ὅπλων ἐνεργεία̨ ἀλλὰ λόγω̨ τὸν κολάζοντα ὑπέταξεν ὅρκους πατέρων καὶ διαθήκας ὑπομνήσας

18:23 σωρηδὸν γὰρ ἤδη πεπτωκότων ἐπ' ἀλλήλων νεκρω̃ν μεταξὺ στὰς ἀνέκοψε τὴν ὀργὴν καὶ διέσχισεν τὴν πρὸς τοὺς ζω̃ντας ὁδόν

18:24 ἐπὶ γὰρ ποδήρους ἐνδύματος ἠ̃ν ὅλος ὁ κόσμος καὶ πατέρων δόξαι ἐπὶ τετραστίχου λίθων γλυφη̃ς καὶ μεγαλωσύνη σου ἐπὶ διαδήματος κεφαλη̃ς αὐτου̃

18:25 τούτοις εἰ̃ξεν ὁ ὀλεθρεύων ταυ̃τα δὲ ἐφοβήθη ἠ̃ν γὰρ μόνη ἡ πει̃ρα τη̃ς ὀργη̃ς ἱκανή

19:1 τοι̃ς δὲ ἀσεβέσιν μέχρι τέλους ἀνελεήμων θυμὸς ἐπέστη προή̨δει γὰρ αὐτω̃ν καὶ τὰ μέλλοντα

19:2 ὅτι αὐτοὶ ἐπιτρέψαντες του̃ ἀπιέναι καὶ μετὰ σπουδη̃ς προπέμψαντες αὐτοὺς διώξουσιν μεταμεληθέντες

19:3 ἔτι γὰρ ἐν χερσὶν ἔχοντες τὰ πένθη καὶ προσοδυρόμενοι τάφοις νεκρω̃ν ἕτερον ἐπεσπάσαντο λογισμὸν ἀνοίας καὶ οὓς ἱκετεύοντες ἐξέβαλον τούτους ὡς φυγάδας ἐδίωκον

19:4 εἱ̃λκεν γὰρ αὐτοὺς ἡ ἀξία ἐπὶ του̃το τὸ πέρας ἀνάγκη καὶ τω̃ν συμβεβηκότων ἀμνηστίαν ἐνέβαλεν ἵνα τὴν λείπουσαν ται̃ς βασάνοις προσαναπληρώσωσιν κόλασιν

19:5 καὶ ὁ μὲν λαός σου παράδοξον ὁδοιπορίαν πειράση̨ ἐκει̃νοι δὲ ξένον εὕρωσι θάνατον

19:6 ὅλη γὰρ ἡ κτίσις ἐν ἰδίω̨ γένει πάλιν ἄνωθεν διετυπου̃το ὑπηρετου̃σα ται̃ς σαι̃ς ἐπιταγαι̃ς ἵνα οἱ σοὶ παι̃δες φυλαχθω̃σιν ἀβλαβει̃ς

19:7 ἡ τὴν παρεμβολὴν σκιάζουσα νεφέλη ἐκ δὲ προϋφεστω̃τος ὕδατος ξηρα̃ς ἀνάδυσις γη̃ς ἐθεωρήθη ἐξ ἐρυθρα̃ς θαλάσσης ὁδὸς ἀνεμπόδιστος καὶ χλοηφόρον πεδίον ἐκ κλύδωνος βιαίου

19:8 δι' οὑ̃ πανεθνεὶ διη̃λθον οἱ τη̨̃ ση̨̃ σκεπαζόμενοι χειρὶ θεωρήσαντες θαυμαστὰ τέρατα

19:9 ὡς γὰρ ἵπποι ἐνεμήθησαν καὶ ὡς ἀμνοὶ διεσκίρτησαν αἰνου̃ντές σε κύριε τὸν ῥυσάμενον αὐτούς

