Δανιὴλ ('Αλεξανδρινòς Κω̃διξ, Βατικανòς Κω̃διξ)

1:1 ἐν ἔτει τρίτω̨ τη̃ς βασιλείας Ιωακιμ βασιλέως Ιουδα ἠ̃λθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος εἰς Ιερουσαλημ καὶ ἐπολιόρκει αὐτήν

1:2 καὶ ἔδωκεν κύριος ἐν χειρὶ αὐτου̃ τὸν Ιωακιμ βασιλέα Ιουδα καὶ ἀπὸ μέρους τω̃ν σκευω̃ν οἴκου του̃ θεου̃ καὶ ἤνεγκεν αὐτὰ εἰς γη̃ν Σεννααρ οἰ̃κον του̃ θεου̃ αὐτου̃ καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς τὸν οἰ̃κον θησαυρου̃ του̃ θεου̃ αὐτου̃

1:3 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Ασφανεζ τω̨̃ ἀρχιευνούχω̨ αὐτου̃ εἰσαγαγει̃ν ἀπὸ τω̃ν υἱω̃ν τη̃ς αἰχμαλωσίας Ισραηλ καὶ ἀπὸ του̃ σπέρματος τη̃ς βασιλείας καὶ ἀπὸ τω̃ν φορθομμιν

1:4 νεανίσκους οἱ̃ς οὐκ ἔστιν ἐν αὐτοι̃ς μω̃μος καὶ καλοὺς τη̨̃ ὄψει καὶ συνιέντας ἐν πάση̨ σοφία̨ καὶ γιγνώσκοντας γνω̃σιν καὶ διανοουμένους φρόνησιν καὶ οἱ̃ς ἐστιν ἰσχὺς ἐν αὐτοι̃ς ἑστάναι ἐν τω̨̃ οἴκω̨ του̃ βασιλέως καὶ διδάξαι αὐτοὺς γράμματα καὶ γλω̃σσαν Χαλδαίων

1:5 καὶ διέταξεν αὐτοι̃ς ὁ βασιλεὺς τὸ τη̃ς ἡμέρας καθ' ἡμέραν ἀπὸ τη̃ς τραπέζης του̃ βασιλέως καὶ ἀπὸ του̃ οἴνου του̃ πότου αὐτου̃ καὶ θρέψαι αὐτοὺς ἔτη τρία καὶ μετὰ ταυ̃τα στη̃ναι ἐνώπιον του̃ βασιλέως

1:6 καὶ ἐγένετο ἐν αὐτοι̃ς ἐκ τω̃ν υἱω̃ν Ιουδα Δανιηλ καὶ Ανανιας καὶ Μισαηλ καὶ Αζαριας

1:7 καὶ ἐπέθηκεν αὐτοι̃ς ὁ ἀρχιευνου̃χος ὀνόματα τω̨̃ Δανιηλ Βαλτασαρ καὶ τω̨̃ Ανανια Σεδραχ καὶ τω̨̃ Μισαηλ Μισαχ καὶ τω̨̃ Αζαρια Αβδεναγω

1:8 καὶ ἔθετο Δανιηλ ἐπὶ τὴν καρδίαν αὐτου̃ ὡς οὐ μὴ ἀλισγηθη̨̃ ἐν τη̨̃ τραπέζη̨ του̃ βασιλέως καὶ ἐν τω̨̃ οἴνω̨ του̃ πότου αὐτου̃ καὶ ἠξίωσε τὸν ἀρχιευνου̃χον ὡς οὐ μὴ ἀλισγηθη̨̃

1:9 καὶ ἔδωκεν ὁ θεὸς τὸν Δανιηλ εἰς ἔλεον καὶ εἰς οἰκτιρμὸν ἐνώπιον του̃ ἀρχιευνούχου

1:10 καὶ εἰ̃πεν ὁ ἀρχιευνου̃χος τω̨̃ Δανιηλ φοβου̃μαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρω̃σιν ὑμω̃ν καὶ τὴν πόσιν ὑμω̃ν μήποτε ἴδη̨ τὰ πρόσωπα ὑμω̃ν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμω̃ν καὶ καταδικάσητε τὴν κεφαλήν μου τω̨̃ βασιλει̃

1:11 καὶ εἰ̃πεν Δανιηλ πρὸς Αμελσαδ ὃν κατέστησεν ὁ ἀρχιευνου̃χος ἐπὶ Δανιηλ Ανανιαν Μισαηλ Αζαριαν

1:12 πείρασον δὴ τοὺς παι̃δάς σου ἡμέρας δέκα καὶ δότωσαν ἡμι̃ν ἀπὸ τω̃ν σπερμάτων καὶ φαγόμεθα καὶ ὕδωρ πιόμεθα

1:13 καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμω̃ν καὶ αἱ ἰδέαι τω̃ν παιδαρίων τω̃ν ἐσθιόντων τὴν τράπεζαν του̃ βασιλέως καὶ καθὼς ἂν ἴδη̨ς ποίησον μετὰ τω̃ν παίδων σου

1:14 καὶ εἰσήκουσεν αὐτω̃ν καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα

1:15 καὶ μετὰ τὸ τέλος τω̃ν δέκα ἡμερω̃ν ὡράθησαν αἱ ἰδέαι αὐτω̃ν ἀγαθαὶ καὶ ἰσχυραὶ ται̃ς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν του̃ βασιλέως

1:16 καὶ ἐγένετο Αμελσαδ ἀναιρούμενος τὸ δει̃πνον αὐτω̃ν καὶ τὸν οἰ̃νον του̃ πόματος αὐτω̃ν καὶ ἐδίδου αὐτοι̃ς σπέρματα

1:17 καὶ τὰ παιδάρια ταυ̃τα οἱ τέσσαρες αὐτοί ἔδωκεν αὐτοι̃ς ὁ θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάση̨ γραμματικη̨̃ καὶ σοφία̨ καὶ Δανιηλ συνη̃κεν ἐν πάση̨ ὁράσει καὶ ἐνυπνίοις

1:18 καὶ μετὰ τὸ τέλος τω̃ν ἡμερω̃ν ὡ̃ν εἰ̃πεν ὁ βασιλεὺς εἰσαγαγει̃ν αὐτούς καὶ εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνου̃χος ἐναντίον Ναβουχοδονοσορ

1:19 καὶ ἐλάλησεν μετ' αὐτω̃ν ὁ βασιλεύς καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτω̃ν ὅμοιοι Δανιηλ καὶ Ανανια καὶ Μισαηλ καὶ Αζαρια καὶ ἔστησαν ἐνώπιον του̃ βασιλέως

1:20 καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης ὡ̃ν ἐζήτησεν παρ' αὐτω̃ν ὁ βασιλεύς εὑ̃ρεν αὐτοὺς δεκαπλασίονας παρὰ πάντας τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους τοὺς ὄντας ἐν πάση̨ τη̨̃ βασιλεία̨ αὐτου̃

1:21 καὶ ἐγένετο Δανιηλ ἕως ἔτους ἑνὸς Κύρου του̃ βασιλέως

2:1 ἐν τω̨̃ ἔτει τω̨̃ δευτέρω̨ τη̃ς βασιλείας Ναβουχοδονοσορ ἠνυπνιάσθη Ναβουχοδονοσορ ἐνύπνιον καὶ ἐξέστη τὸ πνευ̃μα αὐτου̃ καὶ ὁ ὕπνος αὐτου̃ ἐγένετο ἀπ' αὐτου̃

2:2 καὶ εἰ̃πεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς καὶ τοὺς Χαλδαίους του̃ ἀναγγει̃λαι τω̨̃ βασιλει̃ τὰ ἐνύπνια αὐτου̃ καὶ ἠ̃λθαν καὶ ἔστησαν ἐνώπιον του̃ βασιλέως

2:3 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ βασιλεύς ἠνυπνιάσθην καὶ ἐξέστη τὸ πνευ̃μά μου του̃ γνω̃ναι τὸ ἐνύπνιον

2:4 καὶ ἐλάλησαν οἱ Χαλδαι̃οι τω̨̃ βασιλει̃ Συριστί βασιλευ̃ εἰς τοὺς αἰω̃νας ζη̃θι σὺ εἰπὸν τὸ ἐνύπνιον τοι̃ς παισίν σου καὶ τὴν σύγκρισιν ἀναγγελου̃μεν

2:5 ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἰ̃πεν τοι̃ς Χαλδαίοις ὁ λόγος ἀπ' ἐμου̃ ἀπέστη ἐὰν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτου̃ εἰς ἀπώλειαν ἔσεσθε καὶ οἱ οἰ̃κοι ὑμω̃ν διαρπαγήσονται

2:6 ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτου̃ γνωρίσητέ μοι δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήμψεσθε παρ' ἐμου̃ πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτου̃ ἀπαγγείλατέ μοι

2:7 ἀπεκρίθησαν δεύτερον καὶ εἰ̃παν ὁ βασιλεὺς εἰπάτω τὸ ἐνύπνιον τοι̃ς παισὶν αὐτου̃ καὶ τὴν σύγκρισιν αὐτου̃ ἀναγγελου̃μεν

2:8 ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἰ̃πεν ἐπ' ἀληθείας οἰ̃δα ἐγὼ ὅτι καιρὸν ὑμει̃ς ἐξαγοράζετε καθότι εἴδετε ὅτι ἀπέστη ἀπ' ἐμου̃ τὸ ῥη̃μα

2:9 ἐὰν οὐ̃ν τὸ ἐνύπνιον μὴ ἀναγγείλητέ μοι οἰ̃δα ὅτι ῥη̃μα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπει̃ν ἐνώπιόν μου ἕως οὑ̃ ὁ καιρὸς παρέλθη̨ τὸ ἐνύπνιόν μου εἴπατέ μοι καὶ γνώσομαι ὅτι τὴν σύγκρισιν αὐτου̃ ἀναγγελει̃τέ μοι

2:10 ἀπεκρίθησαν οἱ Χαλδαι̃οι ἐνώπιον του̃ βασιλέως καὶ λέγουσιν οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τη̃ς ξηρα̃ς ὅστις τὸ ῥη̃μα του̃ βασιλέως δυνήσεται γνωρίσαι καθότι πα̃ς βασιλεὺς μέγας καὶ ἄρχων ῥη̃μα τοιου̃το οὐκ ἐπερωτα̨̃ ἐπαοιδόν μάγον καὶ Χαλδαι̃ον

2:11 ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς ἐπερωτα̨̃ βαρύς καὶ ἕτερος οὐκ ἔστιν ὃς ἀναγγελει̃ αὐτὸν ἐνώπιον του̃ βασιλέως ἀλλ' ἢ θεοί ὡ̃ν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός

2:12 τότε ὁ βασιλεὺς ἐν θυμω̨̃ καὶ ὀργη̨̃ πολλη̨̃ εἰ̃πεν ἀπολέσαι πάντας τοὺς σοφοὺς Βαβυλω̃νος

2:13 καὶ τὸ δόγμα ἐξη̃λθεν καὶ οἱ σοφοὶ ἀπεκτέννοντο καὶ ἐζήτησαν Δανιηλ καὶ τοὺς φίλους αὐτου̃ ἀνελει̃ν

2:14 τότε Δανιηλ ἀπεκρίθη βουλὴν καὶ γνώμην τω̨̃ Αριωχ τω̨̃ ἀρχιμαγείρω̨ του̃ βασιλέως ὃς ἐξη̃λθεν ἀναιρει̃ν τοὺς σοφοὺς Βαβυλω̃νος

2:15 ἄρχων του̃ βασιλέως περὶ τίνος ἐξη̃λθεν ἡ γνώμη ἡ ἀναιδὴς ἐκ προσώπου του̃ βασιλέως ἐγνώρισεν δὲ τὸ ῥη̃μα Αριωχ τω̨̃ Δανιηλ

2:16 καὶ Δανιηλ εἰση̃λθεν καὶ ἠξίωσεν τὸν βασιλέα ὅπως χρόνον δω̨̃ αὐτω̨̃ καὶ τὴν σύγκρισιν αὐτου̃ ἀναγγείλη̨ τω̨̃ βασιλει̃

2:17 καὶ εἰση̃λθεν Δανιηλ εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ τω̨̃ Ανανια καὶ τω̨̃ Μισαηλ καὶ τω̨̃ Αζαρια τοι̃ς φίλοις αὐτου̃ τὸ ῥη̃μα ἐγνώρισεν

2:18 καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ του̃ θεου̃ του̃ οὐρανου̃ ὑπὲρ του̃ μυστηρίου τούτου ὅπως ἂν μὴ ἀπόλωνται Δανιηλ καὶ οἱ φίλοι αὐτου̃ μετὰ τω̃ν ἐπιλοίπων σοφω̃ν Βαβυλω̃νος

2:19 τότε τω̨̃ Δανιηλ ἐν ὁράματι τη̃ς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη καὶ εὐλόγησεν τὸν θεὸν του̃ οὐρανου̃

2:20 Δανιηλ καὶ εἰ̃πεν εἴη τὸ ὄνομα του̃ θεου̃ εὐλογημένον ἀπὸ του̃ αἰω̃νος καὶ ἕως του̃ αἰω̃νος ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτου̃ ἐστιν

2:21 καὶ αὐτὸς ἀλλοιοι̃ καιροὺς καὶ χρόνους καθιστα̨̃ βασιλει̃ς καὶ μεθιστα̨̃ διδοὺς σοφίαν τοι̃ς σοφοι̃ς καὶ φρόνησιν τοι̃ς εἰδόσιν σύνεσιν

2:22 αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα γινώσκων τὰ ἐν τω̨̃ σκότει καὶ τὸ φω̃ς μετ' αὐτου̃ ἐστιν

2:23 σοί ὁ θεὸς τω̃ν πατέρων μου ἐξομολογου̃μαι καὶ αἰνω̃ ὅτι σοφίαν καὶ δύναμιν ἔδωκάς μοι καὶ νυ̃ν ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σου̃ καὶ τὸ ὅραμα του̃ βασιλέως ἐγνώρισάς μοι

2:24 καὶ ἠ̃λθεν Δανιηλ πρὸς Αριωχ ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς Βαβυλω̃νος καὶ εἰ̃πεν αὐτω̨̃ τοὺς σοφοὺς Βαβυλω̃νος μὴ ἀπολέση̨ς εἰσάγαγε δέ με ἐνώπιον του̃ βασιλέως καὶ τὴν σύγκρισιν τω̨̃ βασιλει̃ ἀναγγελω̃

2:25 τότε Αριωχ ἐν σπουδη̨̃ εἰσήγαγεν τὸν Δανιηλ ἐνώπιον του̃ βασιλέως καὶ εἰ̃πεν αὐτω̨̃ εὕρηκα ἄνδρα ἐκ τω̃ν υἱω̃ν τη̃ς αἰχμαλωσίας τη̃ς Ιουδαίας ὅστις τὸ σύγκριμα τω̨̃ βασιλει̃ ἀναγγελει̃

2:26 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἰ̃πεν τω̨̃ Δανιηλ οὑ̃ τὸ ὄνομα Βαλτασαρ εἰ δύνασαί μοι ἀναγγει̃λαι τὸ ἐνύπνιον ὃ εἰ̃δον καὶ τὴν σύγκρισιν αὐτου̃

2:27 καὶ ἀπεκρίθη Δανιηλ ἐνώπιον του̃ βασιλέως καὶ λέγει τὸ μυστήριον ὃ ὁ βασιλεὺς ἐπερωτα̨̃ οὐκ ἔστιν σοφω̃ν μάγων ἐπαοιδω̃ν γαζαρηνω̃ν ἀναγγει̃λαι τω̨̃ βασιλει̃

2:28 ἀλλ' ἢ ἔστιν θεὸς ἐν οὐρανω̨̃ ἀποκαλύπτων μυστήρια καὶ ἐγνώρισεν τω̨̃ βασιλει̃ Ναβουχοδονοσορ ἃ δει̃ γενέσθαι ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τη̃ς κεφαλη̃ς σου ἐπὶ τη̃ς κοίτης σου του̃τό ἐστιν

2:29 σὺ βασιλευ̃ οἱ διαλογισμοί σου ἐπὶ τη̃ς κοίτης σου ἀνέβησαν τί δει̃ γενέσθαι μετὰ ταυ̃τα καὶ ὁ ἀποκαλύπτων μυστήρια ἐγνώρισέν σοι ἃ δει̃ γενέσθαι

2:30 καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφία̨ τη̨̃ οὔση̨ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζω̃ντας τὸ μυστήριον του̃το ἀπεκαλύφθη ἀλλ' ἕνεκεν του̃ τὴν σύγκρισιν τω̨̃ βασιλει̃ γνωρίσαι ἵνα τοὺς διαλογισμοὺς τη̃ς καρδίας σου γνω̨̃ς

2:31 σύ βασιλευ̃ ἐθεώρεις καὶ ἰδοὺ εἰκὼν μία μεγάλη ἡ εἰκὼν ἐκείνη καὶ ἡ πρόσοψις αὐτη̃ς ὑπερφερής ἑστω̃σα πρὸ προσώπου σου καὶ ἡ ὅρασις αὐτη̃ς φοβερά

