‛Ιερεμίας

1:1 τὸ ῥη̃μα του̃ θεου̃ ὃ ἐγένετο ἐπὶ Ιερεμιαν τὸν του̃ Χελκιου ἐκ τω̃ν ἱερέων ὃς κατώ̨κει ἐν Αναθωθ ἐν γη̨̃ Βενιαμιν

1:2 ὃς ἐγενήθη λόγος του̃ θεου̃ πρὸς αὐτὸν ἐν ται̃ς ἡμέραις Ιωσια υἱου̃ Αμως βασιλέως Ιουδα ἔτους τρισκαιδεκάτου ἐν τη̨̃ βασιλεία̨ αὐτου̃

1:3 καὶ ἐγένετο ἐν ται̃ς ἡμέραις Ιωακιμ υἱου̃ Ιωσια βασιλέως Ιουδα ἕως ἑνδεκάτου ἔτους Σεδεκια υἱου̃ Ιωσια βασιλέως Ιουδα ἕως τη̃ς αἰχμαλωσίας Ιερουσαλημ ἐν τω̨̃ πέμπτω̨ μηνί

1:4 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

1:5 πρὸ του̃ με πλάσαι σε ἐν κοιλία̨ ἐπίσταμαί σε καὶ πρὸ του̃ σε ἐξελθει̃ν ἐκ μήτρας ἡγίακά σε προφήτην εἰς ἔθνη τέθεικά σε

1:6 καὶ εἰ̃πα ὠ̃ δέσποτα κύριε ἰδοὺ οὐκ ἐπίσταμαι λαλει̃ν ὅτι νεώτερος ἐγώ εἰμι

1:7 καὶ εἰ̃πεν κύριος πρός με μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύση̨ καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι λαλήσεις

1:8 μὴ φοβηθη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν ὅτι μετὰ σου̃ ἐγώ εἰμι του̃ ἐξαιρει̃σθαί σε λέγει κύριος

1:9 καὶ ἐξέτεινεν κύριος τὴν χει̃ρα αὐτου̃ πρός με καὶ ἥψατο του̃ στόματός μου καὶ εἰ̃πεν κύριος πρός με ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου

1:10 ἰδοὺ κατέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας ἐκριζου̃ν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομει̃ν καὶ καταφυτεύειν

1:11 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων τί σὺ ὁρα̨̃ς Ιερεμια καὶ εἰ̃πα βακτηρίαν καρυΐνην

1:12 καὶ εἰ̃πεν κύριος πρός με καλω̃ς ἑώρακας διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου του̃ ποιη̃σαι αὐτούς

1:13 καὶ ἐγένετο λόγος κυρίου πρός με ἐκ δευτέρου λέγων τί σὺ ὁρα̨̃ς καὶ εἰ̃πα λέβητα ὑποκαιόμενον καὶ τὸ πρόσωπον αὐτου̃ ἀπὸ προσώπου βορρα̃

1:14 καὶ εἰ̃πεν κύριος πρός με ἀπὸ προσώπου βορρα̃ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικου̃ντας τὴν γη̃ν

1:15 διότι ἰδοὺ ἐγὼ συγκαλω̃ πάσας τὰς βασιλείας ἀπὸ βορρα̃ τη̃ς γη̃ς λέγει κύριος καὶ ἥξουσιν καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτου̃ ἐπὶ τὰ πρόθυρα τω̃ν πυλω̃ν Ιερουσαλημ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλω̨ αὐτη̃ς καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα

1:16 καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως περὶ πάσης τη̃ς κακίας αὐτω̃ν ὡς ἐγκατέλιπόν με καὶ ἔθυσαν θεοι̃ς ἀλλοτρίοις καὶ προσεκύνησαν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτω̃ν

1:17 καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ εἰπὸν πρὸς αὐτοὺς πάντα ὅσα ἂν ἐντείλωμαί σοι μὴ φοβηθη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν μηδὲ πτοηθη̨̃ς ἐναντίον αὐτω̃ν ὅτι μετὰ σου̃ ἐγώ εἰμι του̃ ἐξαιρει̃σθαί σε λέγει κύριος

1:18 ἰδοὺ τέθεικά σε ἐν τη̨̃ σήμερον ἡμέρα̨ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τει̃χος χαλκου̃ν ὀχυρὸν ἅπασιν τοι̃ς βασιλευ̃σιν Ιουδα καὶ τοι̃ς ἄρχουσιν αὐτου̃ καὶ τω̨̃ λαω̨̃ τη̃ς γη̃ς

1:19 καὶ πολεμήσουσίν σε καὶ οὐ μὴ δύνωνται πρὸς σέ διότι μετὰ σου̃ ἐγώ εἰμι του̃ ἐξαιρει̃σθαί σε εἰ̃πεν κύριος

2:2 καὶ εἰ̃πεν τάδε λέγει κύριος ἐμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου του̃ ἐξακολουθη̃σαί σε τω̨̃ ἁγίω̨ Ισραηλ λέγει κύριος

2:3 ἅγιος Ισραηλ τω̨̃ κυρίω̨ ἀρχὴ γενημάτων αὐτου̃ πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσιν κακὰ ἥξει ἐπ' αὐτούς φησὶν κύριος

2:4 ἀκούσατε λόγον κυρίου οἰ̃κος Ιακωβ καὶ πα̃σα πατριὰ οἴκου Ισραηλ

2:5 τάδε λέγει κύριος τί εὕροσαν οἱ πατέρες ὑμω̃ν ἐν ἐμοὶ πλημμέλημα ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμου̃ καὶ ἐπορεύθησαν ὀπίσω τω̃ν ματαίων καὶ ἐματαιώθησαν

2:6 καὶ οὐκ εἰ̃παν που̃ ἐστιν κύριος ὁ ἀναγαγὼν ἡμα̃ς ἐκ γη̃ς Αἰγύπτου ὁ καθοδηγήσας ἡμα̃ς ἐν τη̨̃ ἐρήμω̨ ἐν γη̨̃ ἀπείρω̨ καὶ ἀβάτω̨ ἐν γη̨̃ ἀνύδρω̨ καὶ ἀκάρπω̨ ἐν γη̨̃ ἐν ἡ̨̃ οὐ διώδευσεν ἐν αὐτη̨̃ οὐθὲν καὶ οὐ κατώ̨κησεν ἐκει̃ υἱὸς ἀνθρώπου

2:7 καὶ εἰσήγαγον ὑμα̃ς εἰς τὸν Κάρμηλον του̃ φαγει̃ν ὑμα̃ς τοὺς καρποὺς αὐτου̃ καὶ τὰ ἀγαθὰ αὐτου̃ καὶ εἰσήλθατε καὶ ἐμιάνατε τὴν γη̃ν μου καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα

2:8 οἱ ἱερει̃ς οὐκ εἰ̃παν που̃ ἐστιν κύριος καὶ οἱ ἀντεχόμενοι του̃ νόμου οὐκ ἠπίσταντό με καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ καὶ οἱ προφη̃ται ἐπροφήτευον τη̨̃ Βααλ καὶ ὀπίσω ἀνωφελου̃ς ἐπορεύθησαν

2:9 διὰ του̃το ἔτι κριθήσομαι πρὸς ὑμα̃ς λέγει κύριος καὶ πρὸς τοὺς υἱοὺς τω̃ν υἱω̃ν ὑμω̃ν κριθήσομαι

2:10 διότι διέλθετε εἰς νήσους Χεττιιμ καὶ ἴδετε καὶ εἰς Κηδαρ ἀποστείλατε καὶ νοήσατε σφόδρα καὶ ἴδετε εἰ γέγονεν τοιαυ̃τα

2:11 εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτω̃ν καὶ οὑ̃τοι οὔκ εἰσιν θεοί ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτου̃ ἐξ ἡ̃ς οὐκ ὠφεληθήσονται

2:12 ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτω̨ καὶ ἔφριξεν ἐπὶ πλει̃ον σφόδρα λέγει κύριος

2:13 ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωη̃ς καὶ ὤρυξαν ἑαυτοι̃ς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν

2:14 μὴ δου̃λός ἐστιν Ισραηλ ἢ οἰκογενής ἐστιν διὰ τί εἰς προνομὴν ἐγένετο

2:15 ἐπ' αὐτὸν ὠρύοντο λέοντες καὶ ἔδωκαν τὴν φωνὴν αὐτω̃ν οἳ ἔταξαν τὴν γη̃ν αὐτου̃ εἰς ἔρημον καὶ αἱ πόλεις αὐτου̃ κατεσκάφησαν παρὰ τὸ μὴ κατοικει̃σθαι

2:16 καὶ υἱοὶ Μέμφεως καὶ Ταφνας ἔγνωσάν σε καὶ κατέπαιζόν σου

2:17 οὐχὶ ταυ̃τα ἐποίησέν σοι τὸ καταλιπει̃ν σε ἐμέ λέγει κύριος ὁ θεός σου

2:18 καὶ νυ̃ν τί σοι καὶ τη̨̃ ὁδω̨̃ Αἰγύπτου του̃ πιει̃ν ὕδωρ Γηων καὶ τί σοι καὶ τη̨̃ ὁδω̨̃ 'Ασσυρίων του̃ πιει̃ν ὕδωρ ποταμω̃ν

2:19 παιδεύσει σε ἡ ἀποστασία σου καὶ ἡ κακία σου ἐλέγξει σε καὶ γνω̃θι καὶ ἰδὲ ὅτι πικρόν σοι τὸ καταλιπει̃ν σε ἐμέ λέγει κύριος ὁ θεός σου καὶ οὐκ εὐδόκησα ἐπὶ σοί λέγει κύριος ὁ θεός σου

2:20 ὅτι ἀπ' αἰω̃νος συνέτριψας τὸν ζυγόν σου διέσπασας τοὺς δεσμούς σου καὶ εἰ̃πας οὐ δουλεύσω ἀλλὰ πορεύσομαι ἐπὶ πα̃ν βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου ἐκει̃ διαχυθήσομαι ἐν τη̨̃ πορνεία̨ μου

2:21 ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πα̃σαν ἀληθινήν πω̃ς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία

2:22 ἐὰν ἀποπλύνη̨ ἐν νίτρω̨ καὶ πληθύνη̨ς σεαυτη̨̃ πόαν κεκηλίδωσαι ἐν ται̃ς ἀδικίαις σου ἐναντίον ἐμου̃ λέγει κύριος

2:23 πω̃ς ἐρει̃ς οὐκ ἐμιάνθην καὶ ὀπίσω τη̃ς Βααλ οὐκ ἐπορεύθην ἰδὲ τὰς ὁδούς σου ἐν τω̨̃ πολυανδρίω̨ καὶ γνω̃θι τί ἐποίησας ὀψὲ φωνὴ αὐτη̃ς ὠλόλυξεν τὰς ὁδοὺς αὐτη̃ς

2:24 ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου ἐν ἐπιθυμίαις ψυχη̃ς αὐτη̃ς ἐπνευματοφορει̃το παρεδόθη τίς ἐπιστρέψει αὐτήν πάντες οἱ ζητου̃ντες αὐτὴν οὐ κοπιάσουσιν ἐν τη̨̃ ταπεινώσει αὐτη̃ς εὑρήσουσιν αὐτήν

2:25 ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδου̃ τραχείας καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους ἡ δὲ εἰ̃πεν ἀνδριου̃μαι ὅτι ἠγαπήκει ἀλλοτρίους καὶ ὀπίσω αὐτω̃ν ἐπορεύετο

2:26 ὡς αἰσχύνη κλέπτου ὅταν ἁλω̨̃ οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ισραηλ αὐτοὶ καὶ οἱ βασιλει̃ς αὐτω̃ν καὶ οἱ ἄρχοντες αὐτω̃ν καὶ οἱ ἱερει̃ς αὐτω̃ν καὶ οἱ προφη̃ται αὐτω̃ν

2:27 τω̨̃ ξύλω̨ εἰ̃παν ὅτι πατήρ μου εἰ̃ σύ καὶ τω̨̃ λίθω̨ σὺ ἐγέννησάς με καὶ ἔστρεψαν ἐπ' ἐμὲ νω̃τα καὶ οὐ πρόσωπα αὐτω̃ν καὶ ἐν τω̨̃ καιρω̨̃ τω̃ν κακω̃ν αὐτω̃ν ἐρου̃σιν ἀνάστα καὶ σω̃σον ἡμα̃ς

2:28 καὶ που̃ εἰσιν οἱ θεοί σου οὓς ἐποίησας σεαυτω̨̃ εἰ ἀναστήσονται καὶ σώσουσίν σε ἐν καιρω̨̃ τη̃ς κακώσεώς σου ὅτι κατ' ἀριθμὸν τω̃ν πόλεών σου ἠ̃σαν θεοί σου Ιουδα καὶ κατ' ἀριθμὸν διόδων τη̃ς Ιερουσαλημ ἔθυον τη̨̃ Βααλ

2:29 ἵνα τί λαλει̃τε πρός με πάντες ὑμει̃ς ἠσεβήσατε καὶ πάντες ὑμει̃ς ἠνομήσατε εἰς ἐμέ λέγει κύριος

2:30 μάτην ἐπάταξα τὰ τέκνα ὑμω̃ν παιδείαν οὐκ ἐδέξασθε μάχαιρα κατέφαγεν τοὺς προφήτας ὑμω̃ν ὡς λέων ὀλεθρεύων καὶ οὐκ ἐφοβήθητε

2:31 ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος μὴ ἔρημος ἐγενόμην τω̨̃ Ισραηλ ἢ γη̃ κεχερσωμένη διὰ τί εἰ̃πεν ὁ λαός μου οὐ κυριευθησόμεθα καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι

2:32 μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτη̃ς καὶ παρθένος τὴν στηθοδεσμίδα αὐτη̃ς ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας ὡ̃ν οὐκ ἔστιν ἀριθμός

2:33 τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ται̃ς ὁδοι̃ς σου του̃ ζητη̃σαι ἀγάπησιν οὐχ οὕτως ἀλλὰ καὶ σὺ ἐπονηρεύσω του̃ μια̃ναι τὰς ὁδούς σου

2:34 καὶ ἐν ται̃ς χερσίν σου εὑρέθησαν αἵματα ψυχω̃ν ἀθώ̨ων οὐκ ἐν διορύγμασιν εὑ̃ρον αὐτούς ἀλλ' ἐπὶ πάση̨ δρυί

2:35 καὶ εἰ̃πας ἀθω̨̃ός εἰμι ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτου̃ ἀπ' ἐμου̃ ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τω̨̃ λέγειν σε οὐχ ἥμαρτον

2:36 τί κατεφρόνησας σφόδρα του̃ δευτερω̃σαι τὰς ὁδούς σου καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήση̨ καθὼς κατη̨σχύνθης ἀπὸ Ασσουρ

2:37 ὅτι καὶ ἐντευ̃θεν ἐξελεύση̨ καὶ αἱ χει̃ρές σου ἐπὶ τη̃ς κεφαλη̃ς σου ὅτι ἀπώσατο κύριος τὴν ἐλπίδα σου καὶ οὐκ εὐοδωθήση̨ ἐν αὐτη̨̃

3:1 ἐὰν ἐξαποστείλη̨ ἀνὴρ τὴν γυναι̃κα αὐτου̃ καὶ ἀπέλθη̨ ἀπ' αὐτου̃ καὶ γένηται ἀνδρὶ ἑτέρω̨ μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσιν πολλοι̃ς καὶ ἀνέκαμπτες πρός με λέγει κύριος

3:2 ἀ̃ρον εἰς εὐθει̃αν τοὺς ὀφθαλμούς σου καὶ ἰδέ που̃ οὐχὶ ἐξεφύρθης ἐπὶ ται̃ς ὁδοι̃ς ἐκάθισας αὐτοι̃ς ὡσεὶ κορώνη ἐρημουμένη καὶ ἐμίανας τὴν γη̃ν ἐν ται̃ς πορνείαις σου καὶ ἐν ται̃ς κακίαις σου

3:3 καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτη̨̃ ὄψις πόρνης ἐγένετό σοι ἀπηναισχύντησας πρὸς πάντας

3:4 οὐχ ὡς οἰ̃κόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τη̃ς παρθενίας σου

3:5 μὴ διαμενει̃ εἰς τὸν αἰω̃να ἢ διαφυλαχθήσεται εἰς νει̃κος ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταυ̃τα καὶ ἠδυνάσθης

3:6 καὶ εἰ̃πεν κύριος πρός με ἐν ται̃ς ἡμέραις Ιωσια του̃ βασιλέως εἰ̃δες ἃ ἐποίησέν μοι ἡ κατοικία του̃ Ισραηλ ἐπορεύθησαν ἐπὶ πα̃ν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους καὶ ἐπόρνευσαν ἐκει̃

3:7 καὶ εἰ̃πα μετὰ τὸ πορνευ̃σαι αὐτὴν ταυ̃τα πάντα πρός με ἀνάστρεψον καὶ οὐκ ἀνέστρεψεν καὶ εἰ̃δεν τὴν ἀσυνθεσίαν αὐτη̃ς ἡ ἀσύνθετος Ιουδα

3:8 καὶ εἰ̃δον διότι περὶ πάντων ὡ̃ν κατελήμφθη ἐν οἱ̃ς ἐμοιχα̃το ἡ κατοικία του̃ Ισραηλ καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτη̨̃ βιβλίον ἀποστασίου εἰς τὰς χει̃ρας αὐτη̃ς καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ιουδα καὶ ἐπορεύθη καὶ ἐπόρνευσεν καὶ αὐτή

3:9 καὶ ἐγένετο εἰς οὐθὲν ἡ πορνεία αὐτη̃ς καὶ ἐμοίχευσεν τὸ ξύλον καὶ τὸν λίθον

3:10 καὶ ἐν πα̃σιν τούτοις οὐκ ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ιουδα ἐξ ὅλης τη̃ς καρδίας αὐτη̃ς ἀλλ' ἐπὶ ψεύδει

3:11 καὶ εἰ̃πεν κύριος πρός με ἐδικαίωσεν τὴν ψυχὴν αὐτου̃ Ισραηλ ἀπὸ τη̃ς ἀσυνθέτου Ιουδα

3:12 πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρα̃ν καὶ ἐρει̃ς ἐπιστράφητι πρός με ἡ κατοικία του̃ Ισραηλ λέγει κύριος καὶ οὐ στηριω̃ τὸ πρόσωπόν μου ἐφ' ὑμα̃ς ὅτι ἐλεήμων ἐγώ εἰμι λέγει κύριος καὶ οὐ μηνιω̃ ὑμι̃ν εἰς τὸν αἰω̃να

3:13 πλὴν γνω̃θι τὴν ἀδικίαν σου ὅτι εἰς κύριον τὸν θεόν σου ἠσέβησας καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους τη̃ς δὲ φωνη̃ς μου οὐχ ὑπήκουσας λέγει κύριος

3:14 ἐπιστράφητε υἱοὶ ἀφεστηκότες λέγει κύριος διότι ἐγὼ κατακυριεύσω ὑμω̃ν καὶ λήμψομαι ὑμα̃ς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατρια̃ς καὶ εἰσάξω ὑμα̃ς εἰς Σιων

3:15 καὶ δώσω ὑμι̃ν ποιμένας κατὰ τὴν καρδίαν μου καὶ ποιμανου̃σιν ὑμα̃ς ποιμαίνοντες μετ' ἐπιστήμης

3:16 καὶ ἔσται ἐὰν πληθυνθη̃τε καὶ αὐξηθη̃τε ἐπὶ τη̃ς γη̃ς ἐν ται̃ς ἡμέραις ἐκείναις λέγει κύριος οὐκ ἐρου̃σιν ἔτι κιβωτὸς διαθήκης ἁγίου Ισραηλ οὐκ ἀναβήσεται ἐπὶ καρδίαν οὐκ ὀνομασθήσεται οὐδὲ ἐπισκεφθήσεται καὶ οὐ ποιηθήσεται ἔτι

3:17 ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καλέσουσιν τὴν Ιερουσαλημ θρόνος κυρίου καὶ συναχθήσονται εἰς αὐτὴν πάντα τὰ ἔθνη καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τω̃ν ἐνθυμημάτων τη̃ς καρδίας αὐτω̃ν τη̃ς πονηρα̃ς

3:18 ἐν ται̃ς ἡμέραις ἐκείναις συνελεύσονται οἰ̃κος Ιουδα ἐπὶ τὸν οἰ̃κον του̃ Ισραηλ καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γη̃ς βορρα̃ καὶ ἀπὸ πασω̃ν τω̃ν χωρω̃ν ἐπὶ τὴν γη̃ν ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτω̃ν

3:19 καὶ ἐγὼ εἰ̃πα γένοιτο κύριε ὅτι τάξω σε εἰς τέκνα καὶ δώσω σοι γη̃ν ἐκλεκτὴν κληρονομίαν θεου̃ παντοκράτορος ἐθνω̃ν καὶ εἰ̃πα πατέρα καλέσετέ με καὶ ἀπ' ἐμου̃ οὐκ ἀποστραφήσεσθε

3:20 πλὴν ὡς ἀθετει̃ γυνὴ εἰς τὸν συνόντα αὐτη̨̃ οὕτως ἠθέτησεν εἰς ἐμὲ οἰ̃κος Ισραηλ λέγει κύριος

3:21 φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμου̃ καὶ δεήσεως υἱω̃ν Ισραηλ ὅτι ἠδίκησαν ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν ἐπελάθοντο θεου̃ ἁγίου αὐτω̃ν

3:22 ἐπιστράφητε υἱοὶ ἐπιστρέφοντες καὶ ἰάσομαι τὰ συντρίμματα ὑμω̃ν ἰδοὺ δου̃λοι ἡμει̃ς ἐσόμεθά σοι ὅτι σὺ κύριος ὁ θεὸς ἡμω̃ν εἰ̃

3:23 ὄντως εἰς ψευ̃δος ἠ̃σαν οἱ βουνοὶ καὶ ἡ δύναμις τω̃ν ὀρέων πλὴν διὰ κυρίου θεου̃ ἡμω̃ν ἡ σωτηρία του̃ Ισραηλ

3:24 ἡ δὲ αἰσχύνη κατανάλωσεν τοὺς μόχθους τω̃ν πατέρων ἡμω̃ν ἀπὸ νεότητος ἡμω̃ν τὰ πρόβατα αὐτω̃ν καὶ τοὺς μόσχους αὐτω̃ν καὶ τοὺς υἱοὺς αὐτω̃ν καὶ τὰς θυγατέρας αὐτω̃ν

