Ψαλμοὶ Σαλωμω̃νος

1:1 ἐβόησα πρὸς κύριον ἐν τω̨̃ θλίβεσθαί με εἰς τέλος πρὸς τὸν θεὸν ἐν τω̨̃ ἐπιθέσθαι ἁμαρτωλούς

1:2 ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου εἰ̃πα ἐπακούσεταί μου ὅτι ἐπλήσθην δικαιοσύνης

1:3 ἐλογισάμην ἐν καρδία̨ μου ὅτι ἐπλήσθην δικαιοσύνης ἐν τω̨̃ εὐθηνη̃σαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις

1:4 ὁ πλου̃τος αὐτω̃ν διεδόθη εἰς πα̃σαν τὴν γη̃ν καὶ ἡ δόξα αὐτω̃ν ἕως ἐσχάτου τη̃ς γη̃ς

1:5 ὑψώθησαν ἕως τω̃ν ἄστρων εἰ̃παν οὐ μὴ πέσωσιν

1:6 καὶ ἐξύβρισαν ἐν τοι̃ς ἀγαθοι̃ς αὐτω̃ν καὶ οὐκ ἤνεγκαν

1:7 αἱ ἁμαρτίαι αὐτω̃ν ἐν ἀποκρύφοις καὶ ἐγὼ οὐκ ἤ̨δειν

1:8 αἱ ἀνομίαι αὐτω̃ν ὑπὲρ τὰ πρὸ αὐτω̃ν ἔθνη ἐβεβήλωσαν τὰ ἅγια κυρίου ἐν βεβηλώσει

ψαλμὸς τω̨̃ Σαλωμων περὶ Ιερουσαλημ

2:1 ἐν τω̨̃ ὑπερηφανεύεσθαι τὸν ἁμαρτωλὸν ἐν κριω̨̃ κατέβαλε τείχη ὀχυρά καὶ οὐκ ἐκώλυσας

2:2 ἀνέβησαν ἐπὶ τὸ θυσιαστήριόν σου ἔθνη ἀλλότρια κατεπατου̃σαν ἐν ὑποδήμασιν αὐτω̃ν ἐν ὑπερηφανία̨

2:3 ἀνθ' ὡ̃ν οἱ υἱοὶ Ιερουσαλημ ἐμίαναν τὰ ἅγια κυρίου ἐβεβηλου̃σαν τὰ δω̃ρα του̃ θεου̃ ἐν ἀνομίαις

2:4 ἕνεκεν τούτων εἰ̃πεν ἀπορρίψατε αὐτὰ μακρὰν ἀπ' ἐμου̃ οὐκ εὐδοκω̃ ἐν αὐτοι̃ς

2:5 τὸ κάλλος τη̃ς δόξης αὐτη̃ς ἐξουθενώθη ἐνώπιον του̃ θεου̃ ἠτιμώθη ἕως εἰς τέλος

2:6 οἱ υἱοὶ καὶ αἱ θυγατέρες ἐν αἰχμαλωσία̨ πονηρα̨̃ ἐν σφραγι̃δι ὁ τράχηλος αὐτω̃ν ἐν ἐπισήμω̨ ἐν τοι̃ς ἔθνεσιν

2:7 κατὰ τὰς ἁμαρτίας αὐτω̃ν ἐποίησεν αὐτοι̃ς ὅτι ἐγκατέλιπεν αὐτοὺς εἰς χει̃ρας κατισχυόντων

2:8 ἀπέστρεψεν γὰρ τὸ πρόσωπον αὐτου̃ ἀπὸ ἐλέους αὐτω̃ν νέον καὶ πρεσβύτην καὶ τέκνα αὐτω̃ν εἰς ἅπαξ ὅτι πονηρὰ ἐποίησαν εἰς ἅπαξ του̃ μὴ ἀκούειν

2:9 καὶ ὁ οὐρανὸς ἐβαρυθύμησεν καὶ ἡ γη̃ ἐβδελύξατο αὐτούς ὅτι οὐκ ἐποίησε πα̃ς ἄνθρωπος ἐπ' αὐτη̃ς ὅσα ἐποίησαν

2:10 καὶ γνώσεται ἡ γη̃ τὰ κρίματά σου πάντα τὰ δίκαια ὁ θεός

2:11 ἔστησαν τοὺς υἱοὺς Ιερουσαλημ εἰς ἐμπαιγμὸν ἀντὶ πορνω̃ν ἐν αὐτη̨̃ πα̃ς ὁ παραπορευόμενος εἰσεπορεύετο κατέναντι του̃ ἡλίου

2:12 ἐνέπαιζον ται̃ς ἀνομίαις αὐτω̃ν καθὰ ἐποίουν αὐτοί ἀπέναντι του̃ ἡλίου παρεδειγμάτισαν ἀδικίας αὐτω̃ν

2:13 καὶ θυγατέρες Ιερουσαλημ βέβηλοι κατὰ τὸ κρίμα σου ἀνθ' ὡ̃ν αὐταὶ ἐμιαίωσαν αὑτὰς ἐν φυρμω̨̃ ἀναμείξεως

2:14 τὴν κοιλίαν μου καὶ τὰ σπλάγχνα μου πονω̃ ἐπὶ τούτοις

2:15 ἐγὼ δικαιώσω σε ὁ θεός ἐν εὐθύτητι καρδίας ὅτι ἐν τοι̃ς κρίμασίν σου ἡ δικαιοσύνη σου ὁ θεός

2:16 ὅτι ἀπέδωκας τοι̃ς ἁμαρτωλοι̃ς κατὰ τὰ ἔργα αὐτω̃ν καὶ κατὰ τὰς ἁμαρτίας αὐτω̃ν τὰς πονηρὰς σφόδρα

2:17 ἀνεκάλυψας τὰς ἁμαρτίας αὐτω̃ν ἵνα φανη̨̃ τὸ κρίμα σου ἐξήλειψας τὸ μνημόσυνον αὐτω̃ν ἀπὸ τη̃ς γη̃ς

2:18 ὁ θεὸς κριτὴς δίκαιος καὶ οὐ θαυμάσει πρόσωπον

2:19 ὠνείδισαν γὰρ ἔθνη Ιερουσαλημ ἐν καταπατήσει κατεσπάσθη τὸ κάλλος αὐτη̃ς ἀπὸ θρόνου δόξης

2:20 περιεζώσατο σάκκον ἀντὶ ἐνδύματος εὐπρεπείας σχοινίον περὶ τὴν κεφαλὴν αὐτη̃ς ἀντὶ στεφάνου

2:21 περιείλατο μίτραν δόξης ἣν περιέθηκεν αὐτη̨̃ ὁ θεός ἐν ἀτιμία̨ τὸ κάλλος αὐτη̃ς ἀπερρίφη ἐπὶ τὴν γη̃ν

2:22 καὶ ἐγὼ εἰ̃δον καὶ ἐδεήθην του̃ προσώπου κυρίου καὶ εἰ̃πον ἱκάνωσον κύριε του̃ βαρύνεσθαι χει̃ρά σου ἐπὶ Ιερουσαλημ ἐν ἐπαγωγη̨̃ ἐθνω̃ν

2:23 ὅτι ἐνέπαιξαν καὶ οὐκ ἐφείσαντο ἐν ὀργη̨̃ καὶ θυμω̨̃ μετὰ μηνίσεως καὶ συντελεσθήσονται ἐὰν μὴ σύ κύριε ἐπιτιμήση̨ς αὐτοι̃ς ἐν ὀργη̨̃ σου

2:24 ὅτι οὐκ ἐν ζήλει ἐποίησαν ἀλλ' ἐν ἐπιθυμία̨ ψυχη̃ς ἐκχέαι τὴν ὀργὴν αὐτω̃ν εἰς ἡμα̃ς ἐν ἁρπάγματι

2:25 μὴ χρονίση̨ς ὁ θεός του̃ ἀποδου̃ναι αὐτοι̃ς εἰς κεφαλάς του̃ εἰπει̃ν τὴν ὑπερηφανίαν του̃ δράκοντος ἐν ἀτιμία̨

2:26 καὶ οὐκ ἐχρόνισα ἕως ἔδειξέν μοι ὁ θεὸς τὴν ὕβριν αὐτου̃ ἐκκεκεντημένον ἐπὶ τω̃ν ὀρέων Αἰγύπτου ὑπὲρ ἐλάχιστον ἐξουδενωμένον ἐπὶ γη̃ς καὶ θαλάσσης

2:27 τὸ σω̃μα αὐτου̃ διαφερόμενον ἐπὶ κυμάτων ἐν ὕβρει πολλη̨̃ καὶ οὐκ ἠ̃ν ὁ θάπτων ὅτι ἐξουθένωσεν αὐτὸν ἐν ἀτιμία̨

2:28 οὐκ ἐλογίσατο ὅτι ἄνθρωπός ἐστιν καὶ τὸ ὕστερον οὐκ ἐλογίσατο

2:29 εἰ̃πεν ἐγὼ κύριος γη̃ς καὶ θαλάσσης ἔσομαι καὶ οὐκ ἐπέγνω ὅτι ὁ θεὸς μέγας κραταιὸς ἐν ἰσχύι αὐτου̃ τη̨̃ μεγάλη̨

2:30 αὐτὸς βασιλεὺς ἐπὶ τω̃ν οὐρανω̃ν καὶ κρίνων βασιλει̃ς καὶ ἀρχάς

2:31 ὁ ἀνιστω̃ν ἐμὲ εἰς δόξαν καὶ κοιμίζων ὑπερηφάνους εἰς ἀπώλειαν αἰω̃νος ἐν ἀτιμία̨ ὅτι οὐκ ἔγνωσαν αὐτόν

2:32 καὶ νυ̃ν ἴδετε οἱ μεγιστα̃νες τη̃ς γη̃ς τὸ κρίμα του̃ κυρίου ὅτι μέγας βασιλεὺς καὶ δίκαιος κρίνων τὴν ὑπ' οὐρανόν

