Βὴλ καὶ Δράκων

ἐκ προφητείας Αμβακουμ υἱου̃ 'Ιησου̃ ἐκ τη̃ς φυλη̃ς Λευι

2 ἄνθρωπός τις ἠ̃ν ἱερεύς ὡ̨̃ ὄνομα Δανιηλ υἱὸς Αβαλ συμβιωτὴς του̃ βασιλέως Βαβυλω̃νος

3 καὶ ἠ̃ν εἴδωλον Βηλ ὃ ἐσέβοντο οἱ Βαβυλώνιοι ἀνηλίσκετο δὲ αὐτω̨̃ καθ' ἑκάστην ἡμέραν σεμιδάλεως ἀρτάβαι δέκα δύο καὶ πρόβατα τέσσαρα καὶ ἐλαίου μετρηταὶ ἕξ

4 καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτόν καὶ ἐπορεύετο ὁ βασιλεὺς καθ' ἑκάστην ἡμέραν καὶ προσεκύνει αὐτω̨̃ Δανιηλ δὲ προσηύχετο πρὸς κύριον

5 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Δανιηλ διὰ τί οὐ προσκυνει̃ς τω̨̃ Βηλ καὶ εἰ̃πε Δανιηλ πρὸς τὸν βασιλέα οὐδένα σέβομαι ἐγὼ εἰ μὴ κύριον τὸν θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γη̃ν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν

6 εἰ̃πεν δὲ ὁ βασιλεὺς αὐτω̨̃ οὑ̃τος οὐ̃ν οὐκ ἔστι θεός οὐχ ὁρα̨̃ς ὅσα εἰς αὐτὸν δαπανα̃ται καθ' ἑκάστην ἡμέραν

7 καὶ εἰ̃πεν αὐτω̨̃ Δανιηλ μηδαμω̃ς μηδείς σε παραλογιζέσθω οὑ̃τος γὰρ ἔσωθεν μὲν πήλινός ἐστιν ἔξωθεν δὲ χαλκου̃ς ὀμνύω δέ σοι κύριον τὸν θεὸν τω̃ν θεω̃ν ὅτι οὐθὲν βέβρωκε πώποτε οὑ̃τος

8 καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσε τοὺς προεστηκότας του̃ ἱερου̃ καὶ εἰ̃πεν αὐτοι̃ς παραδείξατε τὸν ἐσθίοντα τὰ παρασκευαζόμενα τω̨̃ Βηλ εἰ δὲ μή γε ἀποθανει̃σθε ἢ Δανιηλ ὁ φάσκων μὴ ἐσθίεσθαι αὐτὰ ὑπ' αὐτου̃ οἱ δὲ εἰ̃παν αὐτὸς ὁ Βηλ ἐστὶν ὁ κατεσθίων αὐτά

9 εἰ̃πε δὲ Δανιηλ πρὸς τὸν βασιλέα γινέσθω οὕτως ἐὰν μὴ παραδείξω ὅτι οὐκ ἔστιν ὁ Βηλ ὁ κατεσθίων ταυ̃τα ἀποθανου̃μαι καὶ πάντες οἱ παρ' ἐμου̃ ἠ̃σαν δὲ τω̨̃ Βηλ ἱερει̃ς ἑβδομήκοντα χωρὶς γυναικω̃ν καὶ τέκνων

10 ἤγαγον δέ τὸν βασιλέα εἰς τὸ εἰδώλιον

11 καὶ παρετέθη τὰ βρώματα ἐνώπιον του̃ βασιλέως καὶ του̃ Δανιηλ καὶ οἰ̃νος κερασθεὶς εἰσηνέχθη καὶ παρετέθη τω̨̃ Βηλ καὶ εἰ̃πεν Δανιηλ σὺ αὐτὸς ὁρα̨̃ς ὅτι κει̃ται ταυ̃τα βασιλευ̃ σὺ οὐ̃ν ἐπισφράγισαι τὰς κλει̃δας του̃ ναου̃ ἐπὰν κλεισθη̨̃

13 ἤρεσε δὲ ὁ λόγος τω̨̃ βασιλει̃

14 ὁ δὲ Δανιηλ ἐκέλευσε τοὺς παρ' αὐτου̃ ἐκβαλόντας πάντας ἐκ του̃ ναου̃ καταση̃σαι ὅλον τὸν ναὸν σποδω̨̃ οὐθενὸς τω̃ν ἐκτὸς αὐτου̃ εἰδότος καὶ τότε τὸν ναὸν ἐκέλευσε σφραγίσαι τω̨̃ του̃ βασιλέως δακτυλίω̨ καὶ τοι̃ς δακτυλίοις τινω̃ν ἐνδόξων ἱερέων καὶ ἐγένετο οὕτως