3:25 ἐκοιμήθημεν ἐν τη̨̃ αἰσχύνη̨ ἡμω̃ν καὶ ἐπεκάλυψεν ἡμα̃ς ἡ ἀτιμία ἡμω̃ν διότι ἔναντι του̃ θεου̃ ἡμω̃ν ἡμάρτομεν ἡμει̃ς καὶ οἱ πατέρες ἡμω̃ν ἀπὸ νεότητος ἡμω̃ν ἕως τη̃ς ἡμέρας ταύτης καὶ οὐχ ὑπηκούσαμεν τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ἡμω̃ν

4:1 ἐὰν ἐπιστραφη̨̃ Ισραηλ λέγει κύριος πρός με ἐπιστραφήσεται ἐὰν περιέλη̨ τὰ βδελύγματα αὐτου̃ ἐκ στόματος αὐτου̃ καὶ ἀπὸ του̃ προσώπου μου εὐλαβηθη̨̃

4:2 καὶ ὀμόση̨ ζη̨̃ κύριος μετὰ ἀληθείας καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνη̨ καὶ εὐλογήσουσιν ἐν αὐτη̨̃ ἔθνη καὶ ἐν αὐτω̨̃ αἰνέσουσιν τω̨̃ θεω̨̃ ἐν Ιερουσαλημ

4:3 ὅτι τάδε λέγει κύριος τοι̃ς ἀνδράσιν Ιουδα καὶ τοι̃ς κατοικου̃σιν Ιερουσαλημ νεώσατε ἑαυτοι̃ς νεώματα καὶ μὴ σπείρητε ἐπ' ἀκάνθαις

4:4 περιτμήθητε τω̨̃ θεω̨̃ ὑμω̃ν καὶ περιτέμεσθε τὴν σκληροκαρδίαν ὑμω̃ν ἄνδρες Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ μὴ ἐξέλθη̨ ὡς πυ̃ρ ὁ θυμός μου καὶ ἐκκαυθήσεται καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμω̃ν

4:5 ἀναγγείλατε ἐν τω̨̃ Ιουδα καὶ ἀκουσθήτω ἐν Ιερουσαλημ εἴπατε σημάνατε ἐπὶ τη̃ς γη̃ς σάλπιγγι καὶ κεκράξατε μέγα εἴπατε συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις

4:6 ἀναλαβόντες φεύγετε εἰς Σιων σπεύσατε μὴ στη̃τε ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βορρα̃ καὶ συντριβὴν μεγάλην

4:7 ἀνέβη λέων ἐκ τη̃ς μάνδρας αὐτου̃ ἐξολεθρεύων ἔθνη ἐξη̃ρεν καὶ ἐξη̃λθεν ἐκ του̃ τόπου αὐτου̃ του̃ θει̃ναι τὴν γη̃ν εἰς ἐρήμωσιν καὶ πόλεις καθαιρεθήσονται παρὰ τὸ μὴ κατοικει̃σθαι αὐτάς

4:8 ἐπὶ τούτοις περιζώσασθε σάκκους καὶ κόπτεσθε καὶ ἀλαλάξατε διότι οὐκ ἀπεστράφη ὁ θυμὸς κυρίου ἀφ' ὑμω̃ν

4:9 καὶ ἔσται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος ἀπολει̃ται ἡ καρδία του̃ βασιλέως καὶ ἡ καρδία τω̃ν ἀρχόντων καὶ οἱ ἱερει̃ς ἐκστήσονται καὶ οἱ προφη̃ται θαυμάσονται

4:10 καὶ εἰ̃πα ὠ̃ δέσποτα κύριε ἄρα γε ἀπατω̃ν ἠπάτησας τὸν λαὸν του̃τον καὶ τὴν Ιερουσαλημ λέγων εἰρήνη ἔσται ὑμι̃ν καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τη̃ς ψυχη̃ς αὐτω̃ν

4:11 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἐρου̃σιν τω̨̃ λαω̨̃ τούτω̨ καὶ τη̨̃ Ιερουσαλημ πνευ̃μα πλανήσεως ἐν τη̨̃ ἐρήμω̨ ὁδὸς τη̃ς θυγατρὸς του̃ λαου̃ μου οὐκ εἰς καθαρὸν οὐδ' εἰς ἅγιον

4:12 πνευ̃μα πληρώσεως ἥξει μοι νυ̃ν δὲ ἐγὼ λαλω̃ κρίματα πρὸς αὐτούς

4:13 ἰδοὺ ὡς νεφέλη ἀναβήσεται καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτου̃ κουφότεροι ἀετω̃ν οἱ ἵπποι αὐτου̃ οὐαὶ ἡμι̃ν ὅτι ταλαιπωρου̃μεν

4:14 ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου Ιερουσαλημ ἵνα σωθη̨̃ς ἕως πότε ὑπάρξουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου

4:15 διότι φωνὴ ἀναγγέλλοντος ἐκ Δαν ἥξει καὶ ἀκουσθήσεται πόνος ἐξ ὄρους Εφραιμ

4:16 ἀναμνήσατε ἔθνη ἰδοὺ ἥκασιν ἀναγγείλατε ἐν Ιερουσαλημ συστροφαὶ ἔρχονται ἐκ γη̃ς μακρόθεν καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ιουδα φωνὴν αὐτω̃ν

4:17 ὡς φυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπ' αὐτὴν κύκλω̨ ὅτι ἐμου̃ ἠμέλησας λέγει κύριος

4:18 αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταυ̃τά σοι αὕτη ἡ κακία σου ὅτι πικρά ὅτι ἥψατο ἕως τη̃ς καρδίας σου

4:19 τὴν κοιλίαν μου τὴν κοιλίαν μου ἀλγω̃ καὶ τὰ αἰσθητήρια τη̃ς καρδίας μου μαιμάσσει ἡ ψυχή μου σπαράσσεται ἡ καρδία μου οὐ σιωπήσομαι ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου κραυγὴν πολέμου

4:20 καὶ ταλαιπωρίαν συντριμμὸν ἐπικαλει̃ται ὅτι τεταλαιπώρηκεν πα̃σα ἡ γη̃ ἄφνω τεταλαιπώρηκεν ἡ σκηνή διεσπάσθησαν αἱ δέρρεις μου

4:21 ἕως πότε ὄψομαι φεύγοντας ἀκούων φωνὴν σαλπίγγων

4:22 διότι οἱ ἡγούμενοι του̃ λαου̃ μου ἐμὲ οὐκ ἤ̨δεισαν υἱοὶ ἄφρονές εἰσιν καὶ οὐ συνετοί σοφοί εἰσιν του̃ κακοποιη̃σαι τὸ δὲ καλω̃ς ποιη̃σαι οὐκ ἐπέγνωσαν

4:23 ἐπέβλεψα ἐπὶ τὴν γη̃ν καὶ ἰδοὺ οὐθέν καὶ εἰς τὸν οὐρανόν καὶ οὐκ ἠ̃ν τὰ φω̃τα αὐτου̃

4:24 εἰ̃δον τὰ ὄρη καὶ ἠ̃ν τρέμοντα καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους

4:25 ἐπέβλεψα καὶ ἰδοὺ οὐκ ἠ̃ν ἄνθρωπος καὶ πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ ἐπτοει̃το

4:26 εἰ̃δον καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος καὶ πα̃σαι αἱ πόλεις ἐμπεπυρισμέναι πυρὶ ἀπὸ προσώπου κυρίου καὶ ἀπὸ προσώπου ὀργη̃ς θυμου̃ αὐτου̃ ἠφανίσθησαν

4:27 τάδε λέγει κύριος ἔρημος ἔσται πα̃σα ἡ γη̃ συντέλειαν δὲ οὐ μὴ ποιήσω

4:28 ἐπὶ τούτοις πενθείτω ἡ γη̃ καὶ συσκοτασάτω ὁ οὐρανὸς ἄνωθεν διότι ἐλάλησα καὶ οὐ μετανοήσω ὥρμησα καὶ οὐκ ἀποστρέψω ἀπ' αὐτη̃ς

4:29 ἀπὸ φωνη̃ς ἱππέως καὶ ἐντεταμένου τόξου ἀνεχώρησεν πα̃σα χώρα εἰσέδυσαν εἰς τὰ σπήλαια καὶ εἰς τὰ ἄλση ἐκρύβησαν καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν πα̃σα πόλις ἐγκατελείφθη οὐ κατοικει̃ ἐν αὐται̃ς ἄνθρωπος

4:30 καὶ σὺ τί ποιήσεις ἐὰν περιβάλη̨ κόκκινον καὶ κοσμήση̨ κόσμω̨ χρυσω̨̃ καὶ ἐὰν ἐγχρίση̨ στίβι τοὺς ὀφθαλμούς σου εἰς μάτην ὁ ὡραϊσμός σου ἀπώσαντό σε οἱ ἐρασταί σου τὴν ψυχήν σου ζητου̃σιν

4:31 ὅτι φωνὴν ὡς ὠδινούσης ἤκουσα του̃ στεναγμου̃ σου ὡς πρωτοτοκούσης φωνὴ θυγατρὸς Σιων ἐκλυθήσεται καὶ παρήσει τὰς χει̃ρας αὐτη̃ς οἴμμοι ἐγώ ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοι̃ς ἀνη̨ρημένοις

5:1 περιδράμετε ἐν ται̃ς ὁδοι̃ς Ιερουσαλημ καὶ ἴδετε καὶ γνω̃τε καὶ ζητήσατε ἐν ται̃ς πλατείαις αὐτη̃ς ἐὰν εὕρητε ἄνδρα εἰ ἔστιν ποιω̃ν κρίμα καὶ ζητω̃ν πίστιν καὶ ἵλεως ἔσομαι αὐτοι̃ς λέγει κύριος

5:2 ζη̨̃ κύριος λέγουσιν διὰ του̃το οὐκ ἐπὶ ψεύδεσιν ὀμνύουσιν

5:3 κύριε οἱ ὀφθαλμοί σου εἰς πίστιν ἐμαστίγωσας αὐτούς καὶ οὐκ ἐπόνεσαν συνετέλεσας αὐτούς καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν ἐστερέωσαν τὰ πρόσωπα αὐτω̃ν ὑπὲρ πέτραν καὶ οὐκ ἠθέλησαν ἐπιστραφη̃ναι

5:4 καὶ ἐγὼ εἰ̃πα ἴσως πτωχοί εἰσιν διότι οὐκ ἐδυνάσθησαν ὅτι οὐκ ἔγνωσαν ὁδὸν κυρίου καὶ κρίσιν θεου̃

5:5 πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοι̃ς ὅτι αὐτοὶ ἐπέγνωσαν ὁδὸν κυρίου καὶ κρίσιν θεου̃ καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγόν διέρρηξαν δεσμούς

5:6 διὰ του̃το ἔπαισεν αὐτοὺς λέων ἐκ του̃ δρυμου̃ καὶ λύκος ἕως τω̃ν οἰκιω̃ν ὠλέθρευσεν αὐτούς καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτω̃ν πάντες οἱ ἐκπορευόμενοι ἀπ' αὐτω̃ν θηρευθήσονται ὅτι ἐπλήθυναν ἀσεβείας αὐτω̃ν ἴσχυσαν ἐν ται̃ς ἀποστροφαι̃ς αὐτω̃ν

5:7 ποία̨ τούτων ἵλεως γένωμαί σοι οἱ υἱοί σου ἐγκατέλιπόν με καὶ ὤμνυον ἐν τοι̃ς οὐκ οὐ̃σιν θεοι̃ς καὶ ἐχόρτασα αὐτούς καὶ ἐμοιχω̃ντο καὶ ἐν οἴκοις πορνω̃ν κατέλυον

5:8 ἵπποι θηλυμανει̃ς ἐγενήθησαν ἕκαστος ἐπὶ τὴν γυναι̃κα του̃ πλησίον αὐτου̃ ἐχρεμέτιζον

5:9 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι λέγει κύριος ἢ ἐν ἔθνει τοιούτω̨ οὐκ ἐκδικήσει ἡ ψυχή μου

5:10 ἀνάβητε ἐπὶ τοὺς προμαχω̃νας αὐτη̃ς καὶ κατασκάψατε συντέλειαν δὲ μὴ ποιήσητε ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτη̃ς ὅτι του̃ κυρίου εἰσίν

5:11 ὅτι ἀθετω̃ν ἠθέτησεν εἰς ἐμέ λέγει κύριος οἰ̃κος Ισραηλ καὶ οἰ̃κος Ιουδα

5:12 ἐψεύσαντο τω̨̃ κυρίω̨ ἑαυτω̃ν καὶ εἰ̃παν οὐκ ἔστιν ταυ̃τα οὐχ ἥξει ἐφ' ἡμα̃ς κακά καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα

5:13 οἱ προφη̃ται ἡμω̃ν ἠ̃σαν εἰς ἄνεμον καὶ λόγος κυρίου οὐχ ὑπη̃ρχεν ἐν αὐτοι̃ς οὕτως ἔσται αὐτοι̃ς

5:14 διὰ του̃το τάδε λέγει κύριος παντοκράτωρ ἀνθ' ὡ̃ν ἐλαλήσατε τὸ ῥη̃μα του̃το ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πυ̃ρ καὶ τὸν λαὸν του̃τον ξύλα καὶ καταφάγεται αὐτούς

5:15 ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμα̃ς ἔθνος πόρρωθεν οἰ̃κος Ισραηλ λέγει κύριος ἔθνος οὑ̃ οὐκ ἀκούση̨ τη̃ς φωνη̃ς τη̃ς γλώσσης αὐτου̃

5:16 πάντες ἰσχυροὶ

5:17 καὶ κατέδονται τὸν θερισμὸν ὑμω̃ν καὶ τοὺς ἄρτους ὑμω̃ν καὶ κατέδονται τοὺς υἱοὺς ὑμω̃ν καὶ τὰς θυγατέρας ὑμω̃ν καὶ κατέδονται τὰ πρόβατα ὑμω̃ν καὶ τοὺς μόσχους ὑμω̃ν καὶ κατέδονται τοὺς ἀμπελω̃νας ὑμω̃ν καὶ τοὺς συκω̃νας ὑμω̃ν καὶ τοὺς ἐλαιω̃νας ὑμω̃ν καὶ ἀλοήσουσιν τὰς πόλεις τὰς ὀχυρὰς ὑμω̃ν ἐφ' αἱ̃ς ὑμει̃ς πεποίθατε ἐπ' αὐται̃ς ἐν ῥομφαία̨

5:18 καὶ ἔσται ἐν ται̃ς ἡμέραις ἐκείναις λέγει κύριος ὁ θεός σου οὐ μὴ ποιήσω ὑμα̃ς εἰς συντέλειαν

5:19 καὶ ἔσται ὅταν εἴπητε τίνος ἕνεκεν ἐποίησεν κύριος ὁ θεὸς ἡμω̃ν ἡμι̃ν ἅπαντα ταυ̃τα καὶ ἐρει̃ς αὐτοι̃ς ἀνθ' ὡ̃ν ἐδουλεύσατε θεοι̃ς ἀλλοτρίοις ἐν τη̨̃ γη̨̃ ὑμω̃ν οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν γη̨̃ οὐχ ὑμω̃ν

5:20 ἀναγγείλατε ταυ̃τα εἰς τὸν οἰ̃κον Ιακωβ καὶ ἀκουσθήτω ἐν τω̨̃ Ιουδα

5:21 ἀκούσατε δὴ ταυ̃τα λαὸς μωρὸς καὶ ἀκάρδιος ὀφθαλμοὶ αὐτοι̃ς καὶ οὐ βλέπουσιν ὠ̃τα αὐτοι̃ς καὶ οὐκ ἀκούουσιν

5:22 μὴ ἐμὲ οὐ φοβηθήσεσθε λέγει κύριος ἢ ἀπὸ προσώπου μου οὐκ εὐλαβηθήσεσθε τὸν τάξαντα ἄμμον ὅριον τη̨̃ θαλάσση̨ πρόσταγμα αἰώνιον καὶ οὐχ ὑπερβήσεται αὐτό καὶ ταραχθήσεται καὶ οὐ δυνήσεται καὶ ἠχήσουσιν τὰ κύματα αὐτη̃ς καὶ οὐχ ὑπερβήσεται αὐτό

5:23 τω̨̃ δὲ λαω̨̃ τούτω̨ ἐγενήθη καρδία ἀνήκοος καὶ ἀπειθής καὶ ἐξέκλιναν καὶ ἀπήλθοσαν

5:24 καὶ οὐκ εἰ̃πον ἐν τη̨̃ καρδία̨ αὐτω̃ν φοβηθω̃μεν δὴ κύριον τὸν θεὸν ἡμω̃ν τὸν διδόντα ἡμι̃ν ὑετὸν πρόιμον καὶ ὄψιμον κατὰ καιρὸν πληρώσεως προστάγματος θερισμου̃ καὶ ἐφύλαξεν ἡμι̃ν

5:25 αἱ ἀνομίαι ὑμω̃ν ἐξέκλιναν ταυ̃τα καὶ αἱ ἁμαρτίαι ὑμω̃ν ἀπέστησαν τὰ ἀγαθὰ ἀφ' ὑμω̃ν

5:26 ὅτι εὑρέθησαν ἐν τω̨̃ λαω̨̃ μου ἀσεβει̃ς καὶ παγίδας ἔστησαν διαφθει̃ραι ἄνδρας καὶ συνελαμβάνοσαν

5:27 ὡς παγὶς ἐφεσταμένη πλήρης πετεινω̃ν οὕτως οἱ οἰ̃κοι αὐτω̃ν πλήρεις δόλου διὰ του̃το ἐμεγαλύνθησαν καὶ ἐπλούτησαν

5:28 καὶ παρέβησαν κρίσιν οὐκ ἔκριναν κρίσιν ὀρφανου̃ καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν

5:29 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι λέγει κύριος ἢ ἐν ἔθνει τω̨̃ τοιούτω̨ οὐκ ἐκδικήσει ἡ ψυχή μου

5:30 ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τη̃ς γη̃ς

5:31 οἱ προφη̃ται προφητεύουσιν ἄδικα καὶ οἱ ἱερει̃ς ἐπεκρότησαν ται̃ς χερσὶν αὐτω̃ν καὶ ὁ λαός μου ἠγάπησεν οὕτως καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταυ̃τα

6:1 ἐνισχύσατε υἱοὶ Βενιαμιν ἐκ μέσου τη̃ς Ιερουσαλημ καὶ ἐν Θεκουε σημάνατε σάλπιγγι καὶ ὑπὲρ Βαιθαχαρμα ἄρατε σημει̃ον ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βορρα̃ καὶ συντριβὴ μεγάλη γίνεται

6:2 καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου θύγατερ Σιων

6:3 εἰς αὐτὴν ἥξουσιν ποιμένες καὶ τὰ ποίμνια αὐτω̃ν καὶ πήξουσιν ἐπ' αὐτὴν σκηνὰς κύκλω̨ καὶ ποιμανου̃σιν ἕκαστος τη̨̃ χειρὶ αὐτου̃

6:4 παρασκευάσασθε ἐπ' αὐτὴν εἰς πόλεμον ἀνάστητε καὶ ἀναβω̃μεν ἐπ' αὐτὴν μεσημβρίας οὐαὶ ἡμι̃ν ὅτι κέκλικεν ἡ ἡμέρα ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τη̃ς ἑσπέρας

6:5 ἀνάστητε καὶ ἀναβω̃μεν ἐν τη̨̃ νυκτὶ καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτη̃ς

6:6 ὅτι τάδε λέγει κύριος ἔκκοψον τὰ ξύλα αὐτη̃ς ἔκχεον ἐπὶ Ιερουσαλημ δύναμιν ὠ̃ πόλις ψευδής ὅλη καταδυναστεία ἐν αὐτη̨̃

6:7 ὡς ψύχει λάκκος ὕδωρ οὕτως ψύχει κακία αὐτη̃ς ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτη̨̃ ἐπὶ πρόσωπον αὐτη̃ς διὰ παντός πόνω̨ καὶ μάστιγι

6:8 παιδευθήση̨ Ιερουσαλημ μὴ ἀποστη̨̃ ἡ ψυχή μου ἀπὸ σου̃ μὴ ποιήσω σε ἄβατον γη̃ν ἥτις οὐ κατοικηθήσεται

6:9 ὅτι τάδε λέγει κύριος καλαμα̃σθε καλαμα̃σθε ὡς ἄμπελον τὰ κατάλοιπα του̃ Ισραηλ ἐπιστρέψατε ὡς ὁ τρυγω̃ν ἐπὶ τὸν κάρταλλον αὐτου̃

6:10 πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι καὶ ἀκούσεται ἰδοὺ ἀπερίτμητα τὰ ὠ̃τα αὐτω̃ν καὶ οὐ δύνανται ἀκούειν ἰδοὺ τὸ ῥη̃μα κυρίου ἐγένετο αὐτοι̃ς εἰς ὀνειδισμόν οὐ μὴ βουληθω̃σιν αὐτὸ ἀκου̃σαι

6:11 καὶ τὸν θυμόν μου ἔπλησα καὶ ἐπέσχον καὶ οὐ συνετέλεσα αὐτούς ἐκχεω̃ ἐπὶ νήπια ἔξωθεν καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα ὅτι ἀνὴρ καὶ γυνὴ συλλημφθήσονται πρεσβύτερος μετὰ πλήρους ἡμερω̃ν

6:12 καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτω̃ν εἰς ἑτέρους ἀγροὶ καὶ αἱ γυναι̃κες αὐτω̃ν ἐπὶ τὸ αὐτό ὅτι ἐκτενω̃ τὴν χει̃ρά μου ἐπὶ τοὺς κατοικου̃ντας τὴν γη̃ν ταύτην λέγει κύριος

6:13 ὅτι ἀπὸ μικρου̃ αὐτω̃ν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδη̃

6:14 καὶ ἰω̃ντο τὸ σύντριμμα του̃ λαου̃ μου ἐξουθενου̃ντες καὶ λέγοντες εἰρήνη εἰρήνη καὶ που̃ ἐστιν εἰρήνη

6:15 κατη̨σχύνθησαν ὅτι ἐξελίποσαν καὶ οὐδ' ὡ̃ς καταισχυνόμενοι κατη̨σχύνθησαν καὶ τὴν ἀτιμίαν αὐτω̃ν οὐκ ἔγνωσαν διὰ του̃το πεσου̃νται ἐν τη̨̃ πτώσει αὐτω̃ν καὶ ἐν καιρω̨̃ ἐπισκοπη̃ς αὐτω̃ν ἀπολου̃νται εἰ̃πεν κύριος

6:16 τάδε λέγει κύριος στη̃τε ἐπὶ ται̃ς ὁδοι̃ς καὶ ἴδετε καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή καὶ βαδίζετε ἐν αὐτη̨̃ καὶ εὑρήσετε ἁγνισμὸν ται̃ς ψυχαι̃ς ὑμω̃ν καὶ εἰ̃παν οὐ πορευσόμεθα

