Σουσάννα

6 καὶ ἤρχοντο κρίσεις ἐξ ἄλλων πόλεων πρὸς αὐτούς

7/8 οὑ̃τοι ἰδόντες γυναι̃κα ἀστείαν τω̨̃ εἴδει γυναι̃κα ἀδελφου̃ αὐτω̃ν ἐκ τω̃ν υἱω̃ν Ισραηλ ὄνομα Σουσανναν θυγατέρα Χελκιου γυναι̃κα Ιωακιμ περιπατου̃σαν ἐν τω̨̃ παραδείσω̨ του̃ ἀνδρὸς αὐτη̃ς τὸ δειλινὸν καὶ ἐπιθυμήσαντες αὐτη̃ς

9 διέστρεψαν τὸν νου̃ν αὐτω̃ν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτω̃ν του̃ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων

10/11 καὶ ἀμφότεροι ἠ̃σαν κατανενυγμένοι περὶ αὐτη̃ς καὶ ἕτερος τω̨̃ ἑτέρω̨ οὐ προσεποιει̃το τὸ κακὸν τὸ ἔχον αὐτοὺς περὶ αὐτη̃ς οὐδὲ ἡ γυνὴ ἔγνω τὸ πρα̃γμα του̃το

12 καὶ ὡς ἐγίνετο ὄρθρος ἐρχόμενοι ἔκλεπτον ἀλλήλους σπεύδοντες τίς φανήσεται αὐτη̨̃ πρότερος καὶ λαλήσει πρὸς αὐτήν

13/14 καὶ ἰδοὺ αὕτη κατὰ τὸ εἰωθὸς περιεπάτει καὶ ὁ εἱ̃ς τω̃ν πρεσβυτέρων ἐληλύθει καὶ ἰδοὺ ὁ ἕτερος παρεγένετο καὶ εἱ̃ς τὸν ἕτερον ἀνέκρινε λέγων τί σὺ οὕτως ὄρθρου ἐξη̃λθες οὐ παραλαβών με καὶ ἐξωμολογήσαντο πρὸς ἀλλήλους ἑκάτερος τὴν ὀδύνην αὐτου̃

19 καὶ εἰ̃πεν εἱ̃ς τω̨̃ ἑτέρω̨ πορευθω̃μεν πρὸς αὐτήν καὶ συνθέμενοι προσήλθοσαν αὐτη̨̃ καὶ ἐξεβιάζοντο αὐτήν

22 καὶ εἰ̃πεν αὐτοι̃ς ἡ Ιουδαία οἰ̃δα ὅτι ἐὰν πράξω του̃το θάνατός μοί ἐστι καὶ ἐὰν μὴ πράξω οὐκ ἐκφεύξομαι τὰς χει̃ρας ὑμω̃ν

23 κάλλιον δέ με μὴ πράξασαν ἐμπεσει̃ν εἰς τὰς χει̃ρας ὑμω̃ν ἢ ἁμαρτει̃ν ἐνώπιον κυρίου

28 οἱ δὲ παράνομοι ἄνδρες ἀπέστρεψαν ἀπειλου̃ντες ἐν ἑαυτοι̃ς καὶ ἐνεδρεύοντες ἵνα θανατώσουσιν αὐτήν καὶ ἐλθόντες ἐπὶ τὴν συναγωγὴν τη̃ς πόλεως οὑ̃ παρω̨κου̃σαν καὶ συνήδρευσαν οἱ ὄντες ἐκει̃ πάντες οἱ υἱοὶ Ισραηλ

29 καὶ ἀναστάντες οἱ δύο πρεσβύτεροι καὶ κριταὶ εἰ̃παν ἀποστείλατε ἐπὶ Σουσανναν θυγατέρα Χελκιου ἥτις ἐστὶ γυνὴ Ιωακιμ οἱ δὲ εὐθέως ἐκάλεσαν αὐτήν

30 ὡς δὲ παρεγενήθη ἡ γυνὴ σὺν τω̨̃ πατρὶ ἑαυτη̃ς καὶ τη̨̃ μητρί καὶ οἱ παι̃δες καὶ αἱ παιδίσκαι αὐτη̃ς ὄντες τὸν ἀριθμὸν πεντακόσιοι παρεγένοντο καὶ τὰ παιδία Σουσαννας τέσσαρα