2:33 εὐλογει̃τε τὸν θεόν οἱ φοβούμενοι τὸν κύριον ἐν ἐπιστήμη̨ ὅτι τὸ ἔλεος κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν μετὰ κρίματος

2:34 του̃ διαστει̃λαι ἀνὰ μέσον δικαίου καὶ ἁμαρτωλου̃ ἀποδου̃ναι ἁμαρτωλοι̃ς εἰς τὸν αἰω̃να κατὰ τὰ ἔργα αὐτω̃ν

2:35 καὶ ἐλεη̃σαι δίκαιον ἀπὸ ταπεινώσεως ἁμαρτωλου̃ καὶ ἀποδου̃ναι ἁμαρτωλω̨̃ ἀνθ' ὡ̃ν ἐποίησεν δικαίω̨

2:36 ὅτι χρηστὸς ὁ κύριος τοι̃ς ἐπικαλουμένοις αὐτὸν ἐν ὑπομονη̨̃ ποιη̃σαι κατὰ τὸ ἔλεος αὐτου̃ τοι̃ς ὁσίοις αὐτου̃ παρεστάναι διὰ παντὸς ἐνώπιον αὐτου̃ ἐν ἰσχύι

2:37 εὐλογητὸς κύριος εἰς τὸν αἰω̃να ἐνώπιον δούλων αὐτου̃

ψαλμὸς τω̨̃ Σαλωμων περὶ δικαίων

3:1 ἵνα τί ὑπνοι̃ς ψυχή καὶ οὐκ εὐλογει̃ς τὸν κύριον ὕμνον καινὸν ψάλατε τω̨̃ θεω̨̃ τω̨̃ αἰνετω̨̃

3:2 ψάλλε καὶ γρηγόρησον ἐπὶ τὴν γρηγόρησιν αὐτου̃ ὅτι ἀγαθὸς ψαλμὸς τω̨̃ θεω̨̃ ἐξ ἀγαθη̃ς καρδίας

3:3 δίκαιοι μνημονεύουσιν διὰ παντὸς του̃ κυρίου ἐν ἐξομολογήσει καὶ δικαιώσει τὰ κρίματα κυρίου

3:4 οὐκ ὀλιγωρήσει δίκαιος παιδευόμενος ὑπὸ κυρίου ἡ εὐδοκία αὐτου̃ διὰ παντὸς ἔναντι κυρίου

3:5 προσέκοψεν ὁ δίκαιος καὶ ἐδικαίωσεν τὸν κύριον ἔπεσεν καὶ ἀποβλέπει τί ποιήσει αὐτω̨̃ ὁ θεός ἀποσκοπεύει ὅθεν ἥξει σωτηρία αὐτου̃

3:6 ἀλήθεια τω̃ν δικαίων παρὰ θεου̃ σωτη̃ρος αὐτω̃ν οὐκ αὐλίζεται ἐν οἴκω̨ δικαίου ἁμαρτία ἐφ' ἁμαρτίαν

3:7 ἐπισκέπτεται διὰ παντὸς τὸν οἰ̃κον αὐτου̃ ὁ δίκαιος του̃ ἐξα̃ραι ἀδικίαν ἐν παραπτώματι αὐτου̃

3:8 ἐξιλάσατο περὶ ἀγνοίας ἐν νηστεία̨ καὶ ταπεινώσει ψυχη̃ς αὐτου̃ καὶ ὁ κύριος καθαρίζει πα̃ν ἄνδρα ὅσιον καὶ τὸν οἰ̃κον αὐτου̃

3:9 προσέκοψεν ἁμαρτωλὸς καὶ καταρα̃ται ζωὴν αὐτου̃ τὴν ἡμέραν γενέσεως αὐτου̃ καὶ ὠδι̃νας μητρός

3:10 προσέθηκεν ἁμαρτίας ἐφ' ἁμαρτίας τη̨̃ ζωη̨̃ αὐτου̃ ἔπεσεν ὅτι πονηρὸν τὸ πτω̃μα αὐτου̃ καὶ οὐκ ἀναστήσεται

3:11 ἡ ἀπώλεια του̃ ἁμαρτωλου̃ εἰς τὸν αἰω̃να καὶ οὐ μνησθήσεται ὅταν ἐπισκέπτηται δικαίους

3:12 αὕτη ἡ μερὶς τω̃ν ἁμαρτωλω̃ν εἰς τὸν αἰω̃να οἱ δὲ φοβούμενοι τὸν κύριον ἀναστήσονται εἰς ζωὴν αἰώνιον καὶ ἡ ζωὴ αὐτω̃ν ἐν φωτὶ κυρίου καὶ οὐκ ἐκλείψει ἔτι

διαλογὴ του̃ Σαλωμων τοι̃ς ἀνθρωπαρέσκοις

4:1 ἵνα τί σύ βέβηλε κάθησαι ἐν συνεδρίω̨ ὁσίων καὶ ἡ καρδία σου μακρὰν ἀφέστηκεν ἀπὸ του̃ κυρίου ἐν παρανομίαις παροργίζων τὸν θεὸν Ισραηλ

4:2 περισσὸς ἐν λόγοις περισσὸς ἐν σημειώσει ὑπὲρ πάντας ὁ σκληρὸς ἐν λόγοις κατακρι̃ναι ἁμαρτωλοὺς ἐν κρίσει

4:3 καὶ ἡ χεὶρ αὐτου̃ ἐν πρώτοις ἐπ' αὐτὸν ὡς ἐν ζήλει καὶ αὐτὸς ἔνοχος ἐν ποικιλία̨ ἁμαρτιω̃ν καὶ ἐν ἀκρασίαις

4:4 οἱ ὀφθαλμοὶ αὐτου̃ ἐπὶ πα̃σαν γυναι̃κα ἄνευ διαστολη̃ς ἡ γλω̃σσα αὐτου̃ ψευδὴς ἐν συναλλάγματι μεθ' ὅρκου

4:5 ἐν νυκτὶ καὶ ἐν ἀποκρύφοις ἁμαρτάνει ὡς οὐχ ὁρώμενος ἐν ὀφθαλμοι̃ς αὐτου̃ λαλει̃ πάση̨ γυναικὶ ἐν συνταγη̨̃ κακίας ταχὺς εἰσόδω̨ εἰς πα̃σαν οἰκίαν ἐν ἱλαρότητι ὡς ἄκακος

4:6 ἐξάραι ὁ θεὸς τοὺς ἐν ὑποκρίσει ζω̃ντας μετὰ ὁσίων ἐν φθορα̨̃ σαρκὸς αὐτου̃ καὶ πενία̨ τὴν ζωὴν αὐτου̃

4:7 ἀνακαλύψαι ὁ θεὸς τὰ ἔργα ἀνθρώπων ἀνθρωπαρέσκων ἐν καταγέλωτι καὶ μυκτηρισμω̨̃ τὰ ἔργα αὐτου̃

4:8 καὶ δικαιώσαισαν ὅσιοι τὸ κρίμα του̃ θεου̃ αὐτω̃ν ἐν τω̨̃ ἐξαίρεσθαι ἁμαρτωλοὺς ἀπὸ προσώπου δικαίου ἀνθρωπάρεσκον λαλου̃ντα νόμον μετὰ δόλου

4:9 καὶ οἱ ὀφθαλμοὶ αὐτω̃ν ἐπ' οἰ̃κον ἀνδρὸς ἐν εὐσταθεία̨ ὡς ὄφις διαλυ̃σαι σοφίαν ἀλλήλων ἐν λόγοις παρανόμων

4:10 οἱ λόγοι αὐτου̃ παραλογισμοὶ εἰς πρα̃ξιν ἐπιθυμίας ἀδίκου οὐκ ἀπέστη ἕως ἐνίκησεν σκορπίσαι ὡς ἐν ὀρφανία̨

4:11 καὶ ἠρήμωσεν οἰ̃κον ἕνεκεν ἐπιθυμίας παρανόμου παρελογίσατο ἐν λόγοις ὅτι οὐκ ἔστιν ὁρω̃ν καὶ κρίνων

4:12 ἐπλήσθη ἐν παρανομία̨ ἐν ταύτη̨ καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ ἐπ' οἰ̃κον ἕτερον ὀλεθρευ̃σαι ἐν λόγοις ἀναπτερώσεως

4:13 οὐκ ἐμπίπλαται ἡ ψυχὴ αὐτου̃ ὡς ἅ̨δης ἐν πα̃σι τούτοις

4:14 γένοιτο κύριε ἡ μερὶς αὐτου̃ ἐν ἀτιμία̨ ἐνώπιόν σου ἡ ἔξοδος αὐτου̃ ἐν στεναγμοι̃ς καὶ ἡ εἴσοδος αὐτου̃ ἐν ἀρα̨̃

4:15 ἐν ὀδύναις καὶ πενία̨ καὶ ἀπορία̨ ἡ ζωὴ αὐτου̃ κύριε ὁ ὕπνος αὐτου̃ ἐν λύπαις καὶ ἡ ἐξέγερσις αὐτου̃ ἐν ἀπορίαις

4:16 ἀφαιρεθείη ὕπνος ἀπὸ κροτάφων αὐτου̃ ἐν νυκτί ἀποπέσοι ἀπὸ παντὸς ἔργου χειρω̃ν αὐτου̃ ἐν ἀτιμία̨

4:17 κενὸς χερσὶν αὐτου̃ εἰσέλθοι εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ ἐλλιπὴς ὁ οἰ̃κος αὐτου̃ ἀπὸ παντός οὑ̃ ἐμπλήσει ψυχὴν αὐτου̃

4:18 ἐν μονώσει ἀτεκνίας τὸ γη̃ρας αὐτου̃ εἰς ἀνάλημψιν

4:19 σκορπισθείησαν σάρκες ἀνθρωπαρέσκων ὑπὸ θηρίων καὶ ὀστα̃ παρανόμων κατέναντι του̃ ἡλίου ἐν ἀτιμία̨