6:17 κατέστακα ἐφ' ὑμα̃ς σκοπούς ἀκούσατε τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος καὶ εἰ̃παν οὐκ ἀκουσόμεθα

6:18 διὰ του̃το ἤκουσαν τὰ ἔθνη καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτω̃ν

6:19 ἄκουε γη̃ ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν του̃τον κακά τὸν καρπὸν ἀποστροφη̃ς αὐτω̃ν ὅτι τω̃ν λόγων μου οὐ προσέσχον καὶ τὸν νόμον μου ἀπώσαντο

6:20 ἵνα τί μοι λίβανον ἐκ Σαβα φέρετε καὶ κιννάμωμον ἐκ γη̃ς μακρόθεν τὰ ὁλοκαυτώματα ὑμω̃ν οὔκ εἰσιν δεκτά καὶ αἱ θυσίαι ὑμω̃ν οὐχ ἥδυνάν μοι

6:21 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν του̃τον ἀσθένειαν καὶ ἀσθενήσουσιν ἐν αὐτη̨̃ πατέρες καὶ υἱοὶ ἅμα γείτων καὶ ὁ πλησίον αὐτου̃ ἀπολου̃νται

6:22 τάδε λέγει κύριος ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρα̃ καὶ ἔθνη ἐξεγερθήσεται ἀπ' ἐσχάτου τη̃ς γη̃ς

6:23 τόξον καὶ ζιβύνην κρατήσουσιν ἰταμός ἐστιν καὶ οὐκ ἐλεήσει φωνὴ αὐτου̃ ὡς θάλασσα κυμαίνουσα ἐφ' ἵπποις καὶ ἅρμασιν παρατάξεται ὡς πυ̃ρ εἰς πόλεμον πρὸς σέ θύγατερ Σιων

6:24 ἠκούσαμεν τὴν ἀκοὴν αὐτω̃ν παρελύθησαν αἱ χει̃ρες ἡμω̃ν θλι̃ψις κατέσχεν ἡμα̃ς ὠδι̃νες ὡς τικτούσης

6:25 μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν καὶ ἐν ται̃ς ὁδοι̃ς μὴ βαδίζετε ὅτι ῥομφαία τω̃ν ἐχθρω̃ν παροικει̃ κυκλόθεν

6:26 θύγατερ λαου̃ μου περίζωσαι σάκκον κατάπασαι ἐν σποδω̨̃ πένθος ἀγαπητου̃ ποίησαι σεαυτη̨̃ κοπετὸν οἰκτρόν ὅτι ἐξαίφνης ἥξει ταλαιπωρία ἐφ' ὑμα̃ς

6:27 δοκιμαστὴν δέδωκά σε ἐν λαοι̃ς δεδοκιμασμένοις καὶ γνώση̨ με ἐν τω̨̃ δοκιμάσαι με τὴν ὁδὸν αὐτω̃ν

6:28 πάντες ἀνήκοοι πορευόμενοι σκολιω̃ς χαλκὸς καὶ σίδηρος πάντες διεφθαρμένοι εἰσίν

6:29 ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρός ἐξέλιπεν μόλιβος εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπει̃ πονηρία αὐτω̃ν οὐκ ἐτάκη

6:30 ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς ὅτι ἀπεδοκίμασεν αὐτοὺς κύριος

7:2 ἀκούσατε λόγον κυρίου πα̃σα ἡ Ιουδαία

7:3 τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ διορθώσατε τὰς ὁδοὺς ὑμω̃ν καὶ τὰ ἐπιτηδεύματα ὑμω̃ν καὶ κατοικιω̃ ὑμα̃ς ἐν τω̨̃ τόπω̨ τούτω̨

7:4 μὴ πεποίθατε ἐφ' ἑαυτοι̃ς ἐπὶ λόγοις ψευδέσιν ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμα̃ς λέγοντες ναὸς κυρίου ναὸς κυρίου ἐστίν

7:5 ὅτι ἐὰν διορθου̃ντες διορθώσητε τὰς ὁδοὺς ὑμω̃ν καὶ τὰ ἐπιτηδεύματα ὑμω̃ν καὶ ποιου̃ντες ποιήσητε κρίσιν ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον του̃ πλησίον αὐτου̃

7:6 καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύσητε καὶ αἱ̃μα ἀθω̨̃ον μὴ ἐκχέητε ἐν τω̨̃ τόπω̨ τούτω̨ καὶ ὀπίσω θεω̃ν ἀλλοτρίων μὴ πορεύησθε εἰς κακὸν ὑμι̃ν

7:7 καὶ κατοικιω̃ ὑμα̃ς ἐν τω̨̃ τόπω̨ τούτω̨ ἐν γη̨̃ ἡ̨̃ ἔδωκα τοι̃ς πατράσιν ὑμω̃ν ἐξ αἰω̃νος καὶ ἕως αἰω̃νος

7:8 εἰ δὲ ὑμει̃ς πεποίθατε ἐπὶ λόγοις ψευδέσιν ὅθεν οὐκ ὠφεληθήσεσθε

7:9 καὶ φονεύετε καὶ μοιχα̃σθε καὶ κλέπτετε καὶ ὀμνύετε ἐπ' ἀδίκω̨ καὶ ἐθυμια̃τε τη̨̃ Βααλ καὶ ἐπορεύεσθε ὀπίσω θεω̃ν ἀλλοτρίων ὡ̃ν οὐκ οἴδατε του̃ κακω̃ς εἰ̃ναι ὑμι̃ν

7:10 καὶ ἤλθετε καὶ ἔστητε ἐνώπιον ἐμου̃ ἐν τω̨̃ οἴκω̨ οὑ̃ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτω̨̃ καὶ εἴπατε ἀπεσχήμεθα του̃ μὴ ποιει̃ν πάντα τὰ βδελύγματα ταυ̃τα

7:11 μὴ σπήλαιον λη̨στω̃ν ὁ οἰ̃κός μου οὑ̃ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτω̨̃ ἐκει̃ ἐνώπιον ὑμω̃ν καὶ ἐγὼ ἰδοὺ ἑώρακα λέγει κύριος

7:12 ὅτι πορεύθητε εἰς τὸν τόπον μου τὸν ἐν Σηλωμ οὑ̃ κατεσκήνωσα τὸ ὄνομά μου ἐκει̃ ἔμπροσθεν καὶ ἴδετε ἃ ἐποίησα αὐτω̨̃ ἀπὸ προσώπου κακίας λαου̃ μου Ισραηλ

7:13 καὶ νυ̃ν ἀνθ' ὡ̃ν ἐποιήσατε πάντα τὰ ἔργα ταυ̃τα καὶ ἐλάλησα πρὸς ὑμα̃ς καὶ οὐκ ἠκούσατέ μου καὶ ἐκάλεσα ὑμα̃ς καὶ οὐκ ἀπεκρίθητε

7:14 καὶ ποιήσω τω̨̃ οἴκω̨ τούτω̨ ὡ̨̃ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτω̨̃ ἐφ' ὡ̨̃ ὑμει̃ς πεποίθατε ἐπ' αὐτω̨̃ καὶ τω̨̃ τόπω̨ ὡ̨̃ ἔδωκα ὑμι̃ν καὶ τοι̃ς πατράσιν ὑμω̃ν καθὼς ἐποίησα τη̨̃ Σηλωμ

7:15 καὶ ἀπορρίψω ὑμα̃ς ἀπὸ προσώπου μου καθὼς ἀπέρριψα τοὺς ἀδελφοὺς ὑμω̃ν πα̃ν τὸ σπέρμα Εφραιμ

7:16 καὶ σὺ μὴ προσεύχου περὶ του̃ λαου̃ τούτου καὶ μὴ ἀξίου του̃ ἐλεηθη̃ναι αὐτοὺς καὶ μὴ εὔχου καὶ μὴ προσέλθη̨ς μοι περὶ αὐτω̃ν ὅτι οὐκ εἰσακούσομαι

7:17 ἠ̃ οὐχ ὁρα̨̃ς τί αὐτοὶ ποιου̃σιν ἐν ται̃ς πόλεσιν Ιουδα καὶ ἐν ται̃ς ὁδοι̃ς Ιερουσαλημ

7:18 οἱ υἱοὶ αὐτω̃ν συλλέγουσιν ξύλα καὶ οἱ πατέρες αὐτω̃ν καίουσι πυ̃ρ καὶ αἱ γυναι̃κες αὐτω̃ν τρίβουσιν σται̃ς του̃ ποιη̃σαι χαυω̃νας τη̨̃ στρατια̨̃ του̃ οὐρανου̃ καὶ ἔσπεισαν σπονδὰς θεοι̃ς ἀλλοτρίοις ἵνα παροργίσωσίν με

7:19 μὴ ἐμὲ αὐτοὶ παροργίζουσιν λέγει κύριος οὐχὶ ἑαυτούς ὅπως καταισχυνθη̨̃ τὰ πρόσωπα αὐτω̃ν

7:20 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ὀργὴ καὶ θυμός μου χει̃ται ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πα̃ν ξύλον του̃ ἀγρου̃ αὐτω̃ν καὶ ἐπὶ πάντα τὰ γενήματα τη̃ς γη̃ς καὶ καυθήσεται καὶ οὐ σβεσθήσεται

7:21 τάδε λέγει κύριος τὰ ὁλοκαυτώματα ὑμω̃ν συναγάγετε μετὰ τω̃ν θυσιω̃ν ὑμω̃ν καὶ φάγετε κρέα

7:22 ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμω̃ν καὶ οὐκ ἐνετειλάμην αὐτοι̃ς ἐν ἡμέρα̨ ἡ̨̃ ἀνήγαγον αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου περὶ ὁλοκαυτωμάτων καὶ θυσίας

7:23 ἀλλ' ἢ τὸ ῥη̃μα του̃το ἐνετειλάμην αὐτοι̃ς λέγων ἀκούσατε τη̃ς φωνη̃ς μου καὶ ἔσομαι ὑμι̃ν εἰς θεόν καὶ ὑμει̃ς ἔσεσθέ μοι εἰς λαόν καὶ πορεύεσθε ἐν πάσαις ται̃ς ὁδοι̃ς μου αἱ̃ς ἂν ἐντείλωμαι ὑμι̃ν ὅπως ἂν εὐ̃ ἠ̨̃ ὑμι̃ν

7:24 καὶ οὐκ ἤκουσάν μου καὶ οὐ προσέσχεν τὸ οὐ̃ς αὐτω̃ν ἀλλ' ἐπορεύθησαν ἐν τοι̃ς ἐνθυμήμασιν τη̃ς καρδίας αὐτω̃ν τη̃ς κακη̃ς καὶ ἐγενήθησαν εἰς τὰ ὄπισθεν καὶ οὐκ εἰς τὰ ἔμπροσθεν

7:25 ἀφ' ἡ̃ς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου καὶ ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἐξαπέστειλα πρὸς ὑμα̃ς πάντας τοὺς δούλους μου τοὺς προφήτας ἡμέρας καὶ ὄρθρου καὶ ἀπέστειλα

7:26 καὶ οὐκ ἤκουσάν μου καὶ οὐ προσέσχεν τὸ οὐ̃ς αὐτω̃ν καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτω̃ν ὑπὲρ τοὺς πατέρας αὐτω̃ν

7:27/28 καὶ ἐρει̃ς αὐτοι̃ς τὸν λόγον του̃τον του̃το τὸ ἔθνος ὃ οὐκ ἤκουσεν τη̃ς φωνη̃ς κυρίου οὐδὲ ἐδέξατο παιδείαν ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτω̃ν

7:29 κει̃ραι τὴν κεφαλήν σου καὶ ἀπόρριπτε καὶ ἀνάλαβε ἐπὶ χειλέων θρη̃νον ὅτι ἀπεδοκίμασεν κύριος καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιου̃σαν ταυ̃τα

7:30 ὅτι ἐποίησαν οἱ υἱοὶ Ιουδα τὸ πονηρὸν ἐναντίον ἐμου̃ λέγει κύριος ἔταξαν τὰ βδελύγματα αὐτω̃ν ἐν τω̨̃ οἴκω̨ οὑ̃ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτόν του̃ μια̃ναι αὐτόν

7:31 καὶ ὠ̨κοδόμησαν τὸν βωμὸν του̃ Ταφεθ ὅς ἐστιν ἐν φάραγγι υἱου̃ Εννομ του̃ κατακαίειν τοὺς υἱοὺς αὐτω̃ν καὶ τὰς θυγατέρας αὐτω̃ν ἐν πυρί ὃ οὐκ ἐνετειλάμην αὐτοι̃ς καὶ οὐ διενοήθην ἐν τη̨̃ καρδία̨ μου

7:32 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ οὐκ ἐρου̃σιν ἔτι βωμὸς του̃ Ταφεθ καὶ φάραγξ υἱου̃ Εννομ ἀλλ' ἢ φάραγξ τω̃ν ἀνη̨ρημένων καὶ θάψουσιν ἐν τω̨̃ Ταφεθ διὰ τὸ μὴ ὑπάρχειν τόπον

7:33 καὶ ἔσονται οἱ νεκροὶ του̃ λαου̃ τούτου εἰς βρω̃σιν τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ οὐκ ἔσται ὁ ἀποσοβω̃ν

7:34 καὶ καταλύσω ἐκ πόλεων Ιουδα καὶ ἐκ διόδων Ιερουσαλημ φωνὴν εὐφραινομένων καὶ φωνὴν χαιρόντων φωνὴν νυμφίου καὶ φωνὴν νύμφης ὅτι εἰς ἐρήμωσιν ἔσται πα̃σα ἡ γη̃

8:1 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγει κύριος ἐξοίσουσιν τὰ ὀστα̃ τω̃ν βασιλέων Ιουδα καὶ τὰ ὀστα̃ τω̃ν ἀρχόντων αὐτου̃ καὶ τὰ ὀστα̃ τω̃ν ἱερέων καὶ τὰ ὀστα̃ τω̃ν προφητω̃ν καὶ τὰ ὀστα̃ τω̃ν κατοικούντων Ιερουσαλημ ἐκ τω̃ν τάφων αὐτω̃ν

8:2 καὶ ψύξουσιν αὐτὰ πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πρὸς πάντας τοὺς ἀστέρας καὶ πρὸς πα̃σαν τὴν στρατιὰν του̃ οὐρανου̃ ἃ ἠγάπησαν καὶ οἱ̃ς ἐδούλευσαν καὶ ὡ̃ν ἐπορεύθησαν ὀπίσω αὐτω̃ν καὶ ὡ̃ν ἀντείχοντο καὶ οἱ̃ς προσεκύνησαν αὐτοι̃ς οὐ κοπήσονται καὶ οὐ ταφήσονται καὶ ἔσονται εἰς παράδειγμα ἐπὶ προσώπου τη̃ς γη̃ς

8:3 ὅτι εἵλοντο τὸν θάνατον ἢ τὴν ζωήν καὶ πα̃σιν τοι̃ς καταλοίποις τοι̃ς καταλειφθει̃σιν ἀπὸ τη̃ς γενεα̃ς ἐκείνης ἐν παντὶ τόπω̨ οὑ̃ ἐὰν ἐξώσω αὐτοὺς ἐκει̃

8:4 ὅτι τάδε λέγει κύριος μὴ ὁ πίπτων οὐκ ἀνίσταται ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει

8:5 διὰ τί ἀπέστρεψεν ὁ λαός μου οὑ̃τος ἀποστροφὴν ἀναιδη̃ καὶ κατεκρατήθησαν ἐν τη̨̃ προαιρέσει αὐτω̃ν καὶ οὐκ ἠθέλησαν του̃ ἐπιστρέψαι

8:6 ἐνωτίσασθε δὴ καὶ ἀκούσατε οὐχ οὕτως λαλήσουσιν οὐκ ἔστιν ἄνθρωπος μετανοω̃ν ἀπὸ τη̃ς κακίας αὐτου̃ λέγων τί ἐποίησα διέλιπεν ὁ τρέχων ἀπὸ του̃ δρόμου αὐτου̃ ὡς ἵππος κάθιδρος ἐν χρεμετισμω̨̃ αὐτου̃

8:7 καὶ ἡ ασιδα ἐν τω̨̃ οὐρανω̨̃ ἔγνω τὸν καιρὸν αὐτη̃ς τρυγὼν καὶ χελιδών ἀγρου̃ στρουθία ἐφύλαξαν καιροὺς εἰσόδων αὐτω̃ν ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματα κυρίου

8:8 πω̃ς ἐρει̃τε ὅτι σοφοί ἐσμεν ἡμει̃ς καὶ νόμος κυρίου ἐστὶν μεθ' ἡμω̃ν εἰς μάτην ἐγενήθη σχοι̃νος ψευδὴς γραμματευ̃σιν

8:9 ἠ̨σχύνθησαν σοφοὶ καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν ὅτι τὸν λόγον κυρίου ἀπεδοκίμασαν σοφία τίς ἐστιν ἐν αὐτοι̃ς

8:10 διὰ του̃το δώσω τὰς γυναι̃κας αὐτω̃ν ἑτέροις καὶ τοὺς ἀγροὺς αὐτω̃ν τοι̃ς κληρονόμοις

8:13 καὶ συνάξουσιν τὰ γενήματα αὐτω̃ν λέγει κύριος οὐκ ἔστιν σταφυλὴ ἐν ται̃ς ἀμπέλοις καὶ οὐκ ἔστιν συ̃κα ἐν ται̃ς συκαι̃ς καὶ τὰ φύλλα κατερρύηκεν

8:14 ἐπὶ τί ἡμει̃ς καθήμεθα συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἀπορριφω̃μεν ὅτι ὁ θεὸς ἀπέρριψεν ἡμα̃ς καὶ ἐπότισεν ἡμα̃ς ὕδωρ χολη̃ς ὅτι ἡμάρτομεν ἐναντίον αὐτου̃

8:15 συνήχθημεν εἰς εἰρήνην καὶ οὐκ ἠ̃ν ἀγαθά εἰς καιρὸν ἰάσεως καὶ ἰδοὺ σπουδή

8:16 ἐκ Δαν ἀκουσόμεθα φωνὴν ὀξύτητος ἵππων αὐτου̃ ἀπὸ φωνη̃ς χρεμετισμου̃ ἱππασίας ἵππων αὐτου̃ ἐσείσθη πα̃σα ἡ γη̃ καὶ ἥξει καὶ καταφάγεται τὴν γη̃ν καὶ τὸ πλήρωμα αὐτη̃ς πόλιν καὶ τοὺς κατοικου̃ντας ἐν αὐτη̨̃

8:17 διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμα̃ς ὄφεις θανατου̃ντας οἱ̃ς οὐκ ἔστιν ἐπα̨̃σαι καὶ δήξονται ὑμα̃ς

8:18 ἀνίατα μετ' ὀδύνης καρδίας ὑμω̃ν ἀπορουμένης

8:19 ἰδοὺ φωνὴ κραυγη̃ς θυγατρὸς λαου̃ μου ἀπὸ γη̃ς μακρόθεν μὴ κύριος οὐκ ἔστιν ἐν Σιων ἢ βασιλεὺς οὐκ ἔστιν ἐκει̃ διὰ τί παρώργισάν με ἐν τοι̃ς γλυπτοι̃ς αὐτω̃ν καὶ ἐν ματαίοις ἀλλοτρίοις

8:20 διη̃λθεν θέρος παρη̃λθεν ἄμητος καὶ ἡμει̃ς οὐ διεσώθημεν

8:21 ἐπὶ συντρίμματι θυγατρὸς λαου̃ μου ἐσκοτώθην ἀπορία̨ κατίσχυσάν με ὠδι̃νες ὡς τικτούσης

8:22 μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλααδ ἢ ἰατρὸς οὐκ ἔστιν ἐκει̃ διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαου̃ μου

8:23 τίς δώσει κεφαλη̨̃ μου ὕδωρ καὶ ὀφθαλμοι̃ς μου πηγὴν δακρύων καὶ κλαύσομαι τὸν λαόν μου του̃τον ἡμέρας καὶ νυκτός τοὺς τετραυματισμένους θυγατρὸς λαου̃ μου

9:1 τίς δώ̨η μοι ἐν τη̨̃ ἐρήμω̨ σταθμὸν ἔσχατον καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπ' αὐτω̃ν ὅτι πάντες μοιχω̃νται σύνοδος ἀθετούντων

9:2 καὶ ἐνέτειναν τὴν γλω̃σσαν αὐτω̃ν ὡς τόξον ψευ̃δος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τη̃ς γη̃ς ὅτι ἐκ κακω̃ν εἰς κακὰ ἐξήλθοσαν καὶ ἐμὲ οὐκ ἔγνωσαν

9:3 ἕκαστος ἀπὸ του̃ πλησίον αὐτου̃ φυλάξασθε καὶ ἐπ' ἀδελφοι̃ς αὐτω̃ν μὴ πεποίθατε ὅτι πα̃ς ἀδελφὸς πτέρνη̨ πτερνιει̃ καὶ πα̃ς φίλος δολίως πορεύσεται

9:4 ἕκαστος κατὰ του̃ φίλου αὐτου̃ καταπαίξεται ἀλήθειαν οὐ μὴ λαλήσωσιν μεμάθηκεν ἡ γλω̃σσα αὐτω̃ν λαλει̃ν ψευδη̃ ἠδίκησαν καὶ οὐ διέλιπον του̃ ἐπιστρέψαι

9:5 τόκος ἐπὶ τόκω̨ δόλος ἐπὶ δόλω̨ οὐκ ἤθελον εἰδέναι με

9:6 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς καὶ δοκιμω̃ αὐτούς ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας θυγατρὸς λαου̃ μου

9:7 βολὶς τιτρώσκουσα ἡ γλω̃σσα αὐτω̃ν δόλια τὰ ῥήματα του̃ στόματος αὐτω̃ν τω̨̃ πλησίον αὐτου̃ λαλει̃ εἰρηνικὰ καὶ ἐν ἑαυτω̨̃ ἔχει τὴν ἔχθραν

9:8 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι λέγει κύριος ἢ ἐν λαω̨̃ τω̨̃ τοιούτω̨ οὐκ ἐκδικήσει ἡ ψυχή μου

9:9 ἐπὶ τὰ ὄρη λάβετε κοπετὸν καὶ ἐπὶ τὰς τρίβους τη̃ς ἐρήμου θρη̃νον ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἰ̃ναι ἀνθρώπους οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως ἀπὸ πετεινω̃ν του̃ οὐρανου̃ καὶ ἕως κτηνω̃ν ἐξέστησαν ὤ̨χοντο

