Μαλαχίας

1:1 λη̃μμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ ἐν χειρὶ ἀγγέλου αὐτου̃ θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμω̃ν

1:2 ἠγάπησα ὑμα̃ς λέγει κύριος καὶ εἴπατε ἐν τίνι ἠγάπησας ἡμα̃ς οὐκ ἀδελφὸς ἠ̃ν Ησαυ του̃ Ιακωβ λέγει κύριος καὶ ἠγάπησα τὸν Ιακωβ

1:3 τὸν δὲ Ησαυ ἐμίσησα καὶ ἔταξα τὰ ὅρια αὐτου̃ εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτου̃ εἰς δόματα ἐρήμου

1:4 διότι ἐρει̃ ἡ Ιδουμαία κατέστραπται καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμους τάδε λέγει κύριος παντοκράτωρ αὐτοὶ οἰκοδομήσουσιν καὶ ἐγὼ καταστρέψω καὶ ἐπικληθήσεται αὐτοι̃ς ὅρια ἀνομίας καὶ λαὸς ἐφ' ὃν παρατέτακται κύριος ἕως αἰω̃νος

1:5 καὶ οἱ ὀφθαλμοὶ ὑμω̃ν ὄψονται καὶ ὑμει̃ς ἐρει̃τε ἐμεγαλύνθη κύριος ὑπεράνω τω̃ν ὁρίων του̃ Ισραηλ

1:6 υἱὸς δοξάζει πατέρα καὶ δου̃λος τὸν κύριον αὐτου̃ καὶ εἰ πατήρ εἰμι ἐγώ που̃ ἐστιν ἡ δόξα μου καὶ εἰ κύριός εἰμι ἐγώ που̃ ἐστιν ὁ φόβος μου λέγει κύριος παντοκράτωρ ὑμει̃ς οἱ ἱερει̃ς οἱ φαυλίζοντες τὸ ὄνομά μου καὶ εἴπατε ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου

1:7 προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους καὶ εἴπατε ἐν τίνι ἠλισγήσαμεν αὐτούς ἐν τω̨̃ λέγειν ὑμα̃ς τράπεζα κυρίου ἐξουδενωμένη ἐστὶν καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα

1:8 διότι ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν οὐ κακόν καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄρρωστον οὐ κακόν προσάγαγε δὴ αὐτὸ τω̨̃ ἡγουμένω̨ σου εἰ προσδέξεται αὐτό εἰ λήμψεται πρόσωπόν σου λέγει κύριος παντοκράτωρ

1:9 καὶ νυ̃ν ἐξιλάσκεσθε τὸ πρόσωπον του̃ θεου̃ ὑμω̃ν καὶ δεήθητε αὐτου̃ ἐν χερσὶν ὑμω̃ν γέγονεν ταυ̃τα εἰ λήμψομαι ἐξ ὑμω̃ν πρόσωπα ὑμω̃ν λέγει κύριος παντοκράτωρ

1:10 διότι καὶ ἐν ὑμι̃ν συγκλεισθήσονται θύραι καὶ οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεάν οὐκ ἔστιν μου θέλημα ἐν ὑμι̃ν λέγει κύριος παντοκράτωρ καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τω̃ν χειρω̃ν ὑμω̃ν

1:11 διότι ἀπ' ἀνατολω̃ν ἡλίου ἕως δυσμω̃ν τὸ ὄνομά μου δεδόξασται ἐν τοι̃ς ἔθνεσιν καὶ ἐν παντὶ τόπω̨ θυμίαμα προσάγεται τω̨̃ ὀνόματί μου καὶ θυσία καθαρά διότι μέγα τὸ ὄνομά μου ἐν τοι̃ς ἔθνεσιν λέγει κύριος παντοκράτωρ

1:12 ὑμει̃ς δὲ βεβηλου̃τε αὐτὸ ἐν τω̨̃ λέγειν ὑμα̃ς τράπεζα κυρίου ἠλισγημένη ἐστίν καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωνται βρώματα αὐτου̃

1:13 καὶ εἴπατε ταυ̃τα ἐκ κακοπαθείας ἐστίν καὶ ἐξεφύσησα αὐτὰ λέγει κύριος παντοκράτωρ καὶ εἰσεφέρετε ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα καὶ ἐὰν φέρητε τὴν θυσίαν εἰ προσδέξομαι αὐτὰ ἐκ τω̃ν χειρω̃ν ὑμω̃ν λέγει κύριος παντοκράτωρ

