Σοφία Σιρὰχ

0:1 πολλω̃ν καὶ μεγάλων ἡμι̃ν διὰ του̃ νόμου καὶ τω̃ν προφητω̃ν

0:2 καὶ τω̃ν ἄλλων τω̃ν κατ' αὐτοὺς ἠκολουθηκότων δεδομένων

0:3 ὑπὲρ ὡ̃ν δέον ἐστὶν ἐπαινει̃ν τὸν Ισραηλ παιδείας καὶ σοφίας

0:4 καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι

0:5 ἀλλὰ καὶ τοι̃ς ἐκτὸς δύνασθαι τοὺς φιλομαθου̃ντας χρησίμους εἰ̃ναι

0:6 καὶ λέγοντας καὶ γράφοντας

0:7 ὁ πάππος μου 'Ιησου̃ς ἐπὶ πλει̃ον ἑαυτὸν δοὺς

0:8 εἴς τε τὴν του̃ νόμου

0:9 καὶ τω̃ν προφητω̃ν

0:10 καὶ τω̃ν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν

0:11 καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος

0:12 προήχθη καὶ αὐτὸς συγγράψαι τι τω̃ν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων

0:13 ὅπως οἱ φιλομαθει̃ς καὶ τούτων ἔνοχοι γενόμενοι

0:14 πολλω̨̃ μα̃λλον ἐπιπροσθω̃σιν διὰ τη̃ς ἐννόμου βιώσεως

0:15 παρακέκλησθε οὐ̃ν

0:16 μετ' εὐνοίας καὶ προσοχη̃ς

0:17 τὴν ἀνάγνωσιν ποιει̃σθαι

0:18 καὶ συγγνώμην ἔχειν

0:19 ἐφ' οἱ̃ς ἂν δοκω̃μεν

0:20 τω̃ν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶν τω̃ν λέξεων ἀδυναμει̃ν

0:21 οὐ γὰρ ἰσοδυναμει̃

0:22 αὐτὰ ἐν ἑαυτοι̃ς Εβραϊστὶ λεγόμενα καὶ ὅταν μεταχθη̨̃ εἰς ἑτέραν γλω̃σσαν

0:23 οὐ μόνον δὲ ταυ̃τα

0:24 ἀλλὰ καὶ αὐτὸς ὁ νόμος καὶ αἱ προφητει̃αι

0:25 καὶ τὰ λοιπὰ τω̃ν βιβλίων

0:26 οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοι̃ς λεγόμενα

0:27 ἐν γὰρ τω̨̃ ὀγδόω̨ καὶ τριακοστω̨̃ ἔτει ἐπὶ του̃ Εὐεργέτου βασιλέως

0:28 παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας

0:29 εὑρὼν οὐ μικρα̃ς παιδείας ἀφόμοιον

0:30 ἀναγκαιότατον ἐθέμην καὶ αὐτός τινα προσενέγκασθαι σπουδὴν καὶ φιλοπονίαν του̃ μεθερμηνευ̃σαι τήνδε τὴν βίβλον

0:31 πολλὴν ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος

0:32 ἐν τω̨̃ διαστήματι του̃ χρόνου

0:33 πρὸς τὸ ἐπὶ πέρας ἀγαγόντα τὸ βιβλίον ἐκδόσθαι

0:34 καὶ τοι̃ς ἐν τη̨̃ παροικία̨ βουλομένοις φιλομαθει̃ν

0:35 προκατασκευαζομένους τὰ ἤθη

0:36 ἐννόμως βιοτεύειν

1:1 πα̃σα σοφία παρὰ κυρίου καὶ μετ' αὐτου̃ ἐστιν εἰς τὸν αἰω̃να

1:2 ἄμμον θαλασσω̃ν καὶ σταγόνας ὑετου̃ καὶ ἡμέρας αἰω̃νος τίς ἐξαριθμήσει

1:3 ὕψος οὐρανου̃ καὶ πλάτος γη̃ς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει

1:4 προτέρα πάντων ἔκτισται σοφία καὶ σύνεσις φρονήσεως ἐξ αἰω̃νος

1:6 ῥίζα σοφίας τίνι ἀπεκαλύφθη καὶ τὰ πανουργεύματα αὐτη̃ς τίς ἔγνω

1:8 εἱ̃ς ἐστιν σοφός φοβερὸς σφόδρα καθήμενος ἐπὶ του̃ θρόνου αὐτου̃

1:9 κύριος αὐτὸς ἔκτισεν αὐτὴν καὶ εἰ̃δεν καὶ ἐξηρίθμησεν αὐτὴν καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτου̃

1:10 μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτου̃ καὶ ἐχορήγησεν αὐτὴν τοι̃ς ἀγαπω̃σιν αὐτόν

1:11 φόβος κυρίου δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος

1:12 φόβος κυρίου τέρψει καρδίαν καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν

1:13 τω̨̃ φοβουμένω̨ τὸν κύριον εὐ̃ ἔσται ἐπ' ἐσχάτων καὶ ἐν ἡμέρα̨ τελευτη̃ς αὐτου̃ εὐλογηθήσεται

1:14 ἀρχὴ σοφίας φοβει̃σθαι τὸν κύριον καὶ μετὰ πιστω̃ν ἐν μήτρα̨ συνεκτίσθη αὐτοι̃ς

1:15 μετὰ ἀνθρώπων θεμέλιον αἰω̃νος ἐνόσσευσεν καὶ μετὰ του̃ σπέρματος αὐτω̃ν ἐμπιστευθήσεται

1:16 πλησμονὴ σοφίας φοβει̃σθαι τὸν κύριον καὶ μεθύσκει αὐτοὺς ἀπὸ τω̃ν καρπω̃ν αὐτη̃ς

1:17 πάντα τὸν οἰ̃κον αὐτω̃ν ἐμπλήσει ἐπιθυμημάτων καὶ τὰ ἀποδοχει̃α ἀπὸ τω̃ν γενημάτων αὐτη̃ς

1:18 στέφανος σοφίας φόβος κυρίου ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως

1:19 καὶ εἰ̃δεν καὶ ἐξηρίθμησεν αὐτήν ἐπιστήμην καὶ γνω̃σιν συνέσεως ἐξώμβρησεν καὶ δόξαν κρατούντων αὐτη̃ς ἀνύψωσεν

1:20 ῥίζα σοφίας φοβει̃σθαι τὸν κύριον καὶ οἱ κλάδοι αὐτη̃ς μακροημέρευσις

1:22 οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθη̃ναι ἡ γὰρ ῥοπὴ του̃ θυμου̃ αὐτου̃ πτω̃σις αὐτω̨̃

1:23 ἕως καιρου̃ ἀνθέξεται μακρόθυμος καὶ ὕστερον αὐτω̨̃ ἀναδώσει εὐφροσύνη

1:24 ἕως καιρου̃ κρύψει τοὺς λόγους αὐτου̃ καὶ χείλη πολλω̃ν ἐκδιηγήσεται σύνεσιν αὐτου̃

1:25 ἐν θησαυροι̃ς σοφίας παραβολαὶ ἐπιστήμης βδέλυγμα δὲ ἁμαρτωλω̨̃ θεοσέβεια

1:26 ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς καὶ κύριος χορηγήσει σοι αὐτήν

1:27 σοφία γὰρ καὶ παιδεία φόβος κυρίου καὶ ἡ εὐδοκία αὐτου̃ πίστις καὶ πραότης

1:28 μὴ ἀπειθήση̨ς φόβω̨ κυρίου καὶ μὴ προσέλθη̨ς αὐτω̨̃ ἐν καρδία̨ δισση̨̃

1:29 μὴ ὑποκριθη̨̃ς ἐν στόμασιν ἀνθρώπων καὶ ἐν τοι̃ς χείλεσίν σου πρόσεχε

1:30 μὴ ἐξύψου σεαυτόν ἵνα μὴ πέση̨ς καὶ ἐπαγάγη̨ς τη̨̃ ψυχη̨̃ σου ἀτιμίαν καὶ ἀποκαλύψει κύριος τὰ κρυπτά σου καὶ ἐν μέσω̨ συναγωγη̃ς καταβαλει̃ σε ὅτι οὐ προση̃λθες φόβω̨ κυρίου καὶ ἡ καρδία σου πλήρης δόλου

2:1 τέκνον εἰ προσέρχη̨ δουλεύειν κυρίω̨ ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν

2:2 εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύση̨ς ἐν καιρω̨̃ ἐπαγωγη̃ς

2:3 κολλήθητι αὐτω̨̃ καὶ μὴ ἀποστη̨̃ς ἵνα αὐξηθη̨̃ς ἐπ' ἐσχάτων σου

2:4 πα̃ν ὃ ἐὰν ἐπαχθη̨̃ σοι δέξαι καὶ ἐν ἀλλάγμασιν ταπεινώσεώς σου μακροθύμησον

2:5 ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνω̨ ταπεινώσεως

2:6 πίστευσον αὐτω̨̃ καὶ ἀντιλήμψεταί σου εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν

2:7 οἱ φοβούμενοι τὸν κύριον ἀναμείνατε τὸ ἔλεος αὐτου̃ καὶ μὴ ἐκκλίνητε ἵνα μὴ πέσητε

2:8 οἱ φοβούμενοι κύριον πιστεύσατε αὐτω̨̃ καὶ οὐ μὴ πταίση̨ ὁ μισθὸς ὑμω̃ν

2:9 οἱ φοβούμενοι κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰω̃νος καὶ ἔλεος

2:10 ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε τίς ἐνεπίστευσεν κυρίω̨ καὶ κατη̨σχύνθη ἢ τίς ἐνέμεινεν τω̨̃ φόβω̨ αὐτου̃ καὶ ἐγκατελείφθη ἢ τίς ἐπεκαλέσατο αὐτόν καὶ ὑπερει̃δεν αὐτόν

2:11 διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώ̨ζει ἐν καιρω̨̃ θλίψεως

2:12 οὐαὶ καρδίαις δειλαι̃ς καὶ χερσὶν παρειμέναις καὶ ἁμαρτωλω̨̃ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους

2:13 οὐαὶ καρδία̨ παρειμένη̨ ὅτι οὐ πιστεύει διὰ του̃το οὐ σκεπασθήσεται

2:14 οὐαὶ ὑμι̃ν τοι̃ς ἀπολωλεκόσιν τὴν ὑπομονήν καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ κύριος

2:15 οἱ φοβούμενοι κύριον οὐκ ἀπειθήσουσιν ῥημάτων αὐτου̃ καὶ οἱ ἀγαπω̃ντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτου̃

2:16 οἱ φοβούμενοι κύριον ζητήσουσιν εὐδοκίαν αὐτου̃ καὶ οἱ ἀγαπω̃ντες αὐτὸν ἐμπλησθήσονται του̃ νόμου

2:17 οἱ φοβούμενοι κύριον ἑτοιμάσουσιν καρδίας αὐτω̃ν καὶ ἐνώπιον αὐτου̃ ταπεινώσουσιν τὰς ψυχὰς αὐτω̃ν

2:18 ἐμπεσούμεθα εἰς χει̃ρας κυρίου καὶ οὐκ εἰς χει̃ρας ἀνθρώπων ὡς γὰρ ἡ μεγαλωσύνη αὐτου̃ οὕτως καὶ τὸ ἔλεος αὐτου̃

3:1 ἐμου̃ του̃ πατρὸς ἀκούσατε τέκνα καὶ οὕτως ποιήσατε ἵνα σωθη̃τε

3:2 ὁ γὰρ κύριος ἐδόξασεν πατέρα ἐπὶ τέκνοις καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφ' υἱοι̃ς

3:3 ὁ τιμω̃ν πατέρα ἐξιλάσκεται ἁμαρτίας

3:4 καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτου̃

3:5 ὁ τιμω̃ν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων καὶ ἐν ἡμέρα̨ προσευχη̃ς αὐτου̃ εἰσακουσθήσεται

3:6 ὁ δοξάζων πατέρα μακροημερεύσει καὶ ὁ εἰσακούων κυρίου ἀναπαύσει μητέρα αὐτου̃

3:7 καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοι̃ς γεννήσασιν αὐτόν

3:8 ἐν ἔργω̨ καὶ λόγω̨ τίμα τὸν πατέρα σου ἵνα ἐπέλθη̨ σοι εὐλογία παρ' αὐτου̃

3:9 εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων κατάρα δὲ μητρὸς ἐκριζοι̃ θεμέλια

3:10 μὴ δοξάζου ἐν ἀτιμία̨ πατρός σου οὐ γάρ ἐστίν σοι δόξα πατρὸς ἀτιμία

3:11 ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμη̃ς πατρὸς αὐτου̃ καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξία̨

3:12 τέκνον ἀντιλαβου̃ ἐν γήρα̨ πατρός σου καὶ μὴ λυπήση̨ς αὐτὸν ἐν τη̨̃ ζωη̨̃ αὐτου̃

3:13 κἂν ἀπολείπη̨ σύνεσιν συγγνώμην ἔχε καὶ μὴ ἀτιμάση̨ς αὐτὸν ἐν πάση̨ ἰσχύι σου

3:14 ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται καὶ ἀντὶ ἁμαρτιω̃ν προσανοικοδομηθήσεταί σοι

3:15 ἐν ἡμέρα̨ θλίψεώς σου ἀναμνησθήσεταί σου ὡς εὐδία ἐπὶ παγετω̨̃ οὕτως ἀναλυθήσονταί σου αἱ ἁμαρτίαι

3:16 ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα καὶ κεκατηραμένος ὑπὸ κυρίου ὁ παροργίζων μητέρα αὐτου̃

3:17 τέκνον ἐν πραΰτητι τὰ ἔργα σου διέξαγε καὶ ὑπὸ ἀνθρώπου δεκτου̃ ἀγαπηθήση̨

3:18 ὅσω̨ μέγας εἰ̃ τοσούτω̨ ταπείνου σεαυτόν καὶ ἔναντι κυρίου εὑρήσεις χάριν

3:20 ὅτι μεγάλη ἡ δυναστεία του̃ κυρίου καὶ ὑπὸ τω̃ν ταπεινω̃ν δοξάζεται

3:21 χαλεπώτερά σου μὴ ζήτει καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε

3:22 ἃ προσετάγη σοι ταυ̃τα διανοου̃ οὐ γάρ ἐστίν σοι χρεία τω̃ν κρυπτω̃ν

3:23 ἐν τοι̃ς περισσοι̃ς τω̃ν ἔργων σου μὴ περιεργάζου πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι

3:24 πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόλημψις αὐτω̃ν καὶ ὑπόνοια πονηρὰ ὠλίσθησεν διανοίας αὐτω̃ν

3:26 καρδία σκληρὰ κακωθήσεται ἐπ' ἐσχάτων καὶ ὁ ἀγαπω̃ν κίνδυνον ἐν αὐτω̨̃ ἀπολει̃ται

3:27 καρδία σκληρὰ βαρυνθήσεται πόνοις καὶ ὁ ἁμαρτωλὸς προσθήσει ἁμαρτίαν ἐφ' ἁμαρτίαις

3:28 ἐπαγωγη̨̃ ὑπερηφάνου οὐκ ἔστιν ἴασις φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτω̨̃

3:29 καρδία συνετου̃ διανοηθήσεται παραβολήν καὶ οὐ̃ς ἀκροατου̃ ἐπιθυμία σοφου̃

3:30 πυ̃ρ φλογιζόμενον ἀποσβέσει ὕδωρ καὶ ἐλεημοσύνη ἐξιλάσεται ἁμαρτίας

3:31 ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταυ̃τα καὶ ἐν καιρω̨̃ πτώσεως αὐτου̃ εὑρήσει στήριγμα

4:1 τέκνον τὴν ζωὴν του̃ πτωχου̃ μὴ ἀποστερήση̨ς καὶ μὴ παρελκύση̨ς ὀφθαλμοὺς ἐπιδεει̃ς

4:2 ψυχὴν πεινω̃σαν μὴ λυπήση̨ς καὶ μὴ παροργίση̨ς ἄνδρα ἐν ἀπορία̨ αὐτου̃

4:3 καρδίαν παρωργισμένην μὴ προσταράξη̨ς καὶ μὴ παρελκύση̨ς δόσιν προσδεομένου

4:4 ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου καὶ μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου ἀπὸ πτωχου̃

4:5 ἀπὸ δεομένου μὴ ἀποστρέψη̨ς ὀφθαλμὸν καὶ μὴ δω̨̃ς τόπον ἀνθρώπω̨ καταράσασθαί σε

4:6 καταρωμένου γάρ σε ἐν πικρία̨ ψυχη̃ς αὐτου̃ τη̃ς δεήσεως αὐτου̃ ἐπακούσεται ὁ ποιήσας αὐτόν

4:7 προσφιλη̃ συναγωγη̨̃ σεαυτὸν ποίει καὶ μεγιστα̃νι ταπείνου τὴν κεφαλήν σου

4:8 κλι̃νον πτωχω̨̃ τὸ οὐ̃ς σου καὶ ἀποκρίθητι αὐτω̨̃ εἰρηνικὰ ἐν πραΰτητι

4:9 ἐξελου̃ ἀδικούμενον ἐκ χειρὸς ἀδικου̃ντος καὶ μὴ ὀλιγοψυχήση̨ς ἐν τω̨̃ κρίνειν σε

4:10 γίνου ὀρφανοι̃ς ὡς πατὴρ καὶ ἀντὶ ἀνδρὸς τη̨̃ μητρὶ αὐτω̃ν καὶ ἔση̨ ὡς υἱὸς ὑψίστου καὶ ἀγαπήσει σε μα̃λλον ἢ μήτηρ σου

4:11 ἡ σοφία υἱοὺς αὐτη̃ς ἀνύψωσεν καὶ ἐπιλαμβάνεται τω̃ν ζητου̃ντων αὐτήν

4:12 ὁ ἀγαπω̃ν αὐτὴν ἀγαπα̨̃ ζωήν καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν ἐμπλησθήσονται εὐφροσύνης

4:13 ὁ κρατω̃ν αὐτη̃ς κληρονομήσει δόξαν καὶ οὑ̃ εἰσπορεύεται εὐλογει̃ κύριος

4:14 οἱ λατρεύοντες αὐτη̨̃ λειτουργήσουσιν ἁγίω̨ καὶ τοὺς ἀγαπω̃ντας αὐτὴν ἀγαπα̨̃ ὁ κύριος

4:15 ὁ ὑπακούων αὐτη̃ς κρινει̃ ἔθνη καὶ ὁ προσέχων αὐτη̨̃ κατασκηνώσει πεποιθώς

4:16 ἐὰν ἐμπιστεύση̨ κατακληρονομήσει αὐτήν καὶ ἐν κατασχέσει ἔσονται αἱ γενεαὶ αὐτου̃

4:17 ὅτι διεστραμμένως πορεύσεται μετ' αὐτου̃ ἐν πρώτοις φόβον καὶ δειλίαν ἐπάξει ἐπ' αὐτὸν καὶ βασανίσει αὐτὸν ἐν παιδεία̨ αὐτη̃ς ἕως οὑ̃ ἐμπιστεύση̨ τη̨̃ ψυχη̨̃ αὐτου̃ καὶ πειράσει αὐτὸν ἐν τοι̃ς δικαιώμασιν αὐτη̃ς

4:18 καὶ πάλιν ἐπανήξει κατ' εὐθει̃αν πρὸς αὐτὸν καὶ εὐφρανει̃ αὐτὸν καὶ ἀποκαλύψει αὐτω̨̃ τὰ κρυπτὰ αὐτη̃ς

4:19 ἐὰν ἀποπλανηθη̨̃ ἐγκαταλείψει αὐτὸν καὶ παραδώσει αὐτὸν εἰς χει̃ρας πτώσεως αὐτου̃

4:20 συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηρου̃ καὶ περὶ τη̃ς ψυχη̃ς σου μὴ αἰσχυνθη̨̃ς

4:21 ἔστιν γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις

4:22 μὴ λάβη̨ς πρόσωπον κατὰ τη̃ς ψυχη̃ς σου καὶ μὴ ἐντραπη̨̃ς εἰς πτω̃σίν σου

4:23 μὴ κωλύση̨ς λόγον ἐν καιρω̨̃ χρείας

4:24 ἐν γὰρ λόγω̨ γνωσθήσεται σοφία καὶ παιδεία ἐν ῥήματι γλώσσης

4:25 μὴ ἀντίλεγε τη̨̃ ἀληθεία̨ καὶ περὶ τη̃ς ἀπαιδευσίας σου ἐντράπηθι

4:26 μὴ αἰσχυνθη̨̃ς ὁμολογη̃σαι ἐφ' ἁμαρτίαις σου καὶ μὴ βιάζου ῥου̃ν ποταμου̃

4:27 καὶ μὴ ὑποστρώση̨ς ἀνθρώπω̨ μωρω̨̃ σεαυτὸν καὶ μὴ λάβη̨ς πρόσωπον δυνάστου

4:28 ἕως θανάτου ἀγώνισαι περὶ τη̃ς ἀληθείας καὶ κύριος ὁ θεὸς πολεμήσει ὑπὲρ σου̃

4:29 μὴ γίνου θρασὺς ἐν γλώσση̨ σου καὶ νωθρὸς καὶ παρειμένος ἐν τοι̃ς ἔργοις σου

4:30 μὴ ἴσθι ὡς λέων ἐν τω̨̃ οἴκω̨ σου καὶ φαντασιοκοπω̃ν ἐν τοι̃ς οἰκέταις σου

4:31 μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβει̃ν καὶ ἐν τω̨̃ ἀποδιδόναι συνεσταλμένη

5:1 μὴ ἔπεχε ἐπὶ τοι̃ς χρήμασίν σου καὶ μὴ εἴπη̨ς αὐτάρκη μοί ἐστιν

5:2 μὴ ἐξακολούθει τη̨̃ ψυχη̨̃ σου καὶ τη̨̃ ἰσχύι σου πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου

5:3 καὶ μὴ εἴπη̨ς τίς με δυναστεύσει ὁ γὰρ κύριος ἐκδικω̃ν ἐκδικήσει

5:4 μὴ εἴπη̨ς ἥμαρτον καὶ τί μοι ἐγένετο ὁ γὰρ κύριός ἐστιν μακρόθυμος

5:5 περὶ ἐξιλασμου̃ μὴ ἄφοβος γίνου προσθει̃ναι ἁμαρτίαν ἐφ' ἁμαρτίαις

5:6 καὶ μὴ εἴπη̨ς ὁ οἰκτιρμὸς αὐτου̃ πολύς τὸ πλη̃θος τω̃ν ἁμαρτιω̃ν μου ἐξιλάσεται ἔλεος γὰρ καὶ ὀργὴ παρ' αὐτω̨̃ καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτου̃