9:10 καὶ δώσω τὴν Ιερουσαλημ εἰς μετοικίαν καὶ εἰς κατοικητήριον δρακόντων καὶ τὰς πόλεις Ιουδα εἰς ἀφανισμὸν θήσομαι παρὰ τὸ μὴ κατοικει̃σθαι

9:11 τίς ὁ ἄνθρωπος ὁ συνετός καὶ συνέτω του̃το καὶ ὡ̨̃ λόγος στόματος κυρίου πρὸς αὐτόν ἀναγγειλάτω ὑμι̃ν ἕνεκεν τίνος ἀπώλετο ἡ γη̃ ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν

9:12 καὶ εἰ̃πεν κύριος πρός με διὰ τὸ ἐγκαταλιπει̃ν αὐτοὺς τὸν νόμον μου ὃν ἔδωκα πρὸ προσώπου αὐτω̃ν καὶ οὐκ ἤκουσαν τη̃ς φωνη̃ς μου

9:13 ἀλλ' ἐπορεύθησαν ὀπίσω τω̃ν ἀρεστω̃ν τη̃ς καρδίας αὐτω̃ν τη̃ς κακη̃ς καὶ ὀπίσω τω̃ν εἰδώλων ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτω̃ν

9:14 διὰ του̃το τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ ψωμιω̃ αὐτοὺς ἀνάγκας καὶ ποτιω̃ αὐτοὺς ὕδωρ χολη̃ς

9:15 καὶ διασκορπιω̃ αὐτοὺς ἐν τοι̃ς ἔθνεσιν εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτω̃ν καὶ ἐπαποστελω̃ ἐπ' αὐτοὺς τὴν μάχαιραν ἕως του̃ ἐξαναλω̃σαι αὐτοὺς ἐν αὐτη̨̃

9:16 τάδε λέγει κύριος καλέσατε τὰς θρηνούσας καὶ ἐλθέτωσαν καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε καὶ φθεγξάσθωσαν

9:17 καὶ λαβέτωσαν ἐφ' ὑμα̃ς θρη̃νον καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμω̃ν δάκρυα καὶ τὰ βλέφαρα ὑμω̃ν ῥείτω ὕδωρ

9:18 ὅτι φωνὴ οἴκτου ἠκούσθη ἐν Σιων πω̃ς ἐταλαιπωρήσαμεν κατη̨σχύνθημεν σφόδρα ὅτι ἐγκατελίπομεν τὴν γη̃ν καὶ ἀπερρίψαμεν τὰ σκηνώματα ἡμω̃ν

9:19 ἀκούσατε δή γυναι̃κες λόγον θεου̃ καὶ δεξάσθω τὰ ὠ̃τα ὑμω̃ν λόγους στόματος αὐτου̃ καὶ διδάξατε τὰς θυγατέρας ὑμω̃ν οἰ̃κτον καὶ γυνὴ τὴν πλησίον αὐτη̃ς θρη̃νον

9:20 ὅτι ἀνέβη θάνατος διὰ τω̃ν θυρίδων ὑμω̃ν εἰση̃λθεν εἰς τὴν γη̃ν ὑμω̃ν του̃ ἐκτρι̃ψαι νήπια ἔξωθεν καὶ νεανίσκους ἀπὸ τω̃ν πλατειω̃ν

9:21 καὶ ἔσονται οἱ νεκροὶ τω̃ν ἀνθρώπων εἰς παράδειγμα ἐπὶ προσώπου του̃ πεδίου τη̃ς γη̃ς ὑμω̃ν καὶ ὡς χόρτος ὀπίσω θερίζοντος καὶ οὐκ ἔσται ὁ συνάγων

9:22 τάδε λέγει κύριος μὴ καυχάσθω ὁ σοφὸς ἐν τη̨̃ σοφία̨ αὐτου̃ καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τη̨̃ ἰσχύι αὐτου̃ καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τω̨̃ πλούτω̨ αὐτου̃

9:23 ἀλλ' ἢ ἐν τούτω̨ καυχάσθω ὁ καυχώμενος συνίειν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος ποιω̃ν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τη̃ς γη̃ς ὅτι ἐν τούτοις τὸ θέλημά μου λέγει κύριος

9:24 ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτω̃ν

9:25 ἐπ' Αἴγυπτον καὶ ἐπὶ τὴν Ιουδαίαν καὶ ἐπὶ Εδωμ καὶ ἐπὶ υἱοὺς Αμμων καὶ ἐπὶ υἱοὺς Μωαβ καὶ ἐπὶ πάντα περικειρόμενον τὰ κατὰ πρόσωπον αὐτου̃ τοὺς κατοικου̃ντας ἐν τη̨̃ ἐρήμω̨ ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί καὶ πα̃ς οἰ̃κος Ισραηλ ἀπερίτμητοι καρδίας αὐτω̃ν

10:1 ἀκούσατε τὸν λόγον κυρίου ὃν ἐλάλησεν ἐφ' ὑμα̃ς οἰ̃κος Ισραηλ

10:2 τάδε λέγει κύριος κατὰ τὰς ὁδοὺς τω̃ν ἐθνω̃ν μὴ μανθάνετε καὶ ἀπὸ τω̃ν σημείων του̃ οὐρανου̃ μὴ φοβει̃σθε ὅτι φοβου̃νται αὐτὰ τοι̃ς προσώποις αὐτω̃ν

10:3 ὅτι τὰ νόμιμα τω̃ν ἐθνω̃ν μάταια ξύλον ἐστὶν ἐκ του̃ δρυμου̃ ἐκκεκομμένον ἔργον τέκτονος καὶ χώνευμα

10:4 ἀργυρίω̨ καὶ χρυσίω̨ κεκαλλωπισμένα ἐστίν ἐν σφύραις καὶ ἥλοις ἐστερέωσαν αὐτά καὶ οὐ κινηθήσονται

10:9 ἀργύριον τορευτόν ἐστιν οὐ πορεύσονται ἀργύριον προσβλητὸν ἀπὸ Θαρσις ἥξει χρυσίον Μωφαζ καὶ χεὶρ χρυσοχόων ἔργα τεχνιτω̃ν πάντα ὑάκινθον καὶ πορφύραν ἐνδύσουσιν αὐτά

10:5 αἰρόμενα ἀρθήσονται ὅτι οὐκ ἐπιβήσονται μὴ φοβηθη̃τε αὐτά ὅτι οὐ μὴ κακοποιήσωσιν καὶ ἀγαθὸν οὐκ ἔστιν ἐν αὐτοι̃ς

10:11 οὕτως ἐρει̃τε αὐτοι̃ς θεοί οἳ τὸν οὐρανὸν καὶ τὴν γη̃ν οὐκ ἐποίησαν ἀπολέσθωσαν ἀπὸ τη̃ς γη̃ς καὶ ὑποκάτωθεν του̃ οὐρανου̃ τούτου

10:12 κύριος ὁ ποιήσας τὴν γη̃ν ἐν τη̨̃ ἰσχύι αὐτου̃ ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τη̨̃ σοφία̨ αὐτου̃ καὶ τη̨̃ φρονήσει αὐτου̃ ἐξέτεινεν τὸν οὐρανὸν

10:13 καὶ πλη̃θος ὕδατος ἐν οὐρανω̨̃ καὶ ἀνήγαγεν νεφέλας ἐξ ἐσχάτου τη̃ς γη̃ς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φω̃ς ἐκ θησαυρω̃ν αὐτου̃

10:14 ἐμωράνθη πα̃ς ἄνθρωπος ἀπὸ γνώσεως κατη̨σχύνθη πα̃ς χρυσοχόος ἐπὶ τοι̃ς γλυπτοι̃ς αὐτου̃ ὅτι ψευδη̃ ἐχώνευσαν οὐκ ἔστιν πνευ̃μα ἐν αὐτοι̃ς

10:15 μάταιά ἐστιν ἔργα ἐμπεπαιγμένα ἐν καιρω̨̃ ἐπισκοπη̃ς αὐτω̃ν ἀπολου̃νται

10:16 οὐκ ἔστιν τοιαύτη μερὶς τω̨̃ Ιακωβ ὅτι ὁ πλάσας τὰ πάντα αὐτὸς κληρονομία αὐτου̃ κύριος ὄνομα αὐτω̨̃

10:17 συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου κατοικου̃σα ἐν ἐκλεκτοι̃ς

10:18 ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικου̃ντας τὴν γη̃ν ταύτην ἐν θλίψει ὅπως εὑρεθη̨̃ ἡ πληγή σου

10:19 οὐαὶ ἐπὶ συντρίμματί σου ἀλγηρὰ ἡ πληγή σου κἀγὼ εἰ̃πα ὄντως του̃το τὸ τραυ̃μά μου καὶ κατέλαβέν με

10:20 ἡ σκηνή μου ἐταλαιπώρησεν ὤλετο καὶ πα̃σαι αἱ δέρρεις μου διεσπάσθησαν οἱ υἱοί μου καὶ τὰ πρόβατά μου οὔκ εἰσιν οὐκ ἔστιν ἔτι τόπος τη̃ς σκηνη̃ς μου τόπος τω̃ν δέρρεών μου

10:21 ὅτι οἱ ποιμένες ἠφρονεύσαντο καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν διὰ του̃το οὐκ ἐνόησεν πα̃σα ἡ νομὴ καὶ διεσκορπίσθησαν

10:22 φωνὴ ἀκοη̃ς ἰδοὺ ἔρχεται καὶ σεισμὸς μέγας ἐκ γη̃ς βορρα̃ του̃ τάξαι τὰς πόλεις Ιουδα εἰς ἀφανισμὸν καὶ κοίτην στρουθω̃ν

10:23 οἰ̃δα κύριε ὅτι οὐχὶ του̃ ἀνθρώπου ἡ ὁδὸς αὐτου̃ οὐδὲ ἀνὴρ πορεύσεται καὶ κατορθώσει πορείαν αὐτου̃

10:24 παίδευσον ἡμα̃ς κύριε πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμω̨̃ ἵνα μὴ ὀλίγους ἡμα̃ς ποιήση̨ς

10:25 ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεὰς αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο ὅτι κατέφαγον τὸν Ιακωβ καὶ ἐξανήλωσαν αὐτὸν καὶ τὴν νομὴν αὐτου̃ ἠρήμωσαν

11:1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων

11:2 ἀκούσατε τοὺς λόγους τη̃ς διαθήκης ταύτης καὶ λαλήσεις πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικου̃ντας Ιερουσαλημ

11:3 καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τω̃ν λόγων τη̃ς διαθήκης ταύτης

11:4 ἡ̃ς ἐνετειλάμην τοι̃ς πατράσιν ὑμω̃ν ἐν ἡμέρα̨ ἡ̨̃ ἀνήγαγον αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ἐκ καμίνου τη̃ς σιδηρα̃ς λέγων ἀκούσατε τη̃ς φωνη̃ς μου καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμι̃ν καὶ ἔσεσθέ μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι ὑμι̃ν εἰς θεόν

11:5 ὅπως στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοι̃ς πατράσιν ὑμω̃ν του̃ δου̃ναι αὐτοι̃ς γη̃ν ῥέουσαν γάλα καὶ μέλι καθὼς ἡ ἡμέρα αὕτη καὶ ἀπεκρίθην καὶ εἰ̃πα γένοιτο κύριε

11:6 καὶ εἰ̃πεν κύριος πρός με ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ λέγων ἀκούσατε τοὺς λόγους τη̃ς διαθήκης ταύτης καὶ ποιήσατε αὐτούς

11:8 καὶ οὐκ ἐποίησαν

11:9 καὶ εἰ̃πεν κύριος πρός με εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ιουδα καὶ ἐν τοι̃ς κατοικου̃σιν Ιερουσαλημ

11:10 ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τω̃ν πατέρων αὐτω̃ν τω̃ν πρότερον οἳ οὐκ ἤθελον εἰσακου̃σαι τω̃ν λόγων μου καὶ ἰδοὺ αὐτοὶ βαδίζουσιν ὀπίσω θεω̃ν ἀλλοτρίων του̃ δουλεύειν αὐτοι̃ς καὶ διεσκέδασαν οἰ̃κος Ισραηλ καὶ οἰ̃κος Ιουδα τὴν διαθήκην μου ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτω̃ν

11:11 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν του̃τον κακά ἐξ ὡ̃ν οὐ δυνήσονται ἐξελθει̃ν ἐξ αὐτω̃ν καὶ κεκράξονται πρός με καὶ οὐκ εἰσακούσομαι αὐτω̃ν

11:12 καὶ πορεύσονται πόλεις Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ καὶ κεκράξονται πρὸς τοὺς θεούς οἱ̃ς αὐτοὶ θυμιω̃σιν αὐτοι̃ς μὴ σώσουσιν αὐτοὺς ἐν καιρω̨̃ τω̃ν κακω̃ν αὐτω̃ν

11:13 ὅτι κατ' ἀριθμὸν τω̃ν πόλεών σου ἠ̃σαν θεοί σου Ιουδα καὶ κατ' ἀριθμὸν ἐξόδων τη̃ς Ιερουσαλημ ἐτάξατε βωμοὺς θυμια̃ν τη̨̃ Βααλ

11:14 καὶ σὺ μὴ προσεύχου περὶ του̃ λαου̃ τούτου καὶ μὴ ἀξίου περὶ αὐτω̃ν ἐν δεήσει καὶ προσευχη̨̃ ὅτι οὐκ εἰσακούσομαι ἐν τω̨̃ καιρω̨̃ ἐν ὡ̨̃ ἐπικαλου̃νταί με ἐν καιρω̨̃ κακώσεως αὐτω̃ν

11:15 τί ἡ ἠγαπημένη ἐν τω̨̃ οἴκω̨ μου ἐποίησεν βδέλυγμα μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελου̃σιν ἀπὸ σου̃ τὰς κακίας σου ἢ τούτοις διαφεύξη̨

11:16 ἐλαίαν ὡραίαν εὔσκιον τω̨̃ εἴδει ἐκάλεσεν κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομη̃ς αὐτη̃ς ἀνήφθη πυ̃ρ ἐπ' αὐτήν μεγάλη ἡ θλι̃ψις ἐπὶ σέ ἠχρεώθησαν οἱ κλάδοι αὐτη̃ς

11:17 καὶ κύριος ὁ καταφυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακὰ ἀντὶ τη̃ς κακίας οἴκου Ισραηλ καὶ οἴκου Ιουδα ὅτι ἐποίησαν ἑαυτοι̃ς του̃ παροργίσαι με ἐν τω̨̃ θυμια̃ν αὐτοὺς τη̨̃ Βααλ

11:18 κύριε γνώρισόν μοι καὶ γνώσομαι τότε εἰ̃δον τὰ ἐπιτηδεύματα αὐτω̃ν

11:19 ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον του̃ θύεσθαι οὐκ ἔγνων ἐπ' ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν λέγοντες δευ̃τε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτου̃ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γη̃ς ζώντων καὶ τὸ ὄνομα αὐτου̃ οὐ μὴ μνησθη̨̃ ἔτι

11:20 κύριε κρίνων δίκαια δοκιμάζων νεφροὺς καὶ καρδίας ἴδοιμι τὴν παρὰ σου̃ ἐκδίκησιν ἐξ αὐτω̃ν ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου

11:21 διὰ του̃το τάδε λέγει κύριος ἐπὶ τοὺς ἄνδρας Αναθωθ τοὺς ζητου̃ντας τὴν ψυχήν μου τοὺς λέγοντας οὐ μὴ προφητεύση̨ς ἐπὶ τω̨̃ ὀνόματι κυρίου εἰ δὲ μή ἀποθανη̨̃ ἐν ται̃ς χερσὶν ἡμω̃ν

11:22 ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ' αὐτούς οἱ νεανίσκοι αὐτω̃ν ἐν μαχαίρα̨ ἀποθανου̃νται καὶ οἱ υἱοὶ αὐτω̃ν καὶ αἱ θυγατέρες αὐτω̃ν τελευτήσουσιν ἐν λιμω̨̃

11:23 καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτω̃ν ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικου̃ντας ἐν Αναθωθ ἐν ἐνιαυτω̨̃ ἐπισκέψεως αὐτω̃ν

12:1 δίκαιος εἰ̃ κύριε ὅτι ἀπολογήσομαι πρὸς σέ πλὴν κρίματα λαλήσω πρὸς σέ τί ὅτι ὁδὸς ἀσεβω̃ν εὐοδου̃ται εὐθήνησαν πάντες οἱ ἀθετου̃ντες ἀθετήματα

12:2 ἐφύτευσας αὐτοὺς καὶ ἐρριζώθησαν ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν ἐγγὺς εἰ̃ σὺ του̃ στόματος αὐτω̃ν καὶ πόρρω ἀπὸ τω̃ν νεφρω̃ν αὐτω̃ν

12:3 καὶ σύ κύριε γινώσκεις με δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγη̃ς αὐτω̃ν

12:4 ἕως πότε πενθήσει ἡ γη̃ καὶ πα̃ς ὁ χόρτος του̃ ἀγρου̃ ξηρανθήσεται ἀπὸ κακίας τω̃ν κατοικούντων ἐν αὐτη̨̃ ἠφανίσθησαν κτήνη καὶ πετεινά ὅτι εἰ̃παν οὐκ ὄψεται ὁ θεὸς ὁδοὺς ἡμω̃ν

12:5 σου̃ οἱ πόδες τρέχουσιν καὶ ἐκλύουσίν σε πω̃ς παρασκευάση̨ ἐφ' ἵπποις καὶ ἐν γη̨̃ εἰρήνης σὺ πέποιθας πω̃ς ποιήσεις ἐν φρυάγματι του̃ Ιορδάνου

12:6 ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἰ̃κος του̃ πατρός σου καὶ οὑ̃τοι ἠθέτησάν σε καὶ αὐτοὶ ἐβόησαν ἐκ τω̃ν ὀπίσω σου ἐπισυνήχθησαν μὴ πιστεύση̨ς ἐν αὐτοι̃ς ὅτι λαλήσουσιν πρὸς σὲ καλά

12:7 ἐγκαταλέλοιπα τὸν οἰ̃κόν μου ἀφη̃κα τὴν κληρονομίαν μου ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χει̃ρας ἐχθρω̃ν αὐτη̃ς

12:8 ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμω̨̃ ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτη̃ς διὰ του̃το ἐμίσησα αὐτήν

12:9 μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ ἢ σπήλαιον κύκλω̨ αὐτη̃ς βαδίσατε συναγάγετε πάντα τὰ θηρία του̃ ἀγρου̃ καὶ ἐλθέτωσαν του̃ φαγει̃ν αὐτήν

12:10 ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελω̃νά μου ἐμόλυναν τὴν μερίδα μου ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον

12:11 ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας δι' ἐμὲ ἀφανισμω̨̃ ἠφανίσθη πα̃σα ἡ γη̃ ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδία̨

12:12 ἐπὶ πα̃σαν διεκβολὴν ἐν τη̨̃ ἐρήμω̨ ἠ̃λθον ταλαιπωρου̃ντες ὅτι μάχαιρα του̃ κυρίου καταφάγεται ἀπ' ἄκρου τη̃ς γη̃ς ἕως ἄκρου τη̃ς γη̃ς οὐκ ἔστιν εἰρήνη πάση̨ σαρκί

12:13 σπείρατε πυροὺς καὶ ἀκάνθας θερίσατε οἱ κλη̃ροι αὐτω̃ν οὐκ ὠφελήσουσιν αὐτούς αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμω̃ν ἀπὸ ὀνειδισμου̃ ἔναντι κυρίου

12:14 ὅτι τάδε λέγει κύριος περὶ πάντων τω̃ν γειτόνων τω̃ν πονηρω̃ν τω̃ν ἁπτομένων τη̃ς κληρονομίας μου ἡ̃ς ἐμέρισα τω̨̃ λαω̨̃ μου Ισραηλ ἰδοὺ ἐγὼ ἀποσπω̃ αὐτοὺς ἀπὸ τη̃ς γη̃ς αὐτω̃ν καὶ τὸν Ιουδαν ἐκβαλω̃ ἐκ μέσου αὐτω̃ν

12:15 καὶ ἔσται μετὰ τὸ ἐκβαλει̃ν με αὐτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς καὶ κατοικιω̃ αὐτοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτου̃ καὶ ἕκαστον εἰς τὴν γη̃ν αὐτου̃

12:16 καὶ ἔσται ἐὰν μαθόντες μάθωσιν τὴν ὁδὸν του̃ λαου̃ μου του̃ ὀμνύειν τω̨̃ ὀνόματί μου ζη̨̃ κύριος καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τη̨̃ Βααλ καὶ οἰκοδομηθήσονται ἐν μέσω̨ του̃ λαου̃ μου

12:17 ἐὰν δὲ μὴ ἐπιστρέψωσιν καὶ ἐξαρω̃ τὸ ἔθνος ἐκει̃νο ἐξάρσει καὶ ἀπωλεία̨

13:1 τάδε λέγει κύριος βάδισον καὶ κτη̃σαι σεαυτω̨̃ περίζωμα λινου̃ν καὶ περίθου περὶ τὴν ὀσφύν σου καὶ ἐν ὕδατι οὐ διελεύσεται

13:2 καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου

13:3 καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων

13:4 λαβὲ τὸ περίζωμα τὸ περὶ τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ κατάκρυψον αὐτὸ ἐκει̃ ἐν τη̨̃ τρυμαλια̨̃ τη̃ς πέτρας

13:5 καὶ ἐπορεύθην καὶ ἔκρυψα αὐτὸ ἐν τω̨̃ Εὐφράτη̨ καθὼς ἐνετείλατό μοι κύριος

13:6 καὶ ἐγένετο μεθ' ἡμέρας πολλὰς καὶ εἰ̃πεν κύριος πρός με ἀνάστηθι βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ λαβὲ ἐκει̃θεν τὸ περίζωμα ὃ ἐνετειλάμην σοι του̃ κατακρύψαι ἐκει̃

13:7 καὶ ἐπορεύθην ἐπὶ τὸν Εὐφράτην ποταμὸν καὶ ὤρυξα καὶ ἔλαβον τὸ περίζωμα ἐκ του̃ τόπου οὑ̃ κατώρυξα αὐτὸ ἐκει̃ καὶ ἰδοὺ διεφθαρμένον ἠ̃ν ὃ οὐ μὴ χρησθη̨̃ εἰς οὐθέν

13:8 καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων

13:9 τάδε λέγει κύριος οὕτω φθερω̃ τὴν ὕβριν Ιουδα καὶ τὴν ὕβριν Ιερουσαλημ

13:10 τὴν πολλὴν ταύτην ὕβριν τοὺς μὴ βουλομένους ὑπακούειν τω̃ν λόγων μου καὶ πορευθέντας ὀπίσω θεω̃ν ἀλλοτρίων του̃ δουλεύειν αὐτοι̃ς καὶ του̃ προσκυνει̃ν αὐτοι̃ς καὶ ἔσονται ὥσπερ τὸ περίζωμα του̃το ὃ οὐ χρησθήσεται εἰς οὐθέν