1:14 καὶ ἐπικατάρατος ὃς ἠ̃ν δυνατὸς καὶ ὑπη̃ρχεν ἐν τω̨̃ ποιμνίω̨ αὐτου̃ ἄρσεν καὶ εὐχὴ αὐτου̃ ἐπ' αὐτω̨̃ καὶ θύει διεφθαρμένον τω̨̃ κυρίω̨ διότι βασιλεὺς μέγας ἐγώ εἰμι λέγει κύριος παντοκράτωρ καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοι̃ς ἔθνεσιν

2:1 καὶ νυ̃ν ἡ ἐντολὴ αὕτη πρὸς ὑμα̃ς οἱ ἱερει̃ς

2:2 ἐὰν μὴ ἀκούσητε καὶ ἐὰν μὴ θη̃σθε εἰς τὴν καρδίαν ὑμω̃ν του̃ δου̃ναι δόξαν τω̨̃ ὀνόματί μου λέγει κύριος παντοκράτωρ καὶ ἐξαποστελω̃ ἐφ' ὑμα̃ς τὴν κατάραν καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμω̃ν καὶ καταράσομαι αὐτήν καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμω̃ν καὶ οὐκ ἔσται ἐν ὑμι̃ν ὅτι ὑμει̃ς οὐ τίθεσθε εἰς τὴν καρδίαν ὑμω̃ν

2:3 ἰδοὺ ἐγὼ ἀφορίζω ὑμι̃ν τὸν ὠ̃μον καὶ σκορπιω̃ ἤνυστρον ἐπὶ τὰ πρόσωπα ὑμω̃ν ἤνυστρον ἑορτω̃ν ὑμω̃ν καὶ λήμψομαι ὑμα̃ς εἰς τὸ αὐτό

2:4 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμα̃ς τὴν ἐντολὴν ταύτην του̃ εἰ̃ναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας λέγει κύριος παντοκράτωρ

2:5 ἡ διαθήκη μου ἠ̃ν μετ' αὐτου̃ τη̃ς ζωη̃ς καὶ τη̃ς εἰρήνης καὶ ἔδωκα αὐτω̨̃ ἐν φόβω̨ φοβει̃σθαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν

2:6 νόμος ἀληθείας ἠ̃ν ἐν τω̨̃ στόματι αὐτου̃ καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτου̃ ἐν εἰρήνη̨ κατευθύνων ἐπορεύθη μετ' ἐμου̃ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας

2:7 ὅτι χείλη ἱερέως φυλάξεται γνω̃σιν καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτου̃ διότι ἄγγελος κυρίου παντοκράτορός ἐστιν

2:8 ὑμει̃ς δὲ ἐξεκλίνατε ἐκ τη̃ς ὁδου̃ καὶ πολλοὺς ἠσθενήσατε ἐν νόμω̨ διεφθείρατε τὴν διαθήκην του̃ Λευι λέγει κύριος παντοκράτωρ

2:9 κἀγὼ δέδωκα ὑμα̃ς ἐξουδενωμένους καὶ παρειμένους εἰς πάντα τὰ ἔθνη ἀνθ' ὡ̃ν ὑμει̃ς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμω̨

2:10 οὐχὶ θεὸς εἱ̃ς ἔκτισεν ὑμα̃ς οὐχὶ πατὴρ εἱ̃ς πάντων ὑμω̃ν τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτου̃ του̃ βεβηλω̃σαι τὴν διαθήκην τω̃ν πατέρων ὑμω̃ν

2:11 ἐγκατελείφθη Ιουδας καὶ βδέλυγμα ἐγένετο ἐν τω̨̃ Ισραηλ καὶ ἐν Ιερουσαλημ διότι ἐβεβήλωσεν Ιουδας τὰ ἅγια κυρίου ἐν οἱ̃ς ἠγάπησεν καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους

2:12 ἐξολεθρεύσει κύριος τὸν ἄνθρωπον τὸν ποιου̃ντα ταυ̃τα ἕως καὶ ταπεινωθη̨̃ ἐκ σκηνωμάτων Ιακωβ καὶ ἐκ προσαγόντων θυσίαν τω̨̃ κυρίω̨ παντοκράτορι

2:13 καὶ ταυ̃τα ἃ ἐμίσουν ἐποιει̃τε ἐκαλύπτετε δάκρυσιν τὸ θυσιαστήριον κυρίου καὶ κλαυθμω̨̃ καὶ στεναγμω̨̃ ἐκ κόπων ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ἢ λαβει̃ν δεκτὸν ἐκ τω̃ν χειρω̃ν ὑμω̃ν