2:32 ἡ εἰκών ἡ̃ς ἡ κεφαλὴ χρυσίου χρηστου̃ αἱ χει̃ρες καὶ τὸ στη̃θος καὶ οἱ βραχίονες αὐτη̃ς ἀργυροι̃ ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοι̃

2:33 αἱ κνη̃μαι σιδηραι̃ οἱ πόδες μέρος τι σιδηρου̃ν καὶ μέρος τι ὀστράκινον

2:34 ἐθεώρεις ἕως οὑ̃ ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρω̃ν καὶ ἐπάταξεν τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηρου̃ς καὶ ὀστρακίνους καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος

2:35 τότε ἐλεπτύνθησαν εἰς ἅπαξ τὸ ὄστρακον ὁ σίδηρος ὁ χαλκός ὁ ἄργυρος ὁ χρυσὸς καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινη̃ς καὶ ἐξη̃ρεν αὐτὰ τὸ πλη̃θος του̃ πνεύματος καὶ τόπος οὐχ εὑρέθη αὐτοι̃ς καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγενήθη ὄρος μέγα καὶ ἐπλήρωσεν πα̃σαν τὴν γη̃ν

2:36 του̃τό ἐστιν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτου̃ ἐρου̃μεν ἐνώπιον του̃ βασιλέως

2:37 σύ βασιλευ̃ βασιλεὺς βασιλέων ὡ̨̃ ὁ θεὸς του̃ οὐρανου̃ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν

2:38 ἐν παντὶ τόπω̨ ὅπου κατοικου̃σιν οἱ υἱοὶ τω̃ν ἀνθρώπων θηρία τε ἀγρου̃ καὶ πετεινὰ οὐρανου̃ ἔδωκεν ἐν τη̨̃ χειρί σου καὶ κατέστησέν σε κύριον πάντων σὺ εἰ̃ ἡ κεφαλὴ ἡ χρυση̃

2:39 καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου καὶ βασιλεία τρίτη ἥτις ἐστὶν ὁ χαλκός ἣ κυριεύσει πάσης τη̃ς γη̃ς

2:40 καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα οὕτως πάντα λεπτυνει̃ καὶ δαμάσει

2:41 καὶ ὅτι εἰ̃δες τοὺς πόδας καὶ τοὺς δακτύλους μέρος μέν τι ὀστράκινον μέρος δέ τι σιδηρου̃ν βασιλεία διη̨ρημένη ἔσται καὶ ἀπὸ τη̃ς ῥίζης τη̃ς σιδηρα̃ς ἔσται ἐν αὐτη̨̃ ὃν τρόπον εἰ̃δες τὸν σίδηρον ἀναμεμειγμένον τω̨̃ ὀστράκω̨

2:42 καὶ οἱ δάκτυλοι τω̃ν ποδω̃ν μέρος μέν τι σιδηρου̃ν μέρος δέ τι ὀστράκινον μέρος τι τη̃ς βασιλείας ἔσται ἰσχυρὸν καὶ ἀπ' αὐτη̃ς ἔσται συντριβόμενον

2:43 ὅτι εἰ̃δες τὸν σίδηρον ἀναμεμειγμένον τω̨̃ ὀστράκω̨ συμμειγει̃ς ἔσονται ἐν σπέρματι ἀνθρώπων καὶ οὐκ ἔσονται προσκολλώμενοι οὑ̃τος μετὰ τούτου καθὼς ὁ σίδηρος οὐκ ἀναμείγνυται μετὰ του̃ ὀστράκου

2:44 καὶ ἐν ται̃ς ἡμέραις τω̃ν βασιλέων ἐκείνων ἀναστήσει ὁ θεὸς του̃ οὐρανου̃ βασιλείαν ἥτις εἰς τοὺς αἰω̃νας οὐ διαφθαρήσεται καὶ ἡ βασιλεία αὐτου̃ λαω̨̃ ἑτέρω̨ οὐχ ὑπολειφθήσεται λεπτυνει̃ καὶ λικμήσει πάσας τὰς βασιλείας καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰω̃νας

2:45 ὃν τρόπον εἰ̃δες ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρω̃ν καὶ ἐλέπτυνεν τὸ ὄστρακον τὸν σίδηρον τὸν χαλκόν τὸν ἄργυρον τὸν χρυσόν ὁ θεὸς ὁ μέγας ἐγνώρισεν τω̨̃ βασιλει̃ ἃ δει̃ γενέσθαι μετὰ ταυ̃τα καὶ ἀληθινὸν τὸ ἐνύπνιον καὶ πιστὴ ἡ σύγκρισις αὐτου̃

2:46 τότε ὁ βασιλεὺς Ναβουχοδονοσορ ἔπεσεν ἐπὶ πρόσωπον καὶ τω̨̃ Δανιηλ προσεκύνησεν καὶ μαναα καὶ εὐωδίας εἰ̃πεν σπει̃σαι αὐτω̨̃

2:47 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἰ̃πεν τω̨̃ Δανιηλ ἐπ' ἀληθείας ὁ θεὸς ὑμω̃ν αὐτός ἐστιν θεὸς θεω̃ν καὶ κύριος τω̃ν βασιλέων καὶ ἀποκαλύπτων μυστήρια ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον του̃το

2:48 καὶ ἐμεγάλυνεν ὁ βασιλεὺς τὸν Δανιηλ καὶ δόματα μεγάλα καὶ πολλὰ ἔδωκεν αὐτω̨̃ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλω̃νος καὶ ἄρχοντα σατραπω̃ν ἐπὶ πάντας τοὺς σοφοὺς Βαβυλω̃νος

2:49 καὶ Δανιηλ ἠ̨τήσατο παρὰ του̃ βασιλέως καὶ κατέστησεν ἐπὶ τὰ ἔργα τη̃ς χώρας Βαβυλω̃νος τὸν Σεδραχ Μισαχ Αβδεναγω καὶ Δανιηλ ἠ̃ν ἐν τη̨̃ αὐλη̨̃ του̃ βασιλέως

3:1 ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυση̃ν ὕψος αὐτη̃ς πήχεων ἑξήκοντα εὐ̃ρος αὐτη̃ς πήχεων ἕξ καὶ ἔστησεν αὐτὴν ἐν πεδίω̨ Δεϊρα ἐν χώρα̨ Βαβυλω̃νος

3:2 καὶ ἀπέστειλεν συναγαγει̃ν τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς τοπάρχας ἡγουμένους καὶ τυράννους καὶ τοὺς ἐπ' ἐξουσιω̃ν καὶ πάντας τοὺς ἄρχοντας τω̃ν χωρω̃ν ἐλθει̃ν εἰς τὰ ἐγκαίνια τη̃ς εἰκόνος ἡ̃ς ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς

3:3 καὶ συνήχθησαν οἱ τοπάρχαι ὕπατοι στρατηγοί ἡγούμενοι τύραννοι μεγάλοι οἱ ἐπ' ἐξουσιω̃ν καὶ πάντες οἱ ἄρχοντες τω̃ν χωρω̃ν εἰς τὸν ἐγκαινισμὸν τη̃ς εἰκόνος ἡ̃ς ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς καὶ εἱστήκεισαν ἐνώπιον τη̃ς εἰκόνος ἡ̃ς ἔστησεν Ναβουχοδονοσορ

3:4 καὶ ὁ κη̃ρυξ ἐβόα ἐν ἰσχύι ὑμι̃ν λέγεται λαοί φυλαί γλω̃σσαι

3:5 ἡ̨̃ ἂν ὥρα̨ ἀκούσητε τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικω̃ν πίπτοντες προσκυνει̃τε τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς

3:6 καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήση̨ αὐτη̨̃ τη̨̃ ὥρα̨ ἐμβληθήσεται εἰς τὴν κάμινον του̃ πυρὸς τὴν καιομένην

3:7 καὶ ἐγένετο ὅτε ἤκουσαν οἱ λαοὶ τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικω̃ν πίπτοντες πάντες οἱ λαοί φυλαί γλω̃σσαι προσεκύνουν τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς

3:8 τότε προσήλθοσαν ἄνδρες Χαλδαι̃οι καὶ διέβαλον τοὺς Ιουδαίους

3:9 τω̨̃ βασιλει̃ Ναβουχοδονοσορ βασιλευ̃ εἰς τοὺς αἰω̃νας ζη̃θι

3:10 σύ βασιλευ̃ ἔθηκας δόγμα πάντα ἄνθρωπον ὃς ἂν ἀκούση̨ τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικω̃ν

3:11 καὶ μὴ πεσὼν προσκυνήση̨ τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἐμβληθήσεται εἰς τὴν κάμινον του̃ πυρὸς τὴν καιομένην

3:12 εἰσὶν ἄνδρες Ιουδαι̃οι οὓς κατέστησας ἐπὶ τὰ ἔργα τη̃ς χώρας Βαβυλω̃νος Σεδραχ Μισαχ Αβδεναγω οἱ ἄνδρες ἐκει̃νοι οὐχ ὑπήκουσαν βασιλευ̃ τω̨̃ δόγματί σου τοι̃ς θεοι̃ς σου οὐ λατρεύουσιν καὶ τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησας οὐ προσκυνου̃σιν

3:13 τότε Ναβουχοδονοσορ ἐν θυμω̨̃ καὶ ὀργη̨̃ εἰ̃πεν ἀγαγει̃ν τὸν Σεδραχ Μισαχ καὶ Αβδεναγω καὶ ἤχθησαν ἐνώπιον του̃ βασιλέως

3:14 καὶ ἀπεκρίθη Ναβουχοδονοσορ καὶ εἰ̃πεν αὐτοι̃ς εἰ ἀληθω̃ς Σεδραχ Μισαχ Αβδεναγω τοι̃ς θεοι̃ς μου οὐ λατρεύετε καὶ τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησα οὐ προσκυνει̃τε

3:15 νυ̃ν οὐ̃ν εἰ ἔχετε ἑτοίμως ἵνα ὡς ἂν ἀκούσητε τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικω̃ν πεσόντες προσκυνήσητε τη̨̃ εἰκόνι ἡ̨̃ ἐποίησα ἐὰν δὲ μὴ προσκυνήσητε αὐτη̨̃ τη̨̃ ὥρα̨ ἐμβληθήσεσθε εἰς τὴν κάμινον του̃ πυρὸς τὴν καιομένην καὶ τίς ἐστιν θεός ὃς ἐξελει̃ται ὑμα̃ς ἐκ τω̃ν χειρω̃ν μου

3:16 καὶ ἀπεκρίθησαν Σεδραχ Μισαχ Αβδεναγω λέγοντες τω̨̃ βασιλει̃ Ναβουχοδονοσορ οὐ χρείαν ἔχομεν ἡμει̃ς περὶ του̃ ῥήματος τούτου ἀποκριθη̃ναί σοι

3:17 ἔστιν γὰρ θεός ὡ̨̃ ἡμει̃ς λατρεύομεν δυνατὸς ἐξελέσθαι ἡμα̃ς ἐκ τη̃ς καμίνου του̃ πυρὸς τη̃ς καιομένης καὶ ἐκ τω̃ν χειρω̃ν σου βασιλευ̃ ῥύσεται ἡμα̃ς

3:18 καὶ ἐὰν μή γνωστὸν ἔστω σοι βασιλευ̃ ὅτι τοι̃ς θεοι̃ς σου οὐ λατρεύομεν καὶ τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησας οὐ προσκυνου̃μεν

3:19 τότε Ναβουχοδονοσορ ἐπλήσθη θυμου̃ καὶ ἡ ὄψις του̃ προσώπου αὐτου̃ ἠλλοιώθη ἐπὶ Σεδραχ Μισαχ καὶ Αβδεναγω καὶ εἰ̃πεν ἐκκαυ̃σαι τὴν κάμινον ἑπταπλασίως ἕως οὑ̃ εἰς τέλος ἐκκαη̨̃

3:20 καὶ ἄνδρας ἰσχυροὺς ἰσχύι εἰ̃πεν πεδήσαντας τὸν Σεδραχ Μισαχ καὶ Αβδεναγω ἐμβαλει̃ν εἰς τὴν κάμινον του̃ πυρὸς τὴν καιομένην

3:21 τότε οἱ ἄνδρες ἐκει̃νοι ἐπεδήθησαν σὺν τοι̃ς σαραβάροις αὐτω̃ν καὶ τιάραις καὶ περικνημι̃σι καὶ ἐνδύμασιν αὐτω̃ν καὶ ἐβλήθησαν εἰς μέσον τη̃ς καμίνου του̃ πυρὸς τη̃ς καιομένης

3:22 ἐπεὶ τὸ ῥη̃μα του̃ βασιλέως ὑπερίσχυεν καὶ ἡ κάμινος ἐξεκαύθη ἐκ περισσου̃

3:23 καὶ οἱ τρει̃ς οὑ̃τοι Σεδραχ Μισαχ καὶ Αβδεναγω ἔπεσον εἰς μέσον τη̃ς καμίνου του̃ πυρὸς τη̃ς καιομένης πεπεδημένοι

3:24 καὶ περιεπάτουν ἐν μέσω̨ τη̃ς φλογὸς ὑμνου̃ντες τὸν θεὸν καὶ εὐλογου̃ντες τὸν κύριον

3:25 καὶ συστὰς Αζαριας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτου̃ ἐν μέσω̨ του̃ πυρὸς εἰ̃πεν

3:26 εὐλογητὸς εἰ̃ κύριε ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν καὶ αἰνετός καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰω̃νας

3:27 ὅτι δίκαιος εἰ̃ ἐπὶ πα̃σιν οἱ̃ς ἐποίησας ἡμι̃ν καὶ πάντα τὰ ἔργα σου ἀληθινά καὶ εὐθει̃αι αἱ ὁδοί σου καὶ πα̃σαι αἱ κρίσεις σου ἀλήθεια

3:28 καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμι̃ν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τω̃ν πατέρων ἡμω̃ν Ιερουσαλημ ὅτι ἐν ἀληθεία̨ καὶ κρίσει ἐπήγαγες πάντα ταυ̃τα διὰ τὰς ἁμαρτίας ἡμω̃ν

3:29 ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστη̃ναι ἀπὸ σου̃ καὶ ἐξημάρτομεν ἐν πα̃σιν καὶ τω̃ν ἐντολω̃ν σου οὐκ ἠκούσαμεν

3:30 οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμι̃ν ἵνα εὐ̃ ἡμι̃ν γένηται

3:31 καὶ πάντα ὅσα ἡμι̃ν ἐπήγαγες καὶ πάντα ὅσα ἐποίησας ἡμι̃ν ἐν ἀληθινη̨̃ κρίσει ἐποίησας

3:32 καὶ παρέδωκας ἡμα̃ς εἰς χει̃ρας ἐχθρω̃ν ἀνόμων ἐχθίστων ἀποστατω̃ν καὶ βασιλει̃ ἀδίκω̨ καὶ πονηροτάτω̨ παρὰ πα̃σαν τὴν γη̃ν

3:33 καὶ νυ̃ν οὐκ ἔστιν ἡμι̃ν ἀνοι̃ξαι τὸ στόμα αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοι̃ς δούλοις σου καὶ τοι̃ς σεβομένοις σε

3:34 μὴ δὴ παραδω̨̃ς ἡμα̃ς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάση̨ς τὴν διαθήκην σου

3:35 καὶ μὴ ἀποστήση̨ς τὸ ἔλεός σου ἀφ' ἡμω̃ν δι' Αβρααμ τὸν ἠγαπημένον ὑπὸ σου̃ καὶ διὰ Ισαακ τὸν δου̃λόν σου καὶ Ισραηλ τὸν ἅγιόν σου

3:36 οἱ̃ς ἐλάλησας πρὸς αὐτοὺς λέγων πληθυ̃ναι τὸ σπέρμα αὐτω̃ν ὡς τὰ ἄστρα του̃ οὐρανου̃ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χει̃λος τη̃ς θαλάσσης

3:37 ὅτι δέσποτα ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάση̨ τη̨̃ γη̨̃ σήμερον διὰ τὰς ἁμαρτίας ἡμω̃ν

3:38 καὶ οὐκ ἔστιν ἐν τω̨̃ καιρω̨̃ τούτω̨ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα οὐ τόπος του̃ καρπω̃σαι ἐναντίον σου καὶ εὑρει̃ν ἔλεος

3:39 ἀλλ' ἐν ψυχη̨̃ συντετριμμένη̨ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν ὡς ἐν ὁλοκαυτώμασιν κριω̃ν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνω̃ν πιόνων

3:40 οὕτως γενέσθω θυσία ἡμω̃ν ἐνώπιόν σου σήμερον καὶ ἐκτελέσαι ὄπισθέν σου ὅτι οὐκ ἔσται αἰσχύνη τοι̃ς πεποιθόσιν ἐπὶ σοί

