'Ωσηὲ

1:1 λόγος κυρίου ὃς ἐγενήθη πρὸς Ωσηε τὸν του̃ Βεηρι ἐν ἡμέραις Οζιου καὶ Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ υἱου̃ Ιωας βασιλέως Ισραηλ

1:2 ἀρχὴ λόγου κυρίου πρὸς Ωσηε καὶ εἰ̃πεν κύριος πρὸς Ωσηε βάδιζε λαβὲ σεαυτω̨̃ γυναι̃κα πορνείας καὶ τέκνα πορνείας διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γη̃ ἀπὸ ὄπισθεν του̃ κυρίου

1:3 καὶ ἐπορεύθη καὶ ἔλαβεν τὴν Γομερ θυγατέρα Δεβηλαιμ καὶ συνέλαβεν καὶ ἔτεκεν αὐτω̨̃ υἱόν

1:4 καὶ εἰ̃πεν κύριος πρὸς αὐτόν κάλεσον τὸ ὄνομα αὐτου̃ Ιεζραελ διότι ἔτι μικρὸν καὶ ἐκδικήσω τὸ αἱ̃μα του̃ Ιεζραελ ἐπὶ τὸν οἰ̃κον Ιου καὶ καταπαύσω βασιλείαν οἴκου Ισραηλ

1:5 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ συντρίψω τὸ τόξον του̃ Ισραηλ ἐν τη̨̃ κοιλάδι του̃ Ιεζραελ

1:6 καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν θυγατέρα καὶ εἰ̃πεν αὐτω̨̃ κάλεσον τὸ ὄνομα αὐτη̃ς Οὐκ-ἠλεημένη διότι οὐ μὴ προσθήσω ἔτι ἐλεη̃σαι τὸν οἰ̃κον του̃ Ισραηλ ἀλλ' ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοι̃ς

1:7 τοὺς δὲ υἱοὺς Ιουδα ἐλεήσω καὶ σώσω αὐτοὺς ἐν κυρίω̨ θεω̨̃ αὐτω̃ν καὶ οὐ σώσω αὐτοὺς ἐν τόξω̨ οὐδὲ ἐν ῥομφαία̨ οὐδὲ ἐν πολέμω̨ οὐδὲ ἐν ἅρμασιν οὐδὲ ἐν ἵπποις οὐδὲ ἐν ἱππευ̃σιν

1:8 καὶ ἀπεγαλάκτισεν τὴν Οὐκ-ἠλεημένην καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν

1:9 καὶ εἰ̃πεν κάλεσον τὸ ὄνομα αὐτου̃ Οὐ-λαόσ-μου διότι ὑμει̃ς οὐ λαός μου καὶ ἐγὼ οὔκ εἰμι ὑμω̃ν

2:1 καὶ ἠ̃ν ὁ ἀριθμὸς τω̃ν υἱω̃ν Ισραηλ ὡς ἡ ἄμμος τη̃ς θαλάσσης ἣ οὐκ ἐκμετρηθήσεται οὐδὲ ἐξαριθμηθήσεται καὶ ἔσται ἐν τω̨̃ τόπω̨ οὑ̃ ἐρρέθη αὐτοι̃ς οὐ λαός μου ὑμει̃ς ἐκει̃ κληθήσονται υἱοὶ θεου̃ ζω̃ντος

2:2 καὶ συναχθήσονται οἱ υἱοὶ Ιουδα καὶ οἱ υἱοὶ Ισραηλ ἐπὶ τὸ αὐτὸ καὶ θήσονται ἑαυτοι̃ς ἀρχὴν μίαν καὶ ἀναβήσονται ἐκ τη̃ς γη̃ς ὅτι μεγάλη ἡ ἡμέρα του̃ Ιεζραελ

2:3 εἴπατε τω̨̃ ἀδελφω̨̃ ὑμω̃ν Λαόσ-μου καὶ τη̨̃ ἀδελφη̨̃ ὑμω̃ν 'Ηλεημένη

2:4 κρίθητε πρὸς τὴν μητέρα ὑμω̃ν κρίθητε ὅτι αὐτὴ οὐ γυνή μου καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτη̃ς καὶ ἐξαρω̃ τὴν πορνείαν αὐτη̃ς ἐκ προσώπου μου καὶ τὴν μοιχείαν αὐτη̃ς ἐκ μέσου μαστω̃ν αὐτη̃ς

2:5 ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνὴν καὶ ἀποκαταστήσω αὐτὴν καθὼς ἡμέρα̨ γενέσεως αὐτη̃ς καὶ θήσομαι αὐτὴν ὡς ἔρημον καὶ τάξω αὐτὴν ὡς γη̃ν ἄνυδρον καὶ ἀποκτενω̃ αὐτὴν ἐν δίψει

2:6 καὶ τὰ τέκνα αὐτη̃ς οὐ μὴ ἐλεήσω ὅτι τέκνα πορνείας ἐστίν

2:7 ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτω̃ν κατή̨σχυνεν ἡ τεκου̃σα αὐτά εἰ̃πεν γάρ ἀκολουθήσω ὀπίσω τω̃ν ἐραστω̃ν μου τω̃ν διδόντων μοι τοὺς ἄρτους μου καὶ τὸ ὕδωρ μου καὶ τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου καὶ τὸ ἔλαιόν μου καὶ πάντα ὅσα μοι καθήκει

2:8 διὰ του̃το ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτη̃ς ἐν σκόλοψιν καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτη̃ς καὶ τὴν τρίβον αὐτη̃ς οὐ μὴ εὕρη̨

2:9 καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτη̃ς καὶ οὐ μὴ καταλάβη̨ αὐτούς καὶ ζητήσει αὐτοὺς καὶ οὐ μὴ εὕρη̨ αὐτούς καὶ ἐρει̃ πορεύσομαι καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον ὅτι καλω̃ς μοι ἠ̃ν τότε ἢ νυ̃ν

2:10 καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτη̨̃ τὸν σι̃τον καὶ τὸν οἰ̃νον καὶ τὸ ἔλαιον καὶ ἀργύριον ἐπλήθυνα αὐτη̨̃ αὐτὴ δὲ ἀργυρα̃ καὶ χρυσα̃ ἐποίησεν τη̨̃ Βααλ

2:11 διὰ του̃το ἐπιστρέψω καὶ κομιου̃μαι τὸν σι̃τόν μου καθ' ὥραν αὐτου̃ καὶ τὸν οἰ̃νόν μου ἐν καιρω̨̃ αὐτου̃ καὶ ἀφελου̃μαι τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου του̃ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτη̃ς

2:12 καὶ νυ̃ν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτη̃ς ἐνώπιον τω̃ν ἐραστω̃ν αὐτη̃ς καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου

2:13 καὶ ἀποστρέψω πάσας τὰς εὐφροσύνας αὐτη̃ς ἑορτὰς αὐτη̃ς καὶ τὰς νουμηνίας αὐτη̃ς καὶ τὰ σάββατα αὐτη̃ς καὶ πάσας τὰς πανηγύρεις αὐτη̃ς

