Ναοὺμ

1:1 λη̃μμα Νινευη βιβλίον ὁράσεως Ναουμ του̃ Ελκεσαίου

1:2 θεὸς ζηλωτὴς καὶ ἐκδικω̃ν κύριος ἐκδικω̃ν κύριος μετὰ θυμου̃ ἐκδικω̃ν κύριος τοὺς ὑπεναντίους αὐτου̃ καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτου̃

1:3 κύριος μακρόθυμος καὶ μεγάλη ἡ ἰσχὺς αὐτου̃ καὶ ἀθω̨ω̃ν οὐκ ἀθω̨ώσει κύριος ἐν συντελεία̨ καὶ ἐν συσσεισμω̨̃ ἡ ὁδὸς αὐτου̃ καὶ νεφέλαι κονιορτὸς ποδω̃ν αὐτου̃

1:4 ἀπειλω̃ν θαλάσση̨ καὶ ξηραίνων αὐτὴν καὶ πάντας τοὺς ποταμοὺς ἐξερημω̃ν ὠλιγώθη ἡ Βασανι̃τις καὶ ὁ Κάρμηλος καὶ τὰ ἐξανθου̃ντα του̃ Λιβάνου ἐξέλιπεν

1:5 τὰ ὄρη ἐσείσθησαν ἀπ' αὐτου̃ καὶ οἱ βουνοὶ ἐσαλεύθησαν καὶ ἀνεστάλη ἡ γη̃ ἀπὸ προσώπου αὐτου̃ ἡ σύμπασα καὶ πάντες οἱ κατοικου̃ντες ἐν αὐτη̨̃

1:6 ἀπὸ προσώπου ὀργη̃ς αὐτου̃ τίς ὑποστήσεται καὶ τίς ἀντιστήσεται ἐν ὀργη̨̃ θυμου̃ αὐτου̃ ὁ θυμὸς αὐτου̃ τήκει ἀρχάς καὶ αἱ πέτραι διεθρύβησαν ἀπ' αὐτου̃

1:7 χρηστὸς κύριος τοι̃ς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρα̨ θλίψεως καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν

1:8 καὶ ἐν κατακλυσμω̨̃ πορείας συντέλειαν ποιήσεται τοὺς ἐπεγειρομένους καὶ τοὺς ἐχθροὺς αὐτου̃ διώξεται σκότος

1:9 τί λογίζεσθε ἐπὶ τὸν κύριον συντέλειαν αὐτὸς ποιήσεται οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει

1:10 ὅτι ἕως θεμελίου αὐτω̃ν χερσωθήσεται καὶ ὡς σμι̃λαξ περιπλεκομένη βρωθήσεται καὶ ὡς καλάμη ξηρασίας μεστή

1:11 ἐκ σου̃ ἐξελεύσεται λογισμὸς κατὰ του̃ κυρίου πονηρὰ λογιζόμενος ἐναντία

1:12 τάδε λέγει κύριος κατάρχων ὑδάτων πολλω̃ν καὶ οὕτως διασταλήσονται καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι

1:13 καὶ νυ̃ν συντρίψω τὴν ῥάβδον αὐτου̃ ἀπὸ σου̃ καὶ τοὺς δεσμούς σου διαρρήξω

1:14 καὶ ἐντελει̃ται ὑπὲρ σου̃ κύριος οὐ σπαρήσεται ἐκ του̃ ὀνόματός σου ἔτι ἐξ οἴκου θεου̃ σου ἐξολεθρεύσω τὰ γλυπτὰ καὶ χωνευτά θήσομαι ταφήν σου ὅτι ταχει̃ς

2:1 ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου καὶ ἀπαγγέλλοντος εἰρήνην ἑόρταζε Ιουδα τὰς ἑορτάς σου ἀπόδος τὰς εὐχάς σου διότι οὐ μὴ προσθήσωσιν ἔτι του̃ διελθει̃ν διὰ σου̃ εἰς παλαίωσιν συντετέλεσται ἐξη̃ρται

2:2 ἀνέβη ἐμφυσω̃ν εἰς πρόσωπόν σου ἐξαιρούμενος ἐκ θλίψεως σκόπευσον ὁδόν κράτησον ὀσφύος ἄνδρισαι τη̨̃ ἰσχύι σφόδρα

2:3 διότι ἀπέστρεψεν κύριος τὴν ὕβριν Ιακωβ καθὼς ὕβριν του̃ Ισραηλ διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλήματα αὐτω̃ν διέφθειραν