5:7 μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς κύριον καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ κυρίου καὶ ἐν καιρω̨̃ ἐκδικήσεως ἐξολη̨̃

5:8 μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις οὐδὲν γὰρ ὠφελήσει σε ἐν ἡμέρα̨ ἐπαγωγη̃ς

5:9 μὴ λίκμα ἐν παντὶ ἀνέμω̨ καὶ μὴ πορεύου ἐν πάση̨ ἀτραπω̨̃ οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος

5:10 ἴσθι ἐστηριγμένος ἐν συνέσει σου καὶ εἱ̃ς ἔστω σου ὁ λόγος

5:11 γίνου ταχὺς ἐν ἀκροάσει σου καὶ ἐν μακροθυμία̨ φθέγγου ἀπόκρισιν

5:12 εἰ ἔστιν σοι σύνεσις ἀποκρίθητι τω̨̃ πλησίον εἰ δὲ μή ἡ χείρ σου ἔστω ἐπὶ τω̨̃ στόματί σου

5:13 δόξα καὶ ἀτιμία ἐν λαλια̨̃ καὶ γλω̃σσα ἀνθρώπου πτω̃σις αὐτω̨̃

5:14 μὴ κληθη̨̃ς ψίθυρος καὶ τη̨̃ γλώσση̨ σου μὴ ἐνέδρευε ἐπὶ γὰρ τω̨̃ κλέπτη̨ ἐστὶν αἰσχύνη καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου

5:15 ἐν μεγάλω̨ καὶ ἐν μικρω̨̃ μὴ ἀγνόει καὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος

6:2 μὴ ἐπάρη̨ς σεαυτὸν ἐν βουλη̨̃ ψυχη̃ς σου ἵνα μὴ διαρπαγη̨̃ ὡς ταυ̃ρος ἡ ψυχή σου

6:3 τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν

6:4 ψυχὴ πονηρὰ ἀπολει̃ τὸν κτησάμενον αὐτὴν καὶ ἐπίχαρμα ἐχθρω̃ν ποιήσει αὐτόν

6:5 λάρυγξ γλυκὺς πληθυνει̃ φίλους αὐτου̃ καὶ γλω̃σσα εὔλαλος πληθυνει̃ εὐπροσήγορα

6:6 οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί οἱ δὲ σύμβουλοί σου εἱ̃ς ἀπὸ χιλίων

6:7 εἰ κτα̃σαι φίλον ἐν πειρασμω̨̃ κτη̃σαι αὐτὸν καὶ μὴ ταχὺ ἐμπιστεύση̨ς αὐτω̨̃

6:8 ἔστιν γὰρ φίλος ἐν καιρω̨̃ αὐτου̃ καὶ οὐ μὴ παραμείνη̨ ἐν ἡμέρα̨ θλίψεώς σου

6:9 καὶ ἔστιν φίλος μετατιθέμενος εἰς ἔχθραν καὶ μάχην ὀνειδισμου̃ σου ἀποκαλύψει

6:10 καὶ ἔστιν φίλος κοινωνὸς τραπεζω̃ν καὶ οὐ μὴ παραμείνη̨ ἐν ἡμέρα̨ θλίψεώς σου

6:11 καὶ ἐν τοι̃ς ἀγαθοι̃ς σου ἔσται ὡς σὺ καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται

6:12 ἐὰν ταπεινωθη̨̃ς ἔσται κατὰ σου̃ καὶ ἀπὸ του̃ προσώπου σου κρυβήσεται

6:13 ἀπὸ τω̃ν ἐχθρω̃ν σου διαχωρίσθητι καὶ ἀπὸ τω̃ν φίλων σου πρόσεχε

6:14 φίλος πιστὸς σκέπη κραταιά ὁ δὲ εὑρὼν αὐτὸν εὑ̃ρεν θησαυρόν

6:15 φίλου πιστου̃ οὐκ ἔστιν ἀντάλλαγμα καὶ οὐκ ἔστιν σταθμὸς τη̃ς καλλονη̃ς αὐτου̃

6:16 φίλος πιστὸς φάρμακον ζωη̃ς καὶ οἱ φοβούμενοι κύριον εὑρήσουσιν αὐτόν

6:17 ὁ φοβούμενος κύριον εὐθυνει̃ φιλίαν αὐτου̃ ὅτι κατ' αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτου̃

6:18 τέκνον ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν καὶ ἕως πολιω̃ν εὑρήσεις σοφίαν

6:19 ὡς ὁ ἀροτριω̃ν καὶ ὁ σπείρων πρόσελθε αὐτη̨̃ καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτη̃ς ἐν γὰρ τη̨̃ ἐργασία̨ αὐτη̃ς ὀλίγον κοπιάσεις καὶ ταχὺ φάγεσαι τω̃ν γενημάτων αὐτη̃ς

6:20 ὡς τραχει̃ά ἐστιν σφόδρα τοι̃ς ἀπαιδεύτοις καὶ οὐκ ἐμμενει̃ ἐν αὐτη̨̃ ἀκάρδιος

6:21 ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ' αὐτω̨̃ καὶ οὐ χρονιει̃ ἀπορρι̃ψαι αὐτήν

6:22 σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτη̃ς ἐστιν καὶ οὐ πολλοι̃ς ἐστιν φανερά

6:23 ἄκουσον τέκνον καὶ ἔκδεξαι γνώμην μου καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου

6:24 καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτη̃ς καὶ εἰς τὸν κλοιὸν αὐτη̃ς τὸν τράχηλόν σου

6:25 ὑπόθες τὸν ὠ̃μόν σου καὶ βάσταξον αὐτὴν καὶ μὴ προσοχθίση̨ς τοι̃ς δεσμοι̃ς αὐτη̃ς

6:26 ἐν πάση̨ ψυχη̨̃ σου πρόσελθε αὐτη̨̃ καὶ ἐν ὅλη̨ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτη̃ς

6:27 ἐξίχνευσον καὶ ζήτησον καὶ γνωσθήσεταί σοι καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφη̨̃ς αὐτήν

6:28 ἐπ' ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτη̃ς καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην

6:29 καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος καὶ οἱ κλοιοὶ αὐτη̃ς εἰς στολὴν δόξης

6:30 κόσμος γὰρ χρύσεός ἐστιν ἐπ' αὐτη̃ς καὶ οἱ δεσμοὶ αὐτη̃ς κλω̃σμα ὑακίνθινον

6:31 στολὴν δόξης ἐνδύση̨ αὐτὴν καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτω̨̃

6:32 ἐὰν θέλη̨ς τέκνον παιδευθήση̨ καὶ ἐὰν ἐπιδω̨̃ς τὴν ψυχήν σου πανου̃ργος ἔση̨

6:33 ἐὰν ἀγαπήση̨ς ἀκούειν ἐκδέξη̨ καὶ ἐὰν κλίνη̨ς τὸ οὐ̃ς σου σοφὸς ἔση̨

6:34 ἐν πλήθει πρεσβυτέρων στη̃θι καὶ τίς σοφός αὐτω̨̃ προσκολλήθητι

6:35 πα̃σαν διήγησιν θείαν θέλε ἀκροα̃σθαι καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε

6:36 ἐὰν ἴδη̨ς συνετόν ὄρθριζε πρὸς αὐτόν καὶ βαθμοὺς θυρω̃ν αὐτου̃ ἐκτριβέτω ὁ πούς σου

6:37 διανοου̃ ἐν τοι̃ς προστάγμασιν κυρίου καὶ ἐν ται̃ς ἐντολαι̃ς αὐτου̃ μελέτα διὰ παντός αὐτὸς στηριει̃ τὴν καρδίαν σου καὶ ἡ ἐπιθυμία τη̃ς σοφίας δοθήσεταί σοι

7:1 μὴ ποίει κακά καὶ οὐ μή σε καταλάβη̨ κακόν

7:2 ἀπόστηθι ἀπὸ ἀδίκου καὶ ἐκκλινει̃ ἀπὸ σου̃

7:3 υἱέ μὴ σπει̃ρε ἐπ' αὔλακας ἀδικίας καὶ οὐ μὴ θερίση̨ς αὐτὰ ἑπταπλασίως

7:4 μὴ ζήτει παρὰ κυρίου ἡγεμονίαν μηδὲ παρὰ βασιλέως καθέδραν δόξης

7:5 μὴ δικαιου̃ ἔναντι κυρίου καὶ παρὰ βασιλει̃ μὴ σοφίζου

7:6 μὴ ζήτει γενέσθαι κριτής μὴ οὐκ ἰσχύσεις ἐξα̃ραι ἀδικίας μήποτε εὐλαβηθη̨̃ς ἀπὸ προσώπου δυνάστου καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου

7:7 μὴ ἁμάρτανε εἰς πλη̃θος πόλεως καὶ μὴ καταβάλη̨ς σεαυτὸν ἐν ὄχλω̨

7:8 μὴ καταδεσμεύση̨ς δὶς ἁμαρτίαν ἐν γὰρ τη̨̃ μια̨̃ οὐκ ἀθω̨̃ος ἔση̨

7:9 μὴ εἴπη̨ς τω̨̃ πλήθει τω̃ν δώρων μου ἐπόψεται καὶ ἐν τω̨̃ προσενέγκαι με θεω̨̃ ὑψίστω̨ προσδέξεται

7:10 μὴ ὀλιγοψυχήση̨ς ἐν τη̨̃ προσευχη̨̃ σου καὶ ἐλεημοσύνην ποιη̃σαι μὴ παρίδη̨ς

7:11 μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρία̨ ψυχη̃ς αὐτου̃ ἔστιν γὰρ ὁ ταπεινω̃ν καὶ ἀνυψω̃ν

7:12 μὴ ἀροτρία ψευ̃δος ἐπ' ἀδελφω̨̃ σου μηδὲ φίλω̨ τὸ ὅμοιον ποίει

7:13 μὴ θέλε ψεύδεσθαι πα̃ν ψευ̃δος ὁ γὰρ ἐνδελεχισμὸς αὐτου̃ οὐκ εἰς ἀγαθόν

7:14 μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώση̨ς λόγον ἐν προσευχη̨̃ σου

7:15 μὴ μισήση̨ς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ ὑψίστου ἐκτισμένην

7:16 μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλω̃ν μνήσθητι ὅτι ὀργὴ οὐ χρονιει̃

7:17 ταπείνωσον σφόδρα τὴν ψυχήν σου ὅτι ἐκδίκησις ἀσεβου̃ς πυ̃ρ καὶ σκώληξ

7:18 μὴ ἀλλάξη̨ς φίλον ἕνεκεν διαφόρου μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίω̨ Σουφιρ

7:19 μὴ ἀστόχει γυναικὸς σοφη̃ς καὶ ἀγαθη̃ς ἡ γὰρ χάρις αὐτη̃ς ὑπὲρ τὸ χρυσίον

7:20 μὴ κακώση̨ς οἰκέτην ἐργαζόμενον ἐν ἀληθεία̨ μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτου̃

7:21 οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή μὴ στερήση̨ς αὐτὸν ἐλευθερίας

7:22 κτήνη σοί ἐστιν ἐπισκέπτου αὐτά καὶ εἰ ἔστιν σοι χρήσιμα ἐμμενέτω σοι

7:23 τέκνα σοί ἐστιν παίδευσον αὐτὰ καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτω̃ν

7:24 θυγατέρες σοί εἰσιν πρόσεχε τω̨̃ σώματι αὐτω̃ν καὶ μὴ ἱλαρώση̨ς πρὸς αὐτὰς τὸ πρόσωπόν σου

7:25 ἔκδου θυγατέρα καὶ ἔση̨ τετελεκὼς ἔργον μέγα καὶ ἀνδρὶ συνετω̨̃ δώρησαι αὐτήν

7:26 γυνή σοί ἐστιν κατὰ ψυχήν μὴ ἐκβάλη̨ς αὐτήν καὶ μισουμένη̨ μὴ ἐμπιστεύση̨ς σεαυτόν

7:27 ἐν ὅλη̨ καρδία̨ σου δόξασον τὸν πατέρα σου καὶ μητρὸς ὠδι̃νας μὴ ἐπιλάθη̨

7:28 μνήσθητι ὅτι δι' αὐτω̃ν ἐγεννήθης καὶ τί ἀνταποδώσεις αὐτοι̃ς καθὼς αὐτοὶ σοί

7:29 ἐν ὅλη̨ ψυχη̨̃ σου εὐλαβου̃ τὸν κύριον καὶ τοὺς ἱερει̃ς αὐτου̃ θαύμαζε

7:30 ἐν ὅλη̨ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτου̃ μὴ ἐγκαταλίπη̨ς

7:31 φοβου̃ τὸν κύριον καὶ δόξασον ἱερέα καὶ δὸς τὴν μερίδα αὐτω̨̃ καθὼς ἐντέταλταί σοι ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμου̃ καὶ ἀπαρχὴν ἁγίων

7:32 καὶ πτωχω̨̃ ἔκτεινον τὴν χει̃ρά σου ἵνα τελειωθη̨̃ ἡ εὐλογία σου

7:33 χάρις δόματος ἔναντι παντὸς ζω̃ντος καὶ ἐπὶ νεκρω̨̃ μὴ ἀποκωλύση̨ς χάριν

7:34 μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον

7:35 μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον ἄνθρωπον ἐκ γὰρ τω̃ν τοιούτων ἀγαπηθήση̨

7:36 ἐν πα̃σι τοι̃ς λόγοις σου μιμνή̨σκου τὰ ἔσχατά σου καὶ εἰς τὸν αἰω̃να οὐχ ἁμαρτήσεις

8:1 μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου μήποτε ἐμπέση̨ς εἰς τὰς χει̃ρας αὐτου̃

8:2 μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου μήποτε ἀντιστήση̨ σου τὴν ὁλκήν πολλοὺς γὰρ ἀπώλεσεν τὸ χρυσίον καὶ καρδίας βασιλέων ἐξέκλινεν

8:3 μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους καὶ μὴ ἐπιστοιβάση̨ς ἐπὶ τὸ πυ̃ρ αὐτου̃ ξύλα

8:4 μὴ πρόσπαιζε ἀπαιδεύτω̨ ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου

8:5 μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις

8:6 μὴ ἀτιμάση̨ς ἄνθρωπον ἐν γήρα̨ αὐτου̃ καὶ γὰρ ἐξ ἡμω̃ν γηράσκουσιν

8:7 μὴ ἐπίχαιρε ἐπὶ νεκρω̨̃ μνήσθητι ὅτι πάντες τελευτω̃μεν

8:8 μὴ παρίδη̨ς διήγημα σοφω̃ν καὶ ἐν ται̃ς παροιμίαις αὐτω̃ν ἀναστρέφου ὅτι παρ' αὐτω̃ν μαθήση̨ παιδείαν καὶ λειτουργη̃σαι μεγιστα̃σιν

8:9 μὴ ἀστόχει διηγήματος γερόντων καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τω̃ν πατέρων αὐτω̃ν ὅτι παρ' αὐτω̃ν μαθήση̨ σύνεσιν καὶ ἐν καιρω̨̃ χρείας δου̃ναι ἀπόκρισιν

8:10 μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλου̃ μὴ ἐμπυρισθη̨̃ς ἐν πυρὶ φλογὸς αὐτου̃

8:11 μὴ ἐξαναστη̨̃ς ἀπὸ προσώπου ὑβριστου̃ ἵνα μὴ ἐγκαθίση̨ ὡς ἔνεδρον τω̨̃ στόματί σου

8:12 μὴ δανείση̨ς ἀνθρώπω̨ ἰσχυροτέρω̨ σου καὶ ἐὰν δανείση̨ς ὡς ἀπολωλεκὼς γίνου

8:13 μὴ ἐγγυήση̨ ὑπὲρ δύναμίν σου καὶ ἐὰν ἐγγυήση̨ ὡς ἀποτείσων φρόντιζε

8:14 μὴ δικάζου μετὰ κριτου̃ κατὰ γὰρ τὴν δόξαν αὐτου̃ κρινου̃σιν αὐτω̨̃

8:15 μετὰ τολμηρου̃ μὴ πορεύου ἐν ὁδω̨̃ ἵνα μὴ βαρύνηται κατὰ σου̃ αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτου̃ ποιήσει καὶ τη̨̃ ἀφροσύνη̨ αὐτου̃ συναπολη̨̃

8:16 μετὰ θυμώδους μὴ ποιήση̨ς μάχην καὶ μὴ διαπορεύου μετ' αὐτου̃ τὴν ἔρημον ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοι̃ς αὐτου̃ αἱ̃μα καὶ ὅπου οὐκ ἔστιν βοήθεια καταβαλει̃ σε

8:17 μετὰ μωρου̃ μὴ συμβουλεύου οὐ γὰρ δυνήσεται λόγον στέξαι

8:18 ἐνώπιον ἀλλοτρίου μὴ ποιήση̨ς κρυπτόν οὐ γὰρ γινώσκεις τί τέξεται

8:19 παντὶ ἀνθρώπω̨ μὴ ἔκφαινε σὴν καρδίαν καὶ μὴ ἀναφερέτω σοι χάριν

9:1 μὴ ζήλου γυναι̃κα του̃ κόλπου σου μηδὲ διδάξη̨ς ἐπὶ σεαυτὸν παιδείαν πονηράν

9:2 μὴ δω̨̃ς γυναικὶ τὴν ψυχήν σου ἐπιβη̃ναι αὐτὴν ἐπὶ τὴν ἰσχύν σου

9:3 μὴ ὑπάντα γυναικὶ ἑταιριζομένη̨ μήποτε ἐμπέση̨ς εἰς τὰς παγίδας αὐτη̃ς

9:4 μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε μήποτε ἁλω̨̃ς ἐν τοι̃ς ἐπιχειρήμασιν αὐτη̃ς

9:5 παρθένον μὴ καταμάνθανε μήποτε σκανδαλισθη̨̃ς ἐν τοι̃ς ἐπιτιμίοις αὐτη̃ς

9:6 μὴ δω̨̃ς πόρναις τὴν ψυχήν σου ἵνα μὴ ἀπολέση̨ς τὴν κληρονομίαν σου

9:7 μὴ περιβλέπου ἐν ῥύμαις πόλεως καὶ ἐν ται̃ς ἐρήμοις αὐτη̃ς μὴ πλανω̃

9:8 ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν καὶ ἐκ τούτου φιλία ὡς πυ̃ρ ἀνακαίεται

9:9 μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον καὶ μὴ συμβολοκοπήση̨ς μετ' αὐτη̃ς ἐν οἴνω̨ μήποτε ἐκκλίνη̨ ἡ ψυχή σου ἐπ' αὐτὴν καὶ τω̨̃ πνεύματί σου ὀλίσθη̨ς εἰς ἀπώλειαν

9:10 μὴ ἐγκαταλίπη̨ς φίλον ἀρχαι̃ον ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ἔφισος αὐτω̨̃ οἰ̃νος νέος φίλος νέος ἐὰν παλαιωθη̨̃ μετ' εὐφροσύνης πίεσαι αὐτόν

9:11 μὴ ζηλώση̨ς δόξαν ἁμαρτωλου̃ οὐ γὰρ οἰ̃δας τί ἔσται ἡ καταστροφὴ αὐτου̃

9:12 μὴ εὐδοκήση̨ς ἐν εὐδοκία̨ ἀσεβω̃ν μνήσθητι ὅτι ἕως ἅ̨δου οὐ μὴ δικαιωθω̃σιν

9:13 μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου ὃς ἔχει ἐξουσίαν του̃ φονεύειν καὶ οὐ μὴ ὑποπτεύση̨ς φόβον θανάτου κἂν προσέλθη̨ς μὴ πλημμελήση̨ς ἵνα μὴ ἀφέληται τὴν ζωήν σου ἐπίγνωθι ὅτι ἐν μέσω̨ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατει̃ς

9:14 κατὰ τὴν ἰσχύν σου στόχασαι τοὺς πλησίον καὶ μετὰ σοφω̃ν συμβουλεύου

9:15 μετὰ συνετω̃ν ἔστω ὁ διαλογισμός σου καὶ πα̃σα διήγησίς σου ἐν νόμω̨ ὑψίστου

9:16 ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου καὶ ἐν φόβω̨ κυρίου ἔστω τὸ καύχημά σου

9:17 ἐν χειρὶ τεχνιτω̃ν ἔργον ἐπαινεσθήσεται καὶ ὁ ἡγούμενος λαου̃ σοφὸς ἐν λόγω̨ αὐτου̃

9:18 φοβερὸς ἐν πόλει αὐτου̃ ἀνὴρ γλωσσώδης καὶ ὁ προπετὴς ἐν λόγω̨ αὐτου̃ μισηθήσεται

10:1 κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτου̃ καὶ ἡγεμονία συνετου̃ τεταγμένη ἔσται

10:2 κατὰ τὸν κριτὴν του̃ λαου̃ οὕτως καὶ οἱ λειτουργοὶ αὐτου̃ καὶ κατὰ τὸν ἡγούμενον τη̃ς πόλεως πάντες οἱ κατοικου̃ντες αὐτήν

10:3 βασιλεὺς ἀπαίδευτος ἀπολει̃ τὸν λαὸν αὐτου̃ καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστω̃ν

10:4 ἐν χειρὶ κυρίου ἡ ἐξουσία τη̃ς γη̃ς καὶ τὸν χρήσιμον ἐγερει̃ εἰς καιρὸν ἐπ' αὐτη̃ς

10:5 ἐν χειρὶ κυρίου εὐοδία ἀνδρός καὶ προσώπω̨ γραμματέως ἐπιθήσει δόξαν αὐτου̃

10:6 ἐπὶ παντὶ ἀδικήματι μὴ μηνιάση̨ς τω̨̃ πλησίον καὶ μὴ πρα̃σσε μηδὲν ἐν ἔργοις ὕβρεως

10:7 μισητὴ ἔναντι κυρίου καὶ ἀνθρώπων ὑπερηφανία καὶ ἐξ ἀμφοτέρων πλημμελὴς ἡ ἀδικία

10:8 βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα

10:9 τί ὑπερηφανεύεται γη̃ καὶ σποδός ὅτι ἐν ζωη̨̃ ἔρριψα τὰ ἐνδόσθια αὐτου̃

10:10 μακρὸν ἀρρώστημα σκώπτει ἰατρός καὶ βασιλεὺς σήμερον καὶ αὔριον τελευτήσει

10:11 ἐν γὰρ τω̨̃ ἀποθανει̃ν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας

10:12 ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφίστασθαι ἀπὸ κυρίου καὶ ἀπὸ του̃ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτου̃

10:13 ὅτι ἀρχὴ ὑπερηφανίας ἁμαρτία καὶ ὁ κρατω̃ν αὐτη̃ς ἐξομβρήσει βδέλυγμα διὰ του̃το παρεδόξασεν κύριος τὰς ἐπαγωγὰς καὶ κατέστρεψεν εἰς τέλος αὐτούς

10:14 θρόνους ἀρχόντων καθει̃λεν ὁ κύριος καὶ ἐκάθισεν πραει̃ς ἀντ' αὐτω̃ν

10:15 ῥίζας ἐθνω̃ν ἐξέτιλεν ὁ κύριος καὶ ἐφύτευσεν ταπεινοὺς ἀντ' αὐτω̃ν

10:16 χώρας ἐθνω̃ν κατέστρεψεν ὁ κύριος καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γη̃ς

10:17 ἐξη̃ρεν ἐξ αὐτω̃ν καὶ ἀπώλεσεν αὐτοὺς καὶ κατέπαυσεν ἀπὸ γη̃ς τὸ μνημόσυνον αὐτω̃ν

10:18 οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία οὐδὲ ὀργὴ θυμου̃ γεννήμασιν γυναικω̃ν

10:19 σπέρμα ἔντιμον ποι̃ον σπέρμα ἀνθρώπου σπέρμα ἔντιμον ποι̃ον οἱ φοβούμενοι τὸν κύριον σπέρμα ἄτιμον ποι̃ον σπέρμα ἀνθρώπου σπέρμα ἄτιμον ποι̃ον οἱ παραβαίνοντες ἐντολάς

10:20 ἐν μέσω̨ ἀδελφω̃ν ὁ ἡγούμενος αὐτω̃ν ἔντιμος καὶ οἱ φοβούμενοι κύριον ἐν ὀφθαλμοι̃ς αὐτου̃

10:22 πλούσιος καὶ ἔνδοξος καὶ πτωχός τὸ καύχημα αὐτω̃ν φόβος κυρίου

10:23 οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν καὶ οὐ καθήκει δοξάσαι ἄνδρα ἁμαρτωλόν

10:24 μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασθήσεται καὶ οὐκ ἔστιν αὐτω̃ν τις μείζων του̃ φοβουμένου τὸν κύριον

10:25 οἰκέτη̨ σοφω̨̃ ἐλεύθεροι λειτουργήσουσιν καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει

10:26 μὴ σοφίζου ποιη̃σαι τὸ ἔργον σου καὶ μὴ δοξάζου ἐν καιρω̨̃ στενοχωρίας σου

10:27 κρείσσων ἐργαζόμενος καὶ περισσεύων ἐν πα̃σιν ἢ περιπατω̃ν δοξαζόμενος καὶ ἀπορω̃ν ἄρτων

10:28 τέκνον ἐν πραΰτητι δόξασον τὴν ψυχήν σου καὶ δὸς αὐτη̨̃ τιμὴν κατὰ τὴν ἀξίαν αὐτη̃ς

10:29 τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτου̃ τίς δικαιώσει καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτου̃

10:30 πτωχὸς δοξάζεται δι' ἐπιστήμην αὐτου̃ καὶ πλούσιος δοξάζεται διὰ τὸν πλου̃τον αὐτου̃

10:31 ὁ δεδοξασμένος ἐν πτωχεία̨ καὶ ἐν πλούτω̨ ποσαχω̃ς καὶ ὁ ἄδοξος ἐν πλούτω̨ καὶ ἐν πτωχεία̨ ποσαχω̃ς

11:1 σοφία ταπεινου̃ ἀνυψώσει κεφαλὴν αὐτου̃ καὶ ἐν μέσω̨ μεγιστάνων καθίσει αὐτόν

11:2 μὴ αἰνέση̨ς ἄνδρα ἐν κάλλει αὐτου̃ καὶ μὴ βδελύξη̨ ἄνθρωπον ἐν ὁράσει αὐτου̃

11:3 μικρὰ ἐν πετεινοι̃ς μέλισσα καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτη̃ς

11:4 ἐν περιβολη̨̃ ἱματίων μὴ καυχήση̨ καὶ ἐν ἡμέρα̨ δόξης μὴ ἐπαίρου ὅτι θαυμαστὰ τὰ ἔργα κυρίου καὶ κρυπτὰ τὰ ἔργα αὐτου̃ ἀνθρώποις

11:5 πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους ὁ δὲ ἀνυπονόητος ἐφόρεσεν διάδημα

11:6 πολλοὶ δυνάσται ἠτιμάσθησαν σφόδρα καὶ ἔνδοξοι παρεδόθησαν εἰς χει̃ρας ἑτέρων

11:7 πρὶν ἐξετάση̨ς μὴ μέμψη̨ νόησον πρω̃τον καὶ τότε ἐπιτίμα

11:8 πρὶν ἢ ἀκου̃σαι μὴ ἀποκρίνου καὶ ἐν μέσω̨ λόγων μὴ παρεμβάλλου

11:9 περὶ πράγματος οὑ̃ οὐκ ἔστιν σοι χρεία μὴ ἔριζε καὶ ἐν κρίσει ἁμαρτωλω̃ν μὴ συνέδρευε

11:10 τέκνον μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου ἐὰν πληθύνη̨ς οὐκ ἀθω̨ωθήση̨ καὶ ἐὰν διώκη̨ς οὐ μὴ καταλάβη̨ς καὶ οὐ μὴ ἐκφύγη̨ς διαδράς

11:11 ἔστιν κοπιω̃ν καὶ πονω̃ν καὶ σπεύδων καὶ τόσω̨ μα̃λλον ὑστερει̃ται

11:12 ἔστιν νωθρὸς προσδεόμενος ἀντιλήμψεως ὑστερω̃ν ἰσχύι καὶ πτωχεία̨ περισσεύει καὶ οἱ ὀφθαλμοὶ κυρίου ἐπέβλεψαν αὐτω̨̃ εἰς ἀγαθά καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτου̃

11:13 καὶ ἀνύψωσεν κεφαλὴν αὐτου̃ καὶ ἀπεθαύμασαν ἐπ' αὐτω̨̃ πολλοί

11:14 ἀγαθὰ καὶ κακά ζωὴ καὶ θάνατος πτωχεία καὶ πλου̃τος παρὰ κυρίου ἐστίν

11:17 δόσις κυρίου παραμένει εὐσεβέσιν καὶ ἡ εὐδοκία αὐτου̃ εἰς τὸν αἰω̃να εὐοδωθήσεται

11:18 ἔστιν πλουτω̃ν ἀπὸ προσοχη̃ς καὶ σφιγγίας αὐτου̃ καὶ αὕτη ἡ μερὶς του̃ μισθου̃ αὐτου̃

11:19 ἐν τω̨̃ εἰπει̃ν αὐτόν εὑ̃ρον ἀνάπαυσιν καὶ νυ̃ν φάγομαι ἐκ τω̃ν ἀγαθω̃ν μου καὶ οὐκ οἰ̃δεν τίς καιρὸς παρελεύσεται καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανει̃ται

11:20 στη̃θι ἐν διαθήκη̨ σου καὶ ὁμίλει ἐν αὐτη̨̃ καὶ ἐν τω̨̃ ἔργω̨ σου παλαιώθητι

11:21 μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλου̃ πίστευε δὲ κυρίω̨ καὶ ἔμμενε τω̨̃ πόνω̨ σου ὅτι κου̃φον ἐν ὀφθαλμοι̃ς κυρίου διὰ τάχους ἐξάπινα πλουτίσαι πένητα

11:22 εὐλογία κυρίου ἐν μισθω̨̃ εὐσεβου̃ς καὶ ἐν ὥρα̨ ταχινη̨̃ ἀναθάλλει εὐλογίαν αὐτου̃

11:23 μὴ εἴπη̨ς τίς ἐστίν μου χρεία καὶ τίνα ἀπὸ του̃ νυ̃ν ἔσται μου τὰ ἀγαθά

11:24 μὴ εἴπη̨ς αὐτάρκη μοί ἐστιν καὶ τί ἀπὸ του̃ νυ̃ν κακωθήσομαι

11:25 ἐν ἡμέρα̨ ἀγαθω̃ν ἀμνησία κακω̃ν καὶ ἐν ἡμέρα̨ κακω̃ν οὐ μνησθήσεται ἀγαθω̃ν

11:26 ὅτι κου̃φον ἔναντι κυρίου ἐν ἡμέρα̨ τελευτη̃ς ἀποδου̃ναι ἀνθρώπω̨ κατὰ τὰς ὁδοὺς αὐτου̃

11:27 κάκωσις ὥρας ἐπιλησμονὴν ποιει̃ τρυφη̃ς καὶ ἐν συντελεία̨ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτου̃

11:28 πρὸ τελευτη̃ς μὴ μακάριζε μηδένα καὶ ἐν τέκνοις αὐτου̃ γνωσθήσεται ἀνήρ

11:29 μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἰ̃κόν σου πολλὰ γὰρ τὰ ἔνεδρα του̃ δολίου

11:30 πέρδιξ θηρευτὴς ἐν καρτάλλω̨ οὕτως καρδία ὑπερηφάνου καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτω̃σιν

11:31 τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει καὶ ἐν τοι̃ς αἱρετοι̃ς ἐπιθήσει μω̃μον

11:32 ἀπὸ σπινθη̃ρος πυρὸς πληθύνεται ἀνθρακιά καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἱ̃μα ἐνεδρεύει

11:33 πρόσεχε ἀπὸ κακούργου πονηρὰ γὰρ τεκταίνει μήποτε μω̃μον εἰς τὸν αἰω̃να δω̨̃ σοι

11:34 ἐνοίκισον ἀλλότριον καὶ διαστρέψει σε ἐν ταραχαι̃ς καὶ ἀπαλλοτριώσει σε τω̃ν ἰδίων σου

12:1 ἐὰν εὐ̃ ποιη̨̃ς γνω̃θι τίνι ποιει̃ς καὶ ἔσται χάρις τοι̃ς ἀγαθοι̃ς σου

12:2 εὐ̃ ποίησον εὐσεβει̃ καὶ εὑρήσεις ἀνταπόδομα καὶ εἰ μὴ παρ' αὐτου̃ ἀλλὰ παρὰ του̃ ὑψίστου

12:3 οὐκ ἔσται ἀγαθὰ τω̨̃ ἐνδελεχίζοντι εἰς κακὰ καὶ τω̨̃ ἐλεημοσύνην μὴ χαριζομένω̨

12:4 δὸς τω̨̃ εὐσεβει̃ καὶ μὴ ἀντιλάβη̨ του̃ ἁμαρτωλου̃

12:5 εὐ̃ ποίησον ταπεινω̨̃ καὶ μὴ δω̨̃ς ἀσεβει̃ ἐμπόδισον τοὺς ἄρτους αὐτου̃ καὶ μὴ δω̨̃ς αὐτω̨̃ ἵνα μὴ ἐν αὐτοι̃ς σε δυναστεύση̨ διπλάσια γὰρ κακὰ εὑρήσεις ἐν πα̃σιν ἀγαθοι̃ς οἱ̃ς ἂν ποιήση̨ς αὐτω̨̃

12:6 ὅτι καὶ ὁ ὕψιστος ἐμίσησεν ἁμαρτωλοὺς καὶ τοι̃ς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν

12:7 δὸς τω̨̃ ἀγαθω̨̃ καὶ μὴ ἀντιλάβη̨ του̃ ἁμαρτωλου̃

12:8 οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοι̃ς ὁ φίλος καὶ οὐ κρυβήσεται ἐν κακοι̃ς ὁ ἐχθρός

12:9 ἐν ἀγαθοι̃ς ἀνδρὸς οἱ ἐχθροὶ αὐτου̃ ἐν λύπη̨ καὶ ἐν τοι̃ς κακοι̃ς αὐτου̃ καὶ ὁ φίλος διαχωρισθήσεται

12:10 μὴ πιστεύση̨ς τω̨̃ ἐχθρω̨̃ σου εἰς τὸν αἰω̃να ὡς γὰρ ὁ χαλκὸς ἰου̃ται οὕτως ἡ πονηρία αὐτου̃

12:11 καὶ ἐὰν ταπεινωθη̨̃ καὶ πορεύηται συγκεκυφώς ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπ' αὐτου̃ καὶ ἔση̨ αὐτω̨̃ ὡς ἐκμεμαχὼς ἔσοπτρον καὶ γνώση̨ ὅτι οὐκ εἰς τέλος κατίωσεν

12:12 μὴ στήση̨ς αὐτὸν παρὰ σεαυτω̨̃ μὴ ἀνατρέψας σε στη̨̃ ἐπὶ τὸν τόπον σου μὴ καθίση̨ς αὐτὸν ἐκ δεξιω̃ν σου μήποτε ζητήση̨ τὴν καθέδραν σου καὶ ἐπ' ἐσχάτων ἐπιγνώση̨ τοὺς λόγους μου καὶ ἐπὶ τω̃ν ῥημάτων μου κατανυγήση̨

12:13 τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον καὶ πάντας τοὺς προσάγοντας θηρίοις

12:14 οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλω̨̃ καὶ συμφυρόμενον ἐν ται̃ς ἁμαρτίαις αὐτου̃

12:15 ὥραν μετὰ σου̃ διαμενει̃ καὶ ἐὰν ἐκκλίνη̨ς οὐ μὴ καρτερήση̨

12:16 καὶ ἐν τοι̃ς χείλεσιν αὐτου̃ γλυκανει̃ ὁ ἐχθρὸς καὶ ἐν τη̨̃ καρδία̨ αὐτου̃ βουλεύσεται ἀνατρέψαι σε εἰς βόθρον ἐν ὀφθαλμοι̃ς αὐτου̃ δακρύσει ὁ ἐχθρός καὶ ἐὰν εὕρη̨ καιρόν οὐκ ἐμπλησθήσεται ἀφ' αἵματος

12:17 κακὰ ἐὰν ὑπαντήση̨ σοι εὑρήσεις αὐτὸν πρότερον ἐκει̃ σου καὶ ὡς βοηθω̃ν ὑποσχάσει πτέρναν σου

12:18 τὴν κεφαλὴν αὐτου̃ κινήσει καὶ ἐπικροτήσει ται̃ς χερσὶν αὐτου̃ καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτου̃

13:1 ὁ ἁπτόμενος πίσσης μολυνθήσεται καὶ ὁ κοινωνω̃ν ὑπερηφάνω̨ ὁμοιωθήσεται αὐτω̨̃

13:2 βάρος ὑπὲρ σὲ μὴ ἄρη̨ς καὶ ἰσχυροτέρω̨ σου καὶ πλουσιωτέρω̨ μὴ κοινώνει τί κοινωνήσει χύτρα πρὸς λέβητα αὕτη προσκρούσει καὶ αὕτη συντριβήσεται

13:3 πλούσιος ἠδίκησεν καὶ αὐτὸς προσενεβριμήσατο πτωχὸς ἠδίκηται καὶ αὐτὸς προσδεηθήσεται

13:4 ἐὰν χρησιμεύση̨ς ἐργα̃ται ἐν σοί καὶ ἐὰν ὑστερήση̨ς καταλείψει σε

13:5 ἐὰν ἔχη̨ς συμβιώσεταί σοι καὶ ἀποκενώσει σε καὶ αὐτὸς οὐ πονέσει

13:6 χρείαν ἔσχηκέν σου καὶ ἀποπλανήσει σε καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδα λαλήσει σοι καλὰ καὶ ἐρει̃ τίς ἡ χρεία σου

13:7 καὶ αἰσχυνει̃ σε ἐν τοι̃ς βρώμασιν αὐτου̃ ἕως οὑ̃ ἀποκενώση̨ σε δὶς ἢ τρίς καὶ ἐπ' ἐσχάτων καταμωκήσεταί σου μετὰ ταυ̃τα ὄψεταί σε καὶ καταλείψει σε καὶ τὴν κεφαλὴν αὐτου̃ κινήσει ἐπὶ σοί

13:8 πρόσεχε μὴ ἀποπλανηθη̨̃ς καὶ μὴ ταπεινωθη̨̃ς ἐν ἀφροσύνη̨ σου

13:9 προσκαλεσαμένου σε δυνάστου ὑποχωρω̃ν γίνου καὶ τόσω̨ μα̃λλόν σε προσκαλέσεται

13:10 μὴ ἔμπιπτε μὴ ἀπωσθη̨̃ς καὶ μὴ μακρὰν ἀφίστω ἵνα μὴ ἐπιλησθη̨̃ς

13:11 μὴ ἔπεχε ἰσηγορει̃σθαι μετ' αὐτου̃ καὶ μὴ πίστευε τοι̃ς πλείοσιν λόγοις αὐτου̃ ἐκ πολλη̃ς γὰρ λαλια̃ς πειράσει σε καὶ ὡς προσγελω̃ν ἐξετάσει σε

13:12 ἀνελεήμων ὁ μὴ συντηρω̃ν λόγους καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμω̃ν

13:13 συντήρησον καὶ πρόσεχε σφοδρω̃ς ὅτι μετὰ τη̃ς πτώσεώς σου περιπατει̃ς

13:15 πα̃ν ζω̨̃ον ἀγαπα̨̃ τὸ ὅμοιον αὐτω̨̃ καὶ πα̃ς ἄνθρωπος τὸν πλησίον αὐτου̃

13:16 πα̃σα σὰρξ κατὰ γένος συνάγεται καὶ τω̨̃ ὁμοίω̨ αὐτου̃ προσκολληθήσεται ἀνήρ

13:17 τί κοινωνήσει λύκος ἀμνω̨̃ οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβη̃

13:18 τίς εἰρήνη ὑαίνη̨ πρὸς κύνα καὶ τίς εἰρήνη πλουσίω̨ πρὸς πένητα

13:19 κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμω̨ οὕτως νομαὶ πλουσίων πτωχοί

13:20 βδέλυγμα ὑπερηφάνω̨ ταπεινότης οὕτως βδέλυγμα πλουσίω̨ πτωχός

13:21 πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων ταπεινὸς δὲ πεσὼν προσαπωθει̃ται ὑπὸ φίλων

13:22 πλουσίου σφαλέντος πολλοὶ ἀντιλήμπτορες ἐλάλησεν ἀπόρρητα καὶ ἐδικαίωσαν αὐτόν ταπεινὸς ἔσφαλεν καὶ προσεπετίμησαν αὐτω̨̃ ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτω̨̃ τόπος

13:23 πλούσιος ἐλάλησεν καὶ πάντες ἐσίγησαν καὶ τὸν λόγον αὐτου̃ ἀνύψωσαν ἕως τω̃ν νεφελω̃ν πτωχὸς ἐλάλησεν καὶ εἰ̃παν τίς οὑ̃τος κἂν προσκόψη̨ προσανατρέψουσιν αὐτόν

13:24 ἀγαθὸς ὁ πλου̃τος ὡ̨̃ μή ἐστιν ἁμαρτία καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβου̃ς

13:25 καρδία ἀνθρώπου ἀλλοιοι̃ τὸ πρόσωπον αὐτου̃ ἐάν τε εἰς ἀγαθὰ ἐάν τε εἰς κακά

13:26 ἴχνος καρδίας ἐν ἀγαθοι̃ς πρόσωπον ἱλαρόν καὶ εὕρεσις παραβολω̃ν διαλογισμοὶ μετὰ κόπων

14:1 μακάριος ἀνήρ ὃς οὐκ ὠλίσθησεν ἐν τω̨̃ στόματι αὐτου̃ καὶ οὐ κατενύγη ἐν λύπη̨ ἁμαρτιω̃ν

14:2 μακάριος οὑ̃ οὐ κατέγνω ἡ ψυχὴ αὐτου̃ καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τη̃ς ἐλπίδος αὐτου̃

14:3 ἀνδρὶ μικρολόγω̨ οὐ καλὸς ὁ πλου̃τος καὶ ἀνθρώπω̨ βασκάνω̨ ἵνα τί χρήματα

14:4 ὁ συνάγων ἀπὸ τη̃ς ψυχη̃ς αὐτου̃ συνάγει ἄλλοις καὶ ἐν τοι̃ς ἀγαθοι̃ς αὐτου̃ τρυφήσουσιν ἕτεροι

14:5 ὁ πονηρὸς ἑαυτω̨̃ τίνι ἀγαθὸς ἔσται καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοι̃ς χρήμασιν αὐτου̃

14:6 του̃ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστιν πονηρότερος καὶ του̃το ἀνταπόδομα τη̃ς κακίας αὐτου̃

14:7 κἂν εὐ̃ ποιη̨̃ ἐν λήθη̨ ποιει̃ καὶ ἐπ' ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτου̃

14:8 πονηρὸς ὁ βασκαίνων ὀφθαλμω̨̃ ἀποστρέφων πρόσωπον καὶ ὑπερορω̃ν ψυχάς

14:9 πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι καὶ ἀδικία πονηρὰ ἀναξηραίνει ψυχήν

14:10 ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ' ἄρτω̨ καὶ ἐλλιπὴς ἐπὶ τη̃ς τραπέζης αὐτου̃

14:11 τέκνον καθὼς ἐὰν ἔχη̨ς εὐ̃ ποίει σεαυτὸν καὶ προσφορὰς κυρίω̨ ἀξίως πρόσαγε

14:12 μνήσθητι ὅτι θάνατος οὐ χρονιει̃ καὶ διαθήκη ἅ̨δου οὐχ ὑπεδείχθη σοι

14:13 πρίν σε τελευτη̃σαι εὐ̃ ποίει φίλω̨ καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτω̨̃

14:14 μὴ ἀφυστερήση̨ς ἀπὸ ἀγαθη̃ς ἡμέρας καὶ μερὶς ἐπιθυμίας ἀγαθη̃ς μή σε παρελθάτω

14:15 οὐχὶ ἑτέρω̨ καταλείψεις τοὺς πόνους σου καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου

14:16 δὸς καὶ λαβὲ καὶ ἀπάτησον τὴν ψυχήν σου ὅτι οὐκ ἔστιν ἐν ἅ̨δου ζητη̃σαι τρυφήν

14:17 πα̃σα σὰρξ ὡς ἱμάτιον παλαιου̃ται ἡ γὰρ διαθήκη ἀπ' αἰω̃νος θανάτω̨ ἀποθανη̨̃

