'Επιστολὴ ‛Ιερεμίου

ἀντίγραφον ἐπιστολη̃ς ἡ̃ς ἀπέστειλεν Ιερεμιας πρὸς τοὺς ἀχθησομένους αἰχμαλώτους εἰς Βαβυλω̃να ὑπὸ του̃ βασιλέως τω̃ν Βαβυλωνίων ἀναγγει̃λαι αὐτοι̃ς καθότι ἐπετάγη αὐτω̨̃ ὑπὸ του̃ θεου̃

1 διὰ τὰς ἁμαρτίας ἃς ἡμαρτήκατε ἐναντίον του̃ θεου̃ ἀχθήσεσθε εἰς Βαβυλω̃να αἰχμάλωτοι ὑπὸ Ναβουχοδονοσορ βασιλέως τω̃ν Βαβυλωνίων

2 εἰσελθόντες οὐ̃ν εἰς Βαβυλω̃να ἔσεσθε ἐκει̃ ἔτη πλείονα καὶ χρόνον μακρὸν ἕως γενεω̃ν ἑπτά μετὰ του̃το δὲ ἐξάξω ὑμα̃ς ἐκει̃θεν μετ' εἰρήνης

3 νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλω̃νι θεοὺς ἀργυρου̃ς καὶ χρυσου̃ς καὶ ξυλίνους ἐπ' ὤμοις αἰρομένους δεικνύντας φόβον τοι̃ς ἔθνεσιν

4 εὐλαβήθητε οὐ̃ν μὴ καὶ ὑμει̃ς ἀφομοιωθέντες τοι̃ς ἀλλοφύλοις ἀφομοιωθη̃τε καὶ φόβος ὑμα̃ς λάβη̨ ἐπ' αὐτοι̃ς

5 ἰδόντας ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτω̃ν προσκυνου̃ντας αὐτά εἴπατε δὲ τη̨̃ διανοία̨ σοὶ δει̃ προσκυνει̃ν δέσποτα

6 ὁ γὰρ ἄγγελός μου μεθ' ὑμω̃ν ἐστιν αὐτός τε ἐκζητω̃ν τὰς ψυχὰς ὑμω̃ν

7 γλω̃σσα γὰρ αὐτω̃ν ἐστιν κατεξυσμένη ὑπὸ τέκτονος αὐτά τε περίχρυσα καὶ περιάργυρα ψευδη̃ δ' ἐστὶν καὶ οὐ δύνανται λαλει̃ν

8 καὶ ὥσπερ παρθένω̨ φιλοκόσμω̨ λαμβάνοντες χρυσίον κατασκευάζουσιν στεφάνους ἐπὶ τὰς κεφαλὰς τω̃ν θεω̃ν αὐτω̃ν

9 ἔστι δὲ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερει̃ς ἀπὸ τω̃ν θεω̃ν αὐτω̃ν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλώσουσιν δώσουσιν δὲ ἀπ' αὐτω̃ν καὶ ται̃ς ἐπὶ του̃ τέγους πόρναις

10 κοσμου̃σί τε αὐτοὺς ὡς ἀνθρώπους τοι̃ς ἐνδύμασιν θεοὺς ἀργυρου̃ς καὶ χρυσου̃ς καὶ ξυλίνους οὑ̃τοι δὲ οὐ διασώ̨ζονται ἀπὸ ἰου̃ καὶ βρωμάτων

11 περιβεβλημένων αὐτω̃ν ἱματισμὸν πορφυρου̃ν ἐκμάσσονται τὸ πρόσωπον αὐτω̃ν διὰ τὸν ἐκ τη̃ς οἰκίας κονιορτόν ὅς ἐστιν πλείων ἐπ' αὐτοι̃ς

12 καὶ σκη̃πτρον ἔχει ὡς ἄνθρωπος κριτὴς χώρας ὃς τὸν εἰς αὐτὸν ἁμαρτάνοντα οὐκ ἀνελει̃

13 ἔχει δὲ ἐγχειρίδιον ἐν δεξια̨̃ καὶ πέλεκυν ἑαυτὸν δὲ ἐκ πολέμου καὶ λη̨στω̃ν οὐκ ἐξελει̃ται