2:4 ὅπλα δυναστείας αὐτω̃ν ἐξ ἀνθρώπων ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί αἱ ἡνίαι τω̃ν ἁρμάτων αὐτω̃ν ἐν ἡμέρα̨ ἑτοιμασίας αὐτου̃ καὶ οἱ ἱππει̃ς θορυβηθήσονται

2:5 ἐν ται̃ς ὁδοι̃ς καὶ συγχυθήσονται τὰ ἅρματα καὶ συμπλακήσονται ἐν ται̃ς πλατείαις ἡ ὅρασις αὐτω̃ν ὡς λαμπάδες πυρὸς καὶ ὡς ἀστραπαὶ διατρέχουσαι

2:6 καὶ μνησθήσονται οἱ μεγιστα̃νες αὐτω̃ν καὶ φεύξονται ἡμέρας καὶ ἀσθενήσουσιν ἐν τη̨̃ πορεία̨ αὐτω̃ν καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη καὶ ἑτοιμάσουσιν τὰς προφυλακὰς αὐτω̃ν

2:7 πύλαι τω̃ν ποταμω̃ν διηνοίχθησαν καὶ τὰ βασίλεια διέπεσεν

2:8 καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη καὶ αὕτη ἀνέβαινεν καὶ αἱ δου̃λαι αὐτη̃ς ἤγοντο καθὼς περιστεραὶ φθεγγόμεναι ἐν καρδίαις αὐτω̃ν

2:9 καὶ Νινευη ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτη̃ς καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν καὶ οὐκ ἠ̃ν ὁ ἐπιβλέπων

2:10 διήρπαζον τὸ ἀργύριον διήρπαζον τὸ χρυσίον καὶ οὐκ ἠ̃ν πέρας του̃ κόσμου αὐτη̃ς βεβάρυνται ὑπὲρ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτη̃ς

2:11 ἐκτιναγμὸς καὶ ἀνατιναγμὸς καὶ ἐκβρασμὸς καὶ καρδίας θραυσμὸς καὶ ὑπόλυσις γονάτων καὶ ὠδι̃νες ἐπὶ πα̃σαν ὀσφύν καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας

2:12 που̃ ἐστιν τὸ κατοικητήριον τω̃ν λεόντων καὶ ἡ νομὴ ἡ οὐ̃σα τοι̃ς σκύμνοις οὑ̃ ἐπορεύθη λέων του̃ εἰσελθει̃ν ἐκει̃ σκύμνος λέοντος καὶ οὐκ ἠ̃ν ὁ ἐκφοβω̃ν

2:13 λέων ἥρπασεν τὰ ἱκανὰ τοι̃ς σκύμνοις αὐτου̃ καὶ ἀπέπνιξεν τοι̃ς λέουσιν αὐτου̃ καὶ ἔπλησεν θήρας νοσσιὰν αὐτου̃ καὶ τὸ κατοικητήριον αὐτου̃ ἁρπαγη̃ς

2:14 ἰδοὺ ἐγὼ ἐπὶ σέ λέγει κύριος παντοκράτωρ καὶ ἐκκαύσω ἐν καπνω̨̃ πλη̃θός σου καὶ τοὺς λέοντάς σου καταφάγεται ῥομφαία καὶ ἐξολεθρεύσω ἐκ τη̃ς γη̃ς τὴν θήραν σου καὶ οὐ μὴ ἀκουσθη̨̃ οὐκέτι τὰ ἔργα σου

3:1 ὠ̃ πόλις αἱμάτων ὅλη ψευδὴς ἀδικίας πλήρης οὐ ψηλαφηθήσεται θήρα

3:2 φωνὴ μαστίγων καὶ φωνὴ σεισμου̃ τροχω̃ν καὶ ἵππου διώκοντος καὶ ἅρματος ἀναβράσσοντος

3:3 καὶ ἱππέως ἀναβαίνοντος καὶ στιλβούσης ῥομφαίας καὶ ἐξαστραπτόντων ὅπλων καὶ πλήθους τραυματιω̃ν καὶ βαρείας πτώσεως καὶ οὐκ ἠ̃ν πέρας τοι̃ς ἔθνεσιν αὐτη̃ς καὶ ἀσθενήσουσιν ἐν τοι̃ς σώμασιν αὐτω̃ν

3:4 ἀπὸ πλήθους πορνείας πόρνη καλὴ καὶ ἐπιχαρὴς ἡγουμένη φαρμάκων ἡ πωλου̃σα ἔθνη ἐν τη̨̃ πορνεία̨ αὐτη̃ς καὶ φυλὰς ἐν τοι̃ς φαρμάκοις αὐτη̃ς