15-17 καὶ ἐγένετο τη̨̃ ἐπαύριον παρεγένοντο ἐπὶ τὸν τόπον οἱ δὲ ἱερει̃ς του̃ Βηλ διὰ ψευδοθυρίδων εἰσελθόντες κατεφάγοσαν πάντα τὰ παρακείμενα τω̨̃ Βηλ καὶ ἐξέπιον τὸν οἰ̃νον καὶ εἰ̃πεν Δανιηλ ἐπίδετε τὰς σφραγι̃δας ὑμω̃ν εἰ μένουσιν ἄνδρες ἱερει̃ς καὶ σὺ δέ βασιλευ̃ σκέψαι μή τί σοι ἀσύμφωνον γεγένηται καὶ εὑ̃ρον ὡς ἠ̃ν ἡ σφραγίς καὶ ἀπέβαλον τὴν σφραγι̃δα

18 καὶ ἀνοίξαντες τὰς θύρας εἴδοσαν δεδαπανημένα πάντα τὰ παρατεθέντα καὶ τὰς τραπέζας κενάς καὶ ἐχάρη ὁ βασιλεὺς καὶ εἰ̃πεν πρὸς τὸν Δανιηλ μέγας ἐστὶν ὁ Βηλ καὶ οὐκ ἔστι παρ' αὐτω̨̃ δόλος

19 καὶ ἐγέλασε Δανιηλ σφόδρα καὶ εἰ̃πεν τω̨̃ βασιλει̃ δευ̃ρο ἰδὲ τὸν δόλον τω̃ν ἱερέων καὶ εἰ̃πεν Δανιηλ βασιλευ̃ ταυ̃τα τὰ ἴχνη τίνος ἐστί

20 καὶ εἰ̃πεν ὁ βασιλεύς ἀνδρω̃ν καὶ γυναικω̃ν καὶ παιδίων

21 καὶ ἐπη̃λθεν ἐπὶ τὸν οἰ̃κον ἐν ὡ̨̃ ἠ̃σαν οἱ ἱερει̃ς καταγινόμενοι καὶ εὑ̃ρε τὰ βρώματα του̃ Βηλ καὶ τὸν οἰ̃νον καὶ ἐπέδειξε Δανιηλ τω̨̃ βασιλει̃ τὰ ψευδοθύρια δι' ὡ̃ν εἰσπορευόμενοι οἱ ἱερει̃ς ἐδαπάνων τὰ παρατιθέμενα τω̨̃ Βηλ

22 καὶ ἐξήγαγεν αὐτοὺς ὁ βασιλεὺς ἐκ του̃ Βηλίου καὶ παρέδωκεν αὐτοὺς τω̨̃ Δανιηλ καὶ τὴν δαπάνην τὴν εἰς αὐτὸν ἔδωκε τω̨̃ Δανιηλ τὸν δὲ Βηλ κατέστρεψε

23 καὶ ἠ̃ν δράκων ἐν τω̨̃ αὐτω̨̃ τόπω̨ καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι

24 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Δανιηλ μὴ καὶ του̃τον ἐρει̃ς ὅτι χαλκου̃ς ἐστιν ἰδοὺ ζη̨̃ καὶ ἐσθίει καὶ πίνει προσκύνησον αὐτω̨̃

25 καὶ εἰ̃πεν Δανιηλ βασιλευ̃ δός μοι τὴν ἐξουσίαν καὶ ἀνελω̃ τὸν δράκοντα ἄνευ σιδήρου καὶ ῥάβδου

26 καὶ συνεχώρησεν αὐτω̨̃ ὁ βασιλεὺς καὶ εἰ̃πεν αὐτω̨̃ δέδοταί σοι

27 καὶ λαβὼν ὁ Δανιηλ πίσσης μνα̃ς τριάκοντα καὶ στέαρ καὶ τρίχας ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησε μάζαν καὶ ἐνέβαλεν εἰς τὸ στόμα του̃ δράκοντος καὶ φαγὼν διερράγη καὶ ἔδειξεν αὐτὸν τω̨̃ βασιλει̃ λέγων οὐ ταυ̃τα σέβεσθε βασιλευ̃