14:18 ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος τὰ μὲν καταβάλλει ἄλλα δὲ φύει οὕτως γενεὰ σαρκὸς καὶ αἵματος ἡ μὲν τελευτα̨̃ ἑτέρα δὲ γεννα̃ται

14:19 πα̃ν ἔργον σηπόμενον ἐκλείπει καὶ ὁ ἐργαζόμενος αὐτὸ μετ' αὐτου̃ ἀπελεύσεται

14:20 μακάριος ἀνήρ ὃς ἐν σοφία̨ μελετήσει καὶ ὃς ἐν συνέσει αὐτου̃ διαλεχθήσεται

14:21 ὁ διανοούμενος τὰς ὁδοὺς αὐτη̃ς ἐν καρδία̨ αὐτου̃ καὶ ἐν τοι̃ς ἀποκρύφοις αὐτη̃ς ἐννοηθήσεται

14:22 ἔξελθε ὀπίσω αὐτη̃ς ὡς ἰχνευτὴς καὶ ἐν ται̃ς ὁδοι̃ς αὐτη̃ς ἐνέδρευε

14:23 ὁ παρακύπτων διὰ τω̃ν θυρίδων αὐτη̃ς καὶ ἐπὶ τω̃ν θυρωμάτων αὐτη̃ς ἀκροάσεται

14:24 ὁ καταλύων σύνεγγυς του̃ οἴκου αὐτη̃ς καὶ πήξει πάσσαλον ἐν τοι̃ς τοίχοις αὐτη̃ς

14:25 στήσει τὴν σκηνὴν αὐτου̃ κατὰ χει̃ρας αὐτη̃ς καὶ καταλύσει ἐν καταλύματι ἀγαθω̃ν

14:26 θήσει τὰ τέκνα αὐτου̃ ἐν τη̨̃ σκέπη̨ αὐτη̃ς καὶ ὑπὸ τοὺς κλάδους αὐτη̃ς αὐλισθήσεται

14:27 σκεπασθήσεται ὑπ' αὐτη̃ς ἀπὸ καύματος καὶ ἐν τη̨̃ δόξη̨ αὐτη̃ς καταλύσει

15:1 ὁ φοβούμενος κύριον ποιήσει αὐτό καὶ ὁ ἐγκρατὴς του̃ νόμου καταλήμψεται αὐτήν

15:2 καὶ ὑπαντήσεται αὐτω̨̃ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν

15:3 ψωμιει̃ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν

15:4 στηριχθήσεται ἐπ' αὐτὴν καὶ οὐ μὴ κλιθη̨̃ καὶ ἐπ' αὐτη̃ς ἐφέξει καὶ οὐ μὴ καταισχυνθη̨̃

15:5 καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτου̃ καὶ ἐν μέσω̨ ἐκκλησίας ἀνοίξει τὸ στόμα αὐτου̃

15:6 εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος εὑρήσει καὶ ὄνομα αἰω̃νος κατακληρονομήσει

15:7 οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν

15:8 μακράν ἐστιν ὑπερηφανίας καὶ ἄνδρες ψευ̃σται οὐ μὴ μνησθήσονται αὐτη̃ς

15:9 οὐχ ὡραι̃ος αἰ̃νος ἐν στόματι ἁμαρτωλου̃ ὅτι οὐ παρὰ κυρίου ἀπεστάλη

15:10 ἐν γὰρ σοφία̨ ῥηθήσεται αἰ̃νος καὶ ὁ κύριος εὐοδώσει αὐτόν

15:11 μὴ εἴπη̨ς ὅτι διὰ κύριον ἀπέστην ἃ γὰρ ἐμίσησεν οὐ ποιήσει

15:12 μὴ εἴπη̨ς ὅτι αὐτός με ἐπλάνησεν οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλου̃

15:13 πα̃ν βδέλυγμα ἐμίσησεν ὁ κύριος καὶ οὐκ ἔστιν ἀγαπητὸν τοι̃ς φοβουμένοις αὐτόν

15:14 αὐτὸς ἐξ ἀρχη̃ς ἐποίησεν ἄνθρωπον καὶ ἀφη̃κεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτου̃

15:15 ἐὰν θέλη̨ς συντηρήσεις ἐντολὰς καὶ πίστιν ποιη̃σαι εὐδοκίας

15:16 παρέθηκέν σοι πυ̃ρ καὶ ὕδωρ οὑ̃ ἐὰν θέλη̨ς ἐκτενει̃ς τὴν χει̃ρά σου

15:17 ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος καὶ ὃ ἐὰν εὐδοκήση̨ δοθήσεται αὐτω̨̃

15:18 ὅτι πολλὴ ἡ σοφία του̃ κυρίου ἰσχυρὸς ἐν δυναστεία̨ καὶ βλέπων τὰ πάντα

15:19 καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ ἐπὶ τοὺς φοβουμένους αὐτόν καὶ αὐτὸς ἐπιγνώσεται πα̃ν ἔργον ἀνθρώπου

15:20 οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβει̃ν καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν

16:1 μὴ ἐπιθύμει τέκνων πλη̃θος ἀχρήστων μηδὲ εὐφραίνου ἐπὶ υἱοι̃ς ἀσεβέσιν

16:2 ἐὰν πληθύνωσιν μὴ εὐφραίνου ἐπ' αὐτοι̃ς εἰ μή ἐστιν φόβος κυρίου μετ' αὐτω̃ν

16:3 μὴ ἐμπιστεύση̨ς τη̨̃ ζωη̨̃ αὐτω̃ν καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλη̃θος αὐτω̃ν κρείσσων γὰρ εἱ̃ς ἢ χίλιοι καὶ ἀποθανει̃ν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβη̃

16:4 ἀπὸ γὰρ ἑνὸς συνετου̃ συνοικισθήσεται πόλις φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται

16:5 πολλὰ τοιαυ̃τα ἑόρακεν ὁ ὀφθαλμός μου καὶ ἰσχυρότερα τούτων ἀκήκοεν τὸ οὐ̃ς μου

16:6 ἐν συναγωγη̨̃ ἁμαρτωλω̃ν ἐκκαυθήσεται πυ̃ρ καὶ ἐν ἔθνει ἀπειθει̃ ἐξεκαύθη ὀργή

16:7 οὐκ ἐξιλάσατο περὶ τω̃ν ἀρχαίων γιγάντων οἳ ἀπέστησαν τη̨̃ ἰσχύι αὐτω̃ν

16:8 οὐκ ἐφείσατο περὶ τη̃ς παροικίας Λωτ οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτω̃ν

16:9 οὐκ ἠλέησεν ἔθνος ἀπωλείας τοὺς ἐξηρμένους ἐν ἁμαρτίαις αὐτω̃ν

16:10 καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζω̃ν τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδία̨ αὐτω̃ν

16:11 κἂν ἠ̨̃ εἱ̃ς σκληροτράχηλος θαυμαστὸν του̃το εἰ ἀθω̨ωθήσεται ἔλεος γὰρ καὶ ὀργὴ παρ' αὐτω̨̃ δυνάστης ἐξιλασμω̃ν καὶ ἐκχέων ὀργήν

16:12 κατὰ τὸ πολὺ ἔλεος αὐτου̃ οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτου̃ ἄνδρα κατὰ τὰ ἔργα αὐτου̃ κρινει̃

16:13 οὐκ ἐκφεύξεται ἐν ἁρπάγματι ἁμαρτωλός καὶ οὐ μὴ καθυστερήσει ὑπομονὴ εὐσεβου̃ς

16:14 πάση̨ ἐλεημοσύνη̨ ποιήσει τόπον ἕκαστος κατὰ τὰ ἔργα αὐτου̃ εὑρήσει

16:17 μὴ εἴπη̨ς ὅτι ἀπὸ κυρίου κρυβήσομαι καὶ ἐξ ὕψους τίς μου μνησθήσεται ἐν λαω̨̃ πλείονι οὐ μὴ γνωσθω̃ τίς γὰρ ἡ ψυχή μου ἐν ἀμετρήτω̨ κτίσει

16:18 ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς του̃ οὐρανου̃ ἄβυσσος καὶ γη̃ ἐν τη̨̃ ἐπισκοπη̨̃ αὐτου̃ σαλευθήσονται

16:19 ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τη̃ς γη̃ς ἐν τω̨̃ ἐπιβλέψαι εἰς αὐτὰ τρόμω̨ συσσείονται

16:20 καὶ ἐπ' αὐτοι̃ς οὐ διανοηθήσεται καρδία καὶ τὰς ὁδοὺς αὐτου̃ τίς ἐνθυμηθήσεται

16:21 καὶ καταιγίς ἣν οὐκ ὄψεται ἄνθρωπος τὰ δὲ πλείονα τω̃ν ἔργων αὐτου̃ ἐν ἀποκρύφοις

16:22 ἔργα δικαιοσύνης τίς ἀναγγελει̃ ἢ τίς ὑπομενει̃ μακρὰν γὰρ ἡ διαθήκη

16:23 ἐλαττούμενος καρδία̨ διανοει̃ται ταυ̃τα καὶ ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοει̃ται μωρά

16:24 ἄκουσόν μου τέκνον καὶ μάθε ἐπιστήμην καὶ ἐπὶ τω̃ν λόγων μου πρόσεχε τη̨̃ καρδία̨ σου

16:25 ἐκφανω̃ ἐν σταθμω̨̃ παιδείαν καὶ ἐν ἀκριβεία̨ ἀπαγγελω̃ ἐπιστήμην

16:26 ἐν κρίσει κυρίου τὰ ἔργα αὐτου̃ ἀπ' ἀρχη̃ς καὶ ἀπὸ ποιήσεως αὐτω̃ν διέστειλεν μερίδας αὐτω̃ν

16:27 ἐκόσμησεν εἰς αἰω̃να τὰ ἔργα αὐτου̃ καὶ τὰς ἀρχὰς αὐτω̃ν εἰς γενεὰς αὐτω̃ν οὔτε ἐπείνασαν οὔτε ἐκοπίασαν καὶ οὐκ ἐξέλιπον ἀπὸ τω̃ν ἔργων αὐτω̃ν

16:28 ἕκαστος τὸν πλησίον αὐτου̃ οὐκ ἐξέθλιψεν καὶ ἕως αἰω̃νος οὐκ ἀπειθήσουσιν του̃ ῥήματος αὐτου̃

16:29 καὶ μετὰ ταυ̃τα κύριος εἰς τὴν γη̃ν ἐπέβλεψεν καὶ ἐνέπλησεν αὐτὴν τω̃ν ἀγαθω̃ν αὐτου̃

16:30 ψυχη̨̃ παντὸς ζώ̨ου ἐκάλυψεν τὸ πρόσωπον αὐτη̃ς καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτω̃ν

17:1 κύριος ἔκτισεν ἐκ γη̃ς ἄνθρωπον καὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν

17:2 ἡμέρας ἀριθμου̃ καὶ καιρὸν ἔδωκεν αὐτοι̃ς καὶ ἔδωκεν αὐτοι̃ς ἐξουσίαν τω̃ν ἐπ' αὐτη̃ς

17:3 καθ' ἑαυτὸν ἐνέδυσεν αὐτοὺς ἰσχὺν καὶ κατ' εἰκόνα αὐτου̃ ἐποίησεν αὐτούς

17:4 ἔθηκεν τὸν φόβον αὐτου̃ ἐπὶ πάσης σαρκὸς καὶ κατακυριεύειν θηρίων καὶ πετεινω̃ν

17:6 διαβούλιον καὶ γλω̃σσαν καὶ ὀφθαλμούς ὠ̃τα καὶ καρδίαν ἔδωκεν διανοει̃σθαι αὐτοι̃ς

17:7 ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτοὺς καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοι̃ς

17:8 ἔθηκεν τὸν ὀφθαλμὸν αὐτου̃ ἐπὶ τὰς καρδίας αὐτω̃ν δει̃ξαι αὐτοι̃ς τὸ μεγαλει̃ον τω̃ν ἔργων αὐτου̃

17:10 καὶ ὄνομα ἁγιασμου̃ αἰνέσουσιν ἵνα διηγω̃νται τὰ μεγαλει̃α τω̃ν ἔργων αὐτου̃

17:11 προσέθηκεν αὐτοι̃ς ἐπιστήμην καὶ νόμον ζωη̃ς ἐκληροδότησεν αὐτοι̃ς

17:12 διαθήκην αἰω̃νος ἔστησεν μετ' αὐτω̃ν καὶ τὰ κρίματα αὐτου̃ ὑπέδειξεν αὐτοι̃ς

17:13 μεγαλει̃ον δόξης εἰ̃δον οἱ ὀφθαλμοὶ αὐτω̃ν καὶ δόξαν φωνη̃ς αὐτου̃ ἤκουσεν τὸ οὐ̃ς αὐτω̃ν

17:14 καὶ εἰ̃πεν αὐτοι̃ς προσέχετε ἀπὸ παντὸς ἀδίκου καὶ ἐνετείλατο αὐτοι̃ς ἑκάστω̨ περὶ του̃ πλησίον

17:15 αἱ ὁδοὶ αὐτω̃ν ἐναντίον αὐτου̃ διὰ παντός οὐ κρυβήσονται ἀπὸ τω̃ν ὀφθαλμω̃ν αὐτου̃

17:17 ἑκάστω̨ ἔθνει κατέστησεν ἡγούμενον καὶ μερὶς κυρίου Ισραηλ ἐστίν

17:19 ἅπαντα τὰ ἔργα αὐτω̃ν ὡς ὁ ἥλιος ἐναντίον αὐτου̃ καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ ἐνδελεχει̃ς ἐπὶ τὰς ὁδοὺς αὐτω̃ν

17:20 οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτω̃ν ἀπ' αὐτου̃ καὶ πα̃σαι αἱ ἁμαρτίαι αὐτω̃ν ἔναντι κυρίου

17:22 ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετ' αὐτου̃ καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει

17:23 μετὰ ταυ̃τα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοι̃ς καὶ τὸ ἀνταπόδομα αὐτω̃ν εἰς κεφαλὴν αὐτω̃ν ἀποδώσει

17:24 πλὴν μετανοου̃σιν ἔδωκεν ἐπάνοδον καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν

17:25 ἐπίστρεφε ἐπὶ κύριον καὶ ἀπόλειπε ἁμαρτίας δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα

17:26 ἐπάναγε ἐπὶ ὕψιστον καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας καὶ σφόδρα μίσησον βδέλυγμα

17:27 ὑψίστω̨ τίς αἰνέσει ἐν ἅ̨δου ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν

17:28 ἀπὸ νεκρου̃ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις ζω̃ν καὶ ὑγιὴς αἰνέσει τὸν κύριον

17:29 ὡς μεγάλη ἡ ἐλεημοσύνη του̃ κυρίου καὶ ἐξιλασμὸς τοι̃ς ἐπιστρέφουσιν ἐπ' αὐτόν

17:30 οὐ γὰρ δύναται πάντα εἰ̃ναι ἐν ἀνθρώποις ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου

17:31 τί φωτεινότερον ἡλίου καὶ του̃το ἐκλείπει καὶ πονηρὸν ἐνθυμηθήσεται σὰρξ καὶ αἱ̃μα

17:32 δύναμιν ὕψους οὐρανου̃ αὐτὸς ἐπισκέπτεται καὶ ἄνθρωποι πάντες γη̃ καὶ σποδός

18:1 ὁ ζω̃ν εἰς τὸν αἰω̃να ἔκτισεν τὰ πάντα κοινη̨̃

18:2 κύριος μόνος δικαιωθήσεται

18:4 οὐθενὶ ἐξεποίησεν ἐξαγγει̃λαι τὰ ἔργα αὐτου̃ καὶ τίς ἐξιχνεύσει τὰ μεγαλει̃α αὐτου̃

18:5 κράτος μεγαλωσύνης αὐτου̃ τίς ἐξαριθμήσεται καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτου̃

18:6 οὐκ ἔστιν ἐλαττω̃σαι οὐδὲ προσθει̃ναι καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια του̃ κυρίου

18:7 ὅταν συντελέση̨ ἄνθρωπος τότε ἄρχεται καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται

18:8 τί ἄνθρωπος καὶ τί ἡ χρη̃σις αὐτου̃ τί τὸ ἀγαθὸν αὐτου̃ καὶ τί τὸ κακὸν αὐτου̃

18:9 ἀριθμὸς ἡμερω̃ν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν

18:10 ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψη̃φος ἄμμου οὕτως ὀλίγα ἔτη ἐν ἡμέρα̨ αἰω̃νος

18:11 διὰ του̃το ἐμακροθύμησεν κύριος ἐπ' αὐτοι̃ς καὶ ἐξέχεεν ἐπ' αὐτοὺς τὸ ἔλεος αὐτου̃

18:12 εἰ̃δεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτω̃ν ὅτι πονηρά διὰ του̃το ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτου̃

18:13 ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτου̃ ἔλεος δὲ κυρίου ἐπὶ πα̃σαν σάρκα ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτου̃

18:14 τοὺς ἐκδεχομένους παιδείαν ἐλεα̨̃ καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτου̃

18:15 τέκνον ἐν ἀγαθοι̃ς μὴ δω̨̃ς μω̃μον καὶ ἐν πάση̨ δόσει λύπην λόγων

18:16 οὐχὶ καύσωνα ἀναπαύσει δρόσος οὕτως κρείσσων λόγος ἢ δόσις

18:17 οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένω̨

18:18 μωρὸς ἀχαρίστως ὀνειδιει̃ καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς

18:19 πρὶν ἢ λαλη̃σαι μάνθανε καὶ πρὸ ἀρρωστίας θεραπεύου

18:20 πρὸ κρίσεως ἐξέταζε σεαυτόν καὶ ἐν ὥρα̨ ἐπισκοπη̃ς εὑρήσεις ἐξιλασμόν

18:21 πρὶν ἀρρωστη̃σαί σε ταπεινώθητι καὶ ἐν καιρω̨̃ ἁμαρτημάτων δει̃ξον ἐπιστροφήν

18:22 μὴ ἐμποδισθη̨̃ς του̃ ἀποδου̃ναι εὐχὴν εὐκαίρως καὶ μὴ μείνη̨ς ἕως θανάτου δικαιωθη̃ναι

18:23 πρὶν εὔξασθαι ἑτοίμασον σεαυτὸν καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον

18:24 μνήσθητι θυμου̃ ἐν ἡμέραις τελευτη̃ς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφη̨̃ προσώπου

18:25 μνήσθητι καιρὸν λιμου̃ ἐν καιρω̨̃ πλησμονη̃ς πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου

18:26 ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι κυρίου

18:27 ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται καὶ ἐν ἡμέραις ἁμαρτιω̃ν προσέξει ἀπὸ πλημμελείας

18:28 πα̃ς συνετὸς ἔγνω σοφίαν καὶ τω̨̃ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν

18:29 συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο καὶ ἀνώμβρησαν παροιμίας ἀκριβει̃ς

18:30 ὀπίσω τω̃ν ἐπιθυμιω̃ν σου μὴ πορεύου καὶ ἀπὸ τω̃ν ὀρέξεών σου κωλύου

18:31 ἐὰν χορηγήση̨ς τη̨̃ ψυχη̨̃ σου εὐδοκίαν ἐπιθυμίας ποιήσει σε ἐπίχαρμα τω̃ν ἐχθρω̃ν σου

18:32 μὴ εὐφραίνου ἐπὶ πολλη̨̃ τρυφη̨̃ μὴ προσδεθη̨̃ς συμβολη̨̃ αὐτη̃ς

18:33 μὴ γίνου πτωχὸς συμβολοκοπω̃ν ἐκ δανεισμου̃ καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίω̨

19:1 ἐργάτης μέθυσος οὐ πλουτισθήσεται ὁ ἐξουθενω̃ν τὰ ὀλίγα κατὰ μικρὸν πεσει̃ται

19:2 οἰ̃νος καὶ γυναι̃κες ἀποστήσουσιν συνετούς καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται

19:3 σήπη καὶ σκώληκες κληρονομήσουσιν αὐτόν καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται

19:4 ὁ ταχὺ ἐμπιστεύων κου̃φος καρδία̨ καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτου̃ πλημμελήσει

19:5 ὁ εὐφραινόμενος καρδία̨ καταγνωσθήσεται

19:6 καὶ ὁ μισω̃ν λαλιὰν ἐλαττονου̃ται κακία̨

19:7 μηδέποτε δευτερώση̨ς λόγον καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθη̨̃

19:8 ἐν φίλω̨ καὶ ἐχθρω̨̃ μὴ διηγου̃ καὶ εἰ μή ἐστίν σοι ἁμαρτία μὴ ἀποκάλυπτε

19:9 ἀκήκοεν γάρ σου καὶ ἐφυλάξατό σε καὶ ἐν καιρω̨̃ μισήσει σε

19:10 ἀκήκοας λόγον συναποθανέτω σοι θάρσει οὐ μή σε ῥήξει

19:11 ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα

19:12 βέλος πεπηγὸς ἐν μηρω̨̃ σαρκός οὕτως λόγος ἐν κοιλία̨ μωρου̃

19:13 ἔλεγξον φίλον μήποτε οὐκ ἐποίησεν καὶ εἴ τι ἐποίησεν μήποτε προσθη̨̃

19:14 ἔλεγξον τὸν πλησίον μήποτε οὐκ εἰ̃πεν καὶ εἰ εἴρηκεν ἵνα μὴ δευτερώση̨

19:15 ἔλεγξον φίλον πολλάκις γὰρ γίνεται διαβολή καὶ μὴ παντὶ λόγω̨ πίστευε

19:16 ἔστιν ὀλισθάνων καὶ οὐκ ἀπὸ ψυχη̃ς καὶ τίς οὐχ ἥμαρτεν ἐν τη̨̃ γλώσση̨ αὐτου̃

19:17 ἔλεγξον τὸν πλησίον σου πρὶν ἢ ἀπειλη̃σαι καὶ δὸς τόπον νόμω̨ ὑψίστου

19:20 πα̃σα σοφία φόβος κυρίου καὶ ἐν πάση̨ σοφία̨ ποίησις νόμου

19:22 καὶ οὐκ ἔστιν σοφία πονηρίας ἐπιστήμη καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλω̃ν φρόνησις

19:23 ἔστιν πανουργία καὶ αὕτη βδέλυγμα καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφία̨

19:24 κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον

19:25 ἔστιν πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος καὶ ἔστιν διαστρέφων χάριν του̃ ἐκφα̃ναι κρίμα