14 ὅθεν γνώριμοί εἰσιν οὐκ ὄντες θεοί μὴ οὐ̃ν φοβηθη̃τε αὐτούς

15 ὥσπερ γὰρ σκευ̃ος ἀνθρώπου συντριβὲν ἀχρει̃ον γίνεται τοιου̃τοι ὑπάρχουσιν οἱ θεοὶ αὐτω̃ν καθιδρυμένων αὐτω̃ν ἐν τοι̃ς οἴκοις

16 οἱ ὀφθαλμοὶ αὐτω̃ν πλήρεις εἰσὶν κονιορτου̃ ἀπὸ τω̃ν ποδω̃ν τω̃ν εἰσπορευομένων

17 καὶ ὥσπερ τινὶ ἠδικηκότι βασιλέα περιπεφραγμέναι εἰσὶν αἱ αὐλαὶ ὡς ἐπὶ θανάτω̨ ἀπηγμένω̨ τοὺς οἴκους αὐτω̃ν ὀχυρου̃σιν οἱ ἱερει̃ς θυρώμασίν τε καὶ κλείθροις καὶ μοχλοι̃ς ὅπως ὑπὸ τω̃ν λη̨στω̃ν μὴ συληθω̃σι

18 λύχνους καίουσιν καὶ πλείους ἢ ἑαυτοι̃ς ὡ̃ν οὐδένα δύνανται ἰδει̃ν

19 ἔστιν μὲν ὥσπερ δοκὸς τω̃ν ἐκ τη̃ς οἰκίας τὰς δὲ καρδίας αὐτω̃ν φασιν ἐκλείχεσθαι τω̃ν ἀπὸ τη̃ς γη̃ς ἑρπετω̃ν κατεσθόντων αὐτούς τε καὶ τὸν ἱματισμὸν αὐτω̃ν οὐκ αἰσθάνονται

20 μεμελανωμένοι τὸ πρόσωπον αὐτω̃ν ἀπὸ του̃ καπνου̃ του̃ ἐκ τη̃ς οἰκίας

21 ἐπὶ τὸ σω̃μα αὐτω̃ν καὶ ἐπὶ τὴν κεφαλὴν ἐφίπτανται νυκτερίδες χελιδόνες καὶ τὰ ὄρνεα ὡσαύτως δὲ καὶ οἱ αἴλουροι

22 ὅθεν γνώσεσθε ὅτι οὔκ εἰσιν θεοί μὴ οὐ̃ν φοβει̃σθε αὐτά

23 τὸ γὰρ χρυσίον ὃ περίκεινται εἰς κάλλος ἐὰν μή τις ἐκμάξη̨ τὸν ἰόν οὐ μὴ στίλψωσιν οὐδὲ γάρ ὅτε ἐχωνεύοντο ἠ̨σθάνοντο

24 ἐκ πάσης τιμη̃ς ἠγορασμένα ἐστίν ἐν οἱ̃ς οὐκ ἔστιν πνευ̃μα

25 ἄνευ ποδω̃ν ἐπ' ὤμοις φέρονται ἐνδεικνύμενοι τὴν ἑαυτω̃ν ἀτιμίαν τοι̃ς ἀνθρώποις αἰσχύνονταί τε καὶ οἱ θεραπεύοντες αὐτὰ διὰ τό μήποτε ἐπὶ τὴν γη̃ν πέση̨ δι' αὐτω̃ν ἀνίστασθαι

26 μήτε ἐάν τις αὐτὸ ὀρθὸν στήση̨ δι' ἑαυτου̃ κινηθήσεται μήτε ἐὰν κλιθη̨̃ οὐ μὴ ὀρθωθη̨̃ ἀλλ' ὥσπερ νεκροι̃ς τὰ δω̃ρα αὐτοι̃ς παρατίθεται

27 τὰς δὲ θυσίας αὐτω̃ν ἀποδόμενοι οἱ ἱερει̃ς αὐτω̃ν καταχρω̃νται ὡσαύτως δὲ καὶ αἱ γυναι̃κες αὐτω̃ν ἀπ' αὐτω̃ν ταριχεύουσαι οὔτε πτωχω̨̃ οὔτε ἀδυνάτω̨ μεταδιδόασιν τω̃ν θυσιω̃ν αὐτω̃ν ἀποκαθημένη καὶ λεχὼ ἅπτονται