4:20 ὀφθαλμοὺς ἐκκόψαισαν κόρακες ὑποκρινομένων ὅτι ἠρήμωσαν οἴκους πολλοὺς ἀνθρώπων ἐν ἀτιμία̨ καὶ ἐσκόρπισαν ἐν ἐπιθυμία̨

4:21 καὶ οὐκ ἐμνήσθησαν θεου̃ καὶ οὐκ ἐφοβήθησαν τὸν θεὸν ἐν ἅπασι τούτοις καὶ παρώργισαν τὸν θεὸν καὶ παρώξυναν

4:22 ἐξάραι αὐτοὺς ἀπὸ τη̃ς γη̃ς ὅτι ψυχὰς ἀκάκων παραλογισμω̨̃ ὑπεκρίνοντο

4:23 μακάριοι οἱ φοβούμενοι τὸν κύριον ἐν ἀκακία̨ αὐτω̃ν ὁ κύριος ῥύσεται αὐτοὺς ἀπὸ ἀνθρώπων δολίων καὶ ἁμαρτωλω̃ν καὶ ῥύσεται ἡμα̃ς ἀπὸ παντὸς σκανδάλου παρανόμου

4:24 ἐξάραι ὁ θεὸς τοὺς ποιου̃ντας ἐν ὑπερηφανία̨ πα̃σαν ἀδικίαν ὅτι κριτὴς μέγας καὶ κραταιὸς κύριος ὁ θεὸς ἡμω̃ν ἐν δικαιοσύνη̨

4:25 γένοιτο κύριε τὸ ἔλεός σου ἐπὶ πάντας τοὺς ἀγαπω̃ντάς σε

ψαλμὸς τω̨̃ Σαλωμων

5:1 κύριε ὁ θεός αἰνέσω τω̨̃ ὀνόματί σου ἐν ἀγαλλιάσει ἐν μέσω̨ ἐπισταμένων τὰ κρίματά σου τὰ δίκαια

5:2 ὅτι σὺ χρηστὸς καὶ ἐλεήμων ἡ καταφυγὴ του̃ πτωχου̃ ἐν τω̨̃ κεκραγέναι με πρὸς σὲ μὴ παρασιωπήση̨ς ἀπ' ἐμου̃

5:3 οὐ γὰρ λήψεταί τις σκυ̃λα παρὰ ἀνδρὸς δυνατου̃ καὶ τίς λήψεται ἀπὸ πάντων ὡ̃ν ἐποίησας ἐὰν μὴ σὺ δω̨̃ς

5:4 ὅτι ἄνθρωπος καὶ ἡ μερὶς αὐτου̃ παρὰ σου̃ ἐν σταθμω̨̃ οὐ προσθήσει του̃ πλεονάσαι παρὰ τὸ κρίμα σου ὁ θεός

5:5 ἐν τω̨̃ θλίβεσθαι ἡμα̃ς ἐπικαλεσόμεθά σε εἰς βοήθειαν καὶ σὺ οὐκ ἀποστρέψη̨ τὴν δέησιν ἡμω̃ν ὅτι σὺ ὁ θεὸς ἡμω̃ν εἰ̃

5:6 μὴ βαρύνη̨ς τὴν χει̃ρά σου ἐφ' ἡμα̃ς ἵνα μὴ δι' ἀνάγκην ἁμάρτωμεν

5:7 καὶ ἐὰν μὴ ἐπιστρέψη̨ς ἡμα̃ς οὐκ ἀφεξόμεθα ἀλλ' ἐπὶ σὲ ἥξομεν

5:8 ἐὰν γὰρ πεινάσω πρὸς σὲ κεκράξομαι ὁ θεός καὶ σὺ δώσεις μοι

5:9 τὰ πετεινὰ καὶ τοὺς ἰχθύας σὺ τρέφεις ἐν τω̨̃ διδόναι σε ὑετὸν ἐρήμοις εἰς ἀνατολὴν χλόης

5:10 ἡτοίμασας χορτάσματα ἐν ἐρήμω̨ παντὶ ζω̃ντι καὶ ἐὰν πεινάσωσιν πρὸς σὲ ἀρου̃σιν πρόσωπον αὐτω̃ν

5:11 τοὺς βασιλει̃ς καὶ ἄρχοντας καὶ λαοὺς σὺ τρέφεις ὁ θεός καὶ πτωχου̃ καὶ πένητος ἡ ἐλπὶς τίς ἐστιν εἰ μὴ σύ κύριε

5:12 καὶ σὺ ἐπακούση̨ ὅτι τίς χρηστὸς καὶ ἐπιεικὴς ἀλλ' ἢ σὺ εὐφρα̃ναι ψυχὴν ταπεινου̃ ἐν τω̨̃ ἀνοι̃ξαι χει̃ρά σου ἐν ἐλέει

5:13 ἡ χρηστότης ἀνθρώπου ἐν φειδοι̃ καὶ ἡ αὔριον καὶ ἐὰν δευτερώση̨ ἄνευ γογγυσμου̃ καὶ του̃το θαυμάσειας

5:14 τὸ δὲ δόμα σου πολὺ μετὰ χρηστότητος καὶ πλούσιον καὶ οὑ̃ ἐστιν ἡ ἐλπὶς ἐπὶ σέ οὐ φείσεται ἐν δόματι

5:15 ἐπὶ πα̃σαν τὴν γη̃ν τὸ ἔλεός σου κύριε ἐν χρηστότητι

5:16 μακάριος οὑ̃ μνημονεύει ὁ θεὸς ἐν συμμετρία̨ αὐταρκείας ἐὰν ὑπερπλεονάση̨ ὁ ἄνθρωπος ἐξαμαρτάνει

5:17 ἱκανὸν τὸ μέτριον ἐν δικαιοσύνη̨ καὶ ἐν τούτω̨ ἡ εὐλογία κυρίου εἰς πλησμονὴν ἐν δικαιοσύνη̨

5:18 εὐφρανθείησαν οἱ φοβούμενοι κύριον ἐν ἀγαθοι̃ς καὶ ἡ χρηστότης σου ἐπὶ Ισραηλ ἐν τη̨̃ βασιλεία̨ σου

5:19 εὐλογημένη ἡ δόξα κυρίου ὅτι αὐτὸς βασιλεὺς ἡμω̃ν

ἐν ἐλπίδι τω̨̃ Σαλωμων

6:1 μακάριος ἀνήρ οὑ̃ ἡ καρδία αὐτου̃ ἑτοίμη ἐπικαλέσασθαι τὸ ὄνομα κυρίου ἐν τω̨̃ μνημονεύειν αὐτὸν τὸ ὄνομα κυρίου σωθήσεται

6:2 αἱ ὁδοὶ αὐτου̃ κατευθύνονται ὑπὸ κυρίου καὶ πεφυλαγμένα ἔργα χειρω̃ν αὐτου̃ ὑπὸ κυρίου θεου̃ αὐτου̃

6:3 ἀπὸ ὁράσεως πονηρω̃ν ἐνυπνίων αὐτου̃ οὐ ταραχθήσεται ἡ ψυχὴ αὐτου̃ ἐν διαβάσει ποταμω̃ν καὶ σάλω̨ θαλασσω̃ν οὐ πτοηθήσεται

6:4 ἐξανέστη ἐξ ὕπνου αὐτου̃ καὶ ηὐλόγησεν τω̨̃ ὀνόματι κυρίου ἐπ' εὐσταθεία̨ καρδίας αὐτου̃ ἐξύμνησεν τω̨̃ ὀνόματι του̃ θεου̃ αὐτου̃

6:5 καὶ ἐδεήθη του̃ προσώπου κυρίου περὶ παντὸς του̃ οἴκου αὐτου̃ καὶ κύριος εἰσήκουσεν προσευχὴν παντὸς ἐν φόβω̨ θεου̃

6:6 καὶ πα̃ν αἴτημα ψυχη̃ς ἐλπιζούσης πρὸς αὐτὸν ἐπιτελει̃ ὁ κύριος εὐλογητὸς κύριος ὁ ποιω̃ν ἔλεος τοι̃ς ἀγαπω̃σιν αὐτὸν ἐν ἀληθεία̨

τω̨̃ Σαλωμων ἐπιστροφη̃ς

7:1 μὴ ἀποσκηνώση̨ς ἀφ' ἡμω̃ν ὁ θεός ἵνα μὴ ἐπιθω̃νται ἡμι̃ν οἳ ἐμίσησαν ἡμα̃ς δωρεάν

7:2 ὅτι ἀπώσω αὐτούς ὁ θεός μὴ πατησάτω ὁ ποὺς αὐτω̃ν κληρονομίαν ἁγιάσματός σου

7:3 σὺ ἐν θελήματί σου παίδευσον ἡμα̃ς καὶ μὴ δω̨̃ς ἔθνεσιν

7:4 ἐὰν γὰρ ἀποστείλη̨ς θάνατον σὺ ἐντελη̨̃ αὐτω̨̃ περὶ ἡμω̃ν

7:5 ὅτι σὺ ἐλεήμων καὶ οὐκ ὀργισθήση̨ του̃ συντελέσαι ἡμα̃ς

7:6 ἐν τω̨̃ κατασκηνου̃ν τὸ ὄνομά σου ἐν μέσω̨ ἡμω̃ν ἐλεηθησόμεθα καὶ οὐκ ἰσχύσει πρὸς ἡμα̃ς ἔθνος

7:7 ὅτι σὺ ὑπερασπιστὴς ἡμω̃ν καὶ ἡμει̃ς ἐπικαλεσόμεθά σε καὶ σὺ ἐπακούση̨ ἡμω̃ν

7:8 ὅτι σὺ οἰκτιρήσεις τὸ γένος Ισραηλ εἰς τὸν αἰω̃να καὶ οὐκ ἀπώση̨

7:9 καὶ ἡμει̃ς ὑπὸ ζυγόν σου τὸν αἰω̃να καὶ μάστιγα παιδείας σου

7:10 κατευθυνει̃ς ἡμα̃ς ἐν καιρω̨̃ ἀντιλήψεώς σου του̃ ἐλεη̃σαι τὸν οἰ̃κον Ιακωβ εἰς ἡμέραν ἐν ἡ̨̃ ἐπηγγείλω αὐτοι̃ς