3:41 καὶ νυ̃ν ἐξακολουθου̃μεν ἐν ὅλη̨ καρδία̨ καὶ φοβούμεθά σε καὶ ζητου̃μεν τὸ πρόσωπόν σου μὴ καταισχύνη̨ς ἡμα̃ς

3:42 ἀλλὰ ποίησον μεθ' ἡμω̃ν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλη̃θος του̃ ἐλέους σου

3:43 καὶ ἐξελου̃ ἡμα̃ς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τω̨̃ ὀνόματί σου κύριε

3:44 καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοι̃ς δούλοις σου κακὰ καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυνάμεως καὶ δυναστείας καὶ ἡ ἰσχὺς αὐτω̃ν συντριβείη

3:45 γνώτωσαν ὅτι σὺ εἰ̃ κύριος ὁ θεὸς μόνος καὶ ἔνδοξος ἐφ' ὅλην τὴν οἰκουμένην

3:46 καὶ οὐ διέλειπον οἱ ἐμβαλόντες αὐτοὺς ὑπηρέται του̃ βασιλέως καίοντες τὴν κάμινον νάφθαν καὶ πίσσαν καὶ στιππύον καὶ κληματίδα

3:47 καὶ διεχει̃το ἡ φλὸξ ἐπάνω τη̃ς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα

3:48 καὶ διώδευσεν καὶ ἐνεπύρισεν οὓς εὑ̃ρεν περὶ τὴν κάμινον τω̃ν Χαλδαίων

3:49 ὁ δὲ ἄγγελος κυρίου συγκατέβη ἅμα τοι̃ς περὶ τὸν Αζαριαν εἰς τὴν κάμινον καὶ ἐξετίναξεν τὴν φλόγα του̃ πυρὸς ἐκ τη̃ς καμίνου

3:50 καὶ ἐποίησεν τὸ μέσον τη̃ς καμίνου ὡς πνευ̃μα δρόσου διασυρίζον καὶ οὐχ ἥψατο αὐτω̃ν τὸ καθόλου τὸ πυ̃ρ καὶ οὐκ ἐλύπησεν οὐδὲ παρηνώχλησεν αὐτοι̃ς

3:51 τότε οἱ τρει̃ς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν τὸν θεὸν ἐν τη̨̃ καμίνω̨ λέγοντες

3:52 εὐλογητὸς εἰ̃ κύριε ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰω̃νας καὶ εὐλογημένον τὸ ὄνομα τη̃ς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψούμενον εἰς τοὺς αἰω̃νας

3:53 εὐλογημένος εἰ̃ ἐν τω̨̃ ναω̨̃ τη̃ς ἁγίας δόξης σου καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰω̃νας

3:55 εὐλογημένος εἰ̃ ὁ ἐπιβλέπων ἀβύσσους καθήμενος ἐπὶ χερουβιν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰω̃νας

3:54 εὐλογημένος εἰ̃ ἐπὶ θρόνου τη̃ς βασιλείας σου καὶ ὑπερυμνητὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰω̃νας

3:56 εὐλογημένος εἰ̃ ἐν τω̨̃ στερεώματι του̃ οὐρανου̃ καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰω̃νας

3:57 εὐλογει̃τε πάντα τὰ ἔργα κυρίου τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:59 εὐλογει̃τε οὐρανοί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:58 εὐλογει̃τε ἄγγελοι κυρίου τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:60 εὐλογει̃τε ὕδατα πάντα τὰ ἐπάνω του̃ οὐρανου̃ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:61 εὐλογει̃τε πα̃σαι αἱ δυνάμεις τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:62 εὐλογει̃τε ἥλιος καὶ σελήνη τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:63 εὐλογει̃τε ἄστρα του̃ οὐρανου̃ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:64 εὐλογει̃τε πα̃ς ὄμβρος καὶ δρόσος τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:65 εὐλογει̃τε πάντα τὰ πνεύματα τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:66 εὐλογει̃τε πυ̃ρ καὶ καυ̃μα τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:67 εὐλογει̃τε ψυ̃χος καὶ καύσων τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:68 εὐλογει̃τε δρόσοι καὶ νιφετοί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:71 εὐλογει̃τε νύκτες καὶ ἡμέραι τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:72 εὐλογει̃τε φω̃ς καὶ σκότος τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:69 εὐλογει̃τε πάγος καὶ ψυ̃χος τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:70 εὐλογει̃τε πάχναι καὶ χιόνες τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:73 εὐλογει̃τε ἀστραπαὶ καὶ νεφέλαι τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:74 εὐλογείτω ἡ γη̃ τὸν κύριον ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰω̃νας

3:75 εὐλογει̃τε ὄρη καὶ βουνοί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:76 εὐλογει̃τε πάντα τὰ φυόμενα ἐν τη̨̃ γη̨̃ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:78 εὐλογει̃τε θάλασσαι καὶ ποταμοί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:77 εὐλογει̃τε αἱ πηγαί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:79 εὐλογει̃τε κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοι̃ς ὕδασιν τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:80 εὐλογει̃τε πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:81 εὐλογει̃τε πάντα τὰ θηρία καὶ τὰ κτήνη τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:82 εὐλογει̃τε οἱ υἱοὶ τω̃ν ἀνθρώπων τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:83 εὐλογει̃τε Ισραηλ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:84 εὐλογει̃τε ἱερει̃ς κυρίου τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:85 εὐλογει̃τε δου̃λοι κυρίου τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:86 εὐλογει̃τε πνεύματα καὶ ψυχαὶ δικαίων τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:87 εὐλογει̃τε ὅσιοι καὶ ταπεινοὶ τη̨̃ καρδία̨ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας

3:88 εὐλογει̃τε Ανανια Αζαρια Μισαηλ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας ὅτι ἐξείλατο ἡμα̃ς ἐξ ἅ̨δου καὶ ἐκ χειρὸς θανάτου ἔσωσεν ἡμα̃ς καὶ ἐρρύσατο ἡμα̃ς ἐκ μέσου καμίνου καιομένης φλογὸς καὶ ἐκ μέσου πυρὸς ἐρρύσατο ἡμα̃ς

3:89 ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι χρηστός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

3:90 εὐλογει̃τε πάντες οἱ σεβόμενοι τὸν κύριον τὸν θεὸν τω̃ν θεω̃ν ὑμνει̃τε καὶ ἐξομολογει̃σθε ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

3:91 καὶ Ναβουχοδονοσορ ἤκουσεν ὑμνούντων αὐτω̃ν καὶ ἐθαύμασεν καὶ ἐξανέστη ἐν σπουδη̨̃ καὶ εἰ̃πεν τοι̃ς μεγιστα̃σιν αὐτου̃ οὐχὶ ἄνδρας τρει̃ς ἐβάλομεν εἰς μέσον του̃ πυρὸς πεπεδημένους καὶ εἰ̃παν τω̨̃ βασιλει̃ ἀληθω̃ς βασιλευ̃

3:92 καὶ εἰ̃πεν ὁ βασιλεύς ἰδοὺ ἐγὼ ὁρω̃ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατου̃ντας ἐν μέσω̨ του̃ πυρός καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοι̃ς καὶ ἡ ὅρασις του̃ τετάρτου ὁμοία υἱω̨̃ θεου̃

3:93 τότε προση̃λθεν Ναβουχοδονοσορ πρὸς τὴν θύραν τη̃ς καμίνου του̃ πυρὸς τη̃ς καιομένης καὶ εἰ̃πεν Σεδραχ Μισαχ Αβδεναγω οἱ δου̃λοι του̃ θεου̃ του̃ ὑψίστου ἐξέλθετε καὶ δευ̃τε καὶ ἐξη̃λθον Σεδραχ Μισαχ Αβδεναγω ἐκ μέσου του̃ πυρός

3:94 καὶ συνάγονται οἱ σατράπαι καὶ οἱ στρατηγοὶ καὶ οἱ τοπάρχαι καὶ οἱ δυνάσται του̃ βασιλέως καὶ ἐθεώρουν τοὺς ἄνδρας ὅτι οὐκ ἐκυρίευσεν τὸ πυ̃ρ του̃ σώματος αὐτω̃ν καὶ ἡ θρὶξ τη̃ς κεφαλη̃ς αὐτω̃ν οὐκ ἐφλογίσθη καὶ τὰ σαράβαρα αὐτω̃ν οὐκ ἠλλοιώθη καὶ ὀσμὴ πυρὸς οὐκ ἠ̃ν ἐν αὐτοι̃ς

3:95 καὶ ἀπεκρίθη Ναβουχοδονοσορ καὶ εἰ̃πεν εὐλογητὸς ὁ θεὸς του̃ Σεδραχ Μισαχ Αβδεναγω ὃς ἀπέστειλεν τὸν ἄγγελον αὐτου̃ καὶ ἐξείλατο τοὺς παι̃δας αὐτου̃ ὅτι ἐπεποίθεισαν ἐπ' αὐτω̨̃ καὶ τὸ ῥη̃μα του̃ βασιλέως ἠλλοίωσαν καὶ παρέδωκαν τὰ σώματα αὐτω̃ν εἰς πυ̃ρ ὅπως μὴ λατρεύσωσιν μηδὲ προσκυνήσωσιν παντὶ θεω̨̃ ἀλλ' ἢ τω̨̃ θεω̨̃ αὐτω̃ν

3:96 καὶ ἐγὼ ἐκτίθεμαι δόγμα πα̃ς λαός φυλή γλω̃σσα ἣ ἂν εἴπη̨ βλασφημίαν κατὰ του̃ θεου̃ Σεδραχ Μισαχ Αβδεναγω εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἰ̃κοι αὐτω̃ν εἰς διαρπαγήν καθότι οὐκ ἔστιν θεὸς ἕτερος ὅστις δυνήσεται ῥύσασθαι οὕτως

3:97 τότε ὁ βασιλεὺς κατεύθυνεν τὸν Σεδραχ Μισαχ Αβδεναγω ἐν τη̨̃ χώρα̨ Βαβυλω̃νος καὶ ἠξίωσεν αὐτοὺς ἡγει̃σθαι πάντων τω̃ν Ιουδαίων τω̃ν ὄντων ἐν τη̨̃ βασιλεία̨ αὐτου̃

4:1 Ναβουχοδονοσορ ὁ βασιλεὺς πα̃σι τοι̃ς λαοι̃ς φυλαι̃ς καὶ γλώσσαις τοι̃ς οἰκου̃σιν ἐν πάση̨ τη̨̃ γη̨̃ εἰρήνη ὑμι̃ν πληθυνθείη

4:2 τὰ σημει̃α καὶ τὰ τέρατα ἃ ἐποίησεν μετ' ἐμου̃ ὁ θεὸς ὁ ὕψιστος ἤρεσεν ἐναντίον ἐμου̃ ἀναγγει̃λαι ὑμι̃ν

4:3 ὡς μεγάλα καὶ ἰσχυρά ἡ βασιλεία αὐτου̃ βασιλεία αἰώνιος καὶ ἡ ἐξουσία αὐτου̃ εἰς γενεὰν καὶ γενεάν

4:4 ἐγὼ Ναβουχοδονοσορ εὐθηνω̃ν ἤμην ἐν τω̨̃ οἴκω̨ μου καὶ εὐθαλω̃ν

4:5 ἐνύπνιον εἰ̃δον καὶ ἐφοβέρισέν με καὶ ἐταράχθην ἐπὶ τη̃ς κοίτης μου καὶ αἱ ὁράσεις τη̃ς κεφαλη̃ς μου συνετάραξάν με

4:6 καὶ δι' ἐμου̃ ἐτέθη δόγμα του̃ εἰσαγαγει̃ν ἐνώπιόν μου πάντας τοὺς σοφοὺς Βαβυλω̃νος ὅπως τὴν σύγκρισιν του̃ ἐνυπνίου γνωρίσωσίν μοι

4:7 καὶ εἰσεπορεύοντο οἱ ἐπαοιδοί μάγοι γαζαρηνοί Χαλδαι̃οι καὶ τὸ ἐνύπνιον εἰ̃πα ἐγὼ ἐνώπιον αὐτω̃ν καὶ τὴν σύγκρισιν αὐτου̃ οὐκ ἐγνώρισάν μοι

4:8 ἕως οὑ̃ ἠ̃λθεν Δανιηλ οὑ̃ τὸ ὄνομα Βαλτασαρ κατὰ τὸ ὄνομα του̃ θεου̃ μου ὃς πνευ̃μα θεου̃ ἅγιον ἐν ἑαυτω̨̃ ἔχει καὶ τὸ ἐνύπνιον ἐνώπιον αὐτου̃ εἰ̃πα

4:9 Βαλτασαρ ὁ ἄρχων τω̃ν ἐπαοιδω̃ν ὃν ἐγὼ ἔγνων ὅτι πνευ̃μα θεου̃ ἅγιον ἐν σοὶ καὶ πα̃ν μυστήριον οὐκ ἀδυνατει̃ σε ἄκουσον τὴν ὅρασιν του̃ ἐνυπνίου οὑ̃ εἰ̃δον καὶ τὴν σύγκρισιν αὐτου̃ εἰπόν μοι

4:10 ἐπὶ τη̃ς κοίτης μου ἐθεώρουν καὶ ἰδοὺ δένδρον ἐν μέσω̨ τη̃ς γη̃ς καὶ τὸ ὕψος αὐτου̃ πολύ

4:11 ἐμεγαλύνθη τὸ δένδρον καὶ ἴσχυσεν καὶ τὸ ὕψος αὐτου̃ ἔφθασεν ἕως του̃ οὐρανου̃ καὶ τὸ κύτος αὐτου̃ εἰς τὰ πέρατα πάσης τη̃ς γη̃ς

4:12 τὰ φύλλα αὐτου̃ ὡραι̃α καὶ ὁ καρπὸς αὐτου̃ πολύς καὶ τροφὴ πάντων ἐν αὐτω̨̃ καὶ ὑποκάτω αὐτου̃ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια καὶ ἐν τοι̃ς κλάδοις αὐτου̃ κατώ̨κουν τὰ ὄρνεα του̃ οὐρανου̃ καὶ ἐξ αὐτου̃ ἐτρέφετο πα̃σα σάρξ

4:13 ἐθεώρουν ἐν ὁράματι τη̃ς νυκτὸς ἐπὶ τη̃ς κοίτης μου καὶ ἰδοὺ ιρ καὶ ἅγιος ἀπ' οὐρανου̃ κατέβη

4:14 καὶ ἐφώνησεν ἐν ἰσχύι καὶ οὕτως εἰ̃πεν ἐκκόψατε τὸ δένδρον καὶ ἐκτίλατε τοὺς κλάδους αὐτου̃ καὶ ἐκτινάξατε τὰ φύλλα αὐτου̃ καὶ διασκορπίσατε τὸν καρπὸν αὐτου̃ σαλευθήτωσαν τὰ θηρία ὑποκάτωθεν αὐτου̃ καὶ τὰ ὄρνεα ἀπὸ τω̃ν κλάδων αὐτου̃

4:15 πλὴν τὴν φυὴν τω̃ν ῥιζω̃ν αὐτου̃ ἐν τη̨̃ γη̨̃ ἐάσατε καὶ ἐν δεσμω̨̃ σιδηρω̨̃ καὶ χαλκω̨̃ καὶ ἐν τη̨̃ χλόη̨ τη̨̃ ἔξω καὶ ἐν τη̨̃ δρόσω̨ του̃ οὐρανου̃ κοιτασθήσεται καὶ μετὰ τω̃ν θηρίων ἡ μερὶς αὐτου̃ ἐν τω̨̃ χόρτω̨ τη̃ς γη̃ς

4:16 ἡ καρδία αὐτου̃ ἀπὸ τω̃ν ἀνθρώπων ἀλλοιωθήσεται καὶ καρδία θηρίου δοθήσεται αὐτω̨̃ καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ' αὐτόν

4:17 διὰ συγκρίματος ιρ ὁ λόγος καὶ ῥη̃μα ἁγίων τὸ ἐπερώτημα ἵνα γνω̃σιν οἱ ζω̃ντες ὅτι κύριός ἐστιν ὁ ὕψιστος τη̃ς βασιλείας τω̃ν ἀνθρώπων καὶ ὡ̨̃ ἐὰν δόξη̨ δώσει αὐτὴν καὶ ἐξουδένημα ἀνθρώπων ἀναστήσει ἐπ' αὐτήν

4:18 του̃το τὸ ἐνύπνιον ὃ εἰ̃δον ἐγὼ Ναβουχοδονοσορ ὁ βασιλεύς καὶ σύ Βαλτασαρ τὸ σύγκριμα εἰπόν ὅτι πάντες οἱ σοφοὶ τη̃ς βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτου̃ δηλω̃σαί μοι σὺ δέ Δανιηλ δύνασαι ὅτι πνευ̃μα θεου̃ ἅγιον ἐν σοί