3:5 ἰδου̃ ἐγὼ ἐπὶ σέ λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου καὶ δείξω ἔθνεσιν τὴν αἰσχύνην σου καὶ βασιλείαις τὴν ἀτιμίαν σου

3:6 καὶ ἐπιρρίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαθαρσίας σου καὶ θήσομαί σε εἰς παράδειγμα

3:7 καὶ ἔσται πα̃ς ὁ ὁρω̃ν σε ἀποπηδήσεται ἀπὸ σου̃ καὶ ἐρει̃ Δειλαία Νινευη τίς στενάξει αὐτήν πόθεν ζητήσω παράκλησιν αὐτη̨̃

3:8 ἑτοίμασαι μερίδα ἅρμοσαι χορδήν ἑτοίμασαι μερίδα Αμων ἡ κατοικου̃σα ἐν ποταμοι̃ς ὕδωρ κύκλω̨ αὐτη̃ς ἡ̃ς ἡ ἀρχὴ θάλασσα καὶ ὕδωρ τὰ τείχη αὐτη̃ς

3:9 καὶ Αἰθιοπία ἡ ἰσχὺς αὐτη̃ς καὶ Αἴγυπτος καὶ οὐκ ἔστιν πέρας τη̃ς φυγη̃ς καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτη̃ς

3:10 καὶ αὐτὴ εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος καὶ τὰ νήπια αὐτη̃ς ἐδαφιου̃σιν ἐπ' ἀρχὰς πασω̃ν τω̃ν ὁδω̃ν αὐτη̃ς καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτη̃ς βαλου̃σιν κλήρους καὶ πάντες οἱ μεγιστα̃νες αὐτη̃ς δεθήσονται χειροπέδαις

3:11 καὶ σὺ μεθυσθήση̨ καὶ ἔση̨ ὑπερεωραμένη καὶ σὺ ζητήσεις σεαυτη̨̃ στάσιν ἐξ ἐχθρω̃ν

3:12 πάντα τὰ ὀχυρώματά σου συκαι̃ σκοποὺς ἔχουσαι ἐὰν σαλευθω̃σιν καὶ πεσου̃νται εἰς στόμα ἔσθοντος

3:13 ἰδοὺ ὁ λαός σου ὡς γυναι̃κες ἐν σοί τοι̃ς ἐχθροι̃ς σου ἀνοιγόμεναι ἀνοιχθήσονται πύλαι τη̃ς γη̃ς σου καὶ καταφάγεται πυ̃ρ τοὺς μοχλούς σου

3:14 ὕδωρ περιοχη̃ς ἐπίσπασαι σεαυτη̨̃ καὶ κατακράτησον τω̃ν ὀχυρωμάτων σου ἔμβηθι εἰς πηλὸν καὶ συμπατήθητι ἐν ἀχύροις κατακράτησον ὑπὲρ πλίνθον

3:15 ἐκει̃ καταφάγεταί σε πυ̃ρ ἐξολεθρεύσει σε ῥομφαία καταφάγεταί σε ὡς ἀκρίς καὶ βαρυνθήση̨ ὡς βρου̃χος

3:16 ἐπλήθυνας τὰς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα του̃ οὐρανου̃ βρου̃χος ὥρμησεν καὶ ἐξεπετάσθη

3:17 ἐξήλατο ὡς ἀττέλεβος ὁ σύμμικτός σου ὡς ἀκρὶς ἐπιβεβηκυι̃α ἐπὶ φραγμὸν ἐν ἡμέραις πάγους ὁ ἥλιος ἀνέτειλεν καὶ ἀφήλατο καὶ οὐκ ἔγνω τὸν τόπον αὐτη̃ς οὐαὶ αὐτοι̃ς

3:18 ἐνύσταξαν οἱ ποιμένες σου βασιλεὺς 'Ασσύριος ἐκοίμισεν τοὺς δυνάστας σου ἀπη̃ρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη καὶ οὐκ ἠ̃ν ὁ ἐκδεχόμενος

3:19 οὐκ ἔστιν ἴασις τη̨̃ συντριβη̨̃ σου ἐφλέγμανεν ἡ πληγή σου πάντες οἱ ἀκούοντες τὴν ἀγγελίαν σου κροτήσουσιν χει̃ρας ἐπὶ σέ διότι ἐπὶ τίνα οὐκ ἐπη̃λθεν ἡ κακία σου διὰ παντός

.