τω̨̃ Σαλωμων εἰς νει̃κος

8:1 θλι̃ψιν καὶ φωνὴν πολέμου ἤκουσεν τὸ οὐ̃ς μου φωνὴν σάλπιγγος ἠχούσης σφαγὴν καὶ ὄλεθρον

8:2 φωνὴ λαου̃ πολλου̃ ὡς ἀνέμου πολλου̃ σφόδρα ὡς καταιγὶς πυρὸς πολλου̃ φερομένου δι' ἐρήμου

8:3 καὶ εἰ̃πα ἐν τη̨̃ καρδία̨ μου που̃ ἄρα κρινει̃ αὐτὸν ὁ θεός

8:4 φωνὴν ἤκουσα εἰς Ιερουσαλημ πόλιν ἁγιάσματος

8:5 συνετρίβη ἡ ὀσφύς μου ἀπὸ ἀκοη̃ς παρελύθη γόνατά μου ἐφοβήθη ἡ καρδία μου ἐταράχθη τὰ ὀστα̃ μου ὡς λίνον

8:6 εἰ̃πα κατευθυνου̃σιν ὁδοὺς αὐτω̃ν ἐν δικαιοσύνη̨

8:7 ἀνελογισάμην τὰ κρίματα του̃ θεου̃ ἀπὸ κτίσεως οὐρανου̃ καὶ γη̃ς ἐδικαίωσα τὸν θεὸν ἐν τοι̃ς κρίμασιν αὐτου̃ τοι̃ς ἀπ' αἰω̃νος

8:8 ἀνεκάλυψεν ὁ θεὸς τὰς ἁμαρτίας αὐτω̃ν ἐναντίον του̃ ἡλίου ἔγνω πα̃σα ἡ γη̃ τὰ κρίματα του̃ θεου̃ τὰ δίκαια

8:9 ἐν καταγαίοις κρυφίοις αἱ παρανομίαι αὐτω̃ν ἐν παροργισμω̨̃ υἱὸς μετὰ μητρὸς καὶ πατὴρ μετὰ θυγατρὸς συνεφύροντο

8:10 ἐμοιχω̃ντο ἕκαστος τὴν γυναι̃κα του̃ πλησίον αὐτου̃ συνέθεντο αὑτοι̃ς συνθήκας μετὰ ὅρκου περὶ τούτων

8:11 τὰ ἅγια του̃ θεου̃ διηρπάζοσαν ὡς μὴ ὄντος κληρονόμου λυτρουμένου

8:12 ἐπατου̃σαν τὸ θυσιαστήριον κυρίου ἀπὸ πάσης ἀκαθαρσίας καὶ ἐν ἀφέδρω̨ αἵματος ἐμίαναν τὰς θυσίας ὡς κρέα βέβηλα

8:13 οὐ παρέλιπον ἁμαρτίαν ἣν οὐκ ἐποίησαν ὑπὲρ τὰ ἔθνη

8:14 διὰ του̃το ἐκέρασεν αὐτοι̃ς ὁ θεὸς πνευ̃μα πλανήσεως ἐπότισεν αὐτοὺς ποτήριον οἴνου ἀκράτου εἰς μέθην

8:15 ἤγαγεν τὸν ἀπ' ἐσχάτου τη̃ς γη̃ς τὸν παίοντα κραταιω̃ς ἔκρινεν τὸν πόλεμον ἐπὶ Ιερουσαλημ καὶ τὴν γη̃ν αὐτη̃ς

8:16 ἀπήντησαν αὐτω̨̃ οἱ ἄρχοντες τη̃ς γη̃ς μετὰ χαρα̃ς εἰ̃παν αὐτω̨̃ ἐπευκτὴ ἡ ὁδός σου δευ̃τε εἰσέλθατε μετ' εἰρήνης

8:17 ὡμάλισαν ὁδοὺς τραχείας ἀπὸ εἰσόδου αὐτου̃ ἤνοιξαν πύλας ἐπὶ Ιερουσαλημ ἐστεφάνωσαν τείχη αὐτη̃ς

8:18 εἰση̃λθεν ὡς πατὴρ εἰς οἰ̃κον υἱω̃ν αὐτου̃ μετ' εἰρήνης ἔστησεν τοὺς πόδας αὐτου̃ μετὰ ἀσφαλείας πολλη̃ς

8:19 κατελάβετο τὰς πυργοβάρεις αὐτη̃ς καὶ τὸ τει̃χος Ιερουσαλημ ὅτι ὁ θεὸς ἤγαγεν αὐτὸν μετὰ ἀσφαλείας ἐν τη̨̃ πλανήσει αὐτω̃ν

8:20 ἀπώλεσεν ἄρχοντας αὐτω̃ν καὶ πα̃ν σοφὸν ἐν βουλη̨̃ ἐξέχεεν τὸ αἱ̃μα τω̃ν οἰκούντων Ιερουσαλημ ὡς ὕδωρ ἀκαθαρσίας

8:21 ἀπήγαγεν τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτω̃ν ἃ ἐγέννησαν ἐν βεβηλώσει

8:22 ἐποίησαν κατὰ τὰς ἀκαθαρσίας αὐτω̃ν καθὼς οἱ πατέρες αὐτω̃ν ἐμίαναν Ιερουσαλημ καὶ τὰ ἡγιασμένα τω̨̃ ὀνόματι του̃ θεου̃

8:23 ἐδικαιώθη ὁ θεὸς ἐν τοι̃ς κρίμασιν αὐτου̃ ἐν τοι̃ς ἔθνεσιν τη̃ς γη̃ς καὶ οἱ ὅσιοι του̃ θεου̃ ὡς ἀρνία ἐν ἀκακία̨ ἐν μέσω̨ αὐτω̃ν

8:24 αἰνετὸς κύριος ὁ κρίνων πα̃σαν τὴν γη̃ν ἐν δικαιοσύνη̨ αὐτου̃

8:25 ἰδοὺ δή ὁ θεός ἔδειξας ἡμι̃ν τὸ κρίμα σου ἐν τη̨̃ δικαιοσύνη̨ σου εἴδοσαν οἱ ὀφθαλμοὶ ἡμω̃ν τὰ κρίματά σου ὁ θεός

8:26 ἐδικαιώσαμεν τὸ ὄνομά σου τὸ ἔντιμον εἰς αἰω̃νας ὅτι σὺ ὁ θεὸς τη̃ς δικαιοσύνης κρίνων τὸν Ισραηλ ἐν παιδεία̨

8:27 ἐπίστρεψον ὁ θεός τὸ ἔλεός σου ἐφ' ἡμα̃ς καὶ οἰκτίρησον ἡμα̃ς

8:28 συνάγαγε τὴν διασπορὰν Ισραηλ μετὰ ἐλέους καὶ χρηστότητος ὅτι ἡ πίστις σου μεθ' ἡμω̃ν

8:29 καὶ ἡμει̃ς ἐσκληρύναμεν τὸν τράχηλον ἡμω̃ν καὶ σὺ παιδευτὴς ἡμω̃ν εἰ̃

8:30 μὴ ὑπερίδη̨ς ἡμα̃ς ὁ θεὸς ἡμω̃ν ἵνα μὴ καταπίωσιν ἡμα̃ς ἔθνη ὡς μὴ ὄντος λυτρουμένου

8:31 καὶ σὺ ὁ θεὸς ἡμω̃ν ἀπ' ἀρχη̃ς καὶ ἐπὶ σὲ ἡ ἐλπὶς ἡμω̃ν κύριε

8:32 καὶ ἡμει̃ς οὐκ ἀφεξόμεθά σου ὅτι χρηστὰ τὰ κρίματά σου ἐφ' ἡμα̃ς

8:33 ἡμι̃ν καὶ τοι̃ς τέκνοις ἡμω̃ν ἡ εὐδοκία εἰς τὸν αἰω̃να κύριε σωτὴρ ἡμω̃ν οὐ σαλευθησόμεθα ἔτι τὸν αἰω̃να χρόνον

8:34 αἰνετὸς κύριος ἐν τοι̃ς κρίμασιν αὐτου̃ ἐν στόματι ὁσίων καὶ εὐλογημένος Ισραηλ ὑπὸ κυρίου εἰς τὸν αἰω̃να

τω̨̃ Σαλωμων εἰς ἔλεγχον

9:1 ἐν τω̨̃ ἀπαχθη̃ναι Ισραηλ ἐν ἀποικεσία̨ εἰς γη̃ν ἀλλοτρίαν ἐν τω̨̃ ἀποστη̃ναι αὐτοὺς ἀπὸ κυρίου του̃ λυτρωσαμένου αὐτοὺς ἀπερρίφησαν ἀπὸ κληρονομίας ἡ̃ς ἔδωκεν αὐτοι̃ς κύριος

9:2 ἐν παντὶ ἔθνει ἡ διασπορὰ του̃ Ισραηλ κατὰ τὸ ῥη̃μα του̃ θεου̃ ἵνα δικαιωθη̨̃ς ὁ θεός ἐν τη̨̃ δικαιοσύνη̨ σου ἐν ται̃ς ἀνομίαις ἡμω̃ν ὅτι σὺ κριτὴς δίκαιος ἐπὶ πάντας τοὺς λαοὺς τη̃ς γη̃ς

9:3 οὐ γὰρ κρυβήσεται ἀπὸ τη̃ς γνώσεώς σου πα̃ς ποιω̃ν ἄδικα καὶ αἱ δικαιοσύναι τω̃ν ὁσίων σου ἐνώπιόν σου κύριε καὶ που̃ κρυβήσεται ἄνθρωπος ἀπὸ τη̃ς γνώσεώς σου ὁ θεός