19:26 ἔστιν πονηρευόμενος συγκεκυφὼς μελανία̨ καὶ τὰ ἐντὸς αὐτου̃ πλήρη δόλου

19:27 συγκρύφων πρόσωπον καὶ ἐθελοκωφω̃ν ὅπου οὐκ ἐπεγνώσθη προφθάσει σε

19:28 καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθη̨̃ ἁμαρτει̃ν ἐὰν εὕρη̨ καιρόν κακοποιήσει

19:29 ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων

19:30 στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνθρώπου ἀναγγελει̃ τὰ περὶ αὐτου̃

20:1 ἔστιν ἔλεγχος ὃς οὐκ ἔστιν ὡραι̃ος καὶ ἔστιν σιωπω̃ν καὶ αὐτὸς φρόνιμος

20:2 ὡς καλὸν ἐλέγξαι ἢ θυμου̃σθαι

20:3 καὶ ὁ ἀνθομολογούμενος ἀπὸ ἐλαττώσεως κωλυθήσεται

20:4 ἐπιθυμία εὐνούχου ἀποπαρθενω̃σαι νεάνιδα οὕτως ὁ ποιω̃ν ἐν βία̨ κρίματα

20:5 ἔστιν σιωπω̃ν εὑρισκόμενος σοφός καὶ ἔστιν μισητὸς ἀπὸ πολλη̃ς λαλια̃ς

20:6 ἔστιν σιωπω̃ν οὐ γὰρ ἔχει ἀπόκρισιν καὶ ἔστιν σιωπω̃ν εἰδὼς καιρόν

20:7 ἄνθρωπος σοφὸς σιγήσει ἕως καιρου̃ ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν

20:8 ὁ πλεονάζων λόγω̨ βδελυχθήσεται καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται

20:9 ἔστιν εὐοδία ἐν κακοι̃ς ἀνδρί καὶ ἔστιν εὕρεμα εἰς ἐλάττωσιν

20:10 ἔστιν δόσις ἣ οὐ λυσιτελήσει σοι καὶ ἔστιν δόσις ἡ̃ς τὸ ἀνταπόδομα διπλου̃ν

20:11 ἔστιν ἐλάττωσις ἕνεκεν δόξης καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ἠ̃ρεν κεφαλήν

20:12 ἔστιν ἀγοράζων πολλὰ ὀλίγου καὶ ἀποτιννύων αὐτὰ ἑπταπλάσιον

20:13 ὁ σοφὸς ἐν λόγοις ἑαυτὸν προσφιλη̃ ποιήσει χάριτες δὲ μωρω̃ν ἐκχυθήσονται

20:14 δόσις ἄφρονος οὐ λυσιτελήσει σοι οἱ γὰρ ὀφθαλμοὶ αὐτου̃ ἀνθ' ἑνὸς πολλοί

20:15 ὀλίγα δώσει καὶ πολλὰ ὀνειδίσει καὶ ἀνοίξει τὸ στόμα αὐτου̃ ὡς κη̃ρυξ σήμερον δανιει̃ καὶ αὔριον ἀπαιτήσει μισητὸς ἄνθρωπος ὁ τοιου̃τος

20:16 μωρὸς ἐρει̃ οὐχ ὑπάρχει μοι φίλος καὶ οὐκ ἔστιν χάρις τοι̃ς ἀγαθοι̃ς μου

20:17 οἱ ἔσθοντες τὸν ἄρτον αὐτου̃ φαυ̃λοι γλώσση̨ ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτου̃

20:18 ὀλίσθημα ἀπὸ ἐδάφους μα̃λλον ἢ ἀπὸ γλώσσης οὕτως πτω̃σις κακω̃ν κατὰ σπουδὴν ἥξει

20:19 ἄνθρωπος ἄχαρις μυ̃θος ἄκαιρος ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται

20:20 ἀπὸ στόματος μωρου̃ ἀποδοκιμασθήσεται παραβολή οὐ γὰρ μὴ εἴπη̨ αὐτὴν ἐν καιρω̨̃ αὐτη̃ς

20:21 ἔστιν κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας καὶ ἐν τη̨̃ ἀναπαύσει αὐτου̃ οὐ κατανυγήσεται

20:22 ἔστιν ἀπολλύων τὴν ψυχὴν αὐτου̃ δι' αἰσχύνην καὶ ἀπὸ ἄφρονος προσώπου ἀπολει̃ αὐτήν

20:23 ἔστιν χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλω̨ καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν

20:24 μω̃μος πονηρὸς ἐν ἀνθρώπω̨ ψευ̃δος ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται

20:25 αἱρετὸν κλέπτης ἢ ὁ ἐνδελεχίζων ψεύδει ἀμφότεροι δὲ ἀπώλειαν κληρονομήσουσιν

20:26 ἠ̃θος ἀνθρώπου ψευδου̃ς ἀτιμία καὶ ἡ αἰσχύνη αὐτου̃ μετ' αὐτου̃ ἐνδελεχω̃ς

20:27 ὁ σοφὸς ἐν λόγοις προάξει ἑαυτόν καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστα̃σιν

20:28 ὁ ἐργαζόμενος γη̃ν ἀνυψώσει θιμωνιὰν αὐτου̃ καὶ ὁ ἀρέσκων μεγιστα̃σιν ἐξιλάσεται ἀδικίαν

20:29 ξένια καὶ δω̃ρα ἀποτυφλοι̃ ὀφθαλμοὺς σοφω̃ν καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς

20:30 σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής τίς ὠφέλεια ἐν ἀμφοτέροις

20:31 κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτου̃ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτου̃

21:1 τέκνον ἥμαρτες μὴ προσθη̨̃ς μηκέτι καὶ περὶ τω̃ν προτέρων σου δεήθητι

21:2 ὡς ἀπὸ προσώπου ὄφεως φευ̃γε ἀπὸ ἁμαρτίας ἐὰν γὰρ προσέλθη̨ς δήξεταί σε ὀδόντες λέοντος οἱ ὀδόντες αὐτη̃ς ἀναιρου̃ντες ψυχὰς ἀνθρώπων

21:3 ὡς ῥομφαία δίστομος πα̃σα ἀνομία τη̨̃ πληγη̨̃ αὐτη̃ς οὐκ ἔστιν ἴασις

21:4 καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσιν πλου̃τον οὕτως οἰ̃κος ὑπερηφάνου ἐρημωθήσεται

21:5 δέησις πτωχου̃ ἐκ στόματος ἕως ὠτίων αὐτου̃ καὶ τὸ κρίμα αὐτου̃ κατὰ σπουδὴν ἔρχεται

21:6 μισω̃ν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλου̃ καὶ ὁ φοβούμενος κύριον ἐπιστρέψει ἐν καρδία̨

21:7 γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσση̨ ὁ δὲ νοήμων οἰ̃δεν ἐν τω̨̃ ὀλισθάνειν αὐτόν

21:8 ὁ οἰκοδομω̃ν τὴν οἰκίαν αὐτου̃ ἐν χρήμασιν ἀλλοτρίοις ὡς συνάγων αὐτου̃ τοὺς λίθους εἰς χειμω̃να

21:9 στιππύον συνηγμένον συναγωγὴ ἀνόμων καὶ ἡ συντέλεια αὐτω̃ν φλὸξ πυρός

21:10 ὁδὸς ἁμαρτωλω̃ν ὡμαλισμένη ἐκ λίθων καὶ ἐπ' ἐσχάτων αὐτη̃ς βόθρος ἅ̨δου

21:11 ὁ φυλάσσων νόμον κατακρατει̃ του̃ ἐννοήματος αὐτου̃ καὶ συντέλεια του̃ φόβου κυρίου σοφία

21:12 οὐ παιδευθήσεται ὃς οὐκ ἔστιν πανου̃ργος ἔστιν δὲ πανουργία πληθύνουσα πικρίαν

21:13 γνω̃σις σοφου̃ ὡς κατακλυσμὸς πληθυνθήσεται καὶ ἡ βουλὴ αὐτου̃ ὡς πηγὴ ζωη̃ς

21:14 ἔγκατα μωρου̃ ὡς ἀγγει̃ον συντετριμμένον καὶ πα̃σαν γνω̃σιν οὐ κρατήσει

21:15 λόγον σοφὸν ἐὰν ἀκούση̨ ἐπιστήμων αἰνέσει αὐτὸν καὶ ἐπ' αὐτὸν προσθήσει ἤκουσεν ὁ σπαταλω̃ν καὶ ἀπήρεσεν αὐτω̨̃ καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω του̃ νώτου αὐτου̃

21:16 ἐξήγησις μωρου̃ ὡς ἐν ὁδω̨̃ φορτίον ἐπὶ δὲ χείλους συνετου̃ εὑρεθήσεται χάρις

21:17 στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησία̨ καὶ τοὺς λόγους αὐτου̃ διανοηθήσονται ἐν καρδία̨

21:18 ὡς οἰ̃κος ἠφανισμένος οὕτως μωρω̨̃ σοφία καὶ γνω̃σις ἀσυνέτου ἀδιεξέταστοι λόγοι

21:19 πέδαι ἐν ποσὶν ἀνοήτου παιδεία καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξια̃ς

21:20 μωρὸς ἐν γέλωτι ἀνυψοι̃ φωνὴν αὐτου̃ ἀνὴρ δὲ πανου̃ργος μόλις ἡσυχη̨̃ μειδιάσει

21:21 ὡς κόσμος χρυσου̃ς φρονίμω̨ παιδεία καὶ ὡς χλιδὼν ἐπὶ βραχίονι δεξιω̨̃

21:22 ποὺς μωρου̃ ταχὺς εἰς οἰκίαν ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώπου

21:23 ἄφρων ἀπὸ θύρας παρακύπτει εἰς οἰκίαν ἀνὴρ δὲ πεπαιδευμένος ἔξω στήσεται

21:24 ἀπαιδευσία ἀνθρώπου ἀκροα̃σθαι παρὰ θύραν ὁ δὲ φρόνιμος βαρυνθήσεται ἀτιμία̨

21:25 χείλη ἀλλοτρίων ἐν τούτοις διηγήσονται λόγοι δὲ φρονίμων ἐν ζυγω̨̃ σταθήσονται

21:26 ἐν στόματι μωρω̃ν ἡ καρδία αὐτω̃ν καρδία δὲ σοφω̃ν στόμα αὐτω̃ν

21:27 ἐν τω̨̃ καταρα̃σθαι ἀσεβη̃ τὸν σατανα̃ν αὐτὸς καταρα̃ται τὴν ἑαυτου̃ ψυχήν

21:28 μολύνει τὴν ἑαυτου̃ ψυχὴν ὁ ψιθυρίζων καὶ ἐν παροικήσει μισηθήσεται

22:1 λίθω̨ ἠρδαλωμένω̨ συνεβλήθη ὀκνηρός καὶ πα̃ς ἐκσυριει̃ ἐπὶ τη̨̃ ἀτιμία̨ αὐτου̃

22:2 βολβίτω̨ κοπρίων συνεβλήθη ὀκνηρός πα̃ς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χει̃ρα

22:3 αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου θυγάτηρ δὲ ἐπ' ἐλαττώσει γίνεται

22:4 θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτη̃ς καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος

22:5 πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασει̃α καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται

22:6 μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις μάστιγες δὲ καὶ παιδεία ἐν παντὶ καιρω̨̃ σοφίας

22:9 συγκολλω̃ν ὄστρακον ὁ διδάσκων μωρόν ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου

22:10 διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωρω̨̃ καὶ ἐπὶ συντελεία̨ ἐρει̃ τί ἐστιν

22:11 ἐπὶ νεκρω̨̃ κλαυ̃σον ἐξέλιπεν γὰρ φω̃ς καὶ ἐπὶ μωρω̨̃ κλαυ̃σον ἐξέλιπεν γὰρ σύνεσιν ἥδιον κλαυ̃σον ἐπὶ νεκρω̨̃ ὅτι ἀνεπαύσατο του̃ δὲ μωρου̃ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά

22:12 πένθος νεκρου̃ ἑπτὰ ἡμέραι μωρου̃ δὲ καὶ ἀσεβου̃ς πα̃σαι αἱ ἡμέραι τη̃ς ζωη̃ς αὐτου̃

22:13 μετὰ ἄφρονος μὴ πληθύνη̨ς λόγον καὶ πρὸς ἀσύνετον μὴ πορεύου φύλαξαι ἀπ' αὐτου̃ ἵνα μὴ κόπον ἔχη̨ς καὶ οὐ μὴ μολυνθη̨̃ς ἐν τω̨̃ ἐντιναγμω̨̃ αὐτου̃ ἔκκλινον ἀπ' αὐτου̃ καὶ εὑρήσεις ἀνάπαυσιν καὶ οὐ μὴ ἀκηδιάση̨ς ἐν τη̨̃ ἀπονοία̨ αὐτου̃

22:14 ὑπὲρ μόλιβον τί βαρυνθήσεται καὶ τί αὐτω̨̃ ὄνομα ἀλλ' ἢ μωρός

22:15 ἄμμον καὶ ἅλα καὶ βω̃λον σιδήρου εὔκοπον ὑπενεγκει̃ν ἢ ἄνθρωπον ἀσύνετον

22:16 ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν ἐν συσσεισμω̨̃ οὐ διαλυθήσεται οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλη̃ς ἐν καιρω̨̃ οὐ δειλιάσει

22:17 καρδία ἡδρασμένη ἐπὶ διανοίας συνέσεως ὡς κόσμος ψαμμωτὸς τοίχου ξυστου̃

22:18 χάρακες ἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ ὑπομείνωσιν οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωρου̃ κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνη̨

22:19 ὁ νύσσων ὀφθαλμὸν κατάξει δάκρυα καὶ νύσσων καρδίαν ἐκφαίνει αἴσθησιν

22:20 βάλλων λίθον ἐπὶ πετεινὰ ἀποσοβει̃ αὐτά καὶ ὁ ὀνειδίζων φίλον διαλύσει φιλίαν

22:21 ἐπὶ φίλον ἐὰν σπάση̨ς ῥομφαίαν μὴ ἀφελπίση̨ς ἔστιν γὰρ ἐπάνοδος

22:22 ἐπὶ φίλον ἐὰν ἀνοίξη̨ς στόμα μὴ εὐλαβηθη̨̃ς ἔστιν γὰρ διαλλαγή πλὴν ὀνειδισμου̃ καὶ ὑπερηφανίας καὶ μυστηρίου ἀποκαλύψεως καὶ πληγη̃ς δολίας ἐν τούτοις ἀποφεύξεται πα̃ς φίλος

22:23 πίστιν κτη̃σαι ἐν πτωχεία̨ μετὰ του̃ πλησίον ἵνα ἐν τοι̃ς ἀγαθοι̃ς αὐτου̃ ὁμου̃ πλησθη̨̃ς ἐν καιρω̨̃ θλίψεως διάμενε αὐτω̨̃ ἵνα ἐν τη̨̃ κληρονομία̨ αὐτου̃ συγκληρονομήση̨ς

22:24 πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός οὕτως πρὸ αἱμάτων λοιδορίαι

22:25 φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι καὶ ἀπὸ προσώπου αὐτου̃ οὐ μὴ κρυβω̃

22:26 καὶ εἰ κακά μοι συμβήσεται δι' αὐτόν πα̃ς ὁ ἀκούων φυλάξεται ἀπ' αὐτου̃

22:27 τίς δώσει ἐπὶ στόμα μου φυλακὴν καὶ ἐπὶ τω̃ν χειλέων μου σφραγι̃δα πανου̃ργον ἵνα μὴ πέσω ἀπ' αὐτη̃ς καὶ ἡ γλω̃σσά μου ἀπολέση̨ με

23:1 κύριε πάτερ καὶ δέσποτα ζωη̃ς μου μὴ ἐγκαταλίπη̨ς με ἐν βουλη̨̃ αὐτω̃ν μὴ ἀφη̨̃ς με πεσει̃ν ἐν αὐτοι̃ς

23:2 τίς ἐπιστήσει ἐπὶ του̃ διανοήματός μου μάστιγας καὶ ἐπὶ τη̃ς καρδίας μου παιδείαν σοφίας ἵνα ἐπὶ τοι̃ς ἀγνοήμασίν μου μὴ φείσωνται καὶ οὐ μὴ παρη̨̃ τὰ ἁμαρτήματα αὐτω̃ν

23:3 ὅπως μὴ πληθυνθω̃σιν αἱ ἄγνοιαί μου καὶ αἱ ἁμαρτίαι μου πλεονάσωσιν καὶ πεσου̃μαι ἔναντι τω̃ν ὑπεναντίων καὶ ἐπιχαρει̃ταί μοι ὁ ἐχθρός μου

23:4 κύριε πάτερ καὶ θεὲ ζωη̃ς μου μετεωρισμὸν ὀφθαλμω̃ν μὴ δω̨̃ς μοι

23:5 καὶ ἐπιθυμίαν ἀπόστρεψον ἀπ' ἐμου̃

23:6 κοιλίας ὄρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν με καὶ ψυχη̨̃ ἀναιδει̃ μὴ παραδω̨̃ς με

23:7 παιδείαν στόματος ἀκούσατε τέκνα καὶ ὁ φυλάσσων οὐ μὴ ἁλω̨̃

23:8 ἐν τοι̃ς χείλεσιν αὐτου̃ καταληφθήσεται ἁμαρτωλός καὶ λοίδορος καὶ ὑπερήφανος σκανδαλισθήσονται ἐν αὐτοι̃ς

23:9 ὅρκω̨ μὴ ἐθίση̨ς τὸ στόμα σου καὶ ὀνομασία̨ του̃ ἁγίου μὴ συνεθισθη̨̃ς

23:10 ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχω̃ς ἀπὸ μώλωπος οὐκ ἐλαττωθήσεται οὕτως καὶ ὁ ὀμνύων καὶ ὀνομάζων διὰ παντὸς ἀπὸ ἁμαρτίας οὐ μὴ καθαρισθη̨̃

23:11 ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας καὶ οὐκ ἀποστήσεται ἀπὸ του̃ οἴκου αὐτου̃ μάστιξ ἐὰν πλημμελήση̨ ἁμαρτία αὐτου̃ ἐπ' αὐτω̨̃ κἂν ὑπερίδη̨ ἥμαρτεν δισσω̃ς καὶ εἰ διὰ κενη̃ς ὤμοσεν οὐ δικαιωθήσεται πλησθήσεται γὰρ ἐπαγωγω̃ν ὁ οἰ̃κος αὐτου̃

23:12 ἔστιν λέξις ἀντιπαραβεβλημένη θανάτω̨ μὴ εὑρεθήτω ἐν κληρονομία̨ Ιακωβ ἀπὸ γὰρ εὐσεβω̃ν ταυ̃τα πάντα ἀποστήσεται καὶ ἐν ἁμαρτίαις οὐκ ἐγκυλισθήσονται

23:13 ἀπαιδευσίαν ἀσυρη̃ μὴ συνεθίση̨ς τὸ στόμα σου ἔστιν γὰρ ἐν αὐτη̨̃ λόγος ἁμαρτίας

23:14 μνήσθητι πατρὸς καὶ μητρός σου ἀνὰ μέσον γὰρ μεγιστάνων συνεδρεύεις μήποτε ἐπιλάθη̨ ἐνώπιον αὐτω̃ν καὶ τω̨̃ ἐθισμω̨̃ σου μωρανθη̨̃ς καὶ θελήσεις εἰ μὴ ἐγεννήθης καὶ τὴν ἡμέραν του̃ τοκετου̃ σου καταράση̨

23:15 ἄνθρωπος συνεθιζόμενος λόγοις ὀνειδισμου̃ ἐν πάσαις ται̃ς ἡμέραις αὐτου̃ οὐ μὴ παιδευθη̨̃

23:16 δύο εἴδη πληθύνουσιν ἁμαρτίας καὶ τὸ τρίτον ἐπάξει ὀργήν

23:17 ψυχὴ θερμὴ ὡς πυ̃ρ καιόμενον οὐ μὴ σβεσθη̨̃ ἕως ἂν καταποθη̨̃ ἄνθρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτου̃ οὐ μὴ παύσηται ἕως ἂν ἐκκαύση̨ πυ̃ρ ἀνθρώπω̨ πόρνω̨ πα̃ς ἄρτος ἡδύς οὐ μὴ κοπάση̨ ἕως ἂν τελευτήση̨

23:18 ἄνθρωπος παραβαίνων ἀπὸ τη̃ς κλίνης αὐτου̃ λέγων ἐν τη̨̃ ψυχη̨̃ αὐτου̃ τίς με ὁρα̨̃ σκότος κύκλω̨ μου καὶ οἱ τοι̃χοί με καλύπτουσιν καὶ οὐθείς με ὁρα̨̃ τί εὐλαβου̃μαι τω̃ν ἁμαρτιω̃ν μου οὐ μὴ μνησθήσεται ὁ ὕψιστος

23:19 καὶ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτου̃ καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι ἐπιβλέποντες πάσας ὁδοὺς ἀνθρώπων καὶ κατανοου̃ντες εἰς ἀπόκρυφα μέρη

23:20 πρὶν ἢ κτισθη̃ναι τὰ πάντα ἔγνωσται αὐτω̨̃ οὕτως καὶ μετὰ τὸ συντελεσθη̃ναι

23:21 οὑ̃τος ἐν πλατείαις πόλεως ἐκδικηθήσεται καὶ οὑ̃ οὐχ ὑπενόησεν πιασθήσεται

23:22 οὕτως καὶ γυνὴ καταλιπου̃σα τὸν ἄνδρα καὶ παριστω̃σα κληρονόμον ἐξ ἀλλοτρίου

23:23 πρω̃τον μὲν γὰρ ἐν νόμω̨ ὑψίστου ἠπείθησεν καὶ δεύτερον εἰς ἄνδρα αὐτη̃ς ἐπλημμέλησεν καὶ τὸ τρίτον ἐν πορνεία̨ ἐμοιχεύθη καὶ ἐξ ἀλλοτρίου ἀνδρὸς τέκνα παρέστησεν

23:24 αὕτη εἰς ἐκκλησίαν ἐξαχθήσεται καὶ ἐπὶ τὰ τέκνα αὐτη̃ς ἐπισκοπὴ ἔσται

23:25 οὐ διαδώσουσιν τὰ τέκνα αὐτη̃ς εἰς ῥίζαν καὶ οἱ κλάδοι αὐτη̃ς οὐκ οἴσουσιν καρπόν

23:26 καταλείψει εἰς κατάραν τὸ μνημόσυνον αὐτη̃ς καὶ τὸ ὄνειδος αὐτη̃ς οὐκ ἐξαλειφθήσεται