2:14 καὶ ἀφανιω̃ ἄμπελον αὐτη̃ς καὶ τὰς συκα̃ς αὐτη̃ς ὅσα εἰ̃πεν μισθώματά μου ταυ̃τά ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου καὶ θήσομαι αὐτὰ εἰς μαρτύριον καὶ καταφάγεται αὐτὰ τὰ θηρία του̃ ἀγρου̃ καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ τὰ ἑρπετὰ τη̃ς γη̃ς

2:15 καὶ ἐκδικήσω ἐπ' αὐτὴν τὰς ἡμέρας τω̃ν Βααλιμ ἐν αἱ̃ς ἐπέθυεν αὐτοι̃ς καὶ περιετίθετο τὰ ἐνώτια αὐτη̃ς καὶ τὰ καθόρμια αὐτη̃ς καὶ ἐπορεύετο ὀπίσω τω̃ν ἐραστω̃ν αὐτη̃ς ἐμου̃ δὲ ἐπελάθετο λέγει κύριος

2:16 διὰ του̃το ἰδοὺ ἐγὼ πλανω̃ αὐτὴν καὶ τάξω αὐτὴν εἰς ἔρημον καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτη̃ς

2:17 καὶ δώσω αὐτη̨̃ τὰ κτήματα αὐτη̃ς ἐκει̃θεν καὶ τὴν κοιλάδα Αχωρ διανοι̃ξαι σύνεσιν αὐτη̃ς καὶ ταπεινωθήσεται ἐκει̃ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτη̃ς καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτη̃ς ἐκ γη̃ς Αἰγύπτου

2:18 καὶ ἔσται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος καλέσει με ὁ ἀνήρ μου καὶ οὐ καλέσει με ἔτι Βααλιμ

2:19 καὶ ἐξαρω̃ τὰ ὀνόματα τω̃ν Βααλιμ ἐκ στόματος αὐτη̃ς καὶ οὐ μὴ μνησθω̃σιν οὐκέτι τὰ ὀνόματα αὐτω̃ν

2:20 καὶ διαθήσομαι αὐτοι̃ς ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ διαθήκην μετὰ τω̃ν θηρίων του̃ ἀγρου̃ καὶ μετὰ τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ καὶ μετὰ τω̃ν ἑρπετω̃ν τη̃ς γη̃ς καὶ τόξον καὶ ῥομφαίαν καὶ πόλεμον συντρίψω ἀπὸ τη̃ς γη̃ς καὶ κατοικιω̃ σε ἐπ' ἐλπίδι

2:21 καὶ μνηστεύσομαί σε ἐμαυτω̨̃ εἰς τὸν αἰω̃να καὶ μνηστεύσομαί σε ἐμαυτω̨̃ ἐν δικαιοσύνη̨ καὶ ἐν κρίματι καὶ ἐν ἐλέει καὶ ἐν οἰκτιρμοι̃ς

2:22 καὶ μνηστεύσομαί σε ἐμαυτω̨̃ ἐν πίστει καὶ ἐπιγνώση̨ τὸν κύριον

2:23 καὶ ἔσται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος ἐπακούσομαι τω̨̃ οὐρανω̨̃ καὶ ὁ οὐρανὸς ἐπακούσεται τη̨̃ γη̨̃

2:24 καὶ ἡ γη̃ ἐπακούσεται τὸν σι̃τον καὶ τὸν οἰ̃νον καὶ τὸ ἔλαιον καὶ αὐτὰ ἐπακούσεται τω̨̃ Ιεζραελ

2:25 καὶ σπερω̃ αὐτὴν ἐμαυτω̨̃ ἐπὶ τη̃ς γη̃ς καὶ ἐλεήσω τὴν Οὐκ-ἠλεημένην καὶ ἐρω̃ τω̨̃ Οὐ-λαω̨̃-μου λαός μου εἰ̃ σύ καὶ αὐτὸς ἐρει̃ κύριος ὁ θεός μου εἰ̃ σύ

3:1 καὶ εἰ̃πεν κύριος πρός με ἔτι πορεύθητι καὶ ἀγάπησον γυναι̃κα ἀγαπω̃σαν πονηρὰ καὶ μοιχαλίν καθὼς ἀγαπα̨̃ ὁ θεὸς τοὺς υἱοὺς Ισραηλ καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλου̃σιν πέμματα μετὰ σταφίδων

3:2 καὶ ἐμισθωσάμην ἐμαυτω̨̃ πεντεκαίδεκα ἀργυρίου καὶ γομορ κριθω̃ν καὶ νεβελ οἴνου

3:3 καὶ εἰ̃πα πρὸς αὐτήν ἡμέρας πολλὰς καθήση̨ ἐπ' ἐμοὶ καὶ οὐ μὴ πορνεύση̨ς οὐδὲ μὴ γένη̨ ἀνδρὶ ἑτέρω̨ καὶ ἐγὼ ἐπὶ σοί

3:4 διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ισραηλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος οὐδὲ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων

3:5 καὶ μετὰ ταυ̃τα ἐπιστρέψουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐπιζητήσουσιν κύριον τὸν θεὸν αὐτω̃ν καὶ Δαυιδ τὸν βασιλέα αὐτω̃ν καὶ ἐκστήσονται ἐπὶ τω̨̃ κυρίω̨ καὶ ἐπὶ τοι̃ς ἀγαθοι̃ς αὐτου̃ ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν

4:1 ἀκούσατε λόγον κυρίου υἱοὶ Ισραηλ διότι κρίσις τω̨̃ κυρίω̨ πρὸς τοὺς κατοικου̃ντας τὴν γη̃ν διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις θεου̃ ἐπὶ τη̃ς γη̃ς

4:2 ἀρὰ καὶ ψευ̃δος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τη̃ς γη̃ς καὶ αἵματα ἐφ' αἵμασιν μίσγουσιν

4:3 διὰ του̃το πενθήσει ἡ γη̃ καὶ σμικρυνθήσεται σὺν πα̃σιν τοι̃ς κατοικου̃σιν αὐτήν σὺν τοι̃ς θηρίοις του̃ ἀγρου̃ καὶ σὺν τοι̃ς ἑρπετοι̃ς τη̃ς γη̃ς καὶ σὺν τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ οἱ ἰχθύες τη̃ς θαλάσσης ἐκλείψουσιν

4:4 ὅπως μηδεὶς μήτε δικάζηται μήτε ἐλέγχη̨ μηδείς ὁ δὲ λαός μου ὡς ἀντιλεγόμενος ἱερεύς

4:5 καὶ ἀσθενήσεις ἡμέρας καὶ ἀσθενήσει καὶ προφήτης μετὰ σου̃ νυκτὶ ὡμοίωσα τὴν μητέρα σου