9:4 τὰ ἔργα ἡμω̃ν ἐν ἐκλογη̨̃ καὶ ἐξουσία̨ τη̃ς ψυχη̃ς ἡμω̃ν του̃ ποιη̃σαι δικαιοσύνην καὶ ἀδικίαν ἐν ἔργοις χειρω̃ν ἡμω̃ν καὶ ἐν τη̨̃ δικαιοσύνη̨ σου ἐπισκέπτη̨ υἱοὺς ἀνθρώπων

9:5 ὁ ποιω̃ν δικαιοσύνην θησαυρίζει ζωὴν αὑτω̨̃ παρὰ κυρίω̨ καὶ ὁ ποιω̃ν ἀδικίαν αὐτὸς αἴτιος τη̃ς ψυχη̃ς ἐν ἀπωλεία̨ τὰ γὰρ κρίματα κυρίου ἐν δικαιοσύνη̨ κατ' ἄνδρα καὶ οἰ̃κον

9:6 τίνι χρηστεύση̨ ὁ θεός εἰ μὴ τοι̃ς ἐπικαλουμένοις τὸν κύριον καθαριει̃ς ἐν ἁμαρτίαις ψυχὴν ἐν ἐξομολογήσει ἐν ἐξαγορίαις ὅτι αἰσχύνη ἡμι̃ν καὶ τοι̃ς προσώποις ἡμω̃ν περὶ ἁπάντων

9:7 καὶ τίνι ἀφήσεις ἁμαρτίας εἰ μὴ τοι̃ς ἡμαρτηκόσιν δικαίους εὐλογήσεις καὶ οὐκ εὐθυνει̃ς περὶ ὡ̃ν ἡμάρτοσαν καὶ ἡ χρηστότης σου ἐπὶ ἁμαρτάνοντας ἐν μεταμελεία̨

9:8 καὶ νυ̃ν σὺ ὁ θεός καὶ ἡμει̃ς λαός ὃν ἠγάπησας ἰδὲ καὶ οἰκτίρησον ὁ θεὸς Ισραηλ ὅτι σοί ἐσμεν καὶ μὴ ἀποστήση̨ς ἔλεός σου ἀφ' ἡμω̃ν ἵνα μὴ ἐπιθω̃νται ἡμι̃ν

9:9 ὅτι σὺ ἡ̨ρετίσω τὸ σπέρμα Αβρααμ παρὰ πάντα τὰ ἔθνη καὶ ἔθου τὸ ὄνομά σου ἐφ' ἡμα̃ς κύριε καὶ οὐκ ἀπώση̨ εἰς τὸν αἰω̃να

9:10 ἐν διαθήκη̨ διέθου τοι̃ς πατράσιν ἡμω̃ν περὶ ἡμω̃ν καὶ ἡμει̃ς ἐλπιου̃μεν ἐπὶ σὲ ἐν ἐπιστροφη̨̃ ψυχη̃ς ἡμω̃ν

9:11 του̃ κυρίου ἡ ἐλεημοσύνη ἐπὶ οἰ̃κον Ισραηλ εἰς τὸν αἰω̃να καὶ ἔτι

ἐν ὕμνοις τω̨̃ Σαλωμων

10:1 μακάριος ἀνήρ οὑ̃ ὁ κύριος ἐμνήσθη ἐν ἐλεγμω̨̃ καὶ ἐκυκλώθη ἀπὸ ὁδου̃ πονηρα̃ς ἐν μάστιγι καθαρισθη̃ναι ἀπὸ ἁμαρτίας του̃ μὴ πληθυ̃ναι

10:2 ὁ ἑτοιμάζων νω̃τον εἰς μάστιγας καθαρισθήσεται χρηστὸς γὰρ ὁ κύριος τοι̃ς ὑπομένουσιν παιδείαν

10:3 ὀρθώσει γὰρ ὁδοὺς δικαίων καὶ οὐ διαστρέψει ἐν παιδεία̨ καὶ τὸ ἔλεος κυρίου ἐπὶ τοὺς ἀγαπω̃ντας αὐτὸν ἐν ἀληθεία̨

10:4 καὶ μνησθήσεται κύριος τω̃ν δούλων αὐτου̃ ἐν ἐλέει ἡ γὰρ μαρτυρία ἐν νόμω̨ διαθήκης αἰωνίου ἡ μαρτυρία κυρίου ἐπὶ ὁδοὺς ἀνθρώπων ἐν ἐπισκοπη̨̃

10:5 δίκαιος καὶ ὅσιος ὁ κύριος ἡμω̃ν ἐν κρίμασιν αὐτου̃ εἰς τὸν αἰω̃να καὶ Ισραηλ αἰνέσει τω̨̃ ὀνόματι κυρίου ἐν εὐφροσύνη̨

10:6 καὶ ὅσιοι ἐξομολογήσονται ἐν ἐκκλησία̨ λαου̃ καὶ πτωχοὺς ἐλεήσει ὁ θεὸς ἐν εὐφροσύνη̨ Ισραηλ

10:7 ὅτι χρηστὸς καὶ ἐλεήμων ὁ θεὸς εἰς τὸν αἰω̃να καὶ συναγωγαὶ Ισραηλ δοξάσουσιν τὸ ὄνομα κυρίου

10:8 του̃ κυρίου ἡ σωτηρία ἐπὶ οἰ̃κον Ισραηλ εἰς εὐφροσύνην αἰώνιον

τω̨̃ Σαλωμων εἰς προσδοκίαν

11:1 σαλπίσατε ἐν Σιων ἐν σάλπιγγι σημασίας ἁγίων κηρύξατε ἐν Ιερουσαλημ φωνὴν εὐαγγελιζομένου ὅτι ἠλέησεν ὁ θεὸς Ισραηλ ἐν τη̨̃ ἐπισκοπη̨̃ αὐτω̃ν

11:2 στη̃θι Ιερουσαλημ ἐφ' ὑψηλου̃ καὶ ἰδὲ τὰ τέκνα σου ἀπὸ ἀνατολω̃ν καὶ δυσμω̃ν συνηγμένα εἰς ἅπαξ ὑπὸ κυρίου

11:3 ἀπὸ βορρα̃ ἔρχονται τη̨̃ εὐφροσύνη̨ του̃ θεου̃ αὐτω̃ν ἐκ νήσων μακρόθεν συνήγαγεν αὐτοὺς ὁ θεός

11:4 ὄρη ὑψηλὰ ἐταπείνωσεν εἰς ὁμαλισμὸν αὐτοι̃ς οἱ βουνοὶ ἐφύγοσαν ἀπὸ εἰσόδου αὐτω̃ν

11:5 οἱ δρυμοὶ ἐσκίασαν αὐτοι̃ς ἐν τη̨̃ παρόδω̨ αὐτω̃ν πα̃ν ξύλον εὐωδίας ἀνέτειλεν αὐτοι̃ς ὁ θεός

11:6 ἵνα παρέλθη̨ Ισραηλ ἐν ἐπισκοπη̨̃ δόξης θεου̃ αὐτω̃ν

11:7 ἔνδυσαι Ιερουσαλημ τὰ ἱμάτια τη̃ς δόξης σου ἑτοίμασον τὴν στολὴν του̃ ἁγιάσματός σου ὅτι ὁ θεὸς ἐλάλησεν ἀγαθὰ Ισραηλ εἰς τὸν αἰω̃να καὶ ἔτι

11:8 ποιήσαι κύριος ἃ ἐλάλησεν ἐπὶ Ισραηλ καὶ Ιερουσαλημ ἀναστήσαι κύριος τὸν Ισραηλ ἐν ὀνόματι δόξης αὐτου̃

11:9 του̃ κυρίου τὸ ἔλεος ἐπὶ τὸν Ισραηλ εἰς τὸν αἰω̃να καὶ ἔτι

τω̨̃ Σαλωμων ἐν γλώσση̨ παρανόμων

12:1 κύριε ῥυ̃σαι τὴν ψυχήν μου ἀπὸ ἀνδρὸς παρανόμου καὶ πονηρου̃ ἀπὸ γλώσσης παρανόμου καὶ ψιθύρου καὶ λαλούσης ψευδη̃ καὶ δόλια

12:2 ἐν ποικιλία̨ στροφη̃ς οἱ λόγοι τη̃ς γλώσσης ἀνδρὸς πονηρου̃ ὥσπερ ἐν λαω̨̃ πυ̃ρ ἀνάπτον καλλονὴν αὐτου̃

12:3 ἡ παροικία αὐτου̃ ἐμπρη̃σαι οἴκους ἐν γλώσση̨ ψευδει̃ ἐκκόψαι δένδρα εὐφροσύνης φλογιζούσης παρανόμους συγχέαι οἴκους ἐν πολέμω̨ χείλεσιν ψιθύροις

12:4 μακρύναι ὁ θεὸς ἀπὸ ἀκάκων χείλη παρανόμων ἐν ἀπορία̨ καὶ σκορπισθείησαν ὀστα̃ ψιθύρων ἀπὸ φοβουμένων κύριον ἐν πυρὶ φλογὸς γλω̃σσα ψίθυρος ἀπόλοιτο ἀπὸ ὁσίων

12:5 φυλάξαι κύριος ψυχὴν ἡσύχιον μισου̃σαν ἀδίκους καὶ κατευθύναι κύριος ἄνδρα ποιου̃ντα εἰρήνην ἐν οἴκω̨

12:6 του̃ κυρίου ἡ σωτηρία ἐπὶ Ισραηλ παι̃δα αὐτου̃ εἰς τὸν αἰω̃να καὶ ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου κυρίου ἅπαξ καὶ ὅσιοι κυρίου κληρονομήσαισαν ἐπαγγελίας κυρίου

τω̨̃ Σαλωμων ψαλμός παράκλησις τω̃ν δικαίων

13:1 δεξιὰ κυρίου ἐσκέπασέν με δεξιὰ κυρίου ἐφείσατο ἡμω̃ν

13:2 ὁ βραχίων κυρίου ἔσωσεν ἡμα̃ς ἀπὸ ῥομφαίας διαπορευομένης ἀπὸ λιμου̃ καὶ θανάτου ἁμαρτωλω̃ν

