'Αβακοὺμ

1:1 τὸ λη̃μμα ὃ εἰ̃δεν Αμβακουμ ὁ προφήτης

1:2 ἕως τίνος κύριε κεκράξομαι καὶ οὐ μὴ εἰσακούση̨ς βοήσομαι πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις

1:3 ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν ἐξ ἐναντίας μου γέγονεν κρίσις καὶ ὁ κριτὴς λαμβάνει

1:4 διὰ του̃το διεσκέδασται νόμος καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον

1:5 ἴδετε οἱ καταφρονηταί καὶ ἐπιβλέψατε καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ται̃ς ἡμέραις ὑμω̃ν ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγη̃ται

1:6 διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ἐφ' ὑμα̃ς τοὺς Χαλδαίους τοὺς μαχητάς τὸ ἔθνος τὸ πικρὸν καὶ τὸ ταχινὸν τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τη̃ς γη̃ς του̃ κατακληρονομη̃σαι σκηνώματα οὐκ αὐτου̃

1:7 φοβερὸς καὶ ἐπιφανής ἐστιν ἐξ αὐτου̃ τὸ κρίμα αὐτου̃ ἔσται καὶ τὸ λη̃μμα αὐτου̃ ἐξ αὐτου̃ ἐξελεύσεται

1:8 καὶ ἐξαλου̃νται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτου̃ καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τη̃ς 'Αραβίας καὶ ἐξιππάσονται οἱ ἱππει̃ς αὐτου̃ καὶ ὁρμήσουσιν μακρόθεν καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγει̃ν

1:9 συντέλεια εἰς ἀσεβει̃ς ἥξει ἀνθεστηκότας προσώποις αὐτω̃ν ἐξ ἐναντίας καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν

1:10 καὶ αὐτὸς ἐν βασιλευ̃σιν ἐντρυφήσει καὶ τύραννοι παίγνια αὐτου̃ καὶ αὐτὸς εἰς πα̃ν ὀχύρωμα ἐμπαίξεται καὶ βαλει̃ χω̃μα καὶ κρατήσει αὐτου̃

1:11 τότε μεταβαλει̃ τὸ πνευ̃μα καὶ διελεύσεται καὶ ἐξιλάσεται αὕτη ἡ ἰσχὺς τω̨̃ θεω̨̃ μου

1:12 οὐχὶ σὺ ἀπ' ἀρχη̃ς κύριε ὁ θεὸς ὁ ἅγιός μου καὶ οὐ μὴ ἀποθάνωμεν κύριε εἰς κρίμα τέταχας αὐτόν καὶ ἔπλασέν με του̃ ἐλέγχειν παιδείαν αὐτου̃

1:13 καθαρὸς ὀφθαλμὸς του̃ μὴ ὁρα̃ν πονηρά καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήση̨ ἵνα τί ἐπιβλέπεις ἐπὶ καταφρονου̃ντας παρασιωπήση̨ ἐν τω̨̃ καταπίνειν ἀσεβη̃ τὸν δίκαιον

1:14 καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τη̃ς θαλάσσης καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον

1:15 συντέλειαν ἐν ἀγκίστρω̨ ἀνέσπασεν καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρω̨ καὶ συνήγαγεν αὐτὸν ἐν ται̃ς σαγήναις αὐτου̃ ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρήσεται ἡ καρδία αὐτου̃

1:16 ἕνεκεν τούτου θύσει τη̨̃ σαγήνη̨ αὐτου̃ καὶ θυμιάσει τω̨̃ ἀμφιβλήστρω̨ αὐτου̃ ὅτι ἐν αὐτοι̃ς ἐλίπανεν μερίδα αὐτου̃ καὶ τὰ βρώματα αὐτου̃ ἐκλεκτά

1:17 διὰ του̃το ἀμφιβαλει̃ τὸ ἀμφίβληστρον αὐτου̃ καὶ διὰ παντὸς ἀποκτέννειν ἔθνη οὐ φείσεται

2:1 ἐπὶ τη̃ς φυλακη̃ς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν καὶ ἀποσκοπεύσω του̃ ἰδει̃ν τί λαλήσει ἐν ἐμοὶ καὶ τί ἀποκριθω̃ ἐπὶ τὸν ἔλεγχόν μου

2:2 καὶ ἀπεκρίθη πρός με κύριος καὶ εἰ̃πεν γράψον ὅρασιν καὶ σαφω̃ς ἐπὶ πυξίον ὅπως διώκη̨ ὁ ἀναγινώσκων αὐτά

