Σουσάννα ('Αλεξανδρινòς Κω̃διξ, Βατικανòς Κω̃διξ)

1 καὶ ἠ̃ν ἀνὴρ οἰκω̃ν ἐν Βαβυλω̃νι καὶ ὄνομα αὐτω̨̃ Ιωακιμ

2 καὶ ἔλαβεν γυναι̃κα ἡ̨̃ ὄνομα Σουσαννα θυγάτηρ Χελκιου καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον

3 καὶ οἱ γονει̃ς αὐτη̃ς δίκαιοι καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτω̃ν κατὰ τὸν νόμον Μωυση̃

4 καὶ ἠ̃ν Ιωακιμ πλούσιος σφόδρα καὶ ἠ̃ν αὐτω̨̃ παράδεισος γειτνιω̃ν τω̨̃ οἴκω̨ αὐτου̃ καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ιουδαι̃οι διὰ τὸ εἰ̃ναι αὐτὸν ἐνδοξότερον πάντων

5 καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ του̃ λαου̃ κριταὶ ἐν τω̨̃ ἐνιαυτω̨̃ ἐκείνω̨ περὶ ὡ̃ν ἐλάλησεν ὁ δεσπότης ὅτι ἐξη̃λθεν ἀνομία ἐκ Βαβυλω̃νος ἐκ πρεσβυτέρων κριτω̃ν οἳ ἐδόκουν κυβερνα̃ν τὸν λαόν

6 οὑ̃τοι προσεκαρτέρουν ἐν τη̨̃ οἰκία̨ Ιωακιμ καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι

7 καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας εἰσεπορεύετο Σουσαννα καὶ περιεπάτει ἐν τω̨̃ παραδείσω̨ του̃ ἀνδρὸς αὐτη̃ς

8 καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθ' ἡμέραν εἰσπορευομένην καὶ περιπατου̃σαν καὶ ἐγένοντο ἐν ἐπιθυμία̨ αὐτη̃ς

9 καὶ διέστρεψαν τὸν ἑαυτω̃ν νου̃ν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτω̃ν του̃ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων

10 καὶ ἠ̃σαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτη̃ς καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην αὐτω̃ν

11 ὅτι ἠ̨σχύνοντο ἀναγγει̃λαι τὴν ἐπιθυμίαν αὐτω̃ν ὅτι ἤθελον συγγενέσθαι αὐτη̨̃

12 καὶ παρετηρου̃σαν φιλοτίμως καθ' ἡμέραν ὁρα̃ν αὐτήν

13 καὶ εἰ̃παν ἕτερος τω̨̃ ἑτέρω̨ πορευθω̃μεν δὴ εἰς οἰ̃κον ὅτι ἀρίστου ὥρα ἐστίν καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ' ἀλλήλων

14 καὶ ἀνακάμψαντες ἠ̃λθον ἐπὶ τὸ αὐτὸ καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτω̃ν καὶ τότε κοινη̨̃ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρει̃ν μόνην

15 καὶ ἐγένετο ἐν τω̨̃ παρατηρει̃ν αὐτοὺς ἡμέραν εὔθετον εἰση̃λθέν ποτε καθὼς ἐχθὲς καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων καὶ ἐπεθύμησε λούσασθαι ἐν τω̨̃ παραδείσω̨ ὅτι καυ̃μα ἠ̃ν

16 καὶ οὐκ ἠ̃ν οὐδεὶς ἐκει̃ πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι καὶ παρατηρου̃ντες αὐτήν

17 καὶ εἰ̃πεν τοι̃ς κορασίοις ἐνέγκατε δή μοι ἔλαιον καὶ σμη̃γμα καὶ τὰς θύρας του̃ παραδείσου κλείσατε ὅπως λούσωμαι

18 καὶ ἐποίησαν καθὼς εἰ̃πεν καὶ ἀπέκλεισαν τὰς θύρας του̃ παραδείσου καὶ ἐξη̃λθαν κατὰ τὰς πλαγίας θύρας ἐνέγκαι τὰ προστεταγμένα αὐται̃ς καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους ὅτι ἠ̃σαν κεκρυμμένοι