13:3 θηρία ἐπεδράμοσαν αὐτοι̃ς πονηρά ἐν τοι̃ς ὀδου̃σιν αὐτω̃ν ἐτίλλοσαν σάρκας αὐτω̃ν καὶ ἐν ται̃ς μύλαις ἔθλων ὀστα̃ αὐτω̃ν

13:4 καὶ ἐκ τούτων ἁπάντων ἐρρύσατο ἡμα̃ς κύριος

13:5 ἐταράχθη ὁ εὐσεβὴς διὰ τὰ παραπτώματα αὐτου̃ μήποτε συμπαραληφθη̨̃ μετὰ τω̃ν ἁμαρτωλω̃ν

13:6 ὅτι δεινὴ ἡ καταστροφὴ του̃ ἁμαρτωλου̃ καὶ οὐχ ἅψεται δικαίου οὐδὲν ἐκ πάντων τούτων

13:7 ὅτι οὐχ ὁμοία ἡ παιδεία τω̃ν δικαίων ἐν ἀγνοία̨ καὶ ἡ καταστροφὴ τω̃ν ἁμαρτωλω̃ν

13:8 ἐν περιστολη̨̃ παιδεύεται δίκαιος ἵνα μὴ ἐπιχαρη̨̃ ὁ ἁμαρτωλὸς τω̨̃ δικαίω̨

13:9 ὅτι νουθετήσει δίκαιον ὡς υἱὸν ἀγαπήσεως καὶ ἡ παιδεία αὐτου̃ ὡς πρωτοτόκου

13:10 ὅτι φείσεται κύριος τω̃ν ὁσίων αὐτου̃ καὶ τὰ παραπτώματα αὐτω̃ν ἐξαλείψει ἐν παιδεία̨

13:11 ἡ γὰρ ζωὴ τω̃ν δικαίων εἰς τὸν αἰω̃να ἁμαρτωλοὶ δὲ ἀρθήσονται εἰς ἀπώλειαν καὶ οὐχ εὑρεθήσεται μνημόσυνον αὐτω̃ν ἔτι

13:12 ἐπὶ δὲ τοὺς ὁσίους τὸ ἔλεος κυρίου καὶ ἐπὶ τοὺς φοβουμένους αὐτὸν τὸ ἔλεος αὐτου̃

ὕμνος τω̨̃ Σαλωμων

14:1 πιστὸς κύριος τοι̃ς ἀγαπω̃σιν αὐτὸν ἐν ἀληθεία̨ τοι̃ς ὑπομένουσιν παιδείαν αὐτου̃

14:2 τοι̃ς πορευομένοις ἐν δικαιοσύνη̨ προσταγμάτων αὐτου̃ ἐν νόμω̨ ὡ̨̃ ἐνετείλατο ἡμι̃ν εἰς ζωὴν ἡμω̃ν

14:3 ὅσιοι κυρίου ζήσονται ἐν αὐτω̨̃ εἰς τὸν αἰω̃να ὁ παράδεισος του̃ κυρίου τὰ ξύλα τη̃ς ζωη̃ς ὅσιοι αὐτου̃

14:4 ἡ φυτεία αὐτω̃ν ἐρριζωμένη εἰς τὸν αἰω̃να οὐκ ἐκτιλήσονται πάσας τὰς ἡμέρας του̃ οὐρανου̃

14:5 ὅτι ἡ μερὶς καὶ κληρονομία του̃ θεου̃ ἐστιν Ισραηλ

14:6 καὶ οὐχ οὕτως οἱ ἁμαρτωλοὶ καὶ παράνομοι οἳ ἠγάπησαν ἡμέραν ἐν μετοχη̨̃ ἁμαρτίας αὐτω̃ν

14:7 ἐν μικρότητι σαπρίας ἡ ἐπιθυμία αὐτω̃ν καὶ οὐκ ἐμνήσθησαν του̃ θεου̃

14:8 ὅτι ὁδοὶ ἀνθρώπων γνωσταὶ ἐνώπιον αὐτου̃ διὰ παντός καὶ ταμίεια καρδίας ἐπίσταται πρὸ του̃ γενέσθαι

14:9 διὰ του̃το ἡ κληρονομία αὐτω̃ν ἅ̨δης καὶ σκότος καὶ ἀπώλεια καὶ οὐχ εὑρεθήσονται ἐν ἡμέρα̨ ἐλέους δικαίων

14:10 οἱ δὲ ὅσιοι κυρίου κληρονομήσουσιν ζωὴν ἐν εὐφροσύνη̨

ψαλμὸς τω̨̃ Σαλωμων μετὰ ὠ̨δη̃ς

15:1 ἐν τω̨̃ θλίβεσθαί με ἐπεκαλεσάμην τὸ ὄνομα κυρίου εἰς βοήθειαν ἤλπισα του̃ θεου̃ Ιακωβ καὶ ἐσώθην ὅτι ἐλπὶς καὶ καταφυγὴ τω̃ν πτωχω̃ν σύ ὁ θεός

15:2 τίς γὰρ ἰσχύει ὁ θεός εἰ μὴ ἐξομολογήσασθαί σοι ἐν ἀληθεία̨ καὶ τί δυνατὸς ἄνθρωπος εἰ μὴ ἐξομολογήσασθαι τω̨̃ ὀνόματί σου

15:3 ψαλμὸν καινὸν μετὰ ὠ̨δη̃ς ἐν εὐφροσύνη̨ καρδίας καρπὸν χειλέων ἐν ὀργάνω̨ ἡρμοσμένω̨ γλώσσης ἀπαρχὴν χειλέων ἀπὸ καρδίας ὁσίας καὶ δικαίας

15:4 ὁ ποιω̃ν ταυ̃τα οὐ σαλευθήσεται εἰς τὸν αἰω̃να ἀπὸ κακου̃ φλὸξ πυρὸς καὶ ὀργὴ ἀδίκων οὐχ ἅψεται αὐτου̃

15:5 ὅταν ἐξέλθη̨ ἐπὶ ἁμαρτωλοὺς ἀπὸ προσώπου κυρίου ὀλεθρευ̃σαι πα̃σαν ὑπόστασιν ἁμαρτωλω̃ν

15:6 ὅτι τὸ σημει̃ον του̃ θεου̃ ἐπὶ δικαίους εἰς σωτηρίαν

15:7 λιμὸς καὶ ῥομφαία καὶ θάνατος ἀπὸ δικαίων μακράν φεύξονται γὰρ ὡς διωκόμενοι πολέμου ἀπὸ ὁσίων

15:8 καταδιώξονται δὲ ἁμαρτωλοὺς καὶ καταλήμψονται καὶ οὐκ ἐκφεύξονται οἱ ποιου̃ντες ἀνομίαν τὸ κρίμα κυρίου

15:9 ὡς ὑπὸ πολεμίων ἐμπείρων καταλημφθήσονται τὸ γὰρ σημει̃ον τη̃ς ἀπωλείας ἐπὶ του̃ μετώπου αὐτω̃ν

15:10 καὶ ἡ κληρονομία τω̃ν ἁμαρτωλω̃ν ἀπώλεια καὶ σκότος καὶ αἱ ἀνομίαι αὐτω̃ν διώξονται αὐτοὺς ἕως ἅ̨δου κάτω

15:11 ἡ κληρονομία αὐτω̃ν οὐχ εὑρεθήσεται τοι̃ς τέκνοις αὐτω̃ν αἱ γὰρ ἁμαρτίαι ἐξερημώσουσιν οἴκους ἁμαρτωλω̃ν

15:12 καὶ ἀπολου̃νται ἁμαρτωλοὶ ἐν ἡμέρα̨ κρίσεως κυρίου εἰς τὸν αἰω̃να ὅταν ἐπισκέπτηται ὁ θεὸς τὴν γη̃ν ἐν κρίματι αὐτου̃

15:13 οἱ δὲ φοβούμενοι τὸν κύριον ἐλεηθήσονται ἐν αὐτη̨̃ καὶ ζήσονται ἐν τη̨̃ ἐλεημοσύνη̨ του̃ θεου̃ αὐτω̃ν καὶ ἁμαρτωλοὶ ἀπολου̃νται εἰς τὸν αἰω̃να χρόνον

ὕμνος τω̨̃ Σαλωμων εἰς ἀντίληψιν ὁσίοις

16:1 ἐν τω̨̃ νυστάξαι ψυχήν μου ἀπὸ κυρίου παρὰ μικρὸν ὠλίσθησα ἐν καταφορα̨̃ ὑπνούντων μακρὰν ἀπὸ θεου̃

16:2 παρ' ὀλίγον ἐξεχύθη ἡ ψυχή μου εἰς θάνατον σύνεγγυς πυλω̃ν ἅ̨δου μετὰ ἁμαρτωλου̃

16:3 ἐν τω̨̃ διενεχθη̃ναι ψυχήν μου ἀπὸ κυρίου θεου̃ Ισραηλ εἰ μὴ ὁ κύριος ἀντελάβετό μου τω̨̃ ἐλέει αὐτου̃ εἰς τὸν αἰω̃να

16:4 ἔνυξέν με ὡς κέντρον ἵππου ἐπὶ τὴν γρηγόρησιν αὐτου̃ ὁ σωτὴρ καὶ ἀντιλήπτωρ μου ἐν παντὶ καιρω̨̃ ἔσωσέν με

16:5 ἐξομολογήσομαί σοι ὁ θεός ὅτι ἀντελάβου μου εἰς σωτηρίαν καὶ οὐκ ἐλογίσω με μετὰ τω̃ν ἁμαρτωλω̃ν εἰς ἀπώλειαν

16:6 μὴ ἀποστήση̨ς τὸ ἔλεός σου ἀπ' ἐμου̃ ὁ θεός μηδὲ τὴν μνήμην σου ἀπὸ καρδίας μου ἕως θανάτου