2:3 διότι ἔτι ὅρασις εἰς καιρὸν καὶ ἀνατελει̃ εἰς πέρας καὶ οὐκ εἰς κενόν ἐὰν ὑστερήση̨ ὑπόμεινον αὐτόν ὅτι ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίση̨

2:4 ἐὰν ὑποστείληται οὐκ εὐδοκει̃ ἡ ψυχή μου ἐν αὐτω̨̃ ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται

2:5 ὁ δὲ κατοινωμένος καὶ καταφρονητὴς ἀνὴρ ἀλαζών οὐδὲν μὴ περάνη̨ ὃς ἐπλάτυνεν καθὼς ὁ ἅ̨δης τὴν ψυχὴν αὐτου̃ καὶ οὑ̃τος ὡς θάνατος οὐκ ἐμπιπλάμενος καὶ ἐπισυνάξει ἐπ' αὐτὸν πάντα τὰ ἔθνη καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς

2:6 οὐχὶ ταυ̃τα πάντα παραβολὴν κατ' αὐτου̃ λήμψονται καὶ πρόβλημα εἰς διήγησιν αὐτου̃ καὶ ἐρου̃σιν οὐαὶ ὁ πληθύνων ἑαυτω̨̃ τὰ οὐκ ὄντα αὐτου̃ ἕως τίνος καὶ βαρύνων τὸν κλοιὸν αὐτου̃ στιβαρω̃ς

2:7 ὅτι ἐξαίφνης ἀναστήσονται δάκνοντες αὐτόν καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου καὶ ἔση̨ εἰς διαρπαγὴν αὐτοι̃ς

2:8 διότι σὺ ἐσκύλευσας ἔθνη πολλά σκυλεύσουσίν σε πάντες οἱ ὑπολελειμμένοι λαοὶ δι' αἵματα ἀνθρώπων καὶ ἀσεβείας γη̃ς καὶ πόλεως καὶ πάντων τω̃ν κατοικούντων αὐτήν

2:9 ὠ̃ ὁ πλεονεκτω̃ν πλεονεξίαν κακὴν τω̨̃ οἴκω̨ αὐτου̃ του̃ τάξαι εἰς ὕψος νοσσιὰν αὐτου̃ του̃ ἐκσπασθη̃ναι ἐκ χειρὸς κακω̃ν

2:10 ἐβουλεύσω αἰσχύνην τω̨̃ οἴκω̨ σου συνεπέρανας λαοὺς πολλούς καὶ ἐξήμαρτεν ἡ ψυχή σου

2:11 διότι λίθος ἐκ τοίχου βοήσεται καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά

2:12 οὐαὶ ὁ οἰκοδομω̃ν πόλιν ἐν αἵμασιν καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις

2:13 οὐ ταυ̃τά ἐστιν παρὰ κυρίου παντοκράτορος καὶ ἐξέλιπον λαοὶ ἱκανοὶ ἐν πυρί καὶ ἔθνη πολλὰ ὠλιγοψύχησαν

2:14 ὅτι πλησθήσεται ἡ γη̃ του̃ γνω̃ναι τὴν δόξαν κυρίου ὡς ὕδωρ κατακαλύψει αὐτούς

2:15 ὠ̃ ὁ ποτίζων τὸν πλησίον αὐτου̃ ἀνατροπη̨̃ θολερα̨̃ καὶ μεθύσκων ὅπως ἐπιβλέπη̨ ἐπὶ τὰ σπήλαια αὐτω̃ν

2:16 πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε καὶ σὺ καὶ διασαλεύθητι καὶ σείσθητι ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξια̃ς κυρίου καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου

2:17 διότι ἀσέβεια του̃ Λιβάνου καλύψει σε καὶ ταλαιπωρία θηρίων πτοήσει σε διὰ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γη̃ς καὶ πόλεως καὶ πάντων τω̃ν κατοικούντων αὐτήν

2:18 τί ὠφελει̃ γλυπτόν ὅτι ἔγλυψαν αὐτό ἔπλασαν αὐτὸ χώνευμα φαντασίαν ψευδη̃ ὅτι πέποιθεν ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτου̃ του̃ ποιη̃σαι εἴδωλα κωφά

2:19 οὐαὶ ὁ λέγων τω̨̃ ξύλω̨ ἔκνηψον ἐξεγέρθητι καὶ τω̨̃ λίθω̨ ὑψώθητι καὶ αὐτό ἐστιν φαντασία του̃το δέ ἐστιν ἔλασμα χρυσίου καὶ ἀργυρίου καὶ πα̃ν πνευ̃μα οὐκ ἔστιν ἐν αὐτω̨̃