13:11 ὅτι καθάπερ κολλα̃ται τὸ περίζωμα περὶ τὴν ὀσφὺν του̃ ἀνθρώπου οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἰ̃κον του̃ Ισραηλ καὶ πα̃ν οἰ̃κον Ιουδα του̃ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν καὶ οὐκ εἰσήκουσάν μου

13:12 καὶ ἐρει̃ς πρὸς τὸν λαὸν του̃τον πα̃ς ἀσκὸς πληρωθήσεται οἴνου καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πα̃ς ἀσκὸς πληρωθήσεται οἴνου

13:13 καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ἰδοὺ ἐγὼ πληρω̃ τοὺς κατοικου̃ντας τὴν γη̃ν ταύτην καὶ τοὺς βασιλει̃ς αὐτω̃ν τοὺς καθημένους υἱοὺς Δαυιδ ἐπὶ θρόνου αὐτου̃ καὶ τοὺς ἱερει̃ς καὶ τοὺς προφήτας καὶ τὸν Ιουδαν καὶ πάντας τοὺς κατοικου̃ντας Ιερουσαλημ μεθύσματι

13:14 καὶ διασκορπιω̃ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτου̃ καὶ τοὺς πατέρας αὐτω̃ν καὶ τοὺς υἱοὺς αὐτω̃ν ἐν τω̨̃ αὐτω̨̃ οὐκ ἐπιποθήσω λέγει κύριος καὶ οὐ φείσομαι καὶ οὐκ οἰκτιρήσω ἀπὸ διαφθορα̃ς αὐτω̃ν

13:15 ἀκούσατε καὶ ἐνωτίσασθε καὶ μὴ ἐπαίρεσθε ὅτι κύριος ἐλάλησεν

13:16 δότε τω̨̃ κυρίω̨ θεω̨̃ ὑμω̃ν δόξαν πρὸ του̃ συσκοτάσαι καὶ πρὸς του̃ προσκόψαι πόδας ὑμω̃ν ἐπ' ὄρη σκοτεινὰ καὶ ἀναμενει̃τε εἰς φω̃ς καὶ ἐκει̃ σκιὰ θανάτου καὶ τεθήσονται εἰς σκότος

13:17 ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμω̃ν ἀπὸ προσώπου ὕβρεως καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμω̃ν δάκρυα ὅτι συνετρίβη τὸ ποίμνιον κυρίου

13:18 εἴπατε τω̨̃ βασιλει̃ καὶ τοι̃ς δυναστεύουσιν ταπεινώθητε καὶ καθίσατε ὅτι καθη̨ρέθη ἀπὸ κεφαλη̃ς ὑμω̃ν στέφανος δόξης ὑμω̃ν

13:19 πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν καὶ οὐκ ἠ̃ν ὁ ἀνοίγων ἀπω̨κίσθη Ιουδας συνετέλεσεν ἀποικίαν τελείαν

13:20 ἀνάλαβε ὀφθαλμούς σου Ιερουσαλημ καὶ ἰδὲ τοὺς ἐρχομένους ἀπὸ βορρα̃ που̃ ἐστιν τὸ ποίμνιον ὃ ἐδόθη σοι πρόβατα δόξης σου

13:21 τί ἐρει̃ς ὅταν ἐπισκέπτωνταί σε καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν οὐκ ὠδι̃νες καθέξουσίν σε καθὼς γυναι̃κα τίκτουσαν

13:22 καὶ ἐὰν εἴπη̨ς ἐν τη̨̃ καρδία̨ σου διὰ τί ἀπήντησέν μοι ταυ̃τα διὰ τὸ πλη̃θος τη̃ς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου παραδειγματισθη̃ναι τὰς πτέρνας σου

13:23 εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτου̃ καὶ πάρδαλις τὰ ποικίλματα αὐτη̃ς καὶ ὑμει̃ς δυνήσεσθε εὐ̃ ποιη̃σαι μεμαθηκότες τὰ κακά

13:24 καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα φερόμενα ὑπὸ ἀνέμου εἰς ἔρημον

13:25 οὑ̃τος ὁ κλη̃ρός σου καὶ μερὶς του̃ ἀπειθει̃ν ὑμα̃ς ἐμοί λέγει κύριος ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσιν

13:26 κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου καὶ ὀφθήσεται ἡ ἀτιμία σου

13:27 καὶ ἡ μοιχεία σου καὶ ὁ χρεμετισμός σου καὶ ἡ ἀπαλλοτρίωσις τη̃ς πορνείας σου ἐπὶ τω̃ν βουνω̃ν καὶ ἐν τοι̃ς ἀγροι̃ς ἑώρακα τὰ βδελύγματά σου οὐαί σοι Ιερουσαλημ ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου ἕως τίνος ἔτι

14:1 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν περὶ τη̃ς ἀβροχίας

14:2 ἐπένθησεν ἡ Ιουδαία καὶ αἱ πύλαι αὐτη̃ς ἐκενώθησαν καὶ ἐσκοτώθησαν ἐπὶ τη̃ς γη̃ς καὶ ἡ κραυγὴ τη̃ς Ιερουσαλημ ἀνέβη

14:3 καὶ οἱ μεγιστα̃νες αὐτη̃ς ἀπέστειλαν τοὺς νεωτέρους αὐτω̃ν ἐφ' ὕδωρ ἤλθοσαν ἐπὶ τὰ φρέατα καὶ οὐχ εὕροσαν ὕδωρ καὶ ἀπέστρεψαν τὰ ἀγγει̃α αὐτω̃ν κενά

14:4 καὶ τὰ ἔργα τη̃ς γη̃ς ἐξέλιπεν ὅτι οὐκ ἠ̃ν ὑετός ἠ̨σχύνθησαν γεωργοί ἐπεκάλυψαν τὴν κεφαλὴν αὐτω̃ν

14:5 καὶ ἔλαφοι ἐν ἀγρω̨̃ ἔτεκον καὶ ἐγκατέλιπον ὅτι οὐκ ἠ̃ν βοτάνη

14:6 ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας εἵλκυσαν ἄνεμον ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτω̃ν ὅτι οὐκ ἠ̃ν χόρτος ἀπὸ λαου̃ ἀδικίας

14:7 εἰ αἱ ἁμαρτίαι ἡμω̃ν ἀντέστησαν ἡμι̃ν κύριε ποίησον ἡμι̃ν ἕνεκεν σου̃ ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμω̃ν ἐναντίον σου̃ ὅτι σοὶ ἡμάρτομεν

14:8 ὑπομονὴ Ισραηλ κύριε καὶ σώ̨ζεις ἐν καιρω̨̃ κακω̃ν ἵνα τί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τη̃ς γη̃ς καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα

14:9 μὴ ἔση̨ ὥσπερ ἄνθρωπος ὑπνω̃ν ἢ ὡς ἀνὴρ οὐ δυνάμενος σώ̨ζειν καὶ σὺ ἐν ἡμι̃ν εἰ̃ κύριε καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ' ἡμα̃ς μὴ ἐπιλάθη̨ ἡμω̃ν

14:10 οὕτως λέγει κύριος τω̨̃ λαω̨̃ τούτω̨ ἠγάπησαν κινει̃ν πόδας αὐτω̃ν καὶ οὐκ ἐφείσαντο καὶ ὁ θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοι̃ς νυ̃ν μνησθήσεται τω̃ν ἀδικιω̃ν αὐτω̃ν

14:11 καὶ εἰ̃πεν κύριος πρός με μὴ προσεύχου περὶ του̃ λαου̃ τούτου εἰς ἀγαθά

14:12 ὅτι ἐὰν νηστεύσωσιν οὐκ εἰσακούσομαι τη̃ς δεήσεως αὐτω̃ν καὶ ἐὰν προσενέγκωσιν ὁλοκαυτώματα καὶ θυσίας οὐκ εὐδοκήσω ἐν αὐτοι̃ς ὅτι ἐν μαχαίρα̨ καὶ ἐν λιμω̨̃ καὶ ἐν θανάτω̨ ἐγὼ συντελέσω αὐτούς

14:13 καὶ εἰ̃πα ὠ̃ κύριε ἰδοὺ οἱ προφη̃ται αὐτω̃ν προφητεύουσιν καὶ λέγουσιν οὐκ ὄψεσθε μάχαιραν οὐδὲ λιμὸς ἔσται ἐν ὑμι̃ν ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τη̃ς γη̃ς καὶ ἐν τω̨̃ τόπω̨ τούτω̨

14:14 καὶ εἰ̃πεν κύριος πρός με ψευδη̃ οἱ προφη̃ται προφητεύουσιν ἐπὶ τω̨̃ ὀνόματί μου οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοι̃ς καὶ οὐκ ἐλάλησα πρὸς αὐτούς ὅτι ὁράσεις ψευδει̃ς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτω̃ν αὐτοὶ προφητεύουσιν ὑμι̃ν

14:15 διὰ του̃το τάδε λέγει κύριος περὶ τω̃ν προφητω̃ν τω̃ν προφητευόντων ἐπὶ τω̨̃ ὀνόματί μου ψευδη̃ καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτούς οἳ λέγουσιν μάχαιρα καὶ λιμὸς οὐκ ἔσται ἐπὶ τη̃ς γη̃ς ταύτης ἐν θανάτω̨ νοσερω̨̃ ἀποθανου̃νται καὶ ἐν λιμω̨̃ συντελεσθήσονται οἱ προφη̃ται

14:16 καὶ ὁ λαός οἱ̃ς αὐτοὶ προφητεύουσιν αὐτοι̃ς καὶ ἔσονται ἐρριμμένοι ἐν ται̃ς διόδοις Ιερουσαλημ ἀπὸ προσώπου μαχαίρας καὶ του̃ λιμου̃ καὶ οὐκ ἔσται ὁ θάπτων αὐτούς καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ οἱ υἱοὶ αὐτω̃ν καὶ αἱ θυγατέρες αὐτω̃ν καὶ ἐκχεω̃ ἐπ' αὐτοὺς τὰ κακὰ αὐτω̃ν

14:17 καὶ ἐρει̃ς πρὸς αὐτοὺς τὸν λόγον του̃τον καταγάγετε ἐπ' ὀφθαλμοὺς ὑμω̃ν δάκρυα ἡμέρας καὶ νυκτός καὶ μὴ διαλιπέτωσαν ὅτι συντρίμματι συνετρίβη θυγάτηρ λαου̃ μου καὶ πληγη̨̃ ὀδυνηρα̨̃ σφόδρα

14:18 ἐὰν ἐξέλθω εἰς τὸ πεδίον καὶ ἰδοὺ τραυματίαι μαχαίρας καὶ ἐὰν εἰσέλθω εἰς τὴν πόλιν καὶ ἰδοὺ πόνος λιμου̃ ὅτι ἱερεὺς καὶ προφήτης ἐπορεύθησαν εἰς γη̃ν ἣν οὐκ ἤ̨δεισαν

14:19 μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν Ιουδαν καὶ ἀπὸ Σιων ἀπέστη ἡ ψυχή σου ἵνα τί ἔπαισας ἡμα̃ς καὶ οὐκ ἔστιν ἡμι̃ν ἴασις ὑπεμείναμεν εἰς εἰρήνην καὶ οὐκ ἠ̃ν ἀγαθά εἰς καιρὸν ἰάσεως καὶ ἰδοὺ ταραχή

14:20 ἔγνωμεν κύριε ἁμαρτήματα ἡμω̃ν ἀδικίας πατέρων ἡμω̃ν ὅτι ἡμάρτομεν ἐναντίον σου

14:21 κόπασον διὰ τὸ ὄνομά σου μὴ ἀπολέση̨ς θρόνον δόξης σου μνήσθητι μὴ διασκεδάση̨ς τὴν διαθήκην σου τὴν μεθ' ἡμω̃ν

14:22 μὴ ἔστιν ἐν εἰδώλοις τω̃ν ἐθνω̃ν ὑετίζων καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτου̃ οὐχὶ σὺ εἰ̃ αὐτός καὶ ὑπομενου̃μέν σε ὅτι σὺ ἐποίησας πάντα ταυ̃τα

15:1 καὶ εἰ̃πεν κύριος πρός με ἐὰν στη̨̃ Μωυση̃ς καὶ Σαμουηλ πρὸ προσώπου μου οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς ἐξαπόστειλον τὸν λαὸν του̃τον καὶ ἐξελθέτωσαν

15:2 καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ που̃ ἐξελευσόμεθα καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ὅσοι εἰς θάνατον εἰς θάνατον καὶ ὅσοι εἰς μάχαιραν εἰς μάχαιραν καὶ ὅσοι εἰς λιμόν εἰς λιμόν καὶ ὅσοι εἰς αἰχμαλωσίαν εἰς αἰχμαλωσίαν

15:3 καὶ ἐκδικήσω ἐπ' αὐτοὺς τέσσαρα εἴδη λέγει κύριος τὴν μάχαιραν εἰς σφαγὴν καὶ τοὺς κύνας εἰς διασπασμὸν καὶ τὰ θηρία τη̃ς γη̃ς καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ εἰς βρω̃σιν καὶ εἰς διαφθοράν

15:4 καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ται̃ς βασιλείαις τη̃ς γη̃ς διὰ Μανασση υἱὸν Εζεκιου βασιλέα Ιουδα περὶ πάντων ὡ̃ν ἐποίησεν ἐν Ιερουσαλημ

15:5 τίς φείσεται ἐπὶ σοί Ιερουσαλημ καὶ τίς δειλιάσει ἐπὶ σοί ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι

15:6 σὺ ἀπεστράφης με λέγει κύριος ὀπίσω πορεύση̨ καὶ ἐκτενω̃ τὴν χει̃ρά μου καὶ διαφθερω̃ σε καὶ οὐκέτι ἀνήσω αὐτούς

15:7 καὶ διασπερω̃ αὐτοὺς ἐν διασπορα̨̃ ἐν πύλαις λαου̃ μου ἠτεκνώθησαν ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτω̃ν

15:8 ἐπληθύνθησαν χη̃ραι αὐτω̃ν ὑπὲρ τὴν ἄμμον τη̃ς θαλάσσης ἐπήγαγον ἐπὶ μητέρα νεανίσκου ταλαιπωρίαν ἐν μεσημβρία̨ ἐπέρριψα ἐπ' αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν

15:9 ἐκενώθη ἡ τίκτουσα ἑπτά ἀπεκάκησεν ἡ ψυχὴ αὐτη̃ς ἐπέδυ ὁ ἥλιος αὐτη̨̃ ἔτι μεσούσης τη̃ς ἡμέρας κατη̨σχύνθη καὶ ὠνειδίσθη τοὺς καταλοίπους αὐτω̃ν εἰς μάχαιραν δώσω ἐναντίον τω̃ν ἐχθρω̃ν αὐτω̃ν

15:10 οἴμμοι ἐγώ μη̃τερ ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάση̨ τη̨̃ γη̨̃ οὔτε ὠφέλησα οὔτε ὠφέλησέν με οὐδείς ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοι̃ς καταρωμένοις με

15:11 γένοιτο δέσποτα κατευθυνόντων αὐτω̃ν εἰ μὴ παρέστην σοι ἐν καιρω̨̃ τω̃ν κακω̃ν αὐτω̃ν καὶ ἐν καιρω̨̃ θλίψεως αὐτω̃ν εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν

15:12 εἰ γνωσθήσεται σίδηρος καὶ περιβόλαιον χαλκου̃ν

15:13 ἡ ἰσχύς σου καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πα̃σι τοι̃ς ὁρίοις σου

15:14 καὶ καταδουλώσω σε κύκλω̨ τοι̃ς ἐχθροι̃ς σου ἐν τη̨̃ γη̨̃ ἡ̨̃ οὐκ ἤ̨δεις ὅτι πυ̃ρ ἐκκέκαυται ἐκ του̃ θυμου̃ μου ἐφ' ὑμα̃ς καυθήσεται

15:15 κύριε μνήσθητί μου καὶ ἐπίσκεψαί με καὶ ἀθώ̨ωσόν με ἀπὸ τω̃ν καταδιωκόντων με μὴ εἰς μακροθυμίαν γνω̃θι ὡς ἔλαβον περὶ σου̃ ὀνειδισμὸν

15:16 ὑπὸ τω̃ν ἀθετούντων τοὺς λόγους σου συντέλεσον αὐτούς καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ' ἐμοί κύριε παντοκράτωρ

15:17 οὐκ ἐκάθισα ἐν συνεδρίω̨ αὐτω̃ν παιζόντων ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου κατὰ μόνας ἐκαθήμην ὅτι πικρίας ἐνεπλήσθην

15:18 ἵνα τί οἱ λυπου̃ντές με κατισχύουσίν μου ἡ πληγή μου στερεά πόθεν ἰαθήσομαι γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς οὐκ ἔχον πίστιν

15:19 διὰ του̃το τάδε λέγει κύριος ἐὰν ἐπιστρέψη̨ς καὶ ἀποκαταστήσω σε καὶ πρὸ προσώπου μου στήση̨ καὶ ἐὰν ἐξαγάγη̨ς τίμιον ἀπὸ ἀναξίου ὡς στόμα μου ἔση̨ καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ καὶ σὺ οὐκ ἀναστρέψεις πρὸς αὐτούς

15:20 καὶ δώσω σε τω̨̃ λαω̨̃ τούτω̨ ὡς τει̃χος ὀχυρὸν χαλκου̃ν καὶ πολεμήσουσιν πρὸς σὲ καὶ οὐ μὴ δύνωνται πρὸς σέ διότι μετὰ σου̃ εἰμι του̃ σώ̨ζειν σε

15:21 καὶ ἐξαιρει̃σθαί σε ἐκ χειρὸς πονηρω̃ν καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμω̃ν

16:1 καὶ σὺ μὴ λάβη̨ς γυναι̃κα λέγει κύριος ὁ θεὸς Ισραηλ

16:2 καὶ οὐ γεννηθήσεταί σοι υἱὸς οὐδὲ θυγάτηρ ἐν τω̨̃ τόπω̨ τούτω̨

16:3 ὅτι τάδε λέγει κύριος περὶ τω̃ν υἱω̃ν καὶ περὶ τω̃ν θυγατέρων τω̃ν γεννωμένων ἐν τω̨̃ τόπω̨ τούτω̨ καὶ περὶ τω̃ν μητέρων αὐτω̃ν τω̃ν τετοκυιω̃ν αὐτοὺς καὶ περὶ τω̃ν πατέρων αὐτω̃ν τω̃ν γεγεννηκότων αὐτοὺς ἐν τη̨̃ γη̨̃ ταύτη̨

16:4 ἐν θανάτω̨ νοσερω̨̃ ἀποθανου̃νται οὐ κοπήσονται καὶ οὐ ταφήσονται εἰς παράδειγμα ἐπὶ προσώπου τη̃ς γη̃ς ἔσονται καὶ τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ ἐν μαχαίρα̨ πεσου̃νται καὶ ἐν λιμω̨̃ συντελεσθήσονται

16:5 τάδε λέγει κύριος μὴ εἰσέλθη̨ς εἰς θίασον αὐτω̃ν καὶ μὴ πορευθη̨̃ς του̃ κόψασθαι καὶ μὴ πενθήση̨ς αὐτούς ὅτι ἀφέστακα τὴν εἰρήνην μου ἀπὸ του̃ λαου̃ τούτου

16:6 οὐ μὴ κόψωνται αὐτοὺς οὐδὲ ἐντομίδας οὐ μὴ ποιήσωσιν καὶ οὐ ξυρήσονται

16:7 καὶ οὐ μὴ κλασθη̨̃ ἄρτος ἐν πένθει αὐτω̃ν εἰς παράκλησιν ἐπὶ τεθνηκότι οὐ ποτιου̃σιν αὐτὸν ποτήριον εἰς παράκλησιν ἐπὶ πατρὶ καὶ μητρὶ αὐτου̃

16:8 εἰς οἰκίαν πότου οὐκ εἰσελεύση̨ συγκαθίσαι μετ' αὐτω̃ν του̃ φαγει̃ν καὶ πιει̃ν

16:9 διότι τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ καταλύω ἐκ του̃ τόπου τούτου ἐνώπιον τω̃ν ὀφθαλμω̃ν ὑμω̃ν καὶ ἐν ται̃ς ἡμέραις ὑμω̃ν φωνὴν χαρα̃ς καὶ φωνὴν εὐφροσύνης φωνὴν νυμφίου καὶ φωνὴν νύμφης

16:10 καὶ ἔσται ὅταν ἀναγγείλη̨ς τω̨̃ λαω̨̃ τούτω̨ ἅπαντα τὰ ῥήματα ταυ̃τα καὶ εἴπωσιν πρὸς σέ διὰ τί ἐλάλησεν κύριος ἐφ' ἡμα̃ς πάντα τὰ κακὰ ταυ̃τα τίς ἡ ἀδικία ἡμω̃ν καὶ τίς ἡ ἁμαρτία ἡμω̃ν ἣν ἡμάρτομεν ἔναντι κυρίου του̃ θεου̃ ἡμω̃ν

16:11 καὶ ἐρει̃ς αὐτοι̃ς ἀνθ' ὡ̃ν ἐγκατέλιπόν με οἱ πατέρες ὑμω̃ν λέγει κύριος καὶ ὤ̨χοντο ὀπίσω θεω̃ν ἀλλοτρίων καὶ ἐδούλευσαν αὐτοι̃ς καὶ προσεκύνησαν αὐτοι̃ς καὶ ἐμὲ ἐγκατέλιπον καὶ τὸν νόμον μου οὐκ ἐφυλάξαντο

16:12 καὶ ὑμει̃ς ἐπονηρεύσασθε ὑπὲρ τοὺς πατέρας ὑμω̃ν καὶ ἰδοὺ ὑμει̃ς πορεύεσθε ἕκαστος ὀπίσω τω̃ν ἀρεστω̃ν τη̃ς καρδίας ὑμω̃ν τη̃ς πονηρα̃ς του̃ μὴ ὑπακούειν μου

16:13 καὶ ἀπορρίψω ὑμα̃ς ἀπὸ τη̃ς γη̃ς ταύτης εἰς τὴν γη̃ν ἣν οὐκ ἤ̨δειτε ὑμει̃ς καὶ οἱ πατέρες ὑμω̃ν καὶ δουλεύσετε ἐκει̃ θεοι̃ς ἑτέροις οἳ οὐ δώσουσιν ὑμι̃ν ἔλεος