31 ἠ̃ν δὲ ἡ γυνὴ τρυφερὰ σφόδρα

32 καὶ προσέταξαν οἱ παράνομοι ἀποκαλύψαι αὐτήν ἵνα ἐμπλησθω̃σι κάλλους ἐπιθυμίας αὐτη̃ς

33 καὶ ἐκλαίοσαν οἱ παρ' αὐτη̃ς πάντες καὶ ὅσοι αὐτὴν ἤ̨δεισαν πάντες

34 ἀναστάντες δὲ οἱ πρεσβύτεροι καὶ κριταὶ ἐπέθηκαν τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τη̃ς κεφαλη̃ς αὐτη̃ς

35 ἡ δὲ καρδία αὐτη̃ς ἐπεποίθει ἐπὶ κυρίω̨ τω̨̃ θεω̨̃ αὐτη̃ς καὶ ἀνακύψασα ἔκλαυσεν ἐν ἑαυτη̨̃ λέγουσα

35a κύριε ὁ θεὸς ὁ αἰώνιος ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτω̃ν σὺ οἰ̃δας ὅτι οὐκ ἐποίησα ἃ πονηρεύονται οἱ ἄνομοι οὑ̃τοι ἐπ' ἐμοί καὶ εἰσήκουσε κύριος τη̃ς δεήσεως αὐτη̃ς

36 οἱ δὲ δύο πρεσβύτεροι εἰ̃παν ἡμει̃ς περιεπατου̃μεν ἐν τω̨̃ παραδείσω̨ του̃ ἀνδρὸς αὐτη̃ς

37 καὶ κυκλου̃ντες τὸ στάδιον εἴδομεν ταύτην ἀναπαυομένην μετὰ ἀνδρὸς καὶ στάντες ἐθεωρου̃μεν αὐτοὺς ὁμιλου̃ντας ἀλλήλοις

38 καὶ αὐτοὶ οὐκ ἤ̨δεισαν ὅτι εἱστήκειμεν τότε συνειπάμεθα ἀλλήλοις λέγοντες μάθωμεν τίνες εἰσὶν οὑ̃τοι

39 καὶ προσελθόντες ἐπέγνωμεν αὐτήν ὁ δὲ νεανίσκος ἔφυγε συγκεκαλυμμένος

40 ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτω̃μεν αὐτήν τίς ὁ ἄνθρωπος

41 καὶ οὐκ ἀπήγγειλεν ἡμι̃ν τίς ἠ̃ν ταυ̃τα μαρτυρου̃μεν καὶ ἐπίστευσεν αὐτοι̃ς ἡ συναγωγὴ πα̃σα ὡς πρεσβυτέρων ὄντων καὶ κριτω̃ν του̃ λαου̃

44/45 καὶ ἰδοὺ ἄγγελος κυρίου ἐκείνης ἐξαγομένης ἀπολέσθαι καὶ ἔδωκεν ὁ ἄγγελος καθὼς προσετάγη πνευ̃μα συνέσεως νεωτέρω̨ ὄντι Δανιηλ

48 διαστείλας δὲ Δανιηλ τὸν ὄχλον καὶ στὰς ἐν μέσω̨ αὐτω̃ν εἰ̃πεν οὕτως μωροί υἱοὶ Ισραηλ οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφὲς ἐπιγνόντες ἀπεκρίνατε θυγατέρα Ισραηλ

51 καὶ νυ̃ν διαχωρίσατέ μοι αὐτοὺς ἀπ' ἀλλήλων μακράν ἵνα ἐτάσω αὐτούς

52 ὡς δὲ διεχωρίσθησαν εἰ̃πεν Δανιηλ τη̨̃ συναγωγη̨̃ νυ̃ν μὴ βλέψητε ὅτι οὑ̃τοί εἰσι πρεσβύτεροι λέγοντες οὐ μὴ ψεύσωνται ἀλλὰ ἀνακρινω̃ αὐτοὺς κατὰ τὰ ὑποπίπτοντά μοι καὶ ἐκάλεσε τὸν ἕνα αὐτω̃ν καὶ προσήγαγον τὸν πρεσβύτερον τω̨̃ νεωτέρω̨ καὶ εἰ̃πεν αὐτω̨̃ Δανιηλ ἄκουε ἄκουε πεπαλαιωμένε ἡμερω̃ν κακω̃ν νυ̃ν ἥκασί σου αἱ ἁμαρτίαι ἃς ἐποίεις τὸ πρότερον