4:6 ὡμοιώθη ὁ λαός μου ὡς οὐκ ἔχων γνω̃σιν ὅτι σὺ ἐπίγνωσιν ἀπώσω κἀγὼ ἀπώσομαι σὲ του̃ μὴ ἱερατεύειν μοι καὶ ἐπελάθου νόμον θεου̃ σου κἀγὼ ἐπιλήσομαι τέκνων σου

4:7 κατὰ τὸ πλη̃θος αὐτω̃ν οὕτως ἥμαρτόν μοι τὴν δόξαν αὐτω̃ν εἰς ἀτιμίαν θήσομαι

4:8 ἁμαρτίας λαου̃ μου φάγονται καὶ ἐν ται̃ς ἀδικίαις αὐτω̃ν λήμψονται τὰς ψυχὰς αὐτω̃ν

4:9 καὶ ἔσται καθὼς ὁ λαὸς οὕτως καὶ ὁ ἱερεύς καὶ ἐκδικήσω ἐπ' αὐτὸν τὰς ὁδοὺς αὐτου̃ καὶ τὰ διαβούλια αὐτου̃ ἀνταποδώσω αὐτω̨̃

4:10 καὶ φάγονται καὶ οὐ μὴ ἐμπλησθω̃σιν ἐπόρνευσαν καὶ οὐ μὴ κατευθύνωσιν διότι τὸν κύριον ἐγκατέλιπον του̃ φυλάξαι

4:11 πορνείαν καὶ οἰ̃νον καὶ μέθυσμα ἐδέξατο καρδία λαου̃ μου

4:12 ἐν συμβόλοις ἐπηρώτων καὶ ἐν ῥάβδοις αὐτου̃ ἀπήγγελλον αὐτω̨̃ πνεύματι πορνείας ἐπλανήθησαν καὶ ἐξεπόρνευσαν ἀπὸ του̃ θεου̃ αὐτω̃ν

4:13 ἐπὶ τὰς κορυφὰς τω̃ν ὀρέων ἐθυσίαζον καὶ ἐπὶ τοὺς βουνοὺς ἔθυον ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος ὅτι καλὸν σκέπη διὰ του̃το ἐκπορνεύσουσιν αἱ θυγατέρες ὑμω̃ν καὶ αἱ νύμφαι ὑμω̃ν μοιχεύσουσιν

4:14 καὶ οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τὰς θυγατέρας ὑμω̃ν ὅταν πορνεύωσιν καὶ ἐπὶ τὰς νύμφας ὑμω̃ν ὅταν μοιχεύωσιν διότι καὶ αὐτοὶ μετὰ τω̃ν πορνω̃ν συνεφύροντο καὶ μετὰ τω̃ν τετελεσμένων ἔθυον καὶ ὁ λαὸς ὁ συνίων συνεπλέκετο μετὰ πόρνης

4:15 σὺ δέ Ισραηλ μὴ ἀγνόει καὶ Ιουδα μὴ εἰσπορεύεσθε εἰς Γαλγαλα καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἰ̃κον Ων καὶ μὴ ὀμνύετε ζω̃ντα κύριον

4:16 ὅτι ὡς δάμαλις παροιστρω̃σα παροίστρησεν Ισραηλ νυ̃ν νεμήσει αὐτοὺς κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρω̨

4:17 μέτοχος εἰδώλων Εφραιμ ἔθηκεν ἑαυτω̨̃ σκάνδαλα

4:18 ἡ̨ρέτισεν Χαναναίους πορνεύοντες ἐξεπόρνευσαν ἠγάπησαν ἀτιμίαν ἐκ φρυάγματος αὐτω̃ν

4:19 συστροφὴ πνεύματος σὺ εἰ̃ ἐν ται̃ς πτέρυξιν αὐτη̃ς καὶ καταισχυνθήσονται ἐκ τω̃ν θυσιαστηρίων αὐτω̃ν

5:1 ἀκούσατε ταυ̃τα οἱ ἱερει̃ς καὶ προσέχετε οἰ̃κος Ισραηλ καὶ ὁ οἰ̃κος του̃ βασιλέως ἐνωτίζεσθε διότι πρὸς ὑμα̃ς ἐστιν τὸ κρίμα ὅτι παγὶς ἐγενήθητε τη̨̃ σκοπια̨̃ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ἰταβύριον

5:2 ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν ἐγὼ δὲ παιδευτὴς ὑμω̃ν

5:3 ἐγὼ ἔγνων τὸν Εφραιμ καὶ Ισραηλ οὐκ ἄπεστιν ἀπ' ἐμου̃ διότι νυ̃ν ἐξεπόρνευσεν Εφραιμ ἐμιάνθη Ισραηλ

5:4 οὐκ ἔδωκαν τὰ διαβούλια αὐτω̃ν του̃ ἐπιστρέψαι πρὸς τὸν θεὸν αὐτω̃ν ὅτι πνευ̃μα πορνείας ἐν αὐτοι̃ς ἐστιν τὸν δὲ κύριον οὐκ ἐπέγνωσαν

5:5 καὶ ταπεινωθήσεται ἡ ὕβρις του̃ Ισραηλ εἰς πρόσωπον αὐτου̃ καὶ Ισραηλ καὶ Εφραιμ ἀσθενήσουσιν ἐν ται̃ς ἀδικίαις αὐτω̃ν καὶ ἀσθενήσει καὶ Ιουδας μετ' αὐτω̃ν

5:6 μετὰ προβάτων καὶ μόσχων πορεύσονται του̃ ἐκζητη̃σαι τὸν κύριον καὶ οὐ μὴ εὕρωσιν αὐτόν ὅτι ἐξέκλινεν ἀπ' αὐτω̃ν

5:7 ὅτι τὸν κύριον ἐγκατέλιπον ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοι̃ς νυ̃ν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη καὶ τοὺς κλήρους αὐτω̃ν

5:8 σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς ἠχήσατε ἐπὶ τω̃ν ὑψηλω̃ν κηρύξατε ἐν τω̨̃ οἴκω̨ Ων ἐξέστη Βενιαμιν

5:9 Εφραιμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου ἐν ται̃ς φυλαι̃ς του̃ Ισραηλ ἔδειξα πιστά

5:10 ἐγένοντο οἱ ἄρχοντες Ιουδα ὡς μετατιθέντες ὅρια ἐπ' αὐτοὺς ἐκχεω̃ ὡς ὕδωρ τὸ ὅρμημά μου

5:11 κατεδυνάστευσεν Εφραιμ τὸν ἀντίδικον αὐτου̃ κατεπάτησεν κρίμα ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τω̃ν ματαίων

5:12 καὶ ἐγὼ ὡς ταραχὴ τω̨̃ Εφραιμ καὶ ὡς κέντρον τω̨̃ οἴκω̨ Ιουδα

5:13 καὶ εἰ̃δεν Εφραιμ τὴν νόσον αὐτου̃ καὶ Ιουδας τὴν ὀδύνην αὐτου̃ καὶ ἐπορεύθη Εφραιμ πρὸς 'Ασσυρίους καὶ ἀπέστειλεν πρέσβεις πρὸς βασιλέα Ιαριμ καὶ αὐτὸς οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμα̃ς καὶ οὐ μὴ διαπαύση̨ ἐξ ὑμω̃ν ὀδύνη

