'Ιωνα̃ς

1:1 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιωναν τὸν του̃ Αμαθι λέγων

1:2 ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτη̨̃ ὅτι ἀνέβη ἡ κραυγὴ τη̃ς κακίας αὐτη̃ς πρός με

1:3 καὶ ἀνέστη Ιωνας του̃ φυγει̃ν εἰς Θαρσις ἐκ προσώπου κυρίου καὶ κατέβη εἰς Ιοππην καὶ εὑ̃ρεν πλοι̃ον βαδίζον εἰς Θαρσις καὶ ἔδωκεν τὸ ναυ̃λον αὐτου̃ καὶ ἐνέβη εἰς αὐτὸ του̃ πλευ̃σαι μετ' αὐτω̃ν εἰς Θαρσις ἐκ προσώπου κυρίου

1:4 καὶ κύριος ἐξήγειρεν πνευ̃μα εἰς τὴν θάλασσαν καὶ ἐγένετο κλύδων μέγας ἐν τη̨̃ θαλάσση̨ καὶ τὸ πλοι̃ον ἐκινδύνευεν συντριβη̃ναι

1:5 καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὸς τὸν θεὸν αὐτω̃ν καὶ ἐκβολὴν ἐποιήσαντο τω̃ν σκευω̃ν τω̃ν ἐν τω̨̃ πλοίω̨ εἰς τὴν θάλασσαν του̃ κουφισθη̃ναι ἀπ' αὐτω̃ν Ιωνας δὲ κατέβη εἰς τὴν κοίλην του̃ πλοίου καὶ ἐκάθευδεν καὶ ἔρρεγχεν

1:6 καὶ προση̃λθεν πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἰ̃πεν αὐτω̨̃ τί σὺ ῥέγχεις ἀνάστα καὶ ἐπικαλου̃ τὸν θεόν σου ὅπως διασώση̨ ὁ θεὸς ἡμα̃ς καὶ μὴ ἀπολώμεθα

1:7 καὶ εἰ̃πεν ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ δευ̃τε βάλωμεν κλήρους καὶ ἐπιγνω̃μεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμι̃ν καὶ ἔβαλον κλήρους καὶ ἔπεσεν ὁ κλη̃ρος ἐπὶ Ιωναν

1:8 καὶ εἰ̃πον πρὸς αὐτόν ἀπάγγειλον ἡμι̃ν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμι̃ν τίς σου ἡ ἐργασία ἐστίν καὶ πόθεν ἔρχη̨ καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαου̃ εἰ̃ σύ

1:9 καὶ εἰ̃πεν πρὸς αὐτούς δου̃λος κυρίου ἐγώ εἰμι καὶ τὸν κύριον θεὸν του̃ οὐρανου̃ ἐγὼ σέβομαι ὃς ἐποίησεν τὴν θάλασσαν καὶ τὴν ξηράν

1:10 καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἰ̃παν πρὸς αὐτόν τί του̃το ἐποίησας διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προσώπου κυρίου ἠ̃ν φεύγων ὅτι ἀπήγγειλεν αὐτοι̃ς

1:11 καὶ εἰ̃παν πρὸς αὐτόν τί σοι ποιήσωμεν καὶ κοπάσει ἡ θάλασσα ἀφ' ἡμω̃ν ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρεν μα̃λλον κλύδωνα

1:12 καὶ εἰ̃πεν Ιωνας πρὸς αὐτούς ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν καὶ κοπάσει ἡ θάλασσα ἀφ' ὑμω̃ν διότι ἔγνωκα ἐγὼ ὅτι δι' ἐμὲ ὁ κλύδων ὁ μέγας οὑ̃τος ἐφ' ὑμα̃ς ἐστιν

1:13 καὶ παρεβιάζοντο οἱ ἄνδρες του̃ ἐπιστρέψαι πρὸς τὴν γη̃ν καὶ οὐκ ἠδύναντο ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μα̃λλον ἐπ' αὐτούς

1:14 καὶ ἀνεβόησαν πρὸς κύριον καὶ εἰ̃παν μηδαμω̃ς κύριε μὴ ἀπολώμεθα ἕνεκεν τη̃ς ψυχη̃ς του̃ ἀνθρώπου τούτου καὶ μὴ δω̨̃ς ἐφ' ἡμα̃ς αἱ̃μα δίκαιον ὅτι σύ κύριε ὃν τρόπον ἐβούλου πεποίηκας