53 πιστευθεὶς ἀκούειν καὶ κρίνειν κρίσεις θάνατον ἐπιφερούσας καὶ τὸν μὲν ἀθω̨̃ον κατέκρινας τοὺς δὲ ἐνόχους ἠφίεις του̃ κυρίου λέγοντος ἀθω̨̃ον καὶ δίκαιον οὐκ ἀποκτενει̃ς

54 νυ̃ν οὐ̃ν ὑπὸ τί δένδρον καὶ ποταπω̨̃ του̃ παραδείσου τόπω̨ ἑώρακας αὐτοὺς ὄντας σὺν ἑαυτοι̃ς καὶ εἰ̃πεν ὁ ἀσεβής ὑπὸ σχι̃νον

55 εἰ̃πεν δὲ ὁ νεώτερος ὀρθω̃ς ἔψευσαι εἰς τὴν σεαυτου̃ ψυχήν ὁ γὰρ ἄγγελος κυρίου σχίσει σου τὴν ψυχὴν σήμερον

56 καὶ του̃τον μεταστήσας εἰ̃πε προσαγαγει̃ν αὐτω̨̃ τὸν ἕτερον καὶ τούτω̨ δὲ εἰ̃πεν διὰ τί διεστραμμένον τὸ σπέρμα σου ὡς Σιδω̃νος καὶ οὐχ ὡς Ιουδα τὸ κάλλος σε ἠπάτησεν ἡ μιαρὰ ἐπιθυμία

57 καὶ οὕτως ἐποιει̃τε θυγατράσιν Ισραηλ καὶ ἐκει̃ναι φοβούμεναι ὡμιλου̃σαν ὑμι̃ν ἀλλ' οὐ θυγάτηρ Ιουδα ὑπέμεινε τὴν νόσον ὑμω̃ν ἐν ἀνομία̨ ὑπενεγκει̃ν

58 νυ̃ν οὐ̃ν λέγε μοι ὑπὸ τί δένδρον καὶ ἐν ποίω̨ του̃ κήπου τόπω̨ κατέλαβες αὐτοὺς ὁμιλου̃ντας ἀλλήλοις ὁ δὲ εἰ̃πεν ὑπὸ πρι̃νον

59 καὶ εἰ̃πεν Δανιηλ ἁμαρτωλέ νυ̃ν ὁ ἄγγελος κυρίου τὴν ῥομφαίαν ἕστηκεν ἔχων ἕως ὁ λαὸς ἐξολεθρεύσει ὑμα̃ς ἵνα καταπρίση̨ σε

60-62 καὶ πα̃σα ἡ συναγωγὴ ἀνεβόησεν ἐπὶ τω̨̃ νεωτέρω̨ ὡς ἐκ του̃ ἰδίου στόματος ὁμολόγους αὐτοὺς κατέστησεν ἀμφοτέρους ψευδομάρτυρας καὶ ὡς ὁ νόμος διαγορεύει ἐποίησαν αὐτοι̃ς καθὼς ἐπονηρεύσαντο κατὰ τη̃ς ἀδελφη̃ς καὶ ἐφίμωσαν αὐτοὺς καὶ ἐξαγαγόντες ἔρριψαν εἰς φάραγγα τότε ὁ ἄγγελος κυρίου ἔρριψε πυ̃ρ διὰ μέσου αὐτω̃ν καὶ ἐσώθη αἱ̃μα ἀναίτιον ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨

63 διὰ του̃το οἱ νεώτεροι ἀγαπητοὶ Ιακωβ ἐν τη̨̃ ἁπλότητι αὐτω̃ν καὶ ἡμει̃ς φυλασσώμεθα εἰς υἱοὺς δυνατοὺς νεωτέρους εὐσεβήσουσι γὰρ νεώτεροι καὶ ἔσται ἐν αὐτοι̃ς πνευ̃μα ἐπιστήμης καὶ συνέσεως εἰς αἰω̃να αἰω̃νος

.