19 καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια καὶ ἀνέστησαν οἱ δύο πρεσβυ̃ται καὶ ἐπέδραμον αὐτη̨̃

20 καὶ εἰ̃πον ἰδοὺ αἱ θύραι του̃ παραδείσου κέκλεινται καὶ οὐδεὶς θεωρει̃ ἡμα̃ς καὶ ἐν ἐπιθυμία̨ σού ἐσμεν διὸ συγκατάθου ἡμι̃ν καὶ γενου̃ μεθ' ἡμω̃ν

21 εἰ δὲ μή καταμαρτυρήσομέν σου ὅτι ἠ̃ν μετὰ σου̃ νεανίσκος καὶ διὰ του̃το ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σου̃

22 καὶ ἀνεστέναξεν Σουσαννα καὶ εἰ̃πεν στενά μοι πάντοθεν ἐάν τε γὰρ του̃το πράξω θάνατός μοί ἐστιν ἐάν τε μὴ πράξω οὐκ ἐκφεύξομαι τὰς χει̃ρας ὑμω̃ν

23 αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐμπεσει̃ν εἰς τὰς χει̃ρας ὑμω̃ν ἢ ἁμαρτει̃ν ἐνώπιον κυρίου

24 καὶ ἀνεβόησεν φωνη̨̃ μεγάλη̨ Σουσαννα ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβυ̃ται κατέναντι αὐτη̃ς

25 καὶ δραμὼν ὁ εἱ̃ς ἤνοιξεν τὰς θύρας του̃ παραδείσου

26 ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τω̨̃ παραδείσω̨ οἱ ἐκ τη̃ς οἰκίας εἰσεπήδησαν διὰ τη̃ς πλαγίας θύρας ἰδει̃ν τὸ συμβεβηκὸς αὐτη̨̃

27 ἡνίκα δὲ εἰ̃παν οἱ πρεσβυ̃ται τοὺς λόγους αὐτω̃ν κατη̨σχύνθησαν οἱ δου̃λοι σφόδρα ὅτι πώποτε οὐκ ἐρρέθη λόγος τοιου̃τος περὶ Σουσαννης

28 καὶ ἐγένετο τη̨̃ ἐπαύριον ὡς συνη̃λθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτη̃ς Ιωακιμ ἠ̃λθον οἱ δύο πρεσβυ̃ται πλήρεις τη̃ς ἀνόμου ἐννοίας κατὰ Σουσαννης του̃ θανατω̃σαι αὐτὴν

29 καὶ εἰ̃παν ἔμπροσθεν του̃ λαου̃ ἀποστείλατε ἐπὶ Σουσανναν θυγατέρα Χελκιου ἥ ἐστιν γυνὴ Ιωακιμ οἱ δὲ ἀπέστειλαν

30 καὶ ἠ̃λθεν αὐτὴ καὶ οἱ γονει̃ς αὐτη̃ς καὶ τὰ τέκνα αὐτη̃ς καὶ πάντες οἱ συγγενει̃ς αὐτη̃ς

31 ἡ δὲ Σουσαννα ἠ̃ν τρυφερὰ σφόδρα καὶ καλὴ τω̨̃ εἴδει

32 οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθη̃ναι αὐτήν ἠ̃ν γὰρ κατακεκαλυμμένη ὅπως ἐμπλησθω̃σιν του̃ κάλλους αὐτη̃ς

33 ἔκλαιον δὲ οἱ παρ' αὐτη̃ς καὶ πάντες οἱ ἰδόντες αὐτήν

34 ἀναστάντες δὲ οἱ δύο πρεσβυ̃ται ἐν μέσω̨ τω̨̃ λαω̨̃ ἔθηκαν τὰς χει̃ρας ἐπὶ τὴν κεφαλὴν αὐτη̃ς