5:14 διότι ἐγώ εἰμι ὡς πανθὴρ τω̨̃ Εφραιμ καὶ ὡς λέων τω̨̃ οἴκω̨ Ιουδα καὶ ἐγὼ ἁρπω̃μαι καὶ πορεύσομαι καὶ λήμψομαι καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος

5:15 πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου ἕως οὑ̃ ἀφανισθω̃σιν καὶ ἐπιζητήσουσιν τὸ πρόσωπόν μου ἐν θλίψει αὐτω̃ν ὀρθριου̃σι πρός με λέγοντες

6:1 πορευθω̃μεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμω̃ν ὅτι αὐτὸς ἥρπακεν καὶ ἰάσεται ἡμα̃ς πατάξει καὶ μοτώσει ἡμα̃ς

6:2 ὑγιάσει ἡμα̃ς μετὰ δύο ἡμέρας ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτου̃

6:3 καὶ γνωσόμεθα διώξομεν του̃ γνω̃ναι τὸν κύριον ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν καὶ ἥξει ὡς ὑετὸς ἡμι̃ν πρόιμος καὶ ὄψιμος τη̨̃ γη̨̃

6:4 τί σοι ποιήσω Εφραιμ τί σοι ποιήσω Ιουδα τὸ δὲ ἔλεος ὑμω̃ν ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη

6:5 διὰ του̃το ἀπεθέρισα τοὺς προφήτας ὑμω̃ν ἀπέκτεινα αὐτοὺς ἐν ῥήμασιν στόματός μου καὶ τὸ κρίμα μου ὡς φω̃ς ἐξελεύσεται

6:6 διότι ἔλεος θέλω καὶ οὐ θυσίαν καὶ ἐπίγνωσιν θεου̃ ἢ ὁλοκαυτώματα

6:7 αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην ἐκει̃ κατεφρόνησέν μου

6:8 Γαλααδ πόλις ἐργαζομένη μάταια ταράσσουσα ὕδωρ

6:9 καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατου̃ ἔκρυψαν ἱερει̃ς ὁδὸν κυρίου ἐφόνευσαν Σικιμα ὅτι ἀνομίαν ἐποίησαν

6:10 ἐν τω̨̃ οἴκω̨ Ισραηλ εἰ̃δον φρικώδη ἐκει̃ πορνείαν του̃ Εφραιμ ἐμιάνθη Ισραηλ καὶ Ιουδα

6:11 ἄρχου τρυγα̃ν σεαυτω̨̃ ἐν τω̨̃ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν του̃ λαου̃ μου

7:1 ἐν τω̨̃ ἰάσασθαί με τὸν Ισραηλ καὶ ἀποκαλυφθήσεται ἡ ἀδικία Εφραιμ καὶ ἡ κακία Σαμαρείας ὅτι ἠργάσαντο ψευδη̃ καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται ἐκδιδύσκων λη̨στὴς ἐν τη̨̃ ὁδω̨̃ αὐτου̃

7:2 ὅπως συνά̨δωσιν ὡς συνά̨δοντες τη̨̃ καρδία̨ αὐτω̃ν πάσας τὰς κακίας αὐτω̃ν ἐμνήσθην νυ̃ν ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτω̃ν ἀπέναντι του̃ προσώπου μου ἐγένοντο

7:3 ἐν ται̃ς κακίαις αὐτω̃ν εὔφραναν βασιλει̃ς καὶ ἐν τοι̃ς ψεύδεσιν αὐτω̃ν ἄρχοντας

7:4 πάντες μοιχεύοντες ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τη̃ς φλογός ἀπὸ φυράσεως στέατος ἕως του̃ ζυμωθη̃ναι αὐτό

7:5 αἱ ἡμέραι τω̃ν βασιλέων ὑμω̃ν ἤρξαντο οἱ ἄρχοντες θυμου̃σθαι ἐξ οἴνου ἐξέτεινεν τὴν χει̃ρα αὐτου̃ μετὰ λοιμω̃ν

7:6 διότι ἀνεκαύθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτω̃ν ἐν τω̨̃ καταράσσειν αὐτούς ὅλην τὴν νύκτα ὕπνου Εφραιμ ἐνεπλήσθη πρωὶ ἐγενήθη ἀνεκαύθη ὡς πυρὸς φέγγος

7:7 πάντες ἐθερμάνθησαν ὡς κλίβανος καὶ κατέφαγον τοὺς κριτὰς αὐτω̃ν πάντες οἱ βασιλει̃ς αὐτω̃ν ἔπεσαν οὐκ ἠ̃ν ὁ ἐπικαλούμενος ἐν αὐτοι̃ς πρός με

7:8 Εφραιμ ἐν τοι̃ς λαοι̃ς αὐτου̃ συνανεμείγνυτο Εφραιμ ἐγένετο ἐγκρυφίας οὐ μεταστρεφόμενος

7:9 κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτου̃ αὐτὸς δὲ οὐκ ἐπέγνω καὶ πολιαὶ ἐξήνθησαν αὐτω̨̃ καὶ αὐτὸς οὐκ ἔγνω

7:10 καὶ ταπεινωθήσεται ἡ ὕβρις Ισραηλ εἰς πρόσωπον αὐτου̃ καὶ οὐκ ἐπέστρεψαν πρὸς κύριον τὸν θεὸν αὐτω̃ν καὶ οὐκ ἐξεζήτησαν αὐτὸν ἐν πα̃σι τούτοις

7:11 καὶ ἠ̃ν Εφραιμ ὡς περιστερὰ ἄνους οὐκ ἔχουσα καρδίαν Αἴγυπτον ἐπεκαλει̃το καὶ εἰς 'Ασσυρίους ἐπορεύθησαν

7:12 καθὼς ἂν πορεύωνται ἐπιβαλω̃ ἐπ' αὐτοὺς τὸ δίκτυόν μου καθὼς τὰ πετεινὰ του̃ οὐρανου̃ κατάξω αὐτούς παιδεύσω αὐτοὺς ἐν τη̨̃ ἀκοη̨̃ τη̃ς θλίψεως αὐτω̃ν

7:13 οὐαὶ αὐτοι̃ς ὅτι ἀπεπήδησαν ἀπ' ἐμου̃ δείλαιοί εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμέ ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμου̃ ψεύδη

7:14 καὶ οὐκ ἐβόησαν πρός με αἱ καρδίαι αὐτω̃ν ἀλλ' ἢ ὠλόλυζον ἐν ται̃ς κοίταις αὐτω̃ν ἐπὶ σίτω̨ καὶ οἴνω̨ κατετέμνοντο ἐπαιδεύθησαν ἐν ἐμοί

7:15 κἀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτω̃ν καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρά

7:16 ἀπεστράφησαν εἰς οὐθέν ἐγένοντο ὡς τόξον ἐντεταμένον πεσου̃νται ἐν ῥομφαία̨ οἱ ἄρχοντες αὐτω̃ν δι' ἀπαιδευσίαν γλώσσης αὐτω̃ν οὑ̃τος ὁ φαυλισμὸς αὐτω̃ν ἐν γη̨̃ Αἰγύπτω̨

8:1 εἰς κόλπον αὐτω̃ν ὡς γη̃ ὡς ἀετὸς ἐπ' οἰ̃κον κυρίου ἀνθ' ὡ̃ν παρέβησαν τὴν διαθήκην μου καὶ κατὰ του̃ νόμου μου ἠσέβησαν

8:2 ἐμὲ κεκράξονται ὁ θεός ἐγνώκαμέν σε

8:3 ὅτι Ισραηλ ἀπεστρέψατο ἀγαθά ἐχθρὸν κατεδίωξαν

8:4 ἑαυτοι̃ς ἐβασίλευσαν καὶ οὐ δι' ἐμου̃ ἠ̃ρξαν καὶ οὐκ ἐγνώρισάν μοι τὸ ἀργύριον αὐτω̃ν καὶ τὸ χρυσίον αὐτω̃ν ἐποίησαν ἑαυτοι̃ς εἴδωλα ὅπως ἐξολεθρευθω̃σιν

8:5 ἀπότριψαι τὸν μόσχον σου Σαμάρεια παρωξύνθη ὁ θυμός μου ἐπ' αὐτούς ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθη̃ναι

8:6 ἐν τω̨̃ Ισραηλ καὶ αὐτὸ τέκτων ἐποίησεν καὶ οὐ θεός ἐστιν διότι πλανω̃ν ἠ̃ν ὁ μόσχος σου Σαμάρεια

8:7 ὅτι ἀνεμόφθορα ἔσπειραν καὶ ἡ καταστροφὴ αὐτω̃ν ἐκδέξεται αὐτά δράγμα οὐκ ἔχον ἰσχὺν του̃ ποιη̃σαι ἄλευρον ἐὰν δὲ καὶ ποιήση̨ ἀλλότριοι καταφάγονται αὐτό

8:8 κατεπόθη Ισραηλ νυ̃ν ἐγένετο ἐν τοι̃ς ἔθνεσιν ὡς σκευ̃ος ἄχρηστον

8:9 ὅτι αὐτοὶ ἀνέβησαν εἰς 'Ασσυρίους ἀνέθαλεν καθ' ἑαυτὸν Εφραιμ δω̃ρα ἠγάπησαν

8:10 διὰ του̃το παραδοθήσονται ἐν τοι̃ς ἔθνεσιν νυ̃ν εἰσδέξομαι αὐτούς καὶ κοπάσουσιν μικρὸν του̃ χρίειν βασιλέα καὶ ἄρχοντας

8:11 ὅτι ἐπλήθυνεν Εφραιμ θυσιαστήρια εἰς ἁμαρτίας ἐγένοντο αὐτω̨̃ θυσιαστήρια ἠγαπημένα

8:12 καταγράψω αὐτω̨̃ πλη̃θος καὶ τὰ νόμιμα αὐτου̃ εἰς ἀλλότρια ἐλογίσθησαν θυσιαστήρια τὰ ἠγαπημένα

8:13 διότι ἐὰν θύσωσιν θυσίαν καὶ φάγωσιν κρέα κύριος οὐ προσδέξεται αὐτά νυ̃ν μνησθήσεται τὰς ἀδικίας αὐτω̃ν καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτω̃ν αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν καὶ ἐν 'Ασσυρίοις ἀκάθαρτα φάγονται

8:14 καὶ ἐπελάθετο Ισραηλ του̃ ποιήσαντος αὐτὸν καὶ ὠ̨κοδόμησαν τεμένη καὶ Ιουδας ἐπλήθυνεν πόλεις τετειχισμένας καὶ ἐξαποστελω̃ πυ̃ρ εἰς τὰς πόλεις αὐτου̃ καὶ καταφάγεται τὰ θεμέλια αὐτω̃ν

9:1 μὴ χαι̃ρε Ισραηλ μηδὲ εὐφραίνου καθὼς οἱ λαοί διότι ἐπόρνευσας ἀπὸ του̃ θεου̃ σου ἠγάπησας δόματα ἐπὶ πάντα ἅλωνα σίτου

9:2 ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτούς καὶ ὁ οἰ̃νος ἐψεύσατο αὐτούς

9:3 οὐ κατώ̨κησαν ἐν τη̨̃ γη̨̃ του̃ κυρίου κατώ̨κησεν Εφραιμ εἰς Αἴγυπτον καὶ ἐν 'Ασσυρίοις ἀκάθαρτα φάγονται

9:4 οὐκ ἔσπεισαν τω̨̃ κυρίω̨ οἰ̃νον καὶ οὐχ ἥδυναν αὐτω̨̃ αἱ θυσίαι αὐτω̃ν ὡς ἄρτος πένθους αὐτοι̃ς πάντες οἱ ἔσθοντες αὐτὰ μιανθήσονται διότι οἱ ἄρτοι αὐτω̃ν ται̃ς ψυχαι̃ς αὐτω̃ν οὐκ εἰσελεύσονται εἰς τὸν οἰ̃κον κυρίου

9:5 τί ποιήσετε ἐν ἡμέρα̨ πανηγύρεως καὶ ἐν ἡμέρα̨ ἑορτη̃ς του̃ κυρίου

9:6 διὰ του̃το ἰδοὺ πορεύσονται ἐκ ταλαιπωρίας Αἰγύπτου καὶ ἐκδέξεται αὐτοὺς Μέμφις καὶ θάψει αὐτοὺς Μαχμας τὸ ἀργύριον αὐτω̃ν ὄλεθρος κληρονομήσει ἄκανθαι ἐν τοι̃ς σκηνώμασιν αὐτω̃ν

9:7 ἥκασιν αἱ ἡμέραι τη̃ς ἐκδικήσεως ἥκασιν αἱ ἡμέραι τη̃ς ἀνταποδόσεώς σου καὶ κακωθήσεται Ισραηλ ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκώς ἄνθρωπος ὁ πνευματοφόρος ὑπὸ του̃ πλήθους τω̃ν ἀδικιω̃ν σου ἐπληθύνθη μανία σου

9:8 σκοπὸς Εφραιμ μετὰ θεου̃ προφήτης παγὶς σκολιὰ ἐπὶ πάσας τὰς ὁδοὺς αὐτου̃ μανίαν ἐν οἴκω̨ κυρίου κατέπηξαν

9:9 ἐφθάρησαν κατὰ τὰς ἡμέρας του̃ βουνου̃ μνησθήσεται ἀδικίας αὐτου̃ ἐκδικήσει ἁμαρτίας αὐτου̃