16:14 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ οὐκ ἐρου̃σιν ἔτι ζη̨̃ κύριος ὁ ἀναγαγὼν τοὺς υἱοὺς Ισραηλ ἐκ γη̃ς Αἰγύπτου

16:15 ἀλλά ζη̨̃ κύριος ὃς ἀνήγαγεν τὸν οἰ̃κον Ισραηλ ἀπὸ γη̃ς βορρα̃ καὶ ἀπὸ πασω̃ν τω̃ν χωρω̃ν οὑ̃ ἐξώσθησαν ἐκει̃ καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γη̃ν αὐτω̃ν ἣν ἔδωκα τοι̃ς πατράσιν αὐτω̃ν

16:16 ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλεει̃ς τοὺς πολλούς λέγει κύριος καὶ ἁλιεύσουσιν αὐτούς καὶ μετὰ ταυ̃τα ἀποστελω̃ τοὺς πολλοὺς θηρευτάς καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνου̃ καὶ ἐκ τω̃ν τρυμαλιω̃ν τω̃ν πετρω̃ν

16:17 ὅτι οἱ ὀφθαλμοί μου ἐπὶ πάσας τὰς ὁδοὺς αὐτω̃ν καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτω̃ν ἀπέναντι τω̃ν ὀφθαλμω̃ν μου

16:18 καὶ ἀνταποδώσω διπλα̃ς τὰς ἀδικίας αὐτω̃ν καὶ τὰς ἁμαρτίας αὐτω̃ν ἐφ' αἱ̃ς ἐβεβήλωσαν τὴν γη̃ν μου ἐν τοι̃ς θνησιμαίοις τω̃ν βδελυγμάτων αὐτω̃ν καὶ ἐν ται̃ς ἀνομίαις αὐτω̃ν ἐν αἱ̃ς ἐπλημμέλησαν τὴν κληρονομίαν μου

16:19 κύριε ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου ἐν ἡμέρα̨ κακω̃ν πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τη̃ς γη̃ς καὶ ἐρου̃σιν ὡς ψευδη̃ ἐκτήσαντο οἱ πατέρες ἡμω̃ν εἴδωλα καὶ οὐκ ἔστιν ἐν αὐτοι̃ς ὠφέλημα

16:20 εἰ ποιήσει ἑαυτω̨̃ ἄνθρωπος θεούς καὶ οὑ̃τοι οὔκ εἰσιν θεοί

16:21 διὰ του̃το ἰδοὺ ἐγὼ δηλώσω αὐτοι̃ς ἐν τω̨̃ καιρω̨̃ τούτω̨ τὴν χει̃ρά μου καὶ γνωριω̃ αὐτοι̃ς τὴν δύναμίν μου καὶ γνώσονται ὅτι ὄνομά μοι κύριος

17:5 ἐπικατάρατος ὁ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον καὶ στηρίσει σάρκα βραχίονος αὐτου̃ ἐπ' αὐτόν καὶ ἀπὸ κυρίου ἀποστη̨̃ ἡ καρδία αὐτου̃

17:6 καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τη̨̃ ἐρήμω̨ οὐκ ὄψεται ὅταν ἔλθη̨ τὰ ἀγαθά καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐν ἐρήμω̨ ἐν γη̨̃ ἁλμυρα̨̃ ἥτις οὐ κατοικει̃ται

17:7 καὶ εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τω̨̃ κυρίω̨ καὶ ἔσται κύριος ἐλπὶς αὐτου̃

17:8 καὶ ἔσται ὡς ξύλον εὐθηνου̃ν παρ' ὕδατα καὶ ἐπὶ ἰκμάδα βαλει̃ ῥίζας αὐτου̃ καὶ οὐ φοβηθήσεται ὅταν ἔλθη̨ καυ̃μα καὶ ἔσται ἐπ' αὐτω̨̃ στελέχη ἀλσώδη ἐν ἐνιαυτω̨̃ ἀβροχίας οὐ φοβηθήσεται καὶ οὐ διαλείψει ποιω̃ν καρπόν

17:9 βαθει̃α ἡ καρδία παρὰ πάντα καὶ ἄνθρωπός ἐστιν καὶ τίς γνώσεται αὐτόν

17:10 ἐγὼ κύριος ἐτάζων καρδίας καὶ δοκιμάζων νεφροὺς του̃ δου̃ναι ἑκάστω̨ κατὰ τὰς ὁδοὺς αὐτου̃ καὶ κατὰ τοὺς καρποὺς τω̃ν ἐπιτηδευμάτων αὐτου̃

17:11 ἐφώνησεν πέρδιξ συνήγαγεν ἃ οὐκ ἔτεκεν ποιω̃ν πλου̃τον αὐτου̃ οὐ μετὰ κρίσεως ἐν ἡμίσει ἡμερω̃ν αὐτου̃ ἐγκαταλείψουσιν αὐτόν καὶ ἐπ' ἐσχάτων αὐτου̃ ἔσται ἄφρων

17:12 θρόνος δόξης ὑψωμένος ἁγίασμα ἡμω̃ν

17:13 ὑπομονὴ Ισραηλ κύριε πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν ἀφεστηκότες ἐπὶ τη̃ς γη̃ς γραφήτωσαν ὅτι ἐγκατέλιπον πηγὴν ζωη̃ς τὸν κύριον

17:14 ἴασαί με κύριε καὶ ἰαθήσομαι σω̃σόν με καὶ σωθήσομαι ὅτι καύχημά μου σὺ εἰ̃

17:15 ἰδοὺ αὐτοὶ λέγουσι πρός με που̃ ἐστιν ὁ λόγος κυρίου ἐλθάτω

17:16 ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθω̃ν ὀπίσω σου καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα σὺ ἐπίστη̨ τὰ ἐκπορευόμενα διὰ τω̃ν χειλέων μου πρὸ προσώπου σού ἐστιν

17:17 μὴ γενηθη̨̃ς μοι εἰς ἀλλοτρίωσιν φειδόμενός μου ἐν ἡμέρα̨ πονηρα̨̃

17:18 καταισχυνθήτωσαν οἱ διώκοντές με καὶ μὴ καταισχυνθείην ἐγώ πτοηθείησαν αὐτοί καὶ μὴ πτοηθείην ἐγώ ἐπάγαγε ἐπ' αὐτοὺς ἡμέραν πονηράν δισσὸν σύντριμμα σύντριψον αὐτούς

17:19 τάδε λέγει κύριος βάδισον καὶ στη̃θι ἐν πύλαις υἱω̃ν λαου̃ σου ἐν αἱ̃ς εἰσπορεύονται ἐν αὐται̃ς βασιλει̃ς Ιουδα καὶ ἐν αἱ̃ς ἐκπορεύονται ἐν αὐται̃ς καὶ ἐν πάσαις ται̃ς πύλαις Ιερουσαλημ

17:20 καὶ ἐρει̃ς πρὸς αὐτούς ἀκούσατε λόγον κυρίου βασιλει̃ς Ιουδα καὶ πα̃σα Ιουδαία καὶ πα̃σα Ιερουσαλημ οἱ εἰσπορευόμενοι ἐν ται̃ς πύλαις ταύταις

17:21 τάδε λέγει κύριος φυλάσσεσθε τὰς ψυχὰς ὑμω̃ν καὶ μὴ αἴρετε βαστάγματα ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων καὶ μὴ ἐκπορεύεσθε ται̃ς πύλαις Ιερουσαλημ

17:22 καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιω̃ν ὑμω̃ν ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων καὶ πα̃ν ἔργον οὐ ποιήσετε ἁγιάσατε τὴν ἡμέραν τω̃ν σαββάτων καθὼς ἐνετειλάμην τοι̃ς πατράσιν ὑμω̃ν καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἔκλιναν τὸ οὐ̃ς αὐτω̃ν

17:23 καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτω̃ν ὑπὲρ τοὺς πατέρας αὐτω̃ν του̃ μὴ ἀκου̃σαί μου καὶ του̃ μὴ δέξασθαι παιδείαν

17:24 καὶ ἔσται ἐὰν ἀκοη̨̃ ἀκούσητέ μου λέγει κύριος του̃ μὴ εἰσφέρειν βαστάγματα διὰ τω̃ν πυλω̃ν τη̃ς πόλεως ταύτης ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων καὶ ἁγιάζειν τὴν ἡμέραν τω̃ν σαββάτων του̃ μὴ ποιει̃ν πα̃ν ἔργον

17:25 καὶ εἰσελεύσονται διὰ τω̃ν πυλω̃ν τη̃ς πόλεως ταύτης βασιλει̃ς καὶ ἄρχοντες καθήμενοι ἐπὶ θρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐφ' ἅρμασιν καὶ ἵπποις αὐτω̃ν αὐτοὶ καὶ οἱ ἄρχοντες αὐτω̃ν ἄνδρες Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ καὶ κατοικισθήσεται ἡ πόλις αὕτη εἰς τὸν αἰω̃να

17:26 καὶ ἥξουσιν ἐκ τω̃ν πόλεων Ιουδα καὶ κυκλόθεν Ιερουσαλημ καὶ ἐκ γη̃ς Βενιαμιν καὶ ἐκ τη̃ς πεδινη̃ς καὶ ἐκ του̃ ὄρους καὶ ἐκ τη̃ς πρὸς νότον φέροντες ὁλοκαυτώματα καὶ θυσίαν καὶ θυμιάματα καὶ μαναα καὶ λίβανον φέροντες αἴνεσιν εἰς οἰ̃κον κυρίου

17:27 καὶ ἔσται ἐὰν μὴ εἰσακούσητέ μου του̃ ἁγιάζειν τὴν ἡμέραν τω̃ν σαββάτων του̃ μὴ αἴρειν βαστάγματα καὶ μὴ εἰσπορεύεσθαι ται̃ς πύλαις Ιερουσαλημ ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων καὶ ἀνάψω πυ̃ρ ἐν ται̃ς πύλαις αὐτη̃ς καὶ καταφάγεται ἄμφοδα Ιερουσαλημ καὶ οὐ σβεσθήσεται

18:1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων

18:2 ἀνάστηθι καὶ κατάβηθι εἰς οἰ̃κον του̃ κεραμέως καὶ ἐκει̃ ἀκούση̨ τοὺς λόγους μου

18:3 καὶ κατέβην εἰς τὸν οἰ̃κον του̃ κεραμέως καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τω̃ν λίθων

18:4 καὶ διέπεσεν τὸ ἀγγει̃ον ὃ αὐτὸς ἐποίει ἐν ται̃ς χερσὶν αὐτου̃ καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγει̃ον ἕτερον καθὼς ἤρεσεν ἐνώπιον αὐτου̃ του̃ ποιη̃σαι

18:5 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

18:6 εἰ καθὼς ὁ κεραμεὺς οὑ̃τος οὐ δυνήσομαι του̃ ποιη̃σαι ὑμα̃ς οἰ̃κος Ισραηλ ἰδοὺ ὡς ὁ πηλὸς του̃ κεραμέως ὑμει̃ς ἐστε ἐν ται̃ς χερσίν μου

18:7 πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν του̃ ἐξα̃ραι αὐτοὺς καὶ του̃ ἀπολλύειν

18:8 καὶ ἐπιστραφη̨̃ τὸ ἔθνος ἐκει̃νο ἀπὸ πάντων τω̃ν κακω̃ν αὐτω̃ν καὶ μετανοήσω περὶ τω̃ν κακω̃ν ὡ̃ν ἐλογισάμην του̃ ποιη̃σαι αὐτοι̃ς

18:9 καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν του̃ ἀνοικοδομει̃σθαι καὶ του̃ καταφυτεύεσθαι

18:10 καὶ ποιήσωσιν τὰ πονηρὰ ἐναντίον μου του̃ μὴ ἀκούειν τη̃ς φωνη̃ς μου καὶ μετανοήσω περὶ τω̃ν ἀγαθω̃ν ὡ̃ν ἐλάλησα του̃ ποιη̃σαι αὐτοι̃ς

18:11 καὶ νυ̃ν εἰπὸν πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικου̃ντας Ιερουσαλημ ἰδοὺ ἐγὼ πλάσσω ἐφ' ὑμα̃ς κακὰ καὶ λογίζομαι ἐφ' ὑμα̃ς λογισμόν ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδου̃ αὐτου̃ τη̃ς πονηρα̃ς καὶ καλλίονα ποιήσετε τὰ ἐπιτηδεύματα ὑμω̃ν

18:12 καὶ εἰ̃παν ἀνδριούμεθα ὅτι ὀπίσω τω̃ν ἀποστροφω̃ν ἡμω̃ν πορευσόμεθα καὶ ἕκαστος τὰ ἀρεστὰ τη̃ς καρδίας αὐτου̃ τη̃ς πονηρα̃ς ποιήσομεν

18:13 διὰ του̃το τάδε λέγει κύριος ἐρωτήσατε δὴ ἐν ἔθνεσιν τίς ἤκουσεν τοιαυ̃τα φρικτά ἃ ἐποίησεν σφόδρα παρθένος Ισραηλ

18:14 μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ ἢ χιὼν ἀπὸ του̃ Λιβάνου μὴ ἐκκλινει̃ ὕδωρ βιαίως ἀνέμω̨ φερόμενον

18:15 ὅτι ἐπελάθοντό μου ὁ λαός μου εἰς κενὸν ἐθυμίασαν καὶ ἀσθενήσουσιν ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν σχοίνους αἰωνίους του̃ ἐπιβη̃ναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν

18:16 του̃ τάξαι τὴν γη̃ν αὐτω̃ν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον πάντες οἱ διαπορευόμενοι δι' αὐτη̃ς ἐκστήσονται καὶ κινήσουσιν τὴν κεφαλὴν αὐτω̃ν

18:17 ὡς ἄνεμον καύσωνα διασπερω̃ αὐτοὺς κατὰ πρόσωπον ἐχθρω̃ν αὐτω̃ν δείξω αὐτοι̃ς ἡμέραν ἀπωλείας αὐτω̃ν

18:18 καὶ εἰ̃παν δευ̃τε λογισώμεθα ἐπὶ Ιερεμιαν λογισμόν ὅτι οὐκ ἀπολει̃ται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετου̃ καὶ λόγος ἀπὸ προφήτου δευ̃τε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσση̨ καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτου̃

18:19 εἰσάκουσόν μου κύριε καὶ εἰσάκουσον τη̃ς φωνη̃ς του̃ δικαιώματός μου

18:20 εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθω̃ν κακά ὅτι συνελάλησαν ῥήματα κατὰ τη̃ς ψυχη̃ς μου καὶ τὴν κόλασιν αὐτω̃ν ἔκρυψάν μοι μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου του̃ λαλη̃σαι ὑπὲρ αὐτω̃ν ἀγαθὰ του̃ ἀποστρέψαι τὸν θυμόν σου ἀπ' αὐτω̃ν

18:21 διὰ του̃το δὸς τοὺς υἱοὺς αὐτω̃ν εἰς λιμὸν καὶ ἄθροισον αὐτοὺς εἰς χει̃ρας μαχαίρας γενέσθωσαν αἱ γυναι̃κες αὐτω̃ν ἄτεκνοι καὶ χη̃ραι καὶ οἱ ἄνδρες αὐτω̃ν γενέσθωσαν ἀνη̨ρημένοι θανάτω̨ καὶ οἱ νεανίσκοι αὐτω̃ν πεπτωκότες μαχαίρα̨ ἐν πολέμω̨

18:22 γενηθήτω κραυγὴ ἐν ται̃ς οἰκίαις αὐτω̃ν ἐπάξεις ἐπ' αὐτοὺς λη̨στὰς ἄφνω ὅτι ἐνεχείρησαν λόγον εἰς σύλλημψίν μου καὶ παγίδας ἔκρυψαν ἐπ' ἐμέ

18:23 καὶ σύ κύριε ἔγνως ἅπασαν τὴν βουλὴν αὐτω̃ν ἐπ' ἐμὲ εἰς θάνατον μὴ ἀθω̨ώση̨ς τὰς ἀδικίας αὐτω̃ν καὶ τὰς ἁμαρτίας αὐτω̃ν ἀπὸ προσώπου σου μὴ ἐξαλείψη̨ς γενέσθω ἡ ἀσθένεια αὐτω̃ν ἐναντίον σου ἐν καιρω̨̃ θυμου̃ σου ποίησον ἐν αὐτοι̃ς

19:1 τότε εἰ̃πεν κύριος πρός με βάδισον καὶ κτη̃σαι βι̃κον πεπλασμένον ὀστράκινον καὶ ἄξεις ἀπὸ τω̃ν πρεσβυτέρων του̃ λαου̃ καὶ ἀπὸ τω̃ν πρεσβυτέρων τω̃ν ἱερέων

19:2 καὶ ἐξελεύση̨ εἰς τὸ πολυάνδριον υἱω̃ν τω̃ν τέκνων αὐτω̃ν ὅ ἐστιν ἐπὶ τω̃ν προθύρων πύλης τη̃ς χαρσιθ καὶ ἀνάγνωθι ἐκει̃ πάντας τοὺς λόγους οὓς ἂν λαλήσω πρὸς σέ

19:3 καὶ ἐρει̃ς αὐτοι̃ς ἀκούσατε τὸν λόγον κυρίου βασιλει̃ς Ιουδα καὶ ἄνδρες Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ καὶ οἱ εἰσπορευόμενοι ἐν ται̃ς πύλαις ταύταις τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον του̃τον κακὰ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὠ̃τα αὐτου̃

19:4 ἀνθ' ὡ̃ν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον του̃τον καὶ ἐθυμίασαν ἐν αὐτω̨̃ θεοι̃ς ἀλλοτρίοις οἱ̃ς οὐκ ἤ̨δεισαν αὐτοὶ καὶ οἱ πατέρες αὐτω̃ν καὶ οἱ βασιλει̃ς Ιουδα ἔπλησαν τὸν τόπον του̃τον αἱμάτων ἀθώ̨ων

19:5 καὶ ὠ̨κοδόμησαν ὑψηλὰ τη̨̃ Βααλ του̃ κατακαίειν τοὺς υἱοὺς αὐτω̃ν ἐν πυρί ἃ οὐκ ἐνετειλάμην οὐδὲ ἐλάλησα οὐδὲ διενοήθην ἐν τη̨̃ καρδία̨ μου

19:6 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ οὐ κληθήσεται τω̨̃ τόπω̨ τούτω̨ ἔτι διάπτωσις καὶ πολυάνδριον υἱου̃ Εννομ ἀλλ' ἢ πολυάνδριον τη̃ς σφαγη̃ς

19:7 καὶ σφάξω τὴν βουλὴν Ιουδα καὶ τὴν βουλὴν Ιερουσαλημ ἐν τω̨̃ τόπω̨ τούτω̨ καὶ καταβαλω̃ αὐτοὺς ἐν μαχαίρα̨ ἐναντίον τω̃ν ἐχθρω̃ν αὐτω̃ν καὶ ἐν χερσὶν τω̃ν ζητούντων τὰς ψυχὰς αὐτω̃ν καὶ δώσω τοὺς νεκροὺς αὐτω̃ν εἰς βρω̃σιν τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ τοι̃ς θηρίοις τη̃ς γη̃ς

19:8 καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συριγμόν πα̃ς ὁ παραπορευόμενος ἐπ' αὐτη̃ς σκυθρωπάσει καὶ συριει̃ ὑπὲρ πάσης τη̃ς πληγη̃ς αὐτη̃ς

19:9 καὶ ἔδονται τὰς σάρκας τω̃ν υἱω̃ν αὐτω̃ν καὶ τὰς σάρκας τω̃ν θυγατέρων αὐτω̃ν καὶ ἕκαστος τὰς σάρκας του̃ πλησίον αὐτου̃ ἔδονται ἐν τη̨̃ περιοχη̨̃ καὶ ἐν τη̨̃ πολιορκία̨ ἡ̨̃ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτω̃ν

19:10 καὶ συντρίψεις τὸν βι̃κον κατ' ὀφθαλμοὺς τω̃ν ἀνδρω̃ν τω̃ν ἐκπορευομένων μετὰ σου̃

19:11 καὶ ἐρει̃ς τάδε λέγει κύριος οὕτως συντρίψω τὸν λαὸν του̃τον καὶ τὴν πόλιν ταύτην καθὼς συντρίβεται ἄγγος ὀστράκινον ὃ οὐ δυνήσεται ἰαθη̃ναι ἔτι

19:12 οὕτως ποιήσω λέγει κύριος τω̨̃ τόπω̨ τούτω̨ καὶ τοι̃ς κατοικου̃σιν ἐν αὐτω̨̃ του̃ δοθη̃ναι τὴν πόλιν ταύτην ὡς τὴν διαπίπτουσαν

19:13 καὶ οἱ οἰ̃κοι Ιερουσαλημ καὶ οἱ οἰ̃κοι βασιλέων Ιουδα ἔσονται καθὼς ὁ τόπος ὁ διαπίπτων τω̃ν ἀκαθαρσιω̃ν ἐν πάσαις ται̃ς οἰκίαις ἐν αἱ̃ς ἐθυμίασαν ἐπὶ τω̃ν δωμάτων αὐτω̃ν πάση̨ τη̨̃ στρατια̨̃ του̃ οὐρανου̃ καὶ ἔσπεισαν σπονδὰς θεοι̃ς ἀλλοτρίοις

19:14 καὶ ἠ̃λθεν Ιερεμιας ἀπὸ τη̃ς διαπτώσεως οὑ̃ ἀπέστειλεν αὐτὸν κύριος ἐκει̃ του̃ προφητευ̃σαι καὶ ἔστη ἐν τη̨̃ αὐλη̨̃ οἴκου κυρίου καὶ εἰ̃πε πρὸς πάντα τὸν λαόν

19:15 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ πάσας τὰς πόλεις αὐτη̃ς καὶ ἐπὶ τὰς κώμας αὐτη̃ς ἅπαντα τὰ κακά ἃ ἐλάλησα ἐπ' αὐτήν ὅτι ἐσκλήρυναν τὸν τράχηλον αὐτω̃ν του̃ μὴ εἰσακούειν τω̃ν λόγων μου

20:1 καὶ ἤκουσεν Πασχωρ υἱὸς Εμμηρ ὁ ἱερεύς καὶ οὑ̃τος ἠ̃ν καθεσταμένος ἡγούμενος οἴκου κυρίου του̃ Ιερεμιου προφητεύοντος τοὺς λόγους τούτους

20:2 καὶ ἐπάταξεν αὐτὸν καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταρράκτην ὃς ἠ̃ν ἐν πύλη̨ οἴκου ἀποτεταγμένου του̃ ὑπερώ̨ου ὃς ἠ̃ν ἐν οἴκω̨ κυρίου