16:7 ἐπικράτησόν μου ὁ θεός ἀπὸ ἁμαρτίας πονηρα̃ς καὶ ἀπὸ πάσης γυναικὸς πονηρα̃ς σκανδαλιζούσης ἄφρονα

16:8 καὶ μὴ ἀπατησάτω με κάλλος γυναικὸς παρανομούσης καὶ παντὸς ὑποκειμένου ἀπὸ ἁμαρτίας ἀνωφελου̃ς

16:9 τὰ ἔργα τω̃ν χειρω̃ν μου κατεύθυνον ἐν τόπω̨ σου καὶ τὰ διαβήματά μου ἐν τη̨̃ μνήμη̨ σου διαφύλαξον

16:10 τὴν γλω̃σσάν μου καὶ τὰ χείλη μου ἐν λόγοις ἀληθείας περίστειλον ὀργὴν καὶ θυμὸν ἄλογον μακρὰν ποίησον ἀπ' ἐμου̃

16:11 γογγυσμὸν καὶ ὀλιγοψυχίαν ἐν θλίψει μάκρυνον ἀπ' ἐμου̃ ἐὰν ἁμαρτήσω ἐν τω̨̃ σε παιδεύειν εἰς ἐπιστροφήν

16:12 εὐδοκία̨ δὲ μετὰ ἱλαρότητος στήρισον τὴν ψυχήν μου ἐν τω̨̃ ἐνισχυ̃σαί σε τὴν ψυχήν μου ἀρκέσει μοι τὸ δοθέν

16:13 ὅτι ἐὰν μὴ σὺ ἐνισχύση̨ς τίς ὑφέξεται παιδείαν ἐν πενία̨

16:14 ἐν τω̨̃ ἐλέγχεσθαι ψυχὴν ἐν χειρὶ σαπρίας αὐτου̃ ἡ δοκιμασία σου ἐν σαρκὶ αὐτου̃ καὶ ἐν θλίψει πενίας

16:15 ἐν τω̨̃ ὑπομει̃ναι δίκαιον ἐν τούτοις ἐλεηθήσεται ὑπὸ κυρίου

ψαλμὸς τω̨̃ Σαλωμων μετὰ ὠ̨δη̃ς τω̨̃ βασιλει̃

17:1 κύριε σὺ αὐτὸς βασιλεὺς ἡμω̃ν εἰς τὸν αἰω̃να καὶ ἔτι ὅτι ἐν σοί ὁ θεός καυχήσεται ἡ ψυχὴ ἡμω̃ν

17:2 καὶ τίς ὁ χρόνος ζωη̃ς ἀνθρώπου ἐπὶ τη̃ς γη̃ς κατὰ τὸν χρόνον αὐτου̃ καὶ ἡ ἐλπὶς αὐτου̃ ἐπ' αὐτόν

17:3 ἡμει̃ς δὲ ἐλπιου̃μεν ἐπὶ τὸν θεὸν σωτη̃ρα ἡμω̃ν ὅτι τὸ κράτος του̃ θεου̃ ἡμω̃ν εἰς τὸν αἰω̃να μετ' ἐλέους καὶ ἡ βασιλεία του̃ θεου̃ ἡμω̃ν εἰς τὸν αἰω̃να ἐπὶ τὰ ἔθνη ἐν κρίσει

17:4 σύ κύριε ἡ̨ρετίσω τὸν Δαυιδ βασιλέα ἐπὶ Ισραηλ καὶ σὺ ὤμοσας αὐτω̨̃ περὶ του̃ σπέρματος αὐτου̃ εἰς τὸν αἰω̃να του̃ μὴ ἐκλείπειν ἀπέναντί σου βασίλειον αὐτου̃

17:5 καὶ ἐν ται̃ς ἁμαρτίαις ἡμω̃ν ἐπανέστησαν ἡμι̃ν ἁμαρτωλοί ἐπέθεντο ἡμι̃ν καὶ ἔξωσαν ἡμα̃ς οἱ̃ς οὐκ ἐπηγγείλω μετὰ βίας ἀφείλαντο καὶ οὐκ ἐδόξασαν τὸ ὄνομά σου τὸ ἔντιμον

17:6 ἐν δόξη̨ ἔθεντο βασίλειον ἀντὶ ὕψους αὐτω̃ν ἠρήμωσαν τὸν θρόνον Δαυιδ ἐν ὑπερηφανία̨ ἀλλάγματος

17:7 καὶ σύ ὁ θεός καταβαλει̃ς αὐτοὺς καὶ ἀρει̃ς τὸ σπέρμα αὐτω̃ν ἀπὸ τη̃ς γη̃ς ἐν τω̨̃ ἐπαναστη̃ναι αὐτοι̃ς ἄνθρωπον ἀλλότριον γένους ἡμω̃ν

17:8 κατὰ τὰ ἁμαρτήματα αὐτω̃ν ἀποδώσεις αὐτοι̃ς ὁ θεός εὑρεθη̃ναι αὐτοι̃ς κατὰ τὰ ἔργα αὐτω̃ν

17:9 οὐκ ἠλέησεν αὐτοὺς ὁ θεός ἐξηρεύνησεν τὸ σπέρμα αὐτω̃ν καὶ οὐκ ἀφη̃κεν αὐτω̃ν ἕνα

17:10 πιστὸς ὁ κύριος ἐν πα̃σι τοι̃ς κρίμασιν αὐτου̃ οἱ̃ς ποιει̃ ἐπὶ τὴν γη̃ν

17:11 ἠρήμωσεν ὁ ἄνομος τὴν γη̃ν ἡμω̃ν ἀπὸ ἐνοικούντων αὐτήν ἠφάνισαν νέον καὶ πρεσβύτην καὶ τέκνα αὐτω̃ν ἅμα

17:12 ἐν ὀργη̨̃ κάλλους αὐτου̃ ἐξαπέστειλεν αὐτὰ ἕως ἐπὶ δυσμω̃ν καὶ τοὺς ἄρχοντας τη̃ς γη̃ς εἰς ἐμπαιγμὸν καὶ οὐκ ἐφείσατο

17:13 ἐν ἀλλοτριότητι ὁ ἐχθρὸς ἐποίησεν ὑπερηφανίαν καὶ ἡ καρδία αὐτου̃ ἀλλοτρία ἀπὸ του̃ θεου̃ ἡμω̃ν

17:14 καὶ πάντα ὅσα ἐποίησεν ἐν Ιερουσαλημ καθὼς καὶ τὰ ἔθνη ἐν ται̃ς πόλεσι του̃ σθένους αὐτω̃ν

17:15 καὶ ἐπεκρατου̃σαν αὐτω̃ν οἱ υἱοὶ τη̃ς διαθήκης ἐν μέσω̨ ἐθνω̃ν συμμίκτων οὐκ ἠ̃ν ἐν αὐτοι̃ς ὁ ποιω̃ν ἐν Ιερουσαλημ ἔλεος καὶ ἀλήθειαν

17:16 ἐφύγοσαν ἀπ' αὐτω̃ν οἱ ἀγαπω̃ντες συναγωγὰς ὁσίων ὡς στρουθία ἐξεπετάσθησαν ἀπὸ κοίτης αὐτω̃ν

17:17 ἐπλανω̃ντο ἐν ἐρήμοις σωθη̃ναι ψυχὰς αὐτω̃ν ἀπὸ κακου̃ καὶ τίμιον ἐν ὀφθαλμοι̃ς παροικίας ψυχὴ σεσω̨σμένη ἐξ αὐτω̃ν

17:18 εἰς πα̃σαν τὴν γη̃ν ἐγενήθη ὁ σκορπισμὸς αὐτω̃ν ὑπὸ ἀνόμων ὅτι ἀνέσχεν ὁ οὐρανὸς του̃ στάξαι ὑετὸν ἐπὶ τὴν γη̃ν

17:19 πηγαὶ συνεσχέθησαν αἰώνιοι ἐξ ἀβύσσων ἀπὸ ὀρέων ὑψηλω̃ν ὅτι οὐκ ἠ̃ν ἐν αὐτοι̃ς ποιω̃ν δικαιοσύνην καὶ κρίμα

17:20 ἀπὸ ἄρχοντος αὐτω̃ν καὶ λαου̃ ἐλαχίστου ἐν πάση̨ ἁμαρτία̨ ὁ βασιλεὺς ἐν παρανομία̨ καὶ ὁ κριτὴς ἐν ἀπειθεία̨ καὶ ὁ λαὸς ἐν ἁμαρτία̨

17:21 ἰδέ κύριε καὶ ἀνάστησον αὐτοι̃ς τὸν βασιλέα αὐτω̃ν υἱὸν Δαυιδ εἰς τὸν καιρόν ὃν εἵλου σύ ὁ θεός του̃ βασιλευ̃σαι ἐπὶ ισραηλ παι̃δά σου

17:22 καὶ ὑπόζωσον αὐτὸν ἰσχὺν του̃ θραυ̃σαι ἄρχοντας ἀδίκους καθαρίσαι Ιερουσαλημ ἀπὸ ἐθνω̃ν καταπατούντων ἐν ἀπωλεία̨

17:23 ἐν σοφία̨ δικαιοσύνης ἐξω̃σαι ἁμαρτωλοὺς ἀπὸ κληρονομίας ἐκτρι̃ψαι ὑπερηφανίαν ἁμαρτωλου̃ ὡς σκεύη κεραμέως

17:24 ἐν ῥάβδω̨ σιδηρα̨̃ συντρι̃ψαι πα̃σαν ὑπόστασιν αὐτω̃ν ὀλεθρευ̃σαι ἔθνη παράνομα ἐν λόγω̨ στόματος αὐτου̃

17:25 ἐν ἀπειλη̨̃ αὐτου̃ φυγει̃ν ἔθνη ἀπὸ προσώπου αὐτου̃ καὶ ἐλέγξαι ἁμαρτωλοὺς ἐν λόγω̨ καρδίας αὐτω̃ν

17:26 καὶ συνάξει λαὸν ἅγιον οὑ̃ ἀφηγήσεται ἐν δικαιοσύνη̨ καὶ κρινει̃ φυλὰς λαου̃ ἡγιασμένου ὑπὸ κυρίου θεου̃ αὐτου̃