2:20 ὁ δὲ κύριος ἐν ναω̨̃ ἁγίω̨ αὐτου̃ εὐλαβείσθω ἀπὸ προσώπου αὐτου̃ πα̃σα ἡ γη̃

3:1 προσευχὴ Αμβακουμ του̃ προφήτου μετὰ ὠ̨δη̃ς

3:2 κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην ἐν μέσω̨ δύο ζώ̨ων γνωσθήση̨ ἐν τω̨̃ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήση̨ ἐν τω̨̃ παρει̃ναι τὸν καιρὸν ἀναδειχθήση̨ ἐν τω̨̃ ταραχθη̃ναι τὴν ψυχήν μου ἐν ὀργη̨̃ ἐλέους μνησθήση̨

3:3 ὁ θεὸς ἐκ Θαιμαν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος διάψαλμα ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτου̃ καὶ αἰνέσεως αὐτου̃ πλήρης ἡ γη̃

3:4 καὶ φέγγος αὐτου̃ ὡς φω̃ς ἔσται κέρατα ἐν χερσὶν αὐτου̃ καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτου̃

3:5 πρὸ προσώπου αὐτου̃ πορεύσεται λόγος καὶ ἐξελεύσεται ἐν πεδίλοις οἱ πόδες αὐτου̃

3:6 ἔστη καὶ ἐσαλεύθη ἡ γη̃ ἐπέβλεψεν καὶ διετάκη ἔθνη διεθρύβη τὰ ὄρη βία̨ ἐτάκησαν βουνοὶ αἰώνιοι

3:7 πορείας αἰωνίας αὐτου̃ ἀντὶ κόπων εἰ̃δον σκηνώματα Αἰθιόπων πτοηθήσονται καὶ αἱ σκηναὶ γη̃ς Μαδιαμ

3:8 μὴ ἐν ποταμοι̃ς ὠργίσθης κύριε ἢ ἐν ποταμοι̃ς ὁ θυμός σου ἢ ἐν θαλάσση̨ τὸ ὅρμημά σου ὅτι ἐπιβήση̨ ἐπὶ τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου σωτηρία

3:9 ἐντείνων ἐντενει̃ς τὸ τόξον σου ἐπὶ τὰ σκη̃πτρα λέγει κύριος διάψαλμα ποταμω̃ν ῥαγήσεται γη̃

3:10 ὄψονταί σε καὶ ὠδινήσουσιν λαοί σκορπίζων ὕδατα πορείας αὐτου̃ ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτη̃ς ὕψος φαντασίας αὐτη̃ς

3:11 ἐπήρθη ὁ ἥλιος καὶ ἡ σελήνη ἔστη ἐν τη̨̃ τάξει αὐτη̃ς εἰς φω̃ς βολίδες σου πορεύσονται εἰς φέγγος ἀστραπη̃ς ὅπλων σου

3:12 ἐν ἀπειλη̨̃ ὀλιγώσεις γη̃ν καὶ ἐν θυμω̨̃ κατάξεις ἔθνη

3:13 ἐξη̃λθες εἰς σωτηρίαν λαου̃ σου του̃ σω̃σαι τοὺς χριστούς σου ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον ἐξήγειρας δεσμοὺς ἕως τραχήλου διάψαλμα

3:14 διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστω̃ν σεισθήσονται ἐν αὐτη̨̃ διανοίξουσιν χαλινοὺς αὐτω̃ν ὡς ἔσθων πτωχὸς λάθρα̨

3:15 καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδωρ πολύ

3:16 ἐφυλαξάμην καὶ ἐπτοήθη ἡ κοιλία μου ἀπὸ φωνη̃ς προσευχη̃ς χειλέων μου καὶ εἰση̃λθεν τρόμος εἰς τὰ ὀστα̃ μου καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου ἀναπαύσομαι ἐν ἡμέρα̨ θλίψεως του̃ ἀναβη̃ναι εἰς λαὸν παροικίας μου

3:17 διότι συκη̃ οὐ καρποφορήσει καὶ οὐκ ἔσται γενήματα ἐν ται̃ς ἀμπέλοις ψεύσεται ἔργον ἐλαίας καὶ τὰ πεδία οὐ ποιήσει βρω̃σιν ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα καὶ οὐχ ὑπάρχουσιν βόες ἐπὶ φάτναις

3:18 ἐγὼ δὲ ἐν τω̨̃ κυρίω̨ ἀγαλλιάσομαι χαρήσομαι ἐπὶ τω̨̃ θεω̨̃ τω̨̃ σωτη̃ρί μου

3:19 κύριος ὁ θεὸς δύναμίς μου καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβα̨̃ με του̃ νικη̃σαι ἐν τη̨̃ ὠ̨δη̨̃ αὐτου̃

.