4:19 τότε Δανιηλ οὑ̃ τὸ ὄνομα Βαλτασαρ ἀπηνεώθη ὡσεὶ ὥραν μίαν καὶ οἱ διαλογισμοὶ αὐτου̃ συνετάρασσον αὐτόν καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἰ̃πεν Βαλτασαρ τὸ ἐνύπνιον καὶ ἡ σύγκρισις μὴ κατασπευσάτω σε καὶ ἀπεκρίθη Βαλτασαρ καὶ εἰ̃πεν κύριε τὸ ἐνύπνιον τοι̃ς μισου̃σίν σε καὶ ἡ σύγκρισις αὐτου̃ τοι̃ς ἐχθροι̃ς σου

4:20 τὸ δένδρον ὃ εἰ̃δες τὸ μεγαλυνθὲν καὶ τὸ ἰσχυκός οὑ̃ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ τὸ κύτος αὐτου̃ εἰς πα̃σαν τὴν γη̃ν

4:21 καὶ τὰ φύλλα αὐτου̃ εὐθαλη̃ καὶ ὁ καρπὸς αὐτου̃ πολὺς καὶ τροφὴ πα̃σιν ἐν αὐτω̨̃ ὑποκάτω αὐτου̃ κατώ̨κουν τὰ θηρία τὰ ἄγρια καὶ ἐν τοι̃ς κλάδοις αὐτου̃ κατεσκήνουν τὰ ὄρνεα του̃ οὐρανου̃

4:22 σὺ εἰ̃ βασιλευ̃ ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας καὶ ἡ μεγαλωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ ἡ κυριεία σου εἰς τὰ πέρατα τη̃ς γη̃ς

4:23 καὶ ὅτι εἰ̃δεν ὁ βασιλεὺς ιρ καὶ ἅγιον καταβαίνοντα ἀπὸ του̃ οὐρανου̃ καὶ εἰ̃πεν ἐκτίλατε τὸ δένδρον καὶ διαφθείρατε αὐτό πλὴν τὴν φυὴν τω̃ν ῥιζω̃ν αὐτου̃ ἐάσατε ἐν τη̨̃ γη̨̃ καὶ ἐν δεσμω̨̃ σιδηρω̨̃ καὶ χαλκω̨̃ καὶ ἐν τη̨̃ χλόη̨ τη̨̃ ἔξω καὶ ἐν τη̨̃ δρόσω̨ του̃ οὐρανου̃ αὐλισθήσεται καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτου̃ ἕως οὑ̃ ἑπτὰ καιροὶ ἀλλοιωθω̃σιν ἐπ' αὐτόν

4:24 του̃το ἡ σύγκρισις αὐτου̃ βασιλευ̃ καὶ σύγκριμα ὑψίστου ἐστίν ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα

4:25 καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τω̃ν ἀνθρώπων καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου καὶ χόρτον ὡς βου̃ν ψωμιου̃σίν σε καὶ ἀπὸ τη̃ς δρόσου του̃ οὐρανου̃ αὐλισθήση̨ καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ ἕως οὑ̃ γνω̨̃ς ὅτι κυριεύει ὁ ὕψιστος τη̃ς βασιλείας τω̃ν ἀνθρώπων καὶ ὡ̨̃ ἂν δόξη̨ δώσει αὐτήν

4:26 καὶ ὅτι εἰ̃παν ἐάσατε τὴν φυὴν τω̃ν ῥιζω̃ν του̃ δένδρου ἡ βασιλεία σού σοι μενει̃ ἀφ' ἡ̃ς ἂν γνω̨̃ς τὴν ἐξουσίαν τὴν οὐράνιον

4:27 διὰ του̃το βασιλευ̃ ἡ βουλή μου ἀρεσάτω σοι καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοι̃ς πενήτων ἴσως ἔσται μακρόθυμος τοι̃ς παραπτώμασίν σου ὁ θεός

4:28 ταυ̃τα πάντα ἔφθασεν ἐπὶ Ναβουχοδονοσορ τὸν βασιλέα

4:29 μετὰ δωδεκάμηνον ἐπὶ τω̨̃ ναω̨̃ τη̃ς βασιλείας αὐτου̃ ἐν Βαβυλω̃νι περιπατω̃ν

4:30 ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἰ̃πεν οὐχ αὕτη ἐστὶν Βαβυλὼν ἡ μεγάλη ἣν ἐγὼ ὠ̨κοδόμησα εἰς οἰ̃κον βασιλείας ἐν τω̨̃ κράτει τη̃ς ἰσχύος μου εἰς τιμὴν τη̃ς δόξης μου

4:31 ἔτι του̃ λόγου ἐν στόματι του̃ βασιλέως ὄντος φωνὴ ἀπ' οὐρανου̃ ἐγένετο σοὶ λέγουσιν Ναβουχοδονοσορ βασιλευ̃ ἡ βασιλεία παρη̃λθεν ἀπὸ σου̃

4:32 καὶ ἀπὸ τω̃ν ἀνθρώπων σε ἐκδιώξουσιν καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου καὶ χόρτον ὡς βου̃ν ψωμιου̃σίν σε καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ ἕως οὑ̃ γνω̨̃ς ὅτι κυριεύει ὁ ὕψιστος τη̃ς βασιλείας τω̃ν ἀνθρώπων καὶ ὡ̨̃ ἐὰν δόξη̨ δώσει αὐτήν

4:33 αὐτη̨̃ τη̨̃ ὥρα̨ ὁ λόγος συνετελέσθη ἐπὶ Ναβουχοδονοσορ καὶ ἀπὸ τω̃ν ἀνθρώπων ἐξεδιώχθη καὶ χόρτον ὡς βου̃ς ἤσθιεν καὶ ἀπὸ τη̃ς δρόσου του̃ οὐρανου̃ τὸ σω̃μα αὐτου̃ ἐβάφη ἕως οὑ̃ αἱ τρίχες αὐτου̃ ὡς λεόντων ἐμεγαλύνθησαν καὶ οἱ ὄνυχες αὐτου̃ ὡς ὀρνέων

4:34 καὶ μετὰ τὸ τέλος τω̃ν ἡμερω̃ν ἐγὼ Ναβουχοδονοσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον καὶ αἱ φρένες μου ἐπ' ἐμὲ ἐπεστράφησαν καὶ τω̨̃ ὑψίστω̨ εὐλόγησα καὶ τω̨̃ ζω̃ντι εἰς τὸν αἰω̃να ἤ̨νεσα καὶ ἐδόξασα ὅτι ἡ ἐξουσία αὐτου̃ ἐξουσία αἰώνιος καὶ ἡ βασιλεία αὐτου̃ εἰς γενεὰν καὶ γενεάν

4:35 καὶ πάντες οἱ κατοικου̃ντες τὴν γη̃ν ὡς οὐδὲν ἐλογίσθησαν καὶ κατὰ τὸ θέλημα αὐτου̃ ποιει̃ ἐν τη̨̃ δυνάμει του̃ οὐρανου̃ καὶ ἐν τη̨̃ κατοικία̨ τη̃ς γη̃ς καὶ οὐκ ἔστιν ὃς ἀντιποιήσεται τη̨̃ χειρὶ αὐτου̃ καὶ ἐρει̃ αὐτω̨̃ τί ἐποίησας

4:36 αὐτω̨̃ τω̨̃ καιρω̨̃ αἱ φρένες μου ἐπεστράφησαν ἐπ' ἐμέ καὶ εἰς τὴν τιμὴν τη̃ς βασιλείας μου ἠ̃λθον καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπ' ἐμέ καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστα̃νές μου ἐζήτουν με καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκραταιώθην καὶ μεγαλωσύνη περισσοτέρα προσετέθη μοι

4:37 νυ̃ν οὐ̃ν ἐγὼ Ναβουχοδονοσορ αἰνω̃ καὶ ὑπερυψω̃ καὶ δοξάζω τὸν βασιλέα του̃ οὐρανου̃ ὅτι πάντα τὰ ἔργα αὐτου̃ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτου̃ κρίσις καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανία̨ δύναται ταπεινω̃σαι

5:1 Βαλτασαρ ὁ βασιλεὺς ἐποίησεν δει̃πνον μέγα τοι̃ς μεγιστα̃σιν αὐτου̃ χιλίοις καὶ κατέναντι τω̃ν χιλίων ὁ οἰ̃νος καὶ πίνων

5:2 Βαλτασαρ εἰ̃πεν ἐν τη̨̃ γεύσει του̃ οἴνου του̃ ἐνεγκει̃ν τὰ σκεύη τὰ χρυσα̃ καὶ τὰ ἀργυρα̃ ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ὁ πατὴρ αὐτου̃ ἐκ του̃ ναου̃ του̃ ἐν Ιερουσαλημ καὶ πιέτωσαν ἐν αὐτοι̃ς ὁ βασιλεὺς καὶ οἱ μεγιστα̃νες αὐτου̃ καὶ αἱ παλλακαὶ αὐτου̃ καὶ αἱ παράκοιτοι αὐτου̃

5:3 καὶ ἠνέχθησαν τὰ σκεύη τὰ χρυσα̃ καὶ τὰ ἀργυρα̃ ἃ ἐξήνεγκεν ἐκ του̃ ναου̃ του̃ θεου̃ του̃ ἐν Ιερουσαλημ καὶ ἔπινον ἐν αὐτοι̃ς ὁ βασιλεὺς καὶ οἱ μεγιστα̃νες αὐτου̃ καὶ αἱ παλλακαὶ αὐτου̃ καὶ αἱ παράκοιτοι αὐτου̃

5:4 ἔπινον οἰ̃νον καὶ ἤ̨νεσαν τοὺς θεοὺς τοὺς χρυσου̃ς καὶ ἀργυρου̃ς καὶ χαλκου̃ς καὶ σιδηρου̃ς καὶ ξυλίνους καὶ λιθίνους

5:5 ἐν αὐτη̨̃ τη̨̃ ὥρα̨ ἐξη̃λθον δάκτυλοι χειρὸς ἀνθρώπου καὶ ἔγραφον κατέναντι τη̃ς λαμπάδος ἐπὶ τὸ κονίαμα του̃ τοίχου του̃ οἴκου του̃ βασιλέως καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τη̃ς χειρὸς τη̃ς γραφούσης

5:6 τότε του̃ βασιλέως ἡ μορφὴ ἠλλοιώθη καὶ οἱ διαλογισμοὶ αὐτου̃ συνετάρασσον αὐτόν καὶ οἱ σύνδεσμοι τη̃ς ὀσφύος αὐτου̃ διελύοντο καὶ τὰ γόνατα αὐτου̃ συνεκροτου̃ντο

5:7 καὶ ἐβόησεν ὁ βασιλεὺς ἐν ἰσχύι του̃ εἰσαγαγει̃ν μάγους Χαλδαίους γαζαρηνοὺς καὶ εἰ̃πεν τοι̃ς σοφοι̃ς Βαβυλω̃νος ὃς ἂν ἀναγνω̨̃ τὴν γραφὴν ταύτην καὶ τὴν σύγκρισιν γνωρίση̨ μοι πορφύραν ἐνδύσεται καὶ ὁ μανιάκης ὁ χρυσου̃ς ἐπὶ τὸν τράχηλον αὐτου̃ καὶ τρίτος ἐν τη̨̃ βασιλεία̨ μου ἄρξει

5:8 καὶ εἰσεπορεύοντο πάντες οἱ σοφοὶ του̃ βασιλέως καὶ οὐκ ἠδύναντο τὴν γραφὴν ἀναγνω̃ναι οὐδὲ τὴν σύγκρισιν γνωρίσαι τω̨̃ βασιλει̃

5:9 καὶ ὁ βασιλεὺς Βαλτασαρ πολὺ ἐταράχθη καὶ ἡ μορφὴ αὐτου̃ ἠλλοιώθη ἐπ' αὐτω̨̃ καὶ οἱ μεγιστα̃νες αὐτου̃ συνεταράσσοντο

5:10 καὶ εἰση̃λθεν ἡ βασίλισσα εἰς τὸν οἰ̃κον του̃ πότου καὶ εἰ̃πεν βασιλευ̃ εἰς τοὺς αἰω̃νας ζη̃θι μὴ ταρασσέτωσάν σε οἱ διαλογισμοί σου καὶ ἡ μορφή σου μὴ ἀλλοιούσθω

5:11 ἔστιν ἀνὴρ ἐν τη̨̃ βασιλεία̨ σου ἐν ὡ̨̃ πνευ̃μα θεου̃ καὶ ἐν ται̃ς ἡμέραις του̃ πατρός σου γρηγόρησις καὶ σύνεσις εὑρέθη ἐν αὐτω̨̃ καὶ ὁ βασιλεὺς Ναβουχοδονοσορ ὁ πατήρ σου ἄρχοντα ἐπαοιδω̃ν μάγων Χαλδαίων γαζαρηνω̃ν κατέστησεν αὐτόν

5:12 ὅτι πνευ̃μα περισσὸν ἐν αὐτω̨̃ καὶ φρόνησις καὶ σύνεσις συγκρίνων ἐνύπνια καὶ ἀναγγέλλων κρατούμενα καὶ λύων συνδέσμους Δανιηλ καὶ ὁ βασιλεὺς ἐπέθηκεν αὐτω̨̃ ὄνομα Βαλτασαρ νυ̃ν οὐ̃ν κληθήτω καὶ τὴν σύγκρισιν αὐτου̃ ἀναγγελει̃ σοι

5:13 τότε Δανιηλ εἰσήχθη ἐνώπιον του̃ βασιλέως καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Δανιηλ σὺ εἰ̃ Δανιηλ ὁ ἀπὸ τω̃ν υἱω̃ν τη̃ς αἰχμαλωσίας τη̃ς Ιουδαίας ἡ̃ς ἤγαγεν ὁ βασιλεὺς ὁ πατήρ μου

5:14 ἤκουσα περὶ σου̃ ὅτι πνευ̃μα θεου̃ ἐν σοί καὶ γρηγόρησις καὶ σύνεσις καὶ σοφία περισσὴ εὑρέθη ἐν σοί

5:15 καὶ νυ̃ν εἰση̃λθον ἐνώπιόν μου οἱ σοφοί μάγοι γαζαρηνοί ἵνα τὴν γραφὴν ταύτην ἀναγνω̃σιν καὶ τὴν σύγκρισιν αὐτη̃ς γνωρίσωσίν μοι καὶ οὐκ ἠδυνήθησαν ἀναγγει̃λαί μοι

5:16 καὶ ἐγὼ ἤκουσα περὶ σου̃ ὅτι δύνασαι κρίματα συγκρι̃ναι νυ̃ν οὐ̃ν ἐὰν δυνηθη̨̃ς τὴν γραφὴν ἀναγνω̃ναι καὶ τὴν σύγκρισιν αὐτη̃ς γνωρίσαι μοι πορφύραν ἐνδύση̨ καὶ ὁ μανιάκης ὁ χρυσου̃ς ἔσται ἐπὶ τὸν τράχηλόν σου καὶ τρίτος ἐν τη̨̃ βασιλεία̨ μου ἄρξεις

5:17 τότε ἀπεκρίθη Δανιηλ καὶ εἰ̃πεν ἐνώπιον του̃ βασιλέως τὰ δόματά σου σοὶ ἔστω καὶ τὴν δωρεὰν τη̃ς οἰκίας σου ἑτέρω̨ δός ἐγὼ δὲ τὴν γραφὴν ἀναγνώσομαι τω̨̃ βασιλει̃ καὶ τὴν σύγκρισιν αὐτη̃ς γνωρίσω σοι

5:18 βασιλευ̃ ὁ θεὸς ὁ ὕψιστος τὴν βασιλείαν καὶ τὴν μεγαλωσύνην καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν Ναβουχοδονοσορ τω̨̃ πατρί σου

5:19 καὶ ἀπὸ τη̃ς μεγαλωσύνης ἡ̃ς ἔδωκεν αὐτω̨̃ πάντες οἱ λαοί φυλαί γλω̃σσαι ἠ̃σαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτου̃ οὓς ἠβούλετο αὐτὸς ἀνή̨ρει καὶ οὓς ἠβούλετο αὐτὸς ἔτυπτεν καὶ οὓς ἠβούλετο αὐτὸς ὕψου καὶ οὓς ἠβούλετο αὐτὸς ἐταπείνου

5:20 καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτου̃ καὶ τὸ πνευ̃μα αὐτου̃ ἐκραταιώθη του̃ ὑπερηφανεύσασθαι κατηνέχθη ἀπὸ του̃ θρόνου τη̃ς βασιλείας αὐτου̃ καὶ ἡ τιμὴ ἀφη̨ρέθη ἀπ' αὐτου̃

5:21 καὶ ἀπὸ τω̃ν ἀνθρώπων ἐξεδιώχθη καὶ ἡ καρδία αὐτου̃ μετὰ τω̃ν θηρίων ἐδόθη καὶ μετὰ ὀνάγρων ἡ κατοικία αὐτου̃ καὶ χόρτον ὡς βου̃ν ἐψώμιζον αὐτόν καὶ ἀπὸ τη̃ς δρόσου του̃ οὐρανου̃ τὸ σω̃μα αὐτου̃ ἐβάφη ἕως οὑ̃ ἔγνω ὅτι κυριεύει ὁ θεὸς ὁ ὕψιστος τη̃ς βασιλείας τω̃ν ἀνθρώπων καὶ ὡ̨̃ ἂν δόξη̨ δώσει αὐτήν