17:27 καὶ οὐκ ἀφήσει ἀδικίαν ἐν μέσω̨ αὐτω̃ν αὐλισθη̃ναι ἔτι καὶ οὐ κατοικήσει πα̃ς ἄνθρωπος μετ' αὐτω̃ν εἰδὼς κακίαν γνώσεται γὰρ αὐτοὺς ὅτι πάντες υἱοὶ θεου̃ εἰσιν αὐτω̃ν

17:28 καὶ καταμερίσει αὐτοὺς ἐν ται̃ς φυλαι̃ς αὐτω̃ν ἐπὶ τη̃ς γη̃ς καὶ πάροικος καὶ ἀλλογενὴς οὐ παροικήσει αὐτοι̃ς ἔτι

17:29 κρινει̃ λαοὺς καὶ ἔθνη ἐν σοφία̨ δικαιοσύνης αὐτου̃ διάψαλμα

17:30 καὶ ἕξει λαοὺς ἐθνω̃ν δουλεύειν αὐτω̨̃ ὑπὸ τὸν ζυγὸν αὐτου̃ καὶ τὸν κύριον δοξάσει ἐν ἐπισήμω̨ πάσης τη̃ς γη̃ς καὶ καθαριει̃ Ιερουσαλημ ἐν ἁγιασμω̨̃ ὡς καὶ τὸ ἀπ' ἀρχη̃ς

17:31 ἔρχεσθαι ἔθνη ἀπ' ἄκρου τη̃ς γη̃ς ἰδει̃ν τὴν δόξαν αὐτου̃ φέροντες δω̃ρα τοὺς ἐξησθενηκότας υἱοὺς αὐτη̃ς καὶ ἰδει̃ν τὴν δόξαν κυρίου ἣν ἐδόξασεν αὐτὴν ὁ θεός

17:32 καὶ αὐτὸς βασιλεὺς δίκαιος διδακτὸς ὑπὸ θεου̃ ἐπ' αὐτούς καὶ οὐκ ἔστιν ἀδικία ἐν ται̃ς ἡμέραις αὐτου̃ ἐν μέσω̨ αὐτω̃ν ὅτι πάντες ἅγιοι καὶ βασιλεὺς αὐτω̃ν χριστὸς κυρίου

17:33 οὐ γὰρ ἐλπιει̃ ἐπὶ ἵππον καὶ ἀναβάτην καὶ τόξον οὐδὲ πληθυνει̃ αὑτω̨̃ χρυσίον οὐδὲ ἀργύριον εἰς πόλεμον καὶ πολλοι̃ς λαοι̃ς οὐ συνάξει ἐλπίδας εἰς ἡμέραν πολέμου

17:34 κύριος αὐτὸς βασιλεὺς αὐτου̃ ἐλπὶς του̃ δυνατου̃ ἐλπίδι θεου̃ καὶ ἐλεήσει πάντα τὰ ἔθνη ἐνώπιον αὐτου̃ ἐν φόβω̨

17:35 πατάξει γὰρ γη̃ν τω̨̃ λόγω̨ του̃ στόματος αὐτου̃ εἰς αἰω̃να εὐλογήσει λαὸν κυρίου ἐν σοφία̨ μετ' εὐφροσύνης

17:36 καὶ αὐτὸς καθαρὸς ἀπὸ ἁμαρτίας του̃ ἄρχειν λαου̃ μεγάλου ἐλέγξαι ἄρχοντας καὶ ἐξα̃ραι ἁμαρτωλοὺς ἐν ἰσχύι λόγου

17:37 καὶ οὐκ ἀσθενήσει ἐν ται̃ς ἡμέραις αὐτου̃ ἐπὶ θεω̨̃ αὐτου̃ ὅτι ὁ θεὸς κατειργάσατο αὐτὸν δυνατὸν ἐν πνεύματι ἁγίω̨ καὶ σοφὸν ἐν βουλη̨̃ συνέσεως μετὰ ἰσχύος καὶ δικαιοσύνης

17:38 καὶ εὐλογία κυρίου μετ' αὐτου̃ ἐν ἰσχύι καὶ οὐκ ἀσθενήσει

17:39 ἡ ἐλπὶς αὐτου̃ ἐπὶ κύριον καὶ τίς δύναται πρὸς αὐτόν

17:40 ἰσχυρὸς ἐν ἔργοις αὐτου̃ καὶ κραταιὸς ἐν φόβω̨ θεου̃ ποιμαίνων τὸ ποίμνιον κυρίου ἐν πίστει καὶ δικαιοσύνη̨ καὶ οὐκ ἀφήσει ἀσθενη̃σαι ἐν αὐτοι̃ς ἐν τη̨̃ νομη̨̃ αὐτω̃ν

17:41 ἐν ἰσότητι πάντας αὐτοὺς ἄξει καὶ οὐκ ἔσται ἐν αὐτοι̃ς ὑπερηφανία του̃ καταδυναστευθη̃ναι ἐν αὐτοι̃ς

17:42 αὕτη ἡ εὐπρέπεια του̃ βασιλέως Ισραηλ ἣν ἔγνω ὁ θεός ἀναστη̃σαι αὐτὸν ἐπ' οἰ̃κον Ισραηλ παιδευ̃σαι αὐτόν

17:43 τὰ ῥήματα αὐτου̃ πεπυρωμένα ὑπὲρ χρυσίον τὸ πρω̃τον τίμιον ἐν συναγωγαι̃ς διακρινει̃ λαου̃ φυλὰς ἡγιασμένου οἱ λόγοι αὐτου̃ ὡς λόγοι ἁγίων ἐν μέσω̨ λαω̃ν ἡγιασμένων

17:44 μακάριοι οἱ γενόμενοι ἐν ται̃ς ἡμέραις ἐκείναις ἰδει̃ν τὰ ἀγαθὰ Ισραηλ ἐν συναγωγη̨̃ φυλω̃ν ἃ ποιήσει ὁ θεός

17:45 ταχύναι ὁ θεὸς ἐπὶ Ισραηλ τὸ ἔλεος αὐτου̃ ῥύσαιτο ἡμα̃ς ἀπὸ ἀκαθαρσίας ἐχθρω̃ν βεβήλων

17:46 κύριος αὐτὸς βασιλεὺς ἡμω̃ν εἰς τὸν αἰω̃να καὶ ἔτι

ψαλμὸς τω̨̃ Σαλωμων ἔτι του̃ χριστου̃ κυρίου

18:1 κύριε τὸ ἔλεός σου ἐπὶ τὰ ἔργα τω̃ν χειρω̃ν σου εἰς τὸν αἰω̃να ἡ χρηστότης σου μετὰ δόματος πλουσίου ἐπὶ Ισραηλ

18:2 οἱ ὀφθαλμοί σου ἐπιβλέποντες ἐπ' αὐτά καὶ οὐχ ὑστερήσει ἐξ αὐτω̃ν τὰ ὠ̃τά σου ἐπακούει εἰς δέησιν πτωχου̃ ἐν ἐλπίδι

18:3 τὰ κρίματά σου ἐπὶ πα̃σαν τὴν γη̃ν μετὰ ἐλέους καὶ ἡ ἀγάπη σου ἐπὶ σπέρμα Αβρααμ υἱοὺς Ισραηλ

18:4 ἡ παιδεία σου ἐφ' ἡμα̃ς ὡς υἱὸν πρωτότοκον μονογενη̃ ἀποστρέψαι ψυχὴν εὐήκοον ἀπὸ ἀμαθίας ἐν ἀγνοία̨

18:5 καθαρίσαι ὁ θεὸς Ισραηλ εἰς ἡμέραν ἐλέους ἐν εὐλογία̨ εἰς ἡμέραν ἐκλογη̃ς ἐν ἀνάξει χριστου̃ αὐτου̃

18:6 μακάριοι οἱ γενόμενοι ἐν ται̃ς ἡμέραις ἐκείναις ἰδει̃ν τὰ ἀγαθὰ κυρίου ἃ ποιήσει γενεα̨̃ τη̨̃ ἐρχομένη̨

18:7 ὑπὸ ῥάβδον παιδείας χριστου̃ κυρίου ἐν φόβω̨ θεου̃ αὐτου̃ ἐν σοφία̨ πνεύματος καὶ δικαιοσύνης καὶ ἰσχύος

18:8 κατευθυ̃ναι ἄνδρα ἐν ἔργοις δικαιοσύνης φόβω̨ θεου̃ καταστη̃σαι πάντας αὐτοὺς ἐνώπιον κυρίου

18:9 γενεὰ ἀγαθὴ ἐν φόβω̨ θεου̃ ἐν ἡμέραις ἐλέους διάψαλμα

18:10 μέγας ἡμω̃ν ὁ θεὸς καὶ ἔνδοξος ἐν ὑψίστοις κατοικω̃ν ὁ διατάξας ἐν πορεία̨ φωστη̃ρας εἰς καιροὺς ὡρω̃ν ἀφ' ἡμερω̃ν εἰς ἡμέρας καὶ οὐ παρέβησαν ἀπὸ ὁδου̃ ἡ̃ς ἐνετείλω αὐτοι̃ς

18:11 ἐν φόβω̨ θεου̃ ἡ ὁδὸς αὐτω̃ν καθ' ἑκάστην ἡμέραν ἀφ' ἡ̃ς ἡμέρας ἔκτισεν αὐτοὺς ὁ θεὸς καὶ ἕως αἰω̃νος

18:12 καὶ οὐκ ἐπλανήθησαν ἀφ' ἡ̃ς ἡμέρας ἔκτισεν αὐτούς ἀπὸ γενεω̃ν ἀρχαίων οὐκ ἀπέστησαν ὁδω̃ν αὐτω̃ν εἰ μὴ ὁ θεὸς ἐνετείλατο αὐτοι̃ς ἐν ἐπιταγη̨̃ δούλων αὐτου̃

.