35 ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν ὅτι ἠ̃ν ἡ καρδία αὐτη̃ς πεποιθυι̃α ἐπὶ τω̨̃ κυρίω̨

36 εἰ̃παν δὲ οἱ πρεσβυ̃ται περιπατούντων ἡμω̃ν ἐν τω̨̃ παραδείσω̨ μόνων εἰση̃λθεν αὕτη μετὰ δύο παιδισκω̃ν καὶ ἀπέκλεισεν τὰς θύρας του̃ παραδείσου καὶ ἀπέλυσεν τὰς παιδίσκας

37 καὶ ἠ̃λθεν πρὸς αὐτὴν νεανίσκος ὃς ἠ̃ν κεκρυμμένος καὶ ἀνέπεσε μετ' αὐτη̃ς

38 ἡμει̃ς δὲ ὄντες ἐν τη̨̃ γωνία̨ του̃ παραδείσου ἰδόντες τὴν ἀνομίαν ἐδράμομεν ἐπ' αὐτούς

39 καὶ ἰδόντες συγγινομένους αὐτοὺς ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρατει̃ς γενέσθαι διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμα̃ς καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι

40 ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτω̃μεν τίς ἠ̃ν ὁ νεανίσκος

41 καὶ οὐκ ἠθέλησεν ἀναγγει̃λαι ἡμι̃ν ταυ̃τα μαρτυρου̃μεν καὶ ἐπίστευσεν αὐτοι̃ς ἡ συναγωγὴ ὡς πρεσβυτέροις του̃ λαου̃ καὶ κριται̃ς καὶ κατέκριναν αὐτὴν ἀποθανει̃ν

42 ἀνεβόησεν δὲ φωνη̨̃ μεγάλη̨ Σουσαννα καὶ εἰ̃πεν ὁ θεὸς ὁ αἰώνιος ὁ τω̃ν κρυπτω̃ν γνώστης ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτω̃ν

43 σὺ ἐπίστασαι ὅτι ψευδη̃ μου κατεμαρτύρησαν καὶ ἰδοὺ ἀποθνή̨σκω μὴ ποιήσασα μηδὲν ὡ̃ν οὑ̃τοι ἐπονηρεύσαντο κατ' ἐμου̃

44 καὶ εἰσήκουσεν κύριος τη̃ς φωνη̃ς αὐτη̃ς

45 καὶ ἀπαγομένης αὐτη̃ς ἀπολέσθαι ἐξήγειρεν ὁ θεὸς τὸ πνευ̃μα τὸ ἅγιον παιδαρίου νεωτέρου ὡ̨̃ ὄνομα Δανιηλ

46 καὶ ἐβόησεν φωνη̨̃ μεγάλη̨ καθαρὸς ἐγὼ ἀπὸ του̃ αἵματος ταύτης

47 ἐπέστρεψεν δὲ πα̃ς ὁ λαὸς πρὸς αὐτὸν καὶ εἰ̃παν τίς ὁ λόγος οὑ̃τος ὃν σὺ λελάληκας

48 ὁ δὲ στὰς ἐν μέσω̨ αὐτω̃ν εἰ̃πεν οὕτως μωροί οἱ υἱοὶ Ισραηλ οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφὲς ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ισραηλ

49 ἀναστρέψατε εἰς τὸ κριτήριον ψευδη̃ γὰρ οὑ̃τοι κατεμαρτύρησαν αὐτη̃ς

50 καὶ ἀνέστρεψεν πα̃ς ὁ λαὸς μετὰ σπουδη̃ς καὶ εἰ̃παν αὐτω̨̃ οἱ πρεσβύτεροι δευ̃ρο κάθισον ἐν μέσω̨ ἡμω̃ν καὶ ἀνάγγειλον ἡμι̃ν ὅτι σοὶ δέδωκεν ὁ θεὸς τὸ πρεσβει̃ον

51 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Δανιηλ διαχωρίσατε αὐτοὺς ἀπ' ἀλλήλων μακράν καὶ ἀνακρινω̃ αὐτούς