23:27 καὶ ἐπιγνώσονται οἱ καταλειφθέντες ὅτι οὐθὲν κρει̃ττον φόβου κυρίου καὶ οὐθὲν γλυκύτερον του̃ προσέχειν ἐντολαι̃ς κυρίου

24:1 ἡ σοφία αἰνέσει ψυχὴν αὐτη̃ς καὶ ἐν μέσω̨ λαου̃ αὐτη̃ς καυχήσεται

24:2 ἐν ἐκκλησία̨ ὑψίστου στόμα αὐτη̃ς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτου̃ καυχήσεται

24:3 ἐγὼ ἀπὸ στόματος ὑψίστου ἐξη̃λθον καὶ ὡς ὁμίχλη κατεκάλυψα γη̃ν

24:4 ἐγὼ ἐν ὑψηλοι̃ς κατεσκήνωσα καὶ ὁ θρόνος μου ἐν στύλω̨ νεφέλης

24:5 γυ̃ρον οὐρανου̃ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα

24:6 ἐν κύμασιν θαλάσσης καὶ ἐν πάση̨ τη̨̃ γη̨̃ καὶ ἐν παντὶ λαω̨̃ καὶ ἔθνει ἐκτησάμην

24:7 μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομία̨ τίνος αὐλισθήσομαι

24:8 τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων καὶ ὁ κτίσας με κατέπαυσεν τὴν σκηνήν μου καὶ εἰ̃πεν ἐν Ιακωβ κατασκήνωσον καὶ ἐν Ισραηλ κατακληρονομήθητι

24:9 πρὸ του̃ αἰω̃νος ἀπ' ἀρχη̃ς ἔκτισέν με καὶ ἕως αἰω̃νος οὐ μὴ ἐκλίπω

24:10 ἐν σκηνη̨̃ ἁγία̨ ἐνώπιον αὐτου̃ ἐλειτούργησα καὶ οὕτως ἐν Σιων ἐστηρίχθην

24:11 ἐν πόλει ἠγαπημένη̨ ὁμοίως με κατέπαυσεν καὶ ἐν Ιερουσαλημ ἡ ἐξουσία μου

24:12 καὶ ἐρρίζωσα ἐν λαω̨̃ δεδοξασμένω̨ ἐν μερίδι κυρίου κληρονομίας αὐτου̃

24:13 ὡς κέδρος ἀνυψώθην ἐν τω̨̃ Λιβάνω̨ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Αερμων

24:14 ὡς φοι̃νιξ ἀνυψώθην ἐν Αιγγαδοις καὶ ὡς φυτὰ ῥόδου ἐν Ιεριχω ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίω̨ καὶ ἀνυψώθην ὡς πλάτανος

24:15 ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνη̨̃

24:16 ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος

24:17 ἐγὼ ὡς ἄμπελος ἐβλάστησα χάριν καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου

24:19 προσέλθετε πρός με οἱ ἐπιθυμου̃ντές μου καὶ ἀπὸ τω̃ν γενημάτων μου ἐμπλήσθητε

24:20 τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον

24:21 οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν

24:22 ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν

24:23 ταυ̃τα πάντα βίβλος διαθήκης θεου̃ ὑψίστου νόμον ὃν ἐνετείλατο ἡμι̃ν Μωυση̃ς κληρονομίαν συναγωγαι̃ς Ιακωβ

24:25 ὁ πιμπλω̃ν ὡς Φισων σοφίαν καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων

24:26 ὁ ἀναπληρω̃ν ὡς Εὐφράτης σύνεσιν καὶ ὡς Ιορδάνης ἐν ἡμέραις θερισμου̃

24:27 ὁ ἐκφαίνων ὡς φω̃ς παιδείαν ὡς Γηων ἐν ἡμέραις τρυγήτου

24:28 οὐ συνετέλεσεν ὁ πρω̃τος γνω̃ναι αὐτήν καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν

24:29 ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτη̃ς καὶ ἡ βουλὴ αὐτη̃ς ἀπὸ ἀβύσσου μεγάλης

24:30 κἀγὼ ὡς διω̃ρυξ ἀπὸ ποταμου̃ καὶ ὡς ὑδραγωγὸς ἐξη̃λθον εἰς παράδεισον

24:31 εἰ̃πα ποτιω̃ μου τὸν κη̃πον καὶ μεθύσω μου τὴν πρασιάν καὶ ἰδοὺ ἐγένετό μοι ἡ διω̃ρυξ εἰς ποταμόν καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν

24:32 ἔτι παιδείαν ὡς ὄρθρον φωτιω̃ καὶ ἐκφανω̃ αὐτὰ ἕως εἰς μακράν

24:33 ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεω̃ καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων

24:34 ἴδετε ὅτι οὐκ ἐμοὶ μόνω̨ ἐκοπίασα ἀλλ' ἅπασιν τοι̃ς ἐκζητου̃σιν αὐτήν

25:1 ἐν τρισὶν ὡραΐσθην καὶ ἀνέστην ὡραία ἔναντι κυρίου καὶ ἀνθρώπων ὁμόνοια ἀδελφω̃ν καὶ φιλία τω̃ν πλησίον καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοι̃ς συμπεριφερόμενοι

25:2 τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τη̨̃ ζωη̨̃ αὐτω̃ν πτωχὸν ὑπερήφανον καὶ πλούσιον ψεύστην γέροντα μοιχὸν ἐλαττούμενον συνέσει

25:3 ἐν νεότητι οὐ συναγείοχας καὶ πω̃ς ἂν εὕροις ἐν τω̨̃ γήρα̨ σου

25:4 ὡς ὡραι̃ον πολιαι̃ς κρίσις καὶ πρεσβυτέροις ἐπιγνω̃ναι βουλήν

25:5 ὡς ὡραία γερόντων σοφία καὶ δεδοξασμένοις διανόημα καὶ βουλή

25:6 στέφανος γερόντων πολυπειρία καὶ τὸ καύχημα αὐτω̃ν φόβος κυρίου

25:7 ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδία̨ καὶ τὸ δέκατον ἐρω̃ ἐπὶ γλώσσης ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις ζω̃ν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρω̃ν

25:8 μακάριος ὁ συνοικω̃ν γυναικὶ συνετη̨̃ καὶ ὃς ἐν γλώσση̨ οὐκ ὠλίσθησεν καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίω̨ ἑαυτου̃

25:9 μακάριος ὃς εὑ̃ρεν φρόνησιν καὶ ὁ διηγούμενος εἰς ὠ̃τα ἀκουόντων

25:10 ὡς μέγας ὁ εὑρὼν σοφίαν ἀλλ' οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν κύριον

25:11 φόβος κυρίου ὑπὲρ πα̃ν ὑπερέβαλεν ὁ κρατω̃ν αὐτου̃ τίνι ὁμοιωθήσεται

25:13 πα̃σαν πληγὴν καὶ μὴ πληγὴν καρδίας καὶ πα̃σαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός

25:14 πα̃σαν ἐπαγωγὴν καὶ μὴ ἐπαγωγὴν μισούντων καὶ πα̃σαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχθρω̃ν

25:15 οὐκ ἔστιν κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως καὶ οὐκ ἔστιν θυμὸς ὑπὲρ θυμὸν ἐχθρου̃

25:16 συνοικη̃σαι λέοντι καὶ δράκοντι εὐδοκήσω ἢ συνοικη̃σαι μετὰ γυναικὸς πονηρα̃ς

25:17 πονηρία γυναικὸς ἀλλοιοι̃ τὴν ὅρασιν αὐτη̃ς καὶ σκοτοι̃ τὸ πρόσωπον αὐτη̃ς ὡς ἄρκος

25:18 ἀνὰ μέσον τω̃ν πλησίον αὐτου̃ ἀναπεσει̃ται ὁ ἀνὴρ αὐτη̃ς καὶ ἀκουσίως ἀνεστέναξεν πικρά

25:19 μικρὰ πα̃σα κακία πρὸς κακίαν γυναικός κλη̃ρος ἁμαρτωλου̃ ἐπιπέσοι αὐτη̨̃

25:20 ἀνάβασις ἀμμώδης ἐν ποσὶν πρεσβυτέρου οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχω̨

25:21 μὴ προσπέση̨ς ἐπὶ κάλλος γυναικὸς καὶ γυναι̃κα μὴ ἐπιποθήση̨ς

25:22 ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγη̨̃ τω̨̃ ἀνδρὶ αὐτη̃ς

25:23 καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά χει̃ρες παρειμέναι καὶ γόνατα παραλελυμένα ἥτις οὐ μακαριει̃ τὸν ἄνδρα αὐτη̃ς

25:24 ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας καὶ δι' αὐτὴν ἀποθνή̨σκομεν πάντες

25:25 μὴ δω̨̃ς ὕδατι διέξοδον μηδὲ γυναικὶ πονηρα̨̃ παρρησίαν

25:26 εἰ μὴ πορεύεται κατὰ χει̃ράς σου ἀπὸ τω̃ν σαρκω̃ν σου ἀπότεμε αὐτήν

26:1 γυναικὸς ἀγαθη̃ς μακάριος ὁ ἀνήρ καὶ ἀριθμὸς τω̃ν ἡμερω̃ν αὐτου̃ διπλάσιος

26:2 γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτη̃ς καὶ τὰ ἔτη αὐτου̃ πληρώσει ἐν εἰρήνη̨

26:3 γυνὴ ἀγαθὴ μερὶς ἀγαθή ἐν μερίδι φοβουμένων κύριον δοθήσεται

26:4 πλουσίου δὲ καὶ πτωχου̃ καρδία ἀγαθή ἐν παντὶ καιρω̨̃ πρόσωπον ἱλαρόν

26:5 ἀπὸ τριω̃ν εὐλαβήθη ἡ καρδία μου καὶ ἐπὶ τω̨̃ τετάρτω̨ προσώπω̨ ἐδεήθην διαβολὴν πόλεως καὶ ἐκκλησίαν ὄχλου καὶ καταψευσμόν ὑπὲρ θάνατον πάντα μοχθηρά

26:6 ἄλγος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος ἐπὶ γυναικὶ καὶ μάστιξ γλώσσης πα̃σιν ἐπικοινωνου̃σα

26:7 βοοζύγιον σαλευόμενον γυνὴ πονηρά ὁ κρατω̃ν αὐτη̃ς ὡς ὁ δρασσόμενος σκορπίου

26:8 ὀργὴ μεγάλη γυνὴ μέθυσος καὶ ἀσχημοσύνην αὐτη̃ς οὐ συγκαλύψει

26:9 πορνεία γυναικὸς ἐν μετεωρισμοι̃ς ὀφθαλμω̃ν καὶ ἐν τοι̃ς βλεφάροις αὐτη̃ς γνωσθήσεται

26:10 ἐπὶ θυγατρὶ ἀδιατρέπτω̨ στερέωσον φυλακήν ἵνα μὴ εὑρου̃σα ἄνεσιν ἑαυτη̨̃ χρήσηται

26:11 ὀπίσω ἀναιδου̃ς ὀφθαλμου̃ φύλαξαι καὶ μὴ θαυμάση̨ς ἐὰν εἰς σὲ πλημμελήση̨

26:12 ὡς διψω̃ν ὁδοιπόρος τὸ στόμα ἀνοίξει καὶ ἀπὸ παντὸς ὕδατος του̃ σύνεγγυς πίεται κατέναντι παντὸς πασσάλου καθήσεται καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν

26:13 χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτη̃ς καὶ τὰ ὀστα̃ αὐτου̃ πιανει̃ ἡ ἐπιστήμη αὐτη̃ς

26:14 δόσις κυρίου γυνὴ σιγηρά καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχη̃ς

26:15 χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρά καὶ οὐκ ἔστιν σταθμὸς πα̃ς ἄξιος ἐγκρατου̃ς ψυχη̃ς

26:16 ἥλιος ἀνατέλλων ἐν ὑψίστοις κυρίου καὶ κάλλος ἀγαθη̃ς γυναικὸς ἐν κόσμω̨ οἰκίας αὐτη̃ς

26:17 λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας καὶ κάλλος προσώπου ἐπὶ ἡλικία̨ στασίμη̨

26:18 στυ̃λοι χρύσεοι ἐπὶ βάσεως ἀργυρα̃ς καὶ πόδες ὡραι̃οι ἐπὶ στέρνοις εὐσταθου̃ς

26:28 ἐπὶ δυσὶ λελύπηται ἡ καρδία μου καὶ ἐπὶ τω̨̃ τρίτω̨ θυμός μοι ἐπη̃λθεν ἀνὴρ πολεμιστὴς ὑστερω̃ν δι' ἔνδειαν καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθω̃σιν ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν ὁ κύριος ἑτοιμάσει εἰς ῥομφαίαν αὐτόν

26:29 μόλις ἐξελει̃ται ἔμπορος ἀπὸ πλημμελείας καὶ οὐ δικαιωθήσεται κάπηλος ἀπὸ ἁμαρτίας

27:1 χάριν διαφόρου πολλοὶ ἥμαρτον καὶ ὁ ζητω̃ν πληθυ̃ναι ἀποστρέψει ὀφθαλμόν

27:2 ἀνὰ μέσον ἁρμω̃ν λίθων παγήσεται πάσσαλος καὶ ἀνὰ μέσον πράσεως καὶ ἀγορασμου̃ συντριβήσεται ἁμαρτία

27:3 ἐὰν μὴ ἐν φόβω̨ κυρίου κρατήση̨ κατὰ σπουδήν ἐν τάχει καταστραφήσεται αὐτου̃ ὁ οἰ̃κος

27:4 ἐν σείσματι κοσκίνου διαμένει κοπρία οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμω̨̃ αὐτου̃

27:5 σκεύη κεραμέως δοκιμάζει κάμινος καὶ πειρασμὸς ἀνθρώπου ἐν διαλογισμω̨̃ αὐτου̃

27:6 γεώργιον ξύλου ἐκφαίνει ὁ καρπὸς αὐτου̃ οὕτως λόγος ἐνθυμήματος καρδίας ἀνθρώπου

27:7 πρὸ λογισμου̃ μὴ ἐπαινέση̨ς ἄνδρα οὑ̃τος γὰρ πειρασμὸς ἀνθρώπων

27:8 ἐὰν διώκη̨ς τὸ δίκαιον καταλήμψη̨ καὶ ἐνδύση̨ αὐτὸ ὡς ποδήρη δόξης

27:9 πετεινὰ πρὸς τὰ ὅμοια αὐτοι̃ς καταλύσει καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν ἐπανήξει

27:10 λέων θήραν ἐνεδρεύει οὕτως ἁμαρτία ἐργαζομένους ἄδικα

27:11 διήγησις εὐσεβου̃ς διὰ παντὸς σοφία ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιου̃ται

27:12 εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε

27:13 διήγησις μωρω̃ν προσόχθισμα καὶ ὁ γέλως αὐτω̃ν ἐν σπατάλη̨ ἁμαρτίας

27:14 λαλιὰ πολυόρκου ἀνορθώσει τρίχας καὶ ἡ μάχη αὐτω̃ν ἐμφραγμὸς ὠτίων

27:15 ἔκχυσις αἵματος μάχη ὑπερηφάνων καὶ ἡ διαλοιδόρησις αὐτω̃ν ἀκοὴ μοχθηρά

27:16 ὁ ἀποκαλύπτων μυστήρια ἀπώλεσεν πίστιν καὶ οὐ μὴ εὕρη̨ φίλον πρὸς τὴν ψυχὴν αὐτου̃

27:17 στέρξον φίλον καὶ πιστώθητι μετ' αὐτου̃ ἐὰν δὲ ἀποκαλύψη̨ς τὰ μυστήρια αὐτου̃ μὴ καταδιώξη̨ς ὀπίσω αὐτου̃

27:18 καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν νεκρὸν αὐτου̃ οὕτως ἀπώλεσας τὴν φιλίαν του̃ πλησίον

27:19 καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας οὕτως ἀφη̃κας τὸν πλησίον καὶ οὐ θηρεύσεις αὐτόν

27:20 μὴ αὐτὸν διώξη̨ς ὅτι μακρὰν ἀπέστη καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος

27:21 ὅτι τραυ̃μα ἔστιν καταδη̃σαι καὶ λοιδορίας ἔστιν διαλλαγή ὁ δὲ ἀποκαλύψας μυστήρια ἀφήλπισεν

27:22 διανεύων ὀφθαλμω̨̃ τεκταίνει κακά καὶ οὐδεὶς αὐτὰ ἀποστήσει ἀπ' αὐτου̃

27:23 ἀπέναντι τω̃ν ὀφθαλμω̃ν σου γλυκανει̃ τὸ στόμα αὐτου̃ καὶ ἐπὶ τω̃ν λόγων σου ἐκθαυμάσει ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτου̃ καὶ ἐν τοι̃ς λόγοις σου δώσει σκάνδαλον

27:24 πολλὰ ἐμίσησα καὶ οὐχ ὡμοίωσα αὐτω̨̃ καὶ ὁ κύριος μισήσει αὐτόν

27:25 ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλὴν αὐτου̃ βάλλει καὶ πληγὴ δολία διελει̃ τραύματα

27:26 ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσει̃ται καὶ ὁ ἱστω̃ν παγίδα ἐν αὐτη̨̃ ἁλώσεται

27:27 ὁ ποιω̃ν πονηρά εἰς αὐτὸν κυλισθήσεται καὶ οὐ μὴ ἐπιγνω̨̃ πόθεν ἥκει αὐτω̨̃

27:28 ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνω̨ καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν

27:29 παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι πτώσει εὐσεβω̃ν καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ του̃ θανάτου αὐτω̃ν

27:30 μη̃νις καὶ ὀργή καὶ ταυ̃τά ἐστιν βδελύγματα καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτω̃ν

28:1 ὁ ἐκδικω̃ν παρὰ κυρίου εὑρήσει ἐκδίκησιν καὶ τὰς ἁμαρτίας αὐτου̃ διατηρω̃ν διατηρήσει

28:2 ἄφες ἀδίκημα τω̨̃ πλησίον σου καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται

28:3 ἄνθρωπος ἀνθρώπω̨ συντηρει̃ ὀργήν καὶ παρὰ κυρίου ζητει̃ ἴασιν

28:4 ἐπ' ἄνθρωπον ὅμοιον αὐτω̨̃ οὐκ ἔχει ἔλεος καὶ περὶ τω̃ν ἁμαρτιω̃ν αὐτου̃ δει̃ται

28:5 αὐτὸς σὰρξ ὢν διατηρει̃ μη̃νιν τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτου̃

28:6 μνήσθητι τὰ ἔσχατα καὶ παυ̃σαι ἐχθραίνων καταφθορὰν καὶ θάνατον καὶ ἔμμενε ἐντολαι̃ς

28:7 μνήσθητι ἐντολω̃ν καὶ μὴ μηνίση̨ς τω̨̃ πλησίον καὶ διαθήκην ὑψίστου καὶ πάριδε ἄγνοιαν

28:8 ἀπόσχου ἀπὸ μάχης καὶ ἐλαττώσεις ἁμαρτίας ἄνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην

28:9 καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβαλει̃ διαβολήν

28:10 κατὰ τὴν ὕλην του̃ πυρὸς οὕτως ἐκκαυθήσεται καὶ κατὰ τὴν στερέωσιν τη̃ς μάχης ἐκκαυθήσεται κατὰ τὴν ἰσχὺν του̃ ἀνθρώπου ὁ θυμὸς αὐτου̃ ἔσται καὶ κατὰ τὸν πλου̃τον ἀνυψώσει ὀργὴν αὐτου̃

28:11 ἔρις κατασπευδομένη ἐκκαίει πυ̃ρ καὶ μάχη κατασπεύδουσα ἐκχέει αἱ̃μα

28:12 ἐὰν φυσήση̨ς εἰς σπινθη̃ρα ἐκκαήσεται καὶ ἐὰν πτύση̨ς ἐπ' αὐτόν σβεσθήσεται καὶ ἀμφότερα ἐκ του̃ στόματός σου ἐκπορεύεται

28:13 ψίθυρον καὶ δίγλωσσον καταράσασθε πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσεν

28:14 γλω̃σσα τρίτη πολλοὺς ἐσάλευσεν καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος καὶ πόλεις ὀχυρὰς καθει̃λεν καὶ οἰκίας μεγιστάνων κατέστρεψεν

28:15 γλω̃σσα τρίτη γυναι̃κας ἀνδρείας ἐξέβαλεν καὶ ἐστέρεσεν αὐτὰς τω̃ν πόνων αὐτω̃ν

28:16 ὁ προσέχων αὐτη̨̃ οὐ μὴ εὕρη̨ ἀνάπαυσιν οὐδὲ κατασκηνώσει μεθ' ἡσυχίας

28:17 πληγὴ μάστιγος ποιει̃ μώλωπα πληγὴ δὲ γλώσσης συγκλάσει ὀστα̃

28:18 πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλω̃σσαν

28:19 μακάριος ὁ σκεπασθεὶς ἀπ' αὐτη̃ς ὃς οὐ διη̃λθεν ἐν τω̨̃ θυμω̨̃ αὐτη̃ς ὃς οὐχ εἵλκυσεν τὸν ζυγὸν αὐτη̃ς καὶ ἐν τοι̃ς δεσμοι̃ς αὐτη̃ς οὐκ ἐδέθη

28:20 ὁ γὰρ ζυγὸς αὐτη̃ς ζυγὸς σιδηρου̃ς καὶ οἱ δεσμοὶ αὐτη̃ς δεσμοὶ χάλκειοι

28:21 θάνατος πονηρὸς ὁ θάνατος αὐτη̃ς καὶ λυσιτελὴς μα̃λλον ὁ ἅ̨δης αὐτη̃ς

28:22 οὐ μὴ κρατήση̨ εὐσεβω̃ν καὶ ἐν τη̨̃ φλογὶ αὐτη̃ς οὐ καήσονται

28:23 οἱ καταλείποντες κύριον ἐμπεσου̃νται εἰς αὐτήν καὶ ἐν αὐτοι̃ς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθη̨̃ ἐπαποσταλήσεται αὐτοι̃ς ὡς λέων καὶ ὡς πάρδαλις λυμανει̃ται αὐτούς

28:24 ἰδὲ περίφραξον τὸ κτη̃μά σου ἀκάνθαις τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον

28:25 καὶ τοι̃ς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμὸν καὶ τω̨̃ στόματί σου ποίησον θύραν καὶ μοχλόν