28 γνόντες οὐ̃ν ἀπὸ τούτων ὅτι οὔκ εἰσιν θεοί μὴ φοβηθη̃τε αὐτούς

29 πόθεν γὰρ κληθείησαν θεοί ὅτι γυναι̃κες παρατιθέασιν θεοι̃ς ἀργυροι̃ς καὶ χρυσοι̃ς καὶ ξυλίνοις

30 καὶ ἐν τοι̃ς οἴκοις αὐτω̃ν οἱ ἱερει̃ς διφρεύουσιν ἔχοντες τοὺς χιτω̃νας διερρωγότας καὶ τὰς κεφαλὰς καὶ τοὺς πώγωνας ἐξυρημένους ὡ̃ν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν

31 ὠρύονται δὲ βοω̃ντες ἐναντίον τω̃ν θεω̃ν αὐτω̃ν ὥσπερ τινὲς ἐν περιδείπνω̨ νεκρου̃

32 ἀπὸ του̃ ἱματισμου̃ αὐτω̃ν ἀφελόμενοι οἱ ἱερει̃ς ἐνδύουσιν τὰς γυναι̃κας αὐτω̃ν καὶ τὰ παιδία

33 οὔτε ἐὰν κακὸν πάθωσιν ὑπό τινος οὔτε ἐὰν ἀγαθόν δυνήσονται ἀνταποδου̃ναι οὔτε καταστη̃σαι βασιλέα δύνανται οὔτε ἀφελέσθαι

34 ὡσαύτως οὔτε πλου̃τον οὔτε χαλκὸν οὐ μὴ δύνωνται διδόναι ἐάν τις αὐτοι̃ς εὐχὴν εὐξάμενος μὴ ἀποδω̨̃ οὐ μὴ ἐπιζητήσωσιν

35 ἐκ θανάτου ἄνθρωπον οὐ μὴ ῥύσωνται οὔτε ἥττονα ἀπὸ ἰσχυρου̃ οὐ μὴ ἐξέλωνται

36 ἄνθρωπον τυφλὸν εἰς ὅρασιν οὐ μὴ περιστήσωσιν ἐν ἀνάγκη̨ ἄνθρωπον ὄντα οὐ μὴ ἐξέλωνται

37 χήραν οὐ μὴ ἐλεήσωσιν οὔτε ὀρφανὸν εὐ̃ ποιήσουσιν

38 τοι̃ς ἀπὸ του̃ ὄρους λίθοις ὡμοιωμένοι εἰσὶν τὰ ξύλινα καὶ τὰ περίχρυσα καὶ τὰ περιάργυρα οἱ δὲ θεραπεύοντες αὐτὰ καταισχυνθήσονται

39 πω̃ς οὐ̃ν νομιστέον ἢ κλητέον αὐτοὺς ὑπάρχειν θεούς

40 ἔτι δὲ καὶ αὐτω̃ν τω̃ν Χαλδαίων ἀτιμαζόντων αὐτά οἵ ὅταν ἴδωσιν ἐνεὸν οὐ δυνάμενον λαλη̃σαι προσενεγκάμενοι τὸν Βη̃λον ἀξιου̃σιν φωνη̃σαι ὡς δυνατου̃ ὄντος αὐτου̃ αἰσθέσθαι

41 καὶ οὐ δύνανται αὐτοὶ νοήσαντες καταλιπει̃ν αὐτά αἴσθησιν γὰρ οὐκ ἔχουσιν

42 αἱ δὲ γυναι̃κες περιθέμεναι σχοινία ἐν ται̃ς ὁδοι̃ς ἐγκάθηνται θυμιω̃σαι τὰ πίτυρα

43 ὅταν δέ τις αὐτω̃ν ἐφελκυσθει̃σα ὑπό τινος τω̃ν παραπορευομένων κοιμηθη̨̃ τὴν πλησίον ὀνειδίζει ὅτι οὐκ ἠξίωται ὥσπερ καὶ αὐτὴ οὔτε τὸ σχοινίον αὐτη̃ς διερράγη