20:3 καὶ ἐξήγαγεν Πασχωρ τὸν Ιερεμιαν ἐκ του̃ καταρράκτου καὶ εἰ̃πεν αὐτω̨̃ Ιερεμιας οὐχὶ Πασχωρ ἐκάλεσεν κύριος τὸ ὄνομά σου ἀλλ' ἢ μέτοικον

20:4 διότι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πα̃σι τοι̃ς φίλοις σου καὶ πεσου̃νται ἐν μαχαίρα̨ ἐχθρω̃ν αὐτω̃ν καὶ οἱ ὀφθαλμοί σου ὄψονται καὶ σὲ καὶ πάντα Ιουδαν δώσω εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος καὶ μετοικιου̃σιν αὐτοὺς καὶ κατακόψουσιν αὐτοὺς ἐν μαχαίραις

20:5 καὶ δώσω τὴν πα̃σαν ἰσχὺν τη̃ς πόλεως ταύτης καὶ πάντας τοὺς πόνους αὐτη̃ς καὶ πάντας τοὺς θησαυροὺς του̃ βασιλέως Ιουδα εἰς χει̃ρας ἐχθρω̃ν αὐτου̃ καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλω̃να

20:6 καὶ σὺ καὶ πάντες οἱ κατοικου̃ντες ἐν τω̨̃ οἴκω̨ σου πορεύσεσθε ἐν αἰχμαλωσία̨ καὶ ἐν Βαβυλω̃νι ἀποθανη̨̃ καὶ ἐκει̃ ταφήση̨ σὺ καὶ πάντες οἱ φίλοι σου οἱ̃ς ἐπροφήτευσας αὐτοι̃ς ψευδη̃

20:7 ἠπάτησάς με κύριε καὶ ἠπατήθην ἐκράτησας καὶ ἠδυνάσθης ἐγενόμην εἰς γέλωτα πα̃σαν ἡμέραν διετέλεσα μυκτηριζόμενος

20:8 ὅτι πικρω̨̃ λόγω̨ μου γελάσομαι ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι ὅτι ἐγενήθη λόγος κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ εἰς χλευασμὸν πα̃σαν ἡμέραν μου

20:9 καὶ εἰ̃πα οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ καὶ ἐγένετο ὡς πυ̃ρ καιόμενον φλέγον ἐν τοι̃ς ὀστέοις μου καὶ παρει̃μαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν

20:10 ὅτι ἤκουσα ψόγον πολλω̃ν συναθροιζομένων κυκλόθεν ἐπισύστητε καὶ ἐπισυστω̃μεν αὐτω̨̃ πάντες ἄνδρες φίλοι αὐτου̃ τηρήσατε τὴν ἐπίνοιαν αὐτου̃ εἰ ἀπατηθήσεται καὶ δυνησόμεθα αὐτω̨̃ καὶ λημψόμεθα τὴν ἐκδίκησιν ἡμω̃ν ἐξ αὐτου̃

20:11 καὶ κύριος μετ' ἐμου̃ καθὼς μαχητὴς ἰσχύων διὰ του̃το ἐδίωξαν καὶ νοη̃σαι οὐκ ἠδύναντο ἠ̨σχύνθησαν σφόδρα ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτω̃ν αἳ δι' αἰω̃νος οὐκ ἐπιλησθήσονται

20:12 κύριε δοκιμάζων δίκαια συνίων νεφροὺς καὶ καρδίας ἴδοιμι τὴν παρὰ σου̃ ἐκδίκησιν ἐν αὐτοι̃ς ὅτι πρὸς σὲ ἀπεκάλυψα τὰ ἀπολογήματά μου

20:13 ἄ̨σατε τω̨̃ κυρίω̨ αἰνέσατε αὐτω̨̃ ὅτι ἐξείλατο ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένων

20:14 ἐπικατάρατος ἡ ἡμέρα ἐν ἡ̨̃ ἐτέχθην ἐν αὐτη̨̃ ἡ ἡμέρα ἐν ἡ̨̃ ἔτεκέν με ἡ μήτηρ μου μὴ ἔστω ἐπευκτή

20:15 ἐπικατάρατος ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τω̨̃ πατρί μου λέγων ἐτέχθη σοι ἄρσεν εὐφραινόμενος

20:16 ἔστω ὁ ἄνθρωπος ἐκει̃νος ὡς αἱ πόλεις ἃς κατέστρεψεν κύριος ἐν θυμω̨̃ καὶ οὐ μετεμελήθη ἀκουσάτω κραυγη̃ς τὸ πρωὶ καὶ ἀλαλαγμου̃ μεσημβρίας

20:17 ὅτι οὐκ ἀπέκτεινέν με ἐν μήτρα̨ μητρὸς καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου καὶ ἡ μήτρα συλλήμψεως αἰωνίας

20:18 ἵνα τί του̃το ἐξη̃λθον ἐκ μήτρας του̃ βλέπειν κόπους καὶ πόνους καὶ διετέλεσαν ἐν αἰσχύνη̨ αἱ ἡμέραι μου

21:1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ὅτε ἀπέστειλεν πρὸς αὐτὸν ὁ βασιλεὺς Σεδεκιας τὸν Πασχωρ υἱὸν Μελχιου καὶ Σοφονιαν υἱὸν Μαασαιου τὸν ἱερέα λέγων

21:2 ἐπερώτησον περὶ ἡμω̃ν τὸν κύριον ὅτι βασιλεὺς Βαβυλω̃νος ἐφέστηκεν ἐφ' ἡμα̃ς εἰ ποιήσει κύριος κατὰ πάντα τὰ θαυμάσια αὐτου̃ καὶ ἀπελεύσεται ἀφ' ἡμω̃ν

21:3 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ιερεμιας οὕτως ἐρει̃τε πρὸς Σεδεκιαν βασιλέα Ιουδα

21:4 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ μεταστρέφω τὰ ὅπλα τὰ πολεμικά ἐν οἱ̃ς ὑμει̃ς πολεμει̃τε ἐν αὐτοι̃ς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμα̃ς ἔξωθεν του̃ τείχους εἰς τὸ μέσον τη̃ς πόλεως ταύτης

21:5 καὶ πολεμήσω ἐγὼ ὑμα̃ς ἐν χειρὶ ἐκτεταμένη̨ καὶ ἐν βραχίονι κραταιω̨̃ μετὰ θυμου̃ καὶ ὀργη̃ς καὶ παροργισμου̃ μεγάλου

21:6 καὶ πατάξω πάντας τοὺς κατοικου̃ντας ἐν τη̨̃ πόλει ταύτη̨ τοὺς ἀνθρώπους καὶ τὰ κτήνη ἐν θανάτω̨ μεγάλω̨ καὶ ἀποθανου̃νται

21:7 καὶ μετὰ ταυ̃τα οὕτως λέγει κύριος δώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς παι̃δας αὐτου̃ καὶ τὸν λαὸν τὸν καταλειφθέντα ἐν τη̨̃ πόλει ταύτη̨ ἀπὸ του̃ θανάτου καὶ ἀπὸ του̃ λιμου̃ καὶ ἀπὸ τη̃ς μαχαίρας εἰς χει̃ρας ἐχθρω̃ν αὐτω̃ν τω̃ν ζητούντων τὰς ψυχὰς αὐτω̃ν καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας οὐ φείσομαι ἐπ' αὐτοι̃ς καὶ οὐ μὴ οἰκτιρήσω αὐτούς

21:8 καὶ πρὸς τὸν λαὸν του̃τον ἐρει̃ς τάδε λέγει κύριος ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμω̃ν τὴν ὁδὸν τη̃ς ζωη̃ς καὶ τὴν ὁδὸν του̃ θανάτου

21:9 ὁ καθήμενος ἐν τη̨̃ πόλει ταύτη̨ ἀποθανει̃ται ἐν μαχαίρα̨ καὶ ἐν λιμω̨̃ καὶ ὁ ἐκπορευόμενος προσχωρη̃σαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμα̃ς ζήσεται καὶ ἔσται ἡ ψυχὴ αὐτου̃ εἰς σκυ̃λα καὶ ζήσεται

21:10 διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος παραδοθήσεται καὶ κατακαύσει αὐτὴν ἐν πυρί

21:11 ὁ οἰ̃κος βασιλέως Ιουδα ἀκούσατε λόγον κυρίου

21:12 οἰ̃κος Δαυιδ τάδε λέγει κύριος κρίνατε τὸ πρωὶ κρίμα καὶ κατευθύνατε καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικου̃ντος αὐτόν ὅπως μὴ ἀναφθη̨̃ ὡς πυ̃ρ ἡ ὀργή μου καὶ καυθήσεται καὶ οὐκ ἔσται ὁ σβέσων

21:13 ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικου̃ντα τὴν κοιλάδα Σορ τὴν πεδινὴν τοὺς λέγοντας τίς πτοήσει ἡμα̃ς ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμω̃ν

21:14 καὶ ἀνάψω πυ̃ρ ἐν τω̨̃ δρυμω̨̃ αὐτη̃ς καὶ ἔδεται πάντα τὰ κύκλω̨ αὐτη̃ς

22:1 τάδε λέγει κύριος πορεύου καὶ κατάβηθι εἰς τὸν οἰ̃κον του̃ βασιλέως Ιουδα καὶ λαλήσεις ἐκει̃ τὸν λόγον του̃τον

22:2 καὶ ἐρει̃ς ἄκουε λόγον κυρίου βασιλευ̃ Ιουδα ὁ καθήμενος ἐπὶ θρόνου Δαυιδ σὺ καὶ ὁ οἰ̃κός σου καὶ ὁ λαός σου καὶ οἱ εἰσπορευόμενοι ται̃ς πύλαις ταύταις

22:3 τάδε λέγει κύριος ποιει̃τε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρει̃σθε διηρπασμένον ἐκ χειρὸς ἀδικου̃ντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβει̃τε καὶ αἱ̃μα ἀθω̨̃ον μὴ ἐκχέητε ἐν τω̨̃ τόπω̨ τούτω̨

22:4 διότι ἐὰν ποιου̃ντες ποιήσητε τὸν λόγον του̃τον καὶ εἰσελεύσονται ἐν ται̃ς πύλαις του̃ οἴκου τούτου βασιλει̃ς καθήμενοι ἐπὶ θρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐφ' ἁρμάτων καὶ ἵππων αὐτοὶ καὶ οἱ παι̃δες αὐτω̃ν καὶ ὁ λαὸς αὐτω̃ν

22:5 ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους κατ' ἐμαυτου̃ ὤμοσα λέγει κύριος ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἰ̃κος οὑ̃τος

22:6 ὅτι τάδε λέγει κύριος κατὰ του̃ οἴκου βασιλέως Ιουδα Γαλααδ σύ μοι ἀρχὴ του̃ Λιβάνου ἐὰν μὴ θω̃ σε εἰς ἔρημον πόλεις μὴ κατοικηθησομένας

22:7 καὶ ἐπάξω ἐπὶ σὲ ἄνδρα ὀλεθρεύοντα καὶ τὸν πέλεκυν αὐτου̃ καὶ ἐκκόψουσιν τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλου̃σιν εἰς τὸ πυ̃ρ

22:8 καὶ διελεύσονται ἔθνη διὰ τη̃ς πόλεως ταύτης καὶ ἐρου̃σιν ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ διὰ τί ἐποίησεν κύριος οὕτως τη̨̃ πόλει τη̨̃ μεγάλη̨ ταύτη̨

22:9 καὶ ἐρου̃σιν ἀνθ' ὡ̃ν ἐγκατέλιπον τὴν διαθήκην κυρίου θεου̃ αὐτω̃ν καὶ προσεκύνησαν θεοι̃ς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοι̃ς

22:10 μὴ κλαίετε τὸν τεθνηκότα μηδὲ θρηνει̃τε αὐτόν κλαύσατε κλαυθμω̨̃ τὸν ἐκπορευόμενον ὅτι οὐκ ἐπιστρέψει ἔτι καὶ οὐ μὴ ἴδη̨ τὴν γη̃ν πατρίδος αὐτου̃

22:11 διότι τάδε λέγει κύριος ἐπὶ Σελλημ υἱὸν Ιωσια τὸν βασιλεύοντα ἀντὶ Ιωσια του̃ πατρὸς αὐτου̃ ὃς ἐξη̃λθεν ἐκ του̃ τόπου τούτου οὐκ ἀναστρέψει ἐκει̃ οὐκέτι

22:12 ἀλλ' ἢ ἐν τω̨̃ τόπω̨ οὑ̃ μετώ̨κισα αὐτόν ἐκει̃ ἀποθανει̃ται καὶ τὴν γη̃ν ταύτην οὐκ ὄψεται ἔτι

22:13 ὠ̃ ὁ οἰκοδομω̃ν οἰκίαν αὐτου̃ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερω̨̃α αὐτου̃ οὐκ ἐν κρίματι παρὰ τω̨̃ πλησίον αὐτου̃ ἐργα̃ται δωρεὰν καὶ τὸν μισθὸν αὐτου̃ οὐ μὴ ἀποδώσει αὐτω̨̃

22:14 ὠ̨κοδόμησας σεαυτω̨̃ οἰ̃κον σύμμετρον ὑπερω̨̃α ῥιπιστὰ διεσταλμένα θυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρω̨ καὶ κεχρισμένα ἐν μίλτω̨

22:15 μὴ βασιλεύσεις ὅτι σὺ παροξύνη̨ ἐν Αχαζ τω̨̃ πατρί σου οὐ φάγονται καὶ οὐ πίονται βέλτιον ἠ̃ν σε ποιει̃ν κρίμα καὶ δικαιοσύνην καλήν

22:16 οὐκ ἔγνωσαν οὐκ ἔκριναν κρίσιν ταπεινω̨̃ οὐδὲ κρίσιν πένητος οὐ του̃τό ἐστιν τὸ μὴ γνω̃ναί σε ἐμέ λέγει κύριος

22:17 ἰδοὺ οὔκ εἰσιν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή ἀλλ' εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἱ̃μα τὸ ἀθω̨̃ον του̃ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδίκημα καὶ εἰς φόνον του̃ ποιει̃ν

22:18 διὰ του̃το τάδε λέγει κύριος ἐπὶ Ιωακιμ υἱὸν Ιωσια βασιλέα Ιουδα οὐαὶ ἐπὶ τὸν ἄνδρα του̃τον οὐ μὴ κόψωνται αὐτόν ὠ̃ ἀδελφέ οὐδὲ μὴ κλαύσονται αὐτόν οἴμμοι κύριε

22:19 ταφὴν ὄνου ταφήσεται συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τη̃ς πύλης Ιερουσαλημ

22:20 ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κέκραξον καὶ εἰς τὴν Βασαν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τη̃ς θαλάσσης ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου

22:21 ἐλάλησα πρὸς σὲ ἐν τη̨̃ παραπτώσει σου καὶ εἰ̃πας οὐκ ἀκούσομαι αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου οὐκ ἤκουσας τη̃ς φωνη̃ς μου

22:22 πάντας τοὺς ποιμένας σου ποιμανει̃ ἄνεμος καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσία̨ ἐξελεύσονται ὅτι τότε αἰσχυνθήση̨ καὶ ἀτιμωθήση̨ ἀπὸ πάντων τω̃ν φιλούντων σε

22:23 κατοικου̃σα ἐν τω̨̃ Λιβάνω̨ ἐννοσσεύουσα ἐν ται̃ς κέδροις καταστενάξεις ἐν τω̨̃ ἐλθει̃ν σοι ὠδι̃νας ὡς τικτούσης

22:24 ζω̃ ἐγώ λέγει κύριος ἐὰν γενόμενος γένηται Ιεχονιας υἱὸς Ιωακιμ βασιλεὺς Ιουδα ἀποσφράγισμα ἐπὶ τη̃ς χειρὸς τη̃ς δεξια̃ς μου ἐκει̃θεν ἐκσπάσω σε

22:25 καὶ παραδώσω σε εἰς χει̃ρας τω̃ν ζητούντων τὴν ψυχήν σου ὡ̃ν σὺ εὐλαβη̨̃ ἀπὸ προσώπου αὐτω̃ν εἰς χει̃ρας τω̃ν Χαλδαίων

22:26 καὶ ἀπορρίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκου̃σάν σε εἰς γη̃ν οὑ̃ οὐκ ἐτέχθης ἐκει̃ καὶ ἐκει̃ ἀποθανει̃σθε

22:27 εἰς δὲ τὴν γη̃ν ἣν αὐτοὶ εὔχονται ται̃ς ψυχαι̃ς αὐτω̃ν οὐ μὴ ἀποστρέψωσιν

22:28 ἠτιμώθη Ιεχονιας ὡς σκευ̃ος οὑ̃ οὐκ ἔστιν χρεία αὐτου̃ ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γη̃ν ἣν οὐκ ἤ̨δει

22:29 γη̃ γη̃ ἄκουε λόγον κυρίου

22:30 γράψον τὸν ἄνδρα του̃τον ἐκκήρυκτον ἄνθρωπον ὅτι οὐ μὴ αὐξηθη̨̃ ἐκ του̃ σπέρματος αὐτου̃ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυιδ ἄρχων ἔτι ἐν τω̨̃ Ιουδα

23:1 ὠ̃ οἱ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολλύοντες τὰ πρόβατα τη̃ς νομη̃ς μου

23:2 διὰ του̃το τάδε λέγει κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου ὑμει̃ς διεσκορπίσατε τὰ πρόβατά μου καὶ ἐξώσατε αὐτὰ καὶ οὐκ ἐπεσκέψασθε αὐτά ἰδοὺ ἐγὼ ἐκδικω̃ ἐφ' ὑμα̃ς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμω̃ν

23:3 καὶ ἐγὼ εἰσδέξομαι τοὺς καταλοίπους του̃ λαου̃ μου ἀπὸ πάσης τη̃ς γη̃ς οὑ̃ ἐξω̃σα αὐτοὺς ἐκει̃ καὶ καταστήσω αὐτοὺς εἰς τὴν νομὴν αὐτω̃ν καὶ αὐξηθήσονται καὶ πληθυνθήσονται

23:4 καὶ ἀναστήσω αὐτοι̃ς ποιμένας οἳ ποιμανου̃σιν αὐτούς καὶ οὐ φοβηθήσονται ἔτι οὐδὲ πτοηθήσονται λέγει κύριος

23:5 ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἀναστήσω τω̨̃ Δαυιδ ἀνατολὴν δικαίαν καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τη̃ς γη̃ς

23:6 ἐν ται̃ς ἡμέραις αὐτου̃ σωθήσεται Ιουδας καὶ Ισραηλ κατασκηνώσει πεποιθώς καὶ του̃το τὸ ὄνομα αὐτου̃ ὃ καλέσει αὐτὸν κύριος Ιωσεδεκ

23:9 ἐν τοι̃ς προφήταις συνετρίβη ἡ καρδία μου ἐν ἐμοὶ ἐσαλεύθη πάντα τὰ ὀστα̃ μου ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος καὶ ὡς ἄνθρωπος συνεχόμενος ἀπὸ οἴνου ἀπὸ προσώπου κυρίου καὶ ἀπὸ προσώπου εὐπρεπείας δόξης αὐτου̃

23:10 ὅτι ἀπὸ προσώπου τούτων ἐπένθησεν ἡ γη̃ ἐξηράνθησαν αἱ νομαὶ τη̃ς ἐρήμου καὶ ἐγένετο ὁ δρόμος αὐτω̃ν πονηρὸς καὶ ἡ ἰσχὺς αὐτω̃ν οὐχ οὕτως

23:11 ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν καὶ ἐν τω̨̃ οἴκω̨ μου εἰ̃δον πονηρίας αὐτω̃ν

23:12 διὰ του̃το γενέσθω ἡ ὁδὸς αὐτω̃ν αὐτοι̃ς εἰς ὀλίσθημα ἐν γνόφω̨ καὶ ὑποσκελισθήσονται καὶ πεσου̃νται ἐν αὐτη̨̃ διότι ἐπάξω ἐπ' αὐτοὺς κακὰ ἐν ἐνιαυτω̨̃ ἐπισκέψεως αὐτω̃ν φησὶν κύριος

23:13 καὶ ἐν τοι̃ς προφήταις Σαμαρείας εἰ̃δον ἀνομήματα ἐπροφήτευσαν διὰ τη̃ς Βααλ καὶ ἐπλάνησαν τὸν λαόν μου Ισραηλ

23:14 καὶ ἐν τοι̃ς προφήταις Ιερουσαλημ ἑώρακα φρικτά μοιχωμένους καὶ πορευομένους ἐν ψεύδεσι καὶ ἀντιλαμβανομένους χειρω̃ν πονηρω̃ν του̃ μὴ ἀποστραφη̃ναι ἕκαστον ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ τη̃ς πονηρα̃ς ἐγενήθησάν μοι πάντες ὡς Σοδομα καὶ οἱ κατοικου̃ντες αὐτὴν ὥσπερ Γομορρα

23:15 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ψωμιω̃ αὐτοὺς ὀδύνην καὶ ποτιω̃ αὐτοὺς ὕδωρ πικρόν ὅτι ἀπὸ τω̃ν προφητω̃ν Ιερουσαλημ ἐξη̃λθεν μολυσμὸς πάση̨ τη̨̃ γη̨̃

23:16 οὕτως λέγει κύριος παντοκράτωρ μὴ ἀκούετε τοὺς λόγους τω̃ν προφητω̃ν ὅτι ματαιου̃σιν ἑαυτοι̃ς ὅρασιν ἀπὸ καρδίας αὐτω̃ν λαλου̃σιν καὶ οὐκ ἀπὸ στόματος κυρίου

23:17 λέγουσιν τοι̃ς ἀπωθουμένοις τὸν λόγον κυρίου εἰρήνη ἔσται ὑμι̃ν καὶ πα̃σιν τοι̃ς πορευομένοις τοι̃ς θελήμασιν αὐτω̃ν παντὶ τω̨̃ πορευομένω̨ πλάνη̨ καρδίας αὐτου̃ εἰ̃παν οὐχ ἥξει ἐπὶ σὲ κακά

23:18 ὅτι τίς ἔστη ἐν ὑποστήματι κυρίου καὶ εἰ̃δεν τὸν λόγον αὐτου̃ τίς ἐνωτίσατο καὶ ἤκουσεν

23:19 ἰδοὺ σεισμὸς παρὰ κυρίου καὶ ὀργὴ ἐκπορεύεται εἰς συσσεισμόν συστρεφομένη ἐπὶ τοὺς ἀσεβει̃ς ἥξει

23:20 καὶ οὐκέτι ἀποστρέψει ὁ θυμὸς κυρίου ἕως ἂν ποιήση̨ αὐτὸ καὶ ἕως ἂν ἀναστήση̨ αὐτὸ ἀπὸ ἐγχειρήματος καρδίας αὐτου̃ ἐπ' ἐσχάτου τω̃ν ἡμερω̃ν νοήσουσιν αὐτά