19:10 ἐμέμνηντο γὰρ ἔτι τω̃ν ἐν τη̨̃ παροικία̨ αὐτω̃ν πω̃ς ἀντὶ μὲν γενέσεως ζώ̨ων ἐξήγαγεν ἡ γη̃ σκνι̃πα ἀντὶ δὲ ἐνύδρων ἐξηρεύξατο ὁ ποταμὸς πλη̃θος βατράχων

19:11 ἐφ' ὑστέρω̨ δὲ εἰ̃δον καὶ γένεσιν νέαν ὀρνέων ὅτε ἐπιθυμία̨ προαχθέντες ἠ̨τήσαντο ἐδέσματα τρυφη̃ς

19:12 εἰς γὰρ παραμυθίαν ἐκ θαλάσσης ἀνέβη αὐτοι̃ς ὀρτυγομήτρα

19:13 καὶ αἱ τιμωρίαι τοι̃ς ἁμαρτωλοι̃ς ἐπη̃λθον οὐκ ἄνευ τω̃ν προγεγονότων τεκμηρίων τη̨̃ βία̨ τω̃ν κεραυνω̃ν δικαίως γὰρ ἔπασχον ται̃ς ἰδίαις αὐτω̃ν πονηρίαις καὶ γὰρ χαλεπωτέραν μισοξενίαν ἐπετήδευσαν

19:14 οἱ μὲν γὰρ τοὺς ἀγνοου̃ντας οὐκ ἐδέχοντο παρόντας οὑ̃τοι δὲ εὐεργέτας ξένους ἐδουλου̃ντο

19:15 καὶ οὐ μόνον ἀλλ' ἤ τις ἐπισκοπὴ ἔσται αὐτω̃ν ἐπεὶ ἀπεχθω̃ς προσεδέχοντο τοὺς ἀλλοτρίους

19:16 οἱ δὲ μετὰ ἑορτασμάτων εἰσδεξάμενοι τοὺς ἤδη τω̃ν αὐτω̃ν μετεσχηκότας δικαίων δεινοι̃ς ἐκάκωσαν πόνοις

19:17 ἐπλήγησαν δὲ καὶ ἀορασία̨ ὥσπερ ἐκει̃νοι ἐπὶ ται̃ς του̃ δικαίου θύραις ὅτε ἀχανει̃ περιβληθέντες σκότει ἕκαστος τω̃ν ἑαυτου̃ θυρω̃ν τὴν δίοδον ἐζήτει

19:18 δι' ἑαυτω̃ν γὰρ τὰ στοιχει̃α μεθαρμοζόμενα ὥσπερ ἐν ψαλτηρίω̨ φθόγγοι του̃ ῥυθμου̃ τὸ ὄνομα διαλλάσσουσιν πάντοτε μένοντα ἤχω̨ ὅπερ ἐστὶν εἰκάσαι ἐκ τη̃ς τω̃ν γεγονότων ὄψεως ἀκριβω̃ς

19:19 χερσαι̃α γὰρ εἰς ἔνυδρα μετεβάλλετο καὶ νηκτὰ μετέβαινεν ἐπὶ γη̃ς

19:20 πυ̃ρ ἴσχυεν ἐν ὕδατι τη̃ς ἰδίας δυνάμεως καὶ ὕδωρ τη̃ς σβεστικη̃ς φύσεως ἐπελανθάνετο

19:21 φλόγες ἀνάπαλιν εὐφθάρτων ζώ̨ων οὐκ ἐμάραναν σάρκας ἐμπεριπατούντων οὐδὲ τηκτὸν κρυσταλλοειδὲς εὔτηκτον γένος ἀμβροσίας τροφη̃ς

19:22 κατὰ πάντα γάρ κύριε ἐμεγάλυνας τὸν λαόν σου καὶ ἐδόξασας καὶ οὐχ ὑπερει̃δες ἐν παντὶ καιρω̨̃ καὶ τόπω̨ παριστάμενος

.