28 καὶ συνήχθησαν οἱ ἀπὸ τη̃ς χώρας πάντες ἐπὶ τὸν Δανιηλ καὶ εἰ̃παν Ιουδαι̃ος γέγονεν ὁ βασιλεύς τὸν Βηλ κατέστρεψε καὶ τὸν δράκοντα ἀπέκτεινε

30 καὶ ἰδὼν ὁ βασιλεὺς ὅτι ἐπισυνήχθη ὁ ὄχλος τη̃ς χώρας ἐπ' αὐτόν ἐκάλεσε τοὺς συμβιωτὰς αὐτου̃ καὶ εἰ̃πεν δίδωμι τὸν Δανιηλ εἰς ἀπώλειαν

31/32 ἠ̃ν δὲ λάκκος ἐν ὡ̨̃ ἐτρέφοντο λέοντες ἑπτά οἱ̃ς παρεδίδοντο οἱ ἐπίβουλοι του̃ βασιλέως καὶ ἐχορηγει̃το αὐτοι̃ς καθ' ἑκάστην ἡμέραν τω̃ν ἐπιθανατίων σώματα δύο καὶ ἐνεβάλοσαν τὸν Δανιηλ οἱ ὄχλοι εἰς ἐκει̃νον τὸν λάκκον ἵνα καταβρωθη̨̃ καὶ μηδὲ ταφη̃ς τύχη̨ καὶ ἠ̃ν ἐν τω̨̃ λάκκω̨ Δανιηλ ἡμέρας ἕξ

33 καὶ ἐγένετο τη̨̃ ἡμέρα̨ τη̨̃ ἕκτη̨ καὶ ἠ̃ν Αμβακουμ ἔχων ἄρτους ἐντεθρυμμένους ἐν σκάφη̨ ἐν ἑψήματι καὶ στάμνον οἴνου κεκερασμένου καὶ ἐπορεύετο εἰς τὸ πεδίον πρὸς τοὺς θεριστάς

34 καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Αμβακουμ λέγων τάδε λέγει σοι κύριος ὁ θεός τὸ ἄριστον ὃ ἔχεις ἀπένεγκε Δανιηλ εἰς τὸν λάκκον τω̃ν λεόντων ἐν Βαβυλω̃νι

35 καὶ εἰ̃πεν Αμβακουμ κύριε ὁ θεός οὐχ ἑώρακα τὴν Βαβυλω̃να καὶ τὸν λάκκον οὐ γινώσκω που̃ ἐστι

36 καὶ ἐπιλαβόμενος αὐτου̃ ὁ ἄγγελος κυρίου του̃ Αμβακουμ τη̃ς κόμης αὐτου̃ τη̃ς κεφαλη̃ς ἔθηκεν αὐτὸν ἐπάνω του̃ λάκκου του̃ ἐν Βαβυλω̃νι

37 καὶ εἰ̃πεν Αμβακουμ πρὸς Δανιηλ ἀναστὰς φάγε τὸ ἄριστον ὃ ἀπέστειλέ σοι κύριος ὁ θεός

38 καὶ εἰ̃πε Δανιηλ ἐμνήσθη γάρ μου κύριος ὁ θεὸς ὁ μὴ ἐγκαταλείπων τοὺς ἀγαπω̃ντας αὐτόν

39 καὶ ἔφαγε Δανιηλ ὁ δὲ ἄγγελος κυρίου κατέστησε τὸν Αμβακουμ ὅθεν αὐτὸν ἔλαβε τη̨̃ αὐτη̨̃ ἡμέρα̨ ὁ δὲ κύριος ὁ θεὸς ἐμνήσθη του̃ Δανιηλ

40 ἐξη̃λθε δὲ ὁ βασιλεὺς μετὰ ταυ̃τα πενθω̃ν τὸν Δανιηλ καὶ ἐγκύψας εἰς τὸν λάκκον ὁρα̨̃ αὐτὸν καθήμενον

41 καὶ ἀναβοήσας εἰ̃πεν ὁ βασιλεύς μέγας ἐστὶ κύριος ὁ θεός καὶ οὐκ ἔστι πλὴν αὐτου̃ ἄλλος

42 καὶ ἐξήγαγεν ὁ βασιλεὺς τὸν Δανιηλ ἐκ του̃ λάκκου καὶ τοὺς αἰτίους τη̃ς ἀπωλείας αὐτου̃ ἐνέβαλεν εἰς τὸν λάκκον ἐνώπιον του̃ Δανιηλ καὶ κατεβρώθησαν

.