23:21 οὐκ ἀπέστελλον τοὺς προφήτας καὶ αὐτοὶ ἔτρεχον οὐκ ἐλάλησα πρὸς αὐτούς καὶ αὐτοὶ ἐπροφήτευον

23:22 καὶ εἰ ἔστησαν ἐν τη̨̃ ὑποστάσει μου καὶ εἰσήκουσαν τω̃ν λόγων μου καὶ τὸν λαόν μου ἂν ἀπέστρεφον αὐτοὺς ἀπὸ τω̃ν πονηρω̃ν ἐπιτηδευμάτων αὐτω̃ν

23:23 θεὸς ἐγγίζων ἐγώ εἰμι λέγει κύριος καὶ οὐχὶ θεὸς πόρρωθεν

23:24 εἰ κρυβήσεται ἄνθρωπος ἐν κρυφαίοις καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γη̃ν ἐγὼ πληρω̃ λέγει κύριος

23:25 ἤκουσα ἃ λαλου̃σιν οἱ προφη̃ται ἃ προφητεύουσιν ἐπὶ τω̨̃ ὀνόματί μου ψευδη̃ λέγοντες ἠνυπνιασάμην ἐνύπνιον

23:26 ἕως πότε ἔσται ἐν καρδία̨ τω̃ν προφητω̃ν τω̃ν προφητευόντων ψευδη̃ καὶ ἐν τω̨̃ προφητεύειν αὐτοὺς τὰ θελήματα καρδίας αὐτω̃ν

23:27 τω̃ν λογιζομένων του̃ ἐπιλαθέσθαι του̃ νόμου μου ἐν τοι̃ς ἐνυπνίοις αὐτω̃ν ἃ διηγου̃ντο ἕκαστος τω̨̃ πλησίον αὐτου̃ καθάπερ ἐπελάθοντο οἱ πατέρες αὐτω̃ν του̃ ὀνόματός μου ἐν τη̨̃ Βααλ

23:28 ὁ προφήτης ἐν ὡ̨̃ τὸ ἐνύπνιόν ἐστιν διηγησάσθω τὸ ἐνύπνιον αὐτου̃ καὶ ἐν ὡ̨̃ ὁ λόγος μου πρὸς αὐτόν διηγησάσθω τὸν λόγον μου ἐπ' ἀληθείας τί τὸ ἄχυρον πρὸς τὸν σι̃τον οὕτως οἱ λόγοι μου λέγει κύριος

23:29 οὐχὶ οἱ λόγοι μου ὥσπερ πυ̃ρ φλέγον λέγει κύριος καὶ ὡς πέλυξ κόπτων πέτραν

23:30 διὰ του̃το ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας λέγει κύριος ὁ θεός τοὺς κλέπτοντας τοὺς λόγους μου ἕκαστος παρὰ του̃ πλησίον αὐτου̃

23:31 ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς ἐκβάλλοντας προφητείας γλώσσης καὶ νυστάζοντας νυσταγμὸν ἑαυτω̃ν

23:32 ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς προφητεύοντας ἐνύπνια ψευδη̃ καὶ διηγου̃ντο αὐτὰ καὶ ἐπλάνησαν τὸν λαόν μου ἐν τοι̃ς ψεύδεσιν αὐτω̃ν καὶ ἐν τοι̃ς πλάνοις αὐτω̃ν καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοι̃ς καὶ ὠφέλειαν οὐκ ὠφελήσουσιν τὸν λαὸν του̃τον

23:33 καὶ ἐὰν ἐρωτήσωσί σε ὁ λαὸς οὑ̃τος ἢ ἱερεὺς ἢ προφήτης λέγων τί τὸ λη̃μμα κυρίου καὶ ἐρει̃ς αὐτοι̃ς ὑμει̃ς ἐστε τὸ λη̃μμα καὶ ῥάξω ὑμα̃ς λέγει κύριος

23:34 καὶ ὁ προφήτης καὶ ὁ ἱερεὺς καὶ ὁ λαός οἳ ἂν εἴπωσιν λη̃μμα κυρίου καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκει̃νον καὶ τὸν οἰ̃κον αὐτου̃

23:35 ὅτι οὕτως ἐρει̃τε ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ καὶ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτου̃ τί ἀπεκρίθη κύριος καὶ τί ἐλάλησεν κύριος

23:36 καὶ λη̃μμα κυρίου μὴ ὀνομάζετε ἔτι ὅτι τὸ λη̃μμα τω̨̃ ἀνθρώπω̨ ἔσται ὁ λόγος αὐτου̃

23:37 καὶ διὰ τί ἐλάλησεν κύριος ὁ θεὸς ἡμω̃ν

23:38 διὰ του̃το τάδε λέγει κύριος ὁ θεός ἀνθ' ὡ̃ν εἴπατε τὸν λόγον του̃τον λη̃μμα κυρίου καὶ ἀπέστειλα πρὸς ὑμα̃ς λέγων οὐκ ἐρει̃τε λη̃μμα κυρίου

23:39 διὰ του̃το ἰδοὺ ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμα̃ς καὶ τὴν πόλιν ἣν ἔδωκα ὑμι̃ν καὶ τοι̃ς πατράσιν ὑμω̃ν

23:40 καὶ δώσω ἐφ' ὑμα̃ς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον ἥτις οὐκ ἐπιλησθήσεται

23:7 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ οὐκ ἐρου̃σιν ἔτι ζη̨̃ κύριος ὃς ἀνήγαγεν τὸν οἰ̃κον Ισραηλ ἐκ γη̃ς Αἰγύπτου

23:8 ἀλλά ζη̨̃ κύριος ὃς συνήγαγεν ἅπαν τὸ σπέρμα Ισραηλ ἀπὸ γη̃ς βορρα̃ καὶ ἀπὸ πασω̃ν τω̃ν χωρω̃ν οὑ̃ ἐξω̃σεν αὐτοὺς ἐκει̃ καὶ ἀπεκατέστησεν αὐτοὺς εἰς τὴν γη̃ν αὐτω̃ν

24:1 ἔδειξέν μοι κύριος δύο καλάθους σύκων κειμένους κατὰ πρόσωπον ναου̃ κυρίου μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσορ βασιλέα Βαβυλω̃νος τὸν Ιεχονιαν υἱὸν Ιωακιμ βασιλέα Ιουδα καὶ τοὺς ἄρχοντας καὶ τοὺς τεχνίτας καὶ τοὺς δεσμώτας καὶ τοὺς πλουσίους ἐξ Ιερουσαλημ καὶ ἤγαγεν αὐτοὺς εἰς Βαβυλω̃να

24:2 ὁ κάλαθος ὁ εἱ̃ς σύκων χρηστω̃ν σφόδρα ὡς τὰ συ̃κα τὰ πρόιμα καὶ ὁ κάλαθος ὁ ἕτερος σύκων πονηρω̃ν σφόδρα ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτω̃ν

24:3 καὶ εἰ̃πεν κύριος πρός με τί σὺ ὁρα̨̃ς Ιερεμια καὶ εἰ̃πα συ̃κα τὰ χρηστὰ χρηστὰ λίαν καὶ τὰ πονηρὰ πονηρὰ λίαν ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτω̃ν

24:4 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

24:5 τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ὡς τὰ συ̃κα τὰ χρηστὰ ταυ̃τα οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισθέντας Ιουδα οὓς ἐξαπέσταλκα ἐκ του̃ τόπου τούτου εἰς γη̃ν Χαλδαίων εἰς ἀγαθά

24:6 καὶ στηριω̃ τοὺς ὀφθαλμούς μου ἐπ' αὐτοὺς εἰς ἀγαθὰ καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γη̃ν ταύτην εἰς ἀγαθὰ καὶ ἀνοικοδομήσω αὐτοὺς καὶ οὐ μὴ καθελω̃ καὶ καταφυτεύσω αὐτοὺς καὶ οὐ μὴ ἐκτίλω

24:7 καὶ δώσω αὐτοι̃ς καρδίαν του̃ εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι κύριος καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοι̃ς εἰς θεόν ὅτι ἐπιστραφήσονται ἐπ' ἐμὲ ἐξ ὅλης τη̃ς καρδίας αὐτω̃ν

24:8 καὶ ὡς τὰ συ̃κα τὰ πονηρά ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτω̃ν τάδε λέγει κύριος οὕτως παραδώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς μεγιστα̃νας αὐτου̃ καὶ τὸ κατάλοιπον Ιερουσαλημ τοὺς ὑπολελειμμένους ἐν τη̨̃ γη̨̃ ταύτη̨ καὶ τοὺς κατοικου̃ντας ἐν Αἰγύπτω̨

24:9 καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τη̃ς γη̃ς καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς παραβολὴν καὶ εἰς μι̃σος καὶ εἰς κατάραν ἐν παντὶ τόπω̨ οὑ̃ ἐξω̃σα αὐτοὺς ἐκει̃

24:10 καὶ ἀποστελω̃ εἰς αὐτοὺς τὸν λιμὸν καὶ τὸν θάνατον καὶ τὴν μάχαιραν ἕως ἂν ἐκλίπωσιν ἀπὸ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα αὐτοι̃ς

25:1 ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν ἐπὶ πάντα τὸν λαὸν Ιουδα ἐν τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ του̃ Ιωακιμ υἱου̃ Ιωσια βασιλέως Ιουδα

25:2 ὃν ἐλάλησεν πρὸς πάντα τὸν λαὸν Ιουδα καὶ πρὸς τοὺς κατοικου̃ντας Ιερουσαλημ λέγων

25:3 ἐν τρισκαιδεκάτω̨ ἔτει Ιωσια υἱου̃ Αμως βασιλέως Ιουδα καὶ ἕως τη̃ς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ἔτη καὶ ἐλάλησα πρὸς ὑμα̃ς ὀρθρίζων καὶ λέγων

25:4 καὶ ἀπέστελλον πρὸς ὑμα̃ς τοὺς δούλους μου τοὺς προφήτας ὄρθρου ἀποστέλλων καὶ οὐκ εἰσηκούσατε καὶ οὐ προσέσχετε τοι̃ς ὠσὶν ὑμω̃ν

25:5 λέγων ἀποστράφητε ἕκαστος ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ τη̃ς πονηρα̃ς καὶ ἀπὸ τω̃ν πονηρω̃ν ἐπιτηδευμάτων ὑμω̃ν καὶ κατοικήσετε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα ὑμι̃ν καὶ τοι̃ς πατράσιν ὑμω̃ν ἀπ' αἰω̃νος καὶ ἕως αἰω̃νος

25:6 μὴ πορεύεσθε ὀπίσω θεω̃ν ἀλλοτρίων του̃ δουλεύειν αὐτοι̃ς καὶ του̃ προσκυνει̃ν αὐτοι̃ς ὅπως μὴ παροργίζητέ με ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν ὑμω̃ν του̃ κακω̃σαι ὑμα̃ς

25:7 καὶ οὐκ ἠκούσατέ μου

25:8 διὰ του̃το τάδε λέγει κύριος ἐπειδὴ οὐκ ἐπιστεύσατε τοι̃ς λόγοις μου

25:9 ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ λήμψομαι τὴν πατριὰν ἀπὸ βορρα̃ καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γη̃ν ταύτην καὶ ἐπὶ τοὺς κατοικου̃ντας αὐτὴν καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλω̨ αὐτη̃ς καὶ ἐξερημώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν καὶ εἰς συριγμὸν καὶ εἰς ὀνειδισμὸν αἰώνιον

25:10 καὶ ἀπολω̃ ἀπ' αὐτω̃ν φωνὴν χαρα̃ς καὶ φωνὴν εὐφροσύνης φωνὴν νυμφίου καὶ φωνὴν νύμφης ὀσμὴν μύρου καὶ φω̃ς λύχνου

25:11 καὶ ἔσται πα̃σα ἡ γη̃ εἰς ἀφανισμόν καὶ δουλεύσουσιν ἐν τοι̃ς ἔθνεσιν ἑβδομήκοντα ἔτη

25:12 καὶ ἐν τω̨̃ πληρωθη̃ναι τὰ ἑβδομήκοντα ἔτη ἐκδικήσω τὸ ἔθνος ἐκει̃νο φησὶν κύριος καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον

25:13 καὶ ἐπάξω ἐπὶ τὴν γη̃ν ἐκείνην πάντας τοὺς λόγους μου οὓς ἐλάλησα κατ' αὐτη̃ς πάντα τὰ γεγραμμένα ἐν τω̨̃ βιβλίω̨ τούτω̨

25:14 ἃ ἐπροφήτευσεν Ιερεμιας ἐπὶ τὰ ἔθνη τὰ Αιλαμ

25:15 τάδε λέγει κύριος συντριβήτω τὸ τόξον Αιλαμ ἀρχὴ δυναστείας αὐτω̃ν

25:16 καὶ ἐπάξω ἐπὶ Αιλαμ τέσσαρας ἀνέμους ἐκ τω̃ν τεσσάρων ἄκρων του̃ οὐρανου̃ καὶ διασπερω̃ αὐτοὺς ἐν πα̃σιν τοι̃ς ἀνέμοις τούτοις καὶ οὐκ ἔσται ἔθνος ὃ οὐχ ἥξει ἐκει̃ οἱ ἐξωσμένοι Αιλαμ

25:17 καὶ πτοήσω αὐτοὺς ἐναντίον τω̃ν ἐχθρω̃ν αὐτω̃ν τω̃ν ζητούντων τὴν ψυχὴν αὐτω̃ν καὶ ἐπάξω ἐπ' αὐτοὺς κακὰ κατὰ τὴν ὀργὴν του̃ θυμου̃ μου καὶ ἐπαποστελω̃ ὀπίσω αὐτω̃ν τὴν μάχαιράν μου ἕως του̃ ἐξαναλω̃σαι αὐτούς

25:18 καὶ θήσω τὸν θρόνον μου ἐν Αιλαμ καὶ ἐξαποστελω̃ ἐκει̃θεν βασιλέα καὶ μεγιστα̃νας

25:19 καὶ ἔσται ἐπ' ἐσχάτου τω̃ν ἡμερω̃ν ἀποστρέψω τὴν αἰχμαλωσίαν Αιλαμ λέγει κύριος

25:20 ἐν ἀρχη̨̃ βασιλεύοντος Σεδεκιου του̃ βασιλέως ἐγένετο ὁ λόγος οὑ̃τος περὶ Αιλαμ

26:2 τη̨̃ Αἰγύπτω̨ ἐπὶ δύναμιν Φαραω Νεχαω βασιλέως Αἰγύπτου ὃς ἠ̃ν ἐπὶ τω̨̃ ποταμω̨̃ Εὐφράτη̨ ἐν Χαρχαμις ὃν ἐπάταξε Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος ἐν τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ Ιωακιμ βασιλέως Ιουδα

26:3 ἀναλάβετε ὅπλα καὶ ἀσπίδας καὶ προσαγάγετε εἰς πόλεμον

26:4 ἐπισάξατε τοὺς ἵππους ἐπίβητε οἱ ἱππει̃ς καὶ κατάστητε ἐν ται̃ς περικεφαλαίαις ὑμω̃ν προβάλετε τὰ δόρατα καὶ ἐνδύσασθε τοὺς θώρακας ὑμω̃ν

26:5 τί ὅτι αὐτοὶ πτοου̃νται καὶ ἀποχωρου̃σιν ὀπίσω διότι οἱ ἰσχυροὶ αὐτω̃ν κοπήσονται φυγη̨̃ ἔφυγον καὶ οὐκ ἀνέστρεψαν περιεχόμενοι κυκλόθεν λέγει κύριος

26:6 μὴ φευγέτω ὁ κου̃φος καὶ μὴ ἀνασω̨ζέσθω ὁ ἰσχυρός ἐπὶ βορρα̃ν τὰ παρὰ τὸν Εὐφράτην ἠσθένησαν πεπτώκασιν

26:7 τίς οὑ̃τος ὡς ποταμὸς ἀναβήσεται καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ

26:8 ὕδατα Αἰγύπτου ὡσεὶ ποταμὸς ἀναβήσεται καὶ εἰ̃πεν ἀναβήσομαι καὶ κατακαλύψω γη̃ν καὶ ἀπολω̃ κατοικου̃ντας ἐν αὐτη̨̃

26:9 ἐπίβητε ἐπὶ τοὺς ἵππους παρασκευάσατε τὰ ἅρματα ἐξέλθατε οἱ μαχηταὶ Αἰθιόπων καὶ Λίβυες καθωπλισμένοι ὅπλοις καὶ Λυδοί ἀνάβητε ἐντείνατε τόξον

26:10 καὶ ἡ ἡμέρα ἐκείνη κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν ἡμέρα ἐκδικήσεως του̃ ἐκδικη̃σαι τοὺς ἐχθροὺς αὐτου̃ καὶ καταφάγεται ἡ μάχαιρα κυρίου καὶ ἐμπλησθήσεται καὶ μεθυσθήσεται ἀπὸ του̃ αἵματος αὐτω̃ν ὅτι θυσία τω̨̃ κυρίω̨ σαβαωθ ἀπὸ γη̃ς βορρα̃ ἐπὶ ποταμω̨̃ Εὐφράτη̨

26:11 ἀνάβηθι Γαλααδ καὶ λαβὲ ῥητίνην τη̨̃ παρθένω̨ θυγατρὶ Αἰγύπτου εἰς κενὸν ἐπλήθυνας ἰάματά σου ὠφέλεια οὐκ ἔστιν σοί

26:12 ἤκουσαν ἔθνη φωνήν σου καὶ τη̃ς κραυγη̃ς σου ἐπλήσθη ἡ γη̃ ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσθένησεν ἐπὶ τὸ αὐτὸ ἔπεσαν ἀμφότεροι

26:13 ἃ ἐλάλησεν κύριος ἐν χειρὶ Ιερεμιου του̃ ἐλθει̃ν Ναβουχοδονοσορ τὸν βασιλέα Βαβυλω̃νος του̃ κόψαι τὴν γη̃ν Αἰγύπτου

26:14 ἀναγγείλατε εἰς Μάγδωλον καὶ παραγγείλατε εἰς Μέμφιν εἴπατε ἐπίστηθι καὶ ἑτοίμασον ὅτι κατέφαγεν μάχαιρα τὴν σμίλακά σου

26:15 διὰ τί ἔφυγεν ὁ 'Α̃πις ὁ μόσχος ὁ ἐκλεκτός σου οὐκ ἔμεινεν ὅτι κύριος παρέλυσεν αὐτόν

26:16 καὶ τὸ πλη̃θός σου ἠσθένησεν καὶ ἔπεσεν καὶ ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ ἐλάλει ἀναστω̃μεν καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμω̃ν εἰς τὴν πατρίδα ἡμω̃ν ἀπὸ προσώπου μαχαίρας 'Ελληνικη̃ς

26:17 καλέσατε τὸ ὄνομα Φαραω Νεχαω βασιλέως Αἰγύπτου Σαων-εσβι-εμωηδ

26:18 ζω̃ ἐγώ λέγει κύριος ὁ θεός ὅτι ὡς τὸ 'Ιταβύριον ἐν τοι̃ς ὄρεσιν καὶ ὡς ὁ Κάρμηλος ἐν τη̨̃ θαλάσση̨ ἥξει

26:19 σκεύη ἀποικισμου̃ ποίησον σεαυτη̨̃ κατοικου̃σα θύγατερ Αἰγύπτου ὅτι Μέμφις εἰς ἀφανισμὸν ἔσται καὶ κληθήσεται οὐαὶ διὰ τὸ μὴ ὑπάρχειν κατοικου̃ντας ἐν αὐτη̨̃

26:20 δάμαλις κεκαλλωπισμένη Αἴγυπτος ἀπόσπασμα ἀπὸ βορρα̃ ἠ̃λθεν ἐπ' αὐτήν

26:21 καὶ οἱ μισθωτοὶ αὐτη̃ς ἐν αὐτη̨̃ ὥσπερ μόσχοι σιτευτοὶ τρεφόμενοι ἐν αὐτη̨̃ διότι καὶ αὐτοὶ ἀπεστράφησαν καὶ ἔφυγον ὁμοθυμαδόν οὐκ ἔστησαν ὅτι ἡμέρα ἀπωλείας ἠ̃λθεν ἐπ' αὐτοὺς καὶ καιρὸς ἐκδικήσεως αὐτω̃ν

26:22 φωνὴ ὡς ὄφεως συρίζοντος ὅτι ἐν ἄμμω̨ πορεύσονται ἐν ἀξίναις ἥξουσιν ἐπ' αὐτὴν ὡς κόπτοντες ξύλα

26:23 ἐκκόψουσιν τὸν δρυμὸν αὐτη̃ς λέγει κύριος ὁ θεός ὅτι οὐ μὴ εἰκασθη̨̃ ὅτι πληθύνει ὑπὲρ ἀκρίδα καὶ οὐκ ἔστιν αὐτοι̃ς ἀριθμός

26:24 κατη̨σχύνθη θυγάτηρ Αἰγύπτου παρεδόθη εἰς χει̃ρας λαου̃ ἀπὸ βορρα̃

26:25 ἰδοὺ ἐγὼ ἐκδικω̃ τὸν Αμων τὸν υἱὸν αὐτη̃ς ἐπὶ Φαραω καὶ ἐπὶ τοὺς πεποιθότας ἐπ' αὐτω̨̃

26:27 σὺ δὲ μὴ φοβηθη̨̃ς δου̃λός μου Ιακωβ μηδὲ πτοηθη̨̃ς Ισραηλ διότι ἰδοὺ ἐγὼ σώ̨ζων σε μακρόθεν καὶ τὸ σπέρμα σου ἐκ τη̃ς αἰχμαλωσίας αὐτω̃ν καὶ ἀναστρέψει Ιακωβ καὶ ἡσυχάσει καὶ ὑπνώσει καὶ οὐκ ἔσται ὁ παρενοχλω̃ν αὐτόν

26:28 μὴ φοβου̃ παι̃ς μου Ιακωβ λέγει κύριος ὅτι μετὰ σου̃ ἐγώ εἰμι ὅτι ποιήσω συντέλειαν ἐν παντὶ ἔθνει εἰς οὓς ἐξω̃σά σε ἐκει̃ σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπει̃ν καὶ παιδεύσω σε εἰς κρίμα καὶ ἀθω̨̃ον οὐκ ἀθω̨ώσω σε

27:1 λόγος κυρίου ὃν ἐλάλησεν ἐπὶ Βαβυλω̃να

27:2 ἀναγγείλατε ἐν τοι̃ς ἔθνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε εἴπατε ἑάλω