52 ὡς δὲ διεχωρίσθησαν εἱ̃ς ἀπὸ του̃ ἑνός ἐκάλεσεν τὸν ἕνα αὐτω̃ν καὶ εἰ̃πεν πρὸς αὐτόν πεπαλαιωμένε ἡμερω̃ν κακω̃ν νυ̃ν ἥκασιν αἱ ἁμαρτίαι σου ἃς ἐποίεις τὸ πρότερον

53 κρίνων κρίσεις ἀδίκους καὶ τοὺς μὲν ἀθώ̨ους κατακρίνων ἀπολύων δὲ τοὺς αἰτίους λέγοντος του̃ κυρίου ἀθω̨̃ον καὶ δίκαιον οὐκ ἀποκτενει̃ς

54 νυ̃ν οὐ̃ν ταύτην εἴπερ εἰ̃δες εἰπόν ὑπὸ τί δένδρον εἰ̃δες αὐτοὺς ὁμιλου̃ντας ἀλλήλοις ὁ δὲ εἰ̃πεν ὑπὸ σχι̃νον

55 εἰ̃πεν δὲ Δανιηλ ὀρθω̃ς ἔψευσαι εἰς τὴν σεαυτου̃ κεφαλήν ἤδη γὰρ ἄγγελος του̃ θεου̃ λαβὼν φάσιν παρὰ του̃ θεου̃ σχίσει σε μέσον

56 καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν προσαγαγει̃ν τὸν ἕτερον καὶ εἰ̃πεν αὐτω̨̃ σπέρμα Χανααν καὶ οὐκ Ιουδα τὸ κάλλος ἐξηπάτησέν σε καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου

57 οὕτως ἐποιει̃τε θυγατράσιν Ισραηλ καὶ ἐκει̃ναι φοβούμεναι ὡμίλουν ὑμι̃ν ἀλλ' οὐ θυγάτηρ Ιουδα ὑπέμεινεν τὴν ἀνομίαν ὑμω̃ν

58 νυ̃ν οὐ̃ν λέγε μοι ὑπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλου̃ντας ἀλλήλοις ὁ δὲ εἰ̃πεν ὑπὸ πρι̃νον

59 εἰ̃πεν δὲ αὐτω̨̃ Δανιηλ ὀρθω̃ς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτου̃ κεφαλήν μένει γὰρ ὁ ἄγγελος του̃ θεου̃ τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον ὅπως ἐξολεθρεύση̨ ὑμα̃ς

60 καὶ ἀνεβόησεν πα̃σα ἡ συναγωγὴ φωνη̨̃ μεγάλη̨ καὶ εὐλόγησαν τω̨̃ θεω̨̃ τω̨̃ σώ̨ζοντι τοὺς ἐλπίζοντας ἐπ' αὐτόν

61 καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας ὅτι συνέστησεν αὐτοὺς Δανιηλ ἐκ του̃ στόματος αὐτω̃ν ψευδομαρτυρήσαντας καὶ ἐποίησαν αὐτοι̃ς ὃν τρόπον ἐπονηρεύσαντο τω̨̃ πλησίον

62 ποιη̃σαι κατὰ τὸν νόμον Μωυση̃ καὶ ἀπέκτειναν αὐτούς καὶ ἐσώθη αἱ̃μα ἀναίτιον ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨

63 Χελκιας δὲ καὶ ἡ γυνὴ αὐτου̃ ἤ̨νεσαν τὸν θεὸν περὶ τη̃ς θυγατρὸς αὐτω̃ν Σουσαννας μετὰ Ιωακιμ του̃ ἀνδρὸς αὐτη̃ς καὶ τω̃ν συγγενω̃ν πάντων ὅτι οὐχ εὑρέθη ἐν αὐτη̨̃ ἄσχημον πρα̃γμα

64 καὶ Δανιηλ ἐγένετο μέγας ἐνώπιον του̃ λαου̃ ἀπὸ τη̃ς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα

.