9:10 ὡς σταφυλὴν ἐν ἐρήμω̨ εὑ̃ρον τὸν Ισραηλ καὶ ὡς σκοπὸν ἐν συκη̨̃ πρόιμον εἰ̃δον πατέρας αὐτω̃ν αὐτοὶ εἰση̃λθον πρὸς τὸν Βεελφεγωρ καὶ ἀπηλλοτριώθησαν εἰς αἰσχύνην καὶ ἐγένοντο οἱ ἠγαπημένοι ὡς οἱ ἐβδελυγμένοι

9:11 Εφραιμ ὡς ὄρνεον ἐξεπετάσθη αἱ δόξαι αὐτω̃ν ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήμψεων

9:12 διότι καὶ ἐὰν ἐκθρέψωσιν τὰ τέκνα αὐτω̃ν ἀτεκνωθήσονται ἐξ ἀνθρώπων διότι καὶ οὐαὶ αὐτοι̃ς ἐστιν σάρξ μου ἐξ αὐτω̃ν

9:13 Εφραιμ ὃν τρόπον εἰ̃δον εἰς θήραν παρέστησαν τὰ τέκνα αὐτω̃ν καὶ Εφραιμ του̃ ἐξαγαγει̃ν εἰς ἀποκέντησιν τὰ τέκνα αὐτου̃

9:14 δὸς αὐτοι̃ς κύριε τί δώσεις αὐτοι̃ς δὸς αὐτοι̃ς μήτραν ἀτεκνου̃σαν καὶ μαστοὺς ξηρούς

9:15 πα̃σαι αἱ κακίαι αὐτω̃ν εἰς Γαλγαλ ὅτι ἐκει̃ αὐτοὺς ἐμίσησα διὰ τὰς κακίας τω̃ν ἐπιτηδευμάτων αὐτω̃ν ἐκ του̃ οἴκου μου ἐκβαλω̃ αὐτούς οὐ μὴ προσθήσω του̃ ἀγαπη̃σαι αὐτούς πάντες οἱ ἄρχοντες αὐτω̃ν ἀπειθου̃ντες

9:16 ἐπόνεσεν Εφραιμ τὰς ῥίζας αὐτου̃ ἐξηράνθη καρπὸν οὐκέτι μὴ ἐνέγκη̨ διότι καὶ ἐὰν γεννήσωσιν ἀποκτενω̃ τὰ ἐπιθυμήματα κοιλίας αὐτω̃ν

9:17 ἀπώσεται αὐτοὺς ὁ θεός ὅτι οὐκ εἰσήκουσαν αὐτου̃ καὶ ἔσονται πλανη̃ται ἐν τοι̃ς ἔθνεσιν

10:1 ἄμπελος εὐκληματου̃σα Ισραηλ ὁ καρπὸς αὐτη̃ς εὐθηνω̃ν κατὰ τὸ πλη̃θος τω̃ν καρπω̃ν αὐτου̃ ἐπλήθυνεν τὰ θυσιαστήρια κατὰ τὰ ἀγαθὰ τη̃ς γη̃ς αὐτου̃ ὠ̨κοδόμησεν στήλας

10:2 ἐμέρισαν καρδίας αὐτω̃ν νυ̃ν ἀφανισθήσονται αὐτὸς κατασκάψει τὰ θυσιαστήρια αὐτω̃ν ταλαιπωρήσουσιν αἱ στη̃λαι αὐτω̃ν

10:3 διότι νυ̃ν ἐρου̃σιν οὐκ ἔστιν βασιλεὺς ἡμι̃ν ὅτι οὐκ ἐφοβήθημεν τὸν κύριον ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμι̃ν

10:4 λαλω̃ν ῥήματα προφάσεις ψευδει̃ς διαθήσεται διαθήκην ἀνατελει̃ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγρου̃

10:5 τω̨̃ μόσχω̨ του̃ οἴκου Ων παροικήσουσιν οἱ κατοικου̃ντες Σαμάρειαν ὅτι ἐπένθησεν ὁ λαὸς αὐτου̃ ἐπ' αὐτόν καὶ καθὼς παρεπίκραναν αὐτόν ἐπιχαρου̃νται ἐπὶ τὴν δόξαν αὐτου̃ ὅτι μετω̨κίσθη ἀπ' αὐτου̃

10:6 καὶ αὐτὸν εἰς 'Ασσυρίους δήσαντες ἀπήνεγκαν ξένια τω̨̃ βασιλει̃ Ιαριμ ἐν δόματι Εφραιμ δέξεται καὶ αἰσχυνθήσεται Ισραηλ ἐν τη̨̃ βουλη̨̃ αὐτου̃

10:7 ἀπέρριψεν Σαμάρεια βασιλέα αὐτη̃ς ὡς φρύγανον ἐπὶ προσώπου ὕδατος

10:8 καὶ ἐξαρθήσονται βωμοὶ Ων ἁμαρτήματα του̃ Ισραηλ ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτω̃ν καὶ ἐρου̃σιν τοι̃ς ὄρεσιν καλύψατε ἡμα̃ς καὶ τοι̃ς βουνοι̃ς πέσατε ἐφ' ἡμα̃ς

10:9 ἀφ' οὑ̃ οἱ βουνοί ἥμαρτεν Ισραηλ ἐκει̃ ἔστησαν οὐ μὴ καταλάβη̨ αὐτοὺς ἐν τω̨̃ βουνω̨̃ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας

10:10 ἠ̃λθεν παιδευ̃σαι αὐτούς καὶ συναχθήσονται ἐπ' αὐτοὺς λαοὶ ἐν τω̨̃ παιδεύεσθαι αὐτοὺς ἐν ται̃ς δυσὶν ἀδικίαις αὐτω̃ν

10:11 Εφραιμ δάμαλις δεδιδαγμένη ἀγαπα̃ν νει̃κος ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον του̃ τραχήλου αὐτη̃ς ἐπιβιβω̃ Εφραιμ καὶ παρασιωπήσομαι Ιουδαν ἐνισχύσει αὐτω̨̃ Ιακωβ

10:12 σπείρατε ἑαυτοι̃ς εἰς δικαιοσύνην τρυγήσατε εἰς καρπὸν ζωη̃ς φωτίσατε ἑαυτοι̃ς φω̃ς γνώσεως ἐκζητήσατε τὸν κύριον ἕως του̃ ἐλθει̃ν γενήματα δικαιοσύνης ὑμι̃ν

10:13 ἵνα τί παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτη̃ς ἐτρυγήσατε ἐφάγετε καρπὸν ψευδη̃ ὅτι ἤλπισας ἐν τοι̃ς ἅρμασίν σου ἐν πλήθει δυνάμεώς σου

10:14 καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τω̨̃ λαω̨̃ σου καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται ὡς ἄρχων Σαλαμαν ἐκ του̃ οἴκου Ιεροβααλ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν

10:15 οὕτως ποιήσω ὑμι̃ν οἰ̃κος του̃ Ισραηλ ἀπὸ προσώπου κακιω̃ν ὑμω̃ν ὄρθρου ἀπερρίφησαν ἀπερρίφη βασιλεὺς Ισραηλ