5:22 καὶ σὺ ὁ υἱὸς αὐτου̃ Βαλτασαρ οὐκ ἐταπείνωσας τὴν καρδίαν σου κατενώπιον οὑ̃ πάντα ταυ̃τα ἔγνως

5:23 καὶ ἐπὶ τὸν κύριον θεὸν του̃ οὐρανου̃ ὑψώθης καὶ τὰ σκεύη του̃ οἴκου αὐτου̃ ἤνεγκαν ἐνώπιόν σου καὶ σὺ καὶ οἱ μεγιστα̃νές σου καὶ αἱ παλλακαί σου καὶ αἱ παράκοιτοί σου οἰ̃νον ἐπίνετε ἐν αὐτοι̃ς καὶ τοὺς θεοὺς τοὺς χρυσου̃ς καὶ ἀργυρου̃ς καὶ χαλκου̃ς καὶ σιδηρου̃ς καὶ ξυλίνους καὶ λιθίνους οἳ οὐ βλέπουσιν καὶ οὐκ ἀκούουσιν καὶ οὐ γινώσκουσιν ἤ̨νεσας καὶ τὸν θεόν οὑ̃ ἡ πνοή σου ἐν χειρὶ αὐτου̃ καὶ πα̃σαι αἱ ὁδοί σου αὐτὸν οὐκ ἐδόξασας

5:24 διὰ του̃το ἐκ προσώπου αὐτου̃ ἀπεστάλη ἀστράγαλος χειρὸς καὶ τὴν γραφὴν ταύτην ἐνέταξεν

5:25 καὶ αὕτη ἡ γραφὴ ἡ ἐντεταγμένη μανη θεκελ φαρες

5:26 του̃το τὸ σύγκριμα του̃ ῥήματος μανη ἐμέτρησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν

5:27 θεκελ ἐστάθη ἐν ζυγω̨̃ καὶ εὑρέθη ὑστερου̃σα

5:28 φαρες διή̨ρηται ἡ βασιλεία σου καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις

5:29 καὶ εἰ̃πεν Βαλτασαρ καὶ ἐνέδυσαν τὸν Δανιηλ πορφύραν καὶ τὸν μανιάκην τὸν χρυσου̃ν περιέθηκαν περὶ τὸν τράχηλον αὐτου̃ καὶ ἐκήρυξεν περὶ αὐτου̃ εἰ̃ναι αὐτὸν ἄρχοντα τρίτον ἐν τη̨̃ βασιλεία̨

5:30 ἐν αὐτη̨̃ τη̨̃ νυκτὶ ἀναιρέθη Βαλτασαρ ὁ βασιλεὺς ὁ Χαλδαίων

6:1 καὶ Δαρει̃ος ὁ Μη̃δος παρέλαβεν τὴν βασιλείαν ὢν ἐτω̃ν ἑξήκοντα δύο

6:2 καὶ ἤρεσεν ἐνώπιον Δαρείου καὶ κατέστησεν ἐπὶ τη̃ς βασιλείας σατράπας ἑκατὸν εἴκοσι του̃ εἰ̃ναι αὐτοὺς ἐν ὅλη̨ τη̨̃ βασιλεία̨ αὐτου̃

6:3 καὶ ἐπάνω αὐτω̃ν τακτικοὺς τρει̃ς ὡ̃ν ἠ̃ν Δανιηλ εἱ̃ς ἐξ αὐτω̃ν του̃ ἀποδιδόναι αὐτοι̃ς τοὺς σατράπας λόγον ὅπως ὁ βασιλεὺς μὴ ἐνοχλη̃ται

6:4 καὶ ἠ̃ν Δανιηλ ὑπὲρ αὐτούς ὅτι πνευ̃μα περισσὸν ἐν αὐτω̨̃ καὶ ὁ βασιλεὺς κατέστησεν αὐτὸν ἐφ' ὅλης τη̃ς βασιλείας αὐτου̃

6:5 καὶ οἱ τακτικοὶ καὶ οἱ σατράπαι ἐζήτουν πρόφασιν εὑρει̃ν κατὰ Δανιηλ καὶ πα̃σαν πρόφασιν καὶ παράπτωμα καὶ ἀμβλάκημα οὐχ εὑ̃ρον κατ' αὐτου̃ ὅτι πιστὸς ἠ̃ν

6:6 καὶ εἰ̃πον οἱ τακτικοί οὐχ εὑρήσομεν κατὰ Δανιηλ πρόφασιν εἰ μὴ ἐν νομίμοις θεου̃ αὐτου̃

6:7 τότε οἱ τακτικοὶ καὶ οἱ σατράπαι παρέστησαν τω̨̃ βασιλει̃ καὶ εἰ̃παν αὐτω̨̃ Δαρει̃ε βασιλευ̃ εἰς τοὺς αἰω̃νας ζη̃θι

6:8 συνεβουλεύσαντο πάντες οἱ ἐπὶ τη̃ς βασιλείας σου στρατηγοὶ καὶ σατράπαι ὕπατοι καὶ τοπάρχαι του̃ στη̃σαι στάσει βασιλικη̨̃ καὶ ἐνισχυ̃σαι ὁρισμόν ὅπως ὃς ἂν αἰτήση̨ αἴτημα παρὰ παντὸς θεου̃ καὶ ἀνθρώπου ἕως ἡμερω̃ν τριάκοντα ἀλλ' ἢ παρὰ σου̃ βασιλευ̃ ἐμβληθήσεται εἰς τὸν λάκκον τω̃ν λεόντων

6:9 νυ̃ν οὐ̃ν βασιλευ̃ στη̃σον τὸν ὁρισμὸν καὶ ἔκθες γραφήν ὅπως μὴ ἀλλοιωθη̨̃ τὸ δόγμα Μήδων καὶ Περσω̃ν

6:10 τότε ὁ βασιλεὺς Δαρει̃ος ἐπέταξεν γραφη̃ναι τὸ δόγμα

6:11 καὶ Δανιηλ ἡνίκα ἔγνω ὅτι ἐνετάγη τὸ δόγμα εἰση̃λθεν εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ αἱ θυρίδες ἀνεω̨γμέναι αὐτω̨̃ ἐν τοι̃ς ὑπερώ̨οις αὐτου̃ κατέναντι Ιερουσαλημ καὶ καιροὺς τρει̃ς τη̃ς ἡμέρας ἠ̃ν κάμπτων ἐπὶ τὰ γόνατα αὐτου̃ καὶ προσευχόμενος καὶ ἐξομολογούμενος ἐναντίον του̃ θεου̃ αὐτου̃ καθὼς ἠ̃ν ποιω̃ν ἔμπροσθεν

6:12 τότε οἱ ἄνδρες ἐκει̃νοι παρετήρησαν καὶ εὑ̃ρον τὸν Δανιηλ ἀξιου̃ντα καὶ δεόμενον του̃ θεου̃ αὐτου̃

6:13 καὶ προσελθόντες λέγουσιν τω̨̃ βασιλει̃ βασιλευ̃ οὐχ ὁρισμὸν ἔταξας ὅπως πα̃ς ἄνθρωπος ὃς ἂν αἰτήση̨ παρὰ παντὸς θεου̃ καὶ ἀνθρώπου αἴτημα ἕως ἡμερω̃ν τριάκοντα ἀλλ' ἢ παρὰ σου̃ βασιλευ̃ ἐμβληθήσεται εἰς τὸν λάκκον τω̃ν λεόντων καὶ εἰ̃πεν ὁ βασιλεύς ἀληθινὸς ὁ λόγος καὶ τὸ δόγμα Μήδων καὶ Περσω̃ν οὐ παρελεύσεται

6:14 τότε ἀπεκρίθησαν καὶ λέγουσιν ἐνώπιον του̃ βασιλέως Δανιηλ ὁ ἀπὸ τω̃ν υἱω̃ν τη̃ς αἰχμαλωσίας τη̃ς Ιουδαίας οὐχ ὑπετάγη τω̨̃ δόγματί σου περὶ του̃ ὁρισμου̃ οὑ̃ ἔταξας καὶ καιροὺς τρει̃ς τη̃ς ἡμέρας αἰτει̃ παρὰ του̃ θεου̃ αὐτου̃ τὰ αἰτήματα αὐτου̃

6:15 τότε ὁ βασιλεύς ὡς τὸ ῥη̃μα ἤκουσεν πολὺ ἐλυπήθη ἐπ' αὐτω̨̃ καὶ περὶ του̃ Δανιηλ ἠγωνίσατο του̃ ἐξελέσθαι αὐτὸν καὶ ἕως ἑσπέρας ἠ̃ν ἀγωνιζόμενος του̃ ἐξελέσθαι αὐτόν

6:16 τότε οἱ ἄνδρες ἐκει̃νοι λέγουσιν τω̨̃ βασιλει̃ γνω̃θι βασιλευ̃ ὅτι δόγμα Μήδοις καὶ Πέρσαις του̃ πα̃ν ὁρισμὸν καὶ στάσιν ἣν ἂν ὁ βασιλεὺς στήση̨ οὐ δει̃ παραλλάξαι

6:17 τότε ὁ βασιλεὺς εἰ̃πεν καὶ ἤγαγον τὸν Δανιηλ καὶ ἐνέβαλον αὐτὸν εἰς τὸν λάκκον τω̃ν λεόντων καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Δανιηλ ὁ θεός σου ὡ̨̃ σὺ λατρεύεις ἐνδελεχω̃ς αὐτὸς ἐξελει̃ταί σε

6:18 καὶ ἤνεγκαν λίθον καὶ ἐπέθηκαν ἐπὶ τὸ στόμα του̃ λάκκου καὶ ἐσφραγίσατο ὁ βασιλεὺς ἐν τω̨̃ δακτυλίω̨ αὐτου̃ καὶ ἐν τω̨̃ δακτυλίω̨ τω̃ν μεγιστάνων αὐτου̃ ὅπως μὴ ἀλλοιωθη̨̃ πρα̃γμα ἐν τω̨̃ Δανιηλ

6:19 καὶ ἀπη̃λθεν ὁ βασιλεὺς εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ ἐκοιμήθη ἄδειπνος καὶ ἐδέσματα οὐκ εἰσήνεγκαν αὐτω̨̃ καὶ ὁ ὕπνος ἀπέστη ἀπ' αὐτου̃ καὶ ἀπέκλεισεν ὁ θεὸς τὰ στόματα τω̃ν λεόντων καὶ οὐ παρηνώχλησαν τω̨̃ Δανιηλ

6:20 τότε ὁ βασιλεὺς ἀνέστη τὸ πρωὶ ἐν τω̨̃ φωτὶ καὶ ἐν σπουδη̨̃ ἠ̃λθεν ἐπὶ τὸν λάκκον τω̃ν λεόντων

6:21 καὶ ἐν τω̨̃ ἐγγίζειν αὐτὸν τω̨̃ λάκκω̨ ἐβόησεν φωνη̨̃ ἰσχυρα̨̃ Δανιηλ ὁ δου̃λος του̃ θεου̃ του̃ ζω̃ντος ὁ θεός σου ὡ̨̃ σὺ λατρεύεις ἐνδελεχω̃ς εἰ ἠδυνήθη ἐξελέσθαι σε ἐκ στόματος τω̃ν λεόντων

6:22 καὶ εἰ̃πεν Δανιηλ τω̨̃ βασιλει̃ βασιλευ̃ εἰς τοὺς αἰω̃νας ζη̃θι

6:23 ὁ θεός μου ἀπέστειλεν τὸν ἄγγελον αὐτου̃ καὶ ἐνέφραξεν τὰ στόματα τω̃ν λεόντων καὶ οὐκ ἐλυμήναντό με ὅτι κατέναντι αὐτου̃ εὐθύτης ηὑρέθη μοι καὶ ἐνώπιον δὲ σου̃ βασιλευ̃ παράπτωμα οὐκ ἐποίησα

6:24 τότε ὁ βασιλεὺς πολὺ ἠγαθύνθη ἐπ' αὐτω̨̃ καὶ τὸν Δανιηλ εἰ̃πεν ἀνενέγκαι ἐκ του̃ λάκκου καὶ ἀνηνέχθη Δανιηλ ἐκ του̃ λάκκου καὶ πα̃σα διαφθορὰ οὐχ εὑρέθη ἐν αὐτω̨̃ ὅτι ἐπίστευσεν ἐν τω̨̃ θεω̨̃ αὐτου̃

6:25 καὶ εἰ̃πεν ὁ βασιλεύς καὶ ἠγάγοσαν τοὺς ἄνδρας τοὺς διαβαλόντας τὸν Δανιηλ καὶ εἰς τὸν λάκκον τω̃ν λεόντων ἐνεβλήθησαν αὐτοὶ καὶ οἱ υἱοὶ αὐτω̃ν καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ οὐκ ἔφθασαν εἰς τὸ ἔδαφος του̃ λάκκου ἕως οὑ̃ ἐκυρίευσαν αὐτω̃ν οἱ λέοντες καὶ πάντα τὰ ὀστα̃ αὐτω̃ν ἐλέπτυναν

6:26 τότε Δαρει̃ος ὁ βασιλεὺς ἔγραψεν πα̃σι τοι̃ς λαοι̃ς φυλαι̃ς γλώσσαις τοι̃ς οἰκου̃σιν ἐν πάση̨ τη̨̃ γη̨̃ εἰρήνη ὑμι̃ν πληθυνθείη

6:27 ἐκ προσώπου μου ἐτέθη δόγμα του̃ ἐν πάση̨ ἀρχη̨̃ τη̃ς βασιλείας μου εἰ̃ναι τρέμοντας καὶ φοβουμένους ἀπὸ προσώπου του̃ θεου̃ Δανιηλ ὅτι αὐτός ἐστιν θεὸς ζω̃ν καὶ μένων εἰς τοὺς αἰω̃νας καὶ ἡ βασιλεία αὐτου̃ οὐ διαφθαρήσεται καὶ ἡ κυριεία αὐτου̃ ἕως τέλους

6:28 ἀντιλαμβάνεται καὶ ῥύεται καὶ ποιει̃ σημει̃α καὶ τέρατα ἐν οὐρανω̨̃ καὶ ἐπὶ τη̃ς γη̃ς ὅστις ἐξείλατο τὸν Δανιηλ ἐκ χειρὸς τω̃ν λεόντων

6:29 καὶ Δανιηλ κατεύθυνεν ἐν τη̨̃ βασιλεία̨ Δαρείου καὶ ἐν τη̨̃ βασιλεία̨ Κύρου του̃ Πέρσου

7:1 ἐν ἔτει πρώτω̨ Βαλτασαρ βασιλέως Χαλδαίων Δανιηλ ἐνύπνιον εἰ̃δεν καὶ αἱ ὁράσεις τη̃ς κεφαλη̃ς αὐτου̃ ἐπὶ τη̃ς κοίτης αὐτου̃ καὶ τὸ ἐνύπνιον ἔγραψεν

7:2 ἐγὼ Δανιηλ ἐθεώρουν ἐν ὁράματί μου τη̃ς νυκτὸς καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι του̃ οὐρανου̃ προσέβαλλον εἰς τὴν θάλασσαν τὴν μεγάλην

7:3 καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον ἐκ τη̃ς θαλάσσης διαφέροντα ἀλλήλων

7:4 τὸ πρω̃τον ὡσεὶ λέαινα καὶ πτερὰ αὐτη̨̃ ὡσεὶ ἀετου̃ ἐθεώρουν ἕως οὑ̃ ἐξετίλη τὰ πτερὰ αὐτη̃ς καὶ ἐξήρθη ἀπὸ τη̃ς γη̃ς καὶ ἐπὶ ποδω̃ν ἀνθρώπου ἐστάθη καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτη̨̃

7:5 καὶ ἰδοὺ θηρίον δεύτερον ὅμοιον ἄρκω̨ καὶ εἰς μέρος ἓν ἐστάθη καὶ τρία πλευρὰ ἐν τω̨̃ στόματι αὐτη̃ς ἀνὰ μέσον τω̃ν ὀδόντων αὐτη̃ς καὶ οὕτως ἔλεγον αὐτη̨̃ ἀνάστηθι φάγε σάρκας πολλάς

7:6 ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδοὺ ἕτερον θηρίον ὡσεὶ πάρδαλις καὶ αὐτη̨̃ πτερὰ τέσσαρα πετεινου̃ ὑπεράνω αὐτη̃ς καὶ τέσσαρες κεφαλαὶ τω̨̃ θηρίω̨ καὶ ἐξουσία ἐδόθη αὐτη̨̃

7:7 ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδοὺ θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον καὶ ἰσχυρὸν περισσω̃ς καὶ οἱ ὀδόντες αὐτου̃ σιδηροι̃ μεγάλοι ἐσθίον καὶ λεπτυ̃νον καὶ τὰ ἐπίλοιπα τοι̃ς ποσὶν αὐτου̃ συνεπάτει καὶ αὐτὸ διάφορον περισσω̃ς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτου̃ καὶ κέρατα δέκα αὐτω̨̃