44 πάντα τὰ γινόμενα αὐτοι̃ς ἐστιν ψευδη̃ πω̃ς οὐ̃ν νομιστέον ἢ κλητέον ὥστε θεοὺς αὐτοὺς ὑπάρχειν

45 ὑπὸ τεκτόνων καὶ χρυσοχόων κατεσκευασμένα εἰσίν οὐθὲν ἄλλο μὴ γένωνται ἢ ὃ βούλονται οἱ τεχνι̃ται αὐτὰ γενέσθαι

46 αὐτοί τε οἱ κατασκευάζοντες αὐτὰ οὐ μὴ γένωνται πολυχρόνιοι πω̃ς τε δὴ μέλλει τὰ ὑπ' αὐτω̃ν κατασκευασθέντα εἰ̃ναι θεοί

47 κατέλιπον γὰρ ψεύδη καὶ ὄνειδος τοι̃ς ἐπιγινομένοις

48 ὅταν γὰρ ἐπέλθη̨ ἐπ' αὐτὰ πόλεμος καὶ κακά βουλεύονται πρὸς ἑαυτοὺς οἱ ἱερει̃ς που̃ συναποκρυβω̃σι μετ' αὐτω̃ν

49 πω̃ς οὐ̃ν οὐκ ἔστιν αἰσθέσθαι ὅτι οὔκ εἰσιν θεοί οἳ οὔτε σώ̨ζουσιν ἑαυτοὺς ἐκ πολέμου οὔτε ἐκ κακω̃ν

50 ὑπάρχοντα γὰρ ξύλινα καὶ περίχρυσα καὶ περιάργυρα γνωσθήσεται μετὰ ταυ̃τα ὅτι ἐστὶν ψευδη̃ τοι̃ς ἔθνεσι πα̃σι τοι̃ς τε βασιλευ̃σι φανερὸν ἔσται ὅτι οὔκ εἰσι θεοὶ ἀλλὰ ἔργα χειρω̃ν ἀνθρώπων καὶ οὐδὲν θεου̃ ἔργον ἐν αὐτοι̃ς ἐστιν

51 τίνι οὐ̃ν γνωστέον ἐστὶν ὅτι οὔκ εἰσιν θεοί

52 βασιλέα γὰρ χώρας οὐ μὴ ἀναστήσωσιν οὔτε ὑετὸν ἀνθρώποις οὐ μὴ δω̃σιν

53 κρίσιν τε οὐ μὴ διακρίνωσιν αὐτω̃ν οὐδὲ μὴ ῥύσωνται ἀδικούμενον ἀδύνατοι ὄντες ὥσπερ γὰρ κορω̃ναι ἀνὰ μέσον του̃ οὐρανου̃ καὶ τη̃ς γη̃ς

54 καὶ γὰρ ὅταν ἐμπέση̨ εἰς οἰκίαν θεω̃ν ξυλίνων ἢ περιχρύσων ἢ περιαργύρων πυ̃ρ οἱ μὲν ἱερει̃ς αὐτω̃ν φεύξονται καὶ διασωθήσονται αὐτοὶ δὲ ὥσπερ δοκοὶ μέσοι κατακαυθήσονται

55 βασιλει̃ δὲ καὶ πολεμίοις οὐ μὴ ἀντιστω̃σιν

56 πω̃ς οὐ̃ν ἐκδεκτέον ἢ νομιστέον ὅτι εἰσὶν θεοί

57 οὔτε ἀπὸ κλεπτω̃ν οὔτε ἀπὸ λη̨στω̃ν οὐ μὴ διασωθω̃σιν θεοὶ ξύλινοι καὶ περιάργυροι καὶ περίχρυσοι ὡ̃ν οἱ ἰσχύοντες περιελου̃νται τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν ἱματισμὸν τὸν περικείμενον αὐτοι̃ς ἀπελεύσονται ἔχοντες οὔτε ἑαυτοι̃ς οὐ μὴ βοηθήσωσιν