11:1 διότι νήπιος Ισραηλ καὶ ἐγὼ ἠγάπησα αὐτὸν καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτου̃

11:2 καθὼς μετεκάλεσα αὐτούς οὕτως ἀπώ̨χοντο ἐκ προσώπου μου αὐτοὶ τοι̃ς Βααλιμ ἔθυον καὶ τοι̃ς γλυπτοι̃ς ἐθυμίων

11:3 καὶ ἐγὼ συνεπόδισα τὸν Εφραιμ ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονά μου καὶ οὐκ ἔγνωσαν ὅτι ἴαμαι αὐτούς

11:4 ἐν διαφθορα̨̃ ἀνθρώπων ἐξέτεινα αὐτοὺς ἐν δεσμοι̃ς ἀγαπήσεώς μου καὶ ἔσομαι αὐτοι̃ς ὡς ῥαπίζων ἄνθρωπος ἐπὶ τὰς σιαγόνας αὐτου̃ καὶ ἐπιβλέψομαι πρὸς αὐτόν δυνήσομαι αὐτω̨̃

11:5 κατώ̨κησεν Εφραιμ ἐν Αἰγύπτω̨ καὶ Ασσουρ αὐτὸς βασιλεὺς αὐτου̃ ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι

11:6 καὶ ἠσθένησεν ῥομφαία ἐν ται̃ς πόλεσιν αὐτου̃ καὶ κατέπαυσεν ἐν ται̃ς χερσὶν αὐτου̃ καὶ φάγονται ἐκ τω̃ν διαβουλίων αὐτω̃ν

11:7 καὶ ὁ λαὸς αὐτου̃ ἐπικρεμάμενος ἐκ τη̃ς κατοικίας αὐτου̃ καὶ ὁ θεὸς ἐπὶ τὰ τίμια αὐτου̃ θυμωθήσεται καὶ οὐ μὴ ὑψώση̨ αὐτόν

11:8 τί σε διαθω̃ Εφραιμ ὑπερασπιω̃ σου Ισραηλ τί σε διαθω̃ ὡς Αδαμα θήσομαί σε καὶ ὡς Σεβωιμ μετεστράφη ἡ καρδία μου ἐν τω̨̃ αὐτω̨̃ συνεταράχθη ἡ μεταμέλειά μου

11:9 οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν του̃ θυμου̃ μου οὐ μὴ ἐγκαταλίπω του̃ ἐξαλειφθη̃ναι τὸν Εφραιμ διότι θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν

11:10 ὀπίσω κυρίου πορεύσομαι ὡς λέων ἐρεύξεται ὅτι αὐτὸς ὠρύσεται καὶ ἐκστήσονται τέκνα ὑδάτων

11:11 καὶ ἐκστήσονται ὡς ὄρνεον ἐξ Αἰγύπτου καὶ ὡς περιστερὰ ἐκ γη̃ς 'Ασσυρίων καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτω̃ν λέγει κύριος

12:1 ἐκύκλωσέν με ἐν ψεύδει Εφραιμ καὶ ἐν ἀσεβείαις οἰ̃κος Ισραηλ καὶ Ιουδα νυ̃ν ἔγνω αὐτοὺς ὁ θεός καὶ λαὸς ἅγιος κεκλήσεται θεου̃

12:2 ὁ δὲ Εφραιμ πονηρὸν πνευ̃μα ἐδίωξεν καύσωνα ὅλην τὴν ἡμέραν κενὰ καὶ μάταια ἐπλήθυνεν καὶ διαθήκην μετὰ 'Ασσυρίων διέθετο καὶ ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο

12:3 καὶ κρίσις τω̨̃ κυρίω̨ πρὸς Ιουδαν του̃ ἐκδικη̃σαι τὸν Ιακωβ κατὰ τὰς ὁδοὺς αὐτου̃ καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτου̃ ἀνταποδώσει αὐτω̨̃

12:4 ἐν τη̨̃ κοιλία̨ ἐπτέρνισεν τὸν ἀδελφὸν αὐτου̃ καὶ ἐν κόποις αὐτου̃ ἐνίσχυσεν πρὸς θεὸν

12:5 καὶ ἐνίσχυσεν μετὰ ἀγγέλου καὶ ἠδυνάσθη ἔκλαυσαν καὶ ἐδεήθησάν μου ἐν τω̨̃ οἴκω̨ Ων εὕροσάν με καὶ ἐκει̃ ἐλαλήθη πρὸς αὐτόν

12:6 ὁ δὲ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτου̃

12:7 καὶ σὺ ἐν θεω̨̃ σου ἐπιστρέψεις ἔλεον καὶ κρίμα φυλάσσου καὶ ἔγγιζε πρὸς τὸν θεόν σου διὰ παντός

12:8 Χανααν ἐν χειρὶ αὐτου̃ ζυγὸς ἀδικίας καταδυναστεύειν ἠγάπησε

12:9 καὶ εἰ̃πεν Εφραιμ πλὴν πεπλούτηκα εὕρηκα ἀναψυχὴν ἐμαυτω̨̃ πάντες οἱ πόνοι αὐτου̃ οὐχ εὑρεθήσονται αὐτω̨̃ δι' ἀδικίας ἃς ἥμαρτεν

12:10 ἐγὼ δὲ κύριος ὁ θεός σου ἀνήγαγόν σε ἐκ γη̃ς Αἰγύπτου ἔτι κατοικιω̃ σε ἐν σκηναι̃ς καθὼς ἡμέρα̨ ἑορτη̃ς

12:11 καὶ λαλήσω πρὸς προφήτας καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητω̃ν ὡμοιώθην

12:12 εἰ μὴ Γαλααδ ἔστιν ἄρα ψευδει̃ς ἠ̃σαν ἐν Γαλγαλ ἄρχοντες θυσιάζοντες καὶ τὰ θυσιαστήρια αὐτω̃ν ὡς χελω̃ναι ἐπὶ χέρσον ἀγρου̃

12:13 καὶ ἀνεχώρησεν Ιακωβ εἰς πεδίον Συρίας καὶ ἐδούλευσεν Ισραηλ ἐν γυναικὶ καὶ ἐν γυναικὶ ἐφυλάξατο

12:14 καὶ ἐν προφήτη̨ ἀνήγαγεν κύριος τὸν Ισραηλ ἐξ Αἰγύπτου καὶ ἐν προφήτη̨ διεφυλάχθη

12:15 ἐθύμωσεν Εφραιμ καὶ παρώργισεν καὶ τὸ αἱ̃μα αὐτου̃ ἐπ' αὐτὸν ἐκχυθήσεται καὶ τὸν ὀνειδισμὸν αὐτου̃ ἀνταποδώσει αὐτω̨̃ κύριος

13:1 κατὰ τὸν λόγον Εφραιμ δικαιώματα αὐτὸς ἔλαβεν ἐν τω̨̃ Ισραηλ καὶ ἔθετο αὐτὰ τη̨̃ Βααλ καὶ ἀπέθανεν

13:2 καὶ προσέθετο του̃ ἁμαρτάνειν ἔτι καὶ ἐποίησαν ἑαυτοι̃ς χώνευμα ἐκ του̃ ἀργυρίου αὐτω̃ν κατ' εἰκόνα εἰδώλων ἔργα τεκτόνων συντετελεσμένα αὐτοι̃ς αὐτοὶ λέγουσιν θύσατε ἀνθρώπους μόσχοι γὰρ ἐκλελοίπασιν

13:3 διὰ του̃το ἔσονται ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη ὥσπερ χνου̃ς ἀποφυσώμενος ἀφ' ἅλωνος καὶ ὡς ἀτμὶς ἀπὸ ἀκρίδων

13:4 ἐγὼ δὲ κύριος ὁ θεός σου στερεω̃ν οὐρανὸν καὶ κτίζων γη̃ν οὑ̃ αἱ χει̃ρες ἔκτισαν πα̃σαν τὴν στρατιὰν του̃ οὐρανου̃ καὶ οὐ παρέδειξά σοι αὐτὰ του̃ πορεύεσθαι ὀπίσω αὐτω̃ν καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γη̃ς Αἰγύπτου καὶ θεὸν πλὴν ἐμου̃ οὐ γνώση̨ καὶ σώ̨ζων οὐκ ἔστιν πάρεξ ἐμου̃

13:5 ἐγὼ ἐποίμαινόν σε ἐν τη̨̃ ἐρήμω̨ ἐν γη̨̃ ἀοικήτω̨

13:6 κατὰ τὰς νομὰς αὐτω̃ν καὶ ἐνεπλήσθησαν εἰς πλησμονήν καὶ ὑψώθησαν αἱ καρδίαι αὐτω̃ν ἕνεκα τούτου ἐπελάθοντό μου

13:7 καὶ ἔσομαι αὐτοι̃ς ὡς πανθὴρ καὶ ὡς πάρδαλις κατὰ τὴν ὁδὸν 'Ασσυρίων

13:8 ἀπαντήσομαι αὐτοι̃ς ὡς ἄρκος ἀπορουμένη καὶ διαρρήξω συγκλεισμὸν καρδίας αὐτω̃ν καὶ καταφάγονται αὐτοὺς ἐκει̃ σκύμνοι δρυμου̃ θηρία ἀγρου̃ διασπάσει αὐτούς

13:9 τη̨̃ διαφθορα̨̃ σου Ισραηλ τίς βοηθήσει

13:10 που̃ ὁ βασιλεύς σου οὑ̃τος καὶ διασωσάτω σε ἐν πάσαις ται̃ς πόλεσίν σου κρινάτω σε ὃν εἰ̃πας δός μοι βασιλέα καὶ ἄρχοντα

13:11 καὶ ἔδωκά σοι βασιλέα ἐν ὀργη̨̃ μου καὶ ἔσχον ἐν τω̨̃ θυμω̨̃ μου

13:12 συστροφὴν ἀδικίας Εφραιμ ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτου̃

13:13 ὠδι̃νες ὡς τικτούσης ἥξουσιν αὐτω̨̃ οὑ̃τος ὁ υἱός σου οὐ φρόνιμος διότι οὐ μὴ ὑποστη̨̃ ἐν συντριβη̨̃ τέκνων

13:14 ἐκ χειρὸς ἅ̨δου ῥύσομαι αὐτοὺς καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς που̃ ἡ δίκη σου θάνατε που̃ τὸ κέντρον σου ἅ̨δη παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμω̃ν μου

13:15 διότι οὑ̃τος ἀνὰ μέσον ἀδελφω̃ν διαστελει̃ ἐπάξει ἄνεμον καύσωνα κύριος ἐκ τη̃ς ἐρήμου ἐπ' αὐτόν καὶ ἀναξηρανει̃ τὰς φλέβας αὐτου̃ ἐξερημώσει τὰς πηγὰς αὐτου̃ αὐτὸς καταξηρανει̃ τὴν γη̃ν αὐτου̃ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτου̃

14:1 ἀφανισθήσεται Σαμάρεια ὅτι ἀντέστη πρὸς τὸν θεὸν αὐτη̃ς ἐν ῥομφαία̨ πεσου̃νται αὐτοί καὶ τὰ ὑποτίτθια αὐτω̃ν ἐδαφισθήσονται καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτω̃ν διαρραγήσονται

14:2 ἐπιστράφητι Ισραηλ πρὸς κύριον τὸν θεόν σου διότι ἠσθένησας ἐν ται̃ς ἀδικίαις σου

14:3 λάβετε μεθ' ἑαυτω̃ν λόγους καὶ ἐπιστράφητε πρὸς κύριον τὸν θεὸν ὑμω̃ν εἴπατε αὐτω̨̃ ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθά καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμω̃ν

14:4 Ασσουρ οὐ μὴ σώση̨ ἡμα̃ς ἐφ' ἵππον οὐκ ἀναβησόμεθα οὐκέτι μὴ εἴπωμεν θεοὶ ἡμω̃ν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν ἡμω̃ν ὁ ἐν σοὶ ἐλεήσει ὀρφανόν

14:5 ἰάσομαι τὰς κατοικίας αὐτω̃ν ἀγαπήσω αὐτοὺς ὁμολόγως ὅτι ἀπέστρεψεν ἡ ὀργή μου ἀπ' αὐτω̃ν

14:6 ἔσομαι ὡς δρόσος τω̨̃ Ισραηλ ἀνθήσει ὡς κρίνον καὶ βαλει̃ τὰς ῥίζας αὐτου̃ ὡς ὁ Λίβανος

14:7 πορεύσονται οἱ κλάδοι αὐτου̃ καὶ ἔσται ὡς ἐλαία κατάκαρπος καὶ ἡ ὀσφρασία αὐτου̃ ὡς Λιβάνου

14:8 ἐπιστρέψουσιν καὶ καθιου̃νται ὑπὸ τὴν σκέπην αὐτου̃ ζήσονται καὶ μεθυσθήσονται σίτω̨ καὶ ἐξανθήσει ὡς ἄμπελος τὸ μνημόσυνον αὐτου̃ ὡς οἰ̃νος Λιβάνου

14:9 τω̨̃ Εφραιμ τί αὐτω̨̃ ἔτι καὶ εἰδώλοις ἐγὼ ἐταπείνωσα αὐτόν καὶ ἐγὼ κατισχύσω αὐτόν ἐγὼ ὡς ἄρκευθος πυκάζουσα ἐξ ἐμου̃ ὁ καρπός σου εὕρηται

14:10 τίς σοφὸς καὶ συνήσει ταυ̃τα ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά διότι εὐθει̃αι αἱ ὁδοὶ του̃ κυρίου καὶ δίκαιοι πορεύσονται ἐν αὐται̃ς οἱ δὲ ἀσεβει̃ς ἀσθενήσουσιν ἐν αὐται̃ς

.