28:26 πρόσεχε μήπως ὀλίσθη̨ς ἐν αὐτη̨̃ μὴ πέση̨ς κατέναντι ἐνεδρεύοντος

29:1 ὁ ποιω̃ν ἔλεος δανιει̃ τω̨̃ πλησίον καὶ ὁ ἐπισχύων τη̨̃ χειρὶ αὐτου̃ τηρει̃ ἐντολάς

29:2 δάνεισον τω̨̃ πλησίον ἐν καιρω̨̃ χρείας αὐτου̃ καὶ πάλιν ἀπόδος τω̨̃ πλησίον εἰς τὸν καιρόν

29:3 στερέωσον λόγον καὶ πιστώθητι μετ' αὐτου̃ καὶ ἐν παντὶ καιρω̨̃ εὑρήσεις τὴν χρείαν σου

29:4 πολλοὶ ὡς εὕρεμα ἐνόμισαν δάνος καὶ παρέσχον κόπον τοι̃ς βοηθήσασιν αὐτοι̃ς

29:5 ἕως οὑ̃ λάβη̨ καταφιλήσει χει̃ρας αὐτου̃ καὶ ἐπὶ τω̃ν χρημάτων του̃ πλησίον ταπεινώσει φωνήν καὶ ἐν καιρω̨̃ ἀποδόσεως παρελκύσει χρόνον καὶ ἀποδώσει λόγους ἀκηδίας καὶ τὸν καιρὸν αἰτιάσεται

29:6 ἐὰν ἰσχύση̨ μόλις κομίσεται τὸ ἥμισυ καὶ λογιει̃ται αὐτὸ ὡς εὕρεμα εἰ δὲ μή ἀπεστέρησεν αὐτὸν τω̃ν χρημάτων αὐτου̃ καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτω̨̃ καὶ ἀντὶ δόξης ἀποδώσει αὐτω̨̃ ἀτιμίαν

29:7 πολλοὶ οὐ χάριν πονηρίας ἀπέστρεψαν ἀποστερηθη̃ναι δωρεὰν εὐλαβήθησαν

29:8 πλὴν ἐπὶ ταπεινω̨̃ μακροθύμησον καὶ ἐπ' ἐλεημοσύνη̨ μὴ παρελκύση̨ς αὐτόν

29:9 χάριν ἐντολη̃ς ἀντιλαβου̃ πένητος καὶ κατὰ τὴν ἔνδειαν αὐτου̃ μὴ ἀποστρέψη̨ς αὐτὸν κενόν

29:10 ἀπόλεσον ἀργύριον δι' ἀδελφὸν καὶ φίλον καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπώλειαν

29:11 θὲς τὸν θησαυρόν σου κατ' ἐντολὰς ὑψίστου καὶ λυσιτελήσει σοι μα̃λλον ἢ τὸ χρυσίον

29:12 σύγκλεισον ἐλεημοσύνην ἐν τοι̃ς ταμιείοις σου καὶ αὕτη ἐξελει̃ταί σε ἐκ πάσης κακώσεως

29:13 ὑπὲρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ὁλκη̃ς κατέναντι ἐχθρου̃ πολεμήσει ὑπὲρ σου̃

29:14 ἀνὴρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην ἐγκαταλείψει αὐτόν

29:15 χάριτας ἐγγύου μὴ ἐπιλάθη̨ ἔδωκεν γὰρ τὴν ψυχὴν αὐτου̃ ὑπὲρ σου̃

29:16 ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός καὶ ἀχάριστος ἐν διανοία̨ ἐγκαταλείψει ῥυσάμενον

29:17 ἐγγύη πολλοὺς ἀπώλεσεν κατευθύνοντας καὶ ἐσάλευσεν αὐτοὺς ὡς κυ̃μα θαλάσσης

29:18 ἄνδρας δυνατοὺς ἀπώ̨κισεν καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις

29:19 ἁμαρτωλὸς ἐμπεσὼν εἰς ἐγγύην καὶ διώκων ἐργολαβίας ἐμπεσει̃ται εἰς κρίσεις

29:20 ἀντιλαβου̃ του̃ πλησίον κατὰ δύναμίν σου καὶ πρόσεχε σεαυτω̨̃ μὴ ἐμπέση̨ς

29:21 ἀρχὴ ζωη̃ς ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον καὶ οἰ̃κος καλύπτων ἀσχημοσύνην

29:22 κρείσσων βίος πτωχου̃ ὑπὸ σκέπην δοκω̃ν ἢ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις

29:23 ἐπὶ μικρω̨̃ καὶ μεγάλω̨ εὐδοκίαν ἔχε καὶ ὀνειδισμὸν παροικίας οὐ μὴ ἀκούση̨ς

29:24 ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν καὶ οὑ̃ παροικήσεις οὐκ ἀνοίξεις στόμα

29:25 ξενιει̃ς καὶ ποτιει̃ς εἰς ἀχάριστα καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούση̨

29:26 πάρελθε πάροικε κόσμησον τράπεζαν καὶ εἴ τι ἐν τη̨̃ χειρί σου ψώμισόν με

29:27 ἔξελθε πάροικε ἀπὸ προσώπου δόξης ἐπεξένωταί μοι ὁ ἀδελφός χρεία τη̃ς οἰκίας

29:28 βαρέα ταυ̃τα ἀνθρώπω̨ ἔχοντι φρόνησιν ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανειστου̃

30:1 ὁ ἀγαπω̃ν τὸν υἱὸν αὐτου̃ ἐνδελεχήσει μάστιγας αὐτω̨̃ ἵνα εὐφρανθη̨̃ ἐπ' ἐσχάτων αὐτου̃

30:2 ὁ παιδεύων τὸν υἱὸν αὐτου̃ ὀνήσεται ἐπ' αὐτω̨̃ καὶ ἀνὰ μέσον γνωρίμων ἐπ' αὐτω̨̃ καυχήσεται

30:3 ὁ διδάσκων τὸν υἱὸν αὐτου̃ παραζηλώσει τὸν ἐχθρὸν καὶ ἔναντι φίλων ἐπ' αὐτω̨̃ ἀγαλλιάσεται

30:4 ἐτελεύτησεν αὐτου̃ ὁ πατήρ καὶ ὡ̃ς οὐκ ἀπέθανεν ὅμοιον γὰρ αὐτω̨̃ κατέλιπεν μετ' αὐτόν

30:5 ἐν τη̨̃ ζωη̨̃ αὐτου̃ εἰ̃δεν καὶ εὐφράνθη καὶ ἐν τη̨̃ τελευτη̨̃ αὐτου̃ οὐκ ἐλυπήθη

30:6 ἐναντίον ἐχθρω̃ν κατέλιπεν ἔκδικον καὶ τοι̃ς φίλοις ἀνταποδιδόντα χάριν

30:7 περιψύχων υἱὸν καταδεσμεύσει τραύματα αὐτου̃ καὶ ἐπὶ πάση̨ βοη̨̃ ταραχθήσεται σπλάγχνα αὐτου̃

30:8 ἵππος ἀδάμαστος ἐκβαίνει σκληρός καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής

30:9 τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε σύμπαιξον αὐτω̨̃ καὶ λυπήσει σε

30:10 μὴ συγγελάση̨ς αὐτω̨̃ ἵνα μὴ συνοδυνηθη̨̃ς καὶ ἐπ' ἐσχάτων γομφιάσεις τοὺς ὀδόντας σου

30:11 μὴ δω̨̃ς αὐτω̨̃ ἐξουσίαν ἐν νεότητι

30:12 θλάσον τὰς πλευρὰς αὐτου̃ ὡς ἔστιν νήπιος μήποτε σκληρυνθεὶς ἀπειθήση̨ σοι

30:13 παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτω̨̃ ἵνα μὴ ἐν τη̨̃ ἀσχημοσύνη̨ αὐτου̃ προσκόψη̨ς

30:14 κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τη̨̃ ἕξει ἢ πλούσιος μεμαστιγωμένος εἰς σω̃μα αὐτου̃

30:15 ὑγίεια καὶ εὐεξία βελτίων παντὸς χρυσίου καὶ σω̃μα εὔρωστον ἢ ὄλβος ἀμέτρητος

30:16 οὐκ ἔστιν πλου̃τος βελτίων ὑγιείας σώματος καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπὲρ χαρὰν καρδίας

30:17 κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν καὶ ἀνάπαυσις αἰω̃νος ἢ ἀρρώστημα ἔμμονον

30:18 ἀγαθὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένω̨ θέματα βρωμάτων παρακείμενα ἐπὶ τάφω̨

30:19 τί συμφέρει κάρπωσις εἰδώλω̨ οὔτε γὰρ ἔδεται οὔτε μὴ ὀσφρανθη̨̃ οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ κυρίου

30:20 βλέπων ἐν ὀφθαλμοι̃ς καὶ στενάζων ὥσπερ εὐνου̃χος περιλαμβάνων παρθένον καὶ στενάζων

30:21 μὴ δω̨̃ς εἰς λύπην τὴν ψυχήν σου καὶ μὴ θλίψη̨ς σεαυτὸν ἐν βουλη̨̃ σου

30:22 εὐφροσύνη καρδίας ζωὴ ἀνθρώπου καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις

30:23 ἀπάτα τὴν ψυχήν σου καὶ παρακάλει τὴν καρδίαν σου καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σου̃ πολλοὺς γὰρ ἀπώλεσεν ἡ λύπη καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτη̨̃

30:24 ζη̃λος καὶ θυμὸς ἐλαττου̃σιν ἡμέρας καὶ πρὸ καιρου̃ γη̃ρας ἄγει μέριμνα

30:25 λαμπρὰ καρδία καὶ ἀγαθὴ ἐπὶ ἐδέσμασιν τω̃ν βρωμάτων αὐτη̃ς ἐπιμελήσεται

31:1 ἀγρυπνία πλούτου ἐκτήκει σάρκας καὶ ἡ μέριμνα αὐτου̃ ἀφιστα̨̃ ὕπνον

31:2 μέριμνα ἀγρυπνίας ἀποστήσει νυσταγμόν καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνον

31:3 ἐκοπίασεν πλούσιος ἐν συναγωγη̨̃ χρημάτων καὶ ἐν τη̨̃ ἀναπαύσει ἐμπίμπλαται τω̃ν τρυφημάτων αὐτου̃

31:4 ἐκοπίασεν πτωχὸς ἐν ἐλαττώσει βίου καὶ ἐν τη̨̃ ἀναπαύσει ἐπιδεὴς γίνεται

31:5 ὁ ἀγαπω̃ν χρυσίον οὐ δικαιωθήσεται καὶ ὁ διώκων διάφορα ἐν αὐτοι̃ς πλανηθήσεται

31:6 πολλοὶ ἐδόθησαν εἰς πτω̃μα χάριν χρυσίου καὶ ἐγενήθη ἡ ἀπώλεια αὐτω̃ν κατὰ πρόσωπον αὐτω̃ν

31:7 ξύλον προσκόμματός ἐστιν τοι̃ς ἐνθουσιάζουσιν αὐτω̨̃ καὶ πα̃ς ἄφρων ἁλώσεται ἐν αὐτω̨̃

31:8 μακάριος πλούσιος ὃς εὑρέθη ἄμωμος καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη

31:9 τίς ἐστιν καὶ μακαριου̃μεν αὐτόν ἐποίησεν γὰρ θαυμάσια ἐν λαω̨̃ αὐτου̃

31:10 τίς ἐδοκιμάσθη ἐν αὐτω̨̃ καὶ ἐτελειώθη καὶ ἔσται αὐτω̨̃ εἰς καύχησιν τίς ἐδύνατο παραβη̃ναι καὶ οὐ παρέβη καὶ ποιη̃σαι κακὰ καὶ οὐκ ἐποίησεν

31:11 στερεωθήσεται τὰ ἀγαθὰ αὐτου̃ καὶ τὰς ἐλεημοσύνας αὐτου̃ ἐκδιηγήσεται ἐκκλησία

31:12 ἐπὶ τραπέζης μεγάλης ἐκάθισας μὴ ἀνοίξη̨ς ἐπ' αὐτη̃ς φάρυγγά σου καὶ μὴ εἴπη̨ς πολλά γε τὰ ἐπ' αὐτη̃ς

31:13 μνήσθητι ὅτι κακὸν ὀφθαλμὸς πονηρός πονηρότερον ὀφθαλμου̃ τί ἔκτισται διὰ του̃το ἀπὸ παντὸς προσώπου δακρύει

31:14 οὑ̃ ἐὰν ἐπιβλέψη̨ μὴ ἐκτείνη̨ς χει̃ρα καὶ μὴ συνθλίβου αὐτω̨̃ ἐν τρυβλίω̨

31:15 νόει τὰ του̃ πλησίον ἐκ σεαυτου̃ καὶ ἐπὶ παντὶ πράγματι διανοου̃

31:16 φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι καὶ μὴ διαμασω̃ μὴ μισηθη̨̃ς

31:17 παυ̃σαι πρω̃τος χάριν παιδείας καὶ μὴ ἀπληστεύου μήποτε προσκόψη̨ς

31:18 καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας πρότερος αὐτω̃ν μὴ ἐκτείνη̨ς τὴν χει̃ρά σου

31:19 ὡς ἱκανὸν ἀνθρώπω̨ πεπαιδευμένω̨ τὸ ὀλίγον καὶ ἐπὶ τη̃ς κοίτης αὐτου̃ οὐκ ἀσθμαίνει

31:20 ὕπνος ὑγιείας ἐπὶ ἐντέρω̨ μετρίω̨ ἀνέστη πρωί καὶ ἡ ψυχὴ αὐτου̃ μετ' αὐτου̃ πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου

31:21 καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν ἀνάστα ἔμεσον πόρρω καὶ ἀναπαύση̨

31:22 ἄκουσόν μου τέκνον καὶ μὴ ἐξουδενήση̨ς με καὶ ἐπ' ἐσχάτων εὑρήσεις τοὺς λόγους μου ἐν πα̃σι τοι̃ς ἔργοις σου γίνου ἐντρεχής καὶ πα̃ν ἀρρώστημα οὐ μή σοι ἀπαντήση̨

31:23 λαμπρὸν ἐπ' ἄρτοις εὐλογήσει χείλη καὶ ἡ μαρτυρία τη̃ς καλλονη̃ς αὐτου̃ πιστή

31:24 πονηρω̨̃ ἐπ' ἄρτω̨ διαγογγύσει πόλις καὶ ἡ μαρτυρία τη̃ς πονηρίας αὐτου̃ ἀκριβής

31:25 ἐν οἴνω̨ μὴ ἀνδρίζου πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἰ̃νος

31:26 κάμινος δοκιμάζει στόμωμα ἐν βαφη̨̃ οὕτως οἰ̃νος καρδίας ἐν μάχη̨ ὑπερηφάνων

31:27 ἔφισον ζωη̃ς οἰ̃νος ἀνθρώποις ἐὰν πίνη̨ς αὐτὸν ἐν μέτρω̨ αὐτου̃ τίς ζωὴ ἐλασσουμένω̨ οἴνω̨ καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις

31:28 ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχη̃ς οἰ̃νος πινόμενος ἐν καιρω̨̃ αὐτάρκης

31:29 πικρία ψυχη̃ς οἰ̃νος πινόμενος πολὺς ἐν ἐρεθισμω̨̃ καὶ ἀντιπτώματι

31:30 πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα ἐλαττω̃ν ἰσχὺν καὶ προσποιω̃ν τραύματα

31:31 ἐν συμποσίω̨ οἴνου μὴ ἐλέγξη̨ς τὸν πλησίον καὶ μὴ ἐξουθενήση̨ς αὐτὸν ἐν εὐφροσύνη̨ αὐτου̃ λόγον ὀνειδισμου̃ μὴ εἴπη̨ς αὐτω̨̃ καὶ μὴ αὐτὸν θλίψη̨ς ἐν ἀπαιτήσει

32:1 ἡγούμενόν σε κατέστησαν μὴ ἐπαίρου γίνου ἐν αὐτοι̃ς ὡς εἱ̃ς ἐξ αὐτω̃ν φρόντισον αὐτω̃ν καὶ οὕτω κάθισον

32:2 καὶ πα̃σαν τὴν χρείαν σου ποιήσας ἀνάπεσε ἵνα εὐφρανθη̨̃ς δι' αὐτοὺς καὶ εὐκοσμίας χάριν λάβη̨ς στέφανον

32:3 λάλησον πρεσβύτερε πρέπει γάρ σοι ἐν ἀκριβει̃ ἐπιστήμη̨ καὶ μὴ ἐμποδίση̨ς μουσικά

32:4 ὅπου ἀκρόαμα μὴ ἐκχέη̨ς λαλιὰν καὶ ἀκαίρως μὴ σοφίζου

32:5 σφραγὶς ἄνθρακος ἐπὶ κόσμω̨ χρυσω̨̃ σύγκριμα μουσικω̃ν ἐν συμποσίω̨ οἴνου

32:6 ἐν κατασκευάσματι χρυσω̨̃ σφραγὶς σμαράγδου μέλος μουσικω̃ν ἐφ' ἡδει̃ οἴνω̨

32:7 λάλησον νεανίσκε εἰ χρεία σου μόλις δὶς ἐὰν ἐπερωτηθη̨̃ς

32:8 κεφαλαίωσον λόγον ἐν ὀλίγοις πολλά γίνου ὡς γινώσκων καὶ ἅμα σιωπω̃ν

32:9 ἐν μέσω̨ μεγιστάνων μὴ ἐξισάζου καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει

32:10 πρὸ βροντη̃ς κατασπεύδει ἀστραπή καὶ πρὸ αἰσχυντηρου̃ προελεύσεται χάρις

32:11 ἐν ὥρα̨ ἐξεγείρου καὶ μὴ οὐράγει ἀπότρεχε εἰς οἰ̃κον καὶ μὴ ῥα̨θύμει

32:12 ἐκει̃ παι̃ζε καὶ ποίει τὰ ἐνθυμήματά σου καὶ μὴ ἁμάρτη̨ς λόγω̨ ὑπερηφάνω̨

32:13 καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε καὶ μεθύσκοντά σε ἀπὸ τω̃ν ἀγαθω̃ν αὐτου̃

32:14 ὁ φοβούμενος κύριον ἐκδέξεται παιδείαν καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν

32:15 ὁ ζητω̃ν νόμον ἐμπλησθήσεται αὐτου̃ καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτω̨̃

32:16 οἱ φοβούμενοι κύριον εὑρήσουσιν κρίμα καὶ δικαιώματα ὡς φω̃ς ἐξάψουσιν

32:17 ἄνθρωπος ἁμαρτωλὸς ἐκκλινει̃ ἐλεγμὸν καὶ κατὰ τὸ θέλημα αὐτου̃ εὑρήσει σύγκριμα

32:18 ἀνὴρ βουλη̃ς οὐ μὴ παρίδη̨ διανόημα ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον

32:19 ἄνευ βουλη̃ς μηθὲν ποιήση̨ς καὶ ἐν τω̨̃ ποιη̃σαί σε μὴ μεταμελου̃

32:20 ἐν ὁδω̨̃ ἀντιπτώματος μὴ πορεύου καὶ μὴ προσκόψη̨ς ἐν λιθώδεσιν

32:21 μὴ πιστεύση̨ς ἐν ὁδω̨̃ ἀπροσκόπω̨

32:22 καὶ ἀπὸ τω̃ν τέκνων σου φύλαξαι

32:23 ἐν παντὶ ἔργω̨ πίστευε τη̨̃ ψυχη̨̃ σου καὶ γὰρ του̃τό ἐστιν τήρησις ἐντολω̃ν

32:24 ὁ πιστεύων νόμω̨ προσέχει ἐντολαι̃ς καὶ ὁ πεποιθὼς κυρίω̨ οὐκ ἐλαττωθήσεται

33:1 τω̨̃ φοβουμένω̨ κύριον οὐκ ἀπαντήσει κακόν ἀλλ' ἐν πειρασμω̨̃ καὶ πάλιν ἐξελει̃ται

33:2 ἀνὴρ σοφὸς οὐ μισήσει νόμον ὁ δὲ ὑποκρινόμενος ἐν αὐτω̨̃ ὡς ἐν καταιγίδι πλοι̃ον

33:3 ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμω̨ καὶ ὁ νόμος αὐτω̨̃ πιστὸς ὡς ἐρώτημα δήλων

33:4 ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήση̨ σύνδησον παιδείαν καὶ ἀποκρίθητι

33:5 τροχὸς ἁμάξης σπλάγχνα μωρου̃ καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτου̃

33:6 ἵππος εἰς ὀχείαν ὡς φίλος μωκός ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει

33:7 διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει καὶ πα̃ν φω̃ς ἡμέρας ἐνιαυτου̃ ἀφ' ἡλίου

33:8 ἐν γνώσει κυρίου διεχωρίσθησαν καὶ ἠλλοίωσεν καιροὺς καὶ ἑορτάς

33:9 ἀπ' αὐτω̃ν ἀνύψωσεν καὶ ἡγίασεν καὶ ἐξ αὐτω̃ν ἔθηκεν εἰς ἀριθμὸν ἡμερω̃ν

33:10 καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους καὶ ἐκ γη̃ς ἐκτίσθη Αδαμ

33:11 ἐν πλήθει ἐπιστήμης κύριος διεχώρισεν αὐτοὺς καὶ ἠλλοίωσεν τὰς ὁδοὺς αὐτω̃ν

33:12 ἐξ αὐτω̃ν εὐλόγησεν καὶ ἀνύψωσεν καὶ ἐξ αὐτω̃ν ἡγίασεν καὶ πρὸς αὐτὸν ἤγγισεν ἀπ' αὐτω̃ν κατηράσατο καὶ ἐταπείνωσεν καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτω̃ν

33:13 ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτου̃ πα̃σαι αἱ ὁδοὶ αὐτου̃ κατὰ τὴν εὐδοκίαν αὐτου̃ οὕτως ἄνθρωποι ἐν χειρὶ του̃ ποιήσαντος αὐτοὺς ἀποδου̃ναι αὐτοι̃ς κατὰ τὴν κρίσιν αὐτου̃

33:14 ἀπέναντι του̃ κακου̃ τὸ ἀγαθόν καὶ ἀπέναντι του̃ θανάτου ἡ ζωή οὕτως ἀπέναντι εὐσεβου̃ς ἁμαρτωλός

33:15 καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα του̃ ὑψίστου δύο δύο ἓν κατέναντι του̃ ἑνός