7:8 προσενόουν τοι̃ς κέρασιν αὐτου̃ καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβη ἐν μέσω̨ αὐτω̃ν καὶ τρία κέρατα τω̃ν ἔμπροσθεν αὐτου̃ ἐξερριζώθη ἀπὸ προσώπου αὐτου̃ καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἐν τω̨̃ κέρατι τούτω̨ καὶ στόμα λαλου̃ν μεγάλα

7:9 ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερω̃ν ἐκάθητο καὶ τὸ ἔνδυμα αὐτου̃ ὡσεὶ χιὼν λευκόν καὶ ἡ θρὶξ τη̃ς κεφαλη̃ς αὐτου̃ ὡσεὶ ἔριον καθαρόν ὁ θρόνος αὐτου̃ φλὸξ πυρός οἱ τροχοὶ αὐτου̃ πυ̃ρ φλέγον

7:10 ποταμὸς πυρὸς εἱ̃λκεν ἔμπροσθεν αὐτου̃ χίλιαι χιλιάδες ἐλειτούργουν αὐτω̨̃ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτω̨̃ κριτήριον ἐκάθισεν καὶ βίβλοι ἠνεώ̨χθησαν

7:11 ἐθεώρουν τότε ἀπὸ φωνη̃ς τω̃ν λόγων τω̃ν μεγάλων ὡ̃ν τὸ κέρας ἐκει̃νο ἐλάλει ἕως ἀνη̨ρέθη τὸ θηρίον καὶ ἀπώλετο καὶ τὸ σω̃μα αὐτου̃ ἐδόθη εἰς καυ̃σιν πυρός

7:12 καὶ τω̃ν λοιπω̃ν θηρίων ἡ ἀρχὴ μετεστάθη καὶ μακρότης ζωη̃ς ἐδόθη αὐτοι̃ς ἕως καιρου̃ καὶ καιρου̃

7:13 ἐθεώρουν ἐν ὁράματι τη̃ς νυκτὸς καὶ ἰδοὺ μετὰ τω̃ν νεφελω̃ν του̃ οὐρανου̃ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἠ̃ν καὶ ἕως του̃ παλαιου̃ τω̃ν ἡμερω̃ν ἔφθασεν καὶ ἐνώπιον αὐτου̃ προσηνέχθη

7:14 καὶ αὐτω̨̃ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πάντες οἱ λαοί φυλαί γλω̃σσαι αὐτω̨̃ δουλεύσουσιν ἡ ἐξουσία αὐτου̃ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται καὶ ἡ βασιλεία αὐτου̃ οὐ διαφθαρήσεται

7:15 ἔφριξεν τὸ πνευ̃μά μου ἐν τη̨̃ ἕξει μου ἐγὼ Δανιηλ καὶ αἱ ὁράσεις τη̃ς κεφαλη̃ς μου ἐτάρασσόν με

7:16 καὶ προση̃λθον ἑνὶ τω̃ν ἑστηκότων καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ' αὐτου̃ περὶ πάντων τούτων καὶ εἰ̃πέν μοι τὴν ἀκρίβειαν καὶ τὴν σύγκρισιν τω̃ν λόγων ἐγνώρισέν μοι

7:17 ταυ̃τα τὰ θηρία τὰ μεγάλα τὰ τέσσαρα τέσσαρες βασιλει̃αι ἀναστήσονται ἐπὶ τη̃ς γη̃ς αἳ ἀρθήσονται

7:18 καὶ παραλήμψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου καὶ καθέξουσιν αὐτὴν ἕως αἰω̃νος τω̃ν αἰώνων

7:19 καὶ ἐζήτουν ἀκριβω̃ς περὶ του̃ θηρίου του̃ τετάρτου ὅτι ἠ̃ν διάφορον παρὰ πα̃ν θηρίον φοβερὸν περισσω̃ς οἱ ὀδόντες αὐτου̃ σιδηροι̃ καὶ οἱ ὄνυχες αὐτου̃ χαλκοι̃ ἐσθίον καὶ λεπτυ̃νον καὶ τὰ ἐπίλοιπα τοι̃ς ποσὶν αὐτου̃ συνεπάτει

7:20 καὶ περὶ τω̃ν κεράτων αὐτου̃ τω̃ν δέκα τω̃ν ἐν τη̨̃ κεφαλη̨̃ αὐτου̃ καὶ του̃ ἑτέρου του̃ ἀναβάντος καὶ ἐκτινάξαντος τω̃ν προτέρων τρία κέρας ἐκει̃νο ὡ̨̃ οἱ ὀφθαλμοὶ καὶ στόμα λαλου̃ν μεγάλα καὶ ἡ ὅρασις αὐτου̃ μείζων τω̃ν λοιπω̃ν

7:21 ἐθεώρουν καὶ τὸ κέρας ἐκει̃νο ἐποίει πόλεμον μετὰ τω̃ν ἁγίων καὶ ἴσχυσεν πρὸς αὐτούς

7:22 ἕως οὑ̃ ἠ̃λθεν ὁ παλαιὸς τω̃ν ἡμερω̃ν καὶ τὸ κρίμα ἔδωκεν ἁγίοις ὑψίστου καὶ ὁ καιρὸς ἔφθασεν καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι

7:23 καὶ εἰ̃πεν τὸ θηρίον τὸ τέταρτον βασιλεία τετάρτη ἔσται ἐν τη̨̃ γη̨̃ ἥτις ὑπερέξει πάσας τὰς βασιλείας καὶ καταφάγεται πα̃σαν τὴν γη̃ν καὶ συμπατήσει αὐτὴν καὶ κατακόψει

7:24 καὶ τὰ δέκα κέρατα αὐτου̃ δέκα βασιλει̃ς ἀναστήσονται καὶ ὀπίσω αὐτω̃ν ἀναστήσεται ἕτερος ὃς ὑπεροίσει κακοι̃ς πάντας τοὺς ἔμπροσθεν καὶ τρει̃ς βασιλει̃ς ταπεινώσει

7:25 καὶ λόγους πρὸς τὸν ὕψιστον λαλήσει καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει καὶ ὑπονοήσει του̃ ἀλλοιω̃σαι καιροὺς καὶ νόμον καὶ δοθήσεται ἐν χειρὶ αὐτου̃ ἕως καιρου̃ καὶ καιρω̃ν καὶ ἥμισυ καιρου̃

7:26 καὶ τὸ κριτήριον καθίσει καὶ τὴν ἀρχὴν μεταστήσουσιν του̃ ἀφανίσαι καὶ του̃ ἀπολέσαι ἕως τέλους

7:27 καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλωσύνη τω̃ν βασιλέων τω̃ν ὑποκάτω παντὸς του̃ οὐρανου̃ ἐδόθη ἁγίοις ὑψίστου καὶ ἡ βασιλεία αὐτου̃ βασιλεία αἰώνιος καὶ πα̃σαι αἱ ἀρχαὶ αὐτω̨̃ δουλεύσουσιν καὶ ὑπακούσονται

7:28 ἕως ὡ̃δε τὸ πέρας του̃ λόγου ἐγὼ Δανιηλ ἐπὶ πολὺ οἱ διαλογισμοί μου συνετάρασσόν με καὶ ἡ μορφή μου ἠλλοιώθη ἐπ' ἐμοί καὶ τὸ ῥη̃μα ἐν τη̨̃ καρδία̨ μου συνετήρησα

8:1 ἐν ἔτει τρίτω̨ τη̃ς βασιλείας Βαλτασαρ του̃ βασιλέως ὅρασις ὤφθη πρός με ἐγὼ Δανιηλ μετὰ τὴν ὀφθει̃σάν μοι τὴν ἀρχήν

8:2 καὶ ἤμην ἐν Σούσοις τη̨̃ βάρει ἥ ἐστιν ἐν χώρα̨ Αιλαμ καὶ εἰ̃δον ἐν ὁράματι καὶ ἤμην ἐπὶ του̃ Ουβαλ

8:3 καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ κριὸς εἱ̃ς ἑστηκὼς πρὸ του̃ Ουβαλ καὶ αὐτω̨̃ κέρατα καὶ τὰ κέρατα ὑψηλά καὶ τὸ ἓν ὑψηλότερον του̃ ἑτέρου καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ' ἐσχάτων

8:4 εἰ̃δον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρα̃ν καὶ νότον καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτου̃ καὶ οὐκ ἠ̃ν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτου̃ καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτου̃ καὶ ἐμεγαλύνθη

8:5 καὶ ἐγὼ ἤμην συνίων καὶ ἰδοὺ τράγος αἰγω̃ν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς καὶ οὐκ ἠ̃ν ἁπτόμενος τη̃ς γη̃ς καὶ τω̨̃ τράγω̨ κέρας θεωρητὸν ἀνὰ μέσον τω̃ν ὀφθαλμω̃ν αὐτου̃

8:6 καὶ ἠ̃λθεν ἕως του̃ κριου̃ του̃ τὰ κέρατα ἔχοντος οὑ̃ εἰ̃δον ἑστω̃τος ἐνώπιον του̃ Ουβαλ καὶ ἔδραμεν πρὸς αὐτὸν ἐν ὁρμη̨̃ τη̃ς ἰσχύος αὐτου̃

8:7 καὶ εἰ̃δον αὐτὸν φθάνοντα ἕως του̃ κριου̃ καὶ ἐξηγριάνθη πρὸς αὐτὸν καὶ ἔπαισεν τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτου̃ καὶ οὐκ ἠ̃ν ἰσχὺς τω̨̃ κριω̨̃ του̃ στη̃ναι ἐνώπιον αὐτου̃ καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γη̃ν καὶ συνεπάτησεν αὐτόν καὶ οὐκ ἠ̃ν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτου̃

8:8 καὶ ὁ τράγος τω̃ν αἰγω̃ν ἐμεγαλύνθη ἕως σφόδρα καὶ ἐν τω̨̃ ἰσχυ̃σαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτου̃ τὸ μέγα καὶ ἀνέβη κέρατα τέσσαρα ὑποκάτω αὐτου̃ εἰς τοὺς τέσσαρας ἀνέμους του̃ οὐρανου̃

8:9 καὶ ἐκ του̃ ἑνὸς αὐτω̃ν ἐξη̃λθεν κέρας ἓν ἰσχυρὸν καὶ ἐμεγαλύνθη περισσω̃ς πρὸς τὸν νότον καὶ πρὸς ἀνατολὴν καὶ πρὸς τὴν δύναμιν

8:10 ἐμεγαλύνθη ἕως τη̃ς δυνάμεως του̃ οὐρανου̃ καὶ ἔπεσεν ἐπὶ τὴν γη̃ν ἀπὸ τη̃ς δυνάμεως του̃ οὐρανου̃ καὶ ἀπὸ τω̃ν ἄστρων καὶ συνεπάτησεν αὐτά

8:11 καὶ ἕως οὑ̃ ὁ ἀρχιστράτηγος ῥύσηται τὴν αἰχμαλωσίαν καὶ δι' αὐτὸν θυσία ἐρράχθη καὶ ἐγενήθη καὶ κατευοδώθη αὐτω̨̃ καὶ τὸ ἅγιον ἐρημωθήσεται

8:12 καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη καὶ ἐποίησεν καὶ εὐοδώθη

8:13 καὶ ἤκουσα ἑνὸς ἁγίου λαλου̃ντος καὶ εἰ̃πεν εἱ̃ς ἅγιος τω̨̃ φελμουνι τω̨̃ λαλου̃ντι ἕως πότε ἡ ὅρασις στήσεται ἡ θυσία ἡ ἀρθει̃σα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθει̃σα καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συμπατηθήσεται

8:14 καὶ εἰ̃πεν αὐτω̨̃ ἕως ἑσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι καὶ καθαρισθήσεται τὸ ἅγιον

8:15 καὶ ἐγένετο ἐν τω̨̃ ἰδει̃ν με ἐγὼ Δανιηλ τὴν ὅρασιν καὶ ἐζήτουν σύνεσιν καὶ ἰδοὺ ἔστη ἐνώπιον ἐμου̃ ὡς ὅρασις ἀνδρός

8:16 καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀνὰ μέσον του̃ Ουβαλ καὶ ἐκάλεσεν καὶ εἰ̃πεν Γαβριηλ συνέτισον ἐκει̃νον τὴν ὅρασιν

8:17 καὶ ἠ̃λθεν καὶ ἔστη ἐχόμενος τη̃ς στάσεώς μου καὶ ἐν τω̨̃ ἐλθει̃ν αὐτὸν ἐθαμβήθην καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ εἰ̃πεν πρός με σύνες υἱὲ ἀνθρώπου ἔτι γὰρ εἰς καιρου̃ πέρας ἡ ὅρασις

8:18 καὶ ἐν τω̨̃ λαλει̃ν αὐτὸν μετ' ἐμου̃ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γη̃ν καὶ ἥψατό μου καὶ ἔστησέν με ἐπὶ πόδας

8:19 καὶ εἰ̃πεν ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ' ἐσχάτων τη̃ς ὀργη̃ς ἔτι γὰρ εἰς καιρου̃ πέρας ἡ ὅρασις

8:20 ὁ κριός ὃν εἰ̃δες ὁ ἔχων τὰ κέρατα βασιλεὺς Μήδων καὶ Περσω̃ν

8:21 καὶ ὁ τράγος τω̃ν αἰγω̃ν βασιλεὺς 'Ελλήνων καὶ τὸ κέρας τὸ μέγα ὃ ἠ̃ν ἀνὰ μέσον τω̃ν ὀφθαλμω̃ν αὐτου̃ αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρω̃τος

8:22 καὶ του̃ συντριβέντος οὑ̃ ἔστησαν τέσσαρα ὑποκάτω κέρατα τέσσαρες βασιλει̃ς ἐκ του̃ ἔθνους αὐτου̃ ἀναστήσονται καὶ οὐκ ἐν τη̨̃ ἰσχύι αὐτου̃

8:23 καὶ ἐπ' ἐσχάτων τη̃ς βασιλείας αὐτω̃ν πληρουμένων τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπω̨ καὶ συνίων προβλήματα

8:24 καὶ κραταιὰ ἡ ἰσχὺς αὐτου̃ καὶ οὐκ ἐν τη̨̃ ἰσχύι αὐτου̃ καὶ θαυμαστὰ διαφθερει̃ καὶ κατευθυνει̃ καὶ ποιήσει καὶ διαφθερει̃ ἰσχυροὺς καὶ λαὸν ἅγιον

8:25 καὶ ὁ ζυγὸς του̃ κλοιου̃ αὐτου̃ κατευθυνει̃ δόλος ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἐν καρδία̨ αὐτου̃ μεγαλυνθήσεται καὶ δόλω̨ διαφθερει̃ πολλοὺς καὶ ἐπὶ ἀπωλείας πολλω̃ν στήσεται καὶ ὡς ὠ̨ὰ χειρὶ συντρίψει

8:26 καὶ ἡ ὅρασις τη̃ς ἑσπέρας καὶ τη̃ς πρωίας τη̃ς ῥηθείσης ἀληθής ἐστιν καὶ σὺ σφράγισον τὴν ὅρασιν ὅτι εἰς ἡμέρας πολλάς

8:27 καὶ ἐγὼ Δανιηλ ἐκοιμήθην καὶ ἐμαλακίσθην ἡμέρας καὶ ἀνέστην καὶ ἐποίουν τὰ ἔργα του̃ βασιλέως καὶ ἐθαύμαζον τὴν ὅρασιν καὶ οὐκ ἠ̃ν ὁ συνίων

9:1 ἐν τω̨̃ πρώτω̨ ἔτει Δαρείου του̃ υἱου̃ Ασουηρου ἀπὸ του̃ σπέρματος τω̃ν Μήδων ὃς ἐβασίλευσεν ἐπὶ βασιλείαν Χαλδαίων

9:2 ἐν ἔτει ἑνὶ τη̃ς βασιλείας αὐτου̃ ἐγὼ Δανιηλ συνη̃κα ἐν ται̃ς βύβλοις τὸν ἀριθμὸν τω̃ν ἐτω̃ν ὃς ἐγενήθη λόγος κυρίου πρὸς Ιερεμιαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως Ιερουσαλημ ἑβδομήκοντα ἔτη

9:3 καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς κύριον τὸν θεὸν του̃ ἐκζητη̃σαι προσευχὴν καὶ δεήσεις ἐν νηστείαις καὶ σάκκω̨ καὶ σποδω̨̃

9:4 καὶ προσηυξάμην πρὸς κύριον τὸν θεόν μου καὶ ἐξωμολογησάμην καὶ εἰ̃πα κύριε ὁ θεὸς ὁ μέγας καὶ θαυμαστὸς ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεος τοι̃ς ἀγαπω̃σίν σε καὶ τοι̃ς φυλάσσουσιν τὰς ἐντολάς σου