58 ὥστε κρει̃σσον εἰ̃ναι βασιλέα ἐπιδεικνύμενον τὴν ἑαυτου̃ ἀνδρείαν ἢ σκευ̃ος ἐν οἰκία̨ χρήσιμον ἐφ' ὡ̨̃ χρήσεται ὁ κεκτημένος ἢ οἱ ψευδει̃ς θεοί ἢ καὶ θύρα ἐν οἰκία̨ διασώ̨ζουσα τὰ ἐν αὐτη̨̃ ὄντα ἢ οἱ ψευδει̃ς θεοί καὶ ξύλινος στυ̃λος ἐν βασιλείοις ἢ οἱ ψευδει̃ς θεοί

59 ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ ἄστρα ὄντα λαμπρὰ καὶ ἀποστελλόμενα ἐπὶ χρείας εὐήκοά εἰσιν

60 ὡσαύτως καὶ ἀστραπή ὅταν ἐπιφανη̨̃ εὔοπτός ἐστιν τὸ δ' αὐτὸ καὶ πνευ̃μα ἐν πάση̨ χώρα̨ πνει̃

61 καὶ νεφέλαις ὅταν ἐπιταγη̨̃ ὑπὸ του̃ θεου̃ ἐπιπορεύεσθαι ἐφ' ὅλην τὴν οἰκουμένην συντελου̃σι τὸ ταχθέν τό τε πυ̃ρ ἐξαποσταλὲν ἄνωθεν ἐξαναλω̃σαι ὄρη καὶ δρυμοὺς ποιει̃ τὸ συνταχθέν

62 ταυ̃τα δὲ οὔτε ται̃ς ἰδέαις οὔτε ται̃ς δυνάμεσιν αὐτω̃ν ἀφωμοιωμένα ἐστίν

63 ὅθεν οὔτε νομιστέον οὔτε κλητέον ὑπάρχειν αὐτοὺς θεούς οὐ δυνατω̃ν ὄντων αὐτω̃ν οὔτε κρίσιν κρι̃ναι οὔτε εὐ̃ ποιει̃ν ἀνθρώποις

64 γνόντες οὐ̃ν ὅτι οὔκ εἰσιν θεοί μὴ φοβηθη̃τε αὐτούς

65 οὔτε γὰρ βασιλευ̃σιν οὐ μὴ καταράσωνται οὔτε μὴ εὐλογήσωσι

66 σημει̃ά τε ἐν ἔθνεσιν ἐν οὐρανω̨̃ οὐ μὴ δείξωσιν οὐδὲ ὡς ὁ ἥλιος λάμψουσιν οὐδὲ φωτίσουσιν ὡς σελήνη

67 τὰ θηρία ἐστὶν κρείττω αὐτω̃ν ἃ δύνανται ἐκφυγόντα εἰς σκέπην ἑαυτὰ ὠφελη̃σαι

68 κατ' οὐδένα οὐ̃ν τρόπον ἐστὶν ἡμι̃ν φανερὸν ὅτι εἰσὶν θεοί διὸ μὴ φοβηθη̃τε αὐτούς

69 ὥσπερ γὰρ ἐν σικυηράτω̨ προβασκάνιον οὐδὲν φυλάσσον οὕτως οἱ θεοὶ αὐτω̃ν εἰσιν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι

70 τὸν αὐτὸν τρόπον καὶ τη̨̃ ἐν κήπω̨ ῥάμνω̨ ἐφ' ἡ̃ς πα̃ν ὄρνεον ἐπικάθηται ὡσαύτως δὲ καὶ νεκρω̨̃ ἐρριμμένω̨ ἐν σκότει ἀφωμοίωνται οἱ θεοὶ αὐτω̃ν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι

71 ἀπό τε τη̃ς πορφύρας καὶ τη̃ς μαρμάρου τη̃ς ἐπ' αὐτοι̃ς σηπομένης γνώσεσθε ὅτι οὔκ εἰσιν θεοί αὐτά τε ἐξ ὑστέρου βρωθήσονται καὶ ἔσται ὄνειδος ἐν τη̨̃ χώρα̨

72 κρείσσων οὐ̃ν ἄνθρωπος δίκαιος οὐκ ἔχων εἴδωλα ἔσται γὰρ μακρὰν ἀπὸ ὀνειδισμου̃

.