2:14 καὶ εἴπατε ἕνεκεν τίνος ὅτι κύριος διεμαρτύρατο ἀνὰ μέσον σου̃ καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου ἣν ἐγκατέλιπες καὶ αὐτὴ κοινωνός σου καὶ γυνὴ διαθήκης σου

2:15 καὶ οὐκ ἄλλος ἐποίησεν καὶ ὑπόλειμμα πνεύματος αὐτου̃ καὶ εἴπατε τί ἄλλο ἀλλ' ἢ σπέρμα ζητει̃ ὁ θεός καὶ φυλάξασθε ἐν τω̨̃ πνεύματι ὑμω̃ν καὶ γυναι̃κα νεότητός σου μὴ ἐγκαταλίπη̨ς

2:16 ἀλλὰ ἐὰν μισήσας ἐξαποστείλη̨ς λέγει κύριος ὁ θεὸς του̃ Ισραηλ καὶ καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνθυμήματά σου λέγει κύριος παντοκράτωρ καὶ φυλάξασθε ἐν τω̨̃ πνεύματι ὑμω̃ν καὶ οὐ μὴ ἐγκαταλίπητε

2:17 οἱ παροξύνοντες τὸν θεὸν ἐν τοι̃ς λόγοις ὑμω̃ν καὶ εἴπατε ἐν τίνι παρωξύναμεν αὐτόν ἐν τω̨̃ λέγειν ὑμα̃ς πα̃ς ποιω̃ν πονηρόν καλὸν ἐνώπιον κυρίου καὶ ἐν αὐτοι̃ς αὐτὸς εὐδόκησεν καί που̃ ἐστιν ὁ θεὸς τη̃ς δικαιοσύνης

3:1 ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὸν ἄγγελόν μου καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτου̃ κύριος ὃν ὑμει̃ς ζητει̃τε καὶ ὁ ἄγγελος τη̃ς διαθήκης ὃν ὑμει̃ς θέλετε ἰδοὺ ἔρχεται λέγει κύριος παντοκράτωρ

3:2 καὶ τίς ὑπομενει̃ ἡμέραν εἰσόδου αὐτου̃ ἢ τίς ὑποστήσεται ἐν τη̨̃ ὀπτασία̨ αὐτου̃ διότι αὐτὸς εἰσπορεύεται ὡς πυ̃ρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων

3:3 καὶ καθιει̃ται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον καὶ καθαρίσει τοὺς υἱοὺς Λευι καὶ χεει̃ αὐτοὺς ὡς τὸ χρυσίον καὶ ὡς τὸ ἀργύριον καὶ ἔσονται τω̨̃ κυρίω̨ προσάγοντες θυσίαν ἐν δικαιοσύνη̨

3:4 καὶ ἀρέσει τω̨̃ κυρίω̨ θυσία Ιουδα καὶ Ιερουσαλημ καθὼς αἱ ἡμέραι του̃ αἰω̃νος καὶ καθὼς τὰ ἔτη τὰ ἔμπροσθεν

3:5 καὶ προσάξω πρὸς ὑμα̃ς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τω̨̃ ὀνόματί μου ἐπὶ ψεύδει καὶ ἐπὶ τοὺς ἀποστερου̃ντας μισθὸν μισθωτου̃ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ φοβουμένους με λέγει κύριος παντοκράτωρ

3:6 διότι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν καὶ οὐκ ἠλλοίωμαι καὶ ὑμει̃ς υἱοὶ Ιακωβ οὐκ ἀπέχεσθε

3:7 ἀπὸ τω̃ν ἀδικιω̃ν τω̃ν πατέρων ὑμω̃ν ἐξεκλίνατε νόμιμά μου καὶ οὐκ ἐφυλάξασθε ἐπιστρέψατε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμα̃ς λέγει κύριος παντοκράτωρ καὶ εἴπατε ἐν τίνι ἐπιστρέψωμεν

3:8 εἰ πτερνιει̃ ἄνθρωπος θεόν διότι ὑμει̃ς πτερνίζετέ με καὶ ἐρει̃τε ἐν τίνι ἐπτερνίκαμέν σε ὅτι τὰ ἐπιδέκατα καὶ αἱ ἀπαρχαὶ μεθ' ὑμω̃ν εἰσιν

3:9 καὶ ἀποβλέποντες ὑμει̃ς ἀποβλέπετε καὶ ἐμὲ ὑμει̃ς πτερνίζετε τὸ ἔθνος συνετελέσθη