9:5 ἡμάρτομεν ἠδικήσαμεν ἠνομήσαμεν καὶ ἀπέστημεν καὶ ἐξεκλίναμεν ἀπὸ τω̃ν ἐντολω̃ν σου καὶ ἀπὸ τω̃ν κριμάτων σου

9:6 καὶ οὐκ εἰσηκούσαμεν τω̃ν δούλων σου τω̃ν προφητω̃ν οἳ ἐλάλουν ἐν τω̨̃ ὀνόματί σου πρὸς τοὺς βασιλει̃ς ἡμω̃ν καὶ ἄρχοντας ἡμω̃ν καὶ πατέρας ἡμω̃ν καὶ πρὸς πάντα τὸν λαὸν τη̃ς γη̃ς

9:7 σοί κύριε ἡ δικαιοσύνη καὶ ἡμι̃ν ἡ αἰσχύνη του̃ προσώπου ὡς ἡ ἡμέρα αὕτη ἀνδρὶ Ιουδα καὶ τοι̃ς ἐνοικου̃σιν ἐν Ιερουσαλημ καὶ παντὶ Ισραηλ τοι̃ς ἐγγὺς καὶ τοι̃ς μακρὰν ἐν πάση̨ τη̨̃ γη̨̃ οὑ̃ διέσπειρας αὐτοὺς ἐκει̃ ἐν ἀθεσία̨ αὐτω̃ν ἡ̨̃ ἠθέτησαν ἐν σοί

9:8 κύριε ἡμι̃ν ἡ αἰσχύνη του̃ προσώπου καὶ τοι̃ς βασιλευ̃σιν ἡμω̃ν καὶ τοι̃ς ἄρχουσιν ἡμω̃ν καὶ τοι̃ς πατράσιν ἡμω̃ν οἵτινες ἡμάρτομέν σοι

9:9 τω̨̃ κυρίω̨ θεω̨̃ ἡμω̃ν οἱ οἰκτιρμοὶ καὶ οἱ ἱλασμοί ὅτι ἀπέστημεν

9:10 καὶ οὐκ εἰσηκούσαμεν τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ἡμω̃ν πορεύεσθαι ἐν τοι̃ς νόμοις αὐτου̃ οἱ̃ς ἔδωκεν κατὰ πρόσωπον ἡμω̃ν ἐν χερσὶν τω̃ν δούλων αὐτου̃ τω̃ν προφητω̃ν

9:11 καὶ πα̃ς Ισραηλ παρέβησαν τὸν νόμον σου καὶ ἐξέκλιναν του̃ μὴ ἀκου̃σαι τη̃ς φωνη̃ς σου καὶ ἐπη̃λθεν ἐφ' ἡμα̃ς ἡ κατάρα καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν νόμω̨ Μωυσέως δούλου του̃ θεου̃ ὅτι ἡμάρτομεν αὐτω̨̃

9:12 καὶ ἔστησεν τοὺς λόγους αὐτου̃ οὓς ἐλάλησεν ἐφ' ἡμα̃ς καὶ ἐπὶ τοὺς κριτὰς ἡμω̃ν οἳ ἔκρινον ἡμα̃ς ἐπαγαγει̃ν ἐφ' ἡμα̃ς κακὰ μεγάλα οἱ̃α οὐ γέγονεν ὑποκάτω παντὸς του̃ οὐρανου̃ κατὰ τὰ γενόμενα ἐν Ιερουσαλημ

9:13 καθὼς γέγραπται ἐν τω̨̃ νόμω̨ Μωυση̃ πάντα τὰ κακὰ ταυ̃τα ἠ̃λθεν ἐφ' ἡμα̃ς καὶ οὐκ ἐδεήθημεν του̃ προσώπου κυρίου του̃ θεου̃ ἡμω̃ν ἀποστρέψαι ἀπὸ τω̃ν ἀδικιω̃ν ἡμω̃ν καὶ του̃ συνιέναι ἐν πάση̨ ἀληθεία̨ σου

9:14 καὶ ἐγρηγόρησεν κύριος καὶ ἐπήγαγεν αὐτὰ ἐφ' ἡμα̃ς ὅτι δίκαιος κύριος ὁ θεὸς ἡμω̃ν ἐπὶ πα̃σαν τὴν ποίησιν αὐτου̃ ἣν ἐποίησεν καὶ οὐκ εἰσηκούσαμεν τη̃ς φωνη̃ς αὐτου̃

9:15 καὶ νυ̃ν κύριε ὁ θεὸς ἡμω̃ν ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γη̃ς Αἰγύπτου ἐν χειρὶ κραταια̨̃ καὶ ἐποίησας σεαυτω̨̃ ὄνομα ὡς ἡ ἡμέρα αὕτη ἡμάρτομεν ἠνομήσαμεν

9:16 κύριε ἐν πάση̨ ἐλεημοσύνη̨ σου ἀποστραφήτω δὴ ὁ θυμός σου καὶ ἡ ὀργή σου ἀπὸ τη̃ς πόλεώς σου Ιερουσαλημ ὄρους ἁγίου σου ὅτι ἡμάρτομεν καὶ ἐν ται̃ς ἀδικίαις ἡμω̃ν καὶ τω̃ν πατέρων ἡμω̃ν Ιερουσαλημ καὶ ὁ λαός σου εἰς ὀνειδισμὸν ἐγένετο ἐν πα̃σιν τοι̃ς περικύκλω̨ ἡμω̃ν

9:17 καὶ νυ̃ν εἰσάκουσον κύριε ὁ θεὸς ἡμω̃ν τη̃ς προσευχη̃ς του̃ δούλου σου καὶ τω̃ν δεήσεων αὐτου̃ καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον ἕνεκέν σου κύριε

9:18 κλι̃νον ὁ θεός μου τὸ οὐ̃ς σου καὶ ἄκουσον ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ τὸν ἀφανισμὸν ἡμω̃ν καὶ τη̃ς πόλεώς σου ἐφ' ἡ̃ς ἐπικέκληται τὸ ὄνομά σου ἐπ' αὐτη̃ς ὅτι οὐκ ἐπὶ ται̃ς δικαιοσύναις ἡμω̃ν ἡμει̃ς ῥιπτου̃μεν τὸν οἰκτιρμὸν ἡμω̃ν ἐνώπιόν σου ἀλλ' ἐπὶ τοὺς οἰκτιρμούς σου τοὺς πολλούς

9:19 κύριε εἰσάκουσον κύριε ἱλάσθητι κύριε πρόσχες καὶ ποίησον μὴ χρονίση̨ς ἕνεκέν σου ὁ θεός μου ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὴν πόλιν σου καὶ ἐπὶ τὸν λαόν σου

9:20 καὶ ἔτι ἐμου̃ λαλου̃ντος καὶ προσευχομένου καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας του̃ λαου̃ μου Ισραηλ καὶ ῥιπτου̃ντος τὸν ἔλεόν μου ἐναντίον κυρίου του̃ θεου̃ μου περὶ του̃ ὄρους του̃ ἁγίου του̃ θεου̃ μου

9:21 καὶ ἔτι ἐμου̃ λαλου̃ντος ἐν τη̨̃ προσευχη̨̃ καὶ ἰδοὺ ὁ ἀνὴρ Γαβριηλ ὃν εἰ̃δον ἐν τη̨̃ ὁράσει ἐν τη̨̃ ἀρχη̨̃ πετόμενος καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινη̃ς

9:22 καὶ συνέτισέν με καὶ ἐλάλησεν μετ' ἐμου̃ καὶ εἰ̃πεν Δανιηλ νυ̃ν ἐξη̃λθον συμβιβάσαι σε σύνεσιν

9:23 ἐν ἀρχη̨̃ τη̃ς δεήσεώς σου ἐξη̃λθεν λόγος καὶ ἐγὼ ἠ̃λθον του̃ ἀναγγει̃λαί σοι ὅτι ἀνὴρ ἐπιθυμιω̃ν σὺ εἰ̃ καὶ ἐννοήθητι ἐν τω̨̃ ῥήματι καὶ σύνες ἐν τη̨̃ ὀπτασία̨

9:24 ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου του̃ συντελεσθη̃ναι ἁμαρτίαν καὶ του̃ σφραγίσαι ἁμαρτίας καὶ ἀπαλει̃ψαι τὰς ἀνομίας καὶ του̃ ἐξιλάσασθαι ἀδικίας καὶ του̃ ἀγαγει̃ν δικαιοσύνην αἰώνιον καὶ του̃ σφραγίσαι ὅρασιν καὶ προφήτην καὶ του̃ χρι̃σαι ἅγιον ἁγίων

9:25 καὶ γνώση̨ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου του̃ ἀποκριθη̃ναι καὶ του̃ οἰκοδομη̃σαι Ιερουσαλημ ἕως χριστου̃ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατει̃α καὶ τει̃χος καὶ ἐκκενωθήσονται οἱ καιροί

9:26 καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο ἐξολεθρευθήσεται χρι̃σμα καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτω̨̃ καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερει̃ σὺν τω̨̃ ἡγουμένω̨ τω̨̃ ἐρχομένω̨ καὶ ἐκκοπήσονται ἐν κατακλυσμω̨̃ καὶ ἕως τέλους πολέμου συντετμημένου τάξει ἀφανισμοι̃ς

9:27 καὶ δυναμώσει διαθήκην πολλοι̃ς ἑβδομὰς μία καὶ ἐν τω̨̃ ἡμίσει τη̃ς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδή καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τω̃ν ἐρημώσεων καὶ ἕως συντελείας καιρου̃ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν

10:1 ἐν ἔτει τρίτω̨ Κύρου βασιλέως Περσω̃ν λόγος ἀπεκαλύφθη τω̨̃ Δανιηλ οὑ̃ τὸ ὄνομα ἐπεκλήθη Βαλτασαρ καὶ ἀληθινὸς ὁ λόγος καὶ δύναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτω̨̃ ἐν τη̨̃ ὀπτασία̨

10:2 ἐν ται̃ς ἡμέραις ἐκείναις ἐγὼ Δανιηλ ἤμην πενθω̃ν τρει̃ς ἑβδομάδας ἡμερω̃ν

10:3 ἄρτον ἐπιθυμιω̃ν οὐκ ἔφαγον καὶ κρέας καὶ οἰ̃νος οὐκ εἰση̃λθεν εἰς τὸ στόμα μου καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως πληρώσεως τριω̃ν ἑβδομάδων ἡμερω̃ν

10:4 ἐν ἡμέρα̨ εἰκοστη̨̃ καὶ τετάρτη̨ του̃ μηνὸς του̃ πρώτου καὶ ἐγὼ ἤμην ἐχόμενα του̃ ποταμου̃ του̃ μεγάλου αὐτός ἐστιν Εδδεκελ

10:5 καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ ἀνὴρ εἱ̃ς ἐνδεδυμένος βαδδιν καὶ ἡ ὀσφὺς αὐτου̃ περιεζωσμένη ἐν χρυσίω̨ Ωφαζ

10:6 καὶ τὸ σω̃μα αὐτου̃ ὡσεὶ θαρσις καὶ τὸ πρόσωπον αὐτου̃ ὡσεὶ ὅρασις ἀστραπη̃ς καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ ὡσεὶ λαμπάδες πυρός καὶ οἱ βραχίονες αὐτου̃ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκου̃ στίλβοντος καὶ ἡ φωνὴ τω̃ν λόγων αὐτου̃ ὡς φωνὴ ὄχλου

10:7 καὶ εἰ̃δον ἐγὼ Δανιηλ μόνος τὴν ὀπτασίαν καὶ οἱ ἄνδρες οἱ μετ' ἐμου̃ οὐκ εἰ̃δον τὴν ὀπτασίαν ἀλλ' ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ' αὐτούς καὶ ἔφυγον ἐν φόβω̨

10:8 καὶ ἐγὼ ὑπελείφθην μόνος καὶ εἰ̃δον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν καὶ οὐκ ἐκράτησα ἰσχύος

10:9 καὶ ἤκουσα τὴν φωνὴν τω̃ν λόγων αὐτου̃ καὶ ἐν τω̨̃ ἀκου̃σαί με αὐτου̃ ἤμην κατανενυγμένος καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γη̃ν

10:10 καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου καὶ ἤγειρέν με ἐπὶ τὰ γόνατά μου

10:11 καὶ εἰ̃πεν πρός με Δανιηλ ἀνὴρ ἐπιθυμιω̃ν σύνες ἐν τοι̃ς λόγοις οἱ̃ς ἐγὼ λαλω̃ πρὸς σέ καὶ στη̃θι ἐπὶ τη̨̃ στάσει σου ὅτι νυ̃ν ἀπεστάλην πρὸς σέ καὶ ἐν τω̨̃ λαλη̃σαι αὐτὸν πρός με τὸν λόγον του̃τον ἀνέστην ἔντρομος

10:12 καὶ εἰ̃πεν πρός με μὴ φοβου̃ Δανιηλ ὅτι ἀπὸ τη̃ς πρώτης ἡμέρας ἡ̃ς ἔδωκας τὴν καρδίαν σου του̃ συνιέναι καὶ κακωθη̃ναι ἐναντίον του̃ θεου̃ σου ἠκούσθησαν οἱ λόγοι σου καὶ ἐγὼ ἠ̃λθον ἐν τοι̃ς λόγοις σου

10:13 καὶ ὁ ἄρχων βασιλείας Περσω̃ν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν καὶ ἰδοὺ Μιχαηλ εἱ̃ς τω̃ν ἀρχόντων τω̃ν πρώτων ἠ̃λθεν βοηθη̃σαί μοι καὶ αὐτὸν κατέλιπον ἐκει̃ μετὰ του̃ ἄρχοντος βασιλείας Περσω̃ν

10:14 καὶ ἠ̃λθον συνετίσαι σε ὅσα ἀπαντήσεται τω̨̃ λαω̨̃ σου ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν ὅτι ἔτι ἡ ὅρασις εἰς ἡμέρας

10:15 καὶ ἐν τω̨̃ λαλη̃σαι αὐτὸν μετ' ἐμου̃ κατὰ τοὺς λόγους τούτους ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γη̃ν καὶ κατενύγην

10:16 καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱου̃ ἀνθρώπου ἥψατο τω̃ν χειλέων μου καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἰ̃πα πρὸς τὸν ἑστω̃τα ἐναντίον ἐμου̃ κύριε ἐν τη̨̃ ὀπτασία̨ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί καὶ οὐκ ἔσχον ἰσχύν

10:17 καὶ πω̃ς δυνήσεται ὁ παι̃ς σου κύριε λαλη̃σαι μετὰ του̃ κυρίου μου τούτου καὶ ἐγὼ ἀπὸ του̃ νυ̃ν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί

10:18 καὶ προσέθετο καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου καὶ ἐνίσχυσέν με

10:19 καὶ εἰ̃πέν μοι μὴ φοβου̃ ἀνὴρ ἐπιθυμιω̃ν εἰρήνη σοι ἀνδρίζου καὶ ἴσχυε καὶ ἐν τω̨̃ λαλη̃σαι αὐτὸν μετ' ἐμου̃ ἴσχυσα καὶ εἰ̃πα λαλείτω ὁ κύριός μου ὅτι ἐνίσχυσάς με

10:20 καὶ εἰ̃πεν εἰ οἰ̃δας ἵνα τί ἠ̃λθον πρὸς σέ καὶ νυ̃ν ἐπιστρέψω του̃ πολεμη̃σαι μετὰ ἄρχοντος Περσω̃ν καὶ ἐγὼ ἐξεπορευόμην καὶ ὁ ἄρχων τω̃ν 'Ελλήνων ἤρχετο

10:21 ἀλλ' ἢ ἀναγγελω̃ σοι τὸ ἐντεταγμένον ἐν γραφη̨̃ ἀληθείας καὶ οὐκ ἔστιν εἱ̃ς ἀντεχόμενος μετ' ἐμου̃ περὶ τούτων ἀλλ' ἢ Μιχαηλ ὁ ἄρχων ὑμω̃ν

11:1 καὶ ἐγὼ ἐν ἔτει πρώτω̨ Κύρου ἔστην εἰς κράτος καὶ ἰσχύν

11:2 καὶ νυ̃ν ἀλήθειαν ἀναγγελω̃ σοι ἰδοὺ ἔτι τρει̃ς βασιλει̃ς ἀναστήσονται ἐν τη̨̃ Περσίδι καὶ ὁ τέταρτος πλουτήσει πλου̃τον μέγαν παρὰ πάντας καὶ μετὰ τὸ κρατη̃σαι αὐτὸν του̃ πλούτου αὐτου̃ ἐπαναστήσεται πάσαις βασιλείαις 'Ελλήνων

11:3 καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς καὶ κυριεύσει κυριείας πολλη̃ς καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτου̃

11:4 καὶ ὡς ἂν στη̨̃ ἡ βασιλεία αὐτου̃ συντριβήσεται καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους του̃ οὐρανου̃ καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτου̃ οὐδὲ κατὰ τὴν κυριείαν αὐτου̃ ἣν ἐκυρίευσεν ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτου̃ καὶ ἑτέροις ἐκτὸς τούτων