1:15 καὶ ἔλαβον τὸν Ιωναν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν καὶ ἔστη ἡ θάλασσα ἐκ του̃ σάλου αὐτη̃ς

1:16 καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβω̨ μεγάλω̨ τὸν κύριον καὶ ἔθυσαν θυσίαν τω̨̃ κυρίω̨ καὶ εὔξαντο εὐχάς

2:1 καὶ προσέταξεν κύριος κήτει μεγάλω̨ καταπιει̃ν τὸν Ιωναν καὶ ἠ̃ν Ιωνας ἐν τη̨̃ κοιλία̨ του̃ κήτους τρει̃ς ἡμέρας καὶ τρει̃ς νύκτας

2:2 καὶ προσηύξατο Ιωνας πρὸς κύριον τὸν θεὸν αὐτου̃ ἐκ τη̃ς κοιλίας του̃ κήτους

2:3 καὶ εἰ̃πεν ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ἅ̨δου κραυγη̃ς μου ἤκουσας φωνη̃ς μου

2:4 ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης καὶ ποταμοί με ἐκύκλωσαν πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διη̃λθον

2:5 καὶ ἐγὼ εἰ̃πα ἀπω̃σμαι ἐξ ὀφθαλμω̃ν σου ἀ̃ρα προσθήσω του̃ ἐπιβλέψαι πρὸς τὸν ναὸν τὸν ἅγιόν σου

2:6 περιεχύθη ὕδωρ μοι ἕως ψυχη̃ς ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων

2:7 κατέβην εἰς γη̃ν ἡ̃ς οἱ μοχλοὶ αὐτη̃ς κάτοχοι αἰώνιοι καὶ ἀναβήτω φθορὰ ζωη̃ς μου κύριε ὁ θεός μου

2:8 ἐν τω̨̃ ἐκλείπειν ἀπ' ἐμου̃ τὴν ψυχήν μου του̃ κυρίου ἐμνήσθην καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου

2:9 φυλασσόμενοι μάταια καὶ ψευδη̃ ἔλεος αὐτω̃ν ἐγκατέλιπον

2:10 ἐγὼ δὲ μετὰ φωνη̃ς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι ὅσα ηὐξάμην ἀποδώσω σοι σωτηρίου τω̨̃ κυρίω̨

2:11 καὶ προσετάγη τω̨̃ κήτει καὶ ἐξέβαλεν τὸν Ιωναν ἐπὶ τὴν ξηράν

3:1 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιωναν ἐκ δευτέρου λέγων

3:2 ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτη̨̃ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν ὃ ἐγὼ ἐλάλησα πρὸς σέ

3:3 καὶ ἀνέστη Ιωνας καὶ ἐπορεύθη εἰς Νινευη καθὼς ἐλάλησεν κύριος ἡ δὲ Νινευη ἠ̃ν πόλις μεγάλη τω̨̃ θεω̨̃ ὡσεὶ πορείας ὁδου̃ ἡμερω̃ν τριω̃ν

3:4 καὶ ἤρξατο Ιωνας του̃ εἰσελθει̃ν εἰς τὴν πόλιν ὡσεὶ πορείαν ἡμέρας μια̃ς καὶ ἐκήρυξεν καὶ εἰ̃πεν ἔτι τρει̃ς ἡμέραι καὶ Νινευη καταστραφήσεται

3:5 καὶ ἐνεπίστευσαν οἱ ἄνδρες Νινευη τω̨̃ θεω̨̃ καὶ ἐκήρυξαν νηστείαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτω̃ν ἕως μικρου̃ αὐτω̃ν

3:6 καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τη̃ς Νινευη καὶ ἐξανέστη ἀπὸ του̃ θρόνου αὐτου̃ καὶ περιείλατο τὴν στολὴν αὐτου̃ ἀφ' ἑαυτου̃ καὶ περιεβάλετο σάκκον καὶ ἐκάθισεν ἐπὶ σποδου̃

3:7 καὶ ἐκηρύχθη καὶ ἐρρέθη ἐν τη̨̃ Νινευη παρὰ του̃ βασιλέως καὶ παρὰ τω̃ν μεγιστάνων αὐτου̃ λέγων οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδὲν μηδὲ νεμέσθωσαν μηδὲ ὕδωρ πιέτωσαν