3:10 καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυρούς καὶ ἐν τω̨̃ οἴκω̨ αὐτου̃ ἔσται ἡ διαρπαγὴ αὐτου̃ ἐπισκέψασθε δὴ ἐν τούτω̨ λέγει κύριος παντοκράτωρ ἐὰν μὴ ἀνοίξω ὑμι̃ν τοὺς καταρράκτας του̃ οὐρανου̃ καὶ ἐκχεω̃ ὑμι̃ν τὴν εὐλογίαν μου ἕως του̃ ἱκανωθη̃ναι

3:11 καὶ διαστελω̃ ὑμι̃ν εἰς βρω̃σιν καὶ οὐ μὴ διαφθείρω ὑμω̃ν τὸν καρπὸν τη̃ς γη̃ς καὶ οὐ μὴ ἀσθενήση̨ ὑμω̃ν ἡ ἄμπελος ἡ ἐν τω̨̃ ἀγρω̨̃ λέγει κύριος παντοκράτωρ

3:12 καὶ μακαριου̃σιν ὑμα̃ς πάντα τὰ ἔθνη διότι ἔσεσθε ὑμει̃ς γη̃ θελητή λέγει κύριος παντοκράτωρ

3:13 ἐβαρύνατε ἐπ' ἐμὲ τοὺς λόγους ὑμω̃ν λέγει κύριος καὶ εἴπατε ἐν τίνι κατελαλήσαμεν κατὰ σου̃

3:14 εἴπατε μάταιος ὁ δουλεύων θεω̨̃ καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτου̃ καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου κυρίου παντοκράτορος

3:15 καὶ νυ̃ν ἡμει̃ς μακαρίζομεν ἀλλοτρίους καὶ ἀνοικοδομου̃νται πάντες ποιου̃ντες ἄνομα καὶ ἀντέστησαν θεω̨̃ καὶ ἐσώθησαν

3:16 ταυ̃τα κατελάλησαν οἱ φοβούμενοι τὸν κύριον ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ καὶ προσέσχεν κύριος καὶ εἰσήκουσεν καὶ ἔγραψεν βιβλίον μνημοσύνου ἐνώπιον αὐτου̃ τοι̃ς φοβουμένοις τὸν κύριον καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτου̃

3:17 καὶ ἔσονταί μοι λέγει κύριος παντοκράτωρ εἰς ἡμέραν ἣν ἐγὼ ποιω̃ εἰς περιποίησιν καὶ αἱρετιω̃ αὐτοὺς ὃν τρόπον αἱρετίζει ἄνθρωπος τὸν υἱὸν αὐτου̃ τὸν δουλεύοντα αὐτω̨̃

3:18 καὶ ἐπιστραφήσεσθε καὶ ὄψεσθε ἀνὰ μέσον δικαίου καὶ ἀνὰ μέσον ἀνόμου καὶ ἀνὰ μέσον του̃ δουλεύοντος θεω̨̃ καὶ του̃ μὴ δουλεύοντος

3:19 διότι ἰδοὺ ἡμέρα κυρίου ἔρχεται καιομένη ὡς κλίβανος καὶ φλέξει αὐτούς καὶ ἔσονται πάντες οἱ ἀλλογενει̃ς καὶ πάντες οἱ ποιου̃ντες ἄνομα καλάμη καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη λέγει κύριος παντοκράτωρ καὶ οὐ μὴ ὑπολειφθη̨̃ ἐξ αὐτω̃ν ῥίζα οὐδὲ κλη̃μα

3:20 καὶ ἀνατελει̃ ὑμι̃ν τοι̃ς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ται̃ς πτέρυξιν αὐτου̃ καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμω̃ν ἀνειμένα

3:21 καὶ καταπατήσετε ἀνόμους διότι ἔσονται σποδὸς ὑποκάτω τω̃ν ποδω̃ν ὑμω̃ν ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐγὼ ποιω̃ λέγει κύριος παντοκράτωρ

3:22 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμι̃ν Ηλιαν τὸν Θεσβίτην πρὶν ἐλθει̃ν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανη̃

3:23 ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτου̃ μὴ ἔλθω καὶ πατάξω τὴν γη̃ν ἄρδην

3:24 μνήσθητε νόμου Μωυση̃ του̃ δούλου μου καθότι ἐνετειλάμην αὐτω̨̃ ἐν Χωρηβ πρὸς πάντα τὸν Ισραηλ προστάγματα καὶ δικαιώματα

.