11:5 καὶ ἐνισχύσει ὁ βασιλεὺς του̃ νότου καὶ εἱ̃ς τω̃ν ἀρχόντων αὐτου̃ ἐνισχύσει ἐπ' αὐτὸν καὶ κυριεύσει κυριείαν πολλὴν ἐπ' ἐξουσίας αὐτου̃

11:6 καὶ μετὰ τὰ ἔτη αὐτου̃ συμμειγήσονται καὶ θυγάτηρ βασιλέως του̃ νότου εἰσελεύσεται πρὸς βασιλέα του̃ βορρα̃ του̃ ποιη̃σαι συνθήκας μετ' αὐτου̃ καὶ οὐ κρατήσει ἰσχύος βραχίονος καὶ οὐ στήσεται τὸ σπέρμα αὐτου̃ καὶ παραδοθήσεται αὐτὴ καὶ οἱ φέροντες αὐτὴν καὶ ἡ νεα̃νις καὶ ὁ κατισχύων αὐτὴν ἐν τοι̃ς καιροι̃ς

11:7 καὶ στήσεται ἐκ του̃ ἄνθους τη̃ς ῥίζης αὐτη̃ς τη̃ς ἑτοιμασίας αὐτου̃ καὶ ἥξει πρὸς τὴν δύναμιν καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα του̃ βασιλέως του̃ βορρα̃ καὶ ποιήσει ἐν αὐτοι̃ς καὶ κατισχύσει

11:8 καί γε τοὺς θεοὺς αὐτω̃ν μετὰ τω̃ν χωνευτω̃ν αὐτω̃ν πα̃ν σκευ̃ος ἐπιθυμητὸν αὐτω̃ν ἀργυρίου καὶ χρυσίου μετὰ αἰχμαλωσίας οἴσει εἰς Αἴγυπτον καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα του̃ βορρα̃

11:9 καὶ εἰσελεύσεται εἰς τὴν βασιλείαν του̃ βασιλέως του̃ νότου καὶ ἀναστρέψει εἰς τὴν γη̃ν αὐτου̃

11:10 καὶ οἱ υἱοὶ αὐτου̃ συνάξουσιν ὄχλον δυνάμεων πολλω̃ν καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων καὶ παρελεύσεται καὶ καθίεται καὶ συμπροσπλακήσεται ἕως τη̃ς ἰσχύος αὐτου̃

11:11 καὶ ἀγριανθήσεται βασιλεὺς του̃ νότου καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ βασιλέως του̃ βορρα̃ καὶ στήσει ὄχλον πολύν καὶ παραδοθήσεται ὁ ὄχλος ἐν χειρὶ αὐτου̃

11:12 καὶ λήμψεται τὸν ὄχλον καὶ ὑψωθήσεται ἡ καρδία αὐτου̃ καὶ καταβαλει̃ μυριάδας καὶ οὐ κατισχύσει

11:13 καὶ ἐπιστρέψει βασιλεὺς του̃ βορρα̃ καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν πρότερον καὶ εἰς τὸ τέλος τω̃ν καιρω̃ν ἐνιαυτω̃ν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλη̨ καὶ ἐν ὑπάρξει πολλη̨̃

11:14 καὶ ἐν τοι̃ς καιροι̃ς ἐκείνοις πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα του̃ νότου καὶ οἱ υἱοὶ τω̃ν λοιμω̃ν του̃ λαου̃ σου ἐπαρθήσονται του̃ στη̃σαι ὅρασιν καὶ ἀσθενήσουσιν

11:15 καὶ εἰσελεύσεται βασιλεὺς του̃ βορρα̃ καὶ ἐκχεει̃ πρόσχωμα καὶ συλλήμψεται πόλεις ὀχυράς καὶ οἱ βραχίονες του̃ βασιλέως του̃ νότου οὐ στήσονται καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτου̃ καὶ οὐκ ἔσται ἰσχὺς του̃ στη̃ναι

11:16 καὶ ποιήσει ὁ εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτου̃ καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτου̃ καὶ στήσεται ἐν γη̨̃ του̃ σαβι καὶ συντελεσθήσεται ἐν τη̨̃ χειρὶ αὐτου̃

11:17 καὶ τάξει τὸ πρόσωπον αὐτου̃ εἰσελθει̃ν ἐν ἰσχύι πάσης τη̃ς βασιλείας αὐτου̃ καὶ εὐθει̃α πάντα μετ' αὐτου̃ ποιήσει καὶ θυγατέρα τω̃ν γυναικω̃ν δώσει αὐτω̨̃ του̃ διαφθει̃ραι αὐτήν καὶ οὐ μὴ παραμείνη̨ καὶ οὐκ αὐτω̨̃ ἔσται

11:18 καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτου̃ εἰς τὰς νήσους καὶ συλλήμψεται πολλὰς καὶ καταπαύσει ἄρχοντας ὀνειδισμου̃ αὐτω̃ν πλὴν ὀνειδισμὸς αὐτου̃ ἐπιστρέψει αὐτω̨̃

11:19 καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτου̃ εἰς τὴν ἰσχὺν τη̃ς γη̃ς αὐτου̃ καὶ ἀσθενήσει καὶ πεσει̃ται καὶ οὐχ εὑρεθήσεται

11:20 καὶ ἀναστήσεται ἐκ τη̃ς ῥίζης αὐτου̃ φυτὸν βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν αὐτου̃ παραβιβάζων πράσσων δόξαν βασιλείας καὶ ἐν ται̃ς ἡμέραις ἐκείναις συντριβήσεται καὶ οὐκ ἐν προσώποις οὐδὲ ἐν πολέμω̨

11:21 στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτου̃ ἐξουδενώθη καὶ οὐκ ἔδωκαν ἐπ' αὐτὸν δόξαν βασιλείας καὶ ἥξει ἐν εὐθηνία̨ καὶ κατισχύσει βασιλείας ἐν ὀλισθρήμασιν

11:22 καὶ βραχίονες του̃ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτου̃ καὶ συντριβήσονται καὶ ἡγούμενος διαθήκης

11:23 καὶ ἀπὸ τω̃ν συναναμείξεων πρὸς αὐτὸν ποιήσει δόλον καὶ ἀναβήσεται καὶ ὑπερισχύσει αὐτου̃ ἐν ὀλίγω̨ ἔθνει

11:24 καὶ ἐν εὐθηνία̨ καὶ ἐν πίοσιν χώραις ἥξει καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες αὐτου̃ καὶ οἱ πατέρες τω̃ν πατέρων αὐτου̃ προνομὴν καὶ σκυ̃λα καὶ ὕπαρξιν αὐτοι̃ς διασκορπιει̃ καὶ ἐπ' Αἴγυπτον λογιει̃ται λογισμοὺς αὐτου̃ καὶ ἕως καιρου̃

11:25 καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτου̃ καὶ ἡ καρδία αὐτου̃ ἐπὶ βασιλέα του̃ νότου ἐν δυνάμει μεγάλη̨ καὶ ὁ βασιλεὺς του̃ νότου συνάψει πόλεμον ἐν δυνάμει μεγάλη̨ καὶ ἰσχυρα̨̃ σφόδρα καὶ οὐ στήσεται ὅτι λογιου̃νται ἐπ' αὐτὸν λογισμούς

11:26 καὶ φάγονται τὰ δέοντα αὐτου̃ καὶ συντρίψουσιν αὐτόν καὶ δυνάμεις κατακλύσει καὶ πεσου̃νται τραυματίαι πολλοί

11:27 καὶ ἀμφότεροι οἱ βασιλει̃ς αἱ καρδίαι αὐτω̃ν εἰς πονηρίαν καὶ ἐπὶ τραπέζη̨ μια̨̃ ψευδη̃ λαλήσουσιν καὶ οὐ κατευθυνει̃ ὅτι ἔτι πέρας εἰς καιρόν

11:28 καὶ ἐπιστρέψει εἰς τὴν γη̃ν αὐτου̃ ἐν ὑπάρξει πολλη̨̃ καὶ ἡ καρδία αὐτου̃ ἐπὶ διαθήκην ἁγίαν καὶ ποιήσει καὶ ἐπιστρέψει εἰς τὴν γη̃ν αὐτου̃

11:29 εἰς τὸν καιρὸν ἐπιστρέψει καὶ ἥξει ἐν τω̨̃ νότω̨ καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ὡς ἡ ἐσχάτη

11:30 καὶ εἰσελεύσονται ἐν αὐτω̨̃ οἱ ἐκπορευόμενοι Κίτιοι καὶ ταπεινωθήσεται καὶ ἐπιστρέψει καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν καὶ ποιήσει καὶ ἐπιστρέψει καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν

11:31 καὶ σπέρματα ἐξ αὐτου̃ ἀναστήσονται καὶ βεβηλώσουσιν τὸ ἁγίασμα τη̃ς δυναστείας καὶ μεταστήσουσιν τὸν ἐνδελεχισμὸν καὶ δώσουσιν βδέλυγμα ἠφανισμένον

11:32 καὶ οἱ ἀνομου̃ντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθρήμασιν καὶ λαὸς γινώσκοντες θεὸν αὐτου̃ κατισχύσουσιν καὶ ποιήσουσιν

11:33 καὶ οἱ συνετοὶ του̃ λαου̃ συνήσουσιν εἰς πολλά καὶ ἀσθενήσουσιν ἐν ῥομφαία̨ καὶ ἐν φλογὶ καὶ ἐν αἰχμαλωσία̨ καὶ ἐν διαρπαγη̨̃ ἡμερω̃ν

11:34 καὶ ἐν τω̨̃ ἀσθενη̃σαι αὐτοὺς βοηθηθήσονται βοήθειαν μικράν καὶ προστεθήσονται ἐπ' αὐτοὺς πολλοὶ ἐν ὀλισθρήμασιν

11:35 καὶ ἀπὸ τω̃ν συνιέντων ἀσθενήσουσιν του̃ πυρω̃σαι αὐτοὺς καὶ του̃ ἐκλέξασθαι καὶ του̃ ἀποκαλυφθη̃ναι ἕως καιρου̃ πέρας ὅτι ἔτι εἰς καιρόν

11:36 καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτου̃ καὶ ὑψωθήσεται ὁ βασιλεὺς καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεὸν καὶ λαλήσει ὑπέρογκα καὶ κατευθυνει̃ μέχρις οὑ̃ συντελεσθη̨̃ ἡ ὀργή εἰς γὰρ συντέλειαν γίνεται

11:37 καὶ ἐπὶ πάντας θεοὺς τω̃ν πατέρων αὐτου̃ οὐ συνήσει καὶ ἐπὶ ἐπιθυμίαν γυναικω̃ν καὶ ἐπὶ πα̃ν θεὸν οὐ συνήσει ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται

11:38 καὶ θεὸν μαωζιν ἐπὶ τόπου αὐτου̃ δοξάσει καὶ θεόν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτου̃ δοξάσει ἐν χρυσω̨̃ καὶ ἀργύρω̨ καὶ λίθω̨ τιμίω̨ καὶ ἐν ἐπιθυμήμασιν

11:39 καὶ ποιήσει τοι̃ς ὀχυρώμασιν τω̃ν καταφυγω̃ν μετὰ θεου̃ ἀλλοτρίου καὶ πληθυνει̃ δόξαν καὶ ὑποτάξει αὐτοι̃ς πολλοὺς καὶ γη̃ν διελει̃ ἐν δώροις

11:40 καὶ ἐν καιρου̃ πέρατι συγκερατισθήσεται μετὰ του̃ βασιλέως του̃ νότου καὶ συναχθήσεται ἐπ' αὐτὸν βασιλεὺς του̃ βορρα̃ ἐν ἅρμασιν καὶ ἐν ἱππευ̃σιν καὶ ἐν ναυσὶν πολλαι̃ς καὶ εἰσελεύσεται εἰς τὴν γη̃ν καὶ συντρίψει καὶ παρελεύσεται

11:41 καὶ εἰσελεύσεται εἰς τὴν γη̃ν του̃ σαβι καὶ πολλοὶ ἀσθενήσουσιν καὶ οὑ̃τοι διασωθήσονται ἐκ χειρὸς αὐτου̃ Εδωμ καὶ Μωαβ καὶ ἀρχὴ υἱω̃ν Αμμων

11:42 καὶ ἐκτενει̃ τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ γη̃ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν

11:43 καὶ κυριεύσει ἐν τοι̃ς ἀποκρύφοις του̃ χρυσου̃ καὶ του̃ ἀργύρου καὶ ἐν πα̃σιν ἐπιθυμητοι̃ς Αἰγύπτου καὶ Λιβύων καὶ Αἰθιόπων ἐν τοι̃ς ὀχυρώμασιν αὐτω̃ν

11:44 καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολω̃ν καὶ ἀπὸ βορρα̃ καὶ ἥξει ἐν θυμω̨̃ πολλω̨̃ του̃ ἀφανίσαι καὶ του̃ ἀναθεματίσαι πολλούς

11:45 καὶ πήξει τὴν σκηνὴν αὐτου̃ εφαδανω ἀνὰ μέσον τω̃ν θαλασσω̃ν εἰς ὄρος σαβι ἅγιον καὶ ἥξει ἕως μέρους αὐτου̃ καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν

12:1 καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀναστήσεται Μιχαηλ ὁ ἄρχων ὁ μέγας ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς του̃ λαου̃ σου καὶ ἔσται καιρὸς θλίψεως θλι̃ψις οἵα οὐ γέγονεν ἀφ' οὑ̃ γεγένηται ἔθνος ἐπὶ τη̃ς γη̃ς ἕως του̃ καιρου̃ ἐκείνου καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ σωθήσεται ὁ λαός σου πα̃ς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τη̨̃ βίβλω̨

12:2 καὶ πολλοὶ τω̃ν καθευδόντων ἐν γη̃ς χώματι ἐξεγερθήσονται οὑ̃τοι εἰς ζωὴν αἰώνιον καὶ οὑ̃τοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον

12:3 καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης του̃ στερεώματος καὶ ἀπὸ τω̃ν δικαίων τω̃ν πολλω̃ν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰω̃νας καὶ ἔτι

12:4 καὶ σύ Δανιηλ ἔμφραξον τοὺς λόγους καὶ σφράγισον τὸ βιβλίον ἕως καιρου̃ συντελείας ἕως διδαχθω̃σιν πολλοὶ καὶ πληθυνθη̨̃ ἡ γνω̃σις

12:5 καὶ εἰ̃δον ἐγὼ Δανιηλ καὶ ἰδοὺ δύο ἕτεροι εἱστήκεισαν εἱ̃ς ἐντευ̃θεν του̃ χείλους του̃ ποταμου̃ καὶ εἱ̃ς ἐντευ̃θεν του̃ χείλους του̃ ποταμου̃

12:6 καὶ εἰ̃πεν τω̨̃ ἀνδρὶ τω̨̃ ἐνδεδυμένω̨ τὰ βαδδιν ὃς ἠ̃ν ἐπάνω του̃ ὕδατος του̃ ποταμου̃ ἕως πότε τὸ πέρας ὡ̃ν εἴρηκας τω̃ν θαυμασίων

12:7 καὶ ἤκουσα του̃ ἀνδρὸς του̃ ἐνδεδυμένου τὰ βαδδιν ὃς ἠ̃ν ἐπάνω του̃ ὕδατος του̃ ποταμου̃ καὶ ὕψωσεν τὴν δεξιὰν αὐτου̃ καὶ τὴν ἀριστερὰν αὐτου̃ εἰς τὸν οὐρανὸν καὶ ὤμοσεν ἐν τω̨̃ ζω̃ντι τὸν αἰω̃να ὅτι εἰς καιρὸν καιρω̃ν καὶ ἥμισυ καιρου̃ ἐν τω̨̃ συντελεσθη̃ναι διασκορπισμὸν χειρὸς λαου̃ ἡγιασμένου γνώσονται πάντα ταυ̃τα

12:8 καὶ ἐγὼ ἤκουσα καὶ οὐ συνη̃κα καὶ εἰ̃πα κύριε τί τὰ ἔσχατα τούτων

12:9 καὶ εἰ̃πεν δευ̃ρο Δανιηλ ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι ἕως καιρου̃ πέρας

12:10 ἐκλεγω̃σιν καὶ ἐκλευκανθω̃σιν καὶ πυρωθω̃σιν πολλοί καὶ ἀνομήσωσιν ἄνομοι καὶ οὐ συνήσουσιν πάντες ἄνομοι καὶ οἱ νοήμονες συνήσουσιν

12:11 καὶ ἀπὸ καιρου̃ παραλλάξεως του̃ ἐνδελεχισμου̃ καὶ του̃ δοθη̃ναι βδέλυγμα ἐρημώσεως ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα

12:12 μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε

12:13 καὶ σὺ δευ̃ρο καὶ ἀναπαύου ἔτι γὰρ ἡμέραι εἰς ἀναπλήρωσιν συντελείας καὶ ἀναστήση̨ εἰς τὸν κλη̃ρόν σου εἰς συντέλειαν ἡμερω̃ν

.