3:8 καὶ περιεβάλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ ἀνεβόησαν πρὸς τὸν θεὸν ἐκτενω̃ς καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ τη̃ς πονηρα̃ς καὶ ἀπὸ τη̃ς ἀδικίας τη̃ς ἐν χερσὶν αὐτω̃ν λέγοντες

3:9 τίς οἰ̃δεν εἰ μετανοήσει ὁ θεὸς καὶ ἀποστρέψει ἐξ ὀργη̃ς θυμου̃ αὐτου̃ καὶ οὐ μὴ ἀπολώμεθα

3:10 καὶ εἰ̃δεν ὁ θεὸς τὰ ἔργα αὐτω̃ν ὅτι ἀπέστρεψαν ἀπὸ τω̃ν ὁδω̃ν αὐτω̃ν τω̃ν πονηρω̃ν καὶ μετενόησεν ὁ θεὸς ἐπὶ τη̨̃ κακία̨ ἡ̨̃ ἐλάλησεν του̃ ποιη̃σαι αὐτοι̃ς καὶ οὐκ ἐποίησεν

4:1 καὶ ἐλυπήθη Ιωνας λύπην μεγάλην καὶ συνεχύθη

4:2 καὶ προσεύξατο πρὸς κύριον καὶ εἰ̃πεν ὠ̃ κύριε οὐχ οὑ̃τοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τη̨̃ γη̨̃ μου διὰ του̃το προέφθασα του̃ φυγει̃ν εἰς Θαρσις διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων μακρόθυμος καὶ πολυέλεος καὶ μετανοω̃ν ἐπὶ ται̃ς κακίαις

4:3 καὶ νυ̃ν δέσποτα κύριε λαβὲ τὴν ψυχήν μου ἀπ' ἐμου̃ ὅτι καλὸν τὸ ἀποθανει̃ν με ἢ ζη̃ν με

4:4 καὶ εἰ̃πεν κύριος πρὸς Ιωναν εἰ σφόδρα λελύπησαι σύ

4:5 καὶ ἐξη̃λθεν Ιωνας ἐκ τη̃ς πόλεως καὶ ἐκάθισεν ἀπέναντι τη̃ς πόλεως καὶ ἐποίησεν ἑαυτω̨̃ ἐκει̃ σκηνὴν καὶ ἐκάθητο ὑποκάτω αὐτη̃ς ἐν σκια̨̃ ἕως οὑ̃ ἀπίδη̨ τί ἔσται τη̨̃ πόλει

4:6 καὶ προσέταξεν κύριος ὁ θεὸς κολοκύνθη̨ καὶ ἀνέβη ὑπὲρ κεφαλη̃ς του̃ Ιωνα του̃ εἰ̃ναι σκιὰν ὑπεράνω τη̃ς κεφαλη̃ς αὐτου̃ του̃ σκιάζειν αὐτω̨̃ ἀπὸ τω̃ν κακω̃ν αὐτου̃ καὶ ἐχάρη Ιωνας ἐπὶ τη̨̃ κολοκύνθη̨ χαρὰν μεγάλην

4:7 καὶ προσέταξεν ὁ θεὸς σκώληκι ἑωθινη̨̃ τη̨̃ ἐπαύριον καὶ ἐπάταξεν τὴν κολόκυνθαν καὶ ἀπεξηράνθη

4:8 καὶ ἐγένετο ἅμα τω̨̃ ἀνατει̃λαι τὸν ἥλιον καὶ προσέταξεν ὁ θεὸς πνεύματι καύσωνος συγκαίοντι καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ιωνα καὶ ὠλιγοψύχησεν καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτου̃ καὶ εἰ̃πεν καλόν μοι ἀποθανει̃ν με ἢ ζη̃ν

4:9 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Ιωναν εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τη̨̃ κολοκύνθη̨ καὶ εἰ̃πεν σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου

4:10 καὶ εἰ̃πεν κύριος σὺ ἐφείσω ὑπὲρ τη̃ς κολοκύνθης ὑπὲρ ἡ̃ς οὐκ ἐκακοπάθησας ἐπ' αὐτὴν καὶ οὐκ ἐξέθρεψας αὐτήν ἣ ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο

4:11 ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευη τη̃ς πόλεως τη̃ς μεγάλης ἐν ἡ̨̃ κατοικου̃σιν πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτω̃ν ἢ ἀριστερὰν αὐτω̃ν καὶ κτήνη πολλά

.