33:16 κἀγὼ ἔσχατος ἠγρύπνησα ὡς καλαμώμενος ὀπίσω τρυγητω̃ν

33:17 ἐν εὐλογία̨ κυρίου ἔφθασα καὶ ὡς τρυγω̃ν ἐπλήρωσα ληνόν

33:18 κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνω̨ ἐκοπίασα ἀλλὰ πα̃σιν τοι̃ς ζητου̃σιν παιδείαν

33:19 ἀκούσατέ μου μεγιστα̃νες λαου̃ καὶ οἱ ἡγούμενοι ἐκκλησίας ἐνωτίσασθε

33:20 υἱω̨̃ καὶ γυναικί ἀδελφω̨̃ καὶ φίλω̨ μὴ δω̨̃ς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωη̨̃ σου καὶ μὴ δω̨̃ς ἑτέρω̨ τὰ χρήματά σου ἵνα μὴ μεταμεληθεὶς δέη̨ περὶ αὐτω̃ν

33:21 ἕως ἔτι ζη̨̃ς καὶ πνοὴ ἐν σοί μὴ ἀλλάξη̨ς σεαυτὸν ἐν πάση̨ σαρκί

33:22 κρει̃σσον γάρ ἐστιν τὰ τέκνα δεηθη̃ναί σου ἢ σὲ ἐμβλέπειν εἰς χει̃ρας υἱω̃ν σου

33:23 ἐν πα̃σι τοι̃ς ἔργοις σου γίνου ὑπεράγων μὴ δω̨̃ς μω̃μον ἐν τη̨̃ δόξη̨ σου

33:24 ἐν ἡμέρα̨ συντελείας ἡμερω̃ν ζωη̃ς σου καὶ ἐν καιρω̨̃ τελευτη̃ς διάδος κληρονομίαν

33:25 χορτάσματα καὶ ῥάβδος καὶ φορτία ὄνω̨ ἄρτος καὶ παιδεία καὶ ἔργον οἰκέτη̨

33:26 ἔργασαι ἐν παιδί καὶ εὑρήσεις ἀνάπαυσιν ἄνες χει̃ρας αὐτω̨̃ καὶ ζητήσει ἐλευθερίαν

33:27 ζυγὸς καὶ ἱμὰς τράχηλον κάμψουσιν καὶ οἰκέτη̨ κακούργω̨ στρέβλαι καὶ βάσανοι

33:28 ἔμβαλε αὐτὸν εἰς ἐργασίαν ἵνα μὴ ἀργη̨̃ πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία

33:29 εἰς ἔργα κατάστησον καθὼς πρέπει αὐτω̨̃ κἂν μὴ πειθαρχη̨̃ βάρυνον τὰς πέδας αὐτου̃

33:30 καὶ μὴ περισσεύση̨ς ἐπὶ πάση̨ σαρκὶ καὶ ἄνευ κρίσεως μὴ ποιήση̨ς μηδέν

33:31 εἰ ἔστιν σοι οἰκέτης ἔστω ὡς σύ ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν

33:32 εἰ ἔστιν σοι οἰκέτης ἄγε αὐτὸν ὡς ἀδελφόν ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτω̨̃

33:33 ἐὰν κακώση̨ς αὐτὸν καὶ ἀπάρας ἀποδρα̨̃ ἐν ποία̨ ὁδω̨̃ ζητήσεις αὐτόν

34:1 κεναὶ ἐλπίδες καὶ ψευδει̃ς ἀσυνέτω̨ ἀνδρί καὶ ἐνύπνια ἀναπτερου̃σιν ἄφρονας

34:2 ὡς δρασσόμενος σκια̃ς καὶ διώκων ἄνεμον οὕτως ὁ ἐπέχων ἐνυπνίοις

34:3 του̃το κατὰ τούτου ὅρασις ἐνυπνίων κατέναντι προσώπου ὁμοίωμα προσώπου

34:4 ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται καὶ ἀπὸ ψευδου̃ς τί ἀληθεύσει

34:5 μαντει̃αι καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστιν καὶ ὡς ὠδινούσης φαντάζεται καρδία

34:6 ἐὰν μὴ παρὰ ὑψίστου ἀποσταλη̨̃ ἐν ἐπισκοπη̨̃ μὴ δω̨̃ς εἰς αὐτὰ τὴν καρδίαν σου

34:7 πολλοὺς γὰρ ἐπλάνησεν τὰ ἐνύπνια καὶ ἐξέπεσον ἐλπίζοντες ἐπ' αὐτοι̃ς

34:8 ἄνευ ψεύδους συντελεσθήσεται νόμος καὶ σοφία στόματι πιστω̨̃ τελείωσις

34:9 ἀνὴρ πεπλανημένος ἔγνω πολλά καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν

34:10 ὃς οὐκ ἐπειράθη ὀλίγα οἰ̃δεν ὁ δὲ πεπλανημένος πληθυνει̃ πανουργίαν

34:11 πολλὰ ἑώρακα ἐν τη̨̃ ἀποπλανήσει μου καὶ πλείονα τω̃ν λόγων μου σύνεσίς μου

34:12 πλεονάκις ἕως θανάτου ἐκινδύνευσα καὶ διεσώθην τούτων χάριν

34:13 πνευ̃μα φοβουμένων κύριον ζήσεται ἡ γὰρ ἐλπὶς αὐτω̃ν ἐπὶ τὸν σώ̨ζοντα αὐτούς

34:14 ὁ φοβούμενος κύριον οὐδὲν εὐλαβηθήσεται καὶ οὐ μὴ δειλιάση̨ ὅτι αὐτὸς ἐλπὶς αὐτου̃

34:15 φοβουμένου τὸν κύριον μακαρία ἡ ψυχή τίνι ἐπέχει καὶ τίς αὐτου̃ στήριγμα

34:16 οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς ἀγαπω̃ντας αὐτόν ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος σκέπη ἀπὸ καύσωνος καὶ σκέπη ἀπὸ μεσημβρίας φυλακὴ ἀπὸ προσκόμματος καὶ βοήθεια ἀπὸ πτώσεως

34:17 ἀνυψω̃ν ψυχὴν καὶ φωτίζων ὀφθαλμούς ἴασιν διδούς ζωὴν καὶ εὐλογίαν

34:18 θυσιάζων ἐξ ἀδίκου προσφορὰ μεμωμημένη καὶ οὐκ εἰς εὐδοκίαν δωρήματα ἀνόμων

34:19 οὐκ εὐδοκει̃ ὁ ὕψιστος ἐν προσφοραι̃ς ἀσεβω̃ν οὐδὲ ἐν πλήθει θυσιω̃ν ἐξιλάσκεται ἁμαρτίας

34:20 θύων υἱὸν ἔναντι του̃ πατρὸς αὐτου̃ ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων

34:21 ἄρτος ἐπιδεομένων ζωὴ πτωχω̃ν ὁ ἀποστερω̃ν αὐτὴν ἄνθρωπος αἱμάτων

34:22 φονεύων τὸν πλησίον ὁ ἀφαιρούμενος ἐμβίωσιν καὶ ἐκχέων αἱ̃μα ὁ ἀποστερω̃ν μισθὸν μισθίου

34:23 εἱ̃ς οἰκοδομω̃ν καὶ εἱ̃ς καθαιρω̃ν τί ὠφέλησαν πλει̃ον ἢ κόπους

34:24 εἱ̃ς εὐχόμενος καὶ εἱ̃ς καταρώμενος τίνος φωνη̃ς εἰσακούσεται ὁ δεσπότης

34:25 βαπτιζόμενος ἀπὸ νεκρου̃ καὶ πάλιν ἁπτόμενος αὐτου̃ τί ὠφέλησεν ἐν τω̨̃ λουτρω̨̃ αὐτου̃

34:26 οὕτως ἄνθρωπος νηστεύων ἐπὶ τω̃ν ἁμαρτιω̃ν αὐτου̃ καὶ πάλιν πορευόμενος καὶ τὰ αὐτὰ ποιω̃ν τη̃ς προσευχη̃ς αὐτου̃ τίς εἰσακούσεται καὶ τί ὠφέλησεν ἐν τω̨̃ ταπεινωθη̃ναι αὐτόν

35:1 ὁ συντηρω̃ν νόμον πλεονάζει προσφοράς θυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαι̃ς

35:2 ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν καὶ ὁ ποιω̃ν ἐλεημοσύνην θυσιάζων αἰνέσεως

35:3 εὐδοκία κυρίου ἀποστη̃ναι ἀπὸ πονηρίας καὶ ἐξιλασμὸς ἀποστη̃ναι ἀπὸ ἀδικίας

35:4 μὴ ὀφθη̨̃ς ἐν προσώπω̨ κυρίου κενός πάντα γὰρ ταυ̃τα χάριν ἐντολη̃ς

35:5 προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον καὶ ἡ εὐωδία αὐτη̃ς ἔναντι ὑψίστου

35:6 θυσία ἀνδρὸς δικαίου δεκτή καὶ τὸ μνημόσυνον αὐτη̃ς οὐκ ἐπιλησθήσεται

35:7 ἐν ἀγαθω̨̃ ὀφθαλμω̨̃ δόξασον τὸν κύριον καὶ μὴ σμικρύνη̨ς ἀπαρχὴν χειρω̃ν σου

35:8 ἐν πάση̨ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου καὶ ἐν εὐφροσύνη̨ ἁγίασον δεκάτην

35:9 δὸς ὑψίστω̨ κατὰ τὴν δόσιν αὐτου̃ καὶ ἐν ἀγαθω̨̃ ὀφθαλμω̨̃ καθ' εὕρεμα χειρός

35:10 ὅτι κύριος ἀνταποδιδούς ἐστιν καὶ ἑπταπλάσια ἀνταποδώσει σοι

35:11 μὴ δωροκόπει οὐ γὰρ προσδέξεται καὶ μὴ ἔπεχε θυσία̨ ἀδίκω̨

35:12 ὅτι κύριος κριτής ἐστιν καὶ οὐκ ἔστιν παρ' αὐτω̨̃ δόξα προσώπου

35:13 οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχου̃ καὶ δέησιν ἠδικημένου εἰσακούσεται

35:14 οὐ μὴ ὑπερίδη̨ ἱκετείαν ὀρφανου̃ καὶ χήραν ἐὰν ἐκχέη̨ λαλιάν

35:15 οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει καὶ ἡ καταβόησις ἐπὶ τω̨̃ καταγαγόντι αὐτά

35:16 θεραπεύων ἐν εὐδοκία̨ δεχθήσεται καὶ ἡ δέησις αὐτου̃ ἕως νεφελω̃ν συνάψει

35:17 προσευχὴ ταπεινου̃ νεφέλας διη̃λθεν καὶ ἕως συνεγγίση̨ οὐ μὴ παρακληθη̨̃

35:18 καὶ οὐ μὴ ἀποστη̨̃ ἕως ἐπισκέψηται ὁ ὕψιστος καὶ κρινει̃ δικαίοις καὶ ποιήσει κρίσιν

35:19 καὶ ὁ κύριος οὐ μὴ βραδύνη̨ οὐδὲ μὴ μακροθυμήση̨ ἐπ' αὐτοι̃ς

35:20 ἕως ἂν συντρίψη̨ ὀσφὺν ἀνελεημόνων καὶ τοι̃ς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν

35:21 ἕως ἐξάρη̨ πλη̃θος ὑβριστω̃ν καὶ σκη̃πτρα ἀδίκων συντρίψει

35:22 ἕως ἀνταποδω̨̃ ἀνθρώπω̨ κατὰ τὰς πράξεις αὐτου̃ καὶ τὰ ἔργα τω̃ν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτω̃ν

35:23 ἕως κρίνη̨ τὴν κρίσιν του̃ λαου̃ αὐτου̃ καὶ εὐφρανει̃ αὐτοὺς ἐν τω̨̃ ἐλέει αὐτου̃

35:24 ὡραι̃ον ἔλεος ἐν καιρω̨̃ θλίψεως αὐτου̃ ὡς νεφέλαι ὑετου̃ ἐν καιρω̨̃ ἀβροχίας

36:1 ἐλέησον ἡμα̃ς δέσποτα ὁ θεὸς πάντων καὶ ἐπίβλεψον καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη

36:2 ἔπαρον τὴν χει̃ρά σου ἐπὶ ἔθνη ἀλλότρια καὶ ἰδέτωσαν τὴν δυναστείαν σου

36:3 ὥσπερ ἐνώπιον αὐτω̃ν ἡγιάσθης ἐν ἡμι̃ν οὕτως ἐνώπιον ἡμω̃ν μεγαλυνθείης ἐν αὐτοι̃ς

36:4 καὶ ἐπιγνώτωσάν σε καθάπερ καὶ ἡμει̃ς ἐπέγνωμεν ὅτι οὐκ ἔστιν θεὸς πλὴν σου̃ κύριε

36:5 ἐγκαίνισον σημει̃α καὶ ἀλλοίωσον θαυμάσια δόξασον χει̃ρα καὶ βραχίονα δεξιόν

36:6 ἔγειρον θυμὸν καὶ ἔκχεον ὀργήν ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν

36:7 σπευ̃σον καιρὸν καὶ μνήσθητι ὁρκισμου̃ καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλει̃ά σου

36:8 ἐν ὀργη̨̃ πυρὸς καταβρωθήτω ὁ σω̨ζόμενος καὶ οἱ κακου̃ντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν

36:9 σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρω̃ν λεγόντων οὐκ ἔστιν πλὴν ἡμω̃ν

36:10 συνάγαγε πάσας φυλὰς Ιακωβ καὶ κατακληρονόμησον αὐτοὺς καθὼς ἀπ' ἀρχη̃ς

36:11 ἐλέησον λαόν κύριε κεκλημένον ἐπ' ὀνόματί σου καὶ Ισραηλ ὃν πρωτογόνω̨ ὡμοίωσας

36:12 οἰκτίρησον πόλιν ἁγιάσματός σου Ιερουσαλημ τόπον καταπαύματός σου

36:13 πλη̃σον Σιων ἀρεταλογίας σου καὶ ἀπὸ τη̃ς δόξης σου τὸν λαόν σου

36:14 δὸς μαρτύριον τοι̃ς ἐν ἀρχη̨̃ κτίσμασίν σου καὶ ἔγειρον προφητείας τὰς ἐπ' ὀνόματί σου

36:15 δὸς μισθὸν τοι̃ς ὑπομένουσίν σε καὶ οἱ προφη̃ταί σου ἐμπιστευθήτωσαν

36:16 εἰσάκουσον κύριε δεήσεως τω̃ν ἱκετω̃ν σου κατὰ τὴν εὐλογίαν Ααρων περὶ του̃ λαου̃ σου

36:17 καὶ γνώσονται πάντες οἱ ἐπὶ τη̃ς γη̃ς ὅτι κύριος εἰ̃ ὁ θεὸς τω̃ν αἰώνων

36:18 πα̃ν βρω̃μα φάγεται κοιλία ἔστιν δὲ βρω̃μα βρώματος κάλλιον

36:19 φάρυγξ γεύεται βρώματα θήρας οὕτως καρδία συνετὴ λόγους ψευδει̃ς

36:20 καρδία στρεβλὴ δώσει λύπην καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτω̨̃

36:21 πάντα ἄρρενα ἐπιδέξεται γυνή ἔστιν δὲ θυγάτηρ θυγατρὸς κρείσσων

36:22 κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον καὶ ὑπὲρ πα̃σαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει

36:23 εἰ ἔστιν ἐπὶ γλώσσης αὐτη̃ς ἔλεος καὶ πραΰτης οὐκ ἔστιν ὁ ἀνὴρ αὐτη̃ς καθ' υἱοὺς ἀνθρώπων

36:24 ὁ κτώμενος γυναι̃κα ἐνάρχεται κτήσεως βοηθὸν κατ' αὐτὸν καὶ στυ̃λον ἀναπαύσεως

36:25 οὑ̃ οὐκ ἔστιν φραγμός διαρπαγήσεται κτη̃μα καὶ οὑ̃ οὐκ ἔστιν γυνή στενάξει πλανώμενος

36:26 τίς γὰρ πιστεύσει εὐζώνω̨ λη̨στη̨̃ ἀφαλλομένω̨ ἐκ πόλεως εἰς πόλιν

36:27 οὕτως ἀνθρώπω̨ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὑ̃ ἐὰν ὀψίση̨

37:1 πα̃ς φίλος ἐρει̃ ἐφιλίασα κἀγώ ἀλλ' ἔστιν φίλος ὀνόματι μόνον φίλος

37:2 οὐχὶ λύπη ἔνι ἕως θανάτου ἑται̃ρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν

37:3 ὠ̃ πονηρὸν ἐνθύμημα πόθεν ἐνεκυλίσθης καλύψαι τὴν ξηρὰν ἐν δολιότητι

37:4 ἑται̃ρος φίλου ἐν εὐφροσύνη̨ ἥδεται καὶ ἐν καιρω̨̃ θλίψεως ἔσται ἀπέναντι

37:5 ἑται̃ρος φίλω̨ συμπονει̃ χάριν γαστρός ἔναντι πολέμου λήμψεται ἀσπίδα

37:6 μὴ ἐπιλάθη̨ φίλου ἐν τη̨̃ ψυχη̨̃ σου καὶ μὴ ἀμνημονήση̨ς αὐτου̃ ἐν χρήμασίν σου

37:7 πα̃ς σύμβουλος ἐξαίρει βουλήν ἀλλ' ἔστιν συμβουλεύων εἰς ἑαυτόν

37:8 ἀπὸ συμβούλου φύλαξον τὴν ψυχήν σου καὶ γνω̃θι πρότερον τίς αὐτου̃ χρεία καὶ γὰρ αὐτὸς ἑαυτω̨̃ βουλεύσεται μήποτε βάλη̨ ἐπὶ σοὶ κλη̃ρον

37:9 καὶ εἴπη̨ σοι καλὴ ἡ ὁδός σου καὶ στήσεται ἐξ ἀναντίας ἰδει̃ν τὸ συμβησόμενόν σοι

37:10 μὴ βουλεύου μετὰ του̃ ὑποβλεπομένου σε καὶ ἀπὸ τω̃ν ζηλούντων σε κρύψον βουλήν

37:11 μετὰ γυναικὸς περὶ τη̃ς ἀντιζήλου αὐτη̃ς καὶ μετὰ δειλου̃ περὶ πολέμου μετὰ ἐμπόρου περὶ μεταβολίας καὶ μετὰ ἀγοράζοντος περὶ πράσεως μετὰ βασκάνου περὶ εὐχαριστίας καὶ μετὰ ἀνελεήμονος περὶ χρηστοηθείας μετὰ ὀκνηρου̃ περὶ παντὸς ἔργου καὶ μετὰ μισθίου ἐφετίου περὶ συντελείας οἰκέτη̨ ἀργω̨̃ περὶ πολλη̃ς ἐργασίας μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας

37:12 ἀλλ' ἢ μετὰ ἀνδρὸς εὐσεβου̃ς ἐνδελέχιζε ὃν ἂν ἐπιγνω̨̃ς συντηρου̃ντα ἐντολάς ὃς ἐν τη̨̃ ψυχη̨̃ αὐτου̃ κατὰ τὴν ψυχήν σου καὶ ἐὰν πταίση̨ς συναλγήσει σοι

37:13 καὶ βουλὴν καρδίας στη̃σον οὐ γὰρ ἔστιν σοι πιστότερος αὐτη̃ς

37:14 ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν ἢ ἑπτὰ σκοποὶ ἐπὶ μετεώρου καθήμενοι ἐπὶ σκοπη̃ς

37:15 καὶ ἐπὶ πα̃σι τούτοις δεήθητι ὑψίστου ἵνα εὐθύνη̨ ἐν ἀληθεία̨ τὴν ὁδόν σου

37:16 ἀρχὴ παντὸς ἔργου λόγος καὶ πρὸ πάσης πράξεως βουλή

37:17 ἴχνος ἀλλοιώσεως καρδίας τέσσαρα μέρη ἀνατέλλει

37:18 ἀγαθὸν καὶ κακόν ζωὴ καὶ θάνατος καὶ ἡ κυριεύουσα ἐνδελεχω̃ς αὐτω̃ν γλω̃σσά ἐστιν

37:19 ἔστιν ἀνὴρ πανου̃ργος πολλω̃ν παιδευτής καὶ τη̨̃ ἰδία̨ ψυχη̨̃ ἐστιν ἄχρηστος

37:20 ἔστιν σοφιζόμενος ἐν λόγοις μισητός οὑ̃τος πάσης τροφη̃ς καθυστερήσει

37:21 οὐ γὰρ ἐδόθη αὐτω̨̃ παρὰ κυρίου χάρις ὅτι πάσης σοφίας ἐστερήθη

37:22 ἔστιν σοφὸς τη̨̃ ἰδία̨ ψυχη̨̃ καὶ οἱ καρποὶ τη̃ς συνέσεως αὐτου̃ ἐπὶ στόματος πιστοί

37:23 ἀνὴρ σοφὸς τὸν ἑαυτου̃ λαὸν παιδεύσει καὶ οἱ καρποὶ τη̃ς συνέσεως αὐτου̃ πιστοί

37:24 ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας καὶ μακαριου̃σιν αὐτὸν πάντες οἱ ὁρω̃ντες

37:25 ζωὴ ἀνδρὸς ἐν ἀριθμω̨̃ ἡμερω̃ν καὶ αἱ ἡμέραι του̃ Ισραηλ ἀναρίθμητοι

37:26 ὁ σοφὸς ἐν τω̨̃ λαω̨̃ αὐτου̃ κληρονομήσει πίστιν καὶ τὸ ὄνομα αὐτου̃ ζήσεται εἰς τὸν αἰω̃να

37:27 τέκνον ἐν ζωη̨̃ σου πείρασον τὴν ψυχήν σου καὶ ἰδὲ τί πονηρὸν αὐτη̨̃ καὶ μὴ δω̨̃ς αὐτη̨̃

37:28 οὐ γὰρ πάντα πα̃σιν συμφέρει καὶ οὐ πα̃σα ψυχὴ ἐν παντὶ εὐδοκει̃

37:29 μὴ ἀπληστεύου ἐν πάση̨ τρυφη̨̃ καὶ μὴ ἐκχυθη̨̃ς ἐπὶ ἐδεσμάτων

37:30 ἐν πολλοι̃ς γὰρ βρώμασιν ἔσται νόσος καὶ ἡ ἀπληστία ἐγγιει̃ ἕως χολέρας

37:31 δι' ἀπληστίαν πολλοὶ ἐτελεύτησαν ὁ δὲ προσέχων προσθήσει ζωήν

38:1 τίμα ἰατρὸν πρὸς τὰς χρείας αὐτου̃ τιμαι̃ς αὐτου̃ καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος <